Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν γέννησιν τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ

In nativitatem Joannis Baptistae / На Рождество Иоанна Крестителя

In nativitatem Joannis Baptistae Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὸ γενέθλιον τοῦ ἁγίου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου

1 Εὐλογητὸς ὁ θεός· ἰδοὺ γὰρ ἐπὶ τῶν ἔργων ἐδείχθη τὰ ἐν γαστρὶ τοῦ 20Ἰωάννου20 σκιρτήματα· προέβη τοῦ δικαίου τὰ διὰ τῶν ποδῶν εὐαγγέλια· ἀπήντησεν ἡ χάρις ἣν ἐν τῇ μήτρᾳ τυγχάνων ἐμήνυσεν· εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν. Ὄντως «ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε»· ἐλαυνόμενοι προεβόουν προφῆται, οὐκ ἐσίγων τυπτόμενοι δίκαιοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν· ἀντέπραττον τύραννοι, βασιλεῖς ἐπολέμουν, ἄρχοντες παρετάσσοντο· συνωργίζοντο δῆμοι, ὁ κόσμος ὅλος ἀντηγωνίζετο τοῖς τῶν δικαίων ἀγῶσιν· ἔνθεν παρήγοντο βήμασιν, ἐκεῖθεν κατεξαίνοντο μάστιξιν· πανταχόθεν κολαστήρια καὶ στρεβλώσεις, πανταχόθεν θλίψεις καὶ ὀδυρμοί, πανταχόθεν κατήφεια καὶ σκότος· ἀλλ' ἐν τοιαύτῃ κατηφείᾳ καὶ τηλικαύτῃ τοῦ βίου σκοτώσει τυγχάνοντες λύσιν τοῦ χειμῶνος εὐαγγελιζόμεθα.

2 20Ἰωάννης20 γὰρ ὁ μέγας τοῦ κυρίου πρόδρομος ἔτι δεδεμένος ὢν τοῖς σπαργάνοις τῆς φύσεως τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν καὶ σπεύδων κηρύξαι τῇ φωνῇ ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοὺς βιάζεται τοὺς ὅρους τῆς φύσεως ἐξελθεῖν· ὡς βραδυτοκοῦσαν τὴν 20Ἐλισάβετ20 ἐσόβει, ἐσκίρτα χορεύων ὁμοῦ τε καὶ δυσχεραίνων ἐφ' οἷς ὑπὸ τῆς νηδύος κεκράτητο, τῆς περιόδου τῶν μηνῶν κατεβόα, ὡς ἄδικον φυλακὴν τὴν μήτραν ἐτίνασσεν, ἐλάκτιζεν τὰ κλεῖθρα τῆς φύσεως, τὸν τοῦ τοκετοῦ ἐμέμφετο τρόπον καὶ μεμυκότων τῶν χειλέων ἐβόα τοῖς σχήμασιν μονονουχὶ τοιαῦτα πρὸς τὴν 20Ἐλισάβετ20 τῇ κινήσει φθεγγόμενος· «Ἀδικεῖς, ὦ μῆτερ, βραδύνουσα, προφήτην ἐν γαστρὶ περιφέρεις, τὴν τῆς οἰκουμένης χαρὰν συνέχεις, τὸν πρόδρομον τοῦ βασιλέως Χριστοῦ βαστάζεις, τὸν στρατιώτην τοῦ βασιλικοῦ κηρύγματος κατέχεις, τὸν μάρτυρα καὶ πάντων ἐν γεννητοῖς γυναικῶν μείζονα περισφίγγεις καὶ συμποδίζεις τὸν ταχυδρόμον τῆς εὐσεβείας. Ἀδικεῖς, ὦ μῆτερ· οὐκ οἶδας τὰ μέλλοντα, ἀγνοεῖς τὰ ἐσόμενα. Τὸ φῶς παραγίνεται, τὸν ὄρθρον ἀπόλυσον· ἀνατέλλει ὁ ἥλιος, ὁ ἑωσφόρος προλάμψῃ· ἐπὶ θύραις ὁ λόγος καὶ χρεία φωνῆς· ἐγγὺς ὁ νυμφίος καὶ δίκαιόν ἐστιν ἁπλωθῆναι τὸν θάλαμον ἐν τῷ 20Ἰορδάνῃ·20 αἵματος χρεία ἀγοράζοντος τὸν κόσμον καὶ χρή με πόρρωθεν τὸν ἀμνὸν ὑποδεῖξαι. Ἐσπαργάνωται τὸ ἀνθρώπινον γένος ταῖς ἁμαρτίαις· ἦλθεν ὁ λύων τοὺς πεπεδημένους. Λοιπὸν χρεία κλήτορος, ἵνα πάντες μαθόντες ἀπαντήσωσιν ἅπαντες. Καὶ σὺ κατέχεις ἐν μήτρᾳ τὸν πρόδρομον;

Οὐκ ἐννοεῖς, ὦ μῆτερ, τὸν 20Ἀδὰμ20 τοσούτους αἰῶνας ἐν τῷ ᾅδῃ κρατούμενον; Οὐ σκοπεῖς τῆς 20Εὔας20 τὸν στεναγμόν; Οὐ βλέπεις τοῦ κόσμου τὴν κατήφειαν, μᾶλλον δὲ ἀπώλειαν; Ἔτι κράζει τοῦ 20Ἄβελ20 τὸ αἷμα τὴν κατὰ τοῦ 20Κάϊν20 ἐντυχίαν ποιούμενον. Συνστενάζει τούτοις καὶ αὐτὰ τὰ στοιχεῖα· διὰ τοῦτο γὰρ πάντως καὶ ἀπηλλάγης τοῦ πάθους τῆς ἀτεκ νίας, ἵνα μηνύσῃ ὁ ἐκ στείρας τὸν ἐκ παρθένου· διὰ τοῦτο ἐγὼ ἐν μήτρᾳ ἐν ἀγαλλιάσει ἐσκίρτησα, ἵνα μηκέτι ὀρχήσηται διάβολος ἐν κόσμῳ.» Τοιαῦτα οὖν μήπω τεχθεὶς πρὸς τὴν 20Ἐλισάβετ ὁ Ἰωάννης.20 Προελθὼν δὲ ἐξ αὐτῆς καὶ μείζονα δεξάμενος εἰκότως τὴν ἔκλαμψιν ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πλάσμασι μεγαλοφώνως βοῶν· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»

3 Ἀλλ' ὢ πῶς τὴν ἄρρητον ἐκείνην καὶ φρικτὴν ἀνευφημήσω γέννησιν; Πῶς τὰ ὑπὲρ νοῦν καὶ λόγον ἐξείπω; Ποίαν τοῖς θαύμασιν ἀρκοῦσαν ἀναλάβωμαι γλῶσσαν; Κυοφόρησις ξένη, ὠδῖνες ἀνώδινοι, ἀγεώργητος στάχυς, καρπὸς ἄνευ σπέρματος, λοχεία φύσεως ξένης, ἀγνοουμένη γονή, τέκνον ἐπὶ γῆς οὐκ ἔχον πατέρα, ὄντως ἀσύγκριτον τῷ βίῳ διήγημα· παρθένος ἔτεκεν καὶ τεκοῦσα παρθένος πάλιν ἔμεινεν· οὐκ ἐκώλυσεν τὴν παρθενίαν ὁ τόκος, οὐκ ἐλυμήνατο τὴν νηδύν, οὐ διέφθειρεν τὴν τεκοῦσαν. Εἰκότως καὶ ὁ τεχθεὶς τοιαῦτα τῇ μητρὶ παρέσχε προνόμια· ὧν γὰρ εἶχεν μόνος τοιαῦτα καὶ δέδωκεν μόνῃ· οὐκ εἶχεν αὐτὸς εἰς γέννησιν ἀδελφὸν οὔτε μὴν δέδωκεν τῇ μητρὶ τοῦ θαύματος ἀδελφήν. Ὢ φιλοτιμία εἰς ἀνθρώπους θεοῦ· ποίων ἠξιώθη διὰ τοῦ θήλεως χαρισμάτων ἡ φύσις; Ὅθεν ὁ πόλεμος ἤρξατο, ἐκεῖθεν καὶ ὁ βασιλεὺς τὴν εἰρήνην ἐβράβευσεν· ἀφ' οὗ γὰρ παρθένος μήτηρ καὶ μήτηρ παρθένος, ὁ στεναγμὸς τῆς 20Εὔας20 ἐπαύσατο· ἡ θυγάτηρ τὸ μητρικὸν διέλυσεν ἔγκλημα· δι' αὐτῆς γὰρ ὁ δεσπότης σαρκωθεὶς πρὸς ἡμᾶς ἐπεδήμησεν· ἦλθεν δὲ τὰ λυπηρὰ μεταβαλεῖν εἰς χαράν· ἦλθεν τὴν κατώδυνον ἀλλάξαι συνήθειαν· ἦλθεν τὰ κάτω τοῖς ἄνω εἰρηνοποιῆσαι· καὶ ὅπως, ἄκουσον.

Ἐκεῖ ὑβρίσθη παράδεισος, ἐνταῦθα ἐδοξάσθη τὸ σπήλαιον· ἐκεῖ οἱ δύο, 20Ἀδὰμ20 καὶ 20Εὖα,20 ὑπὸ τῆς ἁμαρτίας ἐλαυνόμενοι, ἐνταῦθα τῆς οἰκουμένης τὰ πέρατα ὑπὸ τῆς χαρᾶς ὁδηγούμενα· οὐκέτι τὸν τῆς ἐξορίας ὀνειδισμὸν ὑποπτεύομεν, οὐκέτι δειλιῶμεν τὴν φλογίνην ῥομφαίαν, οὐκέτι τὰ κλεῖθρα τῶν θυρῶν τοῦ παραδείσου δεδοίκαμεν, οὐκέτι τὰ τοῦ ὄφεως φοβούμεθα δήγματα, οὐκέτι παρὰ συκῆς δανειζόμεθα φύλλα, οὐκέτι τρέμομεν τὸν τοῦ βαδίσματος κτύπον· τὴν γὰρ ἐκ τῆς παρθένου προσεκυνήσαμεν πρόοδον, τὸν ἰατρὸν τῆς φύσεως κατωπτεύσαμεν. Τίς γὰρ εἶδεν, τίς ἤκουσεν, τίς ἐξ ἀσθενοῦς ῥίζης ἰατρὸν ἐξανθήσαντα ἔγνω ποτέ; Τίς πατρὸς ἰδίου μήτηρ ἐφάνη; Τίς ἐγέννησεν τὸν δυνάμει γεννήσαντα θείᾳ; Τίς ἔτεκεν ὁρώμενον μὲν πλάσμα, νοούμενον δὲ πλάστην; Τίς καὶ τὸ ἔχειν υἱὸν ἐκέρδησεν καὶ τὸ εἶναι παρθένος οὐκ ἐζημίωται;

4 Τί οὖν λέγεις, ὦ 20Ἰουδαῖε,20 τί δοκεῖς νηπιάζειν τὴν φρένα, τῇ τῆς πονηρίας πολιᾷ καλυπτόμενος; Τί μάτην τοῖς προφήταις τοῖς σοῖς, μᾶλλον δὲ τοῖς ἐμοῖς, ἀναγινώσκεις; Σὺ μὲν γὰρ κατέχεις τὰ γράμματα, ἐγὼ δὲ τὰ πράγματα· σὺ τὴν διαθήκην, ἐγὼ τὴν κληρονομίαν· σὺ ἐν νόμῳ καυχᾶσαι, ἐγὼ δὲ ἐν τῇ χάριτι μεγαλύνομαι. Τί τοίνυν μάχῃ τοῖς προφήταις; Τί τὰς θεολήπτους καὶ ἀψευδεῖς αὐτῶν ἀποφεύγεις προρρήσεις; Ἆρα πρὸ πόσων γενεῶν ἀνεγίνωσκες τὰ νῦν ἀπαντήσαντα; Οὐκ ᾔδεις ὅτι παραγίνεται ἐν ἀνθρώποις ὁ θεὸς λόγος; Πῶς οὖν ἔλεγεν ὁ προφήτης 20Ἱερεμίας20· «Οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν 20Ἰακὼβ20 τῷ παιδὶ αὐτοῦ καὶ 20Ἰσραὴλ20 τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἀλλὰ περὶ τῆς παρθένου ἀπιστεῖς, ὦ 20Ἰουδαῖε,20 ὅτι ἔτεκεν; Πῶς οὖν ἀνεγίνωσκες τὸν προφήτην 20Ἡσαΐαν20 βοῶντα· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ 20Ἐμμανουήλ,20 ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός.» Ἀλλ' ὅτι μετὰ τὸν τόκον ἔμεινε παρθένος, καὶ τοῦτο προεδιδάχθης παρὰ 20Ἰεζεκιὴλ20 τοῦ προφήτου· «Ἤγαγέν με, φησίν, ὁ ἄγγελος καὶ ἔστησέν με ἐπὶ τὴν πύλην τῆς ἀνατολῆς καὶ εἶπέν μοι· Υἱὲ ἀνθρώπου, τί σὺ ὁρᾷς; Καὶ εἶπον· Ὁρῶ ἐγὼ πύλην κεκλεισμένην. Καὶ εἶπέν μοι· Αὕτη ἡ πύλη, οὐδεὶς οὐ μὴ εἰσελεύσεται δι' αὐτῆς οὐδὲ μὴ ἐξελεύσεται, εἰ μὴ κύριος σαβαὼθ μόνος· αὐτὸς εἰσελεύσεται καὶ ἐξελεύσεται· καὶ ἔσται ἡ πύλη κεκλεισμένη.» Ἀλλ' ὅτι ὁ τῆς πάσης κτίσεως δεσπότης ἐν εὐτελεῖ χωρίῳ ἐγεννήθη τῆς 20Βηθλεέμ,20 καὶ τοῦτο προεμάνθανες παρὰ τοῦ προφήτου 20Μιχαίου20 λέγοντος· «Καὶ σύ, 20Βηθλεὲμ20 γῆ 20Ἰούδα,20 οὐδαμῶς ἐλαχίστη εἶ· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν 20Ἰσραήλ20.».

Ἀλλ' ὅτι 20Ἡρῴδης20 φονεύει τὰ νήπια διὰ Χριστὸν τὸν ἀκατάληπτον, οὐδὲ τοῦτο παρεσιωπήθη, ἀλλὰ γέγραπται οὕτως· «Φωνὴ ἐν 20Ῥαμὰ20 ἠκούσθη, θρῆνος πολὺς καὶ ὀδυρμός· 20Ῥαχιὴλ20 κλαίουσα τὰ τέκνα αὐτῆς καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν.» Ταῦτα τοίνυν προεμάνθανες, ὦ 20Ἰουδαῖε,20 διὰ προφητῶν ἵνα εὐτρεπισθῇς πρὸς ἀπαντὴν αὐτοῦ, οὐχ ἵνα σταυρὸν ἑτοιμάσῃς. Ἀλλ' ἐκείνους μὲν πρὸς τὸ παρὸν καταλείψαντες ἐπὶ τὴν προτέραν ὁρμὴν τὸν λόγον ἀγάγωμεν.

5 Τῇ δὲ 20Ἐλισάβετ20 ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν· καὶ ἐγέννησεν υἱόν· καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ' αὐτῆς· καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ, ὡς ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν τὸ ὄνομα αὐτοῦ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ 20Ζαχαρίαν,20 ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· «20Ἰωάννης20 κληθήσεται.» Ἔνευον δὲ καὶ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν· καὶ αἰτήσας πινακίδιον ἔγραψεν ἐν αὐτῷ λέγων· «20Ἰωάννης20 ἐστὶ τὸ ὄνομα αὐτοῦ.» Καὶ ἐθαύμασαν πάντες· ἀνεῴχθη γὰρ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ καὶ ἐλάλει τρανῶς εὐλογῶν τὸν θεόν. Ἀμέλει· τὸ βρέφος τίκτεται καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανέρχεται· οὕτως γὰρ δείκνυται βοῶσα ἡ 20Ἰωάννου20 φωνή, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια πέφηνεν· «Ἐγὼ γάρ, φησίν, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» ∆εξάμενος γὰρ ὁ 20Ἰωάννης20 τὴν ἔλλαμψιν τοῦ ἁγίου πνεύματος ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πᾶσι μεγαλοφώνως βοῶν· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Οὐκέτι γὰρ κατὰ τὸν παλαιὸν τύπον καὶ νόμον εἷς ναός ἐστιν ὁ δεχόμενος τὰς θυσίας καὶ σεμνυνόμενος ἐν αὐταῖς· ἀλλὰ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαι καὶ θυσιαστήρια εἰλικρινῶς τῷ φιλανθρώπῳ θεῷ δόξαν ἀναπέμπουσιν.

Ἐλάβομεν γὰρ τῶν ἡμετέρων ψυχῶν ἀρχιερέα Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὔτε δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ἔχομεν γάρ, φησὶν ὁ 20Παῦλος,20 ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать