Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν εὐαγγελισμὸν τῆς μακαρίας παρθένου

In annuntiationem beatae virginis / На Благовещение блаженной Девы

In annuntiationem beatae virginis ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ Τῆς ὑπερενδόξου ∆εσποίνης ἡμῶν Θεοτόκου.

Πάλιν χαρᾶς εὐαγγέλια, πάλιν ἐλευθερίας μηνύματα, πάλιν ἀνάκλησις, πάλιν ἐπάνοδος, πάλιν εὐ φροσύνης φωνὴ, πάλιν δουλείας ἀπαλλαγή· ἄγγελος μετὰ παρθένου λαλεῖ, ἐπειδὴ καὶ γυναικὶ ὡμίλησεν ὁ ὄφις. Τῷ μηνὶ τῷ ἕκτῳ, φησὶν, ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ πρὸς παρθένον μεμνηστευμένην ἀνδρί. Ἀπεστάλη Γαβριὴλ τὴν παγκόσμιον μηνῦσαι σωτηρίαν· ἀπεστάλη Γαβριὴλ, φέρων τῷ Ἀδὰμ ὑπογραφὴν ἀνακλήσεως· ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον, ἵνα τὴν ἀτιμίαν τοῦ θήλεος εἰς τιμὴν μεταβάλλῃ· ἀπεστάλη Γαβριὴλ, ἄξιον εὐτρεπίσαι τῷ καθαρῷ νυμφίῳ τὸν θάλαμον· ἀπεστάλη Γαβριὴλ νυμφεύσασθαι τὸ πλάσμα τῷ πλάσαντι· ἀπεστάλη Γαβριὴλ πρὸς τὸ ἔμψυχον τοῦ βασιλέως τῶν ἀγγέλων παλάτιον· ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην μὲν τῷ Ἰωσὴφ, τηρουμένην δὲ τῷ Υἱῷ· ἀπεστάλη δοῦλος ἀσώματος πρὸς παρθένον ἀμόλυντον· ἀπεστάλη ὁ ἁμαρτίας ἐλεύθερος πρὸς τὴν φθορᾶ, ἀνεπίδεκτον· ἀπεστάλη λύχνος μηνῦσαι τὸν ἥλιον τῆς δικαιοσύνης· ἀπεστάλη ὄρθρος προτρέχων τοῦ φωτὸς τῆς ἡμέρας· ἀπεστάλη Γαβριὴλ δηλῶν τὸν ἐν κόλποις τοῦ Πατρὸς, καὶ ἐν ἀγκάλαις τῆς μητρός· ἀπεστάλη Γαβριὴλ, δεικνὺς τὸν ἐν θρόνῳ καὶ ἐν σπηλαίῳ· ἀπεστάλη στρατιώτης, βοῶν τὸ τοῦ βασιλέως μυστήριον· μυστήριον γνωριζόμενον πίστει, οὐκ ἐρευνώμενον πολυπραγμοσύνῃ· μυστήριον προσκυνούμενον, οὐ ζυγοστατούμενον· μυστήριον θεολογούμενον, οὐκ ἐρευνώμενον· μυστήριον ὁμολογούμενον, οὐ μετρούμενον. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον.

Ποῖον ἕκτον μῆνα λέγει; ποῖον; Ἀφ' οὗ ἐδέξατο Ἐλισάβετ τὰ εὐαγγέλια, ἀφ' οὗ τὸν Ἰωάννην συνέλαβε. Πόθεν τοῦτο δῆλον; Ἑρμηνευέτω αὐτὸς ὁ ἀρχάγγελος, πρὸς τὴν παρθένον λέγων· Ἰδοὺ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱόν· καὶ οὗτος μὴν ἕκτος αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Τῷ μηνὶ τῷ ἕκτῳ. Ἕκτος μὴν τῆς συλλήψεως τοῦ Ἰωάννου. Ἔδει γὰρπροφθάσαι τὸν στρατιώτην, ἔδει προλαβεῖν τὸν δορυφόρον, ἔδει προοδοποιῆσαι τὸν μηνυτὴν τῆς ∆εσποτικῆς παρουσίας. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, οὐ συνημμένην· μεμνηστευμένην μὲν, τηρουμένην δέ. ∆ιὰ τί μεμνηστευμένην; Ἵνα μὴ τάχιον μάθῃ ὁ Λῃστὴς τὸ μυστήριον. Ὅτι μὲν γὰρ διὰ παρθένου ἥξει ὁ Βασιλεὺς, ᾔδει ὁ Πονηρός· τῶν γὰρ Ἡσαΐου καὶ αὐτὸς ἠκούσατο φωνῶν, τὸ, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· καὶ ἕκαστα εἰκότως παρετήρει τῆς παρθένου τὰ προφθέγματα, ἵν', ὅπου νοήσει ὅτι πληροῦται τὸ μυστήριον τοῦτο, ἐξαρτύσῃ τὸν ψόγον. ∆ιὰ τοῦτο ὁ ∆εσπότης διὰ μεμνηστευμένης ἐλήλυθεν· ἡ γὰρ μνηστευθεῖσα λοιπὸν κατηγγυᾶτο. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ.

Ἄκουσον τί περὶ τοῦ ἀνδρὸς τούτου καὶ τῆς παρθένου ὁ προφήτης φησί. ∆οθήσεται τὸ ἐσφραγισμένον βιβλίον ἀνδρὶ εἰδότι γράμματα. Τί τὸ ἐσφραγισμένον βιβλίον, ἢ πάντως ἡ ἀμόλυντος παρθένος; Παρὰ τίνων δοθήσεται; Παρὰ τῶν ἱερέων δηλονότι. Τίνι τοῦτο; Τῷ τέκτονι Ἰωσήφ. Οὗτος ὁ Ἰωσὴφ σεμνοῖς γάμοις προσομιλήσας πρότερον, καὶ γεννήσας υἱοὺς, ἀπεβάλλετο τὴν γαμετὴν, καὶ λοιπὸν διῆγεν ἐν σωφροσύνῃ, ἐκτρέφων τοὺς παῖδας ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἀμέλει γοῦν παρελθὼν εἰς τὸ κήρυγμα ὁ ἀπόστολος Παῦλος, καὶ ἕνα τῶν τούτου εὑρηκὼς υἱῶν, γράφει λέγων· Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου· οὐχ ὡς ἐκ τῆς παρθένου Μαρίας, ἀλλ' ἐκ τοῦ Ἰωσὴφ γεννηθέντα. Ἐπεὶ οὖνοἱ ἱερεῖς ὡς σώφρονι τῷ Ἰωσὴφ ἡρμόσαντο τὴν Μαρίαν, καὶ παρέθεντο αὐτὴν αὐτῷ, γάμου καιρὸν ἀναμένοντες· ἔμελλε δὲ οὗτος λαμβάνων τηρεῖν ἐν ἀφθαρσίᾳ τὴν παρθένον. Τοῦτο πόῤῥωθεν ὁ προφήτης προανεφώνησε· ∆οθήσεται, φησὶ, τὸ βιβλίον τὸ ἐσφραγισμένον ἀνδρὶ εἰδότι γράμματα, τουτέστι, γάμοις προσομιλήσαντι, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι. ∆ιὰ τί οὐ δύνασαι, ὦ Ἰωσήφ; Οὐ δύναμαι, φησὶν, ἀναγνῶναι· τὸ γὰρ βιβλίον ἐσφράγισται. Τίνι τηρούμενον; Τῷ δημιουργῷ τῶν ὅλων κατοικητήριον φυλαττόμενον. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον· πάντως που τοιαύτας ἐντολὰς δεξάμενος· ∆εῦρο, φησὶν, ὦ ἄγγελε, ὑπουργὸς γενοῦ φοβεροῦ μυστηρίου· ἀποκεκρυμμένῳ διακόνησον θαύματι, εἰς ἀναζήτησιν τοῦ πλανηθέντος Ἀδὰμ κατελθεῖν ὑπὸ τῶν ἐμῶν οἰκτιρμῶν ἐπείγομαι. Ἁμαρτία τὸν κατ' εἰκόνα τὴν ἐμὴν πλασθέντα ἐπαλαίωσε, τὸ τῶν ἐμῶν χειρῶν ἐσάθρωσε δημιούργημα, ἠμαύρωσεν ὅπερ ἔπλασα κάλλος· ὁ λύκος τὸ ἐμὸν θρέμμα κατανέμεται· ἔρημόν ἐστι τοῦ παραδείσου τὸ οἰκητήριον. Τὸ ξύλον τῆς ζωῆς ὑπὸ τῆς φλογίνης ῥομφαίας φυλάττεται, καὶ κέκλεισται τῆς τρυφῆς τὸ χωρίον. Ἐλεῶ τὸν πολεμηθέντα, καὶ συλλαβέσθαι τὸν πολέμιον βούλομαι. Λαθεῖν θέλω πάσας τὰς ἐν οὐρανῷ δυνάμεις, σοὶ μόνῳ θαῤῥῶ τὸ μυστήριον· πρὸς τὴν παρθένον Μαρίαν πορεύθητι, ἄπελθε πρὸς τὴν ἔμψυχον πύλην, περὶ ἧς ὁ προφήτης ἔλεγε· ∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, πόλις Θεοῦ.

Ἄπελθε πρὸς τὸν λογικόν μου παράδεισον· ἄπελθε πρὸς τὴν ἀνατολικὴν πόλιν· ἄπελθε πρὸς τὸ ἄξιον ἐμοῦ τοῦ Λόγου κατοικητήριον· ἄπελθε πρὸς τὸν δεύτερον ἐπὶ γῆς οὐρανόν· ἄπελθε πρὸς τὴν κούφην νεφέλην· μήνυσον αὐτῇ τῆς ἐμῆς παρουσίας τὸν ὄμβρον· ἄπελθε πρὸς τὸ ἐμοὶ ἡτοιμασμένον ἁγίασμα· ἄπελθε πρὸς τὴν παστάδα τῆς ἐμῆς ἐνανθρωπήσεως· ἄπελθε πρὸς τὸν καθαρὸν νυμφῶνα τῆς κατὰ σάρκα μου γεννήσεως· λάλησον εἰς τὰ ὦτα τῆς λογικῆς κιβωτοῦ, ἑτοίμασαί μοι τῆς ἀκοῆς τὰς εἰσόδους· ἀλλὰ μὴ θορυβήσῃς, μὴ ταράξῃς τὴν ψυχὴν τῆς παρθένου· ἐπιεικῶς τῷ ἁγιάσματι φάνηθι· πρώτην αὐτῇ φωνὴν χαρᾶς ἀναβόησον· σὺ εἰπὲ τῇ Μαριὰμ, Χαῖρε, κεχαριτωμένη, ἵνα ἐλεήσω ἐγὼ Εὔαν τὴν κεκακωμένην. Ἤκουσεν ὁ ἄγγελος ταῦτα, καὶ καθ' ἑαυτὸν, ὡς εἰκὸς, ἐλογίζετο· Ξένον τὸ πρᾶγμα, ὑπερβαῖνον ἔννοιαν τὸ λαλούμενον· ὁ τοῖς χερουβὶμ φοβερὸς, ὁ τοῖς σεραφεὶμ ἀθεώρητος, ὁ πάσαις ταῖς ἀγγελικαῖς δυνάμεσιν ἀκατανόητος, ἡλίκην συντυχίαν ἐπαγγέλλεται! Κόρῃ αὐτοπρόσωπον παρουσίαν μηνύει, μᾶλλον δὲ εἴσοδον δι' ἀκοῆς ὑπισχνεῖται αὐτῇ! καὶ ὁ τὴν Εὔαν καταδικάσας, τὴν αὐτῆς θυγατέρα δοξάζειν τοσοῦτον ἐπείγεται, καὶ λέγει. Ἑτοίμασαί μοι τῆς ἀκοῆς τὰς εἰσόδους! καὶ δύναται γαστὴρ χωρεῖν τὸν ἀχώρητον; Ὄντως φοβερὸν τὸ μυστήριον. Τοιαῦτα τοῦ ἀγγέλλου ἐνθυμουμένου, ὁ ∆εσπότης φησὶ πρὸς αὐτόν· Τί ταράττῃ καὶ ξενίζῃ. ὦ Γαβριήλ; οὐ πρώην ἀπεστάλης ἀπ' ἐμοῦ πρὸς Ζαχαρίαν τὸν ἱερέα; οὐκ ἔδωκας αὐτῷ τῆς γεννήσεως Ἰωάννου τὰ εὐαγγέλια; οὐκ ἀπιστοῦντι τῷ ἱερεῖ τὸ τῆς σιωπῆς ἐπήγαγες πρόστιμον; οὐ κατεδίκασας τὸν πρεσβύτην τῇ ἀφωνίᾳ; οὐχὶ σὺ ἀπεφήνω, ἐγὼ δὲ ἐκύρωσα; οὐ τῷ εὐαγγελισμῷ σου τὸ ἔργον ἐπηκολούθησεν; οὐ συνέλαβεν ἡ στείρα; οὐχ ὑπέκαυσεν ἡ μήτρα; οὐκ ἀνεχώρησε τῆς ἀκαρπίας ἡ νόσος; οὐκ ἔφυγεν ἡ ἀργία τῆς φύσεως; οὐ νῦν ἐστι σταχυοφοροῦσα ἡ πρώην μὴ καρποφοροῦσα;

Μὴ ἀδυνατεῖ παρ' ἐμοὶ τῷ κτίσαντι πᾶν ῥῆμα; πῶς οὖν ἀμφιβολίᾳ περιεβλήθης; Τί οὖν πάλιν ὁ ἄγγελος; ∆έσποτα, τὸ θεραπεῦσαι τὰ τῆς φύσεως σφάλματα, τὸ διαλῦσαι τῶν παθῶν τὸν χειμῶνα, τὸ νέκρωσιν μελῶν πρὸς ζωτικὴν ἀνακαλέσασθαι δύναμιν, τὸ ἐπιτάξαι τῇ φύσει παιδοποιίας ἐνέργειαν, τὸ λῦσαι στείρωσιν ἐν ὑπερορίοις τοῖς μέλεσι, τὸ γεγηρακυῖαν καλάμην μετασχηματίσαι πρὸς χλοηφόρον σχῆμα, τὸ τὴν ἄγονον ἄρουραν δραγμάτων ἐξαίφνης ἀναδεῖξαι μητέρα, ἔργον τῆς σῆς ὑπάρχει δυνάμεως ἐκ συνηθείας τελούμενον· καὶ μαρτυρεῖ Σάῤῥα, καὶ μετὰ ταύτην Ῥεβέκκα, καὶ πάλιν Ἄννα, τῷ χαλεπῷ τῆς στειρώσεως δουλεύσασαι πάθει, εἶτα παρὰ σοῦ τὴν ἐλευθερίαν δεξάμεναι. Τὸ δὲ παρθένον τεκεῖν μὴ συντυχοῦσαν ἀνδρὶ ἀνώτερόν ἐστιν τῶν νόμων τῆς φύσεως. Ἀλλὰ καὶ τὴν σὴν ἐπαγγέλλῃ τῇ παιδὶ παρουσίαν. Οὐρανοῦ καὶ γῆς οὐ χωρεῖ σε τὰ πέρατα· καὶ πῶς σε μήτρα χωρήσει παρθενική; Καὶ ὁ ∆εσπότης φησί· Πῶς με ἐχώρησεν ἡ σκηνὴ τοῦ Ἀβραάμ; Ὁ ἄγγελός φησιν· Ἐπειδὴ εἶχε τῆς φιλοξενίας τὸ πέλαγος. Εἶτα νόμισον, ∆έσποτα, ἐκεῖ ὤφθης τῷ πατριάρχῃ ἐν τῇ παροδίῳ σκηνῇ, καὶ παρέδραμες ὁ τὰ πάντα πληρῶν. Πῶς ἐνέγκῃ ἡ Μαρία τὸ πῦρ τῆς θεότητος; Ὁ θρόνος σου φλέγεται τῇ αἴγλῃ περιλαμπόμενος, καὶ σὲ δύναται φέρειν ἀκαταπλήκτως ἡ παρθένος; Ναὶ μὴν, εἰ ἔβλαψε τὸ πῦρ ἐν ἐρήμῳ τὴν βάτον, βλάψει πάντως καὶ Μαρίαν ἡ ἐμὴ παρουσία· εἰ δὲ ἐκεῖνο τὸ πῦρ, τὸ σκιογραφῆσαν τὴν τοῦ θεϊκοῦ πυρὸς ἐξ οὐρανοῦ που παρουσίαν, ἤρδευσε μέντοι τὴν βότον, οὐ κατέφλεξε δέ· τί ἂν εἴποις περὶ τῆς ἀληθείας, οὐκ ἐν πυρὶ φλογὸς, ἀλλ' ἐν σχήματι ὑετοῦ καταβαινούσης; Τότε λοιπὸν ὁ ἄγγελος ἐξεπλήρου τὸ προσταχθὲν αὐτῷ· καὶ πρὸς τὴν παρθένον πορευθεὶς, καὶ εἰσελθὼν, πρὸς αὐτὴν ἐβόησε, λέγων· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Οὐκ ἔτι ὁ διάβολος κατὰ σοῦ· ὅπου γὰρ τὸ πρῶτον ἔτρωσεν ὁ πολέμιος, ἐκεῖ τὴν ἔμπλαστρον ὁ ἰατρὸς ἐπιτίθησιν· ὅθεν τὴν ἀρχὴν τῆς ἐξόδου ὁ θάνατος ἔσχεν, ἐκεῖθεν ἡ ζωὴ τὴν εἴσοδον τῆς ζωῆς ἐτεκτήνατο.

∆ιὰ γυναικὸς ἐρύει [φ. βρύει] τὰ φαῦλα, διὰ γυναικὸς πηγάζει τὰ κρείττονα. Χαῖρε, κεχαριτωμένη· μὴ αἰσχύνου ὡς αἰτία καταδίκης· μήτηρ γὰρ τοῦ κατα δικάσαντος γίνῃ. Χαῖρε, κεχαριτωμένη· χαῖρε, τοῦ χηρεύσαντος κόσμου νυμφοτόκε ἀμίαντε· Χαῖρε, κεχαριτωμένη, ἡ ἐν μήτρᾳ τὸν τῆς μητρὸς βυθίσασα θάνατον· χαῖρε, ὁ ἔμψυχος ναὸς τοῦ Θεοῦ· χαῖρε, οὐρανοῦ καὶ γῆς ἰσόῤῥοπον οἴκημα· χαῖρε, τῆς ἀχωρήτου φύσεως χωρίον εὐρύχωρον.

Ἀλλὰ τούτων οὕτως ἐχόντων, ἐπέστη τοῖς ἀσθενοῦσιν ὁ ἰατρὸς, τοῖς ἐν σκότει καθημένοις ὁ τῆς δικαιοσύνης ἥλιος ἐπεφάνη, τοῖς χειμαζομένοις ἡ ἄγκυρα καὶ ὁ ἀκύμαντος λιμὴν, τοῖς ἀδιάλλακτα μισουμένοις δούλοις ὁ πρέσβυς ἐτέχθη, καὶ τῆς εἰρήνης ὁ σύνδεσμος, τοῖς αἰχμαλώτοις ὁ λυτρωτὴς ἐπεδήμησε, τοῖς πολεμουμένοις ἡ κραταιὰ τῆς ἀνεκλαλήτου χαρᾶς καὶ ἀγάπης σκέπη. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, ἧς γένοιτο διαπαντὸς ἀπολαύειν ἡμᾶς, χάριτι αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

1
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать