Oratio de epiphania Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως εἰς τὰ θεοφάνια.
1 ∆ιχῇ μοι τῆς ψυχῆς μεριζομένης αἰσθάνομαι· ἡ μὲν γὰρ σημερινὴ τῶν εὐαγγελίων ἀνάγνωσις τὸ τῶν φύσεων αἰνιττομένη διπλοῦν πρὸς ἑαυτὴν συγκαλεῖ· ὁ δὲ παρὰ τοῦ προλαβόντος γεγενημένος ὕμνος εἰς τὴν τῶν ἐπιφανίων εὐφημίαν ἀνθέλκει. ∆εῦρο δὴ καὶ ἡμεῖς τῷ προλαβόντι τὸν εἰς τὴν τῶν ἐπιφανίων ἡμέραν κοινωνήσωμεν ὕμνον. Εἰ γὰρ παρῆλθεν τῆς ἑορτῆς ἡ ἡμέρα, ἀλλὰ τῆς ἑορτῆς οὐ παρῆλθεν εὐεργεσία.
2 Ἦν μὲν οὖν καὶ ἡ τῶν γενεθλίων ἡμέρα θεοπρεποῦς ἐπιφανείας μεστή, ἀλλὰ τοῖς Ἰουδαίων ἀπόρρητος πλήθεσι καὶ δήμων οὐκ ἐμφανὴς ὀφθαλμοῖς. Φήμῃ γὰρ ὁ τεχθεὶς ἐγνωρίζετο μόνῃ ἣν ἡ τῶν μάγων ἐγέννησεν ἄφιξις, καὶ αὐτῶν ὡς ἐπ' ἀγνώστῳ τῷ τόκῳ πυνθανομένων· Ποῦ ἐστὶν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; ∆ιὰ τοῦτο καὶ ἀστὴρ τὸ τοῦ βρέφους αὖθις αὐτοῖς ἐδακτυλοδείκτει χωρίον, ὡς οὐκ ὄντος ἐμφανοῦς τοῦ τεχθέντος. Συνέφερε γὰρ τῷ τόκῳ τὸ ἄγνωστον καὶ πρῶτόν γε διὰ τὸν Ἡρῴδου θυμόν· εἴπερ τὸ βρέφος γνωριζόμενον ηὗρε, τοῦ τῆς οἰκονομίας ἂν προανέσφαξε τέλους.
3 Ἐν δὲ τοῖς ἐπιφανίοις πάνδημος τοῦ τεχθέντος ἡ θέα καὶ γνῶσις ἐμφανεστέρα καὶ <ἐκ> ταύτης τὸ τῶν ἐπιφανίων ἐπώνυμον ὄνομα, ὅτι βραχέσι πρότερον γνωριζόμενος ἐπιφανὴς τότε γεγένηται πλήθεσιν, ὅλης μὲν τῆς Ἰηρουσαλὴμ τῷ βαπτιστῇ συμπαρ ούσης, ὅλης δὲ τῆς Ἰουδαίας πρὸς αὐτὸν κενωθείσης, ὅλης δὲ τῆς Ἰορδάνου χώρας πρὸς αὐτὸν δραμούσης. Ἐξεπορεύετο γάρ, φησίν, ἡ Ἰεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
4 Μεταξὺ δὲ ὁ δεσπότης ᾔει τῇ κοινῇ τοῦ πλήθους κεχρημένος προσόδῳ καὶ τῷ Ἰωάννῃ μὴ γνωριζόμενος. Ἐγὼ γάρ, φησίν, οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν. Ἡ τοῦ Πνεύματος δὲ χάρις τῆς τοῦ βαπτιστοῦ λαθραίως ἁψαμένη καρδίας τὴν τοῦ παρόντος ἀξίαν ἐμήνυσε. ∆εξάμενος δὲ τῆς δεσποτικῆς παρουσίας Ἰωάννης τὴν γνῶσιν, τὴν χεῖρα συστείλας, τὴν κεφαλὴν ὑπετίθει· ἀφεὶς τὸν βαπτίζοντα, τὴν τοῦ βαπτιζομένου μετελάμβανε τάξιν. ∆ιάλεξις ἐντεῦθεν ἐτίκτετο, κρύπτοντος μὲν Ἰωάννου τὴν χεῖρα, ἐγκειμένου δὲ τοῦ Χριστοῦ τῷ βαπτίσματι, τοῦ μὲν λέγοντος Βάπτισον, τοῦ δὲ ἀντιλέγοντος, τοῦ μὲν φρίττοντος τὴν ἁφήν, τοῦ δεσπότου δὲ θαρρεῖν ἐπιτάττοντος. Ὁ τῶν λόγων δὲ χρόνος τὸ πρὸς τὸ βάπτισμα σπεῦδον ἐνεπόδιζε πλῆθος. Ἐμποδιζόμενοι δὲ τὴν αἰτίαν ἐζήτουν, ζητοῦντες δὲ καὶ μακρὰν κεχυμένοι παρὰ τὸν Ἰωάννην συνέτρεχον, συντρέχοντες δὲ ἅπαντες τῶν λαλουμένων ἐγγύθεν κατήκουον.
5 Καὶ πρῶτόν γε τῶν Ἰωάννου φωνῶν πεπληρωμένων ἐκπλήξεως· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ. Ἀπόθου, φησί, πρὸς ἐμὲ τοῦ βαπτιζομένου τὸ σχῆμα· ἄφες τὴν τοῦ καθαρθῆναι δεομένου προσποίησιν. Ἃ χαρίζεσθαι πέφυκας, μὴ πλάττου δανείζεσθαι· σὸν πλοῦτος ὡς ἐν τούτοις μὴ σχηματίζου πενόμενος. Οὐκ ἔχω σοῦ παρόντος δεξιὰν πρὸς τὸ βαπτίζειν χρήσει ἀλλὰ τοῦ βαπτισθῆναι κεφαλὴν δεομένην. Οὐκ οἶδα νίπτειν ἀκτῖνας ἡλιακάς· οὐ γὰρ πέφυκεν ἥλιος παρὰ λύχνου φωτίζεσθαι· πηλὸς οὐ σμήχει πηγήν.
6 Τούτων παρὰ τοῦ βαπτιστοῦ λεγομένων, τὸ τῶν λόγων ἐγγύθεν ἀκροώμενον πλῆθος πρὸς ἀλλήλους ὡς εἰκὸς ὑπελάλει· Τίς οὗτος ὃν οὗτος ὁ βαπτιστὴς ὑποφρίττει; Τίς οὗτος πρὸς ὃν ἁμαρτωλοῦ τάξιν ὁ βαπτιστὴς ἐπιδείκνυται; Τίς οὗτος ὁ τὸν τοσοῦτον τῇ παρουσίᾳ φοβῶν; Ὡς ἔννομον ἐπιστήμονα φρίττει. Πῶς οὖν Φαρισαίους καὶ Σαδδουκαίους τὰ τοῦ νόμου κεφάλαια βαπτίζειν οὐκ ἔφριξεν; Ὡς πολιτείας ἐργάτην ὑψηλῆς κατεπλάγη, καὶ τίς ἂν ὑψηλότερον ἐπιδείξαιτο βίον τοῦ βοτανῶν ἀκρίδας ἐσθίοντος καὶ συζῶντος ἐρήμοις; Ἀλλ' οὐδὲ τὰ φαινόμενα τούτῳ τῶν Ἰωάννου σεμνότερα· ἐσθὴς ἥμερος τούτῳ, τρίχινος δὲ τῷ Ἰωάννῃ χιτών· πρόσωπον τούτῳ σκληραγωγίας ἐλεύθερον, αὐχμηρὰ δὲ τῷ Ἰωάννῃ ἡ μορφή. Πόθεν οὖν ἡ τούτου τούτῳ φοβερὰ παρουσία;
7 Ταῦτα τούτων πρὸς τούτους κἀκείνων πρὸς ἐκείνους καὶ ἄλλων πρὸς ἄλλους ἐκπληττομένων, ἐνδίδωσι βιασθεὶς ὁ Ἰωάννης. Ἡ βία δὲ καὶ τοῦ τοῖς δήμοις ἀπόρου τὴν ἀπορίαν διέλυεν. Ἐμάνθανον γὰρ διὰ τῶν ἐν τῷ βαπτίσματι ῥηθέντων ὁ βαπτισθεὶς ποταπός. Καὶ διαβόλῳ λέγειν οὐ συνεχώρει· ∆ίκαιος μὲν ἐφάνη καὶ πράξεων μὲν καθαρὸς ἀκαθάρτων, ἀλλ' ὑπερήφανος ἄκρος. Τῇ γὰρ προσούσῃ δικαιοσύνῃ θαρρῶν, περιτομῆς οὐκ ἐπλήρωσε νόμον, θυσιῶν οὐ προσήγαγε δῶρα, τὴν εἰς τὸν ναὸν διέπτυσεν ἄφιξιν, μωσαϊκῶν οὐκ ἐφήψατο βίβλων, τὸ παρὰ Ἰωάννου παρεπέμψατο βάπτισμα.
8 ∆ιὰ τοῦτο περιτόμῃ συγκατέβαινε, θυσίας προσῆγε, διαλέξεις ἐν τῷ ναῷ συνεκρότει, μωσαϊκὰς ὑπὸ ταῖς πάντων ἀκοαῖς ἀνεγίνωσκε βίβλους, τοῦ παρὰ Ἰωάννου πᾶσιν ἐκοινώνει βαπτίσματος, νίπτων τὰ ὕδατα μᾶλλον ἢ παρ' ἐκείνων νιπτόμενος. Ἔφερε δὲ ὅμως τῆς χρείας τὸ πρόσχημα, ὥστε μηδὲν αὐτῷ τῶν ἀνθρωπίνων παραλελεῖφθαι δικαίων. Ἐπειδῂ γὰρ ὑπὲρ τῆς φύσεως ἐπολιτεύσατο πάσης, ὅλην φυλακὴν τῶν ἐντολῶν χρεωστούσης, ἔρχεται διὰ πάσης ἐπιμελῶς ἐντολῆς, ἵνα μηδὲν τῶν τῆς φύσεως ἀναπόδοτον ὑπολείπηται χρέος καὶ πάλιν καταλείπῃ τιμωρίας τὴν φύσιν χρεώστριαν.
9 Καὶ ταῦτα διδάσκων τὸν βαπτιστὴν ὁ δεσπότης ἐβόα· Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι· ἄωρόν μοι νῦν δοξολογίαν προσφέρεις· οὐκ ἐν καιρῷ μοι γυμνοῖς τὸ ἀξίωμα ἐκλαχισ... τῷ διαβόλῳ μὴ θέλω τὸ τῆς θεότητός μοι κεκρυμμένον μυστήριον. Οὐκ ἐᾷς αὐτὸν ὡς ἑνί μοι τῶν ἐξ Ἀδὰμ προσελθόντα παρὰ τῆς συνημμένης μοι σοφῶς καταρραγῆναι θεότητος, φυγαδεύεις τὴν θήραν.
10 Ἄφες ἄρτι· ἔσται μου τῆς δοξολογίας καιρός· ἥξει τῆς εἰς ἐμὲ θεολογίας ὁ χρόνος. Νῦν δὲ πρέπον ἐστὶν ἡμῖν πᾶσαν πληρῶσαι δικαιοσύνην. Πρόσωπον νῦν τῆς τῶν ἀνθρώπων ἀνα δέδειγμαι φύσεως. Ὑπὲρ τοῦ καταχρέου πολιτεύομαι γένους· ἀποδοῦναι τὰ παρ' ἐκείνων ἦλθον χρεωστούμενα τέως, οὐκ ἀπολαβεῖν νῦν τὰ τῇ θεότητί μοι παρ' αὐτῶν χρεωστούμενα. Ἀμνὸς τοῖς τῶν ἀνθρώπων ἐπεδήμησα γένεσι, θυσία κατὰ τὸ φαινόμενον μετὰ μικρὸν θυομένη. Ἀνθρωπίνης μοι νῦν ὁ καιρὸς πολιτείας, οὐ τῆς θείας εἰς ἐμαυτὸν λατρείας ἀπαίτησις. Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.
11 Καὶ ἦν ἰδεῖν εὐθέως θεωρίαν φρικώδη. Ἔψαυε μὲν τῆς τοῦ δεσπότου κεφαλῆς Ἰωάννης σὺν τρόμῳ. Ἄνωθεν τῶν οὐρανῶν ἀνοιχθέντων κατεσκόπουν τὸ γινόμενον ἄγγελοι, Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τὴν τοῦ δεσπότου κεφαλὴν προσφοιτῶσα τὴν Ἰωάννου δεξιὰν παρωθεῖτο. Ἑστήκει δὲ τὸ πλῆθος ἀποροῦν ἐπὶ πλεῖον καὶ τό· Τίς ἐστιν οὗτος ὑπ' ὀδόντας λαλοῦντες. Εἶτα ὥσπερ ἀποκρινόμενον τὸ θεῖον τοῖς πλήθεσι· Τίς ἐστιν οὗτος μετ' ἀλλήλων ζητεῖτε. Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα.
12 Ἐπελάθεσθε τοῦ κόπου καὶ πρὸς τὸν δεσποτικὸν μετεχαλκεύθητε πόθον καὶ τὰ τοῦ Παύλου μικρὸν ἐνηλλαγμένως βοᾶτε· Κάμνω, οὐκέτι ἐγώ, ἰσχύει δὲ ἐν ἐμοὶ Χριστός. Ἀλλ' ἐπὶ τὴν δεσποτικὴν φωνὴν ἀναδράμωμεν· Τίς ἐστιν οὗτος μετ' ἀλλήλων ζητεῖτε. Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα. Βοᾷ τὴν εἰς τὸν υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν ἵνα μάθωμεν τὴν τοῦ κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τὸν τοιοῦτον υἱὸν ὑπὲρ τοιούτων ἐπιδέδωκε δούλων, ὑπὲρ μισουμένων τὸν ποθεινόν, ὑπὲρ προσκρουσάντων τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον.
13 Ὅρα γὰρ τὴν δόξαν καὶ παρ' αὐτὰ <τὰ> τῆς σαρκὸς ταπεινά, τὰ τῆς σαρκὸς οὐ τῆς θείας οὐσίας, κἂν ἀγανακτῶσί τινες. Οὐκέτι γὰρ λέγω· κἂν ἀγανακτῶσι πολλοί· οἱ γὰρ πολλοὶ πρὸς ὀλίγους μετέστησαν. Τὰ τῆς σαρκὸς οὖν, ὥσπερ ἔφην, ταπεινὰ οὐ τῆς θείας οὐσίας. Θεότητος γὰρ ἀταπείνωτος φύσις ἣν εἶχεν ἀχωρίστως συμμένειν τοῦ δεσπότου τὸ σῶμα· καὶ ταῦτα τὰ τῆς σαρκὸς ταπεινὰ δόξης εἶχε τῆς ἄκρας ἀνάμεστα. Ἐτίκτετο νή πιος, ἀλλ' ἦν τῇ τῶν τόκων ὑπὲρ ἄνθρωπον φύσει. Οὐ γὰρ ἦν αὐτῷ γάμος ἀλλὰ τόκος, παρθένος μήτηρ. Ἐπὶ φάτνης γεννηθεὶς ἐρριπτεῖτο, ἀλλ' ἐχόρευον τὴν γέννησιν ἄγγελοι· ἐσπαργανοῦτο ῥάκεσιν, ἀλλ' ἐκ Περσίδος ἐν σπαργάνοις ὑπεδέχετο δῶρα· ἔφυγε τὴν Ἡρῴδου δολοφονίαν, ἀλλ' εἰς αὐτὸν διὰ μάγων προπαίξας· τοῦ παρὰ Ἰωάννου πᾶσι ἐκοινώνει βαπτίσματος, ἀλλὰ τῇ τοῦ βαπτίζοντος προσκυνούμενος γλώσσῃ.
14 Ἐπιπράσκετο τῷ Ἰσραὴλ παρὰ Ἰούδα, ἀλλ' ἡ πρᾶσις τὸν πράτην διεπώλησε βρόχῳ· ἀκανθίνῳ κατεστέφθη στεφάνῳ, ἀλλ' ἔσχε τῆς τοῦ παντὸς βασιλείας δι' ἐκείνου διάδημα· σταυρῷ παρεδίδοτο, ἀλλ' ἀπέστρεφε σταυρούμενος ἥλιον· συνανηρτᾶτο λῃστής, ἀλλ' ἐν αὐτῷ τῷ σταυρῷ μετέβαλλε λῃστὴν εἰς ἀπόστολον. Συνεκλείετο τάφῳ, ἀλλ' ἐκ τῶν τάφων τοὺς νεκροὺς ἀνεπτέρου· ἐπολιορκεῖτο νεκρός, ἀλλ' ἔλυε σεισμῷ τοὺς φυλάττοντας· τριήμερος παρ' ᾅδῃ κατείχετο, ἀλλ' ἐν τῷ τριημέρῳ τὴν αἰωνίαν τῷ ᾅδῃ κατεσκεύαζε ἧτταν. Κἂν τὰ ἄδοξα λέγῃ τις, τῷ τοιαῦτα κατὰ σάρκα δι' ἡμᾶς πεπονθότι τὸ χαριστήριον πλεῖστον· κἂν τὴν τῶν ἐνδόξων ἀρίθμῃ τις διήγησιν τῇ τῆς δόξης ἀξίᾳ τὸ τῆς προσκυνήσεως αὐτῷ περισσότερον σέβας.
15 Τῷ μὲν οὖν δεσπότῃ χαριστήριον πάντες κοινὸν προσαγάγωμεν τὴν τοῦ μακαρίου Παύλου φωνήν· Χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Ὑπὲρ δὲ τοῦ φιλοχρίστου βασιλέως αἰτήσωμεν παρὰ τοῦ τῶν ὅλων δεσπότου Χριστοῦ δέλτου μὲν αὐτῷ πολυέτους δοθῆναι ὑπατείας, λαβεῖν δὲ καὶ αὐτὸν τῇ παρ' αὐτῷ βοηθείᾳ ἐφ' υἱῷ βαπτιζομένῳ καὶ τὴν τοῦ κόσμου μετ' αὐτοῦ διοικοῦντι βασιλείαν εἰπεῖν πρὸς ἅπασαν τὴν οἰκουμένην· Οὗτός ἐστιν ὁ υἱός μου ἀγαπητός, αὐτοῦ ἀκούετε. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.