Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν Μεταμόρφωσιν

In transfigurationem / На Преображение

In transfigurationem Εἰς τὴν μεταμόρφωσιν.

Ἥλιος ἀνίσχων τὰς οἰκείας ἀκτῖνας εἰς πάντα κόσμον ἐκτείνει· καὶ τοῦ ∆εσπότου Χριστοῦ ἡ κατὰ σάρκα γενέθλιος ἀνατολὴ τοὺς αὐτῆς μαθητὰς, ὥσπερ τινὰς ἀκτῖνας, εἰς τὴν οἰκουμένην ἅπασαν ἐξέπεμψε. ∆ιὰ τοῦτο καὶ σήμερον φωστήρων δίκην τὸ ἱερὸν τοῦτο λαμπρύνουσι σύστημα Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ τῶν ἀπίστων σαγηνευταὶ, καὶ τῶν πεπλανημένων πρῴην εἰς θεογνωσίαν ἁλιεῖς, οἱ ἀντὶ μὲν καλάμου τῷ σταυρῷ χρώμενοι, ἀντὶ δὲ ἱμονιᾶς τῇ τριπλόκῳ ὁμολογίᾳ τοὺς λογικοὺς ἀνασπῶντες ἰχθύας ἐκ τοῦ βυθοῦ τῆς κακίας· οἱ τῶν ἀνεκλαλήτων μυστηρίων τῷ διδασκάλῳ κοινωνοῦντες, καὶ τῶν ἀῤῥήτων καὶ ἀθεάτων πραγμάτων αὐτόπται καὶ αὐτήκοοι γενόμενοι. Πέτρος ὁ διὰ τὴν πίστιν πέτρα κληθεὶς, καὶ ἐφ' ἑαυτῷ τῆς Ἐκκλησίας ἀνέχων τὴν οἰκοδομήν. Σὺ γὰρ εἶ, φησὶ, Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἀλλὰ ἴδωμεν, εἰ δοκεῖ, διὰ τίνα καὶ ποίαν αἰτίαν τούτου τετύχηκε τοῦ ἐπάθλου ὁ κορυφαῖος. Ἠρώτα ποτὲ τοὺς μαθητὰς ὁ Σωτὴρ τίνα ἄρα περὶ αὐτοῦ ἔχοιεν δόξαν. Τῶν οὖν ἄλλων τέως σιγώντων, προπηδήσας ὁ γενναῖος οὗτος, φησὶν, οὐκ εἶπε· Σὺ ἐγένου, σὺ ἐκτίσθης· ἀλλὰ, Σὺ εἶ, κατὰ τὸν προφήτην τὸν λέγοντα, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι· καὶ διὰ ταύτην τὴν ὁμολογίαν λαμβάνει τῶν οὐρανῶν τὰς κλεῖς. Ὅσα γὰρ, φησὶν, ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.

Ὢ παραδόξου καὶ φύσιν ὑπερβαίνοντος ἀξιώματος! Ἐπὶ γῆς βαδίζων νόμους ταῖς οὐρανίοις ἐξέπεμπε δυνάμεσι, καὶ τούτους ἐκεῖναι ἐφύλαττον. Καὶ κάτω μὲν ἐκεῖνος τὰ δοκοῦντα ὑπηγόρευεν, ἄνωθεν δὲ Θεὸς τὴν ψῆφον τῶν λεγομένων ἐβεβαίου. Ἐμακαρίζετό ποτε Ἰωσὴφ ἐκεῖνος, τὰ σιτοδοχεῖα πιστευθεὶς τοῦ Φαραώ. Πῶς οὐ ζηλωτὸς καὶ τρισμακάριος ὁ Πέτρος, τοὺς θησαυροὺς πιστευόμενος αὐτῶν τῶν οὐρανῶν; Ἀλλ' οὐχ ὅτι τοῦ δεσμεύειν ἔλαβε τὴν ἐξουσίαν τοσοῦτον μακαρίζω, οὐδ' ὅτι καὶ σκιαὶ τῶν ἱματίων αὐτοῦ προκύπτουσαι νόσους ἤλαυνον, οὐδ' ὅτι τὴν Ταβιθὰ ἐκ νεκρῶν ἀνέστησεν ἐκπλήττομαι· ταῦτα γὰρ τοῦ ἐνεργοῦντος Πνεύματός ἐστιν ἐκ τοῦ πλείστου τὰ χαρίσματα· ἐγὼ δὲ Πέτρον μακαρίζω ἐκεῖνον τῆς ἀληθοῦς ἕνεκεν ὁμολογίας τῆς ἀπὸ πάντων τέως πρῶτον ἐπιβεβηκότα· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ τὸ φαινόμενον ὁμολογεῖ, Σὺ εἰ ὁ Χριστός· τοῦτο τῆς μετὰ Πατρὸς συνυπάρξεως τὸ μήνυμα. Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοῦ τρισμακαρίου Ἰωάννου τὰ ἰδιάζοντα πλεονεκτήματα· οὐκ ἀφ' ὧν τῆς ἐνθέου πενίας ἐκοινώνει τῷ Πέτρῳ· συνῆν γὰρ τῷ λέγοντι, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, καὶ τῇ σιωπῇ τὴν συγκατάθεσιν ἐμήνυσεν· ἀλλ' ὅτι εἰς τὰ στέρνα τὰ δεσποτικὰ πεσὼν, ἐκεῖθεν ἐχάλκευσε τὴν ἱερὰν ἐκείνην καὶ μεγαλόφωνον σάλπιγγα, δι' ἧς, ἃ μὴ εἶπεν οὐρανὸς, μὴ ἐνενόησαν ἄγγελοι, μὴ τῶν λοιπῶν εὐαγγελιστῶν τις κατέλαβε, μόνος τολμηρᾷ καὶ πιστῇ ἐφανέρωσε γλώσσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τίνος οὖν ἕνεκα, καὶ διὰ ποίαν αἰτίαν, πρότερος ὢν τῶν λοιπῶν εὐαγγελιστῶν, ἔσχατος ἔγραψε τὸ εὐαγγέλιον; Ἀναγκαῖον καὶ τοῦτο ζητῆσαι. Ματθαῖος τῇ τῶν Ἑβραίων γλώσσῃ τὰ εὐαγγελικὰ συνέταξε θαύματα· Μάρκος, τοῦ Πέτρου μαθητὴς γενόμενος, τὰ διὰ τοῦ ∆εσπότου Χριστοῦ συμβεβηκότα γεγράφηκε, λέγω δὴ τὴν ἄμικτον γέννησιν, τὴν ἄμεμπτον ἀναστροφὴν, τὰ παράδοξα σημεῖα, τὸν Ἰουδαϊκὸν φθόνον, τὸ σωτήριον πάθος, τὸν ζωοποιὸν ἡμῖν θάνατον, τὴν ἐπ' ἀφθαρσίᾳ ἀνάστασιν, τὴν πρὸς τὸν πατρικὸν κόλπον ἀνάληψιν. Ὁμοίως δὲ καὶ Λουκᾶς, Παύλου τυγχάνων μαθητὴς, τὴν αὐτὴν τοῖς πρὸ αὐτοῦ ἔτριψεν ὁδόν. Ἰωάννης τοίνυν μόνος, ὡς ἁλιεύς τις ἐξ ἀπόπτου καθήμενος, καὶ ἑτέρων ἁλιευόντων θεατὴς γενόμενος, ὡς εἶδεν αὐτῷ τῆς γνώσεως τὸ κεφάλαιον παραλειφθὲν, μεταχειρίζεται τὸν ἁλιευτικὸν τοῦ Εὐαγγελίου κάλαμον, καὶ ἐξ αὐτοῦ τὸν ζητούμενον ἰχθὺν θηρεύει, καὶ τοῦτον ἀπράτως τοῖς πιστοῖς πιπράσκει βοῶν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐκ ἀφ' οὗ Μαρία, φησὶν, ἡ νομισθεῖσα μήτηρ, ἀρχὴν ἔλαβεν ὁ Χριστός· οὐκ ἀφ' οὗ Ἰωσὴφ πατὴρ αὐτοῦ ἐχρημάτισε, τὴν ὕπαρξιν ἔχει· οὐδ' ἀφ' οὗ Μωϋσῆς, οὐδ' ἀφ' οὗ Ἀβραὰμ, ὁ πρὸ νόμου πάντων πατήρ· ἀλλ' Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἀρχῆς δὲ οὐδὲν ἀρχαιότερον, ἀρχῆς οὐδὲν πρεσβύτερον· πᾶν ποίημα ἄρχεται, καί ἐστιν ὑπὸ ἀρχήν· πάντων δὲ ἀρχὴ Υἱὸς, καὶ πάντων ἐστὶν ὡς ποιητὴς ἀρχή. Πᾶν τῇ ἀρχῇ παραλαμβανόμενον, νεώτερον· μόνη δὲ τὰ πρεσβεῖα τῆς ἀϊδιότητος κατέχει ἡ ἀρχή. Ἀλλ' ἴδωμεν δίκαιον Ἰάκωβον· εἰ γὰρ καὶ τὴν τοῦ δικαίου ἐπίκλησιν ἐξαίρετον ὁ ἄλλος Ἰάκωβος ἔλαχεν, ὁ χρηματίζων ∆ίκαιος, ἀλλ' οὐ φθονήσει τοῦ τοιούτου γέρως τῷ συναποστόλῳ. Πολλοῖς τοίνυν καὶ ὁ υἱὸς Ζεβεδαίου πλουτεῖ τοῖς τοῦ Εὐαγγελίου κατορθώμασιν· ἀρκεῖ δὲ πρὸς τὸ παρὸν εἰς ἐγκωμίου λόγον, τὸ ὑπὲρ τοῦ δεσποτικοῦ φίλτρου ἡδέως τὴν κεφαλὴν ἀποτμηθῆναι.

Τοῦτον γὰρ Ἡρώδης, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἱστορεῖ, ἀναιρεῖ. Οὗτοι τῆς εὐσεβείας οἱ ἀθληταὶ, οὗτοι τῶν εὐαγγελικῶν κηρυγμάτων οἱ διάκονοι. Ἀλλ' ἕνα μὲν ἐξ Ὀλυμπιακῶν ἐπανελθόντα στεφανίτην δῆμοι καὶ πόλεις ἰδεῖν συντρέχουσι, καὶ ταῦτα φύλλοις δάφνης ἐστεφανωμένον· ἡμεῖς δὲ οὐχ ἕνα, ἀλλὰ τρεῖς ἀγωνιστὰς, ὑπὲρ Τριάδος ἀγωνιστὰς, ὑπὲρ Τριάδος ἀθλήσαντας καὶ στεφανωθέντας, πρὸς ἡμᾶς παραγενομένη ἐλεάσονι συνδρομὴ τεθεάμεθα. Καίτοι τῶν ἀμετρίων κατατολμᾷ πᾶσα γλῶσσα, ἑνὸς τούτων τοὺς ἐπαίνους διεξιέναι πειρωμένη, καὶ ἰλιγγιᾷ ἡ διάνοια, θάλασσαν ἀρετῶν κοτύλῃ ἐκμετρεῖν βιαζομένη· ἀλλ' ὅμως ἐπεχειρήσαμεν, τῆς εὐγνωμοσύνης ἐπιδεικνύμενοι τοῖς πατράσι τὸν καρπόν. Πρὸ δύο ἡμερῶν γενεθλιακὴ τοῦ παμβασιλέως Χριστοῦ πανήγυρις διηνύσθη· εἰκότως τοιγαροῦν οἱ λαμπροὶ ἀγῶνες οὗτοι εἰς τιμὴν τῆς ∆εσποτικῆς γεννήσεως ὑπὸ τῶν πεντάθλων ἀγωνιστῶν ἐξετελέσθησαν. Τοῦτο καὶ ἐπὶ τῶν ἔξωθεν συμβαίνειν εἴωθε· τὰς γὰρ βασιλικὰς γεννήσεις ἐν ταῖς πόλεσιν οἱ ἄρχοντες τιμῶσιν· ἀλλ' ἐκεῖ μὲν ὁ νενικηκὼς, σκιᾶς καὶ προσκαίρου χαρᾶς ἐτρύγησεν ἡδονήν· ἐνταῦθα δὲ ἀθάνατα τοῖς στεφανίταις τὰ βραβεῖα, αἰωνίζοντες οἱ στέφανοι, ἡ μετ' ἀγγέλων χαρὰ, ἡ μετὰ τῶν ἁγίων ἐν τῇ ἀναστάσει λαμπρότης.

Ταῦτα τούτοις ἀπόκειται τοῖς ἀγωνίσμασι τὰ προνόμια· ὧν ταῖς πρεσβείαις καὶ ἡμεῖς διαφυλαχθείημεν, καὶ ὁ καλὸς οὗτος ποιμὴν εἰς πολλὰς δεκάδας ἡμῖν ἐνιαυτῶν χαρισθείη ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать