Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς πάντας τοὺς ἁγίους

In omnes sanctos / На всех святых

In omnes sanctos Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς ἁγίους πάντας.

∆εῦτε σήμερον, ἀδελφοί, τῶν ἁγίων μαρτύρων τὴν μνήμην φαιδρῶς πανηγυρίσωμεν. ∆εῦτε κοινωνήσωμεν αὐτῆς τῆς ἐπουρανίου χάριτος· μάρτυρες γὰρ τῆς ἐν παραδείσῳ προδοσίας ἀπολογία, τῆς σφαλείσης ἱλαστήρια φύσεως, τῆς προσκρουσάσης ἀνθρωπότητος δῶρα, τοῦ γένους τοῦ σαλευθέντος ὑπογραφαί, τῆς τοῦ ληστάρχου διορυγῆς προμαχίονες, τῆς τῶν πιστῶν ἐλπίδος ἐνέχυρα, καρτερίας θεόγραφοι πίνακες, μυστικαὶ χριστιανισμοῦ βελοθῆκαι, τόξα τοῦ προσταυρωθέντος ἀπόρρητα, ἰσχυροὶ τῆς εὐσεβείας βραχίονες, δένδρα μετὰ τομὴν ἀνθηρότερα, ῥίζαι μετὰ φθορὰν εὐθαλέστεραι, κεχωσμένα τοῖς δαίμοσι δίκτυα· οὐχ οὕτω ταῖς ἀρούραις ἐμπεριπατοῦντες στρουθοὶ τοῖς κεχωσμένοις συλλαμβάνονται βρόχοις ὡς ταῖς φυλαῖς τῶν ἁγίων μαρτύρων ἐμβοσκώμενοι δαίμονες τῇ κεχωσμένῃ περιπυροῦντες τέφρᾳ καὶ πάσχουσι τοῦ Κάϊν παρόμοιον· οὓς γὰρ ἔσφαξαν φρίττουσιν, ὡς ἐκεῖνος ἐσφαγμένον τὸν Ἄβελ.

Ἐπειδὴ καὶ δαίμονές εἰσιν ἐν τῷ ἀέρι τούτῳ βάρβαροι καὶ ἄγριοι καὶ πολέμους ἐγείροντες ἀεὶ καὶ τῆς εἰρήνης ἐχθροί, ἀντεκατέστησεν αὐτοῖς τὰ στρατόπεδα τῶν ἀγγέλων, ἵνα φαινόμενοι μόνον αὐτοὺς καταστέλλωσιν, ἵνα τὴν εἰρήνην ἡμῖν ἀεὶ πρυτανεύωσι. Καὶ ἵνα μάθῃς ὅτι ἄγγελοι εἰρήνης εἰσίν, ἄκουσον ἐν ταῖς εὐχαῖς ἀεὶ λεγόντων καὶ διακόνων· τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε. Ὁρᾷς ὅτι καὶ ἄγγελοι πάρεισι καὶ μάρτυρες .... τῆς πανηγύρεως ταύτης τῶν ἁγίων πάντων. Πλοῦτον κερδαίνουσιν οἱ μάρτυρες ἀθανασίας πρόξενον· δόξης ἐκείνης ἐπέτυχον, ἧς ἡ βασιλεία αἰώνιος ὅλον εἰς οὐρανοὺς τὸν τῆς ζωῆς θησαυρὸν ἀποθέμενοι· τοιαύτη γὰρ τῶν ἁγίων ἡ νίκη ὡς ὑπὲρ τῶν ἀθανάτων ἀγαθῶν ἑλέσθαι καὶ θάνατον. Ἐξέοντο τούτων τοῖς βασάνοις οἱ σάρκες, ἀλλ' ὁ τῆς ψυχῆς σκοπὸς ἀνάλγητος ἔμενεν· ἐκόπτοντο τὰ μέλη τοῖς ξίφεσιν, ἀλλ' ὁ πρὸς οὐρανὸν οὐκ ἐτέμνετο πόθος .... θηρίων ὀδόντες διεσπάραττον σπλάγχνα, ἀλλὰ τὸν τῆς καρδίας εὐσεβῆ λογισμὸν οὐκ ἀπέσπασαν. Ὄντως ἀσπὶς καὶ θῶραξ ταῖς ψυχαῖς τῶν μαρτύρων τὰ σώματα· ταῦτα γὰρ καὶ μόνα τοῖς τῶν τυράννων τιτρώσκεται βέλεσιν· οἷς γὰρ ὁ τῆς πίστεως καλὸς στρατιώτης πείθων τὰ μέλη δέχεσθαι βέλη προσίεται γυμνὸν τῷ πολέμῳ τὸ σῶμα καὶ νίκην ἐργάζεται, ἐν οἷς νικᾶσθαι νομίζεται· νενίκηται γὰρ διάβολος τῶν μαρτύρων αἰκίσας τὰ σώματα. Καὶ τούτου ἀπόδειξις τῶν λειψάνων ἡ δύναμις ἀοράτῳ πληγῇ φυγαδεύουσα δαίμονας. Ταῦτα τοὺς μάρτυρας δο 304 ξάζει τὰ τρόπαια· ταῦτα τοὺς οὕτω θανῆναι θελήσαντας ἀθανάτως ἔδειξε ζήσαντας· ταῦτα τῶν ἀγγέλων αἱ στρατιαὶ μακαρίζουσι ταῦτα ἡ κτίσις ἐνέχυρα κατέχει πανταχοῦ σωτηρίας.

Ἑκάστη γὰρ λοιπὸν τῆς οἰκουμένης πόλις καὶ χώρα προστάτας εὑρίσκεται τοὺς μάρτυρας κατέχουσα· ὅσον γὰρ αὐτοῖς ταῖς τιμαῖς εὐσεβοῦντες τρέχομεν, τοσοῦτον αὐτοῖς ἐν ἅπασι κηδεμόνας εὑρίσκομεν. Τιμὴ δὲ μάρτυρι ἡ τῆς πολιτείας ὀρθότης, τὸ πρὸς τὸν Θεὸν εὐσυνείδητον· διδάσκαλοι γὰρ ἡμῶν εὐσεβείας καὶ πολῖται οἱ μάρτυρες Χριστὸν ἔχοντες ὁδηγὸν χάρις τῷ φιλανθρώπῳ δεσπότῃ, τὸ καὶ τῇ γῇ δεδοκότι θησαυροὺς τοὺς ἁγίους Πάντας· ἐν αὐτῇ γὰρ ἐπετέθη τῶν οὐρανῶν τὰ κειμήλια, οἱ τίμιοι μαργαρῖται, τὸ χρυσίον τὸ δόκιμον, τὰ σκεύη τὰ ἐκλεκτά· ταῦτα γάρ ἐστι τῶν μαρτύρων τὰ λείψανα καὶ τέως ὁ οὐρανὸς τῇ γῇ παρεχώρησε συγχωρῶν εὐλογεῖσθαι τῶν ἀνθρώπων τὸν βίον· ἐκεῖ γὰρ ἡ καταθύμιος διαμονὴ τῶν μαρτύρων, ἐκεῖ τῶν ἀγώνων ἡ περιπόθητος ἄνεσις, ἐκεῖ οἱ τῆς νίκης πολύτιμοι στέφανοι. Καὶ ταῦτα μὲν ὁ οὐρανὸς φυλάττειν προστέτακται περιμένων αὐτῶν ἐκεῖ τὴν ἀπόλαυσιν, κατέχει δὲ τούτους τέως ἡ γῆ. Ὁ οὐρανὸς δὲ καὶ .... παρελήφθη φαιδρότητος. Ἔσχε λαμπάδας πυρὸς τοὺς ἀστέρας, ἔσχε πλῆθος ἁγίων ἡ γῆ, ὡς ἐκεῖνος ἀγγέλων ἔχει δοξολογοῦντας. Οὗτοι οἱ μακάριοι μάρτυρες διὰ Χριστὸν κολασθέντες, στρεβλωθέντες, θηρίοις παραδοθέντες, πυρὶ καὶ ξίφει ἀναλωθέντες νῦν δορυφοροῦνται, τιμῶνται, δοξάζονται, ἐν οὐρανοῖς βασιλεύουσι, τὸν Θεὸν δυσωποῦσιν, ἁμαρτωλοῖς βοηθοῦσι, τὴν οἰκουμένην φυλάττουσι, πόλεις ἁγιάζουσιν, ἐρήμους πολίζουσιν, εὐλογοῦσι τὰς χώρας, λαοὺς συγκροτοῦσι, βαρβάρους ἀποστρέφουσι .... λειψάνοις μεριζομένης. ∆ῆλον δὲ τοῦτο ἐκ τῆς κατατεθείσης σήμερον κιβωτοῦ ἐχούσης τὸ μάννα, κιβωτοῦ τῆς ἀλλοφύλους νικώσης, κιβωτοῦ τῆς ἀσφαλεστέρας τοῦ Νῶε· ἡ μὲν γὰρ ἐπάνω τῶν ὑδάτων νηχομένη διεσώζετο, ἡ δὲ ἐν αὐτῷ τῷ θανάτῳ φερομένη λυτροῦται· διὰ γὰρ τοῦτο καὶ ἐν τοῖς κόλποις αὕτη τῆς γῆς καταχώννυται ψυχαγωγοῦσα καὶ τοὺς ἐν Ἅδῃ βυθιζομένους ἀνθρώπους. Τοιοῦτος σήμερον ὁ ἡμέτερος θησαυρός, τοιοῦτον ὁ οἶκος τῶν μαρτύρων ἐδέξατο πλοῦτον, τοιαύτην ὁ τόπος ἐκτήσατο χάριν.

Ἐνταῦθα τῆς ἁγιωσύνης λοιπὸν τὸ μύρον πηγάζει, ἐνταῦθα τῆς τῶν παθῶν θεραπείας διοδεύει τὰ ῥεῖθρα, ἔνθεν οἱ ὀχετοὶ τῶν ἰάσεων ῥέουσιν, ἔνθεν πόλις εὐφραίνεται πεινῶσα, ἔνθεν ποίμνια διψῶντα κορέννυται, ἔνθεν λαὸς συντρέχων ἁγιάζεται, ἔνθεν Χριστὸς σπλαγχνίζεται δοξαζόμενος. Ἐννόησον ὅσοι καὶ μαρ 305 τυρίου στέφανον ἀνεδήσαντο· οἱ μὲν γὰρ ἐμαστίχθησαν, οἱ δὲ εἰς δεσμωτήριον ἐνεκλείσθησαν, οἱ δὲ ἁλύσεσι περιέκειντο, οἱ δὲ πατρίδος ἐξέπεσαν, οἱ δὲ οὐσίαν ἀπέβαλον, οἱ δὲ πρὸς τὴν ὑπερορίαν μετῳκίσθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ καὶ τῇ γνώμῃ· καὶ γὰρ δοράτων γυμνουμένων καὶ ξιφῶν ἠκονημένων καὶ ἀπειλῶν καθ' ἑκάστην ἡμέραν γιγνομένων καὶ τῶν ἐν ἀρχαῖς θυμοῦ πνεόντων καὶ φωνῶν ἐπανατεινομένων μυρία εἴδη καὶ κολάσεων καὶ τιμωριῶν οὐκ εἶξαν οὐδὲ ἐνέδωκαν, ἀλλ' ἔστησαν ἐπὶ τῆς πέτρας ἀκίνητοι πάντα ποιῆσαι καὶ παθεῖν αἱρούμενοι ὥστε μὴ κοινωνῆσαι τῇ παρανομίᾳ τῶν τὰ τοιαῦτα τετολμηκότων, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· καὶ γὰρ καὶ γυναῖκες πρὸς τὸν ἀγῶνα ἀπεδύσαντο τοῦτον καὶ ἀνδρῶν πολλαχοῦ μᾶλλον ἠνδρίσαντο. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ νέοι καὶ μειράκια κομιδῆ, ὧν γένοιτο .... ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

338 Εἰκότως ἀγωνιῶ τοῖς τῆς δειλίας δεσμοῖς συνεχόμενος, πῶς ἐμπλήσω τὸ δίψος τῆς ὑμετέρας φιληκοΐας, ποίαν προθήσω τοῦ λόγου τὴν τράπεζαν, τίς γένωμαι λαὸν τοσοῦτον δεξιούμενος, ᾧ μόνος Χριστὸς ἐπαρκέσει πρὸς ἑστίασιν. ἐπὶ θύραις λοιπὸν ἡ τοῦ κόσμου χαρά, πλησιάζει ὁ λιμὴν τῆς δεσποτικῆς ἀναστάσεως. πάλιν θορυβεῖται 339 τῶν Ἰουδαίων τὸ ἀλόγιστον ἔθνος, πάλιν κατὰ τοῦ ποιμένος ὑλακτοῦσιν οἱ κύνες, πάλιν κατὰ τοῦ δεσπότου στασιάζουσιν οἱ δοῦλοι, πάλιν βουλεύονται κατὰ τοῦ φωτὸς οἱ τοῦ σκότους ἐργάται, πάλιν Ἰούδας μελετᾷ τὴν παράνομον πρᾶσιν, πάλιν ἑτοιμάζουσιν οἱ Ἰουδαῖοι ἀργύρια, ἵνα τῷ ᾅδῃ παραπέμψωσι τὸν ἐν νεκροῖς ἐλεύθερον καὶ μάθωσιν αἰχμαλωτιζόμενον θάνατον, ἵνα τιναχθῶσι τάφοι καὶ νεκροὶ πτερωθῶσι πρὸς ἔγερσιν, πάλιν μαθητὴς πιπράσκει, νομομαθεῖς δὲ ἀγοράζουσι καὶ λῃστὴς ἐπὶ σταυροῦ θεολογεῖ. Ἀλλὰ τῆς τοῦ προδότου φωνῆς μνημονεύσωμεν· «τί μοι θέλετε δοῦναι», φησίν, «κἀγὼ ὑμῖν παραδώσω αὐτόν». τί [σοι] θέλουσι δοῦναι, Ἰούδα; τὸ τῆς ἀγχόνης σχοινίον, τὸ ἐξώτερον σκότος, τῆς βασιλείας τὴν ἀλλοτρίωσιν, τὸν χωρισμὸν τῶν ἁγίων, τὸ ἀνέγερτον πτῶμα, ταῦτά σοι ἐκ τοῦ συναλλάγματος τοῦ πρὸς Ἰουδαίους τὰ κέρδη. [«τί μοι θέλετε δοῦναι;»] τί σοι δύνανται δοῦναι τοιοῦτον ὅσον μέλλεις ἀπολεῖν, παμπόνηρε; ἱνατί δὲ οὕτως ὀλίγου πιπράσκεις τὸν οὐρανοῦ καὶ γῆς ἀρχιτέκτονα, τὸν ἐν παλάμῃ τὰ σύμπαντα φέροντα; ὅτε τὸν δεσπότην σου ἐθεάσω τιμώμενον, σὺ τὸ πολυτίμητον μῦρον κατὰ τῆς φοβερᾶς αὐτοῦ κεφαλῆς ἐκχεόμενον εἶδες καὶ τῆς φιλοτιμίας τοῦ γυναίου καταγινώσκων ἐβόας· «εἰς τί ἡ ἀπώλεια αὕτη;» «διατί τοῦτο τὸ μῦρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;» καὶ τὸ μὲν μῦρον τὸ ἐκ διαφόρων εἰδῶν κατασκευαζόμενον καὶ ἐν τέχνῃ τινὶ μυρεψούμενον τριακοσίων διετίμησας δηναρίων, τὸ δὲ ἀληθινὸν μῦρον τὸ ὀσφραῖνον νεκροὺς τὴν ἀνάστασιν τριάκοντα δηναρίων πιπράσκεις; οὐκ οἶδας τί πωλεῖς, Ἰούδα. ἐσκότωσέ σε τῆς φιλαργυρίας ἡ μέθη. πότε δὲ ἔγνως δεσπότην παρὰ δούλου πωλούμενον, πότε δὲ ἔμαθες πιπράσκειν φῶς καὶ ἀγοράζειν σκότος; ἱνατί δὲ τῆς ἀγάπης ἐνύβρισας τὸ γνώρισμα, ἱνατί δὲ φιλήματι τὴν προδοσίαν ἐργάζῃ; καλῶς σε στηλιτεύων πόρρωθεν ὁ προφήτης 340 ἐβόα· «οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος·» «ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον»· καὶ κατεφίλεις τὸν δεσπότην σου. πρόσελθε, φίλησον· ἀνέχεται ὁ σωτὴρ μακροθύμως, οὐ τὸ δυσῶδες τοῦ σοῦ φιλήματος ἀποστρεφόμενος, ἀλλ' ἣν ἔδωκέ σοι ἐκ τῶν σῶν χειλέων ἀνακαλούμενος χρεωφειλήματος χάριν.

ὦ πόσον ἡ φιλαργυρία δεινόν. διὰ ταύτης ὁ μαθητὴς ἀποστολικῆς ἀπορραγεὶς σειρᾶς, τοῦ πνιγμοῦ τὸ σχοινίον κληρονομεῖ καὶ ἄξιον δεικνύει τῆς ἀγχόνης τὸν λαιμόν, δι' οὗ προῆλθε τῆς προδοσίας τὰ ῥήματα. ὦ πηλίκον νῆψις ἀγαθόν. διὰ ταύτης γὰρ ὁ λῃστὴς ἐπήδησεν ἀπὸ σταυροῦ εἰς παράδεισον· ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτόμενον πένθει, τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον, τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα, ῥηγνυμένας τὰς πέτρας–ὡς ἅπαντα ταῦτα ἐθεάσατο, εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν, τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέμουσαν, τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε· «μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» ὄντως γοργὸς ὁ λῃστὴς τῆς ἑνδεκάτης ὥρας ἐργάτης· ὅλον γὰρ τὸ τῆς ἡμέρας τοῦ βίου ἀνεπλήρωσεν ἔργον, ᾗ ἐμισθώθη ὥρᾳ προθύμως εἰργάσατο. οὐκ ὤκλασε τῇ πίστει, οὐκ ἀπεῖδεν εἰς τὰς ὕβρεις, εἰς τὰς πληγὰς οὐκ ἀπέβληψε, τὰ τῶν Ἰουδαίων ὀνείδη παρεκρούσατο, ἔλαβε τὴν κτίσιν διδάσκαλον καὶ τὸν τῆς κτίσεως δεσπότην γνωρίσας ἀξίαν ἔδωκε τὴν προσκύνησιν.

Τί οὖν πρὸς ταῦτα ὁ τῶν μισθῶν ἀποδότης, ὁ φιλότιμος ἐν ταῖς εὐεργεσίαις Χριστός; τοῦ λῃστοῦ τὸ μέλλον ζητήσαντος αὐτὸς ἀνυπέρθετον τὴν χάριν ἐπέδειξεν· ἐκείνου γὰρ εἰρηκότος· «μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», ὁ δεσπότης εὐθὺς ἀπεκρίνατο λέγων· «ἀμήν, λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παρα 341 δείσῳ.» ἀληθὴς ἡ λέγουσα γραφή· «ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι.» αὐτῷ τῷ Χριστῷ ἡ δόξα σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

4
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать