Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου

In annuntiationem sanctissimae deiparae / На Благовещение Пресвятой Богородицы

In annuntiationem sanctissimae deiparae Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου.

Βασιλικῶν μυστηρίων ἑορτὴν ἑορτάσωμεν σήμερον· ἡ σύμπασα κτίσις ἀγάλλεται συναχθεῖσα. Οὐρανὸς δὲ ἀστέρων ἐχειραγώγει τοὺς εἰς τὴν πανήγυριν σπεύδοντας· γῆ διὰ τῶν ποιμένων εἰς τὴν προσκύνησιν ἔτρεχεν· Ἡσαΐας γοργῷ προφητείας τῷ βήματι ἐβάδιζεν, ἵνα ὑποδείξῃ τῇ πανηγύρει τὴν παρθένον· Ἱερεμίας παραιτούμενος, ἀλλ' αὐτὸν τὸν ∆εσπότην ὑποδεικνύων αὐτῆς τῆς πανηγύρεως λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν. Ζαχαρίας χαρὰν φέρων τοῖς πανηγυρισταῖς κατέτρεχε, ∆εσποτικῆς παρουσίας ἐμφανίζων τὸ πρόσταγμα· Χαῖρε, λέγων, θύγατερ Σιών· ἰδοὺ γὰρ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Μαρία καὶ Ἰωσὴφ, ἐν τῇ φάτνῃ προθήκῃ πολυτίμητον μαργαρίτην προέθηκαν· οἱ μάγοι ἰδόντες καὶ θαμβηθέντες ἐπὶ τῷ κάλλει τῆς φύσεως, τοῦτον τῷ Ἡρώδῃ ὡς ἄξιον βασιλέα ἐμήνυσαν.

Ὁ δὲ ἀκούσας, καὶ δόλῳ κρύψας θανατηφόρον προσκύνησιν, τοῦ ἰδεῖν τὸν μαργαρίτην ἐσπούδασεν· ἀλλ' ἐπειδὴ ἀνάξιος ἦν, τοῦ ποθουμένου ἀπέτυχε· κἀκεῖνος ὡς ἐμπαιχθεὶς, ἐσ κέπτετο τί πράξει. Ἄγγελοι δὲ ἀσωμάτων φύσεων ἐν τῇ πανηγύρει χορεύοντες ἔλεγον· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Ὢ τοῦ ξένου καὶ παραδόξου θαύματος· πᾶσαν γλῶτταν νικᾷ τῆς ἑορτῆς ἡ ὑπόθεσις τοῦ εἰπεῖν τὰ τῆς Μαρίας ἐγκώμια, πρὸς ἣν ἀποσταλεὶς ὁ ἄγγελος ἐβόα· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ἡ δὲ διαναστᾶσα, πλαγίῳ τῷ ὀφθαλμῷ τὸν λέγοντα ἐπεσκόπευσε· καὶ ἐπὶ μὲν τῇ θέᾳ τῆς ὄψεως ἐξενίζετο, τοὺς δὲ λόγους ἐν τῇ ἑαυτῆς διανοίᾳ ἐστάθμιζε, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος, λέγουσα· Ὦ ξένε, ξένῃ φωνῇ ξενίζεις φθεγγόμενος. Ἢ ἀγνοεῖς τὴν τῶν προσαγορευόντων συνήθειαν, ἢ δοκιμάζεις με, εἰ εὐάλωτος τυγχάνω; Τὸ μὲν, Χαῖρε, πάντων τῶν προσαγορευόντων κοινόν· τὸ δὲ Κεχαριτωμένη, ξένον, μάλιστα ταῖς ἐπαγγελλομέναις θεοσέβειαν ἐν σεμνότητι βίου. Ὅθεν αὐστηρῷ τῷ προσώπῳ καὶ ὀργίλῳ τῷ βλέμματι ἐπαπειλησαμένη, ἐδίωξε τὸν εἰπόντα· Ἄπιθι, ἄπιθι, ἄνθρωπε, ἐκ προθύρων ἐμῶν· ἐκ προοιμίων ἐλήλυθας· οὐκ ἀρέσκεις μοι νομίζων. Συλαγωγῆσαί με θέλεις, ὡς Εὔαν τὴν ἐκ γένους μητέρα· οὐ νικήσεις κάλλος ἐμῆς ὄψεως, οὐ συνείδησιν, ἣν ἔχω πρὸς πένητα μνηστῆρα ἐμόν. Πρὸ τοῦ ἐλθεῖν ὁ γέρων, τοῦ οἴκου μου ἀπόδραθι· κατάλιπε τὰ ἐνταῦθα, μὴ αἰτιάσηταί σε ὁ πρεσβύτης· ζηλότυπος γάρ ἐστιν. Ἀναχωρεῖν συμφέρει σοι· ἐὰν γὰρ ἴδῃ σε λαλοῦντα, καὶ ἐπαγγελλόμενόν μοι τὰ τοιαῦτα, καὶ τῇ ἀνθρωπίνῃ φύσει ἀχώρητα, καὶ σεαυτῷ προξενήσεις θλῖψιν, καὶ ἐμοὶ πένθος καὶ δάκρυα. Ὁ δὲ τὸ, Χαῖρε, κεχαριτωμένη, ἀπαραιτήτως ἐφθέγγετο. Θεωρήσασα δὲ ἡ παρθένος τὴν ἐπιμονὴν τοῦ παρόντος, παρεφήπλωσε τὴν ἀκοὴν, ἀκριβέστερον βουλομένη μαθεῖν τοῦ εἰπόντος τὴν σπουδὴν, καὶ τὸ, Χαῖρε, κεχαριτωμένη, ἀκούσασα, μετὰ ταῦτα ἐξεδέχετο. Ὁ δὲ ἐπάγει, Ὁ Κύριος μετὰ σοῦ. Μόνον δὲ ἤκουσεν ἡ παρθένος τὸ, Ὁ Κύριος μετὰ σοῦ, καὶ ἐσώτερον ἐκάλει τὸ τάχος τὸν εἰπόντα. Τὸν Κύριον, φησὶν, ἐνήνοχας μετὰ σεαυτοῦ, ἐσώτερον εἴσελθε, καὶ δι' ὃ παραγέγονας, τὸ τάχος διήγησαι. Καὶ ὁ ἄγγελος· Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· οὗτος ἔσται μέγας, Θεὸς ἰσχυρὸς, ἄρχων εἰρήνης, ἐξουσιαστὴς, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ ἡ παρθένος· Οὔπω οἱ γάμοι, οὔπω ὁ νυμφών· καὶ ἤδη ὁ τοκετός; Οὐκ ἔχεις, τί πράξεις. Εἰ χρῄζεις τινὸς ὡς ξένος, λαβὼν πορεύου, καὶ μὴ ἀκαίρως ὃ οὐκ οἶδας προφήτευε. Ὅμως εἰ καὶ συλλήψομαι υἱὸν, πάντως ἐκ τοῦ Ἰωσήφ. Καὶ ὁ ἄγγελος, Μὴ ἀπατῶ· Οὗτος ἔσται μέγας. Καὶ ἡ παρθένος· Ποῖος μέγας; ὁ μνήστωρ μου πένης ὑπάρχει, κἀγὼ λίαν πτωχή· κτήματα οὐχ ὑπάρχει μοι, χρημάτων ὑστερούμεθα, τῷ γένει οὐκ εὔσημοι, καὶ μετὰ ταῦτα εἰς ἀπογραφὴν ἑλκόμεθα. Πάντως ὁ συντελεστὴς συντελέσει τὰ δίδραχμα· καὶ λέγεις, Ἔσται μέγας; Παῦσαι, παῦσαι τοιαῦτα ὑπισχνούμενος. Καὶ ὁ ἄγγελος· Οὐ πιστεύεις τῷ ἥττονι; τὸ μεῖζον, κἂν μὴ θέλῃς, κατάδεξαι· Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ ἡ παρθένος· Ἄρτι τοῦ οἴκου μου ἔξελθε, μὴ ἀκούσῃ ὁ Ἰωσὴφ, καὶ ἀναγγελῇ τοῖς ἱερεῦσι, καὶ ὁ στερισκόμενος συζυγίας σκεπάρνῳ ἀποτέμῃ τὸν τράχηλόν σου, ἐπειδὴ ἐγγύς μοι λαλεῖς καὶ ἐν προθύροις κέλλης ἐμῆς. Ἐξ οὐρανοῦ νυμφίον ἐπαγγέλλῃ μοι φέρειν; καὶ ποία φύσις ἐν οὐρανῷ ἐπιθυμητικὴ γάμου ἐστί; Πάντα τὰ ἐπουράνια πνεύματα, ἀσώματα ὑπάρχει· πῶς οὖν τὰ ἀσώματα μιγήσεται σώμασι; Καὶ ὁ ἄγγελος· Ἐκ σώματος καὶ ἀσωμάτου Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ ἡ παρθένος· Πόθεν οὖν ἕξει πατέρα, ὡς λέγεις, ὁ ἐξ ἐμοῦ μέλλων τίκτεσθαι; Καὶ ὁ ἄγγελος· Τοῦτο γάρ ἐστι, παρθένε, τὸ λίαν παράδοξον, ὅτι ἄνδρα οὐ γνώσῃ, καὶ τέξῃ ὃν λέγω σοι, καὶ ὀρφανὸς ὁ παῖς οὐχ εὑρεθήσεται· καὶ ἐκ μήτρας σῆς ἐξελεύσεται, καὶ τὸν πυλῶνα οὐ παραθλίψει, καὶ τὸ εἶναι παρθένος οὐκ ἀπολέσεις, καὶ θηλάσεις τὸ ἐκ σοῦ γεννώμενον, καὶ ἐν ἀγκάλαις βαστάσεις τὸ βρέφος, καὶ ἐπὶ τῶν Χερουβὶμ αὐτὸν καθεζόμενον βλέψῃ. Τούτῳ ἐκ σοῦ γεννωμένῳ ∆ώσει Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ ἡ παρθένος· Ὡς οὐ θέλεις, λαλῶν πέπτωκας. Τὸ σὸν στόμα σου κατηγορεῖ, καὶ τὰ χείλη σου γεγένηταί σοι ἔλεγχος· πρὸ βραχέος γὰρ ἔλεγες, Υἱὸς Ὑψίστου κληθήσεται ὁ γεννώμενος· καὶ ἄρτι λέγεις, Υἱὸς ∆αυΐδ· τίς ὁ λόγος οὗτος; Ὅταν θέλῃς, τὴν ἐμὴν διάνοιαν εἰς οὐρανοὺς ἀνάγεις· ὅταν δὲ βούλῃ πάλιν, εἰς τὴν γῆν κατάγεις. Ποίῳ πιστεύσω ῥήματι; τῷ πρώτῳ, ἢ τῷ δευτέρῳ; Λέγεις γὰρ, ∆ώσει Κύριος αὐτῷ τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

Οὐδεὶς βασιλέων ὑπῆρξεν ἀθάνατος, οὐδεὶς τὸ κοινὸν τέλος ἐξέφυγε· πάντας μεθίστησι θάνατος, ὡς δεσπότης· πάντας λογοθετοῦσιν οἱ σκώληκες· οὐδεὶς βασιλέων τὸν τοῦ ᾅδου πυλῶνα διέφυγε· πάντας κρατεῖ, πάντας ἐν τάφοις φρουρεῖ· οὐδεὶς ἐκείνου ὑπερήλατο δίκτυα, οὐδεὶς τὰς ἐκείνου παγίδας ἐξέφυγεν· οὐ Σαοὺλ ὁ πρῶτος ἐγκαινίσας τὸ τῆς βασιλείας διάδημα· οὐ ∆αυῒδ ὁ ὑπὸ κέρατος φανερωθείς· οὐ Σαμουὴλ ὁ τῶν βασιλέων πατὴρ, ὁ δι' ἐλαίου γνωρίζων τὸν ἄξιον, καὶ ἀπωθούμενος τὸν ἀνάξιον· οὐχ ὁ Σολομὼν ὁ σοφώτατος, ὁ διὰ μαχαίρας ἐλέγξας τῆς πόρνης τὰ ψεύσματα· οὐκ Ἐζεκίας, ὁ δάκρυσιν ἀνατρέψας θανάτου ἀπόκρισιν. Καὶ πῶς ὁ ἐμὸς υἱὸς βασιλεύσει εἰς τοὺς αἰῶνας; Καὶ ὁ ἄγγελος· Τοῦτο γάρ ἐστι, Μαρία, τὸ ξένον μυστήριον, ὅτι πάντες ἀπέθανον, καὶ ὁ σὸς υἱὸς νικήσει τὸν θάνατον, νεκροὺς ἐγερεῖ, καὶ θανόντας ἀναστήσει μνημεῖα ἀνοίξει, ταρτάρου κλεῖθρα συντρίψει, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἀναστήσει· ἐκ γὰρ ἀθανάτου ὁ ἀθάνατος γεννηθεὶς, θανατώσει τὸν θάνατον διὰ τοῦ οἰκείου θανάτου. ∆ιὸ μηκέτι ἀπιστήσῃς, ἵνα μὴ ὑπὸ ἔγκλημα γένῃ. Περὶ οὗ γὰρ λέγω σοι, ἤδη εἰς τὴν σὴν κοιλίαν διὰ τῆς σῆς ἀκοῆς εἰσπεπήδηκε, τῆς σῆς γαστρὸς ἐπιτελῶν τὰ ἐγκαίνια. Καὶ ἡ παρθένος· Ἵνα τούτοις συνθῶμαι, τὸ πρῶτόν με πληροφόρησον, πῶς καὶ Υἱὸς Ὑψίστου, καὶ υἱὸς ∆αυῒδ ὁ ἐξ ἐμοῦ μέλλων, ὡς λέγεις, τίκτεσθαι καὶ ὑπάρχειν ἀπάτορα· καὶ πῶς τοὺς δύο πατέρας ἐκήρυξας; Καὶ ὁ ἄγγελος· Πρῶτον μάνθανε, καὶ οὕτως ἀντίλεγε· ὅταν σοι εἴπω, Υἱὸς Ὑψίστου, τὸν πρὸ αἰώνων ἀπαθῶς γεννηθέντα ἐκ τοῦ Πατρὸς ἐμήνυσα· καὶ ὅταν σοι εἴπω, Υἱὸς ∆αυΐδ, διὰ τό σε εἶναι ἐκ πατρὸς ∆αυῒδ εἴρηκα. Λαβοῦσα οὖν τὴν πληροφορίαν, τοὺς λόγους μου φύλαττε· καὶ γὰρ ἐγὼ δοῦλός εἰμι ἐκείνου, ὃν μέλλεις τίκτειν. Ταῦτα εἰπὼν ὁ ἄγγελος τῇ παρθένῳ, κατέλειψεν αὐτήν. Καὶ παρ' ἑαυτῆς διελογίζετο λέγουσα· Ἀναγγελῶ τῷ Ἰωσὴφ, ἢ κρύψω μᾶλλον τὸ μυστήριον; Εἰ ἐψεύσατο ὁ ἐλθὼν τέως, καθ' ἑαυτῆς ἐρεθίζω τὴν γλῶτταν τοῦ γέροντος.

Καὶ ὡς ταῦτα ἐσκέπτετο ἡ παρθένος, ἡ κοιλία ὀγκουμένη προέκοπτε, καὶ τὸ βρέφος ἔνδον ἐχόρευε. Μαρία δὲ περὶ τούτου ἐσκέπτετο, καὶ μυρία παραπετάσματα τῇ γαστρὶ ἐπιβαλοῦσα, τὸν Ἰωσὴφ λανθάνειν ἠβούλετο· ἀλλ' οὐκ ἠδύνατο κρύψαι πόλιν ἐπάνω ὄρους κειμένην. Τὸν Ἰωσὴφ ἔνυξεν ἡ δεῖξις τῆς κοιλίας, καὶ λοξῷ τῷ ὀφθαλμῷ τῆς παρθένου τὴν κοιλίαν ἐστάθμιζε. Καὶ ὑβρίζειν ἤθελε, καὶ σιωπᾷν ἠναγκάζετο· ὑβρίζειν ἤθελεν, ὡς πεπρακυῖαν τὰ τῆς παρθενίας κειμήλια· καὶ ὁ πρῶτος βίος διεκώλυε. Λοιπὸν τὴν ἰδίαν ψυχὴν ταῖς θλίψεσιν ἐβασάνιζεν· Οἴμοι, λέγων, τί ποιήσω ἐγώ; ἡ ὄψις παρθένου, ἡ κατάστασις παρθένου, οἱ ὀφθαλμοὶ παρθένου, ὁ γέλως παρθένου· καὶ ἡ κοιλία οὐ παρθένου, ἀλλὰ μητρός· ὁ λόγος παρθένου· οἴμοι, οἴμοι· οὐ φέρω λοιπὸν ὁρῶν. ∆ημηγορήσω λοιπὸν τὸ πρᾶγμα, ἐλέγξω τὴν Μαρίαν; Ἡ γὰρ αἰσχύνη κοινή. Βοήσω μετὰ κραυγῆς, μήπως τοῦ ἀσπόρου παιδὸς κληθῶ πατήρ;

Οὐδεὶς τῆς κόρης κατήγορος, ἐπειδὴ οὐκ ἔχει ὁ κυοφορούμενος τὸν παιδοσπορήσαντα. Τάχα μοι καὶ τὸ σιωπᾷν καὶ τὸ λαλεῖν ἐστιν ἐπικίνδυνον. Τί οὖν ποιήσω; καλέσας ἐρωτήσω, ἢ πρὸ ἐρωτήσεως δείξω; Ἀλλ' ἡ γραφὴ μαρτυρεῖ· ἐλέγξω μᾶλλον. Μὴ οὐκ ἐποίησε; Καλέσας οὖν αὐτὴν αὐστηρῷ τῷ προσώπῳ, κριτὴς τοῦ ἐν κοιλίᾳ κριτοῦ ἐκαθέζετο. Λέγε μοι, φησὶ, μετὰ ἀκριβείας τὸ γέγονός σοι· μὴ κρύψῃς με τὸ συμβάν σοι· οὐδεὶς ὁ παρὼν τῶν λόγων ἀκροατής· οἶδα φυλάττειν μυστήρια· οὐδεὶς μανθάνει τὸ πρᾶγμα, μόνον με πληροφόρησον. Πόθεν τοῦτο ὑπάρχει τὸ ὁρώμενον ἐν σοί; τὸν τούτου πατέρα ὑπόδειξόν μοι, καὶ ἐλευθερῶ σε τοῦ πταίσματος· συγγνώμης γὰρ ἀξιωθήσῃ, ὡς ἐν ἐπιθυμίᾳ νικηθεῖσα γυνή. Καὶ ἡ παρθένος πρὸς αὐτὸν ἀπεκρίνατο· Εἰ πατέρα τούτου ζητεῖς, εὑρήσεις οὐδέποτε· εἰ δὲ καὶ ὀρφανὸν νομίσεις, καὶ τούτου ἀπέτυχες. Καὶ ὁ Ἰωσήφ· Οὐδὲν ψεύσασθαι, Μαρία, δεδύνησαι· πῶς γὰρ δύναται ὀρφανὸν μὴ εἶναι καὶ πατέρα μὴ ἔχειν; Καὶ ἡ παρθένος· Εἰ δὲ ζητεῖς τίς, Ἰωσὴφ (ἀγνοεῖς γὰρ), ἐὰν εἴπω σοι τὸ ἀληθὲς, οὐ πιστεύομαι. Κοιλίαν βλέπεις, καὶ τὸν κρυπτόμενον Κύριον οὐχ ὁρᾷς· γαστέρα κατανοεῖς, καὶ οὐ λογίζῃ τὸν ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐκ Πατρὸς γεννηθέντα, καὶ ἐν ἐμοὶ αὐλιζόμενον.

Εἰ εἴπω σοι, ὃ εἶπέ μοι ὁ ἄγγελος, ἐρεῖς, ὅτι Ἑαυτῇ μαρτυρεῖς, καὶ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Καὶ ὁ Ἰωσήφ· Φέρε τοὺς ἀκηκοότας, δὸς τοὺς παρεστῶτας, ἄγαγε ἀληθεύοντας μάρτυρας. Καὶ ἡ παρθένος ἔφη· Εἰ ταῦτα ζητεῖς, εὑρήσεις οὐδέποτε· εἷς γὰρ δι' ἑνὸς πρὸς μίαν ἀπεσταλμένος διὰ μόνης καταμόνας ἐλάλησεν· οὐδεῖς παρῆν· ἐπεὶ οὐδεὶς ἔμελλεν εἶναι τοῦ τικτομένου πατήρ. Ὡς δὲ ἠπιστεῖτο ἡ παρθένος, ὑπονοήσασα λοιπὸν εἰς ἕτερον λογισμὸν ἦλθε Μαρία, λέγουσα· Ἡ γαστήρ με προδίδωσιν, ὁ παῖς μου κατηγορεῖ ἐν κοιλίᾳ ἀγαλλόμενος· τί οὖν καθ' ἑαυτῆς ἐπὶ πλεῖον ἐρεθίζω τὸν Ἰωσήφ; Πνίξω τῇ σιωπῇ τὰ χείλη μου, καὶ πρὸς τὸν ἄγγελον ἀοράτως δικάσομαι· Ποῦ τὰ νῦν ὑπάρχεις, ὁ τὸ, Χαῖρε, κεχαριτωμένη, φθεγγόμενος; ἐν ποίοις τόποις αὐλίζῃ; εἰπὲ, ἵνα ἐκεῖ παραγένωμαι, καὶ κρεμασθῶ τῷ τραχήλῳ σου, μέχρις ἐλθὼν πληροφορήσεις τὸν Ἰωσὴφ, τίνος υἱὸς ὁ ἐμῆς κοιλίας κοιτῶνα σκιρτοβατῶν. Οὐ φέρω τὸν πρεσβύτην ὑπιδόντα, γογγύζοντα· καὶ σὺ ποίῳ τόπῳ χρονίζεις ἀγνοῶ· ἐλθὲ, καὶ ὑπὲρ ἐμοῦ δικαιολόγησαι. Ταῦτα τῆς Μαρίας λεγούσης, τὸ τάχος ὁ ἄγγελος πρὸς τὸν Ἰω σὴφ παραγίνεται, καὶ πληροφορήσας τὸ ἐκβαλεῖν τὴν παρθένον ἐκώλυε, Μὴ φοβηθῇς, λέγων τῷ Ἰωσὴφ, παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου· οὐ γάμου κοινωνίαν, ἀλλὰ θεϊκῶν μυστηρίων οἰκονομίαν σοι λέγω. Ἀλλὰ πατὴρ οὐχ ὑπάρχεις; Ἐν γῇ πατέρα μὴ ζητήσῃς, μήτε ἐν οὐρανοῖς μητέρα. Πάσης ὀρφανίας ἡ φύσις ἀπήλλακται· μόνος γὰρ ἐκ μόνου καταμόνας πρὸ αἰώνων ὑπάρχει. Νῦν μόνος ἐκ μόνης, ὡς οἶδε μόνος. Μὴ ὀλιγοψυχήσῃς τὴν Μαρίαν, μὴ λυπήσῃς τὸ ἐκ Μαρίας· μὴ ζητήσῃς τὸ πῶς, μήποτέ σε ἀδικήσῃ τὸ βρέφος· μὴ περιεργάσῃ τὴν θήκην, μήποτε ζημιωθῇς τὴν ἐνθήκην.

Ἀμόλυντον τὸ σκεῦος, ἄσπιλον τὸ κειμήλιον, ἀθόλωτος ὁ ἀλάβαστρος, ἄσπορος ὁ τόκος, ἀνύμφευτος ἡ κόρη, ἀθαλάμευτος ἡ παρθένος, ἀλατόμητος ἡ πέτρα, κεκλεισμένος ὁ κῆπος, ἡ πηγὴ ἐσφραγισμένη, ἄσπορος ἡ χώρα, ἀφύτευτον τὸ κλῆμα, ἀνεπινόητος ὁ τόκος. Εἰ δὲ ἀπιστεῖς μοι τῷ λέγοντι, τὸν καιρὸν τῆς κυήσεως ἔκδεξαι. Καὶ ἐὰν δακρύσῃ ἢ στενάξῃ ἡ Μαρία, ὡς αἱ λοιπαὶ γυναῖκες, ἄνθρωπός ἐστι, καὶ οὐ Θεὸς, ὁ ἐκ Μαρίας γεννώμενος. Καὶ ὁ Ἰωσὴφ εἶπεν· Εἰ ταῦτα οὕτως ἔχει, καθὼς προέφης, ὦ ἀρχάγγελε, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Καὶ ὁ ἄγγελος εἶπεν· Εἰ θέλεις μαθεῖν, τὸ τάχος διδάχθητι· ἐπειδὴ Κύριος εἶπε πρὸς τὸν γεννώμενον, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать