Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν Ἀνάληψιν λόγος εʹ

In ascensionem Sermo 5 / На Вознесение, проповедь 5

In ascensionem Sermo 5 ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ Λόγος εʹ.

Ἐπέστη τῆς ∆εσποτικῆς ἀναλήψεως ἡ ἡμέρα· καὶ προσοδοιπορησάντων πολλῶν ὃν καὶ τὴν ἡμετέραν βραχύτητα πρὸς λόγους ὁ πατὴρ προετρέψατο. Καὶ δίκαιον ἡμῖν κατεφαίνετο, κάλυμμα τῆς βραχυλογίας τὴν σιωπὴν ἐπιφέρεσθαι, καὶ κρύπτειν τῆς ἀπαιδευσίας τὸ μέγεθος· ἐπειδὴ δὲ μετὰ τοῦ πατρὸς καὶ τῶν ἄνω δυνάμεων πρὸς λόγους τὸ πλῆθος προτρέπετε, καὶ λαλεῖν μετ' αὐτῶν ἐγκελεύετε ἅπερ πάλαι καὶ ∆αυῒδ περὶ τῆς ἀναλήψεως τῆς ∆εσποτικῆς ἀνεβόησεν· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης· δεῦρο, σήμερον τὰ πρόσφορα τῆς ἡμέρας καὶ ἡμεῖς κελαδήσωμεν. Σήμερον γὰρ ὁ ∆εσπότης ἡμῶν Χριστὸς πρὸς τὸν πατρῷον θρόνον ἀνέρχεται· σήμερον ὁ σωματωθεὶς τῷ Πατρὶ συγκαθέζεται, οὔτε πρότερον χωρισθεὶς, οὔτε νῦν ἐν πρώτοις αὐτῷ συγκαθήμενος· ἀεὶ γὰρ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀναπαύεται· μόνος τὸν Πατέρα χωρῶν, καὶ ὑπὸ τοῦ Πατρὸς μόνος χωρούμενος· Ἐγὼ γὰρ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ ὁ Λόγος ἐν τῷ Πατρὶ, καὶ ὁ Λόγος ἐν τῇ γῇ. Οὔτε δὲ κατελθὼν ὡς οὐδὲν τὸν πατρῷον κόλπον ἐκένωσεν· οὔτε εἰς οὐρανοὺς ἀνελθὼν, ἔρημον τὴν γῆν τῆς αὑτοῦ παρουσίας κατέλειπεν· ἀλλὰ καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενος, τῷ Πατρὶ συνεκάθητο, καὶ τῷ Πατρὶ συγκαθήμενος, ὑπάρχει τῶν ἀνθρώπων ἀχώριστος.

Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Σήμερον ὁ ∆εσπότης Χριστὸς ἐκ τῶν ἀνθρώπων εἰς οὐρανοὺς ἀναφέρεται, οὐ κατὰ τὸν Ἐνὼχ μεθιστάμενος, οὐ κατὰ τὸν Ἠλίαν ἅρματι πυρὸς πρὸς οὐρα νὸν ἀνερχόμενος· ἀλλ' ἀναλαμβάνεται, ἵνα πέμψῃ τοῖς μαθηταῖς τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν. Ταύτης τῆς ἀναλήψεως τὴν χαρὰν πρὸ πολλῶν γενεῶν ∆αυῒδ θεασάμενος, προανεφώνησε λέγων· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἀδὰμ διαπλάσας ἐκ κόνεως, ὁ τὸν Ἄβελ δικαιώσας, καὶ τὸν Ἐνὼχ μεταθέμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Νῶε κυβερνήσας, καὶ πιστὸν τὸν Ἀβραὰμ ἐκλεξάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰσαὰκ ἄθυτον θυσίαν δεξάμενος, καὶ τὸν Ἰακὼβ πληρώσας εὐλογιῶν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰωσὴφ ὁδηγήσας πλανώμενον, καὶ τὴν ὑπομονὴν τοῦ Ἰὼβ προσδεξάμενος, Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ δοξάσας τὸν Μωϋσῆν, καὶ τὴν ἀρχιερωσύνην τῷ Ἀαρῶνι χαρισάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰησοῦν τὸν Ναυῆ ἐνισχύσας, καὶ τὸν προφήτην τῷ Σαμουὴλ δωρησάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν ∆αυῒδ δυναμώσας, καὶ τὸν Σολομῶντα σοφίσας. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τοὺς προφήτας ἐμπνεύσας, καὶ τοῖς ἀποστόλοις τὰς τῶν ἰαμάτων δωρεὰς χαρισάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ ἄνω ἀμήτωρ, καὶ κάτω ἀπάτωρ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, τὸ τοῦ Πατρὸς προαιώνιον γέννημα, καὶ τῆς Παρθένου μητρὸς τὸ ἀφύτευτον βλάστημα. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τῆς ζωῆς χορηγὸς, καὶ τῶν παραδόξων διανομεύς. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τῷ θανάτῳ θανατώσας τὸν θάνατον, καὶ τῷ γένει τῶν ἀνθρώπων ζωὴν χαρισάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать