Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν Ἀνάληψιν λόγος γʹ

In ascensionem Sermo 3 / На Вознесение, проповедь 3

In ascensionem Sermo 3 ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Λόγος γʹ.

Φαιδρόν μοι τὸ τῆς Ἐκκλησίας θέατρον, οὐ γέλωτα τοῖς ἀνθρώποις ἐργαζόμενον μάταιον, ἀλλὰ σφοδρὸν τῷ διαβόλῳ τὸν θρῆνον. Βλέπει γὰρ ἄνω τῶν κάτω νεκρῶν ἀναστάσιμον ῥίζαν· βλέπει τὸν κάτω παρ' αὐτοῦ παραδοθέντα τῷ σταυρῷ, ἐξ οὐρανοῦ αὐτὸν καθορῶντα· βλέπει τὴν γῆν ἀγγέλων πεπληρωμένην· βλέπει παραδόξως ἀέρα βαδιζόμενον· βλέπει τὰς οὐρανίους δυνάμεις ἀπαντώσας, καὶ τοὺς μὲν λέγοντας· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, τοὺς δὲ πάλιν ἀπαντῶντας καὶ ὑπασπίζοντας· Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ποίῳ πολέμῳ; Ὃν ὑπὲρ ἡμῶν πρὸς τὸν κοινὸν ἐχθρὸν ὑπεδέξατο, ὃν οὐδεὶς ἀνθρώπων, οὐ προφητῶν, οὐ δικαίων καταπαλαῖσαι δεδύνηται.

Ἐτετυράννηντο γὰρ πάντες ὑπὸ Βασιλεύοντος τότε θανάτου, ἕως οὗ παραγέγονεν ὁ βασιλεὺς τῶν αἰώνων, καὶ δήσας τὸν Ἰσχυρὸν, ἀπέλαβεν αὐτοῦ τὰ σκεύη. Σταυρουμένου γὰρ τοῦ Κυρίου, αἱ μὲν δυνάμεις τῶν οὐρανῶν ἐξενίσθησαν, ἡ δὲ κτίσις πᾶσα ἐκλονεῖτο, ὁρῶσα τὸ κοινὸν μυστήριον καὶ τὸ φοβερὸν θέαμα γενόμενον ἐπὶ τῆς γῆς. Ἐτρόμασε γὰρ ἡ γῆ, ἐκινήθη ἡ θάλασσα, ἐκλυδωνίσθη ἡ ἄβυσσος, πᾶσα ἡ κτίσις ἐταράχθη· ἐφοβήθησαν φωστῆρες οὐρανῶν, ἔφυγεν ὁ ἥλιος καὶ ἡ σελήνη, ἀστέρες ἐξέλιπον, ἡμέρα οὐχ ὑπέμεινεν, ἄγγελος ἐξήλατο τεταραγμένος τοῦ ναοῦ, περιεσχισμένου τοῦ καταπετάσματος τοῦ οἴκου· σκότος ἐπλήρωσε τὴν γῆν, τὰ στοιχεῖα ἀπεστράφη, καὶ ἡ ἡμέρα ἠλλοιώθη· οὐ γὰρ ἐβάσταζον ὁρῶντες τὸν ἑαυτῶν ∆εσπότην καὶ ποιητὴν κρεμάμενον ἐπὶ ξύλου. Τότε ὁ ᾅδης κατελύθη, καὶ αἱ πύλαι αὐτοῦ συνετρίβησαν, καὶ οἱ μοχλοὶ αὐτοῦ συνεκλάσθησαν. Περὶ ὧν ∆αυῒδ προφητεύων ἔλεγεν, Ὅτι συνέτριψε πύλας χαλκᾶς, μοχλοὺς σιδηροῦς συνέθλασε. Τότε ἔπεσεν ὁ βασιλεύων θάνατος ὑπὸ τοὺς πόδας Χριστοῦ, καὶ ἐσύρετο αἰχμάλωτος θριαμβευόμενος. Τῷ γὰρ ἀτρέπτῳ σώματι καὶ γενναίῳ κενώσας τοῦ Ἐχθροῦ τὴν ἰσχὺν, καὶ τὰς μηχανὰς αὐτοῦ συντρίψας, κατέδραμεν εἰς τὰ τοῦ ἅδου βασίλεια, καὶ τὸν θρόνον αὐτοῦ κατέσπασε, τὸ διάδημα καθεῖλε, τὰ σκῆπτρα κατέλυσε, φωνὴν ἀφῆκε, λέγων· ∆εῦτε, πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, πρὸς τὸν Πατέρα καὶ Θεόν· δεῦτε, καὶ τῆς δουλείας ἐλευθερίαν κομίσασθε. Προάγω γὰρ ὑμᾶς ἐκ δουλείας εἰς ἐλευθερίαν, ἐκ σκότους εἰς φῶς, ἐκ τυραννίδος εἰς βασιλείαν. Ζωὴν γὰρ ὑμῖν εὐαγγελίζομαι ἐγὼ ὁ Χριστός.

Τοιγαροῦν μηκέτι φοβεῖσθε τὸν τύραννον, ἀλλὰ καταφρονεῖτε φόβου καὶ θανάτου, λιμοῦ καὶ θλίψεως, δεσμῶν καὶ φυλακῆς καὶ στενοχωρίας. Ταῦτα γὰρ δέδοικεν ὁ τυράννου στρατὸς ὃς καταλέλυται· μόνος δὲ πάντων ἐγώ εἰμι νικηφόρος βασιλεὺς, ὁ καὶ παθὼν ὑπὲρ ὑμῶν σαρκί. Οὗτος τοίνυν ἐστὶν ἀληθῶς κραταιὸς καὶ δυνατὸς Κύριος· οὗτός ἐστιν ὁ δυνατὸς ἐν πολέμῳ· οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, τοὺς κατοικοῦντας ἐν τάφοις· πρὸς ὃν ἔλεγε ∆αυΐδ· Ἀνέβης εἰς ὕψος, ἠχμαλώτευσας αἰχμαλωσίαν. Πᾶσα μὲν οὖν ἑορτὴ Χριστιανῶν, τοῦ διαβόλου κατάκρισις· ἐξαιρέτως δὲ αὕτη. Ἐν πάσαις μὲν γὰρ ταῖς ἄλλαις τὴν ἑαυτοῦ ἀπογυμνώσας κακίαν, καὶ μηδὲν ὠφελήσας ἑαυτὸν ἐθριάμβευσεν. Οἷόν τι λέγω· Τῆς Παρθένου παραδόξως κυοφορούσης, τὴν τῆς μοιχείας ἐπεφήμισε πρᾶξιν· ἀνεκλαλήτως τεκούσης, τὸ μὴ εἶναι παρθένον διέβαλεν· ἐκτρεφομένου τοῦ τὴν σύμπασαν τρέφοντος κτίσιν, φονοκτονεῖν τὰ βρέφη τὸν Ἡρώδην ἐδίδαξεν, οἰόμενος ἐν αὐτοῖς συλλαβεῖν τὸν ἀκράτητον· ἐπὶ τὸ βάπτισμα σπεύδοντα, πρὸς πειρασμὸν ἐπανάγει, διαλεγόμενον τοῖς Ἰουδαίοις, βλασφημεῖσθαι πεποίηκε· θαυματουργοῦντα, λιθάζεσθαι παρεσκεύασε, τὸν φονέα καὶ λῃστὴν ἀντ' αὐτοῦ προετίμησε· σταυρωθέντι λῃστὰς συνεσταύρωσε· ταφέντι τὸ μνημεῖον ἐσφρά γισεν· ἀναστάντι συκοφαντεῖ τὴν ἀνάστασιν· ἀναλαμβανομένου δὲ αὐτοῦ καὶ εἰς οὐρανοὺς ἀπιόντος, οὐκ εἶχέ τι φθέγξασθαι, ἀλλὰ τὴν ἐαυτοῦ μειζόνως κεφαλὴν ἐτραυμάτισε.

∆ιὸ πάσης αὐτῷ πανηγύρεως ἡ σήμερον χαλεπωτέρα καθειστήκει, ὁρῶντι πᾶσαν πανταχοῦ τὴν τῶν ἀγγέλων στρατιὰν χορεύουσαν, καὶ τοὺς μὲν ἀκολουθοῦντας, ἄλλους δὲ προτρέχοντας, ἑτέρους ἀπαντῶντας, ἄλλους πάλιν τῷ χορῷ τῶν ἀποστόλων διαλεγομένους, καὶ λέγοντας· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτω πάλιν ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν· οὗτος ὁ Ἰησοῦς ὁ τὴν πληθὺν τῶν σημείων ἐπιδειξάμενος. Ἡ τῆς ∆εσποτικῆς οὖν ἀναλήψεως ἡμέρα τὸν μὲν διάβολον, καθὼς εἴρηται, θρηνεῖν παρεσκεύασε, τοὺς δὲ πιστοὺς φαιδρύνεσθαι. Νῦν γὰρ τὸ τερπνὸν ἔαρ ἀνέτειλε, καὶ τὰ τῶν ἀνθῶν ἀνεφύησαν κάλλη· τὰ τῆς ἀμπέλου κατακομᾷ κλήματα τῶν καρπῶν, τὰ δένδρα τῆς ἐλαίας κυπρίζουσιν, αἱ συκαῖ τοὺς ὀλύνθους προσήνεγκαν, καὶ κινεῖται τῷ ζεφύρῳ πεπυκνωμένα τὰ λήϊα, τὴν τέρψιν τῶν κυμάτων μιμούμενα τῆς θαλάσσης· πάντα τῇ ∆εσποτικῇ ἀναλήψει μεθ' ἡμῶν φαιδρύνεται. Φέρε τοίνυν, κἀγὼ ἐφ' ὑμῖν τὰ τοῦ ∆αυῒδ ἀνακρούσομαι ῥήματα, ἅπερ ἡμῖν ἀρτίως διὰ τὴν ∆εσποτικὴν ἀνάληψιν ἐβόα· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Κύριος ἐν φωνῇ σάλπιγγος ἀνέβη, ὅπου ἦν· ἀνελήφθη, ὅθεν οὐκ ἐχωρίσθη. Ὁ γὰρ καταβὰς, αὐτός ἐστιν ὁ καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν. Οὐκ ἄλλος ὁ τοῖς προφήταις ὀφθεὶς, καὶ ἄλλος ὁ τοῖς ἀποστόλοις συνδιατρίψας· οὐκ ἄλλος ὃ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ ἄλλος ὁ ἐπὶ Πιλάτου κρινόμενος· οὐκ ἄλλος ὁ ἐπὶ σταυροῦ τοῖς ἥλοις προσηλωμένος, καὶ ἄλλος ὁ τοῖς Χερουβὶμ ἐποχούμενος· οὐκ ἄλλος ὁ ὑπὸ Ἰωσὴφ τῇ σινδόνι ἐντυλισσόμενος, καὶ ἄλλος τῇ παλάμῃ τὴν κτίσιν περιδρασσόμενος· οὐκ ἄλλος ὁ ἐν τῷ μνημείῳ κατατιθέμενος, καὶ ἄλλος ὑπὸ τῶν Σεφαρὶμ ἀνυμνούμενος· ἀλλ' αὐτὸς τῷ Πατρὶ συγκαθήμενος, ὁ ἐν τῇ παρθενικῇ μήτρᾳ ἀσπόρως βλαστήσας· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος· ὁ τῶν αἰώνων ποιητὴς, ὁ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ σύμπαντα παραγαγὼν, ὁ πλάστης τοῦ Ἀδὰμ, ὁ τῇς ἀνθρωπίνης φύσεως παραγωγεὺς, ὁ τὸν εὐάρεστον Ἐνὼχ εἰς χωρίον τῆς ζωῆς μεταστήσας, ὁ τὸν Νῶε φυλάξας μεταξὺ τῆς οἰκουμένης, ὁ τὸν πατριάρχην Ἀβραὰμ ἐκ γῆς Χαλδαίων προσκαλεσάμενος, ὁ τυπώσας ἐν τῷ Ἰσαὰκ τὸ τοῦ σταυροῦ μυστήριον, ὁ τὴν δωδεκάκλωνον τεκνογονίαν τῷ Ἰακὼβ χαρισάμενος, ὁ τὴν ὑπομονὴν τῷ Ἰὼβ παρασχὼν, ὁ ἡγεμόνα τοῦ λαοῦ τὸν Μωϋσῆν προβαλόμενος, ὁ προφητείας ἐκ μήτρας ἐμπλήσας τὸν Σαμουὴλ, ὁ τὸν ∆αυῒδ εἰς βασιλέα ἐκ τῶν προφητῶν ἑλόμενος, ὁ τὴν σοφίαν τῷ Σολομῶντι παρασχόμενος, ὁ τὸν Ἠλίαν ἐν συσσεισμῷ ἅρματι πυρίνῳ ἀναλαβὼν, ὁ τοῖς προφήταις ἐμπνεύσας τὴν πρόγνωσιν, ὁ τοῖς ἀποστόλοις τὴν δωρεὰν τῶν ἰαμάτων χαρισάμενος, ὁ τοῖς αὐτοῖς βοήσας· Θαρσεῖτε, νενίκηκα τὸν κόσμον ἐγώ.

Οὗτός ἐστιν ὁ Κύριος τῆς δόξης, ὁ ἀναληφθεὶς εἰς τοὺς οὐρανοὺς ἐν ἀλαλαγμῷ, καὶ καθίσας ἐν δεξιᾷ τοῦ Πατρός. Ὑποταγέντων δὲ αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων, αὐτὸς τὰς ἐπιπόνους εὐχὰς ἡμῶν ἀναλάβοι, καὶ νικητὰς ἡμᾶς ἀναδείξει (σιξ) τῶν πειρατηρίων τοῦ κόσμου· ὑποτάξει ἡμῖν πᾶσαν τὴν φάλαγγα τῶν ἀκαθάρτων πνευμάτων, λέγων πρὸς ἡμᾶς· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων.

Ἀβλαβεῖς τοιγαροῦν καὶ ἀμώμους, ὑγιεῖς καὶ ὁλοκλήρους διαφυλάξει ἡμᾶς ψυχῇ καὶ σώματι καὶ πνεύματι, πεπληρωμένους καρπῶν δικαιοσύνης καὶ εὐποιίας, ὁ τῶν ὅλων Θεὸς, ὁ καταξιώσας ἡμᾶς συν αχθῆναι, καὶ τὴν σωτήριον ἐπιτελέσαι ἑορτήν· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать