Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν γένεσιν τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου

In natale sancti Joannis prophetae / В день рождения святого Иоанна Предтечи

In natale sancti Joannis prophetae Εἰς γέννησιν τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου, προδρόμου καὶ βαπτιστοῦ.

Εὔκαιρος ἡμέρα ἑορτῆς καὶ πανδήμου χαρᾶς, ἐν ᾗ ὑπεμνήσθην τοῦ Γαβριὴλ τὴν λειτουργίαν καὶ τοῦ Ζαχαρίου τὴν ἱερατείαν, καὶ ἐννοῶ τὸν ἀφωνίᾳ καταδικασθέντα τῇ ἀπιστίᾳ. Ἠκούσατε γὰρ τοῦ εὐαγγελιστοῦ Λουκᾶ, τοῦ ἀνοίξαντος ἡμῖν σήμερον τὸ ψυχωφελὲς ἰατρεῖον. Ἰατρὸς γὰρ ἦν καὶ τῇ τέχνῃ ὁ εὐαγγελιστὴς Λουκᾶς· ἀλλὰ τότε μὲν σωμάτων θεραπευτὴς, νῦν δὲ πραγμάτων περιοδευτής· τέχνῃ τέχνην κατήλλαξε, καὶ περιοδείᾳ περιοδείαν διεδέξατο. Τί οὖν ὁ Λουκᾶς, ὁ εὐφυὴς ἰατρός; Ἠκούσατε αὐτοῦ ἀρτίως λέγοντος. Κατὰ τὸ ἔθος, φησὶ, τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, καὶ εἰσῆλθεν εἰς ναὸν τοῦ Θεοῦ Ζαχαρίας, καὶ ἅπαν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ὤφθη αὐτῷ ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἔπεσεν ἐπ' αὐτόν.

Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Ὢ τοῦ παραδόξου καὶ μυστικοῦ θαύματος! ∆ικαίως ὁ Ζαχαρίας ἀντεῖπε τῷ ἀγγέλῳ. Ἄλλην παράκλησιν ἐποιεῖτο, καὶ ἄλλην ἐλάμβανεν· ὑπὲρ τοῦ λαοῦ προσηύχετο, καὶ τέκνου πατὴρ ὠνομάζετο· συγγνώμην πλημμελημάτων ἐζήτει, καὶ ἀγόνου μήτρας ἐπαγγελίας ἐδέχετο. Ἠθέλησε γὰρ ὁ Ζαχαρίας τὰς ψυχὰς τῶν ἁμαρτησάντων ἰαθῆναι, ἢ τὴν κοιλίαν τῆς Ἐλισάβετ ὀγκωθῆναι. ∆ικαίως ὁ Ζαχαρίας ἐταράχθη φόβῳ συσχεθείς· ἄνθρωπος γὰρ ἦν τροπῇ δουλεύων, εἰ καὶ ἱερατικὸν ἀξίωμα περιεβέβλητο Εἶπε δὲ Ζαχαρίας εὐθέως κατὰ ψυχὴν μόνον, ὡς εἶδε τὸν ἄγγελον· Ξένη τοῦ ἀνδρὸς ἡ ἐπιστασία, ξένη τῶν ῥημάτων ἡ ἐπαγγελία. Τίς οὗτος, ὁ τεθαῤῥημένῳ ποδὶ τὸν ἱερὸν ναὸν βηματίζων; τίς οὗτος, ὁ ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος παρεστώς; τίς οὗτος, ὁ ἀλλομόρφου θέας μορφαῖς περιαστράπτων; τίς οὗτος; οὐκ εἶδον ἄνθρωπον πτερωτὸν, οὐδ' αὖ πετεινὸν ἀνθρωπόμορφον. Τίς οὗτος, ὁ φόβῳ τὴν ἐμὴν ψυχὴν περιέρχων; τίς οὗτος, ὁ φωσφόρος ἀπὸ στόματος, κεκλεισμένων τῶν χειλέων λαλῶν μεγάλα; τίς οὗτος, ὁ τῆς ἐμῆς ἐφημερίας ἐφεδρευτής; τίς οὗτος, ὁ τῆς ἐμῆς πρεσβείας ἐμποδιστής; Ἔξω τὸ πλῆθος τοῦ λαοῦ περιμένει με προσευχόμενον, ὡς τοῦ βασιλέως τοῦ ἐπουρανίου ἀντιγραφέα· καὶ οὗτος ἔνδον κατέχει με.

∆ι' ἐμοῦ δεήσεις ἀπέδωκαν τῷ βασιλεῖ, συγγνώμην αἰτοῦντες, ὡς πλημμελήσαντες. Ταῦτα εὔχομαι ὑπογραφῆναι, ἵνα τῷ λαῷ τὴν ἐπιθυμίαν κομίσω, ἵνα τῆς ἐφημερίας μου τὴν ἐργασίαν ἐπιδείξω. Παῦσαι τοίνυν, ὅστις εἶ, ὁ ἐκφοβῶν με. Εἰ ἦς θεόπεμπτος ἄγγελος, συνεβάλου ἂν τῇ χρείᾳ μου, συνέπαθες τοῖς ἔξω δακρύουσι, συνεθλίβου τοῖς θλιβομένοις. Ἄπιθι τοίνυν. Τίς εἶ ὁ ἐκφοβῶν με; Οὐδείς μοι λόγος παιδός· τί μοι τέκνου ἐπαγγελίαν σημαίνεις; τί κέρδος τῷ λαῷ, ἐὰν ἐγὼ τέκνον ἕξω; τί δὲ ὄφελος, ἐὰν Ἐλισάβετ παιδίον θηλάσῃ; τί κέρδος, ἐὰν ἐγὼ κληρονόμον τοῦ βίου καταλείψω; Ἄπιθι τοίνυν ὁ ἐκφοβῶν με, ὅστις ἂν εἶ· ἄπιθι τοίνυν ἀπ' ἐμοῦ. Προβεβηκότες ἐσμέν· παρῆλθεν ὁ καιρὸς τῆς σπορᾶς, ἐσβέσθη τοῦ γάμου ἡ ἐπιθυμία· ὁ χρόνος τὴν θέρμην κατέψυξεν, ἡ στείρωσις τὸν καρπὸν ἠρνήσατο, ἡ φύσις πρὸς ἑαυτὴν ἐστασίασε· τεθνήκαμεν ἀμφότεροι τῷ μέρει τῆς μίξεως· ὃ ἡ νεότης οὐκ ἤνθησε, πῶς γῆρας βλαστήσει; Ἀλλὰ ταῦτα μὲν ὁ Ζαχαρίας εἰκότως. Ὁ δὲ ἄγγελός φησι πρὸς αὐτὸν, καθὼς ἀρτίως ἤκουες· Μὴ φοβοῦ, Ζαχαρία, μηδὲ λογισμοῖς ταράττου· ἄγγελός εἰμι φωτὸς, καὶ οὐχὶ σκότους· Γαβριήλ εἰμι ἐγὼ, εἷς τῶν ἀρχόντων τοῦ ἐπουρανίου βασιλέως· πρόσταγμα κομίζω, οὐκ ἐξουσίᾳ κελεύω. Ἀπεστάλην μηνῦσαί σοι, οὐχὶ ἔφοδον ποιῆσαί σοι. Σχῆμα περιβέβλημαι, οὐχὶ δὲ γυμνῇ τῇ οὐσίᾳ σοι φαίνομαι. Φείδεται γάρ σου τῆς ζωῆς ὁ ἀποστείλας με. Μὴ φοβοῦ, Ζαχαρία· ἀπεστάλην εὐαγγελίσασθαί σοι, οὐχὶ δὲ θαμβῆσαί σε. Τὸ γῆρας προβάλλῃ, καὶ τὴν ἄγονον πολιὰν, καὶ τὴν ἄσπορον μήτραν. Καὶ τίς θέλων γεννᾷ; Θεοῦ τὸ δῶρον· μὴ γὰρ ἀνθρώπου τὸ εὕρεμα; οὐκ ἤκουσας τοῦ Κυρίου λέγοντος· Ἐγώ εἰμι ὁ ποιῶν ἄνθρωπον, καὶ πλάσσων ἐν ἀνθρώπῳ πνεῦμα; Ἀπιστεῖς, Ζαχαρία; Πῶς ὁ Ἀδὰμ ἐπλάσθη; πῶς ἡ Εὔα ἐκτίσθη; πῶς ὁ Ἰσαὰκ ἐγεννήθη; Ὑπακούσας Ἀβραὰμ οὐκ ἐσφάλη·καὶ σὺ ἱερεὺς ὢν ἀπιστεῖς; Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα, Ζαχαρία; ∆ιὰ τὸ γῆρας ἀντιλέγεις, ὦ πρεσβῦτα; σωματικὴν νέκρωσιν δραστικωτέραν ὁρίζεις Θεοῦ; Εἰ μὴ εἶδες τὸν Ἀβραὰμ, καλῶς ἀμφέβαλες. Φυσικὴν ἀσθένειαν προβάλλῃ, καὶ θεϊκῆς ἐπαγγελίας παρούσης οὐ πιστεύεις, ἀλλ' ἀμφιβάλλεις καὶ φιλονεικεῖς; Μικρὰ αἰτεῖς, καὶ μεγάλα λαμβάνεις· καὶ ὡς ζημίαν ὑπομένων κραυγάζεις, Ζαχαρία; Ὑπὲρ τοῦ Ἰουδαϊκοῦ λαοῦ μόνον προσεύχῃ· ἐγὼ δὲ ὃ εὐαγγελίζομαί σοι, εἰς πάντα τὰ ἔθνη συνεισάγει τὴν σωτηρίαν. Ὁ δὲ Ζαχαρίας ταῦτα ἀκούσας, καὶ μικρὸν τὴν ὄψιν ἀποστρέψας, ἀνταποκριθεὶς πρὸς τὸν ἄγγελον ἔφη· Τί λέγεις, ὦ ἄγγελε; ἡ γυνή μου γεννήσει; Τί γάρ; διὰ τοῦτο προσηυξάμην, ἢ τούτου ἕνεκεν τὸ θυμίαμα κινῶ τῆς ἐφημερίας, ἵνα τὴν καρπογονίαν τῷ λαῷ ἐπιδείξω;

Συγγνώμην ἁμαρτημάτων αἰτῶ· μὴ γὰρ λύσιν στειρώσεως ἐπιποθῶ; τὴν συναγωγὴν κουφισθῆναι θέλω· μὴ γὰρ τὴν Ἐλισάβετ ὀγκωθῆναι; ψυχὰς τετραυματισμένας παρακαλῶ ἰαθῆναι· μὴ γὰρ μαζοὺς ξηρανθέντας γαλακτοῤῥυεῖς γενέσθαι; Τί λέγεις, ὦ ἄγγελε; ἡ γυνή μου γεννήσει; Καὶ τί τὸ κέρδος τῶν ἔξω προσευχομένων; ἆρα δὲ ἀκούσαντες οὐ λιθάσουσί με, λέγοντες ὅτι μὴ ὑπὲρ αὐτῶν καὶ τῆς κοινωφελοῦς ἕνεκεν σωτηρίας καθίσταμαι ἀρχιερεὺς, ἀλλ' ἑαυτοῦ μόνον; καὶ ὅτι οὐ λόγον, ἀλλὰ γόνον ἐδεξάμην· Οὐδείς μοι λόγος πρὸς τεκνογονίαν· ἄπαγε, τοῦτο οὐ βούλομαι. Ὅπερ ηὐχόμην, οὐκ ἔλαβον· καὶ νῦν ἕτερα ἀνθ' ἑτέρων μοι γνωρίζεις; Οὐδείς μοι λόγος περὶ παιδοποιίας· νόσος στειρώσεως γέγονε. Μὴ γὰρ χρόνος τὴν ἐπιθυμίαν ἐθέρισε, καὶ ἡ ἀσθένεια τῆς φύσεως, οὐ τῆς μίξεως; Οὐδείς μοι λόγος νῦν περὶ τεκνογονίας. Ἄνευ βακτηρίας βαδίζειν οὐ δυνάμεθα, καὶ πῶς τεκνογονίας ἄρχεσθαι κελευόμεθα; Τὸ γῆρας τὴν φύσιν ἠρνήσατο· πίστεως ἔξω τὸ πρᾶγμα. Τάφον περιβλεπόμεθα, καὶ τροφὸν ἀῤῥαβωνισόμεθα; Οὐδείς μοι λόγος περὶ τεκνογονίας. Τοῦ λαοῦ τὴν σωτηρίαν ζητῶ, καὶ τοῦ ἔθνους τὴν εὐδαιμονίαν, τῶν ἐχθρῶν τὴν αἰχμαλωσίαν, καὶ τοῦ λαοῦ τὴν εὐημερίαν, οὐχὶ δὲ κλαυθμυρίσματα, καὶ σπάργανα καὶ νηπιώδεις τροφάς. Οὐδείς μοι λόγος περὶ τούτου. Πῶς πατὴρ γνησίου παιδὸς εὑρεθήσομαι; Τὸ γῆρας ἀπωθεῖται τὴν πίστιν, ἔξω φύσεως λοιπὸν τὸ πρᾶγμα, διαλέλυται τὰ γεννητικὰ μόρια· ῥάβδον ὡς ἵππον κατέχων ἐπιβαίνω, καὶ μονογαμίας μοι πεῖραν ἀνα ξέεις, ὅτε τάφος τὸ πᾶν σῶμα γέγονε; Κατὰ τί γνώσομαι τοῦτο, φράσον μοι, ὦ μέγιστε Γαβριήλ, (ἀναγκαῖον γὰρ τοῦτο καὶ τοὺς ἀγνοοῦντας γνῶναι, ὅτιπερ Γαβριὴλ, Θεοῦ ἄνθρωπος ἑρμηνεύεται)· εἰπὲ, κατὰ τί γνώσομαι τοῦτο; Ἰδοὺ τρέμοντά μου τὰ μέλη· ἰδοὺ τὸ γῆρας ἀμφοτέρων καὶ εἰς γῆν ὁρώντων. Εἰ μέρος ἐνέαζε, καὶ μέρος ἐπεπαλαίωτο, μικρά τις ἐλπὶς ἦν τῶν λεγομένων· νῦν ἑκατέρων τὸ σῶμα σεσάθρωται. Οὐδὲν ἕτερον περιμένομεν, εἰ μὴ τὸ δρέπανον τοῦ θανάτου, ὡς στάχυες πέπειροι πρὸς θερισμόν. Εἰ δὲ ὅλως ἀληθεύεις, δέσποτα Γαβριὴλ, ὃ λέγεις, δὸς δὴ ἄλλο προσοδεῦσαι σημεῖον, ἀῤῥαβῶνά μοι πίστευσον τῆς ἐπαγγελίας τὴν θαυματουργίαν. Κατὰ τί γνώσομαι τοῦτο; Ὁ Ἀαρὼν οὐκ ἐπίστευσεν, εἰ μὴ ἡ ῥάβδος ἤνθησε· Μωϋσῆς οὐκ ἐπληροφορήθη, εἰ μὴ ἡ χεὶρ αὐτοῦ ἐλευκάνθη· Γεδεὼν οὐ συνῆκεν, εἰ μὴ ἐπὶ τὸν πόκον γέγονεν ἡ δρόσος. Ἐζεκίας οὐκ ἐπέγνω, εἰ μὴ ὁ ἥλιος ἀνεποδίσθη. Κατὰ τί γνώσομαι τοῦτο; ∆ὸς σὺ σημεῖον, καὶ χορεύω νεανικά· δὸς σημεῖον, ἵνα μὴ Ἐλισάβετ προπετῶς γελάσῃ, ὡς ἡ Σάῤῥα. Κατὰ τί γνώσομαι τοῦτο, ἀρχάγγελε μηνυτά; πόθεν μοι δῆλα τὰ ἐκ σοῦ μοι ῥηθέντα; Εἰ δεύτερος Ἀβραὰμ φαίνομαι, ὑπάρξει μοι τὰ τοῦ Ἀβραὰμ ἰδιώματα. Εἴσελθε ὑπὸ τὸ δωμάτιόν μου, καὶ νίψω τοὺς πόδας σου ὁδοιπορίαν στείλαντι, καὶ παραθήσω σοι τράπεζαν μυστηρίου πεπληρωμένην· ἀλεύρου σατὰ τρία Ἐλισάβετ φυράσει, τὴν Ἐκκλησίαν προζωγραφοῦσα. Ζήτει μόσχον, ἵνα δωρήσῃ γόνον. Κατὰ τί γνώσομαι τοῦτο, ὁ καλὰ εὐαγγέλια ἄνωθεν ἐπὶ γῆς ἡμῖν φέρων; τί μοι τοῦ παιδὸς τὸ ὄνομα, ἄγγελε, προλέγεις, καὶ τοῦ μὴ παρόντος τὰς ἀρετὰς ἀριθμεῖς; ∆εῖξόν μοι τὸ ὑπὲρ φύσιν, ἵνα πιστεύσω τὸ παρὰ φύσιν· ἐὰν ὁ οὐρανὸς ἀνακαμαροῦται, κἀγὼ ἀνανεοῦμαι· ἐὰν ἡ θάλασσα μετρῆται, καὶ ἡ γυνή μου Ἐλισάβετ μαιοῦται· ἐὰν ὁ ἥλιος καταλαμβάνηται, καὶ οἱ ξηροὶ μασθοὶ γάλα ῥεύσουσιν· ἐὰν ἡ σελήνη ἀναχαιτίζηται, καὶ ἡ ξηρὰ μήτρα νοτίζεται. Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Ὁ δὲ ἄγγελος πρὸς τὸν Ζαχαρίαν· Θεὸν ἐνέχυρον ἀπαιτεῖς; ἀσθένειαν βεβαιοτέραν τῆς δεσποτικῆς ἐπαγγελίας ὁρίζῃ; τὸν εὐαγγέλιά σοι κομίζοντα ἀνακρίνειν οὐ δέδοικας; κατὰ τί γνώσομαι τοῦτο, λέγεις, ὦ Ζαχαρία; μὴ γὰρ εἰς Αἴγυπτον ἀποστέλλῃ, ἵνα φοβηθῇς τὸν Φαραώ; κατὰ τί γνώσομαι τοῦτο, λέγεις, ὦ Ζαχαρία; οὐδὲν ὑπὲρ φύσιν ὁ Θεὸς ἐργάζεται; φύσεως ἀκολουθίαν ζητεῖς, καὶ οὐκ εἶδες θεότητος παράδοξον ποίησιν;

Εἰπέ μοι, Ζαχαρία, τῆς γῆς οἱ στῦλοι ποῦ πεπήγασι; τοῦ οὐρανοῦ δὲ τὸ κύτος ποῦ κατήρτισται; νεφελῶν δὲ αἱ κύται ποῦ εὑρίσκονται; ὑετοῦ δὲ σταγόνες ποῦ στημονίζονται; βόλοι δὲ χιόνος ποῦ λατομοῦνται; ἡλίου δὲ δρόμον τίς ἡνιοχεῖ; σελήνης δὲ μείωσιν τίς ὁροθετεῖ; ἀστέρων πλῆθος τίς ἐξαριθμήσει; θάλασσα δὲ μαινομένη πῶς ψάμμον αἰδεῖται; ποταμοὶ δὲ θερμοῤῥύται πῶς συγκιρνῶνται; ὁμίχλης δὲ σκότος πῶς ἐξυφαίνεται; ἄνθρωπος δὲ ἐν μήτρᾳ πῶς διαπλάττεται; καὶ τοῦ ἄῤῥενος τὸ θῆλυ πῶς λειότερον εὑρίσκεται; θεοείκελος δὲ ψυχὴ πῶς ἀθρόον ἐν τῷ σώματι εὑρίσκεται; Κατὰ τί γνώσομαι τοῦτο, λέγεις, ὦ Ζαχαρία; φύσεως ἀκολουθίαν ζητεῖς, ὅπου θεότητος ἐργασία; τί, τὴν στεῖραν ἀπιστεῖς γεννῆσαι; Τί οὖν; ἐὰν ἀκούσῃς παρθένον τίκτουσαν παραδόξως; Καὶ εἴη τὸ ἄπιστον εἰς πίστιν προγυμναζόμενον; Ἔνθεν γὰρ καὶ ἐπὶ τῆς στείρας νῦν ἀπιστία κολάζεται, ἵνα τὴν ἐπὶ τῆς παρθένου θαυματουργίαν μὴ ἀμφιβάλῃς Ἔσῃ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι. Ὢ τῆς φιλανθρώπου τιμωρίας, διόρθωσιν μᾶλλον ἐργαζομένης! Αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει, αὐτὴν χαλινοῖ τὴν τολμήσασαν γλῶσσαν. Ἦν γὰρ, φησὶ, διανεύων αὐτοῖς, καὶ διέμεινε κωφός. Καλῶς ὁ εὐαγγελιστὴς καὶ τὸ, ∆ιέμεινε, συνεγράψατο.

Περιέμενε γὰρ ἡ σιωπὴ τὴν τικτομένην φωνὴν, ὁ Ζαχαρίας τὸν Ἰωάννην, ὁ πρεσβύτης τὸν παῖδα, ὁ ἱερεὺς τὴν προφήτην. Ἐν οἷς λέγει ὁ ἄγγελος· Ἐπειδὴ οὖν ὡς ἄπιστος σημεῖον παρὰ Θεοῦ ζητεῖς, ἐν τοῖς ἰδίοις μέλεσι τὸ μαστιγοφόρον προσδέχου σημεῖον. Ἔσῃ γὰρ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα. Ὅπου γὰρ τῆς ἀντιλογίας τὸ ὄργανον. ἐκεῖ καὶ τῆς τιμωρίας τὸ πρόσταγμα· ὅπου τῆς προπετείας τὸ θράσος, ἐκεῖ καὶ τῆς παιδείας ὁ χαλινός· ὅπου ἡ ὕβρις ἐλάκτισεν, ἐκεῖ τῆς ἐπιτιμήσεως ἡ ἀπόφασις. Ἤθελε μὲν ὁ Θεὸς, Ζαχαρία, κήρυκά σε τοῦ τοιούτου θαύματος γενέσθαι· στρατοπεδάρχης γὰρ τοῦ ἐπουρα νίου βασιλέως τίκτεται, καὶ τῆς κοσμικῆς τῶν ἁμαρτημάτων λυτρώσεως προκαθαρτής· ἐπειδὴ δὲ τὴν ἀσθένειαν τοῦ σώματος βεβαιοτέραν τῆς ἐπαγγελίας ἐποιήσω τοῦ ∆εσπότου, διὰ τοῦτο Ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Ὁρᾷς ὅτι ἄνευ πίστεως οὐδὲν τῶν δεόντων κορυφοῦται. Μόνον δὲ ἤκουσεν ὁ Ζαχαρίας τὰ ῥήματα ταῦτα, εὐθέως ἐξῆλθεν ἐκ τοῦ ναοῦ, μισθὸν ἀπιστίας τὴν φίμωσιν βαστάζων. Ὢ τοῦ θαύματος! ἄλλους εἰσῆλθεν ἐλευθερῶσαι, καὶ αὐτὸς ἐξῆλθε καταδεδικασμένος· ὁ θυμιατήριον λειτουργικὸν βαστάζων, τίτλον ἐξορίας περιέφερεν.

Ὁ λαὸς περιέμενέ τι ἀγαθὸν ἀκοῦσαι παρ' αὐτοῦ, κἀκεῖνος διένευσε· Μηδείς με ἐρωτήσῃ· ∆εσποτικῆς ἀγανακτήσεως φρίκην βαστάζω. Ὢ τῶν παραδόξων πραγμάτων! Ζαχαρίας φιμοῦται, καὶ ἡ Ἐλισάβετ εὐωχεῖται· ἀναστομοῦται γλῶττα, καὶ ὀγκοῦται μήτρα· ἡ εὔλαλος γλῶττα στειρεύει, καὶ ἡ ἄκαρπος στεῖρα γίνεται μήτηρ· μετοικεῖται τὸ πάθος τῆς μήτρας εἰς τὴν γλῶτταν· ἡ φωνὴ χαλινοῦται, καὶ ἡ γονὴ ἐλευθεροῦται. Ζαχαρίας σιγᾷ, καὶ ὁ Ἰωάννης σκιρτᾷ. Μόνον γὰρ εἶδεν ἡ στεῖρα τὴν παρθένον, κατενόησεν ὁ ἑωσφόρος τὸν ἥλιον, καὶ ἐσκίρτησε μέγα ὁ Ἰωάννης ἐν τῇ μητρικῇ νηδύϊ, τὴν βραδύτητα τῆς φύσεως αἰτιώμενος. ∆εσπότου, φησὶ, κήρυξ εἰμί· καὶ πῶς τοῖς ὁμοδούλοις ὁμοίως πεπέδημαι δεσμοῖς; Προλάβω τὸν χρόνον τῆς κυήσεως· οὐ περιμένω τὸν τόκον, μὴ ἀπολέσω τὸν δρόμον, μὴ δεσπότης προλάβῃ τὸν περὶ τὰς ὠδῖνας εἰλούμενον δοῦλον, μὴ γένηται τῆς φύσεως ἡ ἀκολουθία παρανομία τῆς τάξεως.

Ἐπέγνων τὸν παρόντα, καὶ σιωπᾷν οὐκ ἀνέχομαι· ἐπέγνων τὸν προαποστείλαντά με πρὸ προσώπου αὐτοῦ πορεύεσθαι, ἑτοιμάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ. Σαλεύω τὰ δεσμὰ τῆς φύσεως· κηρύττειν γὰρ ἐπείγομαι. Ὢ τῶν παραδόξων πραγμάτων καὶ θαυμάτων! Ἅπερ ἠγνόησαν ἐν οὐρανοῖς ἄγγελοι, ἐγνώρισεν ὁ Ἰωάννης κυοφορούμενος, καὶ ἔλεγε τῇ μητρὶ αὐτοῦ. Θρόνους ἔλαθε, καὶ τὸν ἐν μήτρᾳ Θεὸς ἐπιδημῶν οὐ παρέδραμε· κυριότητας ἔκρυψε, καὶ τῷ ἐν γαστρὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀπεκάλυψε· καὶ ὅπερ ἐλήλυθεν ὁ ἀρχάγγελος τῇ θεοτόκῳ κομίζων εὐαγγέλιον, ἔνδοθεν τὸ ἔμβρυον ἁλλόμενον ὑπηγόρευσεν. Ἐπιδημήσας γὰρ, καθὼς ἀρτίως ἠκούσατε, ὁ τοῦ γένους ἡμῶν λυτρωτὴς πρὸς τὸν ἑαυτοῦ φίλον Ἰωάννην ἀφίκετο κυοφορούμενος παραχρῆμα· καὶ ἦν ἰδεῖν τὸν πλαστουργὸν ἀσπαζόμενον τὸν πηλὸν, τὸν βασιλέα εἰς τὴν τοῦ στρατιώτου σκηνὴν αὐλιζόμενον, τὸν ∆εσπότην εἰς τὸ τοῦ δούλου δωμάτιον ἀφιγμένον. Ὃν ἐκ μήτρας ἐν μήτρᾳ θεασάμενος ὁ Ἰωάννης, τῆς φύσεως ὅρους παραδραμεῖν ἐπεχείρησεν, Οὐκ οἶδα, λέγων, φύσεως ὁροθέτην Κύριον, οὐκ ἀναμένω κυήσεως χρόνον· ἐν γαστρὶ ἐνναμηνιαῖος τόκος οὐκ ἀναγκαῖος ἐμοί· οὐ χρῄζω ταύτης τῆς εἱρκτώσεως, εἰς ἣν νῦν ἐγκέκλεισμαι.

Καὶ τί οὐ διαπερῶ τὰ δεσμὰ τὰ κατέχοντά με; Ἐξέλθω, κηρύξω παραδόξων πραγμάτων σύντομον γνῶσιν· σήμαντρόν εἰμι θεϊκῆς παρουσίας, σάλπιγξ εἰμὶ τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως. Σαλπίσω, καὶ πατρικὴν γλῶτταν εὐγλωττήσω λαλεῖν· σαλπίσω, καὶ μητρικὴν νεκρωθεῖσαν μήτραν ζωώσω. Βλέπε τοῦ μυστηρίου τὸ ξένον· οὔπω γεννᾶται, καὶ τοῖς σκιρτήμασι φθέγγεται· οὔπω φαίνεται, καὶ ἀπειλὰς ἀποστέλλει· οὔπω βοᾷν συγχωρεῖται, καὶ δι' ἔργων ἀκούεται· οὔπω μανθάνει τὸν βίον, καὶ τὸν Θεὸν προκηρύττει· οὔπω βλέπει τὸ φῶς, καὶ γνωρίζει τὸν ἥλιον· οὔπω τίκτεται, καὶ προτρέχειν ἐπείγεται. Οὐ γὰρ φέρει τοῦ ∆εσπότου ἐλθόντος παρακατέχεσθαι· οὐκ ἀνέχεται περιμένειν τοῦ τόκου τοὺς ὅρους, ἀλλὰ ῥῆξαι φιλονεικεῖ τὸ τῆς γαστρὸς δεσμωτήριον, καὶ προμηνῦσαι σπουδάζει τὸν Σωτῆρα ἐρχόμενον, κράζων τοῖς ἅλμασιν· Ὁ λύων τοὺς δεσμοὺς παρεγένετο, καὶ τί ἐγὼ δεδεμένος κατέχομαι; ἦλθεν ὁ λόγῳ κατασκευάσας τὰ σύμπαντα, καὶ τί ἐγὼ περιμένω τοὺς ὅρους τῆς φύσεως; Ἐξέλθω, προδράμω, κηρύξω, βοήσω τοῖς πᾶσι παροῦσιν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ ταῦτα μὲν τὰ τοῦ Ἰωάννου σκιρτήματα, μᾶλλον δὲ ῥήματα. Τῇ δὲ Ἐλισάβετ ἐπληρώθη, φησὶν, ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν, καὶ ἐγέννησεν υἱόν. Καὶ ἤκουσαν οἱ συγγενεῖς αὐτῆς, καὶ οἱ περίοικοι, καὶ συνέχαιρον αὐτῇ. ∆ιὰ τί δὲ εἴρηται, Ἔτεκε καὶ ἐγέννησεν; Ὅτι τὸ μὲν φύσεώς ἐστιν ἔργον, τὸ δὲ ὑπὲρ φύσιν. Καθ' ὃ γυνὴ μὲν, ἔτεκε· καθ' ὃ δὲ Πνεύματος ἁγίου χάρις ἐπέστη, ὑπὲρ φύσιν ἐγέννησεν· ἄλλο γὰρ φύσεως πρᾶγμα, καὶ ἄλλο χάριτος ἔργον. Θαῦμα γὰρ ἦν τὸ γινόμενον ὑπὸ Ἰωάννου· καὶ οὐ τοσοῦτον εἶχε τοῦ πατρικοῦ γένους ὅσον τοῦ Θεοῦ Λόγου.

Καὶ τούτου μάρτυς αὐτὸς ὁ ἀρχάγγελος Γαβριὴλ λέγων πρὸς Ζαχαρίαν· Ἰδοὺ ἡ γυνή σου γεννήσει υἱόν σοι, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὑτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου. Ὢ ἄλλης παραδόξου φύσεως ὁ τόκος τοῦ παιδός! ἦ παράδοξος, καὶ οὐ φυσικός· ὁ γὰρ γεννῶν, σὺν ἡδονῇ γεννᾷ, ἡ δὲ τίκτουσα, ἐν λύπαις τίκτει. Ἐπεὶ οὖν Ζαχαρίας ἠπίστησεν, ἡ δὲ Ἐλισάβετ οὐκ ἀμφέβαλε, τὸν ὀψίγονον παρ' ἐλπίδα δεχομένη παῖδα, τούτου χάριν, τίκτειν καὶ γεννᾷν προσαγορεύεται, τὸ μὲν διὰ τὴν φύσιν, τὸ δὲ διὰ τὴν πίστιν. Ὁ γεννῶν γὰρ, καθὼς προεῖπον, σὺν ἡδονῇ γεννᾷ· ἡ δὲ τίκτουσα, ἐν λύπαις τίκτει. Ποία δὲ λύπη ἐπὶ τῆς Ἐλισάβετ, ὅπου Πνεύματος ἁγίου παρουσία, οὐχὶ δὲ μαίας ἀπείρου περιοδεία; ἡνίκα τῆς χάριτος τὸ ἔργον, οὐ τῆς φύσεως τὸ βάρος; καὶ πῶς, ἄκουε. Οἰκτρὸς ἦν ὁ πόνος πρὸς σύγκρισιν τῆς χαρμοσύνης. Οὐ γὰρ κατὰ τὸ γεννηθῆναι ὁ Ἰωάννης τὴν χάριν ἐδέξατο, ἀλλ' ἐξ αὐτῆς τῆς μητρικῆς νηδύος τὴν στολὴν τοῦ ἁγιασμοῦ δεξάμενος, στρατηγὸς παράδοξος γέγονε, καθὼς ἔφη ὁ ἄγγελος· Πνεύματος ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου.

Τίς τίνος προελεύσεται; Ἰωάννης τοῦ ∆εσπότου Χριστοῦ· διὰ τοῦτο Πρόδρομος ὀνομάζεται, ὡς ἔστιν αὐτοῦ τοῦ Ἰωάννου ἀκοῦσαι λέγοντος περὶ τοῦ Σωτῆρος· Ἔρχεται ὀπίσω μου ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν· ὀπίσω, διὰ τὸν χρόνον· ἔμπροσθεν, διὰ τὸν θρόνον. ∆ιὰ τί δὲ ἐν πνεύματι καὶ δυνάμει· Ἠλίου τοῦ Θεσβίτου ὁ Γαβριὴλ τὸν Ἰωάννην προϊππάζειν τοῦ βασιλέως Χριστοῦ ἔλεγεν; Ἄκουε συνετῶς· Ἠλίας, Θεὸς ἑρμηνεύεται. Ἐπεὶ οὖν ὁ Ἰωάννης τὸν Θεὸν εἶχεν ἐν ἑαυτῷ, Πνεύματος γὰρ ἁγίου ἐπλήσθη ἔτι ἐκ κοιλίας μητρὸς αὑτοῦ, τὸ δὲ Πνεῦμα ὁ Θεός ἐστι· περὶ αὐτοῦ γὰρ ἔλεγεν ὁ Κύριος διὰ τοῦ προφήτου ἐκ πολλῶν τῶν χρόνων· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου, καὶ πολλοὺς ἐπιστρέψει ἀπὸ τῆς πλάνης εἰς τὴν ἀλήθειαν· τούτου χάριν ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ὁ Ἰωάννης προοδεύει τοῦ Κυρίου· ἐπειδὴ καὶ πολλὰ παραπλήσια τοῦ Ἠλίου εἶχεν ὁ Ἰωάννης. Ἀμέλει τὸ βρέφος τίκτεται, καὶ ἡ φωνὴ τῷ πατρὶ ἀποδίδοται. Ἐρωτώμενος γὰρ, φησὶν, ὁ Ζαχαρίας, τὸ τί ἂν θέλοι τὸ παιδίον καλεῖσθαι, Ἤτησε πινακίδιον, καὶ ἔγραψε λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· Ὁ μὴ πι στεύσας τοῦ ἀγγέλου τοῖς λόγοις, νῦν ἠναγκάσθη γράψαι τὴν ὀπτασίαν, ἐγγράφως κηρύττων· ὁ μὴ δεξάμενος τότε τῇ ἀκοῇ τὰ λεχθέντα, νῦν νομοθετεῖ τῇ χειρὶ τὰ γινόμενα γράφων.

Καὶ τὴν προσηγορίαν ἀποδοὺς τῷ παιδὶ, ἀπέλαβε τὴν φωνήν· Ὅθεν, φησὶν, ἐθαύμασαν πάντες. Ἀνεῴχθη γὰρ παραχρῆμα τὸ στόμα αὐτοῦ, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώττης αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. Ὢ τοῦ παραδόξου καὶ ξένου θαύματος! ὄνομα γράφεται τέκνου, καὶ στόμα πατρὸς κωφὸν διανοίγεται· Ἰωάννης καλεῖται, καὶ τοῦ καλοῦντος ἡ γλῶττα ῥυθμίζεται. Ὁρᾷς ὡς οὐ διήμαρτε, καὶ ἡμεῖς ἀπαρεμποδίστως εἰπόντες τὴν πρέπουσαν ἐξήγησιν, οὐ διημάρτομεν; Ἰδοὺ γὰρ αὐτοῦ τοῦ δικαίου τὸ ὄνομα στόμα σιωπῆς διανοίγει, καὶ γλῶσσαν δυσκίνητον διεγείρει. Οὕτω γὰρ δείκνυται βοῶσα ἡ Ἰωάννου φωνὴ, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια γίνεται. Ἐγὼ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ὢ τοῦ θαύματος! Λόγος ἐπιδημεῖ, καὶ φωνὴ προκηρύττει· ∆εσπότης ἔρχεται, καὶ δοῦλος προαποστέλλεται· Βασιλεὺς παραγίνεται, καὶ στρατιώτης προετοιμάζεται. Χαίρωμεν οὖν καὶ εὐφρανθῶμεν, ὅτι ἡ Ἐλισάβετ ἐγέννησε, καὶ ὁ Ζαχαρίας ἐλάλησεν· ὅτι στεῖρα ἔτεκε, καὶ ὁ πρεσβύτης ἐβόησεν, ὅτι πινακίδιον κηρόχυτον ἐζητήθη, καὶ γλῶσσα ἱερατικὴ ἐλύθη, καὶ ἡ φωνὴ ἐπανῆλθεν· ὅτι πρόδρομος ἐφάνη, καὶ ὁ κόσμος ὅλος ἐχάρη. Ἀλλ' ἐνταῦθα μὲν ἔδει καταλῦσαι τὸν λόγον· οὐ συγχωρεῖ δὲ Ζαχαρίας βοῶν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. Ὢ τῶν παραδόξων πραγμάτων! Τί λέγει ὁ Ζαχαρίας; Πρώτην φωνὴν μετὰ τὴν ἀνάστασιν ὁ Ζαχαρίας ἐβόησεν, Εὐλογητὸς Κύριος. Τί οὖν; τέθνηκεν ὁ Ζαχαρίας, καὶ ἀνέστη; Οὐ τέθνηκε φυσικῶς· παραπλήσια δὲ ὑπέμεινε τῷ θανάτῳ. Οἴκοθεν γὰρ, ὥσπερ τάφον, τὴν σιωπὴν ἔσχε, καὶ σπαργάνοις κατεδέθη, τοῖς γλωττίοις δεσμοῖς· τὸν βίον μετῆλθε, μὴ ἀναπνέων τὴν ἱερωσύνην· καὶ θρῆνον ὑπέμεινε, τὴν τοῦ λαοῦ στυγνότητα. Ἱερέως γὰρ ἀργοῦντος, τῷ πένθει κατέπιπτον πάντες οἱ μεσιτευόμενοι. Πρώτην φωνὴν ταύτην ἐβόησε μετὰ τὴν τροπικὴν ταύτην ἀνάστασιν ὁ Ζαχαρίας· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ. Ὦ Ζαχαρία, εἰ μὴ τὸν πνευματικὸν στάχυν κατεῖδες, τὸν νοητὸν γεωργὸν οὐκ ἐγνώριζες· εἰ μὴ τὸ δῶρον ἀπέλαβες, τὸν δοτῆρα οὐκ εὐλόγησας. Ἀλλ' ἀξίαν ᾠδὴν τοῦ δώρου ὁ Ζαχαρίας προφητικῶς τῷ Θεῷ ᾔνεσε.

Κράζωμεν δὲ καὶ ἡμεῖς· Εὐλογητὸς Κύριος ὁ Θεὸς τῶν Χριστιανῶν, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать