Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Ὁμιλία εἰς τὴν Πόρνην καὶ τὸν Φαρισαῖον

In meretricem et in pharisaeum / Проповедь о блуднице и фарисее (дублирует предыдущую)

In meretricem et in pharisaeum Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον.

Σήμερον ὁ Φαρισαῖος εἰς ἄριστον τὸν ∆εσπότην ἐκάλεσε, τιμὴν ὕβρει κεράσας· ἡ δὲ πόρνη αὐτὸν τῇ πίστει εἱστίασεν. Ὄντος γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ τοῦ Σίμωνος, ἰδοὺ γυνὴ πόρνη. Μανικὸν σχῆμα, γυνὴ πόρνη ἐν τῇ πόλει, ὁ ἐντοίχιος πόλεμος, τὸ ἀσιδήρωτον βέλος, ὁ τῶν νέων ἰξὸς, ἡ τῆς ἐπιθυμίας ἀκόνη, ὁ τῶν παθῶν ἐξυπνιασμὸς, ἡ καπηλεία τοῦ σώματος, ἡ ἀνωφελὴς ἐμπορία, ἡ ἐπιζήμιος πραγματεία, ἡ καὶ τῇ πωλούσῃ καὶ τῷ ἀγοράζοντι θάνατον προξενοῦσα, τὸ τῆς νεότητος δίκτυον, ἡ ἀσκέπαστος παγίς.

Ὀφθαλμὸς γὰρ πόρνης παγὶς ἁμαρτωλῶν· ἡ τῆς ἀκολασίας ἐνθήκη, ἡ ἑαυτὴν πωλοῦσα, καὶ τοὺς ἀγοράζοντας δουλαγωγοῦσα, ἡ πολυκέφαλος λέαινα, ἡ δυσωδία τῆς πόλεως, ὁ λοιμὸς ὁ κατὰ πάσης ἕρπων αἰσθήσεως, τὸ τῶν ὀφθαλμῶν ἄγκιστρον, ὁ περιφερόμενος θάνατος, ἡ ἀγορὰ τῆς ζημίας, ἡ ἐπιθυμία τῆς ἀπωλείας, ἡ τοῦ θανάτου ὀσμὴ, ἡ πολύσηπτος γάγγραινα. Ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ὁ λοιμὸς τῶν οἰκητόρων, ἡ τυραννὶς τῶν γάμων, ἡ ἀνατροπὴ τῆς σεμνότητος, ἡ τῶν ἀνδρογύνων μάχη, ἡ κακοδάπανος τράπεζα, ἡ τῶν βαλαντίων κένωσις, ἡ τῶν χρημάτων ἐκροὴ, ἡ τῶν καμάτων ἀπώλεια, ἡ τῶν κληρονόμων ληνὸς, ἣν ληνοβάται πατοῦντες τὴν ἑαυτῶν γύμνωσιν ὠρχήσαντο. Ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός. Ἀλλ' ἡ ἁμαρτωλὸς ἐκείνη τῇ δικαιοσύνῃ προσέδραμε, καὶ ὡς ἐν πυρὶ ἀκάνθας τὰς ἁμαρ τίας ἀνήλωσεν. Ὁ δρυμὸς παράδεισος γέγονεν, ἡ λέαινα ἀρνίον, ἡ δυσωδία μύρον, ἡ ἀπώλεια θησαυρὸς, ἡ κορώνη περιστερὰ, ἡ πόρνη παρθένος, ἀδελφὴ Χριστοῦ, νύμφη τοῦ Λόγου. Στᾶσα γὰρ ὄπισθεν τοῦ Ἰησοῦ ἡ τῆς αἱμοῤῥοούσης μαθήτρια, δάκρυσι τοὺς πόδας ἔβρεξε, καὶ ταῖς θριξὶν ἐξέμαξε, καὶ τοῖς χείλεσι κατεφίλει τὰ ἴχνη, καὶ μύρῳ πολυτίμῳ ἤλειφεν.

Ὅλα τὰ ὅπλα τῆς ἁμαρτίας τῷ βασιλεῖ προσήνεγκεν, εἰρήνην αἰτῶν· καὶ τὴν πανοπλίαν τῶν κακῶν τοῖς ποσὶ τοῦ ∆εσπότου προσήγαγε. Καὶ ἐπειδὴ πάλαι ἠναγκασμένοις δάκρυσι πολλοὺς εἰς πάθος ἐξέλυσεν, ἀληθινοῖς νῦν δάκρυσι τὸν ∆εσπότην δυσωπήσασα, ἑαυτὴν ἀπέλυσε· καὶ ἡ τὰς τρίχας κακομηχάνως πλέξασα, καὶ ἀσέμνως πυργώσασα ταῖς θριξὶν ὡς ὀθόνῃ, τοῦ Χριστοῦ τοὺς πόδας ἐξέμασσεν οὐ τὸν ∆εσπότην λευκαίνουσα, ἀλλ' ἑαυτὴν ἁγιάζουσα. Ἐξωμολογεῖτο γὰρ διὰ τῶν τριχῶν, ὅσους δι' αὐτῶν ἀγκιστρεύσασα εἰς θάνατον ἡλίευσε. Καὶ μύρῳ ἤλειφε πολυτίμῳ. ∆ιὰ τί; Ἐπειδὴ πάλαι μυριζομένη πολλοὺς ἐβορβόρωσεν· ὁμοίως καὶ τοῖς ἀρώμασι κακῶς χρησαμένη, εἰς κύνας ῥινηλάτας τοὺς ἐραστὰς μετεσκεύαζε. Νῦν δὲ τῷ μύρῳ καλῶς χρησαμένη, καὶ τῷ ἀληθινῷ τὸ μύρον προσκομίσασα, τὰ σατανικὰ μυρίσματα ἀπενίψατο. Εἶτα ὡς ὁ Κύριος αὐτὴν προσεδέξατο ταῦτα πράττουσαν, ὁ Σίμων ἐψιθύριζε, ∆εσποτικῆς ἀγαθότητος λογοθέτης γινόμενος. Λέγει αὐτῷ ∆εσπότης· Σίμων, ὁ ἐπὶ τιμῇ καλέσας με, καὶ ἀτιμάσας με, ὡς οὐ προσεδόκησα· ∆ύο χρεωφειλέται ἦσαν δανειστῇ τινι, σὺ καὶ αὐτὴ, ἐμοῦ οὐ χρεῶσται οὔτε ὀφειλέται, ἀλλὰ χρεωφειλέται, διπλοῖ ὑπεύθυνοι τυγχάνοντες, ὅτι καὶ τὸ φυσικὸν δάνειον, καὶ τοῦ νόμου τὸ κεφάλαιον λαβόντες, εἰς ἀμφότερα τῷ εὐεργέτῃ παρεπέσατε. Ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, –σὺ ὁ Φαρισαῖος, ὁ βαρύτερα, καὶ πλείονα ἔχων τὰ ψυχικὰ ἁμαρτήματα· Ἐπειδὴ οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· –ὁ δὲ ἕτερος πεντήκοντα, ὁ ὑπεύθυνος τῆς πόρνης τρόπος.

Μὴ ἐχόντων καὶ αὐτῶν ἀποδοῦναι διὰ κατορθωμάτων καλῶν πράξεων, ἀμφοτέροις ἐχαρίσατο πίστιν λαβὼν, καὶ σχίσας τὸ χειρόγραφον. Εἰπὲ, τίς αὐτὸν πλεῖον ἀγαπήσει; Εἶτα ὁ Φαρισαῖος, Ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο, Καὶ δικαστὴς ἑαυτοῦ ὁ ὑπεύθυνος ἐγίνετο, καὶ τὸν ∆εσπότην ἐπαινέτην εὕρισκε λέγοντα· Ὀρθῶς ἔκρινας. Ἄκουε λοιπόν· Βλέπεις ταύτην τὴν γυναῖκα τὴν ὀλιγότερά σου χρεωστήσασαν, καὶ πλείονα ξένια καὶ δῶρα προσκομίσασαν; βλέπεις ταύτην τὴν γυναῖκα τὴν πολλῶν ἀπώλειαν γενομένην; τὸν ἔμψυχον τάφον· τὸν περιφερόμενον θάνατον; Εἰσῆλθόν σου εἰς τὸν οἶκον· ὕδωρ, τὸ εὔωνον καὶ πᾶσι προκείμενον, ἐπὶ τοὺς πόδας μου οὐκ ἤνεγκας· αὕτη δὲ πηγὰς δακρύων ἐξ ὀμμάτων τοῖς ποσί μου προσήνεγκε.

Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ τὰ χείλη αὐτῆς τοῖς ἐμοῖς ποσὶν ὑπέστρωσεν. Ἐλαίῳ τὴν κεφαλήν μου, ὡς ἐλεηθεὶς παρ' ἐμοῦ, οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ τὸ σῶμα, τῇ δὲ πίστει τὴν θεότητά μου ἐμύρισεν. Οὗ χάριν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί· ἵνα πληρωθῇ τὸ ἐν ψαλμοῖς εἰρημένον, Ἀφῆκας τὰς ἀνομίας τοῦ λαοῦ σου, καὶ τὸ ὑπὸ Ἰωάννου κηρυχθὲν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать