In natale domini nostri Jesu Christi Εἰς τὴν γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ὁπόταν ἐκ χειμῶνος κρυεροῦ θερμὸν ἔαρ ἐκλάμψῃ, τότε καὶ ἡ γῆ χλοερὰν πόαν προβάλλεται, καὶ τὰ δένδρα ἀνθοκόμοις πρέμνοις ὡραΐζεται, καὶ ὁ ἀὴρ ἡλίῳ καταλαμπόμενος ἀγλαΐζεται, καὶ πᾶς ὀρνίθων χορὸς, ἀνὰ τὸν αἰθέρα πετώμενος, ταῖς μελῳδίαις κλαγγάζει. Τότε καὶ οἱ ἐν τοῖς ὄρεσιν οἰκοῦντες βουνόμοι τε καὶ ποιμένες, τῶν καλυβῶν ὑπεξελθόντες, τῷ τοῦ ἀέρος κάλλει τὰς ὄψεις μεταῤῥυθμίζουσι, καὶ ταῖς τῶν καλλιφώνων ὀρνέων κλάγγεσι πολυφθόγγοις δόναξιν ἀντίμιμα λυρῳδοῦντες, τὰς τῶν ἀλόγων προβάτων αἰσθήσεις ἡδύνοντες, ἐπὶ τὴν πόαν τοὺς ἄρνας πράῳ τῷ βήματι φέρουσι.
Τότε καὶ γεωργὸς, τὴν δρεπάνην ἐν τῇ σκηνῇ θήξας παρὰ τὴν πέτραν, ἐπὶ τὸν ἀμπελῶνα πορεύεται κεῖραι τῆς ἀμπέλου τὸ ἄγονον κλῆμα. Τότε καὶ πελάγιοι πλωτῆρες, ἄζαλον ὁρῶντες τὸ πέλαγος, τὴν χέρσον λιπόντες, ξύλῳ καὶ ὕδατι καὶ πνεύματι τὰς ἑαυτῶν ψυχὰς καταπιστεύσαντες, τοῖς τῆς θαλάσσης κυπρίζοντες νώτοις, ἀφόβως ἐφίπτανται. Καὶ ἁπαξαπλῶς, ἵνα μὴ ἐν τῷ προλόγῳ μηκύνω τὸν λόγον, πᾶσα τέχνη, καὶ πᾶν ἐπιτήδευμα πρὸς τὴν χρείαν τῆς ζωῆς τοῖς ἀνθρώποις πεποιημένον, τοῦ γαληνοῦ ἀέρος ἐκλάμψαντος, ἀκώλυτον ἔχει τὴν κίνησιν πρὸς τὴν τῆς ἐργασίας ὁρμήν. ∆εῦρο τοίνυν, ἐπειδὴ καὶ ἡμῖν τὸ οὐράνιον ἔαρ Χριστὸς ἐκ παρθενικῶν λαγόνων ἀνέτειλε, καὶ τὰς ψυχρὰς καὶ ζαλώδεις ὁμίχλας τοῦ διαβόλου διεσκέδασε, καὶ τὰς καθευδούσας τῶν ἀνθρώπων καρδίας ταῖς θεϊκαῖς αὐτοῦ ἀκτῖσιν ἐκ τοῦ καπνοῦ τῆς ἀγνωσίας διύπνισεν, ἐπὶ τὴν οὐράνιον καὶ μακαρίαν δόξαν τὸν νοῦν ἡμῶν παροξύνωμεν.
Ἀλλ' ἱστᾷ μου τὸν δρόμον τῆς γλώττης ἡ Χριστοῦ γέννα, θεότητα ἀπαστράπτουσα, καὶ πρὸς ἑαυτὴν ἐπισπᾶται. Ὅταν γὰρ ὑπ' ὄψιν ἑαυτοῦ ἀγάγω τὸ βρέφος τὸ ἐκ τῆς Παρθένου τεχθὲν, καὶ τὴν παρθένον ἄνευ ἀνδρὸς, καὶ μετὰ τόκον παρθένον τυγχάνουσαν, πολυπραγμονῶ τὸ ἔργον, καὶ μὴ εὑρίσκων τὸν τρόπον, τῇ πίστει σφραγίζω τὸ πρᾶγμα. Πῶς γὰρ οὐκ ἔστι θαυμαστὸν ἀληθῶς καὶ πᾶσαν ὑπερβαῖνον ἔννοιαν, τὸ παρθένον γεννῆσαι, καὶ παρθένον εὑρεθῆναι μετὰ τὸν τόκον; Καὶ ὅτι ἐγέννησε, τὸ κυηθὲν βρέφος ἤλεγχε· καὶ ὅτι μετὰ τὴν κύησιν παρθένος ἐτύγχανεν, ἡ οἰκεία αὐτῆς τοῦ σώματος φύσις ἐδίδασκεν. Ἴδε οὖν μυστήριον ὁρατὸν καὶ ἀόρατον, κρατούμενον καὶ μὴ κρατούμενον, ψηλαφώμενον καὶ μὴ εὑρισκόμενον. Τίς γὰρ οὐχ ἑώρα καὶ ἐκράτει καὶ τὸ βρέφος καὶ τὴν μητέρα; τίς δὲ ὁρῶν τὴν μητέρα παρθένον, καὶ τὸ βρέφος παρθένου τέκνον, τὸ μυστήριον πολυπραγμονῶν ἐξευρίσκει; Ὢ μυστηρίου ἀληθῶς ἐπουρανίου καὶ ἐπιγείου, κρατουμένου καὶ μὴ κρατουμένου, ὁρωμένου καὶ μὴ φαινομένου! Τοιοῦτος γὰρ ἦν, καὶ ὁ γεννηθεὶς Χριστὸς σήμερον, οὐράνιος καὶ ἐπίγειος, κρατούμενος καὶ μὴ κρατούμενος, ὁρώμενος καὶ ἀόρατος· οὐράνιος κατὰ τὴν τῆς θεότητος φύσιν, ἐπίγειος κατὰ τὴν τῆς ἀνθρωπότητος σχέσιν, ὁρώμενος κατὰ τὴν σάρκα, ἀόρατος κατὰ τὸ πνεῦμα, κρατούμενος κατὰ τὴν σάρκα, ἀκράτητος κατὰ τὸν Λόγον.
Ἀλλὰ Χριστὸς μὲν Θεὸς ὢν παντοδύναμος. ὡς ἐβούλετο, τῷ ἰδίῳ κόσμῳ τεχθεὶς ἐπεφάνη· ἐκπλήττει δέ μου πλεῖον τὸν νοῦν ἡ τῆς Παρθένου ὠδὶν, ὅτι Παρθένος οὐκ ἐξ οὐρανοῦ κατελθοῦσα, ἀλλ' ἐκ σπέρματος ∆αυῒδ ὁρωμένη, οὐκ ἐκ πνεύματος τυγχάνουσα, ἀλλ' ἐκ σώματος καὶ ψυχῆς συνιστῶσα, ἐν γαστρὶ ἐλάμβανε; καὶ ὁ ὄγκος τῆς γαστρὸς κατηγόρει τοῦ πράγματος, καὶ ὁ τοῦ ἔνδοθεν βρέφους σπορεὺς οὐκ ἐφαίνετο. Οὐρανὸν γὰρ κατοικεῖ, καὶ τὸ βρέφος ἐν τῇ παρθενικῇ νηδύϊ μυστικῶς ἐτελεσιούργησε. ∆ιὰ τῆς φύσεως ἐτίκτετο, καὶ αἱ μαῖαι ἐψηλάφων καὶ τὴν γεννῶσαν φύσιν καὶ τὸ βρέφος, καὶ τὴν φθορὰν, ὡς ἐπ' ἄλλων γυναικῶν, οὐχ εὕρισκον· Θεὸς γὰρ ἦν ὁ δι' αὐτῆς προερχόμενος. Ὦ βάτε, ἢν εἶδε Μωϋσῆς ἐν τῷ ὄρει καιομένην, καὶ μὴ κατακαιομένην! Παρθένε Μαρία, γεννῶσα καὶ μὴ φθειρομένη· ὦ λίθε, ὃν εἶδε ∆ανιὴλ ἀπὸ ὄρους τεμνόμενον ἄνευ χειρὸς ἀνθρωπίνης! ὦ παρθένου βρέφους παρθένε μῆτερ, καὶ τέκνον ἱερὸν μητρὸς ἀνυμφεύτου! Ποῦ οἱ φιλοπράγμονες; λεγέτωσαν ἡμῖν, πῶς ἡ Παρθένος ἄνευ ἀνδρὸς ἐγέννησε βρέφος, καὶ γεννήσασα οὐκ ἐφθάρη.
Εἰ δὲ ἀνεξερεύνητος ὁ τρόπος, ἐπειδὴ ἐκ Πνεύματος ὁ γόνος, πολλῷ μᾶλλον ἀνεξιχνίαστος ἡ ἐκ Πατρὸς τοῦ Λόγου ἄφραστος γέννησις. Ἀλλὰ σὺ μὲν πιστεύεις, ἐπιτηρεῖς δὲ ὅτι γεννήσασα οὐκ ἐφθάρη· ἀλλὰ Θεοῦ κατηγορεῖς λέγων· Εἰ δὲ ὁ ἄφθαρτος Πατὴρ γεννήσας τὸν Υἱὸν αὑτοῦ κατὰ τὴν σὴν ἄνοιαν ἐφθάρη, πολλῷ μᾶλλον ἡ φθαρτῆς φύσεως οὖσα Παρθένος γεννήσασα ἂν ἐφθάρη. Εἰ δὲ σὺ αὐτὸς μαρτυρεῖς τὴν Παρθένον γεννήσασαν μὴ φθαρῆναι, πολλῷ μᾶλλον πίστευε τὸν ἄφθαρτον Πατέρα γεννήσαντα τὸν ἄφθαρτον Υἱὸν μὴ φθαρῆναι. Ἀλλ' ἐάσαντες τοὺς ματαιολόγους, ἐπὶ τοὺς θεολόγους κήρυκας ἀναδράμωμεν. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως. Ἀναγκαίως ὁ εὐαγγελιστὴς σημειοῦται καὶ τὸν τόπον καὶ τὸν χρόνον, ἵν' ὁ ἀπιστῶν τὴν κατὰ σάρκα γέννησιν τοῦ Σωτῆρος, ζητήσας τὸν τόπον καὶ τὸν χρόνον, εὕρῃ τῆς ἀληθείας τὸ πρᾶγμα.
Τὸν μὲν γὰρ χρόνον, ἐκ τῆς Ἡρώδου ἀρχῆς τοῖς χρονογράφοις ἐγκύψας, τὸν δὲ τόπον, ἐκ τῆς κατὰ τὴν Βηθλεὲμ σημασίας ζητήσας εὑρήσει. Εἰ γὰρ ἐν τοῖς κοσμικοῖς συμβολαίοις καὶ ὕπατοι γράφονται, καὶ μῆνες ἀριθμοῦνται, καὶ ἡμέραι δηλοῦνται, καὶ πόλεις περιτυποῦνται ὑπὲρ ἀκριβείας τῶν λεγομένων· πόσῳ μᾶλλον δεῖ, τῆς τοῦ κόσμου παντὸς σωτηρίας τεχθείσης, καὶ τοῖς εἰς ὕστερον γνωσθῆναι τοῦ τόπου καὶ τοῦ καιροῦ τὴν ἀκρίβειαν! Καὶ Ματθαῖος μὲν τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ οὕτω διηγεῖται· Λουκᾶς δὲ ὑπὲρ τῆς τῶν χρόνων ἀκριβείας προστίθησι καὶ τὴν τότε πρῶτον γεγονυῖαν ἀπογραφήν. Λέγει γὰρ οὕτως· Ἐν ἔτει τεσσαρακοστῷ πρώτῳ ἐπὶ Καίσαρος Αὐγούστου, Ἐξῆλθε δόγμα ἀπὸ Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν εἰς πόλιν ∆αυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ, γυναικὶ οὔσῃ ἐγκύῳ. Σημειοῦται δὲ Λουκᾶς τὴν πρώτην γεγονυῖαν ἀπογραφὴν, ὁμοῦ μὲν καὶ τὸν χρόνον ἀκριβάζων, καὶ μυστήριον μέγιστον ἐκ τοῦ ἐμφανοῦς ἀφανὲς ὑπεκφαίνων. Λέγει γὰρ πρώτην καὶ βιαίαν ἀπογραφὴν, τὸ γεγενῆσθαι τὸν ἄνθρωπον. Χριστοῦ γὰρ γεννηθέντος, καὶ σαρκὸς λοιπὸν θεοποιουμένης, καὶ διαβόλου ἐκβαλλομένου, καὶ θανάτου λυομένου, ἔδει ψυχὰς δικαίων, καὶ πιστῶν ὀνόματα ἐν ταῖς τῶν οὐρανῶν ἀπογράφεσθαι βίβλοις, κάτω μὲν Καίσαρος κελεύοντος, ἄνω δὲ τοῖς ἀγγέλοις Πατρὸς προστάττοντος. ∆ιὸ καὶ ὁ Κύριος τοῦτο εὐαγγελιζόμενος τοῖς μαθηταῖς αὐτοῦ ἔλεγε· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλὰ χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀναγέγραπται. – Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο λέγοντες, Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν. Οἴμοι! νικῶμαι τοῖς θαύμασι, συνέχομαι ταῖς θεωρίαις, καὶ ἡ γλῶσσά μου οὐχ εὑρίσκει τι πρότερον εἰπεῖν, ἢ τί παραλείπειν.
Ἐὰν τὴν γέννησιν αὐτοῦ καταμάθω, ἐκπλήττομαι, ὅτι πρὶν ἢ τῆς φύσεως τὸ παιδίον ἐξέλθῃ, σημεῖα ἐπιτελεῖ. Ἦ γὰρ οὐκ ἔστι μέγιστον σημεῖον, τὸ παρθένον μετὰ τὸ γεννῆσαι παρθένον μεῖναι, καὶ τὸν οὐρανὸν σιωπῶντα δι' ἀστέρος λαλεῖν; Καὶ τοῖς διψῶσι τὸν τεχθέντα ἰδεῖν, ἀστέρα πέμπει συνέκδημον καὶ δεικνύει τὸ ποθούμενον βρέφος. Καὶ Ματθαῖος μὲν μάγων μνημονεύει ἐξ ἀνατολῶν ἐλθόντων· Λουκᾶς δὲ ἀγγέλου· λέγει γάρ· Καὶ ποιμένες ἦσαν ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ ἄγγελος Κυρίου ὤφθη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτοὺς, καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ἡμῖν σήμερον Χριστὸς Κύριος ἐν πόλει ∆αυΐδ. Καὶ ἐγένετο ἐξαίφνης σὺν τῷ ἀγγέλῳ πλῆθος οὐρανίου στρατιᾶς, αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Χριστὸς ἐγεννήθη, τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτεται, ἄγγελοι σὺν ἀνθρώποις χορεύουσι, ποιμένες ἀγραυλοῦσι, καὶ μάγοι προσκυνοῦσιν, οὐρανὸς λαμπαδουχεῖται, καὶ ἡ γῆ τὸν καρπὸν αὐτῆς λαμπρὸν ἐπὶ φάτνης βαστάζει. Καὶ ἐπληρώθη τότε τὸ ἐπὶ τῇ γῇ γεγραμμένον, τὸ, Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν· Ἀλήθεια γὰρ Χριστὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια. Ἐκ τῆς γῆς, τουτέστιν, ἐκ τῆς παρθένου ἀνέτειλε κατὰ σάρκα. Ζητῶ δὲ πόθεν οἱ μάγοι περὶ τοῦ ἀστέρος διδαχθέντες, αὐτῷ ἐχρῶντο ὁδηγῷ πρὸς τὴν τοῦ ζητουμένου παιδίου ἀνεύρεσιν.
Οὐ γὰρ, ὥς τινες ἐφαντάσθησαν, πλάνον εἶναι τὸν ἀστέρα λέγοντες, καὶ τοὺς μάγους μὴ ἀληθὲς παιδίον ἐπιζητεῖν. Πῶς γὰρ, εἰ πλάνος ἦν ὁ ἀστὴρ, τὴν ἀλήθειαν Χριστὸν ἀνεδείκνυεν; ἕως γὰρ ἐκείνου φθάσας, ἔστη τοῦ δρόμου. Πῶς δὲ καὶ οἱ μάγοι, εἰ οὐκ ἀληθείᾳ ἀπήρχοντο, τοιαύτας αὐτῷ προσφορὰς ἐκ τῶν οἰκείων ἐκόμιζον πόνων, μηνυούσας τὴν αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα, καὶ τὸ προφητικὸν πληρούσας, τὸ, Ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας; Οὐδ' αὖ πάλιν, ὡς οἱ μυθολόγοι φασὶν εἶναι ἀστέρα καθ' ἕκαστον τῶν γεννωμένων ἀνθρώπων ἀνατέλλοντα· οἵτινες οὐδὲ τὴν παρ' Ἕλλησι μυθευομένην ἀστρολογίαν ἴσασιν. Ἀλλ' ἄρα καὶ αὐτοὺς οἱ τοιοῦτοι Χριστιανοὺς εἶναι νομίζουσι· πρὸς οὓς ἐροῦμεν· Ὦ φιλόσοφοι, εἰ τοῦτο ἦν, ὃ ὑμεῖς λέγετε, εἴπατε ἡμῖν, πῶς τοῦ Ἀδὰμ καὶ τῆς Εὔας δύο μόνων ὄντων ἀνθρώπων, ὁ οὐρανὸς τῶν αὐτῶν ἐπεπλήρωτο ἀστέρων; καὶ κατακλυσμοῦ γεγονότος, καὶ πάντων τῶν ἀνθρώπων ὕδατι θανόντων, οἱ αὐτοὶ ἦσαν ἀστέρες μὴ πεσόντες, καὶ τῆς αὐτῆς τῶν ἄστρων χορείας τυγχανούσης, μόνος ἦν Νῶε μετὰ τῶν τριῶν υἱῶν καὶ τῶν γυναικῶν; Ἀλλὰ δεῖ προσέχειν ταῖς Γραφαῖς, καὶ νοεῖν τὰ μυστήρια. Βαλαὰμ γάρ τις ἦν προφήτης, ὃν μετακαλεσάμενος ὁ βασιλεὺς τῶν Μωαβιτῶν ἐπὶ τὸ τὸν Ἰσραὴλ ἐξιόντα ἐκ γῆς Αἰγύπτου καταράσασθαι· ἐπειδὴ οὓς ἂν ηὐλόγησεν, ηὐλόγηνται, καὶ οὓς ἂν κατηράσατο κατήραντο· γενόμενος ἐγγὺς τῆς στρατοπεδείας τοῦ Ἰσραὴλ, καὶ ἀνελθὼν ἐπὶ τὴν ἀκρώρειαν τοῦ ὄρους, θεωρήσας τὸν Ἰσραὴλ παρεμβεβληκότα, ἀναλαβὼν αὐτοῦ τὴν παραβολὴν, καὶ προφητεύσας εἶπεν· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ· καὶ συντρίψει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει τοὺς υἱοὺς Ἀμμών. Οὗτοι οὖν οἱ μάγοι ἐκ τοῦ γένους τοῦ Βαλαὰμ τοῦ προφήτου ὁρμώμενοι, κατακολουθήσαντες αὐτοῦ ταῖς βίβλοις καὶ ταῖς προφητείαις, καὶ νοήσαντες ὅτι, ὅτε ἀνατελεῖ ἄστρον, τότε ἀναστήσεται καὶ ὁ ἄνθρωπος, δηλονότι ὁ Βασιλεὺς τῶν Ἰουδαίων, ὅστις οὐ μόνον τοὺς ἀρχηγοὺς Μωὰβ συντρίψει, ἀλλὰ καὶ πάσας τοῦ διαβόλου τὰς βασιλείας λεπτυνεῖ καὶ λικμήσει κατὰ τὸν ∆ανιὴλ, παρετήρουν τὸν καιρόν· καὶ θεωρήσαντες τὸν ἀστέρα ξένον παρὰ τοὺς ἄλλους ἀνατείλαντα, ἔγνωσαν αὐτὸν εἶναι τὸν πάλαι προφητευθέντα, καὶ κατακολουθήσαντες, εὑρηκότες τε τὸν τεχθέντα, ἐχάρησαν, τῶν πάλιν προφητευθέντων εὑρηκότες τὴν ἔκβασιν.
Σὺ δέ μοι νόει, ἀκροατὰ, τοὺς μάγους εἶναι τύπους τῶν ἐκ τῆς ἀσεβείας τῆς πλάνης ἐπιστρεψάντων ἐθνῶν, οὐ τελείῳ φωτὶ ὁδηγουμένους, ἀλλ', ὅσον ἀπαυγάσματι φωτὸς διὰ Ἰωάννου, ὡς δι' ἀστέρος, πρὸς τὸν ἐν σαρκὶ τεχθέντα Χριστὸν ὁδηγουμένους. Ὅρα γάρ μοι καὶ τὸν ἀστέρα ἄχρι τοῦ παιδίου ἐλθόντα, καὶ σταθέντα τοῦ δρόμου. Καὶ γὰρ Ἰωάννης, δίκην ἀστέρος, τῷ κηρύγματι ὑπολάμψας, καὶ ὑποδείξας Χριστὸν λέγων, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐπαύσατο τοῦ δρόμου· εἴρηκε γὰρ, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Καὶ ἐλθόντες, φησὶν, οἱ μάγοι εὗρον τὸ παιδίον καὶ τὴν μητέρα· καὶ πεσόντες προσεκύνησαν αὐτῷ. ∆εῖ γὰρ τοὺς ἀπὸ ἐθνικοῦ βίου προσιόντας Χριστῷ, πρῶτον πεσεῖν ἀπὸ τοῦ ὕψους τῆς ἀσεβείας, καὶ οὕτως ὥσπερ ἀπὸ γῆς ἐγειρομένους, τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ ὁμολογεῖν, εἶθ' οὕτως ἀνὰ μέρος πρὸς τὴν οὐράνιον αὐτοῦ θεότητα ἀνανεύειν. Καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· χρυσὸν ὡς βασιλεῖ, λίβανον ὡς Θεῷ, σμύρναν ὡς παθητῷ δι' ἡμᾶς.
Καὶ ἐδέχετο ὁ Χριστὸς τὰ δῶρα, οὐκ αὐτὸς χρῄζων, ἀλλὰ τοὺς φέροντας ὠφελῶν. Χρυσὸν μὲν γὰρ δεχόμενος, φιλαργυρίας αὐ τοὺς ἀπέστρεφε· λίβανον δεχόμενος, εἰδωλολατρείας ἀπήλλασσε· σμύρναν δὲ κομιζόμενος, τὴν νέκρωσιν αὐτῶν ἀπέσμηχε τῆς ψυχῆς. Εἰ δὲ δεῖ καὶ ἕτερον μυστήριον θεωρῆσαι, καταμάθωμεν ἀκριβῶς. Χρυσὸν καὶ σμύρναν προσφέρουσι τῷ τεχθέντι. Ἐπειδὴ ἦν περὶ αὐτοῦ γεγραμμένον τὸ, Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ἐν ταῖς προσφοραῖς προετύπουν τὸ μέλλον, ἐν τῷ χρυσῷ δηλοῦντες τὴν τῶν οὐρανίων ἀγγέλων δοξολογίαν, ἐν τῷ λιβάνῳ τὴν τῶν ἐπιγείων ἀνθρώπων γονυκλισίαν, ἐν τῇ σμύρνῃ, τῶν ἐν ᾅδου ψυχῶν κατεχομένων τὴν ἱκεσίαν.
Ἐπειδὴ τρεῖς ἀρετὰς δεῖ κεκτῆσθαι τὸν προσελθόντα Χριστῷ, ἃς φάσκει ὁ Ἀπόστολος, πίστιν, ἐλπίδα, ἀγάπην, ἀνοίξαντες [δὲ] τοὺς θησαυροὺς τῆς καρδίας, προσεκόμιζον πίστιν, ὡς χρυσὸν ἐξαστράπτουσαν· ἐλπίδα, ὡς λίβανον εὐωδιάζουσαν· ἀγάπην, ὡς σμύρναν συσφίγγουσαν τὰ μέλη τῆς Ἐκκλησίας. Καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὑτῶν. Ἐχρῆν γὰρ τοὺς ἅπαξ προσελθόντας Χριστῷ, μὴ τοῖς αὐτοῖς ἴχνεσι τῆς ἀσεβείας ἀναλύειν· ἀλλὰ τὴν ἁγνὴν ἐξασκήσαντας πίστιν καὶ πρᾶξιν, τὸν ἀνθρωποκτόνον ὄφιν λαθόντας, ἀναχωρεῖν εἰς κληρονομίαν Χριστοῦ. Αὐτῷ γὰρ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.