Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὴν σύναξιν τῶν ἀρχαγγέλων

In synaxim archangelorum / На собрание архангелов

In synaxim archangelorum Εἰς τὴν σύναξιν τῶν ἀρχαγγέλων.

Ἀγγέλους ἐγκωμιάζειν χρή. Καὶ γὰρ αὐτοὶ τὸν ∆ημιουργὸν ὑμνοῦντες, ἵλεων αὐτὸν καὶ εὐμενῆ τοῖς ἀνθρώποις παρέχουσιν. Ἀγγέλους δέ φημι, τοὺς ἡμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικειμένων δυνάμεων ἐκστρατεύοντας, ὧν εἷς ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ πρὸς μὲν τὸν διάβολον ὑπὲρ Μωϋσέως σώματος ἀντιταττόμενος, πρὸς δὲ τοῦ ἄρχοντος τῶν Περσῶν ὑπὲρ τῆς τοῦ λαοῦ ἐλευθερίας ἀνθιστάμενος· ὧν ἐστιν ἐκεῖνος ὁ τὴν ὄνον καταστρέφων, καὶ Βαλαὰμ τῆς ἀτόπου μανίας εἴργων· καὶ ἐπείπερ ὁ μάντις οὐκ ἐνενόει τὸ πραττόμενον, ἀλόγου φωνὴ τὸ λογικὸν ἐσωφρόνιζεν· ὧν ἐστιν ὁ τὴν μάχαιραν σπασάμενος, καὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ συμπλέκεσθαι τοῖς πολεμίοις προτρεπόμενος· ὧν ἐστιν ὁ τὰς πέντε καὶ ὀγδοήκοντα καὶ ἑκατὸν χιλιάδας τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ πατάξας, καὶ τῷ ὕπνῳ τῶν βαρβάρων συνάψας τὸν θάνατον· ὧν ἐστιν ὁ τὸν προφήτην Ἀμβακοὺμ ἀερίστῳ μετακοσμήσας πηδήματι, ἵνα τὸν προφήτην ∆ανιὴλ ἐν μέσῳ τῶν ἀγεύστων λεόντων γεύσῃ τροφῆς. Οὗτοι μὲν οὖν καὶ οἱ τοιοῦτοι κατὰ τῶν ἐχθρῶν εἰσιν, οἳ καὶ κατὰ τῶν παθῶν ἀριστεύουσιν. Ὁποῖος ἦν καὶ ὁ θαυμάσιος καὶ θεσπέσιος Ῥαφαὴλ, δι' ἑνὸς ἰχθύος ἀνατομῆς δαιμονιῶσαν κόρην ἱστάμενος, καὶ γέροντι τυφλῷ τὸ φῶς τεχνινάμενος. Ἀλλ' οὐδὲ ἐκεῖνοι σιωπῆς ἄξιοι οἱ τῇ Νέᾳ ∆ιαθήκῃ διακονήσαντες, ὧν μέγα μέρος ἐστὶν ὁ ἀρχάγγελος Γαβριὴλ, ὁ τῷ Ζαχαρίᾳ χρηματίσας, καὶ σιωπῇ τὴν ἀπιστίαν εἰσπραξάμενος, ὅτι μὴ κύειν τὴν στεῖραν διὰ τὴν μέλλουσαν οἰκονομίαν ἐπίστευσεν· ὁ τῇ σεμνῇ Μαριὰμ τὰς ἀνυμφεύτους ὠδῖνας εὐαγγελισάμενος· ὁ τοὺς ποιμένας ἐπὶ τὸ σπήλαιον ὁδηγῶν, καὶ καταμηνύων τὸν ἀχώρητον ἐν φάτνῃ, ἐν σπαργάνοις τὸν ἀπερίγραπτον, ἐκείνοις σύμφωνον ᾠδὴν δοξολογίας ἀναπέμπων· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἄλλος τοὺς μάγους κωλύει τῆς ἐπὶ τῶν τυράννων ἀναζεύξεως· οἱ δὲ διηκόνουν ἐπὶ γῆς τῷ κτίσαντι· ἄλλος τὸν μνηστῆρα τῆς Παρθένου νουθετεῖ μὴ ἀπολύειν ὡς διεφθαρμένην τὴν ἄφθορον· ἄλλος αὐτῷ διὰ τὴν Ἡρώδου βρεφοκτονίαν φυγὴν ἐπάνοδον ὑποτίθεται. Καίπερ ἐν σαρκὶ θεωροῦντες τὸν ἄκτιστον, δουλοπρεπῶς διηκόνουν. Ἐθαύμασαν γὰρ τὴν ἰσχὺν αὐτοῦ, δι' ἧς ὁ πειράζων κατέπεσε, καὶ κατὰ τὴν φωνὴν τοῦ ∆αυῒδ, Ἐπὶ χειρῶν ἄραντες αὐτὸν, ἔξω τῆς βολῆς τῶν λίθων ἐκόμιζον. Ἧραν γὰρ, φησὶν, Ἰουδαῖοι λίθους, ἵνα βάλωσιν ἐπ' αὐτόν. Ἄλλοι τῷ Πάθει συνέτρεχον· ἄλλοι μετὰ τὴν ἀνάστασιν τῷ κενῷ τάφῳ συνεδρεύοντες, πισταῖς γυναιξὶν ἔλεγον, Τί ζητεῖτε τὸν ζῶντα μεταξὺ τῶν νεκρῶν; Μετὰ δὲ τὴν ἀνάληψιν ἐδορυφόρουν τοὺς μαθητὰς, τὰ Πέτρου λύοντες δεσμὰ, Παύλου τοὺς ἐπὶ γῆς καὶ θαλάττης κινδύνους ἐπικουφίζοντες, τῇ πίστει Κορνηλίου μεσιτεύοντες, τὸν δικαιοκτόνον Ἡρώδην μεγαληγοροῦντα πατάσσοντες. Ἆρ' οὖν οὐ μεγίστης τιμῆς ἄξιοι, οἱ τὴν ἡμετέραν ζωὴν διιθύνοντες; Οὐ γὰρ μόνον ἔθνη φρουρεῖν ἐτάχθησαν ἄγγελοι, καθὼς βοᾷ τὸ λόγιον, Ὅτε διεμέριζε, φησὶν, ἔθνη ὁ Ὕψιστος, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· ἀλλὰ γὰρ τῶν ἀνθρώπων ἑκάστῳ ἔλαχεν ἄγγελος.

Ὁ λόγος οὐκ ἐμὸς, ἀλλὰ τῆς θείας Γραφῆς. Τῆς γὰρ παιδίσκης Ῥόδης ἀπαγγελούσης τοῖς ἀποστόλοις πρὸ θυρῶν ἑστάναι Πέτρον τὸ Ἡρώδου διαδράντα δεσμωτήριον, ἀπιστοῦντες ἔλεγον ἐκεῖνοι, Ὁ ἄγγελος αὐτοῦ ἐστιν. Ἐπιμαρτυρεῖ δὲ καὶ ὁ Σωτὴρ τούτοις, περὶ τῶν κατὰ τὸν βίον σμικρῶν λέγων, Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Καθ' ἑκάστην δὲ Ἐκκλησίαν ἐπέστησεν ἀγγέλους φύλακας ὁ Χριστὸς, ὡς ἀποκαλύπτων Ἰωάννῃ φησίν· Εἰπὲ τῷ ἀγγέλῳ τῆς Ἐκκλησίας Σμύρνης· Οἶδά σου τὴν πενίαν καὶ τὴν θλίψιν· ἀλλὰ πλούσιος εἶ. Τί λέγεις, ὦ ∆έσποτα; πλούσιός εἰμι, πένης ὤν; τί με διακένῳ πλουτίζεις ὀνόματι; Εἰ μὲν γὰρ πλούσιος, οὐ πένης· εἰ δὲ πένης, πῶς πλούσιος; Πολλὴ γὰρ πλούτου καὶ πενίας ἡ διάστασις, ὡς αὐτὸς μαρτυρεῖς, χάσμα μέγα μεταξὺ πλουσίου καὶ πένητος ὡρισμένος. Ὁ πλούσιος τὸν πτωχὸν ἀποστρέφεται, ὁ πτωχὸς τὸν πλούσιον ὑποβλέπεται. Ἐναντία τὰ πράγματα, ὁ βίος ἀνώμαλος. Ὁ μὲν γὰρ ἐπιστένει τοῖς πάθεσιν. ὁ δὲ ἐπικαγχλάζει ταῖς ἡδοναῖς· οὗτος ἄρτου τυχεῖν ἐπεύχεται, ἐκεῖνος ταῖς ἀδηφαγίαις ὑπερμαζᾷ· οὗτος οἴνου κοτύλης οὐκ εὐπορεῖ, ἐκεῖνος κραιπαλῶν καὶ καταντλούμενος ἐξερεύγεται τὴν μέθην· οὗτος ῥάκος περιβέβληται, ἐκεῖνος ποικίλοις περικεκόσμηται ἐσθήμασιν· οὗτος ἐπὶ ἐδάφους ἀγρυπνῶν ἔῤῥιπται, ἐκεῖνος ἐπὶ στρωμνῆς ὢν ῥέγχει τὴν τρυφὴν ὀνειροπολῶν· οὗτος κέρμα τι αἰτεῖ, ἐκεῖνος χρυσῷ κέχωσται. Ὁ γὰρ θησαυρίζων, μὴ διανέμων δὲ, ἐπέοικε πτωχῷ πλουσίαν ταφὴν ἀναμένοντι. Ἀλλ' οὐδὲ τοῖς καιροῖς ἴσως χαίρουσι. Τῷ πτωχῷ μὲν γὰρ ὁ χειμὼν χαλεπὸς τὸ θάλπος οὐκ ἔχοντι, τῷ πλουσίῳ δὲ τὸ θέρος μοχθηρὸν ὑπὸ πλησμονῆς τὸ θάλπος οὐ στέγοντι. Πῶς οὖν ὁ αὐτὸς πένης καὶ πλούσιος; Ἀληθὴς ὁ λόγος, καὶ ὁ φθεγγόμενος. Πένητες μὲν διὰ τὴν ἔνδειαν τῶν χρημάτων, πλούσιοι δὲ διὰ τοὺς τῆς πίστεως θησαυρούς. Ἄμεινον δὲ πένεσθαι τὰ βιωτικὰ, πλουτεῖν δὲ τὰ πνευματικά· τῶν μὲν γὰρ τὸ τέλος φθορὰ, τῶν δὲ τὸ κέρδος ἀναφαίρετον.

∆ιὰ τοῦτό φησιν ὁ Υἱὸς, Μὴ θησαυρίζετε θησαυροὺς ἐπὶ τῆς γῆς, καλῶν ἡμᾶς θησαυρίζειν τὰ ἐπουράνια, πτωχοὺς τρέφειν, ἀσθενεῖς ἐπισκέπτεσθαι, ἀσκέπους σκέπειν, χρεωφειλέτας ἀπόρους λύειν, καὶ τὸ δάνειον ἐκ Θεοῦ ἀπαιτεῖν. Ὁ ἐλεῶν γὰρ πτωχὸν, δανείζει Θεῷ. Ταῦτα γὰρ ἄγγελοι θεωροῦντες ἐπὶ τὸν κριτὴν τῶν ὅλων ἀναφέρουσιν· ὁ δὲ προστάττει λέγων αὐτοῖς τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνόν σου ἔμπροσθεν τοῦ Θεοῦ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

4
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать