Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν Ἀνάληψιν λόγος βʹ

In ascensionem Sermo 2 / На Вознесение, проповедь 2

In ascensionem Sermo 2 ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Λόγος βʹ.

Εὐλογητὸς ὁ Θεός. Εὔκαιρον σήμερον ἅπαντας ἡμᾶς ἀναβοῆσαι τὸ προφητικὸν ἐκεῖνο λόγιον, καὶ κοινῇ τὸν ἁπάντων ἡμῶν ∆εσπότην ἀνυμνῆσαι, καὶ λέγειν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Σήμερον γὰρ ἡ ἀπαρχὴ ἡμετέρα εἰς οὐρανὸν ἀνελήλυθεν, καὶ ὁ τὴν ἐξ ἡμῶν σάρκα ἀναλαβὼν, τὸν θρόνον κατείληφε τὸν πατρικὸν, ἵνα καταλλαγὴν πρὸς τοὺς δούλους ἐργάζηται, καὶ τὴν παλαιὰν ἔχθραν ἀνέλῃ, καὶ τὴν εἰρήνην τῶν ἄνω δυνάμεων τοῖς ἐπιγείοις ἀνθρώποις χαρίζηται. Κοινὰ γὰρ ἡμῶν σήμερον κατὰ τοῦ διαβόλου τὰ νικητήρια, κοινὰ τὰ βραβεῖα, κοινὰ τὰ ἔπαθλα, κοινοὶ καὶ οἱ στέφανοι, κοινὴ καὶ ἡ δόξα. ∆ιὸ σκιρτήσωμεν ἅπαντες ὁρῶντες ἡμῶν τὴν ἀπαρχὴν ἄνω καθημένην, καὶ τὴν ἡμετέραν φύσιν τὸν ἐκ δεξιῶν τοῦ Θεοῦ καταλαμβάνουσαν θρόνον. Εἰ γὰρ ὁ θαυμάσιος προφήτης μακαρίζει τοὺς ἔχοντας σπέρμα ἐκ Σιὼν, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ, πολλῷ μᾶλλον ἡμᾶς χαίρειν δεῖ, καὶ ἀγάλλεσθαι ὁρῶντας τὴν ἡμετέραν ἀπαρχὴν εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν ἀνελθοῦσαν, καὶ τὸν θρόνον ἐπειλημμένην τὸν βασιλικόν.

Ἐννόει γὰρ, ἀγαπητὲ, ὅση τοῦ Θεοῦ ἡμῶν ἡ ἀγαθότης καὶ ἀπόῤῥητος οἰκονομία γέγονε περὶ τὸ γένος τὸ ἡμέτερον, τοῦ παραδείσου ἐκπεπτωκὸς διὰ τὴν ἀπάτην τοῦ διαβόλου, καὶ τοσαύτῃ ἀρᾷ καταδικασθὲν ἀθρόον εἰς ὅσον ὕψος ἀνήγαγεν, καὶ πῶς ἡμεῖς οἱ τῆς γῆς ἀνάξιοι φανέντες, τήμερον εἰς τὸν οὐρανὸν ἀνήχθημεν, καὶ ἡμετέρα φύσις ἡ καὶ τοῦ παραδείσου ἀναξία τὸ πρότερον νομισθεῖσα. Αὕτη γὰρ τοῦ οὐρανοῦ τὴν προεδρίαν ἀνείληφε, καὶ ἡ τῶν δαιμόνων γενομένη παίγνιον, σήμερον ὑπὸ ἀγγέλων καὶ τῶν ἄνω δυνάμεων προσκυνεῖται. Ὢ μακαρίου φθόνου! ὢ καλῆς ἐπιβουλῆς! ὢ φθόνε καλῶν, πρόξενε μυρίων ἡμῖν ἀγαθῶν, θεσμὸν ἀπέτεκες ἀθανασίας. Φθονήσας γὰρ τῇ φύσει τῇ ἡμετέρᾳ ὁ πονηρὸς ἐκεῖνος δαίμων ἐπὶ γῆς τὴν διαγωγὴν ἐχούσῃ, νῦν ὁρᾷ ἐν οὐρανῷ προσκυνουμένην· καὶ παρακλέψας, ὡς ᾤετο, μεγάλα καὶ ἀνείκαστα, νῦν μειζόνων καὶ λαμπροτέρων ἡμᾶς ἀπολαύοντας ὁρᾷ. ∆ιὸ δὴ σκιρτῶ καὶ ἀγάλλομαι σήμερον, καὶ ὑμᾶς συνεφάψασθαί μοι τῆς χορείας παρακαλῶ. Οἱ γὰρ μήτε τῆς κάτω ἀρχῆς ὄντες ἄξιοι, πρὸς τὴν βασιλείαν ἀνέβημεν τὴν ἀνωτάτω, ὑπερέβημεν τοὺς οὐρανοὺς, ἐπελαβόμεθα τοῦ θρόνου τοῦ βασιλικοῦ, καὶ ἡ φύσις, δι' ἣν ἐφύλασσε τὸν παράδεισον τὰ Χερουβὶμ, ἐποχεῖται προσκυνουμένη. Ἐκπλάγηθι τοίνυν, ἀγαπητὲ, τοῦ ∆εσπότου σου τὸ εὐμήχανον, καὶ δόξασον τὸν τοσαῦτά σοι χαρισάμενον.

Ὑπερέβη γὰρ ἡ φιλοτιμία τῆς δωρεᾶς τῆς ζημίας τὸ μέγεθος. Ὅρα γὰρ, παραδείσου ἦμεν ἐκπεσόντες, καὶ εἰς αὐτὸν τὸν οὐρανὸν ἀνήχθημεν· θανάτῳ κατεδικάσθημεν, καὶ ἡ ἀθανασία ἡμῖν δεδώρηται· προσκεκρουκότες ἦμεν καὶ ἀπεῤῥιμμένοι, καὶ υἱοὺς ἡμᾶς καλέσαι κατηξίωσεν, καὶ οὐχ υἱοὺς μόνον, ἀλλὰ καὶ κληρονόμους, καὶ οὐ κληρονόμους μόνον, ἀλλὰ καὶ συγκληρονόμους Χριστοῦ. Ἴδε πῶς μείζονα τῶν ἀφαιρεθέντων τὰ παρὰ τοῦ Κυρίου δεδωρημένα ἡμῖν. Ἀλλ' ὅταν ἀκούσῃς, ὅτι ἀνῆλθε καὶ ἀνελήφθη, μὴ κατάβασιν τοπικὴν ἐπὶ Θεοῦ ὑπολάβοις· ἡ γὰρ Θεότης ἅπαντα πληροῖ, καὶ πανταχοῦ πάρεστιν, καὶ οὐδαμοῦ ἀπολιμπάνεται, ὡς πάντων ἔφορος, καὶ πάντων δημιουργός. Τὸ δὲ ὁμογενὲς ἡμῖν σῶμα, ὃ ἀναλαβὼν ὀφθῆναι κατηξίωσεν ἐπὶ τῆς γῆς, ὅμοιον ἡμῖν κατὰ πάντα, αὐτό ἐστι τὸ ἡμέτερον ἀναλαμβανόμενον. Καὶ διὰ τοῦτο κοινῇ πάντες σήμερον ἀναβοήσωμεν τὸ προφητικὸν ἐκεῖνο λόγιον· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, καὶ τὴν περιφανῆ ταύτην καὶ λαμπρὰν ἑορτάζωμεν πανήγυριν, ἐπειδὴ καὶ κοινῇ πάντες τῆς ὑπ' αὐτοῦ δωρεᾶς ἀπηλαύσαμεν.

Καθάπερ δὲ δεσπότης φιλάνθρωπος ἀγαπήσας τὸν ἴδιον οἰκέτην, διὰ τὸ περὶ αὐτὸν φίλτρον οὐ παραιτεῖται τὸ ἱμάτιον αὐτοῦ περιβάλλεσθαι· οὕτω καὶ ὁ ∆εσπότης ἡμῶν Χριστὸς ἀγαπήσας τὴν φύσιν τὴν ἡμετέραν, καὶ θεασάμενος εἰς βυθὸν κακίας κατενεχθεῖσαν, καὶ οὐδεμίαν ἐλπίδα σωτηρίας ἔχουσαν, καὶ πολλῆς δεομένην τῆς συγκαταβάσεως, κατηξίωσε τὸ σῶμα τὸ ἡμέτερον ἀναλαβεῖν. Καὶ διὰ τοῦτο φανεὶς τῷ κόσμῳ, πάντας ἀνθρώπους ἀπὸ τῆς πλάνης ἠλευθέρωσε, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήγαγε· καὶ βοᾷ ἐν Εὐαγγελίῳ, λέγων· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς, εἰς μετάνοιαν. Ὃ τοίνυν ἐβούλετο, κατώρθωσε, καὶ τὴν ἀνθρωπίνην φύσιν κάτω που κειμένην ἀνέστησε, καὶ τοσαύτην φιλανθρωπίαν ἐπεδείξατο, ὡς μὴ χωρεῖν ἀνθρώπινον λογισμὸν τὸν λόγον τῶν γενομένων.

Πῶς γὰρ, εἰπέ μοι, ἡμεῖς οἱ προσκεκρουκότες, οἱ τῆς γῆς ἀνάξιοι φανέντες, καὶ τῆς ἀρχῆς κάτωθεν ἐκπεσόντες, πρὸς τοσοῦτον ὕψος ἀθρόον ἀνήχθημεν; πῶς ὁ πόλεμος κατελύθη; πῶς ἡ ὀργὴ ἀνῃρέθη; Τὸ γὰρ θαυμαστὸν καὶ πολλῆς ἐκπλήξεως γέμον τοῦτό ἐστιν, ὅτι οὐχ ἡμῶν προσδραμόντων, ἀλλ' αὐτοῦ τοῦ δικαίως πρὸς ἡμᾶς ἀγανακτοῦντος, παρακαλέσαντος ὑπὲρ ἡμῶν, καὶ οὕτως ἡ εἰρήνη γέγονεν. Καὶ βοᾷ Παῦλος λέγων· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Εἶδες εὐμήχανον σοφίαν; εἶδες ἄφατον φιλανθρωπίαν ∆εσπότου; εἶδες κηδεμονίαν ὑπερβάλλουσαν; Νῦν τὸ κέντρον τοῦ θανάτου διελύθη· νῦν τοῦ ᾅδου τὸ νῖκος διεῤῥάγη· νῦν τοῦ θανάτου ἡ δυναστεία κατήργηται· νῦν ἡ ἔχθρα καταλέλυται· νῦν ὁ χρόνιος ἔσβεσται πόλεμος· ἄνθρωποι τότε ἀγγέλοις ὡμοιώθησαν, ἄνθρωποι τοῖς ἀγγέλοις ἀνεμίγησαν, καὶ πολὺς παρ' ἑκατέρας τῆς ὁμωνυμίας ὁ σύνδεσμος πεπολίτευται. Ἀνῆλθε γὰρ ὁ κοινὸς ∆εσπότης καταλλάξας τὸν ἑαυτοῦ Πατέρα τῷ τῶν ἀνθρώπων γένει. Καὶ ὅτι διὰ τοῦτο ἀνῆλθεν, ἄκουσον αὐτοῦ λέγοντος· Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ μὴ ἐγὼ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς. Καὶ σημεῖον τῆς καταλλαγῆς ἐπαγγέλλεται δώσειν ἡμῖν τὴν τοῦ Παρακλήτου παρουσίαν. Ὅρα γὰρ καὶ τὸ ἐπαγόμενον πῶς ἀκριβῶς προσέθηκεν· Καὶ αὐτὸς, φησὶν, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· δηλονότι πλανωμένους, καὶ ὧδε κἀκεῖσε περιαγομένους, καὶ τὸ Πνεῦμα τὸ ἅγιον καταπεμφθὲν ἅπαντας ἡμᾶς πρὸς τὴν ἀλήθειαν ὁδηγήσει. Ἐπειδὴ γὰρ αὐτὸς ὠργίζετο, ἡμεῖς δὲ καὶ οὕτως ἀπεστρεφόμεθα τὸν φιλάνθρωπον ∆εσπότην, μέσον ἑαυτὸν ἐμβαλὼν ὁ ∆εσπότης ἡμῶν Χριστὸς, τὴν καταλλαγὴν εἰργάσατο. Ἔλυσε γὰρ ἀληθῶς τὸ μεσότοιχον τοῦ φραγμοῦ. ∆ιὸ χρηστὰς ἔχομεν λοιπὸν τὰς ἐλπίδας πρὸς τὸν τῆς ἡμετέρας ἀπαρχῆς ἀφορῶντες Κύριον.

Ὅπερ ἂν γὰρ λοιπὸν εἴποις, οὐκ ἔτι δέδοικα, κἂν σκώληκα εἴποις, κἂν κόνιν, κἂν πῦρ, κἂν κόλασιν, κἂν βρυγμὸν ὀδόντων, κἂν τέφραν, κἂν ὁτιοῦν μοι εἴποις, πάντα μοι εὐκαταφρόνητα ἐπὶ ἀπαρχὴν τὴν ἐμὴν ὁρῶντι ἄνω καθημένην, καὶ μονονουχὶ πᾶσιν ἀνθρώποις διαλεγομένην καὶ βοῶσαν· Ἀπόστητε τῆς ῥᾳθυμίας λοιπὸν, καὶ ἐπίγνωτε τὴν ἑαυτῶν εὐγένειαν, ἐννοήσαντες, τὸ μέτρον τῶν δωρεῶν, ὧν μετ' οὐ πολὺ τὴν μετουσίαν ὑποδέχεσθαι μέλλετε. Συναυλιζόμενος γὰρ αὐτοῖς παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός. Ὅρα καὶ ἐν τούτῳ κηδεμονίαν ∆εσπότου· ἰδὼν γὰρ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, καὶ ὅτι πολλῆς δεῖται συμμαχίας, ἐχαρίσατο τὴν τοῦ ἁγίου Πνεύματος βοήθειαν, ἵνα ἀκαταγώνιστος γένηται ὁ ἄνθρωπος πρὸς τὰς τοῦ διαβόλου μηχανάς. Καὶ ταυτὸν γέγονεν, ὥσπερ ἂν εἴ τις στρατηγὸς ἄριστος ἰδὼν τοὺς ὑπ' αὐτὸν ταττομένους στρατιώτας, οὐ φέροντας τὰς τῶν ἐναντίων ἀπειλὰς, ἀλλὰ καταπεπληγμένους ὑπὸ τῆς ἀγωνίας, ἅπαντας αὐτοὺς ἐπιῤῥώσειεν, περιφράξας πανταχόθεν θώρακι καὶ ἀσπίδι καὶ περικεφαλαίᾳ, καὶ τῇ λοιπῇ παντευχίᾳ· οὕτω δὴ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεασάμενος πολλὴν οὖσαν τὴν τῶν ἐναντίων δυνάμεων δυναστείαν, καὶ διὰ τοῦτο πολλῆς δεομένην βοηθείας τὴν ἀνθρωπίνην φύσιν, ἐδωρήσατο τοῦ ἁγίου Πνεύματος τὴν χάριν, ἵνα ὁ πρότερον δεδιὼς τῶν δαιμόνων τὰς φάλαγγας, νῦν ταύταις φοβερὸς ὀφθῇ, καὶ καταπλήττῃ, καὶ μόνον ὀφθεὶς ἀπελάσῃ τὸν δόλιον ὄφιν. Τοιαύτη γὰρ ἡ τοῦ ἁγίου Πνεύματος χάρις· ὅπου γὰρ ἂν φανείη, δραπετεύειν ποιεῖ τῶν δαιμόνων τὰς φάλαγγας, καὶ πάσας τὰς ἀντικειμένας δυνάμεις.

Λήψεσθε γὰρ, φησὶ, δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Τίς δὲ ἦν αὕτη ἡ δύναμις; Ὅπερ καὶ πρώην πρὸς αὐτοὺς ἔλεγεν· Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, καὶ ὅσα τοιαῦτα· οὐδὲν γὰρ ἔσται νόσημα, φησὶν, οὕτως ἰσχυρὸν, ὃ μὴ εἴξῃ τῇ τοῦ ἁγίου Πνεύματος δυνάμει. Τοσούτων ἡμῖν ἀγαθῶν αἰτία γέγονεν ἡ σήμερον ἡμέρα. Σήμερον γὰρ ἀπέλαβον ἄγγελοι, ἃ πάλαι ἐπεθύμουν, τὴν φύσιν τὴν ἡμετέραν ὁρῶντες ἀπὸ τοῦ θρόνου ἀστράπτουσαν τοῦ βασιλικοῦ. Καὶ ἵνα μάθῃς τὸ διάφορον δούλου καὶ δεσπότου, ἡνίκα μὲν Ἠλίας ἀνελαμβάνετο, ἐν ἅρματι πυρίνῳ τοῦτο ὑπέμεινεν· ἡνίκα δὲ ὁ ∆εσπότης ὁ ἡμέτερος μετὰ σαρκὸς, νεφέλη πρὸς τὴν ἄνοδον ὑπηρέτει. Βλεπόντων γὰρ αὐτῶν, φησὶν, ἐπήρθη, καὶ ἡ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ἐκεῖνος μὲν ὡς εἰς τὸν οὐρανὸν ἀνῄει, δοῦλος γὰρ ἦν· ὁ δὲ εἰς αὐτὸν τὸν οὐρανὸν, ∆εσπότης γὰρ ἦν. Ἰδοὺ δύο ἄνδρες ἐν ἐσθῆτι λευκῇ, καί φασι πρὸς αὐτούς· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὗτος ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτόν.

Καὶ ὅτε μὲν τὸν δοῦλον ἔδει κληθῆναι, ἅρμα κατεπέμπετο· ὅτε δὲ τὸν Υἱὸν, θρόνος βασιλικὸς, καὶ οὐχ ἁπλῶς θρόνος, ἀλλ' αὐτὸς ὁ πατρικός. Ἄκουε γὰρ Ἡσαΐου τοῦ μεγαλοφώνου περὶ τοῦ Πατρὸς λέγοντος· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης. ∆ιὰ τοῦτο καὶ τῷ Υἱῷ τὴν νεφέλην κατέπεμψεν. Καὶ ὁ μὲν Ἠλίας ἀνελθὼν ἀφῆκε μηλωτὴν ἐπὶ τὸν Ἐλισσαῖον, ὁ δὲ Ἰησοῦς ἀναβὰς ἀφῆκε χαρίσματα ἐπὶ τοὺς μαθητὰς, οὐχ ἕνα προφήτην ποιοῦντα, ἀλλὰ μυρίους Ἐλισσαίους, μᾶλλον δὲ ἐκείνου πολλῷ μείζους καὶ λαμπροτέρους. Ἅπερ ἅπαντα ἐννοοῦντες, ἀγαπητοὶ, ἀμειψώμεθα καὶ ἡμεῖς τὸν ἡμέτερον ∆εσπότην διὰ τῆς ἀρίστης πολιτείας, ἵνα ὡς αὐτὸς ἡμᾶς ἐδόξασε διὰ τῶν οἰκείων χαρισμάτων, οὕτω καὶ ἡμεῖς διὰ τῶν κατορθωμάτων καὶ τῆς ἀρίστης πολιτείας τὸν Θεὸν ἵλεων ἐργαζώμεθα. ∆οξάσωμεν τοίνυν τὸν ἡμέτερον ∆εσπότην, καὶ τῆς ὑπεροψίας τῶν παρόντων καταφρονήσωμεν. Αὕτη γὰρ ἀρίστη μάλιστα διδασκαλία δυναμένη τοὺς ἀπίστους πρὸς τὴν ἀλήθειαν χειραγωγῆσαι. Οὐδὲ γὰρ οὕτω τοῖς παρ' ἡμῶν λεγομένοις προσέχουσιν, ὡς τοῖς ὑφ' ἡμῶν πραττομένοις. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Μακάριος ὁ ποιήσας καὶ διδάξας· δεικνὺς ὅτι τῆς διὰ λόγων διδασκαλίας ἡ διὰ τῶν ἔργων ἐστὶν ἀκριβεστέρα, καὶ μᾶλλον ἐναγαγεῖν δυναμένη τοὺς ἀγνώμονας. Γενώμεθα τοίνυν εὐάρεστοι Θεῷ, καὶ μετὰ ἀκριβείας τὸν ἑαυτῶν βίον ῥυθμίσωμεν, ἵνα καὶ τοῦ Πνεύματος τὴν χάριν ἐπισπασώμεθα, καὶ πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν πλείονα τὴν εὐκολίαν ἕξωμεν ὑπὸ τῆς τοῦ Πνεύματος δυνάμεως συνεργούμενοι.

Ἔνθα γὰρ ἂν ἴδῃ ψυχὴν νήφουσαν ἡ χάρις, ἐκεῖ μετὰ δαψιλείας ἐφίπταται. Εὐτρεπίσωμεν τοίνυν ἑαυτοὺς, παρακαλῶ, ἵνα παρὰ τῆς τοῦ Πνεύματος ἐνεργείας δυναμούμενοι, καὶ τὸν παρόντα βίον ἄλυπον διανύσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξιωθῆναι· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἐξαγοράσαντος ἡμᾶς τῷ τιμίῳ τῆς ζωοδώρου πλευρᾶς αὐτοῦ αἵματι, καὶ ἐκ πλάνης καὶ ἐκ δουλείας ἡμᾶς ἀπαλλάξαντι, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· μεθ' οὗ πρέπει τιμὴ καὶ κράτος, πᾶσα δόξα καὶ μεγαλοπρέπεια τῷ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать