Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν Ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

In assumptionem domini nostri Jesu Christi / На Вознесение Господа нашего Иисуса Христа

In assumptionem domini nostri Jesu Christi Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τὸ τῆς ἁμαρτίας κατὰ τῆς ἁμαρτίας ἀντέστραπται τέχνημα. Τέχνη μὲν γὰρ τῆς ἁμαρτίας σταυρὸς, καὶ τὸ σῶμα θανάτῳ περιβαλεῖν ἀναμάρτητον· γέγονε δὲ ὁ σταυρὸς τῇ σταυρωθείσῃ σαρκὶ τῆς εἰς οὐρανὸν ἀνόδου μηχάνημα, καὶ τὸ περὶ τῆς ἁμαρτίας ῥηθὲν μεταβέβληται. Πρότερον μὲν γὰρ ὁ Παῦλος ἐκήρυττεν, Ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι' αὐτῆς ἀπέκτεινε· νῦν δὲ τῆς δικαιοσύνης τὸ ῥῆμα μηχανήματι πρέπον· ἡ γὰρ δικαιοσύνη ἀφορμὴν λαβοῦσα διὰ τῆς ἁμαρτίας, ἐξηπάτησεν αὐτὴν καὶ ἀπέκτεινε. Τοῦτο τὸν Παῦλον ἐκπλῆξαν, εἰς ἐκείνην τὴν φωνὴν ἐνεκίνησε, Μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Ἀνάστασις γὰρ ἐν τῷ σταυρῷ κεκρυμμένη, γέννησις δὲ ἀθανάτου ζωῆς· ἀθανασίαν ἀνθήσασαν τικτόμενος ἐξ ᾅδου τοῖς ἀνθρώποις ὁ βασιλεύς. Ἀληθῶς μυστήριον παμμέγα. Πῶς οὖν γνωστὸν τὸ μυστήριον; Ἐφανερώθη, φησὶν, ἐν σαρκί. Καὶ τίς ἡ φανέρωσις; Ἐδικαιώθη ἐν πνεύματι. Ποῖον τὸ τῆς δικαιοσύνης τεκμήριον; Ὤφθη ἀγγέλοις. Ἔγνωσαν ἄγγελοι, φησὶ, τὴν τοῦ φανέντος ἀξίαν· προσῆλθον καὶ διηκόνουν αὐτῷ.

Ἀξιόπιστοι μὲν, Παῦλε, τῆς δικαιοσύνης οἱ θεσπισταὶ, καὶ τὴν τοῦ Χριστοῦ σεμνύνουσι δύναμιν· δεῖξον μέντοι ἀνθρώποις τῆς ἰσχύος τῆς ἐκείνου σημεῖον. Ἐκηρύχθη, φησὶν, ἐν ἔθνεσιν. Ἔδραμε λόγος περὶ αὐτοῦ θεολόγος, καὶ ταῦτα παρὰ πάντων ἐμποδιζόμενος· ἐπλατύνθη κωλυόμενον κήρυγμα. Τί οὖν εἰ μέχρις ἀκοῆς τὸ κηρυττόμενόν ἐστι, καὶ κηρυχθὲν ἔθνεσι γέγονε τοῖς ἀκούσασι λῆρος; Ἐκηρύχθη, φησὶ, καὶ ἐπιστεύθη ἐν κόσμῳ. Εἶτα καὶ τούτου πιστευθέντος δεικνὺς ἀκώλυτον, Ἀνελήφθη, φησὶν, ἐν δόξῃ. Ἐκηρύχθη ἡ τῆς Ἐκκλησίας ἰσχὺς, μᾶλλον δὲ πάσης ὁμοῦ τῆς οἰκουμένης ἐπίστασις. Κοινὴ γὰρ τῆς τῶν ἀνθρώπων φύσεως βοήθεια, ἡ σήμερον ἀνθρωπότης ἀναληφθεῖσα· τὰ γὰρ τῶν κολάσεων μετ' αὐτὴν μετριώτερα. Καί μοι σκόπει τὰς παλαιὰς τῶν ἀνθρώπων ἐκ Θεοῦ τιμωρίας, καὶ τὸ τῆς ἀναλήψεως εὑρήσεις δημωφελές. Ἐξ ἑνὸς ἁμαρτήματος ἔῤῥιπτο προσκρούσας Ἀδάμ· μακρῷ σώματος τρόμῳ κατεκέκριτο Κάϊν· ἔβρεξε πῦρ οὐρανὸς, ὡς σηπεδόνα τῆς γῆς, καυστηριάζων τὰ Σόδομα· μετεπλάττετο πρὸς στήλην γυνὴ δρόμου παραχαράξασα νόμον. Αἱ δὲ εἰς δήμους ὁποῖαι διαφοραὶ, ἄκουσον τῆς Γραφῆς, ὡς θρηνῳδίᾳ διηγουμένης· Ἐπείρασαν, φησὶ, τὸν Θεὸν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Ἐγόγγυσαν, φησὶ, καὶ ἀπώλοντο ἀπὸ τοῦ ὀλοθρευτοῦ. Ἐπόρνευσαν, φησὶ, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Ἔδωκε, φησὶ, Κύριος θάνατον ἐπὶ Ἰσραὴλ ἀπὸ πρωΐθεν, καὶ ἕως ὥρας ἀρίστου, καὶ ἀπέθανον ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. Τί ἄν σοι τὰς τοῦ Θεοῦ πρὸς βασιλέα τότε διηγοίμην προτάσεις; Τάδε λέγει Κύριος, φησίν· Αἴτησαι σεαυτῷ τρία ἔτη λιμὸν ἐπὶ τὴν γῆν, ἢ τρεῖς μῆνας τοὺς ἐχθρούς σου καταδιώκειν σε, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου. Τραγῳδοῦσι καὶ γραφεῖς Ἑλλήνων τὴν τῶν παλαιῶν χρόνων κακοπραγίαν, κατακλυσμῶν ἀμετρίαν, ὑπερβολὴν ἐκπυρώσεως, πολυετίαν λιμῶν, σεισμῶν ὄλεθρον πάνδημον, αἱμάτων ἐμφυλίους ἐκχύσεις, κύματα πολέμων ἐπαλλήλων. Οὐκ ἦν τότε τῶν ἐξ οὐρανοῦ καὶ γῆς παρατάξεων, οὐχ Ἕλλησιν, οὐ βαρβάροις, οὐκ Ἰουδαίοις εἰρήνη. Ἔμενε γὰρ τὸν εἰρηνοποιοῦντα τὰ ἄνω καὶ τὰ κάτω μεσίτην· περὶ οὗ Παῦλός φησιν· Αὐτός ἐστιν εἰρήνη ἡμῶν, ὁ κωλύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Πόσοι νῦν Σοδομιτῶν ἀσελγέστεροι; καὶ πῦρ ἐπ' αὐτοὺς ὁ ἀὴρ, ὡς τὸ πρὶν, οὐκ ἐκχέει.

Ἐδέξατο γὰρ τὸν τῆς εἰρήνης περιόντα μεσίτην καὶ τῷ τῶν ἀνθρώπων προημέρωσε γένει. Πόσοι τῆς ἐπὶ τοῦ Νῶε γενεᾶς μοχθηρότεροι; καὶ κατακλυσμῷ τούτους οὐκ ἐκπλύνει οὐρανός. Πόσοι τῆς Κάϊν θηριωδέστεροι γνώμης; καὶ τοῖς τοῦ Κάϊν αὐτοὺς οὐ τιμωρεῖται ὁ Θεός. Ὅταν γὰρ παροξυνθῇ παρ' ἡμῶν, πρὸς τὴν σύνθρονον ἰδὼν ἀπαρχὴν, διαλλάττεται· ὅταν τοῖς κάτω θυμωθῇ παροινοῦσι, τὴν ἄμωμον ἀνθρωπότητα βλέπων ἐκ δεξιῶν, δυσωπεῖται· ὅταν κινήσῃ τὴν ὀργὴν τὸ κάτω πονηρευόμενον γένος, ἄνω πραΰνει τὸν θυμὸν ὁ τοῦ γένους συγγενὴς συγκαθήμενος. Τοῦτό σοι Παῦλος γυμνῶν, Χριστὸς, φησὶν, ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ, καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, οὐχ ὡς χρώμενος δικαζομένου φωναῖς· εἰς βασιλείαν γὰρ ἀνῆλθεν ὁ Χριστός· οὐκ ἰδικὴν, ἀλλ' αὐτὴν τῆς ἀπαρχῆς τὴν ἀνάληψιν εἰς ἐντυχίαν ἐσχημάτισε Παῦλος τὰς διαλλαγὰς ἐκδικοῦσαν. Ὢ τῆς φρικτῆς σήμερον θεωρίας τοῖς δαίμοσι! φρικτὴν γὰρ αὐτοῖς θεωρίαν ἑώρων, ἀνθρώπου κατὰ τὸ φαινόμενον φύσιν, ὁδοιπόρον ἀέρος, ὑψηλοτέραν αὐτῶν ἀναβαίνουσαν, ἀνωτέραν οὐρανοῦ γενομένην. Ἀλλ' ἐκεῖνοι μὲν ἔστενον, ἄγγελοι δὲ τοῖς μαθηταῖς παριστάντες περιχαρῶς ἐπεβόων· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς οὐρανόν. Τὸ τῆς ἀναλήψεως πιστοῦται μυστήριον.

Ἔμενον γὰρ οἱ μαθηταὶ πρὸς οὐρανὸν κεχηνότες καὶ συντεταγμένοι τῷ βλέμματι· τῆς σαρκὸς δὲ κατὰ μικρὸν ὑψηλοτέρας τῶν ὀφθαλμῶν γενομένης, ἐσείοντο λογισμοῖς ἀπορίας. Οὐδαμοῦ, φησὶ, τὸ θεωρούμενον σῶμα· τάχα σχήματος ἁπλῶς ἡ ἀνάληψις· τάχα φαντασίας θέα· τάχα πλάνην ὑπεμείναμεν βλέμματος· ἢ πλάνην μὲν ἡμεῖς οὐχ ὑπέστημεν, εἰς ἀέρα δὲ διελύθη τάχα τὸ σῶμα, καὶ φύσιν οὐκ ἔχει λοιπὸν τοῖς ἐπὶ γῆς ὁρατήν. Μετὰ τοιαύτης ὁρῶντες εἰς οὐρανὸν ἀπορίας ἤκουον τῶν ἀγγέλων ἐξαίφνης· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Τί βούλεται, φησὶν, ὑμῖν ἡ περίεργος ὄψις; τί τὸ βλέμμα τοῖς οὐρανοῖς ἐπικέχηνε; ζητεῖτε πάντως ἐν τοῖς οὐρανοῖς; Εἰσφέρει τὸν Ἰησοῦν ἡ νεφέλη. Ἦ πάλιν τις αὐτὸν ἐνσώματον ὄψεται· ὡς περὶ βεβαίων ἀμφοτέρων θαῤῥεῖτε. Κἂν γὰρ νῦν εἰς οὐρανὸν ἀναληφθῇ, καὶ πάλιν ἐλεύσεται, Ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.

Ἀλλ' ἐπὶ πολὺ τῆς γλώσσης ἡ νευρὰ μὴ τεινέσθω· χαυνώσωμεν τὴν τῶν λόγων αὐτὴν κεκμηκυῖαν κιθαρῳδίαν· δῶμεν καὶ ταῖς λοιπαῖς κιθάραις ἀκρόασιν· κροτείτω τὴν ἀνάληψιν εὐφημία πολύστομος· ᾀδέτω σήμερον κοινῇ πάντων ἀνθρώπων τὸ γένος, Μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· ὤφθη ἀγγέλοις, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать