In pentecosten Sermo 1 ΕΙΣ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ. Λόγος αʹ.
Οὐρανὸς ἡμῖν γέγονε σήμερον ἡ γῆ, οὐκ ἀστέρων ἐξ οὐρανοῦ εἰς γῆν καταβάντων, ἀλλ' ἀποστόλων ὑπὲρ τοὺς οὐρανοὺς ἀναβάντων, ἐπειδήπερ ἐξεχύθη ἡ χάρις τοῦ Πνεύματος. Οὐρανὸν τὴν οἰκουμένην ἐποίησεν, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν προαίρεσιν διορθωσάμενος. Εὗρε τελώνην, καὶ εὐαγγελιστὴν κατεσκεύασεν· εὗρε βλάσφημον, καὶ ἐποίησεν ἀπόστολον· εὗρε λῃστὴν, καὶ εἰς παράδεισον εἰσήγαγεν· εὗρε πόρνην, καὶ παρθένου ἐποίησε σεμνοτέραν· εὗρε μάγους, καὶ εὐαγγελιστὰς εἰργάσατο. Ἐξέβαλε τὴν κακίαν, καὶ ἐπανήγαγε τὴν ἀρετήν· τὴν τοῦ Θεοῦ χάριν ἐκόμισεν. Οὐρανὸς γέγονεν ἡ γῆ. Τί γὰρ τοιοῦτον ἀστέρες, οἷον ἀπόστολοι; Ἀστέρες ἐν οὐρανῷ· ἀπόστολοι ὑπὲρ τὸν οὐρανόν. Τὰ ἄνω γὰρ φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Ἀστέρες ἀπὸ πυρὸς αἰσθητοῦ· ἀπόστολοι ἀπὸ πυρὸς πνευματικοῦ. Ἀστέρες ἐν νυκτὶ φαίνουσιν, ἐν δὲ ἡμέρᾳ κρύπτονται· ἀπόστολοι δὲ ἐν νυκτὶ καὶ ἡμέρᾳ τὴν ἑαυτῶν ἀκτῖνα λάμπουσιν. Ἀστέρες, ἡλίου φαίνοντος, οὐ φαίνουσιν· ἀπόστολοι δὲ, τοῦ Ἡλίου τῆς δικαιοσύνης λάμποντος, τὰς ἑαυτῶν λαμπηδόνας ἀπαστράπτουσιν. Ἀστέρες ἐν τῇ ἀναστάσει ὡς φύλλα πίπτουσιν· ἀπόστολοι δὲ ἐν τῇ ἀναστάσει ἐν νεφέλαις ἁρπάζονται. Ἐν τοῖς ἄστροις ὁ μὲν ἔστιν ἕσπερος, ὁ δὲ φωσφόρος· ἐν δὲ τοῖς ἀποστόλοις ἕσπερος οὐδεὶς, ἀλλὰ φωσφόροι πάντες.
∆ιὰ δὴ τοῦτο τῶν ἀστέρων οἱ ἀπόστολοι φαιδρότεροι· καὶ οὐκ ἄν τις αὐτοὺς ἁμάρτοι φωστῆρας τῆς οἰκουμένης προσειπὼν, οὐχ ὅτε ἔζων, ἀλλὰ καὶ νῦν ὅτε ἐτελεύτησαν. Ἡ γὰρ τῶν ἁγίων χάρις οὐ διακόπτεται θανάτῳ, οὐκ ἀμβλύνεται τελευτῇ, οὐ διαλύεται εἰς τὴν γῆν· καὶ μαρτυρεῖ τὰ πράγματα. Ἁλιεῖς ἦσαν, καὶ οἱ ἁλιεῖς ἀπέθανον· αἱ δὲ σαγῆναι αὐτῶν ἐργάζονται· καὶ μαρτυρεῖ τὸ πλῆθος τῶν καθ' ἡμέραν σωζομένων. Ἀμπελουργοὶ ἦσαν, καὶ ἀπῆλθον ἐκεῖνοι, καὶ ἡ ἄμπελος τοῖς φύλλοις κομᾷ, καὶ τῷ καρπῷ βρίθεται. Καὶ γὰρ ἀμπελουργοὶ, καὶ ἁλιεῖς, καὶ στῦλοι, καὶ ἰατροὶ, καὶ στρατηγοὶ, καὶ διδάσκαλοι. Στῦλοι μὲν, ὅτι τὸν ὄροφον τῆς πίστεως ἐβά στασαν· λιμένες δὲ, ὅτι τὰ κύματα τῆς ἀσεβείας κατέστειλαν· κυβερνῆται δὲ, ὅτι τὴν οἰκουμένην ἀπὸ γῆς εἰς οὐρανὸν ἐχειραγώγησαν· ποιμένες δὲ, ὅτι τοὺς λύκους ἀπήλασαν, καὶ τὰ θρέμματα διέσωσαν· ἀμπελουργοὶ, ὅτι τὰς ἀκάνθας ἀνέσπασαν, καὶ τὰ σπέρματα τῆς εὐσεβείας κατέσπειραν· ἰατροὶ, ὅτι τὰ τραύματα ἡμῖν διωρθώσαντο. Καὶ ἵνα μάθῃς ὅτι οὐ κόμπος τὰ ῥήματα, παράγω Παῦλον ἅπαντα ταῦτα ποιήσαντα. Βούλει ἰδεῖν αὐτὸν φυτουργόν; Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε. Βούλει ἰδεῖν οἰκοδόμον; Ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα. Βούλει ἰδεῖν αὐτὸν παγκρατιαστήν; Οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων. Βούλει ἰδεῖν αὐτὸν ἀθλητήν; Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Βούλει ἰδεῖν αὐτὸν δρομέα; Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ἐνδυσάμενοι τὸν θώρακα τῆς πίστεως. Βούλει ἰδεῖν αὐτὸν ἀγωνιστήν; Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι. Βούλει ἰδεῖν αὐτὸν στεφανίτην; Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Εἷς ὢν, πάντα ἐγένετο, τὸν ∆εσπότην τὸν ἑαυτοῦ μιμούμενος. Καὶ γὰρ ὁ ∆εσπότης ὁ ἡμέτερος εἷς ὢν τὴν οὐσίαν, πρὸς ἅπαντα ἐσχηματίζετο.
Πῶς πρὸς πάντα; ∆ιὰ τὴν ἡμετέραν σωτηρίαν. Κλῆμα ἐγένου, καὶ ἐγένετο ῥίζα· Ἐγὼ γάρ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Βαδίσαι ἠθέλησας· ἐγένετό σοι ὁδός· ∆ι' ἐμοῦ ἐάν τις εἰσέλθῃ καὶ ἐξέλθῃ, νομὴν εὑρήσει. Πρόβατον ἐγένου, ἐγένετό σοι ποιμήν· Ἐγὼ γάρ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ἁμαρτωλὸς ἐγένου· ἐγένετό σοι Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Φαγεῖν ἠθέλησας· ἐγένετό σοι τράπεζα. Πιεῖν ἠθέλησας· ἐγένετό σοι ποτήριον. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Ἐνδύσασθαι ἠθέλησας· ἐγένετό σοι ἱμάτιον· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Νύμφη ἠθέλησας γενέσθαι· ἐγένετό σοι νυμφίος· Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν. Ἠθέλησας· ἐγένετό σοι ἀνήρ· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Πόρνη ἦς, καὶ ἐγένου παρθένος. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ἐπὶ τῶν ἔξωθεν ὁ γάμος τὴν παρθενίαν διαλύει, ἐπὶ δὲ τῶν πνευματικῶν πόρνην ἔλαβε, καὶ παρθένου ἐποίησε σεμνοτέραν. Ἑρμήνευσον, ὦ αἱρετικὲ, πῶς ἡ πόρνη παρθένος. Περιεργάσασθαι οὐ δύναμαι· πίστει δὲ κατέχομαι. Ταῦτα δὲ πάντα ἡ τοῦ Πνεύματος ἐποίησε χάρις. Ἐξεχύθη ἡ χάρις, Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι αἱ γλῶσσαι ὡσεὶ πυρός· οὐχὶ πυρὸς, ἀλλ' Ὡσεὶ πυρός. Εἰ πῦρ, πῶς οὐκ ἐκαίοντο; ἐρωτᾷ ὁ Ἰουδαῖος.
Μᾶλλον δὲ ἐγὼ τὸν Ἰουδαῖον ἐρωτῶ, πῶς οὐκ ἔκαιε τὴν βάτον φρυγανῶδες ξύλον; Τί πυρὸς σφοδρότερον; τί βάτου εὐτελέστερον; καὶ οὔτε τὸ ξύλον ἐκαίετο, οὔτε τὸ πῦρ ἐσβέννυτο. Καὶ πάλιν, πῶς τὰ σώματα τῶν τριῶν παίδων οὐ κατέκαυσεν, ἀλλ' ἡ κάμινος εἰς δρόσον μετεβάλλετο, καὶ τοὺς ἄνθρακας ῥοδῶνα ἐνόμιζον; Μάχη ἦν πυρὸς καὶ σωμάτων, καὶ ἡ νίκη τῶν σωμάτων ἐγίνετο· κηροῦ γὰρ ὄντα μαλακώτερα, σιδήρου ἐγένετο στερεώτερα. Ἑρμήνευσόν μοι τὰ τῶν παλαιῶν· ἀλλ' ἐκεῖνα προέλαβεν, ἵνα πιστευθῇ ἡ ἀλήθεια. ∆ιὰ τί ἐν πυρὶ τὸ Πνεῦμα τὸ ἅγιον; ∆ιὰ τὸ γοργὸν τῆς διανοίας τῶν δεχομένων. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ὥσπερ τὸ πῦρ τὰς ἀκάνθας ἀναλίσκει, οὕτω τὸ Πνεῦμα τὰ ἁμαρτήματα δαπανᾷ. Ἐνεβλήθη ὁ ἅγιος εἰς λάκκον, καὶ τοὺς λέοντας ἐφίμωσε. Περιῆλθον οἱ ἁλιεῖς τὴν οἰκουμένην, νοσοῦσαν αὐτὴν παραλαβόντες, καὶ πρὸς ὑγίειαν ἐπανήγαγον· στασιάζουσαν παραλαβόντες, πρὸς εὐταξίαν ἐχειραγώγησαν, οὐ δόρατα κινοῦντες, οὐ τόξα βάλλοντες, οὐ βέλος ἀφιέντες, οὐ χρημάτων ἔχοντες περιουσίαν, οὐ λόγων ῥητορικῶν· ἀλλ' ἦσαν γυμνοὶ ἀπὸ ἱματίων, καὶ ἐνδεδυμένοι τὸν Χριστόν· πένητες καὶ πλούσιοι, χρημάτων ἀπεστερημένοι, τὴν δὲ βασιλείαν κεκτημένοι· μόνοι καὶ οὐ μόνοι, μόνοι ἀνθρώπων, ἔχοντες δὲ τὸν ἑαυτῶν ∆εσπότην. Ἐγὼ γάρ εἰμι, φησὶ, μεθ' ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος.
Περιῆλθον τὴν οἰκουμένην πᾶσαν τὰ πρόβατα μεταξὺ τῶν λύκων. Τίς εἶδε; τίς ἤκουσε; Λέγει· Ἀποστέλλω ὑμᾶς ὥσπερ πρόβατα ἐν μέσῳ λύκων. Ποῖος ποιμὴν πρόβατα ἐν μέσῳ λύκων πέμπει; Ἀλλ' ὅταν ἴδῃ τὸν λύκον ὁ ποιμὴν, συνελαύνει τὰ πρόβατα· ὁ δὲ Χριστὸς τὸ ἐναντίον ἐποίησε· τὰ πρόβατα εἰς τοὺς λύκους ἀπέστειλε, καὶ οὐκ ἐγένετο θηριάλωτα τὰ πρόβατα, ἀλλ' οἱ λύκοι εἰς τὴν τῶν προβάτων ἡμερότητα μετέστησαν. Καὶ ἵνα μὴ λέγωσιν ἐκεῖνοι, Πρόβατά ἐσμεν, καὶ πέμπεις ἡμᾶς κατάβρωμα τοῖς λύκοις, καὶ τράπεζαν τοῖς θηρίοις, μιᾷ λέξει περιεῖλεν αὐτῶν τὴν διάνοιαν. Οὐκ εἶπεν· Ἀπέλθετε· οὐδὲ γὰρ τῇ ἑαυτῶν δυνάμει ἔπεμπεν αὐτούς· ἀλλ', Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς. Ἀσθενεῖς ὑμεῖς· ἀλλὰ δυνατὸς ὁ ἀποστέλλων ὑμᾶς. Τίς εἶ σύ; Ἐγώ εἰμι ὁ τὸν οὐρανὸν πήξας, ὁ τὴν γῆν θεμελιώσας, ὁ τὴν θάλασσαν διαλύσας, ὁ τὸ καθ' ὑμῶν χειρόγραφον τῷ σταυρῷ προσηλώσας, ὁ τὸν παλαιὸν νόμον ἀνατρέψας, ὁ εἰς τὴν ἀρχαίαν ἐπαναγαγὼν ὑμᾶς πατρίδα, ὁ τὰ ἰσχυρὰ παραλύων, καὶ τὰ παραλελυμένα ἐνισχύων. Τί τῆς θαλάσσης ἰσχυρότερον; Ἀλλὰ ἡ μικρὰ ψάμμος τὴν ἀφόρητον βίαν ἐκείνην κατέχει. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Τεῖχος τὰ θηρία τοῖς πρόβασι γίνεται, ἵνα μηδὲ φυγῇ τὴν σωτηρίαν πορίσωνται. Ὢ δύναμις τοῦ ἀποστείλαντος! ἐν μέσῳ τὰ πρόβατα, καὶ κύκλῳ οἱ λύκοι· ἀλλὰ μετεβλήθησαν, καὶ ἐγένοντο πρόβατα. Οὐ γὰρ ἦσαν φύσει λύκοι, ἀλλὰ προαιρέσει. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς. Τί οὖν κελεύεις; Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί λέγεις, Φρόνιμοι ὡς οἱ ὄφεις; Ὁ ὄφις κἂν μυρία λάβῃ τραύματα, τὴν δὲ κεφαλὴν διασώσῃ, ὅλος ἐστὶν ὑγιής. Οὕτω καὶ σὺ, κἂν χρήματα θέλῃ λαβεῖν ὁ ἐναντίος, δός· κἂν κτήματα, κἂν αὐτὴν τὴν ζωήν· μόνον τὴν πίστιν σου διατήρησον. Γίνεσθε φρόνιμοι. Ἐκείνης μενούσης πάντα ῥᾴδια καὶ εὐχερῆ. Γυμνὸς ἐξῆλθες ἐκ κοιλίας μητρός σου, γυμνὸς καὶ ἀπελεύσῃ. Ἀλλ' ἐξορίζει σέ τις; Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλ' ἀποθνήσκεις; Ἀλλ' ὁ θάνατός σοι ἀποδημία. Μόνον τὴν πίστιν μὴ ἀπολέσῃς, τὸν θησαυρὸν τὸν ἀνάλωτον, τὴν πίστιν τὴν ἀδαπάνητον. Μάρτυρες τούτων οἱ μάρτυρες οὗτοι· ἐπειδὴ τὴν πίστιν οὐκ ἀπώλεσαν, καὶ μετὰ τελευτὴν τῶν ζώντων εἰσὶ δυνατώτεροι. ∆ιὰ τοῦτο ἄνθρωπος ἐγενόμην, διὰ τοῦτο σάρκα ἀνέλαβον, ἵνα τὴν οἰκουμένην Ἐκκλησίαν ἐργάσωμαι.
Πολὺ γὰρ περισπούδαστον τῷ Θεῷ Ἐκκλησία, οὐ τοίχοις ἀσφαλιζομένη, ἀλλὰ πίστει τειχιζομένη. ∆ιὰ τὴν Ἐκκλησίαν οὐρανὸς ἐστάθη, καὶ ἡ θάλασσα ἐξεχύθη, καὶ ἀὴρ ἡπλώθη, καὶ γῆ ἐθεμελιώθη, παράδεισος ἐφυτεύθη, νόμος ἐδόθη, προφῆται ἀπεστάλησαν, θαύματα ἐγένετο, πέλαγος ἐσχίζετο καὶ ἐῤῥάπτετο, πέτρα ἐῤῥήγνυτο, καὶ πάλιν συνήπτετο, μάννα κατεφέρετο, καὶ σχεδιαζομένη παρεσκευάζετο τράπεζα. ∆ιὰ τὴν Ἐκκλησίαν προφῆται, διὰ τὴν Ἐκκλησίαν ἀπόστολοι· καὶ τί πολλὰ λέγω; ∆ιὰ τὴν Ἐκκλησίαν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο, ὥς φησιν ὁ Παῦλος· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο. Τοῦ Υἱοῦ οὐκ ἐφείσατο, ἵνα τῆς Ἐκκλησίας φείσηται· τὸ αἷμα τοῦ Υἱοῦ ἐξέχεε διὰ τὴν Ἐκκλησίαν. Τοῦτο ἀρδεύει αὐτὴν τὸ αἷμα· διὰ τοῦτο τὰ φυτὰ μαρανθῆναι οὐ δύναται, οὐδὲ φυλλοῤῥοεῖ. Οὐχ ὑπόκειται καιρῶν ἀνάγκαις, οὐδὲ δουλεύει χρόνοις, ἐν θέρει μὲν κομῶσα τὰ φύλλα, ἐν δὲ χειμῶνι γυμνουμένη. Οὐ γὰρ καιρῶν ἀνάγκη, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις αὐτὴν γεωργεῖ· διὰ τοῦτο οὐκ ἀνασπᾶται. Ἀλλ' οὐκ ἔστι θαυμαστὸν, ὅτι οὐκ ἀνασπᾶται, ἀλλ' ὅτι καὶ πολεμούντων πολλῶν οὐκ ἀνασπᾶται. Πόσοι ἐξ ἀρχῆς ἐπολέμησαν τὴν Ἐκκλησίαν; Ὅτε νεόφυτος ἦν, πολλὰ κατ' αὐτῆς ἐκινήθη. Νῦν μὲν γὰρ διὰ τὴν τοῦ Θεοῦ χάριν, καὶ τὴν τοῦ Πνεύματος δύναμιν, καὶ βασιλεῖς εὐσεβεῖς, καὶ στρατηλάται, καὶ ἡ οἰκουμένη πᾶσα τῆς πίστεως ἐμπέπλησται· τὸ δὲ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις βασιλεῖς ἐν ἀσεβείᾳ, στρατηλάται ἀσεβεῖς, διατάγματα ἀρχόντων, βωμοὶ ἀναπτόμενοι, καπνὸς πανταχοῦ καὶ κνίσσα. Ὁ ἀὴρ ἐμολύνετο, ἡ γῆ ἐμιαίνετο, δαίμονες ἐβάκχευον, διάβολος ἐχόρευε, πατὴρ ἀπέκτεινεν υἱὸν, υἱὸς ἠτίμαζεν· ἡ φύσις ἐσχίζετο, καὶ ἡ εὐσέβεια οὐκ ἐμερίζετο. Ποῦ νῦν οἱ τολμήσαντες τῇ Ἐκκλησίᾳ ἀντιπαρατάττεσθαι; Ὅτε νεόφυτος ἦν, οὐκ ἠδικήθη· ὅτε τοῦ οὐρανοῦ ἥψατο, προσδοκᾷς αὐτῆς περιγενέσθαι; Ὅτε ἕνδεκα οἱ ἀπόστολοι, οὐδεὶς αὐτῶν ἐκράτησεν, ἀλλὰ οἱ ἕνδεκα τοσαύτας μυριάδας ἐσαγήνευσαν· νῦν ὅτε ἡ θάλαττα, καὶ ἡ οἰκουμένη, καὶ ἡ ἀοίκητος χώρα, καὶ πόλεις, καὶ πάντα τὰ πέρατα τῆς εὐσεβείας ἐμπέπλησται, τότε ἐλπίζεις αὐτῆς κρατῆσαι; Ἀλλ' οὐ δύνασαι· ὁ Χριστὸς γὰρ ἀπεφήνατο· Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Εὐκολώτερον τὸν οὐρανὸν ἀφανισθῆναι, καὶ τὴν γῆν ἀπολέσθαι, ἢ τὴν Ἐκκλησίαν τι παθεῖν. Αὐτὸς ὁ Χριστός· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
Καὶ καλῶς· ὁ γὰρ λόγος τοῦ Θεοῦ, αὐτοῦ τοῦ οὐρανοῦ δυνατώτερος· ὁ γὰρ οὐρανὸς ἔργον τοῦ λόγου. Εἶπεν ὁ Θεὸς, Γενηθήτω οὐρανός· καὶ ὁ λόγος ἔργον ἐγένετο. Ἔτρεχεν ἡ φύσις, καὶ τὸ κωλύον οὐδέν. Καὶ γὰρ ∆εσπότης ἦν τῆς φύσεως, καὶ τοιαύτην ποιῆσαι, καὶ τοιαύτην μεταβαλεῖν. Ἐγὼ αὐτὴν ᾠκοδόμησα ὁ τοὺς οὐρανοὺς στήσας· ἀλλ' ὑπὲρ οὐρανοὺς σῶμα οὐκ ἂν ἔλαβον, ἵνα μάθῃς ὅτι καὶ οὐρανοῦ καὶ ἀγγέλων καὶ πάσης τῆς κτίσεως ἡ Ἐκκλησία τιμιωτέρα. ∆ιὰ τοῦτο Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Παρέστω ὁ Ἰουδαῖος, παρέστω ὁ Ἕλλην. Εἰ κόμπος τὰ ῥήματα, ἐλεγχέτω· εἰ δὲ ἀλήθεια τὰ εἰρημένα, προσκυνείτω τὴν δύναμιν. Εἶπεν ὁ Χριστός· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Τί δέ ἐστιν, οἱ λόγοι αὐτοῦ; Προχειρίσωμεν ἐν μέσῳ, ἴδωμεν μὴ διέπεσαν. Οὐκ ἀμφιβάλλων λέγω, ἀλλὰ τὸν αἱρετικὸν ἐπιστομίζων. ∆ιὰ τοῦτο, Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Ποῖοι λόγοι; Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐπὶ ταύτῃ τῇ πέτρᾳ. Οὐκ εἶπεν, Ἐπὶ τῷ Πέτρῳ· οὔτε γὰρ ἐπὶ τῷ ἀνθρώπῳ, ἀλλ' ἐπὶ τὴν πίστιν τὴν ἑαυτοῦ Ἐκκλησίαν ᾠκοδόμησε. Τί δὲ ἦν ἡ πίστις; Σὺ εἶ ὁ Χρι στὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Πέτραν τὴν Ἐκκλησίαν ἐκάλεσε, δεχομένην κύματα, καὶ μὴ σαλευομένην. Καὶ γὰρ ἡ Ἐκκλησία δέχεται πειρασμοὺς, ἀλλ' οὐ νικᾶται. Τί οὖν ἐστιν, Ἐπὶ τῇ πέτρᾳ; Ὁμολογία ἐπὶ τοῖς ῥήμασιν. Οὐ λίθους βάλλεις; οὐ ξύλα; οὐ σίδηρον; Οὐχὶ, φησίν· οὐ γάρ ἐστιν οἰκοδομὴ τοιαύτη, ἣ, οἵα ἂν ᾖ, τῷ χρόνῳ λύεται· ὁμολογίαν δὲ οὔτε δαίμονες νικῆσαι δύνανται. Καὶ μαρτυροῦσιν οἱ μάρτυρες, οἱ τὰς πλευρὰς ξεόμενοι, καὶ τὴν πίστιν οὐκ ἀπολλύντες. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. Ὁ τοῖχος διορύττεται, καὶ ὁ θησαυρὸς οὐ συλᾶται· ἡ σὰρξ δαπανᾶται, καὶ ἡ πίστις οὐκ ἀναλίσκεται· τοιαύτη τῶν μαρτύρων ἡ δύναμις. Ἐπὶ γὰρ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Προσέχετε τῇ ἀκριβεία τοῦ ῥήματος. Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
∆ιὰ τί γὰρ, φησὶ, μὴ κωλύει τοὺς πειρασμοὺς τῇ Ἐκκλησίᾳ προσέρχεσθαι; Οὐχ ἵνα δείξω μου τὴν δύναμιν; Ἂν μή τις αὐτὴν πολεμήσῃ, ἔχουσιν εἰπεῖν· Εἰ ἐπολεμήθη, ἐνικᾶτο. ∆ιὰ τοῦτο ἀφίησιν αὐτὴν πολεμηθῆναι, ἵνα μὴ τῇ ἐρημίᾳ τῶν πολεμούντων τὰ τῆς νίκης ἐπιγράφηται. Καὶ πύλαι ᾅδου, οὐκ εἶπεν, Οὐ προσβάλωσιν αὐτῇ, ἀλλ', Οὐ κατισχύσουσιν αὐτῆς· πολεμηθήσεται μὲν, οὐ νικηθήσεται δέ. Χειμάζεται ἡ Ἐκκλησία, ἀλλ' οὐ καταποντίζεται· κλυδωνίζεται, ἀλλ' οὐ γίνεται ὑποβρύχιος· δέχεται βέλη, ἀλλ' οὐ δέχεται τραύματα· δέχεται μηχανήματα, ἀλλ' ὁ πύργος οὐ σαλεύεται. Καὶ τί λέγω ἡ Ἐκκλησία; Ἕνα λόγον ἐφθέγξατο ὁ ἁλιεὺς, καὶ ἕστηκεν ὡς πύργος ἄσειστος. Πόσοι τύραννοι ἐφιλονείκησαν ἀφανίσαι τὸ ῥῆμα τοῦτο, ἀλλ' οὐκ ἴσχυσαν; Ἐπὶ γὰρ τῇ πέτρᾳ τεθεμελίωτο. Ἐννόη σον· τύραννοι, βασιλεῖς, διαδήματα, ξίφη ἠκονημένα, θηρίων ὀδόντες, θάνατοι ἀπειλούμενοι, τήγανα, κάμινοι. Καὶ μὴν τὴν βελοθήκην αὐτοῦ ἐξεκένωσεν ὁ διάβολος, τὴν δὲ Ἐκκλησίαν οὐκ ἔβλαψε. ∆ιὰ τί; Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Πόσοι ἐξ ἀρχῆς ἐπολέμησαν τὴν Ἐκκλησίαν; ποῦ οἱ πολεμήσαντες; Σεσίγηνται, καὶ λήθῃ παραδίδονται· ἡ Ἐκκλησία ἀνθεῖ. Ποῦ Κλαύδιος; ποῦ Αὔγουστος; ποῦ Νέρων; ποῦ Τιβέριος; Ὀνόματά εἰσι ψιλά· τούτων δὲ οὐδεὶς μέμνηται. Ἐπειδὴ τὴν Ἐκκλησίαν ἐπολέμησαν, καὶ τὴν μνήμην ἀπώλεσαν· ἡ δὲ Ἐκκλησία ὑπὲρ τὸν ἥλιον λάμπει. Ὅπου δ' ἂν ἀπέλθῃς, εἰς Ἰνδοὺς, εἰς Μαυροὺς, εἰς Βρετανοὺς, εἰς τὴν οἰκουμένην, εὑρήσεις, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ βίον ἐνάρετον. Πρὸ γὰρ τούτου καὶ πόλεις ἐν ἀσεβείᾳ πεπληρωμέναι· νῦν δὲ καὶ ἡ ἔρημος εὐσεβείας ἐμπέπλησται. Πρὸ τούτου καὶ βασιλίδες ὠρχοῦντο· γενεσίων δὲ γενομένων Ἡρώδου ὠρχήσατο ἡ θυγάτηρ Ἡρωδιάδος· σήμερον δὲ θεράπαινα οὐ καταξιοῖ τοῦτο ποιῆσαι. Πρὸ τούτου Πέρσαι μητέρας ἐγάμουν· σήμερον παρθενίαν ἀσκοῦσι.
Πρὸ τούτου Γότθοι πατέρας ἀπέκτειναν· σήμερον τὸ αἷμα αὐτῶν ὑπὲρ εὐσεβείας ἐκχύειν σπουδάζουσι. Πρὸ τούτου καὶ ἰδιῶται ἀσεβεῖς· σήμερον καὶ βασιλεῖς εὐσεβεῖς, καὶ δῆμοι. Ὁ παρὼν βασιλεὺς διάδημα ἀποθέμενος, καὶ λαβὼν σταυρὸν, ἐν ἀώρῳ ἡλικίᾳ, πεπολιωμένην δὲ σοφίαν ἐνδεικνύμενος, ἐν ἐκκλησίᾳ βασιλείαν οὐκ ἐπιγινώσκων· ἔξω δόρατα, καὶ ἐνταῦθα μυστήρια· ἔξω ἀσπίδες, καὶ ἐνταῦθα μυσταγωγίαι· Θεοδοσίου υἱὸς, καὶ ὁ πατὴρ Θεοδοσίου. Ὑπὲρ δὲ τούτων εὐχαριστήσωμεν τῷ Θεῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.