Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν μέσην τῆς Πεντηκοστῆς

In mediam pentecosten / На середину Пятидесятницы

In mediam pentecosten Εἰς τὴν μεσοπεντηκοστήν.

Ὅπου δ' ἂν ὁ ∆εσπότης ὡς πηγὴ ζωῆς σωματικῶς παραγίνεται, πολλοὺς καὶ διαφόρους ἀποῤῥεῖ τοὺς τῆς φιλανθρωπίας κρουνούς. Ἀνῆλθεν εἰς ὄρος μετὰ τῶν μαθητῶν, καὶ τὰ τῶν μακαρισμῶν τοῖς ἀκροωμένοις προβάλλεται ῥεῖθρα· κατῆλθεν ἐκεῖθεν, καὶ τοῖς ποικίλαις νόσοις ἐνεχομένοις ὀχετοὺς ἰαμάτων κατέχεεν· ἐπέστη τῇ προβατικῇ κολυμβήθρᾳ, καὶ τὸν παράλυτον τὴν ῥῶσιν ἐπότισεν· εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Πέτρου, καὶ τὴν τούτου πενθερὰν πυρετῷ φλεγομένην ἐδρόσισε· κατέλαβε τὴν Βηθανίαν, καὶ ζωῆς ποτήριον τὸν τετραήμερον Λάζαρον ἐπότισεν· ὑπήντησε τῷ λεπρῷ, καὶ τὰς τοῦ πάθους φολίδας τῷ σπόγγῳ τῆς φιλανθρωπίας ἀπέσμηξεν; ἐπέστη τῇ συναγωγῇ, καὶ τὸν ξηρὸν τῆς χειρὸς βλαστὸν πρὸς κίνησιν ἐνεργὸν ἐνότισε· παρέβαλε τοῖς γάμοις, καὶ παραδοξοποιίας οἶνον τοῖς κληθεῖσιν ἐκέρασε· καὶ ἄλλα μυρία, ἅπερ ἀριθμεῖν δυσχερές.

Ἀνέβη καὶ σήμερον εἰς τὸ ἱερὸν, καὶ τοὺς τῆς διδασκαλίας τοῖς ἀκροωμένοις ποταμοὺς προεβάλετο. Ἠκούσατε γὰρ τῆς εὐαγγελικῆς ἀναγνώσεως, ἣν προσφόρως ἡμῖν καὶ κατὰ τὴν μέσην τῆς ἑορτῆς ἐφ' ὑψηλοῦ βήματος ἑστὼς ὁ εὐαγγελιστὴς μεγαλοφώνως ἀνέκραξε, καθάπερ τινὶ σάλπιγγι τῇ φωνῇ τοῦ Λευΐτου χρησάμενος. Ἤδη δὲ, φησὶ, τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε γέμον καὶ αὐτὸ φιλανθρωπίας τὸ γράμμα. Οὐ γὰρ εἶπε, διωγμῶν ἐνεστώτων, ἢ, λύπης παρούσης, ἢ, ἀθυμίας τοὺς μαθητὰς κατεχούσης, καὶ τοιούτων ἄλλων τινῶν ὑφήγησιν, περὶ ὧν συνεχῶς ἡ τῶν ἀποστόλων ἐκωμῴδησε πρᾶξις· ἀλλὰ τί φησιν; Ἤδη τῆς ἑορτῆς μεσούσης. Τί μεσούσης τῆς ἑορτῆς, εἰπὲ, Ἰωάννη; Ἡρώδης τὰς χεῖρας ἐπέβαλε; συμβούλιον πονηρὸν ὁ τῶν Ἰουδαίων συνεκρότησε δῆμος; πάλιν πρὸς προδοσίαν Ἰούδας; Οὐχὶ, φησίν· ἀλλὰ τί; Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε. Τὰ πρέποντα τῷ Χριστῷ παρατέθεικας τῷ Χριστῷ, τὴν ἁρμόζουσαν αὐτῷ πρᾶξιν προσήνωσας.

Ἔργον γὰρ λόγου τὸ λαλεῖν, καὶ διδασκάλου τὸ διδάσκειν, καὶ Χριστοῦ τὰ τῆς ὠφελείας τοῖς ἀκροωμένοις προΐεσθαι ῥήματα. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Ὢ τῆς ἀνυπερβλήτου φιλανθρωπίας! Ὅπου κατὰ μικρὸν ἐλιθάζετο, ἐκεῖ ταῖς τῶν λόγων διδασκαλίαις τοὺς λιθάζοντας ἐπλούτιζεν. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Ὅπου τὰ Μωϋσέως ἀνεγινώσκετο νόμιμα, ἐκεῖ τὰ τῆς χάριτος παρετίθη διδάγματα, οὐ καταργῶν τὸν νόμον, ἀλλὰ πληρωτὴς τοῦ νόμου γινόμενος. Αὐτὸς γὰρ καὶ ἐν τοῖς Εὐαγγελίοις ἀνέκραξεν, Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι· καὶ Παῦλος διὰ στόματος ἔχων τὸν ∆εσπότην φθεγγόμενον, Τέλος γὰρ νόμου, φησὶ, Χριστὸς εἰς δικαιο σύνην. Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, πάντας τῆς προσευχῆς ἐνδιδάσκων τὸν τόπον, ἐκεῖσε τὸν τῆς κατηχήσεως ποιούμενος λόγον ὡς Λόγος, ἔνθα καὶ τὸ πονηρευόμενον συνέδριον ἤθροισται. Ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς ἀνέβη εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, πολλῶν μὲν ἀκουόντων, οὐδενὸς δὲ τῶν Ἰουδαίων μανθάνοντος.

Περὶ αὐτῶν γὰρ ὁ προαγορεύων ἐβόα, Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσιν. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, τὴν τῶν θεομάχων ἄνοιαν στηλιτεύων· ἀνέβη εἰς τὸ ἱερὸν, ἵνα τῆς οὐρανίου διδασκαλίας ἀναπετάσας τὰ δίκτυα, λογικὴν ἐξ ἀνθρώπων ποιήσηται θήραν· ἀνέβη εἰς τὸ ἱερὸν ὁ Ἰησοῦς, ἀνῆλθεν· ἀλλ' Ἰουδαῖοι κατῆλθον τῆς πίστεως. Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; Ἐθαύμαζον, ἀλλ' οὐκ ἐπίστευον· κατεπλήττοντο τὴν τῆς σοφίας ὑπερβολὴν, ἀλλ' οὐ μετεγίνωσκον, τῇ τῆς κακίας πεπληρωμένοι δεινότητι. Ἐθεώρουν τὸν ἰατρὸν προτιθέντα τὰ φάρμακα, καὶ νοσοῦντες τὴν θεραπείαν οὐ προσεδέχοντο· ἔβλεπον τὸν ῥυόμενον, καὶ τὴν αἰχμαλωσίαν ἐφίλουν· ἔχοντες ἐν μέσῳ τῶν ἀγαθὼν τὸν λειμῶνα· τὰς ἀκάνθας συνέλεγον· τοῦ λιμένος παρόντος, ἐναυάγουν οἱ δεινοί· σοφίας προχεούσης τὰ θεῖα διδάγματα, τῶν φόνων ἀποπλύνασθαι τὸν βρόμον οὐκ ἤθελον· Χριστοῦ τὰς πτέρυγας τῆς φιλανθρωπίας ἁπλοῦντος, σκέπεσθαι οὐκ ἠνείχοντο τῶν ἐχιδνῶν τὰ γεννήματα. Ποσάκις γὰρ, φησὶν, ἐν τοῖς Εὐαγγελίοις, ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὡς ὄρνις τὰ νοσσία ἑαυτῆς· καὶ οὐκ ἐθελήσατε; Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; Ὢ τῶν πραγμάτων! Νόμον ἀγνοεῖς, Ἰουδαῖε, καὶ ἀγνοεῖς τὰ τοῦ νόμου παιδεύματα; λέγεις, Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς;

Εἰπέ μοι, ὦ τῆς ἀληθείας ἐχθρὲ, πῶς ὁ Ἀδὰμ, γράμματα μὴ μεμαθηκὼς, τοῖς θηρίοις προσφόρους τὰς ὀνομασίας ἐπέθηκε; Τὸν δοῦλον οὐκ ἐρωτᾷς, καὶ τὸν ∆εσπότην λογοθετεῖς λέγων, Πῶς οὗτος οἶδε γράμματα; Ἀπεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. Καὶ πότε Θεὸς κατὰ μετάβασιν ἀποστέλλεται τόπου; πότε δὲ ὁ τὰ πάντα πληρῶν ἔνθα πάρεστιν ἔρχεται; Πρὸς τοὺς Ἰουδαίους ὁ λόγος, οὐ πρὸς τοὺς εὐσεβῶς μανθάνειν εἰδότας ἡ ῥῆσις. Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με Πατρὸς, ὅς μοι καὶ τὴν ἐξ οὐρανοῦ μαρτυρίαν ἐπὶ πάντων ὑμῶν προ εβάλετο λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Περὶ ἐμοῦ καὶ Ἰωάννης ἀνέκραξεν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀμνὸς γὰρ ἀληθῶς ὁ Χριστὸς, ὁ σήμερον ἀνελθὼν εἰς τὸ ἱερὸν, καὶ τὴν τῆς ἀληθείας φωνὴν ὁ Ἰωάννης ἐπ' αὐτῷ προεβάλετο. Φωνὴ γὰρ ὢν, δεόντως τὸν λόγον ἐνεκωμίασε· λύχνος ὢν, τοῦ ἡλίου τὰς λαμπάδας ἐγνώρισεν· ὡς πρόδρομος, ἐμήνυσε τὸν ἐρχόμενον· ὡς αὐγὴ, τὸν ὄρθρον ἐκήρυξεν· ὡς στρατιώτης, τὸ τοῦ βασιλέως ἐδημοσίευσεν ὄνομα.

Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἀμνὸς, ὃν ἀμνὰς μὲν παρθένος ἀσπόρως συλλαβοῦσα, ἀφθόρως ἐγέννησεν, ἡ φάτνη δὲ, ὡς χλοηφόρον, παιδίον αὐτὸν ὑπεδέξατο, ἔλουσε δὲ ὁ Ἰορδάνης, ὁ Ἰωάννης ἐβάπτισεν, Ἰούδας τοῖς Ἰουδαίοις ἐπώλησεν, ἔσφαξε Πιλᾶτος, ὁ τάφος προέθηκεν, καὶ ἡμεῖς ὠψωνήσαμεν, καὶ τῷ πόκῳ γυμνοὺς ὄντας ἐκ τῆς παραβάσεως τοῦ Ἀδὰμ τοὺς πάντας ἠμφίασεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать