Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Σύνοψις τῆς ἁγίας γραφῆς

Synopsis scripturae sacrae / Обозрение Священного Писания

Synopsis scripturae sacrae ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΣΥΝΟΨΙΣ Τῆς Παλαιᾶς τε καὶ Καινῆς, ὡς ἐν τάξει ὑπομνηστικοῦ. ΠΡΟΘΕΩΡΙΑ.

Καινὴ λέγεται ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῆς φύσεως τῶν ἐν αὐτῇ γενομένων, ὅτι πάντα ἀνεκαινίσθη, καὶ πρῶτον ἄνθρωπος, δι' ὃν τὰ πάντα. Ἵνα δὲ μή τις λέγῃ· Ὁ οὐρανὸς ὁ αὐτὸς, ἡ γῆ, καὶ τὸ κυριώτατον ἁπάντων ἄνθρωπος· καὶ (λ. καινὸς) νόμος ἐδόθη, καιναὶ ἐντολαὶ, καινὴ ἡ χάρις διὰ τοῦ λουτροῦ, καινὸς ἄνθρωπος, καιναὶ ἐπαγγελίαι. Οὐκέτι γὰρ γῆ καὶ τὰ ἀπὸ τῆς γῆς· ἀλλ' οὐρανὸς, καὶ τὰ ἐν οὐρανοῖς. Καινὰ τὰ μυστήρια. Οὐκέτι γὰρ ἐκεῖνα τὰ σωματικὰ, πρόβατον καὶ αἷμα, καὶ κνίσσα, καὶ κόπρος, ἀλλ' ἡ λογικὴ καὶ ἐνάρετος λατρεία, τὰ παραγγέλματα καινὰ, ξύλον εἰς οὐρανοὺς ἀνάγον καὶ ὑψηλοὺς ἐργαζόμενον.

Σκοπὸς δὴ ἑκατέρωθεν τῶν ∆ιαθηκῶν εἷς, τῶν ἀνθρώπων ἡ διόρθωσις. Καὶ τί δεῖ θαυμάζειν περὶ τῆς Γραφῆς, ὅπου γε καὶ τῆς κτίσεως αὐτῆς ἡ χρεία διὰ τοῦτον; Καὶ γὰρ οὐρανὸν μέγαν δι' αὐτὸν ἐποίησε, καὶ γῆν εὐθεῖαν, καὶ θάλασσαν ὑπὲρ τὴν χρείαν, ἵνα ἀπὸ τοῦ μεγέθους τῶν γενομένων θαυμάσαντες τὸν ∆ημιουργὸν, εἰς θεογνωσίαν ἔλθωσι. Καὶ ταῦτα οὖν διὰ τοῦτον γέγονεν. Ἐπεὶ οὖν σκοπὸς εἷς τῆς Παλαιᾶς καὶ τῆς Καινῆς, ἀναγκαῖον εἶναι ἐνόμισεν ὁ Μωϋσῆς καὶ ἱστορίας ἀναγράψαι παλαιάς· οὐ κατὰ τὴν ἔξωθεν ἀκολουθίαν· ἐκεῖνοι μὲν γὰρ ἱστορίας γράφουσιν ἁπλῶς, ὥστε πραγμάτων διηγήσεις ποιεῖσθαι, καὶ πολέμους καὶ μάχας εἰς μέσον ἀγαγεῖν, καὶ καρπώσασθαι δόξαν ἀπὸ τῶν γραμμάτων. Ὁ δὲ νομοθέτης οὐχ οὕτως· ἀλλὰ πάντοτε ἱστορίας ἀναγράφει ἀνδρῶν μεγάλων κατωρθωκότων, ὥστε τοῖς μετὰ ταῦτα τῶν ἐκείνοις βεβιωμένων τὴν διήγησιν γενέσθαι διδασκαλίας ἀγαθῆς ὑπόθεσιν. ∆ιὰ δὴ τοῦτο οὐ μόνον τοὺς κατωρθωκότας εἰς μέσον ἄγει, ἀλλὰ καὶ τοὺς ἡμαρτηκότας, ἵνα τοὺς μὲν ζηλώσωμεν, τοὺς δὲ ἐκφύγωμεν, καὶ ἑκατέρωθεν ὀρθωθῇ τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς ἐπιμελείας. Μὴ τοίνυν νομιζέτω τις ξένον εἶναι νομοθέτου τὸ παλαιὰς ἱστορίας διηγεῖσθαι καὶ νόμους ἀναγράφειν.

Ὅπερ γὰρ ἰσχύει νόμος, τοῦτο καὶ ἡ διήγησις τοῦ βίου τῶν ἁγίων. Ἔστι τοίνυν τῆς Παλαιᾶς τὸ μὲν ἱστορικὸν, ὡς ἡ Ὀκτάτευχος· ἡ μὲν Γένεσις τὰ περὶ τῆς δημιουργίας διηγουμένη, καὶ τὰ περὶ τοῦ βίου τῶν εὐηρεστηκότων Θεῷ· ἡ δὲ Ἔξοδος τὴν ἀπαλλαγὴν τῶν Ἰουδαίων τὴνἐξ Αἰγύπτου, τὴν παράδοξον ἐκείνην, καὶ τὴν τῆς ἐρήμου διατριβὴν, καὶ τὴν τοῦ νόμου δόσιν· τὸ δὲ Λευιτικὸν τὰ περὶ θυσιῶν καὶ ἱερουργίας· ἡ γὰρ τοῦ Λευὶ φυλὴ αὕτη ἦν ἡ τὴν ἱερωσύνην κεκληρωμένη, καὶ ἀπὸ τοῦ ὀνόματος τῆς φυλῆς τὴν προσηγορίαν ἔλαχε τὸ βιβλίον. Μετ' ἐκεῖνο οἱ Ἀριθμοί· μετὰ γὰρ τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου, ἐκέλευσεν ὁ Θεὸς ἀριθμηθῆναι τὸν δῆμον τῶν Ἰουδαίων, καὶ ἦσαν ἑξακόσιαι χιλιάδες, ἀφ' ἑνὸς ἀνθρώπου τοῦ Ἀβραὰμ γενόμεναι. Εἶτα μετ' ἐκεῖνο τὸ ∆ευτερονόμιον· τὸν γὰρ νόμον ἐκ δευτέρου ἡρμήνευσεν αὐτοῖς ὁ Μωϋσῆς. Εἶτα μετ' ἐκεῖνο Ἰησοῦς ὁ τοῦ Ναυῆ· οὗτος γὰρ μετὰ τὸν Μωϋσέα γενόμενος αὐτῶν δημαγωγὸς, εἴς τε τὴν γῆν τῆς ἐπαγγελίας εἰσήγαγε, καὶ τὴν γῆν διένειμε κατὰ κλήρους ταῖς δώδεκα φυλαῖς. Μετ' ἐκεῖνον οἱ Κριταί· τοῦ γὰρ Ἰησοῦ τελευτήσαντος, εἰς ἀριστοκράτειαν μετέπεσε τὰ πράγματα τῶν Ἰουδαίων, καὶ αἱ φυλαὶ ἐκράτουν. Εἶτα Ῥοὺθ, βιβλίον βραχὺ, ἱστορίαν ἔχον γυναικὸς ἀλλοφύλου, γαμηθείσης Ἰουδαίῳ τινί. Μετ' ἐκεῖνο αἱ Βασιλεῖαι αἱ τέσσαρες, ἐν αἷς τὰ εἰς τὸν Σαοὺλ, τὰ εἰς τὸν ∆αυῒδ, τὰ εἰς Σολομῶντα καὶ τὸν Ἠλίαν καὶ τὸν Ἐλισσαῖον, καὶ τὰ μέχρι τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα. Μετὰ δὲ τὰς βασιλείας Ἔσδρας. Ἐπειδὴ γὰρ ἀπηνέχθησαν εἰς Βαβυλῶνα ἁμαρτόντες, καὶ ἑβδομήκοντα ἔτη διετέλεσαν αὐτόθι δουλεύοντες, ὁ Θεὸς ὕστερον ἵλεως αὐτοῖς γενόμενος, παρεσκεύασε τὸν Κῦρον τὸν τότε Περσῶν βασιλεύοντα, Κῦρον, οὗ τὰς παιδείας ἀνέγραψε Ξενοφῶν, ἀφεῖναι τοὺς αἰχμαλώτους. Καὶ ἀφέντος, ἐπανῆλθον ἡγουμένου τοῦ Ἔσδρα, τοῦ Νεεμίου, τοῦ Ζοροβάβελ. Καὶ τὴν ἐπάνοδον ταύτην γράφει ὁ Ἔσδρας· ὡς ἐπανελθόντες ἐκ δευτέρου τὸν ναὸν ᾠκοδόμησαν, καὶ τὴν πόλιν ἀνέστησαν. Καὶ ἑκατὸν διαγενομένων ἐτῶν, πάλιν πόλεμος αὐτοὺς κατέλαβεν ὁ Μακεδονικός. Εἶτα τὰ ἐπὶ Ἀντιόχου συνέβη τοῦ Ἐπιφανοῦς, ὅτε καὶ τρία ἔτη πολιορκηθέντες καὶ ἥμισυ, κακῶς παθόντες, πάλιν ἀπηλλάγησαν τῶν ἐπιγενομένων κακῶν. Καὶ μετ' ἐκεῖνο ὀλίγου διαγενομένου χρόνου, ἔρχεται ὁ Χριστὸς, καὶ τέλος λαμβάνει ἡ Παλαιά. Ὥστε δὲ μαθεῖν πόθεν συνέστη τὸ Ἰουδαίων γένος, ἀναγκαῖον ὀλίγα εἰπεῖν. Μετὰ τὸν Ἀδὰμ γέγονεν ὁ Σὴθ, εἶτα Ἐνὼχ, εἶτα ἕτεροι μέχρι πλειόνων γενεῶν· καὶ τότε ὁ Νῶε, ἐφ' οὗ, τῶν ἀνθρώπων διαφθαρέντων ὑπὸ κακίας, γίνεται ὁ κατακλυσμός. Εἶτα τοῦ κατακλυσμοῦ παυθέντος, ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ μόνος μετὰ παίδων τριῶν, ἐνέπλησε τὴν γῆν ἐκ τῆς αὐτοῦ γενεᾶς, κατὰ διαδοχὴν πολλῶν ὄντων τῶν τικτομένων. Ὡς οὖν ἐγένοντο πολλοὶ, ἐβουλεύσαντο πύργον οἰκοδομῆσαι, φθάνοντα ἕως τοῦ οὐρανοῦ. Καταγνοὺς δὲ αὐτῶν τὴν γνώμην ὁ Θεὸς, συνέχεεν αὐτῶν τὰς γλώσσας, καὶ τὴν μίαν εἰς πολλὰς διέτεμεν. Ὅθεν ἀνάγκη γέγονεν αὐτοῖς οὐκ ἀκούουσιν ἀλλήλων, μηδὲ συνοικῆσαι ἀλλήλοις· καὶ αὕτη γέγονε πρόφασις τοῦ πανταχοῦ διασπαρῆναι αὐτοὺς τῆς οἰκουμένης. Λέγεται δὲ ἐν ταύτῃ τῇ συγχύσει τῶν γλωσσῶν ὁ Ἕβερ ὁ τῶν Ἰουδαίων πρόγονος μὴ βουληθῆναι κοινωνῆσαι τῆς ἐπιχειρήσεως αὐτοῖς, καὶ μόνος μεῖναι διατηρῶν τὴν οἰκείαν γλῶσσαν, τῆς καλλίστης γνώμης τοῦτο τιμηθείς. Τούτου ἔγγονος ἐγένετο, Ἀβραάμ· διὸ καὶ Ἰουδαίων γλῶσσα Ἑβραϊκὴκέκληται, ἀπὸ τοῦ Ἕβερ. Τούτου τοίνυν ἐγένετο ἔγγονος [Ἀβραὰμ], τοῦ Ἀβραὰμ, Ἰσαὰκ, οὗἸακώβ. Οὗτος ἐγέννησε τοὺς δώδεκα πατριάρχας, τὸν Ῥουβεὶμ, τὸν Συμεὼν, τὸν Λευὶ, τὸν Ἰούδαν, τὸν Ἰσαχὰρ, τὸν Ζαβουλὼν, τὸν Νεφθαλεὶμ, τὸν Γὰδ, τὸν ∆ὰν, τὸν Ἀσὴρ, τὸν Ἰωσὴφ, τὸν Βενιαμίν. Τούτων τῶν ἕνδεκα πατριαρχῶν ἐπώνυμοι γεγόνασιν αἱ μετὰ ταῦτα φυλαί. Ἕκαστος γὰρ φυλὴν ἀπεγέννησε, καὶ οἱ τεχθέντες, ἀπ' ἐκείνων ἐκαλοῦντο. Ἀντὶ μέντοι τοῦ Ἰωσὴφ μία φυλὴ οὐκέτι γίνεται, ἀλλὰ δύο. Οὐ γὰρ ἠβουλήθη ὁ πατὴρ ὁ τοῦ Ἰωσὴφ μιᾷ φυλῇ ἐπώνυμον αὐτὸν γενέσθαι. Τί οὖν γίνεται; Ἐπειδὴ εἷς ἦν ὁ αὐτὸς, ἵνα διπλοῦς γένηται πατριάρχης, τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆ τοὺς υἱοὺς αὐτοῦ τοὺς δύο, τούτους ἐποίησε δύο φυλῶν γενέσθαι ἐπωνύμους, καὶ αἱ δύο φυλαὶ τῷ Ἰωσὴφ ἐλογίζοντο. Ὥστε συνέβη ἐκ τούτου ἕνδεκα (λ. τρισκαίδεκα) εἶναι τὰς φυλὰς, ἕνδεκα τὰς τῶν ἄλλων, δύο τὰς τοῦ Ἰωσὴφ τὰς διὰ τῶν παίδων. Ὑπεξαιρεῖται ἡ τοῦ Λευὶ, καὶ ἀφορίζεται τῇ τάξει τῆς ἱερωσύνης· οὐδὲ γὰρ ἦν ἀναγκαῖον ἄλλο τι μεταχειρίσαι· καὶ μένει τῶν δώδεκα ὁ ἀριθμὸς μὴ ἀκρωτηριασθείς. Αἱ μὲν οὖν δώδεκα τὰ ἄλλα πάντα ἔπραττον· ἡ δὲ τοῦ Λευὶ τὰ ἱερατικὰ ἦν ἐπιτεταγμένη μόνη. Ἐκ ταύτης ἦν ὁ Μωϋσῆς. Οὗτοι τοίνυν οἱ δώδεκα πατριάρχαι ἀπελθόντες εἰς Αἴγυπτον, τῆς τοῦ Θεοῦ ἐπαγγελίας τῆς πρὸς τὸν Ἀβραὰμ πληρουμένης τῆς λεγούσης, Ποιήσω τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, ἑξακοσίων χιλιάδων ἐγένοντο πρόγονοι. Ἐντεῦθεν τὸ τῶν Ἰουδαίων συνέστη γένος ἀπὸ τῆς Ἰούδα φυλῆς ὀνομασθὲν τῆς βασιλικωτάτης, ὅθεν οἱ βασιλεῖς ἂν ἐγένοντο.

Τῆς οὖν Παλαιᾶς ἐστι τὸ μὲν ἱστορικὸν, τοῦτο δὴ ὃ προειρήκαμεν· τὸ δὲ συμβουλευτικὸν, ὡς αἵ τε Παροιμίαι, καὶ ἡ τοῦ Σειρὰχ Σοφία, καὶ ὁ Ἐκκλησιαστὴς, καὶ τὰ Ἄσματα τῶνᾀσμάτων· τὸ δὲ προφητικὸν, ὡς οἱ δεκαὲξ λέγω Προφῆται, καὶ Ῥοὺθ, καὶ ∆αυΐδ. Εὕροι δ' ἄν τις τὰ εἴδη ταῦτα διῃρημένα ἁδρομερῆ ἐν ἀλλήλοις ὄντα. Οἷόν τι λέγω, ἐν ταῖς ἱστορίαις εὕροι τις ἂν προφητείαν· καὶ τῶν προφητῶν ἀκούσειεν ἂν πολλὰ ἱστορικὰ διαλεγομένων. Καὶ τὸ τῆς συμβουλῆς δὲ εἶδος καὶ τὸ τῆς παραινέσεως, ἐν ἑκατέρῳ τούτων, ἔν τε τῇ προφητείᾳ, ἔν τε τῇ ἱστορίᾳ. Πάντα δὲ ταῦτα, ὥσπερ ἔφθην εἰπὼν, εἰς ἓν βλέπει, τὴν τῶν ἀκουόντων διόρθωσιν, ὥστε καὶ ἀπὸ τῆς τῶν προτέρων διηγήσεως, καὶ ἀπὸ τῆς συμβουλῆς καὶ τῆς παραινέσεως, καὶ ἀπὸ τῆς προφητείας ῥυθμίζεσθαι πρὸς τὸ δέον. Προφητείας δὲ τοῦτο ἔργον μᾶλλον ἦν, τὸ τὰ μέλλοντα προαναφωνεῖν, εἴτε χρηστὰ, εἴτε λυπηρὰ, ἵνα τοὺς μὲν ἀποσπάσωνται, τοὺς δὲ τῷ φόβῳ τῆς κακίας ἀπείρξωσιν. Ἔστι δὲ καὶ ἕτερον προφητείας εἶδος, τὸ τὰ περὶ τοῦ Χριστοῦ προαναφωνῆσαι· ἔνθα μετ' ἀκριβείας οὐ περὶ τῆς παρουσίας μόνον, ἀλλὰ καὶ περὶ ὧν ἔμελλε παραγενόμενος πράττειν, καὶ περὶ τοῦ τόκου, καὶ περὶ τῆς γεννήσεως, καὶ περὶ τοῦ σταυροῦ, καὶ περὶ τῶν θαυμάτων, καὶ περὶ τῆς τῶν μαθητῶν ἐκλογῆς, περὶ τῆς Καινῆς ∆ιαθήκης, περὶ τῆς παύσεως τῶν Ἰουδαϊκῶν, καὶ περὶ τοῦ ἀφανισμοῦ τῶν Ἑλληνικῶν, καὶ περὶ τῆς εὐγενείας τῆς κατὰ τὴν Ἐκκλησίαν, καὶ περὶ τῶν ἄλλων ἁπάντων τῶν καθεξῆς ὄντων πραγμάτων. Ταῦτα πάντα μετὰ σαφηνείας ἁπάσης πρὸ πολλοῦ τοῦ χρόνου προανεφώνησαν οἱ προφῆται, τὰ μὲν διὰ τύπων, τὰ δὲ διὰ ῥημάτων. Καὶ γὰρ δύο προφητείας εἴδη, καὶ διὰ ἔργων καὶ διὰ λόγων προαναφωνεῖν τὰ μέλλοντα· διὰ λόγων μὲν, ὡς ὅταν τὸν σταυρὸν βουλόμενοι εἰπεῖν, λέγωσιν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Τοῦτο μὲν οὖν διὰ λόγων εἷλον προφητεῦσαι· δι' ἔργων δὲ, ὅταν Ἀβραὰμ φαίνηται τὸν υἱὸν ἀναφέρων, καὶ τὸν κριὸν κατασφάττων. ∆ιὰ γὰρ τῶν πραγμάτων προανατυποῖ τοῦ σταυροῦ τὴν εἰκόνα, καὶ τὴν ὑπὲρ τῆς οἰκουμένης ἐσομένην σφαγήν. Καὶ πολλοὺς ἄν τις εὕροι τοιούτους τύπους ἐν τῇ Παλαιᾷ, καὶ προφητείας διὰ πραγμάτων. Οὐ μόνον δὲ τὰ μέλλοντα προφητείας ἐστιν εἰπεῖν, ἀλλὰ καὶ τὰ παρελθόντα, ὅπερ μᾶλλόν ἐστι παρὰ Μωϋσῇ. Ὅταν γὰρ περὶ οὐρανοῦ καὶ γῆς διαλέγηται, παρελθόντα μὲν λέγει πράγματα καὶ κεκρυμμένα τῷ χρόνῳ, προφητεία δὲ αὐτὰ φθέγγεται. Ὥσπερ γὰρ τὰ μηδέπω γενόμενα, καὶ ἀφανῆ ἔτι τυγχάνοντα, προφητείας ἐστὶν εἰπεῖν, οὕτω τὰ γενόμενα μὲν, κεκρυμμένα δὲ τῷ χρόνῳ, ταῦτα ἀνακαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν τῆς ἴσης χάριτός ἐστιν. Ἔστι δὲ καὶ τὰ παρόντα προφητείας εἰπεῖν, ὅταν τι γίνηται μὲν, κρύπτηται δὲ, οἷον ἐπὶ τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρης. Ἐκεῖ γὰρ οὔτε παρελθὸν, οὔτε μέλλον ἦν, ἀλλὰ παρὸν μὲν, ἄδηλον δέ. Ὁ τοίνυν Πέτρος προφητείᾳ αὐτὰ ἐκκαλύψας, εἰς μέσον ἄγει. Καὶ τὰ μὲν τῆς Παλαιᾶς, ὡς ἄν τις ἁδρομερῶς εἴποι, ταῦτα. Ἐπὶ δὲ τῆς Καινῆς τὰ ἐν τῇ Παλαιᾷ αἰνιγματωδῶς εἰρημένα, ταῦτα δείκνυται, τὰς προφητείας λέγω τὰς διὰ τῶν ἔργων μαρτυρουμένας, τὴν τῶν οὐρανῶν ἁπτομένην πολιτείαν, τὰ ἀπόῤῥητα τῶν μελλόντων ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Παραλαβοῦσα γὰρ τὸν ἄνθρωπον διὰ τῆς Παλαιᾶς ἡ Καινὴ, συμμέτρως πως καὶ τῆς κακίας ἠρέμα ἀπαλλαγέντα, πρὸς τὴν τῶν ἀγγέλων ἀνάγει πολιτείαν. Ὥστε τῆς μὲν Παλαιᾶς ἔργον ἦν ποιῆσαι ἄνθρωπον, τῆς δὲ Καινῆς τὸν ἄνθρωπον ἐργάσασθαι ἄγγελον. Ἐπειδὴ γὰρ ἡ κακία καὶ τὸ ἀνθρώπους εἶναι ἐποίησεν ἀπολέσαι, εἰς ἀλόγων δυσγένειαν καταγαγοῦσα, καὶ θηριώδεις ἐργασαμένη· ὁ μὲν νόμος ἐκείνης μὲν ἀπήλλαττε τῆς κακίας· ἡ δὲ χάρις καὶ ταύτην τὴν ἀγγελικὴν προστίθησιν ἀρετήν.

Ἔστι δὲ καὶ τῆς Καινῆς βιβλία, αἱ Ἐπιστολαὶ αἱ δεκατέσσαρες Παύλου, τὰ Εὐαγγέλια τὰ τέσσαρα, δύο μὲν τῶν μαθητῶν τοῦ Χριστοῦ, Ἰωάννου καὶ Ματθαίου, δύο δὲ Λουκᾶ καὶ Μάρκου· ὧν ὁ μὲν τοῦ Πέτρου, ὁ δὲ τοῦ Παύλου γεγόνασι μαθηταί. Οἱ μὲν γὰρ αὐτόπται ἦσαν γεγενημένοι, καὶ συγγενόμενοι τῷ Χριστῷ· οἱ δὲ παρ' ἐκείνων τὰ ἐκείνων διαδεξάμενοι, εἰς ἑτέρους ἐξήνεγκαν· καὶ τὸ τῶν Πράξεων δὲ βιβλίον, καὶ αὐτὸ Λουκᾶ, ἱστορήσαντος τὰ γενόμενα, καὶ τῶν καθολικῶν Ἐπιστολαὶ τρεῖς.

Σύνοψις τῆς Γενέσεως. Τὰ κατὰ τὴν κοσμοποιίαν, καὶ τὴν τοῦ ἀνθρώπου· πλάσιν. Ἐντολὴν λαμβάνει ὁ Ἀδὰμ, καὶ πλάττεται ἡ γυνὴ ἐκ τῆς πλευρᾶς αὐτοῦ, ἣ ἀπατηθεῖσα ὑπὸ τοῦ ὄφεως, ἀπατᾷ τὸν ἄνδρα, καὶ γενομένη μετ' αὐτοῦ ἐπικατάρατος, ἐκβάλλεται τοῦ παραδείσου· καὶ ὁ ὄφις δέχεται κατάραν ἐπὶ τοῦ στήθους περιπατεῖν. Ἀναιρεῖ τὸν ἀδελφὸν ὁ Κάϊν διὰ τὸ ὑπερευδοκιμηθῆναι, καὶ δίδωσι δίκην· καὶ μετὰ ταῦτα παιδοποιεῖ. Τίκτει δὲ καὶ Εὔα τὸν Σήθ. Κατάλογος τῶν ἀπὸ τοῦ Ἀδὰμ, καὶ τῶν ἀπὸ τοῦ Σὴθ, ἕως τοῦ Νῶε, καὶ κατηγορία τῶν ἀνδρῶν διὰ τὰς οὐ προσηκούσας ἐπιγαμίας καὶ τὰς λοιπὰς ἀνομίας· Υἱοὺς δὲ Θεοῦ ἐνταῦθα καλεῖ τοὺς ἀπὸ τοῦ Σὴθ κατάγοντας τὸ γένος· καὶ γὰρ εἴρηται· Ἐγὼ εἶπον, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Θυγατέρας δὲ ἀνθρώπων τὰς ἀπὸ τοῦ Κάϊν. Προλέγει ὁ Θεὸς τῷ Νῶε τὴν μέλλουσαν τῶν ἀνθρώπων ἀπώλειαν διὰ τοῦ κατακλυσμοῦ, καὶ παραινεῖ ποιῆσαι τὴν κιβωτὸν, τριακοσίων πήχεων τὸ μῆκος, πεντήκοντα πήχεων τὸ πλάτος, τριάκοντα πήχεων τὸ ὕψος. Ὡς δὲ εἰσῆλθεν εἰς τὴν κιβωτὸν, ἐφέρετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἐνεδίδου δὲ τὸ ὕδωρ μετὰ ἑκατὸν πεντήκοντα ἡμέρας. Ὤφθησαν δὲ αἱ κορυφαὶ τῶν ὀρέων πρώτῃ τοῦ δεκάτου μηνός. Καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἀπέστειλε τὸν κόρακα, καὶ οὐχ ὑπέστρεψε· καὶ μετὰ ἑπτὰ ἡμέρας ἀπέστειλε τὴν περιστερὰν, καὶ ὑπέστρεψε θαλλὸν ἐλαίας κομίζουσα. Κελεύεται ὑπὸ τοῦ Θεοῦ ὁ Νῶε ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ· καὶ ἐξελθὼν ἔθυσε τῷ Θεῷ, καὶ εὐλογήθη μετὰ τῶν υἱῶν αὐτοῦ. Καὶ ἔλαβεν ἐπαγγελίαν παρὰ τοῦ Θεοῦ, ὥστε μηκέτι γενέσθαι τοιαύτην ἀπώλειαν ἀνθρώπων διὰ τοῦ κατακλυσμοῦ. Καὶ μετὰ ταῦτα εὐλογεῖ μὲν τὸν Σὴμ καὶ τὸν Ἰάφεθ, καταρᾶται δὲ τὸν Χαναὰν, ἐπειδὴ ὁ πατὴρ αὐτοῦ Χὰμ ἐξεῖπε τὴν γύμνωσιν τοῦ πατρός. Ἐκβαίνει δὲ ἡ κατάρα ἐπὶ τῶν Γαβαονιτῶν· μᾶλλον δὲ πρόσχημα μὲν κατάρας ἦν, τὸ δὲ ἀληθὲς προφητεία. Οἱ ἀπὸ τοῦ Νῶε ἕως τοῦ Φαλὲκ, ὃς ἀπὸ τοῦ μερισθῆναι ἐπ' αὐτοῦ τὴν γῆν τὴν προσηγορίαν ἔλαβε ταύτην. Τότε γὰρ τὸν πύργον ᾠκοδόμησαν, ὅθεν καὶ ὁ τόπος Βαβυλὼν προσηγορεύθη, ὅ ἐστι Σύγχυσις, ἐπειδὴ ἐκεῖ συνεχύθησαν αὐτῶν αἱ γλῶσσαι. Τὸν δὲ πατέρα τοῦ Φαλὲκ τὸν Ἕβερ λόγος ἔχει μὴ ὁμονοῆσαι τοῖς λοιποῖς εἰς τὴν τοῦ πύργου οἰκοδομὴν, καὶ διὰ τοῦτο αὐτῷ τὴν λαλιὰν μὴ ἀμειφθῆναι, ἀλλὰ μεῖναι αὐτὸν ἀκέραιον ἔχοντα τὴν διάλεκτον, καὶ ἀπ' αὐτοῦ τὴν ἐπωνυμίαν αὐτὴν λαβεῖν. Ἕβερ γὰρ ἐκείνου καλουμένου, Ἑβραῒς αὕτη κέκληται, ὃ καὶ σημεῖόν ἐστι μέγιστον τοῦ πασῶν τῶν λαλιῶν πρεσβυτέραν εἶναι τὴν Ἑβραΐδα· πρὶν γὰρ συγχυθῆναι τὰς γλώσσας, ταύτῃ πάντες ἐκέχρηντο. Ἔστι δὲ ὁ Ἕβερ οὗτος πρόγονος Ἀβραάμ. Γενεαλογοῦνται δὲ ἀπὸ τοῦ Σὴθ ἕως τοῦ Ἀβραάμ. Λαμβάνει ὁ πατὴρ τοῦ Ἀβραὰμ ὁ Θαρᾶ τοὺς υἱοὺς αὐτοῦ, τόν τε Ἀβραὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν ἔγγονον αὐτοῦ Λὼτ, καὶ ἔρχεται εἰς Χαῤῥᾶν, προθέμενος εἰς τὴν Χαναναίων ἐλθεῖν, καὶ ἀποθανόντος αὐτοῦ ἐν Χαῤῥᾷ, προστάττεται ὑπὸ τοῦ Θεοῦ Ἀβραὰμ μετοικῆσαι ἀπὸ Χαῤῥᾶν, καὶ ἦλθεν εἰς Συχὲμ τῆς γῆς Χαναάν. Καὶ εἶπεν αὐτῷ ὁ Θεὸς, τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν. Καὶ ᾠκοδόμησεν Ἀβραὰμ θυσιαστήριον τῷ Θεῷ, καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ κατὰ θάλασσαν. Γενομένου δὲ λιμοῦ, κατελθὼν εἰς Αἴγυπτον παραγγέλλει τῇ γυναικὶ αὐτοῦ εἰπεῖν, ὅτι ἀδελφὴ αὐτοῦ εἴη. Καὶ λαβὼν αὐτὴν Φαραὼ, καὶ ἐτασθεὶς ὑπὸ τοῦ Θεοῦ, δίδωσι τῷ Ἀβραάμ. Μαχεσθέντων τῶν ποιμένων τοῦ Ἀβραὰμ καὶ τοῦ Λὼτ πρὸς ἀλλήλους, διείλοντο τὰς οἰκήσεις. Καὶ ὁ μὲν Λὼτ ἔλαβε τὴν Σοδομηνῶν, ὁ δὲ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρὶ κατῴκησεν, ἐπαγγελίας τε ἔλαβε πάλιν παρὰ τοῦ Θεοῦ, καὶ ὅτι εἰς πλῆθος ἐπιδώσει αὐτοῦ τὸ σπέρμα, καὶ ὅτι κληρονομήσει τὴν γῆν. Ὁ Χοδολαγομὸρ, ἐπειδὴ ἀπέστησαν αὐτοῦ οἱ πέντε βασιλεῖς οἱ τῆς Σοδομηνῆς, δουλεύοντες αὐτῷ πρότερον, παραλαβὼν ἑτέρους βασιλεῖς τρεῖς, ἐπεστράτευσεν αὐτοῖς, καὶ τροπωσάμενος ἔλαβεν αἰχμαλώτους· ἐν οἷς ἦν καὶ ὁ Λώτ. Ὁ δὲ Ἀβραὰμ ἀκούσας, καὶ σὺν τοῖς οἰκογενέσιν αὐτοῦ τριακοσίοις δεκαοκτὼ καταδιώξας, ἐξείλετο τὸν ἀδελφιδοῦν μετὰ τῆς ἵππου καὶ τῶν γυναικῶν· καὶ τῷ μὲν Μελχισεδὲκ εὐλογήσαντι αὐτὸν, ἐξενεγκόντι ἄρτους τε καὶ οἶνον, δεκάτην ἔδωκε. ∆ιό φησιν ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους, ὅτι Καὶ ὁ Λευὶς ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Ὑπὸ τοῦ βασιλέως Σοδόμων παρακληθεὶς τὴν ἵππον λαβεῖν, οὐκ ἐπένευσεν· Ἵνα μὴ εἴπῃς, φησὶν, Ἐγὼ πεπλούτηκα τὸν Ἀβραάμ. Τότε τοῦ Θεοῦ πρὸς αὐτὸν εἰπόντος, ὅτι Ὁ μισθός σου πολὺς ἔσται, ἀποδύρεται τὴν ἀπαιδίαν· καὶ ἀκούει πάλιν, ὅτι ὁ ἐξ αὐτοῦ ἐξελευσόμενος κληρονομήσει αὐτὸν, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. Ἐνταῦθα κεῖται τὸ, Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τὰ διχοτομήματα ποιεῖ, καὶ μανθάνει ὅτι πάροικον ἔσται τὸ σπέρμα αὐτοῦ, καὶ ὅτι μετὰ ταῦτα ἀπαλλαγήσεται, μετὰ τὸ ταπεινωθῆναι ἔτη τετρακόσια. Σάῤῥα δὲ ἐπεὶ στεῖρα ἦν, δίδωσι τὴν Ἄγαρ τῷ Ἀβραὰμ, ἵνα παιδοποιήσηται ἐξ αὐτῆς. Ὡς δὲ ἐκύει, ἐπήρθη κατὰ τῆς κυρίας αὐτῆς· καὶ δίδωσιν αὐτὴν τῇ Σάῤῥᾳ ὁ Ἀβραὰμ, ὥστε ἀμῦναι τῇ ὕβρει τῇ ἑαυτῆς. Ἡ δὲ κακωθεῖσα ὑπὸ τῆς δεσποίνης, ἀπέδρα ἀπὸ τῆς οἰκίας, καὶ κελεύεται ὑπὸ ἀγγέλου ἀποστραφῆναι πρὸς τὴν κυρίαν αὐτῆς· λαμβάνει τε ἐπαγγελίαν, ὅτι τὸ σπέρμα αὐτῆς ἐπιδώσει εἰς πλῆθος, καὶ ὄνομα τῷ παιδίῳ πρὶν ἢ τεχθῆναι ἐπιτίθησιν ὁ ἄγγελος, Ἰσμαὴλ αὐτὸν καλῶν. Ἔτεκεν ἡ Ἄγαρ τὸνἸσμαὴλ, καὶ Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα μετωνομάζετο. Οὐκέτι γὰρ Ἄβραμ, ἀλλὰ Ἀβραὰμ ἐκλήθη. Κελεύεται ὑπὸ τοῦ Θεοῦ περιτμηθῆναι αὐτὸς πανοικεσίᾳ. Καὶ τὸ τῆς Σάρας ὄνομα ἀμείβεται, καὶ καλεῖται Σάῤῥα. Καὶ λαμβάνει περὶ τοῦ Ἰσαὰκ ἐπαγγελίαν ὁ Ἀβραάμ. Ἐπιφαίνεται τῷ Ἀβραὰμ ὁ Υἱὸς τοῦ Θεοῦ μετὰ δύο ἀγγέλων, καὶ λέγει πρὸς αὐτόν· Ἐπανήξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου. Ἀβραὰμ δεῖται τοῦ Θεοῦ ὑπὲρ Σοδόμων. Οἱ δύο ἄγγελοι ἔρχονται πρὸς τὸν Λώτ. Ἐπιστάντες οἱ Σοδομῖται ἐπεζήτουν αὐτοὺς, καὶ πλήττονται ἀορασίᾳ. Τὸν δὲ Λὼτ λαβόντες οἱ ἄγγελοι ἐξῆλθον τῆς οἰκίας· καὶ αὐτὸς μὲν ἅμα ταῖς θυγατράσι διασώζεται εἰς Σηγώρ· ἡ δὲ γυνὴ γέγονε στήλη ἁλὸς, ἐπειδὴ ἀπέβλεψεν εἰς τὰ ὀπίσω. Ὡς δὲ ἐνεπρήσθη ἡ Σοδομηνὴ, καὶ ἀπῆλθεν εἰς τὸ ὄρος Λὼτ, καὶ συνέλαβον ἐξ αὐτοῦ αἱ θυγατέρες αὐτοῦ, καὶ ἡ μὲν πρεσβυτέρα ἔτεκε τὸν Μωὰβ, ἡ δὲ νεωτέρα τὸν Ἀμμών· τὴν δὲ μετὰ τοῦ πατρὸς μίξιν ἔκλεψαν τῇ μέθῃ· ᾤοντο γὰρ τὸ ἀνθρώπινον ἐκλελοιπέναι γένος. Παρῴκησεν ἐν Γεράροις ὁ Ἀβραὰμ, καὶ ὁ βασιλεὺς Γεράρων Ἀβιμέλεχ ἔλαβε τὴν Σάῤῥαν· ἀπειλήσαντος δὲ αὐτῷ τοῦ Θεοῦ, ἀπελογεῖτο λέγων, ἀδελφὴν αὐτοῦ νενομικέναι τὴν γυναῖκα εἶναι· οὕτω γὰρ αὐτὴ εἶπεν. Ἀπέδωκε δὲ αὐτὴν τῷ Ἀβραὰμ μετὰ δώρων. Τότε ἀποδοθεῖσα τίκτει τὸν Ἰσαάκ. Ἐκβάλλει δὲ τὴν παιδίσκην τῆς οἰκίας μετὰ τοῦ παιδίου Ἰσμαήλ. Ὁ δὲ Ἀβιμέλεχ τίθεται πρὸς τὸν Ἀβραὰδιαθήκην, ὥστε μὴ ἀδικῆσαι ἀλλήλους, καὶ λαμβάνει ἑπτὰ ἀμνάδας παρὰ τοῦ Ἀβραὰμ, εἰς μαρτύριον τοῦ φρέατος τοῦ ὁρκισμοῦ, ἵνα ᾖ δῆλον ὅτι τοῦ Ἀβραάμ ἐστι. Κελεύεται ἀνενέγκαι τὸν υἱὸν εἰς ὁλοκάρπωσιν, καὶ ἀναφέρεται, καὶ σφάζεται κριὸς ἀντ' αὐτοῦ. Ταῦτα δὲ τύποι ἦσαν τῆς μελλούσης οἰκονομίας ὑπὸ Χριστοῦ τελεῖσθαι ὑπὲρ ἡμῶν. Ἀποθνήσκει Σάῤῥα, καὶ ἀγοράσας τόπον ὁ Ἀβραὰμ παρὰ Ἐφρὼν τοῦ Χετταίου, θάπτει ἐκεῖ τὴν γυναῖκα, καὶ πέμπει τὸν παῖδα αὐτοῦ, ὥστε μνηστεύσασθαι τῷ Ἰσαὰκ γυναῖκα ἀπὸ Μεσοποταμίας, παραγγείλας μὴ ἀποστρέψαι τὸν υἱὸν αὐτοῦ ἐκεῖ, εἰ μὴ βούλοιτο ἐλθεῖν ἡ γυνή. Ὡς δὲ ἦλθεν ὁ παῖς εἰς τὴν πόλιν Ναχὼρ, καὶ τὸ σημεῖον ᾔτησε, καθ' ὃ ἤμελλε γνωρίζειν τὴν παρθένον· ἦν δὲ τὸ σημεῖον, παρασχεῖν ἐκείνην αὐτῷ τε καὶ ταῖς καμήλοις αὐτοῦ πιεῖν· ἐξέρχεται Ῥεβέκκα ἡ θυγάτηρ Βαθουὴλ τοῦ υἱοῦ Ναχώρ· ὁ δὲ Ναχὼρ ἀδελφὸς ἦν τοῦ Ἀβραάμ· δοῦσά τε αὐτῷ πιεῖν καὶ ταῖς καμήλοις, εἰποῦσά τε, τίνος εἴη θυγάτηρ, εἰσάγει τὸν ἄνδρα καὶ ξενίζει. Ἐπειδὴ δὲ εἶπεν ἐκεῖνος, τίνος ἕνεκεν ἦλθε, καὶ ᾔτει τὴν παῖδα λαβεῖν, τῇ παρθένῳ τὴν αἵρεσιν ἐπέτρεψαν οἱ γονεῖς. Ὡς δὲ ἐπένευσεν ἐκείνη, λαβὼν αὐτὴν ἀπῆλθε· καὶ ἐγένετο τῷ Ἰσαὰκ γυνή. Λαμβάνει ὁ Ἀβραὰμ γυναῖκα τὴν Χεττούραν, ἀποθανούσης Σάῤῥας, καὶ τοὺς ἐξ αὐτῆς γενομένους παῖδας ἐξαπέστειλεν ἀπὸ Ἰσαὰκ, δόματα δοὺς αὐτοῖς· τῆς δὲ οὐσίας Ἰσαὰκ κληρονόμον ἐποίησε, καὶ ἀπέθανε. Τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ ἔγκειται ἐνταῦθα· κατῴκησε δὲ ἀπὸ Εὐιλὰτ ἕως Σούρ. Τῆς Ῥεβέκκας ἐστειρωμένης, ἐδεῖτο Ἰσαὰκ τοῦ Θεοῦ,ὥστε κυεῖν αὐτήν· καὶ ἐπειδὴ ἐκύει, φησὶν αὐτῇ ὁ Θεός· ∆ύο ἔθνη ἐν τῇ κοιλίᾳ σου, καὶ λαὸς λαοῦ ὑπερέξει· προλέγων τὰ περὶ Ἰουδαίων καὶ ἡμῶν τῶν Χριστιανῶν. Ὡς δὲ ἐτέχθη τὰ παιδία καὶ ηὐξήθη, ἀποδίδοται καὶ πιπράσκει ἑψήματος φακῆς τὰ πρωτοτόκια ἑαυτοῦ ὁ Ἡσαῦ τῷ Ἰακώβ. Βουλόμενον δὲ τὸν Ἰσαὰκ εἰς Αἴγυπτον κατελθεῖν, ἐπειδὴ λιμὸς κατίσχυε, κωλύει ὁ Θεὸς, παραινῶν ἔνθα ᾤκει, ἐκεῖ μένειν, καὶ ὑπισχνούμενος ἔσεσθαι μετ' αὐτοῦ, καὶ εὐλογήσειν τὸ σπέρμα αὐτοῦ καὶ πληθυνεῖν. Μαθὼν δὲ ὁ βασιλεὺς Γεράρων Ἀβιμέλεχ, ὅτι ἡ Ῥεβέκκα γυνή ἐστι τοῦ Ἰσαὰκ (ὑπώπτευσε γὰρ ἀδελφὴν αὐτοῦ εἶναι αὐτὴν), θάνατον ὥρισε εἴ τις ἐξυβρίσει εἰς αὐτήν. Τότε ἔσπειρεν ὁ Ἰσαὰκ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθήν. Ὡς δὲ ἦλθεν εἰς πλοῦτον μέγαν ἐκ τῆς εὐλογίας τοῦ Θεοῦ, διεφθονοῦντο αὐτῷ οἱ Φυλιστιεὶμ, καὶ ὁ Ἀβιμέλεχ ἀπήλαυνεν αὐτὸν ἐκεῖθεν. Ὁ δὲ οὐκ ἠμύνατο, ἀλλ' ἀνεχώρησε, καὶ ὤρυξε φρέατα, καὶ ἐμάχοντο περὶ αὐτῶν. Ὁ δὲ οὐκ ἀνθίστατο, ἀλλ' ἕτερα ὤρυσσεν, ἕως οὗ ἐπαύσαντο. Καὶ εὐλόγησεν αὐτὸν ὁ Θεός. Καὶ ὁ Ἰσαὰκ ἐλθόντα πρὸς αὐτὸν τὸν Ἀβιμέλεχ ἐδέξατο ἀσμένως καὶ εἱστίασεν, οὐ μνησθεὶς ὧν ἠδικήθη. Ἔλαβεν ὁ Ἡσαῦ Χαναναίας γυναῖκας, καὶ ἤριζον τῇ Ῥεβέκκᾳ. Ἐγήρασεν ὁ Ἰσαὰκ καὶ ἠμβλυώπησε, καὶ προστάσσει τῷ υἱῷ Ἡσαῦ θηρεῦσαι καὶ ποιῆσαι αὐτῷ ἔδεσμα, ἵνα εὐλογήσῃ αὐτόν. Ὁ δὲ Ἰακὼβ, συμπραττούσης αὐτῷ τῆς μητρὸς, ἔφθασε τὸν Ἡσαῦ· ἑψήσασα γὰρ ἐρίφους δύο, καὶ τὰ δέρματα αὐτῶν περιθεῖσα αὐτῷ, ἵνα ἐπικρύψῃ τὴν λειότητα τοῦ παιδὸς, ἔδωκε τὰ ἐδέσματα εἰς τὰς χεῖρας αὐτοῦ, καὶ εἰσέπεμψεν. Ὁ δὲ εἰσελθὼν ἔλαβε τὰς εὐλογίας. Ἐλθὼν δὲ ὁ Ἡσαῦ, καὶ μαθὼν τὸ γεγονὸς, ἀπωδύρετο καὶ ἐθρήνει, καὶ ᾔτει εὐλογηθῆναι καὶ αὐτὸς, καὶ ἤνυσε τῇ ἐπιμονῇ, οὐδὲν μὲν τοσοῦτον ὅσον ἤλπισεν· ἤνυσε δὲ ὅμως. Μικρὰ τοίνυν εὐλογηθεὶς ἀντὶ μεγάλων, ὠργίζετο πρὸς τὸν ἀδελφὸν, ἐμνησικάκει, περιέμενε τοῦ πατρὸς τὴν τελευτὴν, ὡς τότε ἀδεέστερον ἐπιβουλεύσων αὐτῷ. Μηνύει τῷ Ἰακὼβ ταῦτα ἡ μήτηρ, καὶ παραινεῖ φυγῇ τὴν σωτηρίαν εὑρηκέναι· εἰποῦσά τε πρὸς τὸν Ἰσαὰκ, ὅτι ἀβίωτος αὐτῇ ἔσται ὁ βίος, εἰ καὶ Ἰακὼβ ἀπὸ τῶν Χαναναίων λάβοι γυναῖκα, παρασκευάζει τὸν Ἰσαὰκ ἐκπέμψαι τὸν Ἰακὼβ εἰς Μεσοποταμίαν πρὸς τὸν ἀδελφὸν αὐτῆς τὸν Λάβαν, καὶ ἐκ τῶν θυγατέρων αὐτοῦ γυναῖκα λαβεῖν. Ἀπελθόντος δὲ τοῦ Ἰακὼβ, λαμβάνει τὴν θυγατέρα Ἰσμαὴλ ἑαυτῷ γυναῖκα ὁ Ἡσαῦ. Ὁ δὲ Ἰσμαὴυἱὸς ἦν τοῦ Ἀβραὰμ, ἀπὸ τῆς Ἄγαρ γενόμενος αὐτῷ. Βλέπει τὴν κλίμακα ὁ Ἰακὼβ, ἵστησι στήλην, καὶ ἐπαγγέλλεται τὰ ὑπάρχοντα αὐτῷ ἀποδεκατώσειν τῷ Θεῷ, εἰ ὑγιαίνων ἐπανέλθοι. Ἔρχεται εἰς τὴν Μεσοποταμίαν, εἶδε τὴν Ῥαχὴλ, ἐφίλησεν αὐτήν· ἀπελθοῦσα ἡ κόρη ἀπήγγειλε τῷ πατρὶ Λάβαν. Ἐλθὼν αὐτὸς ἐπέγνω τὸν Ἰακὼβ, εἰσήγαγεν αὐτὸν πρὸς ἑαυτόν. Ἐδούλευσεν αὐτῷ ἐπὶ μισθῷ θυγατρός· ὁ δὲ τὴν πρεσβυτέραν ἔδωκε· δυσχεραίνοντι δὲ τῷ Ἰακὼβ ἐπὶ τῇ ἀπάτῃ, προτείνει ἑπτὰ ἔτη ἕτερα δουλεῦσαι, εἰ βούλοιτο καὶ τὴν νεωτέραν λαβεῖν. Ὁ δὲ καὶ τοῦτο ὑπέμεινε, καὶ λαμβάνει καὶ τὴν νεωτέραν. Ἦν δὲ ἡ μὲν πρεσβυτέρα ἀσθενὴς τοῖς ὀφθαλμοῖς, Λεία· ἡ δὲ νεωτέρα ὡραία, ἡ Ῥαχήλ. Εἰσὶ δὲ τύποι αὐταὶ, ἡ μὲν πρεσβυτέρα τῆς συναγωγῆς τῶν Ἰουδαίων, ἡ δὲ νεωτέρα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ. Συνέλαβε Λεία, καὶ ἔτεκε τὸν Ῥουβεὶμ, τὸν Συμεὼν, τὸν Λευῒ, τὸν Ἰούδαν. Ἡ δὲ Ῥαχὴλ, ἐπεὶ μὴ ἔτικτε, δίδωσιτῷ Ἰακὼβ γυναῖκα δευτέραν, τὴν παιδίσκην αὐτῆς Βάλαν, καὶ ἔτεκεν ἐκείνη τὸν ∆ὰν καὶ τὸν Νεφθαλείμ. Ἔδωκε δὲ καὶ ἡ Λεία Ζελφὰν τὴν παιδίσκην αὐτῆς τῷ Ἰακὼβ γυναῖκα· ἡ δὲ ἔτεκε τὸν Γὰδ καὶ τὸν Ἀσήρ. Ἔτεκε δὲ ἑξῆς Λεία μετὰ ταῦτα τὸν Ἰσάχαρ καὶ τὸν Ζαβουλών. Τότε ἔτεκε καὶ ἡ Ῥαχὴλ τὸν Ἰωσήφ. Ὡδὲ ἤθελεν ὁ Ἰακὼβ ἀπελθεῖν εἰς τὴν οἰκείαν γῆν, δίδωσιν αὐτῷ τὸν μισθὸν ὁ Λάβαν, ὃν αὐτὸς ὁ Ἰακὼβ ὥρισε, πᾶν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν λευκὸν ἐν ταῖς αἰξίν· ὡς δὲ πολλὰ τὰ τοιαῦτα γέγονεν· ἐτίθει γὰρ ῥάβδους ἐν τοῖς ποτιστηρίοις, καὶ ἐνεκίσσα τὰ πρόβατα, καὶ ἔτικτε λευκὰ καὶ ποικίλα, καὶ σποδοειδῆ ῥαντά. Τὸ δὲ πᾶν τοῦ Θεοῦ ἔργον ἦν, ὡς αὐτός φησιν ὁ Ἰακώβ. ∆ιεφθονοῦντο αὐτῷ υἱοὶ Λάβαν, καὶ λαβὼν λάθρα τὰς ἑαυτοῦ γυναῖκας μετὰ τῶν ὑπαρχόντων ἀπῆλθεν. Ὁ δὲ Λάβαν κατεδίωξε, καὶ πρὶν αὐτῷ συμβαλεῖν, ἠπείλησεν ὁ Θεὸς αὐτῷ, εἰ τραχέως προσενεχθείη τῷ Ἰακώβ. Ὁ δὲ ἐλθὼν, τὸ μὲν πρῶτον ἐνεκάλει, καὶ τὴν αἰτίαν ἐζήτει τῆς λαθραίας ἀναχωρήσεως. Ὡς δὲ εἶπεν ὁ Ἰακὼβ, διὰ τὸ πεφθονῆσθαι μήποτε τὰς θυγατέρας αὐτοῦ λάβοι, τοῦτο πεποιηκέναι, ἐζήτει τοὺς θεοὺς αὐτοῦ Λάβαν, οὓς ἔκλεψεν ἡ Ῥαχήλ. Ὡς δὲ οὐχ εὗρεν, ἐπιτίθεται σφοδρῶς ὁ Ἰακὼβ ἐγκαλῶν. Καὶ τέλος, φαγόντες καὶ πιόντες, διεχωρίσθησαν ἀλλήλων, βουνὸν λίθων στήσαντες ἐκεῖ, ὃν καὶ Βουνὸν μαρτυρίου ἐκάλεσαν. Τότε συνήντησαν τῷ Ἰακὼβ ἄγγελοι Θεοῦ. Ἀποστέλλει ὁ Ἰακὼβ πρὸςτὸν Ἡσαῦ, ἀπαγγέλλων αὐτοῦ τὴν ἐπιδημίαν. Ὡς δὲ ἦλθον οἱ ἀποσταλέντες, καὶ εἶπον ἔρχεσθαι τὸν Ἡσαῦ μετὰ τετρακοσίων ἀνδρῶν, περίφοβος γενόμενος δεῖται τοῦ Θεοῦ, ὥστε αὐτὸν ἀπαλλάξαι τοῦ ἐπικειμένου κινδύνου, καὶ πέμπει δῶρα τῷ Ἡσαῦ. Ὡς δὲ εἰσῆλθε τὸν χειμάῤῥουν ὁ Ἰακὼβ, καὶ εὐλογήθη, καὶ μετωνομάσθη τὸ ὄνομα αὐτοῦ, ὁρᾷ τὸν Ἡσαῦ ἐρχόμενον, καὶ διελὼν τὸ πλῆθος, τὰς μὲν παιδίσκας μετὰ τῶν παίδων αὐτῶν πρώτας ἔταξε, τὴν δὲ Λείαν δευτέραν μετὰ τῶν παιδίων, καὶ τὴν Ῥαχὴλ μετὰ Ἰωσὴφ ἐσχάτην ἔρχεσθαι κελεύσας, αὐτὸς πρῶτος ἀπῄει. Ὡς δὲ εἶδεν αὐτὸν ἀσμένως ὁ Ἡσαῦ, καὶ τὰ δῶρα ἔλαβε παρ' αὐτοῦ, ἠξίου συμπορεύεσθαι αὐτῷ· ὁ δὲ παρῃτεῖτο. Καὶ ἐλθὼν κατέλυσεν εἰς πόλιν Σικίμων Σαλὴμ, ἔνθα Συχὲμ ὁ υἱὸς Ἐμμὼρ τοῦ βασιλέως, ἐρασθεὶς ∆ίνας τῆς θυγατρὸς Ἰακὼβ, καὶ φθείρας τὴν παρθένον, ἠξίου νόμῳ γάμου λαβεῖν αὐτὴν γυναῖκα. Εἶπε δὲ Συμεὼν καὶ Λευῒ δώσειν ἑτοίμως, εἰ περιτμηθεῖεν ἐκεῖνοι μετὰ τοῦ λαοῦ αὐτῶν. Ὡς δὲ περιετμήθησαν, ἔτι ὄντας ἐν τῷ πόνῳ ἀνεῖλον αὐτοὺς Συμεὼν καὶ Λευΐ. Ἐφοβεῖτο λοιπὸν ὁ Ἰακὼβ, μὴ συνεπιθῶνταιαὐτῷ οἱ πλησίον Χαναναῖοι· καὶ τοῦ Θεοῦ κελεύσαντος ἀνῆλθεν εἰς Βαιθήλ. Καὶ ἀπέθανεν ἡ τροφὸς Ῥεβέκκας. Ὡς δὲ ηὐλόγησεν αὐτῷ ὁ Θεὸς, ἀπάρας ἐκ Βαιθὴλ κατῴκησεν ἐπέκεινα πύργου Γαδέρ. Τότε ἐδυστόκησεν ἡ Ῥαχὴλ, καὶ ἀπέθανε, καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφραθᾶ· αὕτη ἐστὶ Βηθλεέμ. Ὁ δὲ τεχθεὶς ἦν Βενιαμείν. Τότε ἐκοιμήθη Ῥουβὶμ μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ. Τότε ἀπέθανεν Ἰσαάκ· καὶ ἔθαψαν αὐτὸν Ἡσαῦ καὶ Ἰακώβ. Γενεαλογοῦνται οἱ ἀπὸ τοῦ Ἡσαῦ, ἔνθα εὑρίσκεται Ἰὼβ ἀπὸ τούτων ὢν, Ἰωβὰβδὲ ἐνταῦθα καλεῖται. ∆ιαφθονοῦνται τῷ Ἰωσὴφ οἱ ἀδελφοὶ τῶν ἐνυπνίων ἕνεκα, καὶ ὅτι μᾶλλον αὐτὸν ὁ πατὴρ ἐφίλει. Καὶ λαβόντες μόνον ἐβούλοντο ἀνελεῖν· συμβουλεύσαντος δὲ τοῦ Ῥουβὶμ εἰς λάκκον ἐμβαλεῖν (ἐβούλετο γὰρ αὐτὸν τέως ἐξελέσθαι τοῦ θανάτου), ἐπεὶ ἐνέβαλον, ἀπέδοντο ὕστερον τοῖς Μαδιαναίοις, τοῦ Ἰούδα τοῦτο εἰσηγησαμένου. Τὸν δὲ χιτῶνα αὐτοῦ βάψαντες αἵματι, ἐπεδείκνυον τῷ πατρί. Ὁ δὲ νομίσας θηριάλωτον γεγονέναι, ἐθρήνει χαλεπῶς. Τῷ δὲ Ἰούδα ἐτέχθησαν Ἢρ, Αὐνᾶν, καὶ Σηλών. Ἀποθανόντος δὲ τοῦ Ἢρ, τὴν γυναῖκα αὐτοῦ τὴν Θάμαρ ἔλαβεν ὁ ἀδελφὸς αὐτοῦ Αὐνᾶν· καὶ οὐκ ἐβούλετο ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Ὡς δὲ καὶ οὗτος ἀπέθανεν, οὐκέτι ἤθελε τῷ τρίτῳ Σηλὼν δοῦναι γυναῖκα τὴν Θάμαρ ὁ Ἰούδας. Ἡ δὲ Θάμαρ κοσμησαμένη ἐκάθισεν ὡς πόρνη παρὰ τὴν ὁδόν. Καὶ νομίσας αὐτὴν ἀληθῶς πόρνην εἶναι Ἰούδας (ἐκεκάλυπτο γὰρ τὸ πρόσωπον), εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἔδωκεν αὐτῇ ἀῤῥαβῶνα, ὁρμίσκον καὶ δακτύλιον καὶ ῥάβδον. Ὡς δὲ ἀπηγγέλθη μετὰ ταῦτα, ὅτι κύει Θάμαρ, ἐκέλευσεν αὐτὴν κατακαυθῆναι ὁ πενθερὸς Ἰούδας. Ἡ δὲ ἀπέστειλε λέγουσα, ἐκ τοῦ ἀνδρὸς συνειληφέναι, οὗ ὁ δάκτυλός ἐστι. Τότε φησὶν Ἰούδας· ∆εδικαίωται Θάμαρ ἢ ἐγώ. Ὡςδὲ ἔτικτε, προεξήνεγκε τὴν χεῖρα ὁ Ζαρὰ, εἶτα συνέστειλε, καὶ ἐξῆλθεν ὁ Φαρὲς, καὶ τότε ὁ Ζαρά. Ταῦτα δὲ οὕτως ἀλληγορεῖται. Προεξήνεγκε, φησὶν, ὁ πρῶτος λαὸς, οἱ πρὸ τοῦ νόμου δίκαιοι, τὴν χεῖρα, τουτέστι, τὴν ἐνάρετον πολιτείαν καὶ ἀγγελικήν. Εἶτα ἐν μέσῳ παρενεβλήθη νόμος· μετὰ δὲ ταῦτα πάλιν ἀνεκλήθη ἐκεῖνος ὁ πρότερος βίος, διὰ τῆς κατὰ Χριστὸν πολιτείας ἐπὶ τὸ τελειότερον παραχθείς. Ἠγόρασε τὸν Ἰωσὴφ ὁ ἀρχιμάγειρος Φαραὼ ὁ Πεντεφρής· ἐνεχείρισε τὰ κατὰ τὴν οἰκίαν. Οὐκ εἶξε τῇ δεσποίνῃ παρανομεῖν κελευούσῃ ἐκεῖνος. Ἐσυκοφαντήθη, ἐνεβλήθη εἰς τὸ δεσμωτήριον· ἦν ἄρχων κἀκεῖ, διέκρινε τῷ ἀρχιοινοχόῳ καὶ τῷ ἀρχισιτοποιῷ τὰ ἐνύπνια. Ἐξέβη καθὼς εἶπε· καὶ ὁ μὲν ἀνῃρέθη, ὁ δὲ εἰς τὴν προτέραν ἐπανῆλθε τιμήν. Εἶδε Φαραὼ τὰ ἐνύπνια τῶν βοῶν, τῶν σταχύων· δι' ὧν ἐδηλοῦτο ἡ εὐθηνία, καὶ ὁ διαδεξάμενος αὐτὴν λιμός. Ἐξηνέχθη Ἰωσὴφ τοῦ δεσμωτηρίου, ἵνα ἐπιλύσῃ· ἐμήνυσε γὰρ ὁ ἀρχιοινοχόος. Ἐπέλυσεν, ἔδωκε καὶ γνώμην τὴν τὸν λιμὸν παραμυθησομένην. Γίνεται μετὰ τὸν Φαραὼ, καὶ συναγαγὼν σῖτον πολὺν ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας, ὅτε ὁ λιμὸς ἐπέστη, ἐπώλει τοῖς βουλομένοις. Ἦλθον καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρίασθαι. Ὡς δὲ οὐκ εἶδε μετ' αὐτῶν τὸν Βενιαμὶν, δεδοικὼς μὴ καὶ αὐτὸν ἀπώλεσαν, αἰτιᾶται ὡς κατασκόπους τῆς γῆς, καὶ τοῦ ἐγκλήματος οὐκ εἶναι ἑτέραν λύσιν, πλὴν εἰ μὴ τὸν ἀδελφὸν τὸν νεώτερον τὸν Βενιαμὶν καταγαγόντες εἰς Αἴγυπτον ἐπιδεῖξαι δυνηθεῖεν. Λαβὼν δὲ τὸν Συμεὼν ἀπ' αὐτῶν καὶ δήσας, τοὺς λοιποὺς ἐξέπεμψε, τόν τε σῖτον δοὺς καὶ τὸ ἀργύριον. Ὡς δὲ εἶδον τὸ ἀργύριον ἐν τῷ κενοῦν τοὺς μαρσίππους, ἐταράχθησαν τῷ παραδόξῳ, καὶ τὸν Βενιαμὶν ᾔτουν παρὰ τοῦ πατρὸς λαβεῖν, τὰ γεγονότα ἀπαγγέλλοντες ἅπαντα. Ὁ δὲ ἀντείχετο τοῦ παιδίου. Ὡς δὲ ἐπεκράτησεν ὁ λιμὸς, καὶ Ἰούδας ἐπέκειτο βουλόμενος λαβεῖν τὸν Βενιαμὶν, ὑγιῆ καὶ σῶον ἐπαγγειλάμενος ἐπανήξειν, ἔδωκεν ὁ Ἰακὼβ τό τε ἀργύριον διπλοῦν, κελεύσας ἐπιφέρεσθαι καὶ δῶρα ἕτερα. Ὡς δὲ ἦλθον πρὸς τὸν Ἰωσὴφ, ἐδέξατο αὐτοὺς εὐμενῶς, καὶ περὶ τοῦ πατρὸς ἠρώτησε, καὶ εἱστίασε λαμπρῶς. Ἡνίκα δὲ ἔδει ἀπιέναι, τὸ ποτήριον τὸ ἀργυροῦν κελεύει ἐμβληθῆναι τῷ μαρσίππῳ τοῦ Βενιαμὶν, οὐκ εἰδότων ἐκείνων. Ὡς δὲ ἐνεβλήθη καὶ λαβόντες ἀπῆλθον, προστάσσει τῷ ἐπὶ τῆς οἰκίας ὁ Ἰωσὴφ καταδιῶξαι τοὺς ἄνδρας. Ὁ δὲ καταδιώξας ἐνεκάλει, ὅτι κακοῖς τὸν εὐεργέτην ἠμείψαντο. Ταραττομένων δὲ αὐτῶν, καὶ τῷ μὲν ἁλόντι ἐπὶ τῇ κλοπῇ, εἰ εὑρεθείη, θάνατον ὁριζόντων, ἑαυτοῖς δὲ δουλείαν, εὑρίσκεται παρὰ τῷ Βενιαμίν. Τότε εἰσελθὼν ὁ Ἰούδας, καὶ μακρὸν ἀποτείνας λόγον περί τε τοῦ πατρὸς καὶ περὶ τοῦ Ἰωσὴφ καὶ τοῦ Βενιαμὶν, ὃς ἦν ἑλόμενος ἀντὶ τοῦ μειρακίου δουλεύειν αὐτὸς, εἰς τοσοῦτον ἐνέβαλεν οἶκτον τὸν Ἰωσὴφ, ὡς ἐλεγχθῆναι τὴν σκηνὴν ἅπασαν. Πάντας γὰρ ἐκβαλὼν, ἵνα αὐτῷ μετ' ἐξουσίας δακρύειν ἐξῇ, γνωρίζει τε αὑτὸν τοῖς ἀδελφοῖς, καὶ ἀποστέλλει ἐπὶ τὸν πατέρα μετὰ δώρων καὶ ἁμαξῶν· ἦν δὲ καὶ τῷ Φαραὼ τοῦτο συνευδοκοῦν. Ὡς δὲ ἤκουσεν ὁ Ἰακὼβ τὰ κατὰ τὸν Ἰωσὴφ, περιχαρής τε ἦν, καὶ τοῦ Θεοῦ κελεύσαντος κατέβη εἰς Αἴγυπτον. Ὁρᾷ τὸν Ἰωσὴφ ὁ πατὴρ, ἀπηγγέλθη ταῦτα τῷ Φαραὼ, καὶ κατῴκησεν ἐν Ῥαμεσσῆ. Ὡς δὲ ἀνάλωτο τὸ ἀργύριον τῆς γῆς, κτήνη διδόντες οἱ ἄνθρωποι, ἐλάμβανον σῖτον· ἐπειδὴ δὲ καὶ ταῦτα ἐπέλιπε, καὶ ὁ λιμὸς οὐκ ἐπαύετο, ἑαυτοὺς ἔδωκαν μετὰ τῆς γῆς· καὶ γενόμενοι τῷ Φαραὼ δοῦλοι, ἔσπειρον, καὶ τὸ πέμπτον μέρος ἐδίδοσαν αὐτῷ, τὰ τέσσαρα αὐτοὶ καρπούμενοι. Μέλλων δὲ τελευτᾷν ὁ Ἰακὼβ, ὅρκον ἀπαιτεῖ τὸν Ἰωσὴφ, ὥστε μὴ θάψαι αὐτὸν ἐν Αἰγύπτῳ, ἀλλ' ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ. Καὶ τοὺς υἱοὺς Ἰωσὴφ, τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆ, οὐκ εἰς ἐγγόνων, ἀλλ' εἰς υἱῶν καταλέγει τάξιν. Καὶ ἠμβλυώπει Ἰακώβ· ὡς δὲ κατεφίλησεν αὐτοὺς, καὶ ἔδει εὐλογεῖν, ἐξ ἀριστερῶν τοῦ Ἰακὼβ ἔστησε τὸν Ἐφραῒμ ὁ Ἰωσὴφ, τὸν δὲ Μανασσῆ ἐκ δεξιῶν. Ὁ δὲ Ἰακὼβ τὴν δεξιὰν χεῖρα ἐπέθηκεν ἐπὶ τὸν ἐξ ἀριστερῶν ἑστῶτα τὸν νεώτερον, τὴν δὲ ἀριστερὰν ἐπὶ τὸν ἐκ δεξιῶν, καὶ εὐλόγησε, τοῦ δὲ Ἰωσὴφ οἰομένου κατὰ ἄγνοιαν τοῦτο ποιεῖν τὸν πατέρα, καὶ διορθουμένου, οὐκ ἠνέσχετο ὁ Ἰακώβ· εἰδὼς γὰρ ἔφη τοῦτο ποιεῖν, οὐκ ἀγνοῶν. Τότε δίδωσι τῷ Ἰωσὴφ ὁ Ἰακὼβ τὴν Σίκιμαν ἐξαίρετον, ἢν ὁ Συμεὼν καὶ Λευῒ εἷλον. Καὶ εὐλογεῖ τοὺς υἱοὺς αὐτοῦ. Ἐνταῦθα περὶ τοῦ Χριστοῦ προφητεύει. Οὐκ ἐκλείψει ἄρχων, φησὶν, ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. Ὡς δὲ ἀπέθανεν ὁ Ἰακὼβ, ἐπένθησεν αὐτὸν ὁ Ἰωσὴφ, καὶ ἀναγαγὼν ἔθαψεν ἐν τῷ σπηλαίῳ Ἀβραάμ. Εἶπον οὖν οἱ ἀδελφοὶ αὐτοῦ· Μήποτε μνησικακήσῃ, καὶ ἀνταποδώσει ἡμῖν κακὰ, ἃ ἐνεδειξάμεθα αὐτῷ. καὶ παρεκάλουν αὐτὸν λέγοντες· Ἰδοὺ ἡμεῖς οἰκέται σου. Καὶ ἔκλαυσεν ὁ Ἰωσὴφ, καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. Ὑμεῖς ἐβουλεύσασθε πονηρὰ, ὁ δὲ Θεὸς ἀνταπέδωκέ μοι ἀγαθά. Ἐγὼ διαθρέψω ὑμᾶς καὶ τοὺς οἴκους ὑμῶν. Ἔζησεν οὖν Ἰωσὴφ ἔτη ἑκατὸν, καὶ εἶδεν Ἐφραῒμ παιδία ἕως τρίτης γενεᾶς. Λέγει οὖν τοῖς ἀδελφοῖς αὐτοῦ· Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς ὁ Θεὸς, καὶ εἰσάξει ὑμᾶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἣν ὤμοσε τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς. Καὶ συνανοίσετε τὰ ὀστᾶ μου μεθ' ὑμῶν. Καὶ τελευτήσας ἐτῶν ἑκατὸν, ἐτάφη ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.

Σύνοψις τῆς Ἐξόδου. Ἀναστὰς βασιλεὺς ἐν Αἰγύπτῳ, ὃς οὐκ ᾔδει τὸν Ἰωσὴφ, ἐκάκου τοὺς Ἰσραηλίτας τῷ πηλῷ καὶ τῇ πλινθείᾳ. Ἐκέλευσε δὲ καὶ ταῖς μαίαις ἀναιρεῖν τὰ ἄῤῥενα τῶν Ἰσραηλιτῶν· ὡς δὲ οὐκ εἶξαν, τῷ λαῷ τὸ τόλμημα ἐπέτρεψε. Τότε τίκτεται Μωϋσῆς ἐκ τῆς φυλῆς Λευῒ, καὶ ἐξέθηκαν αὐτὸν οἱ γονεῖς ἐν θήβῃ. Κατελθοῦσα δὲ ἡ θυγάτηρ Φαραὼ, καὶ ἀνελομένη τὸ παιδίον, ἔδωκε τρέφεσθαι. Μέγας οὖν γενόμενος Μωϋσῆς, ἐξῆλθε πρὸς τοὺς υἱοὺς Ἰσραήλ. Κατανοήσας δὲ τὸν πόνον, ὁρᾷ Αἰγύπτιον τύπτοντά τινα Ἑβραῖον. Περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε, οὐχ ὁρᾷ οὐδένα· πατάξας δὲ τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, ὁρᾷ δύο Ἑβραίους διαπληκτιζομένους, καὶ λέγει τῷ ἑνί· ∆ιὰ τί τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς· μὴ ἀνελεῖν με θέλεις ὡς χθὲς Αἰγύπτιον; Ἐφοβήθη οὖν Μωϋσῆς· ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα, καὶ ἐζήτει ἀνελεῖν Μωϋσῆν. Φοβηθεὶς δὲ Μωϋσῆς, ἀνεχώρησεν εἰς Μαδιάμ· ἐβοήθησε ταῖς θυγατράσιν Ἰοθὸρ πρὸς τὸ ποτίσαι. Αἱ δὲ ἀνήγγειλαν τῷ πατρὶ τὸ γεγονὸς, καὶ εἰσήγαγον πρὸς αὐτὸν τὸν Μωϋσῆν. Καὶ δίδωσιν αὐτῷ τὴν θυγατέρα αὐτοῦ γυναῖκα· καὶ ἔτεκε τῷ Μωϋσῇ τὸν Γερσὲμ καὶ τὸν Ἐλιέζερ. Ποιμαίνοντι δὲ αὐτῷ λαλεῖ ὁ Θεός· ὅτε ἦλθεν, εἶδε τὸ ἐπὶ τῆς βάτου θαῦμα, ὅτε ἐκαίετο, καὶ οὐ κατεκαίετο. Καὶ ἀποστέλλει αὐτὸν εἰς Αἴγυπτον λέγων· Εἰπὲ, Ἐγώ εἰμι ὁ ὤν. Κελεύεται δὲ συναγαγεῖν τὴν γερουσίαν, καὶ οὕτως εἰσελθεῖν πρὸς Φαραὼ, καὶ παραγγεῖλαι τῷ λαῷ, ἡνίκα ἀποτρέχουσι χρήσασθαι σκεύη ἀργυρᾶ καὶ χρυσᾶ παρὰ τῶν γειτόνων. Καὶ δίδωσιν αὐτῷ σημεῖα τοῖα πρὸς τὸ πιστευθῆναι, τὴν ῥάβδον, ἢ γέγονεν ὄφις, τὴν ἀλλοίωσιν τῆς χειρὸς αὐτοῦ· γέγονε γὰρ ὡς χιὼν, καὶ πάλιν ἀποκατεστάθη εἰς τὴν οἰκείαν χροιὰν, τὸ ὕδωρ τοῦ ποταμοῦ. Ἐκχεεῖς γὰρ ἀπ' αὐτοῦ, φησὶν, ἐπὶ τὴν ξηρὰν, καὶ ἔσται αἷμα. Ὁ δὲ Μωϋσῆς παρῃτεῖτο· τότε ὀργισθεὶς ὁ Θεὸς, συνέζευξεν αὐτῷ τὸν Ἀαρών. Ἀπήγγειλε Μωϋσῆς τῷ πενθερῷ αὐτοῦ τῷ Ἰοθὸρ, ὅτι μέλλει εἰς Αἴγυπτον ἀπιέναι. Καὶ τελευτήσαντος τοῦ βασιλέως τοῦ ζητοῦντος αὐτοῦ τὴν ψυχὴν, φησὶν αὐτῷ ὁ Θεὸς, ὅτι Εἴσελθε εἰς Αἴγυπτον. Ὁ δὲ τὰ παιδία καὶ τὴν γυναῖκα λαβὼν, οὕτως εἰσῄει. ∆ιὸ καὶ ἄγγελος φαίνεται φοβῶν αὐτόν. Οὐ γὰρ διὰ τὴν περιτομὴν (εἰ γὰρ τῆς περιτομῆς ἕνεκεν, ἐχρῆν μὴ πρότερον ἀναστῆναι τὸν ἄγγελον, ἕως οὗ καὶ τὸν ἕτερον περιέτεμεν ἡ μήτηρ), ἀλλ' ὑπὲρ τοῦ μὴ τὴν γυναῖκα λαβεῖν εἰς Αἴγυπτον. Οὐ γὰρ οἰκῆσαι ἐκεῖ ἐπέμπετο, ἀλλ' ἐξαγαγεῖν τὸν Ἰσραήλ· ὅπερ καὶ αὐτὸς συνιδὼν, ἀφίησι τὴν γυναῖκα. Καὶ πόθεν δῆλον ὅτι ἀφῆκεν; Ἀπελθόντι αὐτῷ ἐξ Αἰγύπτου ἀπαντᾷ μετὰ τῆς γυναικὸς ὁ πενθερὸς Ἰοθόρ. Ἔρχεται Ἀαρὼν πρὸς Μωϋσῆν, καὶ ἀμφότεροι συνήγαγον τὴν γερουσίαν Ἰσραὴλ, καὶ ἀπήγγειλαν αὐτοῖς τὰ παρὰ τοῦ Θεοῦ· οἱ δὲ ἐχάρησαν. Ὡς δὲ καὶ πρὸς τὸν Φαραὼ εἰσῆλθον, καὶ ἐκέλευον ἐξαποστέλλειν τὸν λαὸν, οὐ μόνον οὐκ εἶξεν ὁ βασιλεὺς, ἀλλὰ καὶ πλέον ἐκάκωσε τοὺς Ἰσραηλίτας, κελεύσας μὴ δίδοσθαι αὐτοῖς ἄχυρον, ἀλλ' αὐτοὺς ἀφ' ἑαυτῶν πορίζειν. Ὡς δὲ ἐμαστίχθησαν οἱ γραμματεῖς διὰ τὸ μὴ πληροῦσθαι τὸ ἔργον, ἐνέτυχον τῷ Φαραὼ, καὶ οὐδὲν ὤνησαν. Κατεβόων λοιπὸν τοῦ Μωϋσέως· καὶ πάλιν ἀποστέλλεται πρὸς τοὺς Ἰσραηλίτας, εὐαγγελιζόμενος αὐτῶν τὴν ἔξοδον. Οἱ δὲ οὐκ ἤκουσαν Μωϋσέως ἀπὸ τῆς ὀλιγοψυχίας αὐτῶν. Ἐνταῦθα γενεαλογεῖται Μωϋσῆς, καί φησιν αὐτῷ ὁ Θεός· ∆έδωκά σε θεὸν τῷ Φαραώ· καὶ ἀποστέλλει αὐτὸν πρὸς Φαραὼ, κελεύσας ἐπιδεῖξαι σημεῖον, εἰ αἰτήσειεν ὁ βασιλεὺς, τὸ τῆς ῥάβδου τῆς εἰς ὄφιν στραφείσης. Ὡς δὲ ἐγένετο ἡ ῥάβδος ὄφις, καὶ οὐκ εἶξε, τρέπεται τὸ ὕδωρ τοῦ ποταμοῦ εἰς αἷμα, πληροῦται ἡ γῆ βατράχων· εἶτα σκνῖπες ἐπῆλθον, εἶτα ἡ κυνόμυια, εἶτα ὁ θάνατος τῶν κτηνῶν, εἶτα αἱ φλυκτίδες, εἶτα ἡ χάλαζα καὶ τὸ πῦρ, εἶτα ἡ ἀκρὶς, καὶ τὸ σκότος τὸ ψηλαφητόν. Ὡς δὲ ἤμελλεν ὁ τῶν πρωτοτόκων ἐπάγεσθαι θάνατος, κελεύονται θῦσαι πρόβατον ἄρσεν, ἄμωμον, καὶ χρῖσαι τὰς φλιὰς τῷ αἵματι· οὐ γὰρ ἀπολεῖσθαι τοὺς ὄντας ἐν τῇ οἰκίᾳ, ἐν ᾗ ἂν τὸ αἷμα ἦν [λ. ᾖ] τοῦ ἀμνοῦ. Τότε καὶ τῶν ἑπτὰ ἡμερῶν τῶν ἀζύμων αὐτοῖς νομοθετεῖ· κἂν εἰσέλθωσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, φυλάττειν κελεύει τὴν λατρείαν. Κἂν ἐρωτήσωσιν ὑμᾶς υἱοὶ ὑμῶν, φησὶ, ἐρεῖτε· Θυσία τὸ πάσχα τοῦτο Κυρίῳ. Ὡς δὲ κατὰ τὸ μέσον τῆς νυκτὸς ἀπώλετο τὰ πρωτότοκα τῶν Αἰγυπτίων, ἀπήλασαν τοὺς Ἰσραηλίτας τῆς Αἰγύπτου. Οἱ δὲ ἐξῆλθον, λαβόντες τὰ σκεύη τὰ ἀργυρᾶ καὶ χρυσᾶ, καὶ πολὺν λαὸν μετ' αὐτῶν ἐπίμικτον, καὶ πρόβατα, καὶ βόας, καὶ κτήνη. Ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραὴλ, ἣν κατῴκησαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν γῇ Χαναὰν, ἔτη τετρακόσια τριάκοντα. Καὶ εἶπεν ὁ Θεός· Ἀνάθες καὶ ἁγίασόν μοι πᾶν πρωτότοκον ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀπέκτεινε τὰ πρωτόκοκα Αἰγυπτίων. Οὐκ ἤγαγε δὲ αὐτοὺς διὰ Φυλιστιεὶμ, ἵνα μὴ μετανοήσωσιν ἰδόντες πόλεμον, καὶ ἀποστρέψωσιν εἰς Αἴγυπτον, ἀλλὰ διὰ τῆς Ἐρυθρᾶς. Πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου· καὶ ἔλαβε Μωϋσῆς τὰ ὀστᾶ Ἰωσήφ. Ὡδήγει δὲ ὁ Θεὸς τὸν Ἰσραὴλ στόλῳπυρὸς τὴν νύκτα, καὶ στόλῳ νεφέλης τὴν ἡμέραν. Ὡς δὲ κατεδίωξεν ὁ Φαραὼ μεταμεληθεὶς, ἐπάταξε τὴν θάλασσαν Μωϋσῆς τῇ ῥάβδῳ, καὶ διῃρέθη· παρελθόντων δὲ τῶν Ἰσραηλιτῶν, συνῆλθε κατὰ τῶν Αἰγυπτίων, καὶ κατεπόντισεν αὐτούς. Καὶ ᾖσε Μωϋσῆς τὴν ᾠδὴν, ᾖσε δὲ καὶ Μαριὰμ μετὰ τῶν γυναικῶν. Ἦλθον εἰς Μαῤῥὰς, ἔνθα πικρὸν ἦν τὸ ὕδωρ, καὶ ἐγλύκανεν αὐτὸ Μωϋσῆς διὰ τοῦ ξύλου. Ἦλθον ἔνθα δώδεκα πηγαὶ καὶ φοίνικες οἱ ἑβδομήκοντα· ὁ δὲ τόπος Ἐλεὶμ ἐλέγετο. Ἦλθον ἐκεῖθεν εἰς τὴν ἔρημον ἀνὰ μέσον Ἐλεὶμ καὶ Σινά. Τότε ἐγόγγυ σαν οἱ Ἰσραηλῖται ἐν τῇ ἐρήμῳ, κρέα ζητοῦντες. Τότε ἔβρεξεν αὐτοῖς μάννα. Εἶτα ἤνεγκε τὴν ὀρτυγομήτραν. Ἐνταῦθα ἐπὶ τοῦ μάννα, ὃ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὃ τὸ ὀλίγον οὐκ ἠλαττόνησε, παρήγγειλε μὴ ὑπολείπεσθαι εἰς τὴν αὔριον. Οἱ δὲ παρήκουσαν, καὶ γέγονε τὸ καταλειφθὲν σκωλήκων πλῆρες. Εἶπε· Μὴ ἐξέλθητε συλλέξαι τῷ σαββάτῳ· οἱ δὲ καὶ ἐν τούτῳ παρήκουσαν, καὶ ἐξελθόντες οὐχ εὗρον. Κελεύει Μωϋσῆς ἐν στάμνῳ χρυσῇ ἀποθέσθαι ἀπὸ τοῦ μάννα εἰς τὰς μετὰ ταῦτα γενεάς. Τὸ δὲ μάννα ἔφαγον τεσσαράκοντα ἔτη. Τότε ἐγόγγυζον διὰ τὸ δίψος. Καὶ ἐπάταξε Μωϋσῆς τὴν πέτραν, καὶ ἐξῆλθεν τὸ ὕδωρ. Ἔρχεται Ἀμαλὴκ πολεμῶσαι τὸν Ἰσραήλ·καὶ ἐτρέψατο αὐτὸν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ ἕως ἦσαν αἱ χεῖρες Μωϋσῆ μετέωροι, ἴσχυσεν ὁ Ἰσραὴλ, ὅτε δὲ καθῆκεν αὐτὰς, ἡττῶντο. Τοῦτο δὲ τύπος ἦν τοῦ σταυροῦ. Εἱστήκεισαν γὰρ Ἀαρὼν καὶ Ὢρ, στηρίζοντες τὰς χεῖρας Μωϋσῇ. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ. Ἀπαντᾷ Ἰοθὸρ ὁ πενθερὸς Μωϋσῆ μετὰ τῆς γυναικὸς (γαμβρὸν δὲ αὐτὸν καλεῖ καταχρηστικῶς ἡ Γραφὴ) τῷ τε Μωϋσῇ καὶ τῷ λαῷ. ∆ιηγεῖται τὰ θαυμάσια Μωϋσῆς τῷ πενθερῷ· ὁ δὲ ἐθαύμασεν. Ὡς δὲ εἶδε πάντα τὸν λαὸν παρεστηκότα Μωϋσῇ, τὸν δὲ οὐκ ἀρκοῦντα πᾶσι κρίνειν, φησὶν αὐτῷ ὁ πενθερός· Ἐπίλεξαι ἄνδρας δυνατοὺς, θεοσεβεῖς, δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ κατάστησον αὐτοὺς χιλιάρχους, ἑκατοντάρχους, πεντηκοντάρχους, δεκάρχους. Ἐποίησε Μωϋσῆς οὕτως, καὶ ἀνῆλθεν εἰς τὸ ὅρος. Καὶ προσέταξεν αὐτῷ ὁ Θεὸς εἰπεῖν τῷ λαῷ, ὅτι ἔσονται τοῦ Θεοῦ βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, ἐὰν ὑπακούσωσι. Οἱ δὲ εἶπον· Ἅπαντα, ὅσα εἶπεν ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα. Τότε προστάσσει τῷ λαῷ ἁγνισθῆναι ἕως τρίτης ἡμέρας, πλῦναι τὰ ἱμάτια αὐτῶν. Ἐνταῦθα εἴρηται καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ ἐν τῇ πρὸς Ἑβραίους· Κἂν θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Τότε ἐκαπνίζετο τὸ ὅρος, φωναὶ σαλπίγγων ἤχουν. Τότε τὰς ἐντολὰς τοῦ νόμου λαμβάνει Μωϋσῆς, τὴν ∆εκάλογον, καὶ τὰ λοιπὰ δικαιώματα. Τὸ δὲ, Θεοὺς οὐ κακολογήσεις, οὐ περὶ εἰδώλων εἴρηται, ἀλλὰ περὶ τῶν ἀρχόντων· ἐπάγει γὰρ, Ἄρχοντι τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Ἐπαγγέλλεται, εἰ ὑπακούσειαν, πολλὰ αὐτοῖς ἀγαθά· κρατήσειν τῶν ἐθνῶν, τῆς γῆς κληρονομίαν, τὸ ὕδωρ αὐτῶν εὐλογήσειν καὶ τὸν ἄρτον, πάσης μαλακίας αὐτοὺς ἀπαλλάξειν, μὴ ἔσεσθαι στεῖραν ἐν αὐτοῖς, μηδὲ ἄγονον, μηδὲ θάνατον ἄωρον, τὰ ὅρια αὐτῶν θήσειν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης ἕως τῆς Φυλιστιεὶμ, ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Εὐφράτου. Τότε θύει Μωϋσῆς, καὶ τὸ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον· καὶ λαβὼν τὸ αἷμα κατεσκέδασε τοῦ λαοῦ. Μέμνηται τούτων ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους λέγων, ὅτι Οὐδὲ ἡ πρώτη διαθήκη χωρὶς αἵματος ἐγ κεκαίνισται. Κελεύεται Μωϋσῆς ἀνελθὼν λαβεῖν τὰ πυξία. Καὶ ἦν ἐκεῖ τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἤκουσε δὲ τὴν διάταξιν τῆς σκηνῆς καὶ τῶν ἐν αὐτῇ, καὶ τῆς ἱερατικῆς στολῆς, καὶ τῆς χρίσεως τῶν ἱερέων, καὶ τῶν λύτρων. Ταῦτα δὲ ἦν τὸ ἥμισυ τοῦ διδράχμου ἕκαστον διδόναι, τουτέστιν, ὀβολοὺς δέκα. Καὶ περὶ τῆς συνθέσεως τοῦ ἐλαίου παραινεῖ, καὶ ὑπὲρ τῆς φυλακῆς τοῦ σαββάτου. Ἐκκλησιάζουσιν οἱ Ἰσραηλῖται κατὰ Ἀαρὼν καὶ εἰδωλολατροῦσι. Τότε φησὶν ὁ Θεὸς τῷ Μωϋσῇ· Ἔασόν με, καὶ ἐξαλείψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Ὡς δὲ κατελθὼν ὁ Μωϋσῆς εἶδε τὸν μόσχον καὶ τὸν λαὸν παίζοντας, ἔῤῥιψε τὰς πλάκας, καὶ συνέτριψεν, ἐπετίμησε τῷ Ἀαρὼν, ἐκέλευσε τοῖς υἱοῖς Λευῒ ἐλθοῦσιν, εἶπε· Εἴ τις πρὸς Κύριον, ἴτω πρός με, σφάξειν ἕκαστον τὸν ἀδελφὸν αὐτοῦ καὶ τὸν πλησίον αὐτοῦ. Καὶ ἔπεσον τρισχίλιοι ἄνδρες. Τότε δὲ ἀνελθὼν Μωϋσῆς λέγει τῷ Θεῷ· Εἰ μὲν ἀφιεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Τότε ἐπένθησεν ὁ λαὸς, καὶ ἐκελεύσθη περιελεῖν τὸν κόσμον αὐτοῦ. Ἐνταῦθα εἴρηται· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ οὐκ ἐξεπορεύετο τῆς σκηνῆς. Τότε παρακαλεῖ Μωϋσῆς τὸν Θεὸν, ὥστε μὴ καταλιπεῖν τὸν λαόν· καὶ λαξεύσας δύο πλάκας, λαμβάνει τὴν ∆εκάλογον, ποιήσας πάλιν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἐντέλλεται δὲ αὐτῷ πάλιν περὶ τοῦ πάσχα, περὶ τοῦ σαββάτου, περὶ τοῦ ἐξολοθρεῦσαι τοὺς θεοὺς τῶν ἐθνῶν, ὑπὲρ τοῦ ἁγιάσαι αὐτῷ τὰ πρωτότοκα. Ἐνταῦθα κεῖται, ὅτι μετὰ καλύμματος ἐλάλει Μωϋσῆς τῷ λαῷ· ὃ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους φησὶν ὁ Παῦλος. Τότε αὐτοῖς παραγγέλλεται περὶ τοῦ σαββάτου, καὶ περὶ τῆς ὕλης τῆς ὀφειλούσης προχωρῆσαι εἰς τὴν τῆς σκηνῆς ἐργασίαν, τουτέστι, περὶ τοῦ χρυσοῦ, τοῦ χαλκοῦ, τῶν τριχῶν, καὶ τῆς λοιπῆς ὕλης. Καὶ οἱ μὲν ἔφερον πολλῇ τῇ προθυμίᾳ, ὡς καὶ περισσεύειν· ἐργάζεται δὲ Βεσελεὴλ ἐκ τῆς φυλῆς Ἰούδα, καὶ Ἐλιὰβ ἐκ τῆς φυλῆς ∆ὰν ἅπαντα τὰ πρὸς τὴν κατασκευὴν, καὶ ἔστη ἡ σκηνὴ, καὶ ἐκάλυψεν αὐτὴν ἡ νεφέλη. Τὸ δὲ ἀναλωθὲν εἰς τὰ ἔργα χρυσίου μὲν τάλαντα κθʹ καὶ σίκλοι ψʹ, ἀργυρίου δὲ τάλαντα ρʹ, σίκλοι ψοβʹ, καὶ χαλκοῦ τάλαντα οʹ, καὶ σίκλοι, βφʹ.

Λευϊτικὸν, βιβλίον γʹ. Λευϊτικὸν καλεῖται τοῦτο τὸ βιβλίον, ἐπειδὴ ἰδικῶς πᾶσαν τῆς τε Λευϊτικῆς λειτουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐκλέγονται ἐκ τῆς φυλῆς Λευῒ, καὶ χρίονται εἰς ἱερέας, πᾶσάν τε τὴν διαφορὰν τῶν θυσιῶν· καὶ τὴν ποιότητα πᾶσαν τῆς ἐν τῷ ἱερῷ λατρείας καὶ ἱερατικῆς λειτουργίας. ∆ιηγεῖται καὶ τὸν νόμον ἑκάστης θυσίας, περί τε τοῦ σωτηρίου καὶ τοῦ ἑκουσίου καὶ ἀκουσίου πλημμελήματος, καὶ πῶς ἑκάστῳ τῶν προσφερομένων διαιρεῖσθαι καὶ ἀναφέρεσθαι ὀφείλει διηγεῖται. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ ἡ χρῖσις τοῦ ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις καὶ ἡ γνῶσις τῶν σημείων, περὶ λέπρας ἀνθρώπων καὶ ἱματίων καὶ τοίχου οἰκίας, καὶ ὁ νόμος ὁ περὶ καθαρισμοῦ αὐτῶν. Νόμος τε καὶ διαστολὴ περὶ νομικῶν γάμων, καὶ τίνες εἰσὶ παράνομοι. Καὶ πάλιν διαστολὴ καθαρῶν καὶ ἀκαθάρτων κτηνῶν καὶ πετεινῶν καὶ ἰχθύων καὶ ἑρπετῶν, καὶ τίνων μὲν ἐκ τούτων ἀπογεύεσθαι ὀφείλουσιν Ἑβραῖοι, τίνων δὲ ἀπέχεσθαι προσετάχθησαν. Καὶ τὴν μὲν ἡμέραν τῶν σαλπίγγων τῇ νεομηνίᾳ τῇ ἑβδόμῃ μηνὸς δηλοῖ· τὸ δὲ παράγγελμα τῆς μεγάλης νηστείας, ἵν' ἐν αὐτῷ τῷ ἑβδόμῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ποιῶσι ταύτην, ἥντινα Σάββατα σαββάτων καὶ ἄφεσιν ἁμαρτίας καλεῖ. Περιέχει τὴν σκηνοπηγίαν τῇ ιεʹ τοῦ αὐτοῦ μηνός. Καὶ περὶ ἑορτῶν, καὶ τῶν ἐν αὐταῖς ὀφειλόντων προσφέρεσθαι. Καὶ περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ περὶ ἀναπαύσεως τῆς γῆς κατὰ ζʹ ἔτη ὀφειλούσης γίνεσθαι. Ἐξηγεῖται πάλιν τε ὑπόμνησιν νομίμων καὶ προσταγμάτων καὶ μαρτυριῶν. Περιέχει καὶ ἐπαγγελίας μὲν τοῖς φυλάσσουσιν αὐτὴν, ἀπειλὰς δὲ τοῖς παραβαίνουσι δεινοτάτας. Τὴν δὲ διαστολὴν καὶ τὴν αἰτίαν τῶν καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων οὕτω ποιεῖται. Καὶ τὰ μὲν ἀπὸ κτηνῶν καθαρὰ τὰ τοιαῦτα λέγει, τὰ διχηλοῦντα ὁπλὴν καὶ ὀνυχιστῆρας, ὀνυχίζοντα δύο χηλῶν, καὶ ἀνάγοντα μηρυκισμόν· οἷά ἐστι μόσχος, πρόβατον, αἲξ, ἔλαφος, βούβαλος, δορκὰς, ὄρυξ, πύγαργος, τραγέλαφος, καμηλοπάρδαλις, καὶ τὰ τοιαῦτα. Εἰ δέ τινα ἀπὸ τούτων ἐνέλιπε, ἀκάθαρτόν ἐστιν· οἷά ἐστιν ὁ κάμηλος καὶ ὁ δασύπους καὶ ὁ χοιρόγρυλλος· ταῦτα γὰρ μηρυκᾶται μὲν, οὐ διχηλεῖ δὲ ὁπλήν· καὶ ὁ ὗς· καὶ οὗτος διχηλεῖ μὲν καὶ ὀνυχίζει, οὐ μηρυκᾶται δέ. Ἀπὸ δὲ τῶν πετεινῶν, ἃ κελεύει μὴ ἐσθίειν, ταῦτά ἐστιν· τὸν ἀετὸν, τὸν γρῦπα, τὸν ἁλιέα [λ. ἁλιαίετον], τὸν γῦπα, τὸν ἰκτῖνον, τὸν κόρακα, καὶ τὰ ὅμοια αὐτῶν, καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῶν, καὶ τὸν νυκτικόρακα, καὶ καταράκτην, καὶ ἶβιν, καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον, καὶ ἐρωδιὸν, καὶ χαράδριον, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἔποπα καὶ νυκτερίδα. Τῶν δὲ ἑρπετῶν πετεινῶν ἀκάθαρτα ἅπαντα εἶναι λέγει, τὰ πορευόμενα ἐπὶ τεσσάρων, ἔχοντα δὲ ἀνωτέρω τῶν ποδῶν σκέλη, ὥστε ἐν αὐτοῖς πηδᾷν ἀπὸ τῆς γῆς, οἷά ἐστιν ὁ βροῦχος, ὁ πίττακος, ὁ ἀτταγὸς, καὶ ἡ ἀκρὶς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ὁ ὀφιοῦχος. Τὰ δὲ ἐν τοῖς ὕδασιν, ἔν τε τῇ θαλάσσῃ καὶ τοῖς ποταμοῖς καὶ χειμάῤῥοις γινόμενα, ταῦτα λέγει εἶναι καθαρὰ, ὅσα ἔχει πτερύγια καὶ λεπίδας, οἷά ἐστι τρίγλα, σκάρος, γλαῦκος, κεστρεὺς, καὶ τὰ ὅμοια αὐτοῖς. Τὰ δὲ λειπόμενα ἔν τινι τούτων, ἀκάθαρτα καὶ οὐ βρωτέα, οἷόν ἐστι σηπία· πτερύγια μὲν γὰρ ἔχει, λεπίδας δὲ οὔ. Τῶν δὲ ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς ἀκάθαρτα ταῦτα λέγει εἶναι, τὴν γαλῆν, τὸν μῦν, τὸν χερσαῖον κροκόδειλον, τὴν μυγαλῆν, καὶ τὸν χαμαιλέοντα. τὸν ἀσκαλαβώτην, τὴν σαῦραν καὶ ἀσπάλακα. Περὶ γὰρ τοῦ ὄφεως καὶ τῶν ὁμοίων αὐτῷ περιττὸν ἐν αὐτῷ μνημονεῦσαι· φανερὸν μὲν γὰρ ἦν πᾶσι ταῦτα βδελυκτὰ εἶναι καὶ μισητά. Ὁμοίως δὲ καὶ περὶ αὐτῶν ἐμνημόνευσεν ἐν τῷ ∆ευτερονομίῳ. Ἔτι δὲ περιέχει περί τε τῶν θνησιμαίων ὡς ἀπηγορευμένων, καὶ τοῦ αἵματος ὁμοίως, καὶ περὶ γυναικῶν τικτουσῶν. Καὶ εἰ σπερτικὸς [λ. σπερματικὸς] ᾖ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. Καὶ [περὶ] τῆς ὀκτοημέρου περιτομῆς τοῦ βρέφους. Καὶ περὶ τῆς ἀφέδρου, καὶ περὶ διαφορᾶς τικτουσῶν ἄῤῥεν ἢ θῆλυ καθαρισμοῦ. Καὶ νόμος περὶ λέπρας καὶ καθαρισμοῦ αὐτῆς, καὶ περὶ γονοῤῥέων [φ. γονοῤῥυέων] καὶ σπερμογονείας. Περί τε εὐλαβείας, καὶ περὶ ἀποπομπαίου καὶ περὶ νηστείας· καὶ περὶ τοῦ μὴ δεῖν ἀτάκτους ποιεῖσθαι συζυγίας, καὶ περὶ γάμων νομίμων καὶ ἀθέσμων, καὶ ὅτι οὐ χρὴ χήραν ἢ ἐκβεβλημένην τὸν ἱερέα λαμβάνειν, ἀλλὰ παρθένου καὶ ἐκ πάντων ἀκολήτων (σιξ; φορτ. ἀκηλίδωτον). Καὶ περὶ ἐκπορνευούσης θυγατρὸς ἱερέως. Καὶ περὶ τοῦ ἄμωμον εἶναι τὸν ἱερέα. Καὶ περὶ τῶν προσφερομένων δώρων. Περί τε σαββάτων, καὶ ἑορτῶν, καὶ τῆς ἑορτῆς τοῦ πάσχα, καὶ τῶν σκηνοπηγιῶν καὶ τῶν σαλπίγγων. Καὶ περὶ τοῦ ἐλαίου, τοῦ φωτὸς, καὶ τῶν ἄρτων τῆς προθέσεως, καὶ περὶ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως. Εἶτα περὶ δούλων Ἰουδαίων καὶ ἐθνικῶν. Καὶ περὶ ἀπαγορεύσεως εἰδώλων οὕτω διαλαμβάνων· Ἐγὼ γὰρ ὁ Θεὸς ὑμῶν· οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα, οὐδὲ γλυπτὰ, οὐ στήλην ἀναστήσετε ὑμῖν, οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ. Πρὸς τούτοις ἀπειλὰς τῶν παραβαινόντων οὕτως· Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ἐκ γῆς Αἰγύπτου ὑμᾶς, ὄντων ὑμῶν δούλων, καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν, καὶ ἤγαγον ὑμᾶς μετὰ παῤῥησίας. Ἐὰν δὲ μὴ ὑπακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλ' ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν, ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, ὥστε διασκεδάσαι τὴν διαθήκην μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν, καὶ ἐπιστήσω ἐφ' ὑμᾶς τὴν ἀπορίαν, τήν τε ψώραν, καὶ τὸν ἴκτερον σφακελίζοντα τοὺς ὀφθαλμοὺς ὑμῶν· καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται ταῦτα οἱ ὑπεναντίοι ὑμῶν. Καὶ οὕτω περιέχον τὸ βιβλίον ταῦτα μετὰ τῶν λοιπῶν προσταγμάτων καὶ ἐντολῶν τελειοῦται ἐν τούτοις. Σύνοψις τῶν Ἀριθμῶν. Κελεύεται Μωϋσῆς ἀριθμῆσαι τὸν λαὸν ἀπὸ εἰκοσαέτους καὶ ἐπάνω, καὶ ἦσαν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι, καὶ ἑξακόσιοι καὶ πεντήκοντα χωρὶς τῶν Λευϊτῶν. Γενεαλογοῦνται οἱ Λευῖται, καὶ ἀριθμοῦνται, καὶ ἦσαν εἴκοσι δύο χιλιάδες ἀπὸ μηνιαίου καὶ ἐπάνω. Ἐπειδὴ δὲ οἱ πρωτότοκοι Ἰσραὴλ εἰκοσιδύο χιλιάδες ἦσαν καὶ τρεῖς καὶ διακόσιοι καὶ ἑβδομήκοντα, ἀντὶ τῶν περισσῶν ἔλαβε λύτρα Μωϋσῆς, καὶ δίδωσιν Ἀαρών. Τὰ δὲ λύτρα ἦν χίλιοι τριακόσιοι ἑξήκοντα πέντε σίκλοι κατὰ κεφαλήν. ∆ιατάσσει τίνα λειτουργεῖν δεῖ, τίνες Λευῖται ὀφείλουσιν εἶναι· οὐ γὰρ πάντες τῆς αὐτῆς ἠξίωντο τιμῆς. Ἄλλοι μὲν τὰ τιμιώτερα τῶν σκευῶν τῆς σκηνῆς, οἱ δὲ τὰ ἐλάττω ἐνεχειρίζοντο. Ἐγενήθησαν δὲ οἱ Λευῖται οἱ ἀπ' εἰκοσαέτους καὶ ἐπάνω, οἳ καὶ ἐλειτούργουν, ἕως πεντηκονταέτους, ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα τρεῖς. Τότε κελεύει πάντα ἀκάθαρτον ἐξαποστεῖλαι τῆς παρεμβολῆς, καὶ περὶ θυσίας τῆς ὑπὲρ πλημμελείας διαλέγεται, καὶ τὸν τῆς ζηλοτυπίας διατάττει νόμον, ὥστε μὴ συκοφαντεῖσθαι γυναῖκα ἐπὶ μοιχείᾳ, μήτε μοιχευθεῖσαν δύνασθαι λαβεῖν. Περὶ τῆς εὐχῆς τοῦ ἁγιασμοῦ διατάττεται, καὶ πῶς δεῖ τὸν ἱερέα εὐλογεῖν τοὺς υἱοὺς Ἰσραήλ. Ὡς δὲ ἔστη ἡ σκηνὴ, περιῆγον οἱ ἄρχοντες δῶρα πολλά τε καὶ μεγάλα. Κελεύεται Μωϋσῆς ἁγνίσαι τοὺς Λευΐτας, καὶ ἀκούει ὅτι ἀπὸ εἰκοσαέτους δεῖ αὐτοὺς λειτουργεῖν καὶ ἐπάνω, ἀπὸ δὲ πεντηκονταέτους ἀφίστασθαι τῆς λειτουργίας. Κελεύει αὐτοῖς ὁ Θεὸς διὰ Μωϋσέως ποιῆσαι τὸ πάσχα. Εἰπὲ γὰρ, φησὶ, καὶ ποιείτωσαν υἱοὶ Ἰσραὴλ τὸ πάσχα. Ἦν γὰρ πρῶτος μὴν τοῦ δευτέρου ἔτους. Προσῆλθον δὲ οἱ ἀκάθαρτοι Μωϋσεῖ, καὶ ἀνήνεγκε περὶ αὐτῶν τῷ Θεῷ. Καὶ προσέταξεν ὁ Θεὸς τὸν μὴ δυνάμενον ἐν τῷ πρώτῳ μηνὶ θύειν τὸ πάσχα, ἢ διὰ τὸ ἀκάθαρτον εἶναι, ἢ διὰ τὸ ἐν ὁδῷ μακρᾷ τυγχάνειν, τῷ δευτέρῳ μηνὶ ποιεῖν, τῇ τεσσαρεσκαιδεκάτῃ. Εἰ δέ τις καὶ καθαρὸς ὢν, καὶ οὐκ ὢν ἐν μακρᾷ ὁδῷ, μὴ βούλοιτο ποιεῖν τὸ πάσχα ἐν τῷ πρώτῳ μηνὶ, ὑπὸ ἁμαρτίαν ἔσται. Νόμος, φησὶν, εἷς ἔστω τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι. Ἡνίκα ἀνέβαινεν ἡ νεφέλη, ἀπῆρον οἱ υἱοὶ Ἰσραὴλ, καὶ οὗ ἂν ἔστη, ἐκεῖ παρενέβαλλον. Κελεύεται Μωϋσῆς ποιῆσαι σάλπιγγας ἀργυρᾶς, ὥστε δι' αὐτῶν σημαίνειν τῷ λαῷ, ἡνίκα ἀπᾶραι δέοι, ἡνίκα συναγαγεῖν τὸν λαὸν ἐν πολέμοις, ἐν θυσίαις, χρήσασθαι ταῖς σάλπιγξι ταύταις ἐν ἑορταῖς, ἐν νεομηνίαις, ἐν ὁλοκαυτώμασιν. Ὡς δὲ ἐξῆραν οἱ υἱοὶ Ἰσραὴλ, παρεκάλει τὸν Ἰωβὰρ Μωϋσῆς υἱὸν Ῥαγουὴλ τὸν καὶ Ἰοθὸρ, ὥστε αὐτῷ καὶ τῆς ὁδοῦ κοινωνῆσαι, καὶ τῶν ἐπαγγελθέντων ἀγαθῶν αὐτοῖς· καὶ ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν, εἶπε Μωϋσῆς· Ἐξεγέρθητι, Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε. Καὶ ἐγόγγυζεν ὁ λαὸς, καὶ κατεκάη μέρος τῆς παρεμβολῆς, καὶ ἐκλήθη ὁ τόπος ἐμπυρισμός. Καὶ ηὔξατο Μωϋσῆς, καὶ ἐπαύσατο ἡ τιμωρία. Καὶ ἐζήτουν κρέα, καὶ ἔλεγον· Ἐμνήσθημεν τοὺς ἰχθῦς, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ, τοὺς σικύους, καὶ τοὺς πέπονας, τὰ πράσα, τὰ κρόμμυα, τὰ σκόροδα. Νῦν δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος· οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ὡς δὲ ἐβαρύνετο τὴν ἀντιστασίαν αὐτῶν, καὶ ἐνετύγχανε τῷ Θεῷ, προστίθησιν αὐτῷ ἑβδομήκοντα πρεσβυτέρους, ὥστε συλλαμβάνεσθαι αὐτῷ ἐν τῇ ἀρχῇ. Τότε τοῦ Ἰησοῦ τοῦ Ναυῆ εἰπόντος· Κώλυσον τὸν υἱὸν Ἐλδὰδ καὶ Μωδὰδ τοῦ προφητεύειν, φησὶν ὁ Μωϋσῆς· Ζηλοῖς σύ μοι; Καὶ τίς δῷ ἅπαντα τὸν λαὸν Κυρίου προφήτας; Τότε ἀνέβη ὀρτυγομήτρα παρὰ Κυρίου, καὶ ἔφαγον. Καὶ τὰ κρέα ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἢ ἐκλιπεῖν. Τοῦτο τὸ ἐν ψαλμῷ εἰρημένον· Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτούς· καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν. Ἐκλήθη δὲ ὁ τόπος οὗτος μνήματα ἐπιθυμίας. Τότε κατελάλησε τῷ Μωϋσεῖ Μαρία, λέγουσα· Μὴ αὐτῷ μόνῳ ἐλάλησεν ὁ Θεός; Εἰπὼν δὲ ὁ Θεὸς, ὅτι αὐτῷ μόνῳ προφητῶν ἐλάλησεν οὕτως, ἐπέβαλεν ἐπὶ τὴν Μαριὰμ λέπραν, καὶ Μωϋσέως δεηθέντος ὑπὲρ αὐτῆς, οὐ πρότερον αὐτὴν ἀφῆκε καθαρισθῆναι, ἕως ἐποίησεν ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς. Πέμπει γοῦν τινας ἐκ τοῦ λαοῦ κατασκέψασθαι τὴν γῆν Χαναάν. Καὶ κατασκεψάμενοι, βότρυν ἤνεγκαν ἐκεῖθεν, καὶ τὴν γῆν ἐθαύμαζον. Ἐφοβοῦντο γὰρ τὸν λαὸν, ὡς μαχίμων ὄντων τῶν ἐκεῖ ἀνδρῶν. Χαλὲβ δὲ ὁ τοῦ Ἰεφονεὶ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ αὐτοὶ ἐκ τῶν κατασκόπων ὄντες, παρεθάῤῥυνον τὸν λαόν. Οἱ δὲ ἦλθον λιθοβολῆσαι αὐτούς· ὁ δὲ Θεὸς ὀργισθεὶς εἶπε μὴ ἀνελθεῖν τοὺς γογγύσαντας εἰς τὴν γῆν τῆς ἐπαγγελίας, εἰ μὴ τὰ τέκνα αὐτῶν, καὶ Χαλὲβ υἱὸν Ἰεφονεὶ, καὶ Ἰησοῦν. Τεσσαράκοντα δὲ ἔτη, φησὶν, ἔσονται ἐν τῇ ἐρήμῳ, ἕως ἂν αὐξηθῇ τὰ παιδία, κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ὧν ἐπεσκέψαντο τὴν γῆν. Τότε οἱ κατάσκοποι πάντες ἀπέθανον, πλὴν Χαλὲβ καὶ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἐπένθησεν ὁ λαός. Ἀνῆλθον ἐπὶ τὸν Ἀμαλὴκ παρὰ τὸ δοκοῦν τῷ Θεῷ, καὶ ἡ κιβωτὸς ἀνέμεινεν ἐν τῇ παρεμβολῇ μετὰ Μωϋσέως. Καὶ ἐξῆλθεν Ἀμαλὴκ, καὶ κατέκοψεν αὐτούς. Ἐντέλλεται περὶ ὁλοκαυτωμάτων, περὶ ἀπαρχῶν, περὶ θυσιῶν τῶν ὑπὲρ πλημμελείας. Ἑάλω τις ξύλα συλλέξας ἐν σαββάτῳ, καὶ ἐλιθοβολήθη. Προστάσσονται κράσπεδα ἐπὶ τὰ πτερύγια ποιῆσαι. Τὰ περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβηρών· ἡ ἐπανάστασις αὐτῶν, ἡ τιμωρία ἢν ἔδοσαν. Οἱ δὲ λοιποὶ τοῦ λαοῦ, τούτων γενομένων, οὐκ ἐσωφρονίσθησαν, ἀλλὰ πάλιν ἐπανέστησαν τῷ Μωϋσῇ, καὶ ἀποθνήσκουσι τεσσαρεσκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι. Τότε ἤνθησεν ἡ ῥάβδος Ἀαρών. Λέγει καὶ διατάσσεται ὃ λαμβάνειν δεῖ τοὺς Λευΐτας καὶ τὸν ἱερέα τὸν μέγαν. Καὶ νομοθετεῖ περὶ τῆς σποδοῦ τῆς δαμάλεως, ἐξ ἧς τὸ ὕδωρ τοῦ ῥαντισμοῦ ἐγίνετο. Τὴν δὲ δάμαλιν αὐτὴν ἔδοξέ τισι τύπον εἶναι τοῦ πάθους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπὸ δὲ τῆς σποδοῦ τῆς δαμάλεως ἐκαθαίρετο ὁ ὢν ἐπὶ νεκροῦ ἀκάθαρτος. Ἦλθε δὲ ὁ λαὸς εἰς Καδὴς, καὶ ἐκεῖ ἀπέθανε Μαρία, καὶ ἐτάφη. Οὐκ ὄντος ὕδατος πάλιν γογγύζουσιν οἱ Ἰουδαῖοι· ὁ δὲ Μωϋσῆς καὶ Ἀαρὼν κελεύονται ἐκ τῆς πέτρας ἐξαγαγεῖν ὕδωρ. Ἐπάταξεν αὐτὴν ὁ Μωϋσῆς λέγων· Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὕδωρ ὑμῖν; Καὶ ἐξῆλθεν ὕδωρ. Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατέ μοι ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς. Πρεσβεύεται Μωϋσῆς πρὸς τὸν βασιλέα Ἐδὼμ, ἵνα ἀφῇ αὐτούς· ὁ δὲ οὐ συνεχώρησε· καὶ ἐξέκλιναν ἀπ' αὐτοῦ υἱοὶ Ἰσραήλ. Ὡς δὲ ἦλθον εἰς Ὢρ τὸ ὄρος, κελεύσαντος τοῦ Θεοῦ, λαβὼν Μωϋσῆς τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, ἀνήγαγεν εἰς τὸ ὄρος· καὶ ἐνέδυσε τὸν Ἐλεάζαρ τὰ ἱμάτια αὐτοῦ. Ὁ δὲ Ἀαρὼν ἀπέθανεν ἐν τῷ ὄρει. Καὶ ἔκλαυσεν ὁ λαὸς τριάκοντα ἡμέρας. Εἷλον τὸν Χαναναῖον, καὶ ἀνεθεμάτισαν αὐτόν. Ἐλθόντες δὲ ἐπὶ θάλασσαν Ἐρυθρὰν, ἐκύκλουν τὴν γῆν Ἐδὼμ, καὶ ὠλιγοψύχουν, καὶ κατεγόγγυζον Μωϋσῇ· καὶ ἀπέστειλεν ὁ Θεὸς ἐπ' αὐτοὺς ὄφεις θανατοῦντας. Καὶ ηὔξατο Μωϋσῆς· καὶ ἐποίησε χαλκοῦν ὄφιν, προσταχθεὶς ὑπὸ τοῦ Θεοῦ. Καὶ ὁ δακνόμενος, ἡνίκα ἀνέβλεψεν εἰς τὸν ὄφιν, ἔζη Περὶ τούτου τοῦ ὄφεως εἴρηται ἐν τῷ Εὐαγγελίῳ· Καθὼς ὕψωσε Μωϋσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου. Πρεσβεύεται Μωϋσῆς πρὸς τὸν βασιλέα τῶν Ἀμοῤῥαίων τὸν Σηών. Οὗτος δὲ ὁ Σηὼν πολε μήσας πρότερον τὸν βασιλέα Μωὰβ, ἔλαβε τὴν γῆν αὐτοῦ. Ὡς δὲ καὶ τοῖς Ἰσραηλίταις συνέμιξεν εἰς πόλεμον, ἡττήθη κατὰ κράτος, καὶ τὰς πόλεις αὐτοῦ πάσας ἔλαβον οἱ Ἰσραηλῖται. Συμβαλόντες δὲ καὶ τῷ Ὢγ βασιλεῖ τῆς Βασὰν, τοῖς αὐτοῖς περιέβαλον αὐτὸν κακοῖς, οἷς καὶ τὸν Σηὼν, καὶ τὴν γῆν καὶ τὰς πόλεις αὐτοῦ πάσας ἔλαβον. Πέμπει βασιλεὺς Βαλὰκ πρὸς Βαλαὰμ τὸν μάντιν, ἵνα ἀράσηται τὸν λαόν. Ὁ δὲ Θεὸς τὸ μὲν πρῶτον ἐκώλυσεν. Ὡς δὲ ἐνέκειτο τῷ μάντει, συνεχώρησεν ἀπελθεῖν μὲν, οὐ μὴν ἀράσασθαι ἀλλ' ἔτρεψε τὰς κατάρας εἰς εὐλογίας. Οὐκ ἐπειδὴ ἴσχυόν τι αἱ ἀραὶ τοῦ μάντεως, ἀλλ' ἐπειδὴ ταλαίπωρος ἦν ὁ λαὸς, ἤμελλεν αὐτοῦ πιστεύειν ταῖς κατάραις, καὶ κατακρίνεσθαι ἐκεῖ διὰ τὴν ἰδίαν ἀσθένειαν. Οὗτος προφητεύει περὶ τοῦ Χριστοῦ λέγων· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ. Πνεῦμα γὰρ Θεοῦ ἐγενήθη ἐπὶ τῷ μάντει. Ὡς δὲ ἀπῆλθεν ὁ Βαλαὰμ, ἐκπορεύουσιν οἱ υἱοὶ Ἰσραὴλ εἰς τὰς θυγατέρας Μωὰβ, καὶ τελοῦνται τῷ Βεελφεγώρ. Τότε κελεύει Μωϋσῆς ἕκαστον, ἀποκτεῖναι τὸν ἀδελφὸν εἰδωλολατρήσαντα. Τότε καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ ἐξεκέντησε τὸν Ζαμβρὶν τὸν Ἰσραηλίτην, καὶ τὴν Χασβὶ τὴν Μαδιανῖτιν μετ' αὐτοῦ· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τότε ἀριθμοῦνται οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ εἰκοσαέτους καὶ ἐπάνω, καὶ εὑρέθησαν ἑξακόσιαι χιλιάδες, καὶ τρισχίλιοι ἄνδρες καὶ τριάκοντα· οἱ δὲ Λευῗται τρεῖς καὶ εἴκοσι χιλιάδες ἀπὸ μηνιαίου καὶ ἐπάνω. Αὕτη ἡ ἐπίσκεψις ἐν Ἀραβὼθ Μωὰβ ἐγένετο, πέραν τοῦ Ἰορδάνου. Καὶ οὐκ ἦν ἐν αὐτοῖς ἄνθρωπος, ἐξ ὧν ἐπεσκέψατο Μωϋσῆς πρότερον ἐν τῇ ἐρήμῳ Σινᾶ, πλὴν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ Χαλὲβ ὁ τοῦ Ἰεφονεί. Προσέρχονταί τινες θυγατέρες Σαλπαὰδ τῆς φυλῆς Μανασσῆ, ἀξιοῦσαι, ἐπειδὴ ἄπαις ἀῤῥένων παίδων ἀπέθανεν ὁ πατὴρ αὐτῶν, εἰς αὐτὰς ἐλθεῖν τὴν κληρονομίαν, καὶ τὴν κατάσχεσιν. Προσέταξεν ὁ Θεὸς λαβεῖν αὐτάς. Κἄν τις ἀποθάνῃ μὴ ἔχων υἱὸν, ἡ θυγάτηρ κληρονομείτω· θυγατρὸς δὲ οὐκ οὔσης, ἀδελφός· ἀδελφοῦ δὲ οὐκ ὄντος, ἀδελφὸς τοῦ πατρός. ∆είκνυσιν ὁ Θεὸς Μωϋσῇ ἀπὸ τοῦ ὄρους τοῦ Ναυὼ τὴν γῆν τῆς ἐπαγγελίας, καὶ χειροτονεῖται Ἰησοῦς ὁ τοῦ Ναυῆ εἰς τὴν αὐτοῦ τάξιν. Τότε ἐντέλλεται τοῖς υἱοῖς Ἰσραὴλ περὶ ὁλοκαυτωμάτων, θυσιῶν τῶν καθ' ἡμέραν, τῶν ἐν σαββάτοις, τῶν ἐν νεομηνίαις, τῶν ἐν τῷ πάσχα, τῶν ἐν τῇ ἡμέρᾳ τῶν ἑβδομάδων, τῶν ἐν τῷ ἑβδόμῳ μηνί. ∆ιατάσσει καὶ περὶ εὐχῶν, τουτέστιν, ὧν ἄν τις τάξηται. Τότε ἐξοπλίζονται δώδεκα χιλιάδες ἐκ τῶν Ἰσραηλιτῶν κατὰ Μαδιανιτῶν, καὶ Φινεὲς μετ' αὐτῶν, καὶ ἀναιροῦσιν αὐτοὺς, καὶ πέντε βασιλεῖς Μαδιὰμ, καὶ τὸν Βαλαὰμ τὸν μάντιν. Καὶ ἀπήρξαντο τῷ Θεῷ τῶν σκύλων, καὶ τὰ λοιπὰ διένειμαν ἑαυτοῖς. Προσελθόντες ἡ φυλὴ Ῥουβὶμ καὶ Γὰδ, καὶ τὸ ἥμισυ τῆς φυλῆς Μανασσῆ, ᾔτουν παρὰ Μωϋσέως τὴν πέραν τοῦ Ἰορδάνου χώραν. Ὁ δὲ ἔδωκε, πρότερον συνομολογησάντων ἐκείνων συμμαχήσειν τοῖς λοιποῖς Ἰσραηλίταις, καὶ διαβήσεσθαι τὸν Ἰορδάνην μεθ' ὅπλων, ὥστε πολεμῆσαι ὑπὲρ τῶν ἀδελφῶν αὐτῶν. Ἐνταῦθα διηγεῖται Μωϋσῆς ἀπὸ Αἰγύπτου ἕως ἦλθον ἀντικρὺ Ἱεριχώ. Ἐντέλλεται αὐτοῖς ὥστε ἐξολοθρεῦσαι πάντα τὰ εἴδωλα τῶν ἐθνῶν. Λέγει αὐτοῖς καὶ περὶ τῶν ὁρίων τῆς γῆς, πόθεν ἄρχονται, καὶ ποῦ πληροῦνται. Παραγγέλλει δὲ καὶ περὶ τῆς γῆς, ἧς ἔδει τοὺς Λευΐτας λαβεῖν, καὶ περὶ τῶν ἓξ πόλεων τῶν φυγαδευτηρίων, ὥστε τὸν ἀκουσίως ἀνελόντα ἐκεῖ καταφεύγειν, καὶ ἀπαλλάσσεσθαι κινδύνου, μένοντι ἐκεῖ, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας. Ἐὰν δὲ ἁλῷ ἔξω τῶν ὅρων τῆς πόλεως, καὶ φονεύσῃ αὐτὸν ὁ συγγενὴς τοῦ πεφονευμένου, οὐ δώσει δίκην. Καὶ διαλέγεται βραχέα περὶ τῶν νόμων τῶν περὶ φόνων κειμένων. Προσέρχονται οἱ ἄρχοντες τῆς φυλῆς Μανασσῆ λέγοντες τῷ Μωϋσῇ· Ἐπειδὴ ἔδοξε τὰς θυγατέρας Σαλπαὰδ λαβεῖν κλῆρον, εἰ συμβαίη αὐτὰς γαμηθῆναι ἀνδρὶ ἐξ ἑτέρας φυλῆς, τί ἵνα γίνηται; ἀπελεύσεται γὰρ ὁ κλῆρος τῆς ἡμετέρας φυλῆς εἰς ἐκείνην τὴν φυλήν. Τότε προσέταξε Μωϋσῆς, ἐκ τῆς ἰδίας φυλῆς γυναῖκα λαμβάνειν ἄνδρα, ἵνα μὴ μεταφέρωνται αἱ κληρονομίαι ἀπὸ φυλῆς εἰς φυλήν. Σύνοψις τοῦ ∆ευτερονομίου. Ὡς ἐν κεφαλαίῳ διηγεῖται πάντα τὰ πρῶτα Μωϋσῆς, εἰς ὑπόμνησιν αὐτοὺς ἄγων τῆς τε τοῦ Θεοῦ εὐεργεσίας, καὶ τῆς αὐτῶν κακίας. Περὶ τοῦ μὴ εἰδωλολατρεῖν παραίνεσις. Ἐνταῦθα κεῖται καὶ τὸ, Μὴ προσκυνήσῃς τοῖς ἄστροις, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ. Τὸ δὲ, Ἀπένειμε, οὐχ ὅτι αὐτὸς προσέταξεν· ἄπαγε· ἀλλὰ καθώς φησιν ὁ μακάριος Παῦλος· Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, οὐχ ὅτι παρέδωκεν, ἀλλ' ὅτι ἑλομένους αὐτοὺς καὶ ἀνεπιστρόφως ἔχοντας ἀφῆκεν. Οὕτως ἐνταῦθα τὸ, Ἀπένειμεν αὐτοῖς, τουτέστιν, ἑλομένους τὴν πλάνην, καὶ μὴ βουλομένους ἐπιστρέψαι, ἀφῆκεν. Ἐνταῦθα μικρὸν προελθὼν λέγει· ∆ιαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε, ἐὰν ἀποστῆτε ἀπὸ τοῦ Θεοῦ. Εἶτα δείκνυσιν ὅτι οὐδενὶ ταῦτα παρέσχεν ὁ Θεὸς ἅπερ ἐκείνοις. Καὶ ἀφορίζει τρεῖς πόλεις τοῦ Ἰορδάνου εἰς φυγαδευτήριον. Ἔτι τῶν προτέρων αὐτοὺς ὑπομιμνήσκει, καὶ, Ἔφαψαι αὐτὰ ἐπὶ τῶν χειρῶν σου, φησὶ, καὶ ἐπὶ τῶν φλιῶν σου γράψεις, καὶ διδάξεις τὸν υἱόν σου. Εἰπὼν δὲ ἃ συμβήσεται κακὰ ἐὰν παρακούσωσι, παραθαῤῥύνει πρὸς τὸ μὴ δεδοικέναι τοὺς πολεμίους Πάλιν ἀναμιμνήσκει τῶν προτέρων. Ἐνταῦθα κεῖται τὸ, Πρόσεχε σεαυτῷ, ὃ πολλάκις αὐτοῖς καὶ προϊὼν ἐπιλέγει, καὶ παραινεῖ τὰς νίκας μὴ τῇ οἰκείᾳ δυνάμει ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. Ἐνταῦθα κεῖται, ὅτι Ὁ Θεὸς πῦρ καταναλίσκον ἐστὶν ὅπερ ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἔθηκε. Παραινεῖ δὲ ἐν ταὐτῷ Μωϋσῆς μὴ ἐπαίρεσθαι αὐτούς. Οὐ γὰρ διὰ τὴν δικαιοσύνην σου, φησὶν, Ἰσραὴλ, ἐξολοθρευθήσεται τὰ ἔθνη, ἀλλὰ διὰ τὴν ἀσέβειαν αὐτῶν. Ὑπομιμνήσκει δὲ αὐτοὺς καὶ τῆς μοσχοποιίας. Ἐνταῦθα δὲ κεῖται· Περιτέμνεσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε. Ἐγκωμιάζει τὴν γῆν τῆς ἐπαγγελίας. Ἐνταῦθα κεῖται· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς πρόσεχε σεαυτῷ· καὶ προλέγει τὰ κακὰ παρακούουσι, καὶ τὰ ἀγαθὰ εἰ ὑπακούσειαν. Καὶ κελεύει ἐπ' ὄρος Γαριζὶν δοῦναι τὴν εὐλογίαν, καὶ τὴν κατάραν ἐπ' ὄρος Γεβάλ· ἀπολέσαι τὰ εἴδωλα καὶ τοὺς τόπους αὐτῶν. Κελεύει μὴ πανταχοῦ θυσίας ἀναφέρειν τῷ Θεῷ, ἀλλ' εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται. Περὶ τοῦ μὴ ζηλοῦν τὰ ἔθνη, μηδέ τινι πείθεσθαι συμβουλεύοντι εἰδωλολατρεῖν, κἂν σημεῖα ποιῇ, μήτε φίλῳ, μήτε ἄλλῳ τινὶ, ἀλλὰ λιθοβολεῖν τὸν παραινοῦντα, κἂν ἀδελφὸς ἦ, κἂν πόλις εἰδωλολατρεύσῃ, πανώλεθρον αὐτὴν ποιεῖν. Τίνα δεῖ ἐσθίειν, καὶ τίνα παραιτεῖσθαι παραινεῖ. Περὶ ἀφέσεως χρεῶν νομοθετεῖ, περὶ ἀφέσεως καὶ ἐλευθερίας τῶν δουλευόντων, περὶ πρωτοτόκων, περὶ τοῦ πάσχα. Ἐνταῦθα κεῖται τὸ, Οὐ δυνήσῃ τὸ πάσχα ποιεῖν ἐν οὐδεμιᾷ τῶν πόλεων ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀλλ' εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. Περὶ τῆς τῶν ἑβδομάδων, περὶ τῆς τῶν σκηνοπηγιῶν, περὶ κριτῶν, περὶ βασιλέων, εἴ ποτε ἔλθοιεν εἰς ἐπιθυμίαν τοῦ βασιλεῦσαί τινα. Περὶ Λευϊτῶν, καὶ ὧν ὀφείλουσι λαμβάνειν. Περὶ τοῦ μὴ δεῖν τοῖς λεγομένοις καθαρισταῖς κεχρῆσθαι, ἢ ἐπαοιδοῖς, ἢ μαντείαις ἢ κληδόσιν, ἢ τοῖς τοιούτοις. Ἐνταῦθα κεῖται τὸ, Προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς ὡς ἐμέ. Καὶ περὶ τῶν φυγαδευτηρίων πόλεων διατάττεται. Ἐνταῦθα κεῖται, Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. Καὶ περὶ τῶν ψευδομαρτυρούντων, τί δεῖ πάσχειν αὐτούς. Ἐπιστάντος πολέμου, λέγει τίνα δεῖ ἐκπέμπειν, καὶ μὴ ἀφιέναι συμπολεμεῖν αὐτοῖς. Παραινεῖ μὴ ἀναιρεῖσθαι τοὺς πολεμίους ὑποπίπτοντας, πλὴν τῶν ἑπτὰ ἐθνῶν. Καὶ τὰς μὲν πόλεις ἁπάσας, ἐπειδὰν ἕλητε, φησὶ, σκυλεύετε, τὰ ἄῤῥενα μόνα ἀναιροῦντες. Ἐκ δὲ τούτων, ὧν τὴν γῆν κληρονομεῖτε, μηδένα ζωγρήσητε ἐμπνέοντα. Καρποφόρα ξύλα μὴ τέμνετε, φησὶν, εἰς τὸ πῆξαι χάρακα ἐν πολιορκίᾳ. Εἴ τις εὑρεθῇ πεφονευμένος, ὁ δὲ φονεύσας μὴ φαίνοιτο, νομοθετεῖ τί δεῖ γίνεσθαι. Ἐὰν δέ τις δύο ἔχων γυναῖκας, τὴν μὲν μισήσῃ, ἀγαπήσῃ δὲ τὴν ἑτέραν, καὶ συμβῇ τὸν τῆς μισουμένης εἶναι πρωτότοκον, μὴ προτιμείσθω αὐτοῦ ὁ τῆς ἠγαπημένης. Περὶ υἱοῦ ἀπειθοῦς. Ἐνταῦθα κεῖται, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἐπεὶ οὖν ἔκειτο κατάρα τοῖς μὴ φυλάσσουσι τὸν νόμον, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· περὶ τοῦ νόμου λέγων Μωϋσῆς· καὶ τὴν κατάραν ἐκείνην οὐκ ἐνῆν λαβεῖν τὸν Χριστόν· ἐπλήρωσε γὰρ τὸν νόμον, κατάραν κατάρας ἀντηλλάξατο κρεμασθεὶς ἐπὶ ξύλου. Περὶ τοῦ μὴ δεῖν μηδὲ τῶν ἐχθρῶν τὰ ἄλογα παρορᾷν, καὶ ἕτερα νομοθετεῖ, καὶ περὶ γαμικῶν διαλέγεται νόμων, καὶ τιμωρίας τίθησι κατὰ τῶν ὑβριζόντων εἰς παρθένους. Τίνας κωλύει μὴ εἰσιέναι εἰς ἐκκλησίαν, καὶ περὶ ἑτέρων νομοθετεῖ, καὶ περὶ τοῦ μὴ λαβεῖν τόκον. Περὶ τοῦ μὴ χρονίζειν ἐν ταῖς τῶν εὐχῶν ἀποδόσεσι, ἀλλ' ὅπερ ἄν τις εὔξηται, εὐθέως ἀποτελεῖν. Περὶ τῆς γυναικὸς τῆς λαμβανούσης βιβλίον ἀποστασίου, περὶ ἐνεχύρων, περὶ κλοπῆς, περὶ μισθοῦ μισθωτοῦ, περὶ ὀρφανοῦ, περὶ χήρας, περὶ τοῦ καταλιμπάνειν σταχυολογεῖν καὶ ῥαγολογεῖν τοῖς πένησιν. Ἐνταῦθα κεῖται περὶ τοῦ μὴ δεῖν πλέον τεσσαράκοντα λαμβάνειν τὸν ἐγκαλούμενον περὶ ἀδικίας τινός. Καὶ περὶ τοῦ μὴ φιμοῦν βοῦν ἀλοῶντα, καὶ περὶ τοῦ ἐγείρειν σπέρμα τῷ τεθνεῶτι ἀδελφῷ τὸν ὑπολειπόμενον, καὶ τί πείσεται εἰ μὴ βούλοιτο ἐγεῖραι. Περὶ σταθμῶν, περὶ μέτρων. Περὶ τοῦ ἐξολοθρεῦσαι τὸν Ἀμαλήκ. Περὶ ἀπαρχῶν, περὶ φιλανθρωπίας τῆς εἰς χήρας καὶ ὀρφανούς. Ἐντεῦθεν λοιπὸν αἱ κατάραι καὶ εὐλογίαι, αἱ μὲν παρακούουσιν, αἱ δὲ πειθομένοις. Καὶ μακρὸν ἀποτείνει λόγον περὶ τῶν μελλόντων αὐτοὺς διαδέχεσθαι κακῶν. Τοῦτο συνέβη ἐπὶ Ἀσσυρίων καὶ Βαβυλωνίων. Τὸ δὲ τοὺς υἱοὺς φαγεῖν, ἐν πολιορκίαις ἐξέβη. Καὶ αὐτοῦ μέμνηται ἐνταῦθα περὶ τοῦ Χριστοῦ. Ἔσται, φησὶν, ἡ ζωή σου κρεμαμένη πρὸ ὀφθαλμῶν σου. Ἐνταῦθα κεῖται, Μή τις ῥίζα πικρίας, οὗ καὶ ὁ Παῦλος ἐμνημόνευσεν ἐν τῇ πρὸς Ἑβραίους. Ἐνταῦθα κεῖται, Τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ, τὰ δὲ φανερὰ ὑμῖν καὶ τοῖς τέκνοις ὑμῶν. Ὅτι ἡ ἐντολὴ αὐτοῦ, φησὶν, οὐκ ἔσται ὑπέρογκος. Οὐκ ἐν τῷ οὐρανῷ, ἵνα εἴπῃς, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; οὐδὲ πέραν τῆς θαλάσσης, ἀλλ' ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου. Ταῦτα περὶ τῆς νομικῆς ἐντολῆς εἰρημένα εἵλκυσεν εἰς τὴν πίστιν τὴν εἰς Χριστὸν ὁ Παῦλος· ∆ιαμαρτύρομαι ὑμῖν, φησὶ, τὸν οὐρανὸν καὶ τὴν γῆν, ὥστε ἀγαπᾷν τὸν Θεόν. Τότε καλεῖ τὸν Ἰησοῦν τὸν Ναυῆ, καὶ ἐντέλλεται ἡγεῖσθαι τοῦ λαοῦ, καὶ μὴ φοβεῖσθαι τοὺς πολεμίους, Θεὸν ἔχοντας βοηθόν. Καὶ παραινεῖ, ὥστε ἐν ταῖς σκηνοπηγίαις παντὶ τῷ λαῷ τὸν νόμον ἀναγινώσκεσθαι. Προλέγει τῷ Μωϋσῇ ὁ Θεὸς, ὅτι μετὰ θάνατον αὐτοῦ ὁ λαὸς εἰδωλολατρήσει, καὶ κολασθήσεται. Ἔστω οὖν, φησὶν, ἡ ᾠδὴ αὕτη καταμαρτυροῦσα αὐτῶν. Οὐ γάρ ποτε λήσονται αὐτῆς. Καὶ ἔγραψε Μωϋσῆς τὴν ᾠδὴν, καὶ προεῖπεν αὐτοῖς, ὅτι ἀνομήσουσιν. Ἐνταῦθα κεῖται· Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει. Κελεύεται Μωϋσῆς ἀνελθεῖν εἰς τὸ ὄρος τὸ Ἀβαρεὶμ, ὃ καὶ Ναβαὶ ἐλέγετο, καὶ ἰδεῖν τὴν γῆν ἐπαγγελίας· καὶ εὐλογήσας ἑκάστην φυλὴν, ἐτελεύτησε· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. Ἐνταῦθα ἐτελειώθησαν τὰ πέντε βιβλία Μωϋσέως, ἃ μόνα ἐδέξαντο οἱ Σαμαρῖται. Σύνοψις τοῦ Ἰησοῦ τοῦ Ναυῆ. Κελεύεται Ἰησοῦς διατάττειν τῷ λαῷ, τῷ τε νόμῳ τοῦ Θεοῦ προσέχειν. Πέμπει κατασκόπους· εἰσῆλθον εἰς τὴν Ἱεριχώ. Ἀκούσας ὁ βασιλεὺς τῆς πόλεως, ἔπεμψε, ζητῶν τοὺς ἄνδρας παρὰ Ῥαὰβ τῇ πόρνῃ τῇ ὑποδεξαμένῃ. Ἡ δὲ ἔκρυψε τοὺς κατασκόπους. Καὶ ἀντὶ ταύτης τῆς χάριτος ᾔτησε τὴν σωτηρίαν τῆς οἰκίας αὐτῆς, ὅταν ἡ πόλις ληφθῇ· οἱ δὲ ἐπένευσαν. Καὶ ἀπελθόντες ἀπήγγειλαν τὰ γενόμενα. Παραγγέλλει τῷ λαῷ, ὥστε διαβῆναι τὸν Ἰορδάνην, καὶ διέβησαν ἐπὶ ξηρᾶς, καὶ λίθους ἔστησαν ἐν τῇ στρατοπεδείᾳ δώδεκα. Ἀκούσαντες οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων οἱ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης, ὅτι διὰ ξηρᾶς διέβησαν τὸν Ἰορδάνην, κατετάκησαν, καὶ κατεπλάγησαν. Τότε Ἰησοῦς προσταχθεὶς μαχαίραις πετρίναις περιτέμνει τοὺς Ἰουδαίους. Ἐπεὶ τεσσαράκοντα ἔτη ἀνέστραπτο Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, καὶ διὰ τοῦτο ἀπερίτμητοι ἦσαν αὐτῶν οἱ πλεῖστοι τῶν μαχίμων, οἳ καὶ ἀπώλοντο· ἀντὶ δὲ τούτων ἀντικατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς ὁ Ἰησοῦς περιέτεμε, διὰ τὸ γενέσθαι αὐτοὺς ἀπεριτμήτους ἐν τῇ ὁδῷ. Τότε ἐποίησε τὸ πάσχα. Καὶ ἐν τῇ ἡμέρᾳ ᾗ ἔφαγον ἄζυμα ἀπὸ τοῦ σίτου τῆς γῆς ἐκείνης, ἐξέλιπε τὸ μάννα. Κελεύεται ὁ Ἰησοῦς λῦσαι τὸ ὑπόδημα αὐτοῦ, καὶ κυκλῶσαι τὴν Ἱεριχῶ μετὰ σαλπίγγων καὶ τῆς κιβωτοῦ ἡμέρας ἑπτά. Οὗ γενομένου αὐτόματα ἔπεσον τὰ τείχη. ∆ῆλον οὖν ὅτι ἔκτοτε ἀρχὴν ἔλαβε λύεσθαι τὸ σάββατον· ὅθεν γὰρ ἂν ἄρξηταί τις, ἀνάγκη τὸ σάββατον ἐμπεσεῖν ἐν ταῖς ἓξ ἡμέραις. Τότε σώζεται μὲν ἡ Ῥαὰβ μετὰ τῆς συγγενείας αὐτῆς, καὶ οἰκεῖ ἐν τῷ Ἰσραὴλ, ἐμπιπρᾶται δὲ ἡ πόλις καὶ ἀναθεματίζεται, καὶ κατηράσατο Ἰησοῦς τῷ οἰκοδομοῦντι αὐτήν. Ἔκλεψεν ἐκ τοῦ ἀναθέματος Ἄχαρ, καὶ ἡττᾶται ὁ λαὸς προσβαλὼν ἑτέρᾳ πόλει. ∆εῖται τοῦ Θεοῦ Ἰησοῦς, κελεύει ὁ Θεὸς ἐξαρθῆναι τὸ ἀνάθεμα. Ἀνεδείχθη ὁ Ἄχαρ, ἠλέγχθη τὸ κλέμμα, ἐλιθοβολήθη μετὰ τῶν υἱῶν καὶ θυγατέρων ὁ Ἄχαρ. Ἀνεμαχέσατο Ἰησοῦς τὴν μάχην, καὶ εἷλετὴν Γάζαν, καὶ ἐνεπύρισε· καὶ ἔπεσον ἐν αὐτῇ δώδεκα χιλιάδες· καὶ τὸν βασιλέα τῆς πόλεως ἐκρέμασαν ἐπὶ ξύλου. Συνέρχονται πολεμῆσαι τὸν Ἰσραὴλ οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων καὶ Χαναναίων, καὶ οἱ λοιποί. Οἰκοδομεῖ Ἰησοῦς θυσιαστήριον ἐκ λίθων ὁλοκλήρων καὶ γράφει τὸ ∆ευτερονόμιον ἐκεῖ. Καὶ οἱ ἡμίσεις ἵστανται πλησίον τοῦ ὄρους Γεβὰλ, καὶ οἱ ἡμίσεις πλησίον τοῦ ὄρους Γαριζίν. Ἐντεῦθεν τὰ κατὰ τοὺς Γαβαωνίτας. Οὗτοι γὰρ ἀκούσαντες περὶ τῶν Ἰσραηλιτῶν, καὶ φοβηθέντες αὐτοὺς ἐξ ὧν ἤδη κατώρθωσαν ἐν τοῖς πολεμίοις, ἔρχονται πρὸς αὐτοὺς, παλαιὰ περιθέμενοι ἱμάτια, ἄρτους ἐπιφερόμενοι ξηροὺς, σανδάλια πεπαλαιωμένα, καί φασι πρὸς τὸν λαὸν, ὅτι ἐκ γῆς πόῤῥωθεν ἥκουσι, καὶ σημεῖον τοῦ πόῤῥω οἰκεῖν, τὰ ἱμάτια, καὶ τοὺς ἄρτους, καὶ τὰ σανδάλια ἐποιοῦντο. Ἐν γὰρ τῇ ὁδῷ αὐτὰ πεπαλαιῶσθαι ἔλεγον· ἥκειν δὲ ἐπὶ τῷ συνθήκας ποιήσασθαι πρὸς αὐτοὺς εἰρήνης. Οἱ δὲ μὴ ἐρόμενοι τὸν Θεὸν, ἐποιήσαντο συνθήκας. Ὡς δὲ ἔγνωσαν ἠπατημένοι, καὶ ὅτι οὐ πόῤῥω, ἀλλὰ πλησίον οἰκοῦσι, μὴ δυνάμενοι αὐτοὺς καταπολεμῆσαι διὰ τοὺς ὅρκους, δούλους ἐποιήσαντο ξυλοκόπους τε καὶ ὑδροφόρους. Ἐνταῦθα ἐκβαίνει ἡ πρόῤῥησις τοῦ Νῶε, ἣν εἶπε· Χαναὰν παῖς οἰκέτης· ἐξ ἐκείνου γάρ εἰσιν οὗτοι. Ἤκουσεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ, ὅτι ἑάλω Ἱεριχὼ καὶ Γάζα, καὶ ὅτι ηὐτομόλησαν οἱ Γαβαωνῖται, καὶ ἐπιστρατεύει ἐπ' αὐτοὺς μετὰ καὶ ἑτέρων βασιλέων. Οἱ δὲ ἐκάλουν εἰς συμμαχίαν τὸν Ἰησοῦν. Ἦλθε δὲ καὶ συνέβαλε, καὶ ἐτρέψατο αὐτούς· καὶ ἄνωθεν ἐπ' αὐτοὺς χάλαζα κατηνέχθη· καὶ πλείους ἀνεῖλεν ἡ χάλαζα, ἢ οἱ υἱοὶ Ἰσραὴλ ἐν μαχαίρᾳ. Τότε ἔστη ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ· καὶ πάντα τῶν ἐχθρῶν τὸν λαὸν ἀπέκτεινεν Ἰησοῦς, καὶ πέντε βασιλεῖς. Εἷλε δὲ καὶ τὴν Μακηλὰ, καὶ τὴν Λοβνὰ, καὶ τὴν Λαχὶς, καὶ τὴν Ὀδολὰν, καὶ τὴν Χεβρὼν, καὶ τὴν ∆αβὴρ, καὶ τὴν ὀρεινὴν, καὶ τὴν πεδινήν. Συνῆλθον ἕτεροι βασιλεῖς πολλοὶ μετὰ στρατοπέδων μεγάλων, καὶ τούτους εἷλεν Ἰησοῦς. Ἔγκειται δὲ αὐτῶν ἐνταῦθα καὶ τὰ ὀνόματα καὶ αἱ πόλεις, καὶ ὁ ἀριθμός. Προστάσσεται δὲ Ἰησοῦς διαδοῦναι τὴν γῆν τοῖς Ἰσραηλίταις. Καὶ διαγράφει τίς φυλὴ τίνας κλήρους ἔλαβε, καὶ τοῖς Λευΐταις τί δοθῇ. Ἐκπέμπεται Ἰησοῦς τὴν φυλὴν Ῥουβὶμ καὶ τὴν Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ εἰς τοὺς κλήρους αὐτῶν, οὓς ἔλαβον ἔτι ζῶντος Μωϋσέως. Οἱ δὲ ἀπελθόντες, παρὰ τὸν Ἰορδάνην ᾠκοδόμησαν βωμόν. Ἐτάραξε τοῦτο τὰς ἄλλας φυλάς. Ὤοντο γὰρ ἀποστασίας ἕνεκεν τοῦτο πεποιηκέναι αὐτούς. Πέμπουσι πρὸς αὐτοὺς ἐγκαλοῦντες· οἱ δὲ ἀπελογοῦντο λέγοντες, οὐκ ἀποστασίας ἕνεκεν οἰκοδομῆσαι τὸν βωμόν· ἀλλ' ἵνα μὴ ἔχωσιν οἱ μεθ' ὑμᾶς γενόμενοι τοὺς ἡμετέρους υἱοὺς ὡς ἀλλοτρίους τῆς ἑαυτῶν συγγενείας, διὰ τὸ τὸν Ἰορδάνην μέσον ἑκατέρων ῥεῖν· ἀλλ' ἵνα ᾖ ὁ βωμὸς εἰς μαρτύριον, καὶ μὴ ἔχωσι λέγειν τὰ τέκνα ὑμῶν τοῖς ἐγγόνοις ἡμῶν, Οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. Ἐπείσθησαν μηκέτι πολεμῆσαι αὐτοὺς αἱ λοιπαὶ φυλαί. Τότε συγκαλεῖ τοὺς Ἰσραηλίτας Ἰησοῦς, καὶ ὑπομιμνήσκει αὐτοὺς τῶν τοῦ Θεοῦ εὐεργεσιῶν, καὶ παραινεῖ φυλάττειν τὸν νόμον, καὶ προλέγει τὰ διαδεξόμενα αὐτοὺς κακὰ, εἰ μὴ φυλάξειεν, καὶ τελευτᾷ. Τελευτᾷ δὲ καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ ἱεράτευσε Φινεὲς ὁ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. Καὶ εἰδωλολάτρησαν οἱ Ἰσραηλῖται, καὶ παρεδόθησαν τῷ Αἰγλὼμ βασιλεῖ Μωὰβ, καὶ κατεκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ. Σύνοψις τῶν Κριτῶν. Ἐνταῦθα κεῖται ποίας μὲν πόλεις εἷλον, ποίας δὲ ἀφῆκαν φόρου ἐπιτελεῖς αὐτοῖς εἶναι οἱ Ἰσραηλῖται. Καταμαλακισθέντες γὰρ πρὸς τοὺς τοῦ πολέμου πόνους, παρέβησαν τὸ πρόσταγμα τοῦ Θεοῦ, κελεῦσαν πάντας παντελῶς ἄρδην ἀφανισθῆναι. Ἦλθεν ἄγγελος παρὰ Κυρίου πρὸς τοὺς Ἰσραηλίτας, καὶ ἤλεγξεν αὐτῶν τὴν παρανομίαν. ∆έον γὰρ, φησὶ, πάντας ἀφανισθῆναι, ὑμεῖς δὲ καὶ συνθήκας ἔθεσθε πρὸς αὐτούς· διὰ τοῦτο οὐκ ἐξολοθρεύσει ὁ Θεὸς τὰ ὑπολειπόμενα ἔθνη. Ταῦτα ἀκούσαντες ἔκλαυσαν ὁμοθυμαδὸν, καὶ Κλαυθμὸς ὁ τόπος ἐκλήθη. Καὶ παρηνόμουν καὶ εἰδωλολάτρουν συνεχῶς, καὶ παρεδίδοντο τοῖς ἐχθροῖς, καὶ ἀπηλλάσσοντο τῆς δουλείας, καὶ πάλιν τοῖς αὐτοῖς ἐπέμενον κακοῖς. Παρεδόθησαν Χουσὰρ Σαθὼν βασιλεῖ Συρίας ἔτη ηʹ, καὶ ἔσωσεν αὐτοὺς Κύριος διὰ Γοθονοὴλ τοῦ κριτοῦ. Καὶ παρεδόθησαν τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ, καὶ ἔκραξαν πρὸς τὸν Θεὸν, καὶ ἤγειρεν αὐτοῖς Ἀὼδ, ὅστις δόλῳ ἀνεῖλε τὸν Ἐγλὼμ καὶ τὸν Μωάβ. Μετὰ τοῦτον ἔκρινε Σομεγὰρ, ∆εβώρα, γυνὴ προφῆτις. ∆ουλευόντων δὲ τῷ βασιλεῖ Χαναὰν τῶν Ἰσραηλιτῶν, κελεύει τῷ Βαρὰκ ἡ ∆εβώρα στρατηγῆσαι τὸν πόλεμον. Ὁ δὲ οὐκ ἠνείχετο, εἰ μὴ καὶ αὐτὴ συνεξέλθοι αὐτῷ· καὶ συνεξῆλθεν ἡ γυνή. Γενομένου δὲ τοῦ πολέμου, φεύγουσιν οἱ πολέμιοι, καὶ ὁ στρατηγὸς Ἰαβὶς Σισάρα ἐλθὼν πρός τινα γυναῖκα Ἰαὴλ λεγομένην, ᾔτει πιεῖν· ἡ δὲ γάλα ἔδωκεν αὐτῷ ἀντὶ ὕδατος. Ὡς δὲ ἐκοιμήθη πιὼν, πάσσαλον λαβοῦσα ἡ γυνὴ, διήλασεν διὰ τοῦ κροτάφου αὐτοῦ. Καὶ οὕτως ἀπέθανε Σισάρα· καὶ ἐπελθὼν Βαρὰκ εἶδεν αὐτὸν τεθνηκότα. Τότε ᾖσεν ᾠδὴν ∆εβώρα ἐπινίκιον. Πάλιν παραδίδονται εἰς χεῖρας Μαδιὰμ οἱ Ἰσραηλῖται· συνεχῶς γὰρ παρώργιζον τὸν Θεόν. Τότε τῷ Γεδεὼν ὤφθη ἄγγελος, καὶ παρώρμησεν εἰς πόλεμον. Εἶτα ὁ Κύριος κελεύει αὐτὸν θῦσαι τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρὸς αὐτοῦ, καὶ ἀνενεγκεῖν ὁλοκαύτωμα, καὶ τὸ θυσιαστήριον κατασκάψαι τοῦ Βάαλ. Ἐποίησεν οὕτως, καὶ ἀνήνεγκεν ὁλοκαύτωμα τῷ Θεῷ. Καὶ αἰτεῖ σημεῖον ὁ Γεδεὼν ὁ καὶ Ἱεροβαὰλ τὸ ἐπὶ τοῦ πόκου γενόμενον. Καὶ κελεύεται ἅπαν ἀποπέμψαι τὸ στρατόπεδον, τριακοσίους δὲ μόνον κατασχεῖν. Καὶ ἐποίησεν οὕτω, καὶ συμβαλὼν μετὰ λαμπάδων καὶ σαλπίγγων, εἷλε τοὺς πολεμίους. Τότε ἀνῃρήθησαν Ὠρὴβ καὶ Ζὴβ οἱ ἄρχοντες Μαδιὰμ, καὶ Ζεβεὲ καὶ Σαλμανὰ οἱ βασιλεῖς. Ἀποθανὼν Γεδεὼν κατέλιπεν υἱοὺς ἑβδομήκοντα, καὶ ἀπὸ παλλακίδος ἕνα τὸν Ἀβιμέλεκ. Οὗτος τοὺς ἑβδομήκοντα ἀνελὼν, ἐκράτησε τὴν βασιλείαν· καὶ μετ' οὐ πολὺ δίκην ἔδωκε τῆς ἀδελφοκτονίας. Προσελθὼν γὰρ ἐν πολέμῳ τινὶ πόλει, κλάσματι μύλου ἐθλάσθη τὴν κεφαλὴν ὑπὸ γυναικὸς, καὶ ἀπέθανε. Μετὰ τὸν Ἀβιμέλεκ ἔκρινε Θωλὰ, μετὰ τὸν Θωλὰ Ἰαείρ. Καὶ παρώργισαν τὸν Θεὸν υἱοὶ Ἰσραὴλ, καὶ παρεδόθησαν εἰς χεῖρας Ἀμμών. Τότε τὸν Ἰεφθάε, υἱὸν ὄντα γυναικὸς πόρνης, καὶ ὑπὸ τῶν ἀδελφῶν ἀπελαθέντα τῆς πατέρων οἰκίας, οἱ ἄρχοντες τοῦ λαοῦ ἀξιοῦσι στρατηγῆσαι τοῦ πολέμου τοῦ πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ διδόασιν αὐτῷ τὴν ἀρχήν. Ὁ δὲ πεισθεὶς, καὶ πρῶτον πρεσβευσάμενος πρὸς τὸν βασιλέα υἱῶν Ἀμμὼν, ὡς οὐκ ἔπειθεν, εὐξάμενος τῷ Θεῷ θύσειν τὸν πρῶτον ἀπαντήσαντα αὐτῷ, εἰ ἐπανέλθοι ἐκ τοῦ πολέμου, συμβαλὼν τοῖς ἐχθροῖς καὶ νικήσας, θύει τὴν θυγατέρα αὐτοῦ· πρώτη γὰρ αὐτῷ ἀπήντησεν αὕτη. Πάλιν παρώργισαν τὸν Θεὸν οἱ Ἰσραηλῖται, καὶ παρεδόθησαν εἰς χεῖρας ἀλλοφύλων. Τότε τίκτεται ὁ Σαμψὼν, καὶ ἰδὼν γυναῖκα ἐν Θαμναθᾶ, ἠράσθη αὐτῆς, καὶ λαβεῖν ἠθέλησε νόμῳ γάμου. Οἱ δὲ γονεῖς τὸ μὲν πρῶτον διεκώλυον διὰ τὸ ἀλλόφυλον εἶναι· ὡς δὲ εἶδον ἐπικείμενον, οὐκ ἠναντιώθησαν. Ἡνίκα δὲ ἀπῄει διαλεχθῆναι περὶ αὐτῆς, συνήντησεν αὐτῷ λέων, καὶ ἀνεῖλεν αὐτὸν ταῖς χερσὶν αὐτοῦ. Ἐπεὶ δὲ ἔδει γενέσθαι τοὺς γάμους, πάλιν ἀπιὼν, ὁρᾷ κηρίον μέλιτος ἐν τῷ στόματι τοῦ λέοντος τοῦ ἀνῃρημένου ὑπ' αὐτοῦ, καὶ λαβὼν ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς γονεῦσι καὶ τοῖς συμπολίταις αὐτοῦ· καὶ προέτεινεν αὐτοῖς πρόβλημα λέγων· Ἐκ στόματος ἐσθίοντος ἐξῆλθε βρῶσις, τουτέστιν, ἐκ τοῦ στόματος τοῦ λέοντος, καὶ ἐκ σκληροῦ ἀντὶ τοῦ πικροῦ γλυκύ. Καὶ ὑπέσχετο, εἰ ἐπιλύσειε, δώσειν αὐτοῖς τριάκοντα σινδόνας, καὶ τριάκοντα στολάς· εἰ δὲ μὴ δυνηθεῖεν, ἀπαιτήσειν αὐτοὺς τοσαῦτα. Ὡς δὲ διηπόρουν, καὶ οὐχ εὕρισκον, ἠπείλησαν τῇ γυναικὶ αὐτοῦ θάνατον, εἰ μὴ μάθοι παρ' αὐτοῦ τὸ αἴνιγμα· ἡ δὲ μαθοῦσα, ἀπήγγειλεν αὐτοῖς, καὶ εἰπόντες ἔλαβον. Ὠργίσθη δὲ ὁ Σαμψών. Ὁ δὲ πατὴρ τῆς νύμφης δείσας, λαβὼν αὐτὴν ἔδωκε τῷ νυμφαγωγῷ αὐτοῦ· τοῦτο δὲ μᾶλλον αὐτὸν ἐλύπησεν, καὶ λαβὼν τριακοσίους ἀλώπεκας, καὶ λαμπάδας ὄπισθεν αὐτῶν ἐξάψας, ἀφῆκεν εἰς τὰ πεδία τῶν ἀλλοφύλων· ὡς δὲ ἐνεπύρισεν αὐτῶν τὰ σταχυοφόρα πεδία, ἐνέπρησαν ἐκεῖνοι τὴν οἰκίαν τῆς νύμφης μετ' αὐτῆς καὶ τοῦ πατρὸς αὐτῆς. Οὐδὲ τούτου γενομένου ἐχάλασε τὴν ὀργὴν ὁ Σαμψὼν, ἀλλ' ἔτι ἐπολέμει αὐτοῖς. Οἱ δὲ παραταξάμενοι κατὰ τοῦ Ἰσραὴλ, τὸν Σαμψὼν ἐζήτουν· δήσαντες αὐτὸν οἱ Ἰσραηλῖται παρέδωκαν τοῖς ἐχθροῖς. Ὁ δὲ τὰ δεσμὰ διαῤῥήξας, καὶ εὑρὼν σιαγόνα ὄνου, χιλίους ἀπέκτεινεν ἐν αὐτῇ. Καὶ διψήσας ηὔξατο τῷ Θεῷ, καὶ ἐξῆλθεν ὕδωρ ἐκ τῆς σιαγόνος, καὶ ἔπιεν. Ἦλθεν ἐκεῖθεν εἰς γυναῖκα πόρνην εἰς Γάζαν, καὶ περιεκύκλωσαν αὐτὸν οἱ ἐχθροί· ὁ δὲ κατὰ τὸ μεσονύκτιον λαβὼν τὰς πύλας τῆς πόλεως, καὶ θεὶς ἐπὶ τῶν ὤμων ἐξῆλθεν. Ἠράσθη μετὰ ταῦτα γυναικός τινος ὁ Σαμψὼν ὀνόματι ∆αλιδᾶς, καὶ ἔλαβεν αὐτὴν εἰς γυναῖκα. Ταύτῃ δὲ ὑπέσχοντο οἱ σατράπαι τῶν ἀλλοφύλων χιλίους καὶ ἑκατὸν ἀργυρίους, εἰ μάθοι παρ' αὐτοῦ, πῶς ἂν εὐκαταγώνιστος γένοιτο. Ὡς δὲ ἐπειρᾶτο μαθεῖν, τὸ μὲν πρῶτον αὐτὴν ἠπάτα· τέλος δὲ, ὡς κατειργάσατο αὐτὸν, εἶπεν αὐτῇ τὴν ἀλήθειαν, ὅτι ἐάν τις αὐτοῦ περιέλοι τοὺς βοστρύχους, ἀσθενήσει. Ἡ δὲ καλέσασα τοὺς σατράπας, καὶ κοιμήσασα αὐτὸν, ἐποίησε ξυρισθῆναι, καὶ ἠσθένησε. Καὶ λαβόντες αὐτὸν οἱ ἀλλόφυλοι, ἐτύφλωσαν καὶ ἐνέβαλον εἰς τὸ δεσμωτήριον. Οἱ δὲ ηὐφραίνοντο, καὶ ἐξήγαγον αὐτὸν ἐκ τοῦ δεσμωτηρίου, εἰς τὸ ἐμπαῖξαι αὐτῷ· ὁ δὲ πικρὸν στενάξας, καὶ τοῦ Κυρίου δεηθεὶς ὥστε ἐνισχῦσαι αὐτὸν, τῶν κιόνων λαβόμενος τοῦ οἴκου, καὶ διασαλεύσας, κατήνεγκε τὸν οἶκον ἐπὶ τοὺς σατράπας καὶ ἑαυτὸν καὶ ἕτερον λαὸν πολὺν, καὶ ἀπέθανον πλείους, ἢ ὅσοι ἀπέθανον ὑπ' αὐτοῦ ζῶντος. Μετὰ ταῦτα ἐπιστρατεύουσιν οἱ ἐκ τῆς φυλῆς ∆ὰν, καὶ ἔλαβον τὴν Λαϊσὰν, καὶ ἐπωνόμασαν αὐτὴν, καὶ ἔστησαν ἐκεῖ γλυπτὸν λατρείαν. Ἀνὴρ Λευΐτης, ὀργισθείσης αὐτῷ τῆς παλλακῆς αὐτοῦ, καὶ ἀπελθούσης εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς, ἀπῄει καταλέξων αὐτὴν ἑαυτῷ· καὶ λαβὼν αὐτὴν ἐπανῆλθεν· ἐν δὲ τῇ ὁδῷ κατέλυσεν εἰς Γαβαὰ τὴν Βενιαμὶν παρά τινι πρεσβύτῃ. Οἱ δὲ ἐν τῇ Γαβαὰ περιστάντες τὴν οἰκίαν ἐκείνην, ἐζήτουν τὸν ξένον, ἵνα ἐξυβρίσωσιν εἰς αὐτόν. Ὁ πρεσβύτης ἕτοιμος ἦν τὴν θυγατέρα αὐτοῦ δοῦναι αὐτοῖς τὴν παρθένον. Οἱ δὲ λαβόντες τὴν παλλακὴν, ἐνέπαιξαν αὐτῇ ὅλην τὴν νύκτα. Ὡς δὲ πρωῒ γέγονεν, ἀφέντες αὐτὴν ἀπῆλθον. Ἡ δὲ ὑπὸ τῆς ἐπηρείας, ἐλθοῦσα παρὰ τὴν οἰκίαν, ἔνθα κατήγετο ὁ ἀνὴρ αὐτῆς, ἐξέψυξεν. Ἐξελθὼν δὲ ἐκεῖνος, καὶ εὑρὼν αὐτὴν νεκρὰν, διεῖλεν εἰς δεκαδύο μέρη, καὶ ἔπεμψε ταῖς δώδεκα φυλαῖς. Χαλεπῶς δὲ ἤνεγκαν τὸ γεγονὸς, καὶ ἐξοπλισάμενοι ᾔτουν τοὺς ἐνυβρίσαντας τὸ γύναιον. Ὡς δὲ οὐκ ἐδίδοσαν ἐκεῖνοι, συνεκρότησαν πόλεμον. Καὶ τὸ μὲν πρῶτον ἡττήθησαν, καὶ δεύτερον, ἐν δὲ τῇ τρίτῃ συμβολῇ πᾶσαν τὴν φυλὴν Βενιαμὶν κατέκοψαν, πλὴν ἑξακοσίων τῶν διαφυγόντων. Ὡς δὲ ἐκινδύνευσεν ἡ φυλὴ τελέως ἀπολέσθαι (οὔτε γὰρ εἶχον οὗτοι γυναῖκας, καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν ἐξ αὐτῶν μὴ δώσειν αὐτοῖς), ἑλόντες τοὺς μὴ συστρατεύσαντας αὐτοῖς κατὰ τῶν Βενιαμιτῶν, τὰς ἐκείνων παρθένους ἔδωκαν αὐτοῖς τετρακοσίας· ὡς δὲ ἐνέλιπον ἔτι, ἑορτῆς τελουμένης, συν εχώρησαν αὐτοῖς ἐξελθοῦσιν ἀφαρπάσαι παρθένους, οὐκ εἰδότων τῶν γονέων. Σύνοψις τῆς Ῥούθ. Ἡ Νοεμμὴν, ἀποθανόντος αὐτῇ τοῦ ἀνδρὸς, καὶ τῶν υἱῶν, καὶ τοῦ λιμοῦ παυθέντος, δι' ὃν καὶ εἰς τὴν Μωαβῖτιν κατῴκησεν, ἔρχεται εἰς τὴν Ἰουδαίαν, καὶ ἡ μὲν μία αὐτῆς νύμφη ἐπείσθη μεῖναι ἐν τῇ Μωαβίτιδι· ἡ δὲ ἄλλη, ᾗ ὄνομα Ῥοὺθ, πολλὰ παρακαλούσῃ, ὥστε μεῖναι, οὐκ εἶξεν, ἀλλὰ συνηκολούθησε. Καὶ γαμεῖται τῷ Βοὼζ, ἀγχιστεύοντι τὴν Νοεμμὴν, καὶ τίκτει τὸν Ὀβὴδ, ὁ δὲ Ὀβὴδ τὸν Ἰεσσαὶ, ὁδὲ Ἰεσσαὶ ∆αυῒδ τὸν βασιλέα. Σύνοψις τοῦ Τετραβασιλείου. Ἑλκανᾶ γυναῖκας ἔχων δύο, ἀπὸ τῆς μιᾶς οὐκ εἶχε παῖδας. Ὡς δὲ ἀνῆλθε θῦσαι ἐν Σηλὼμ, προσεύχεται ἡ γυνὴ, καὶ τίκτει τὸν Σαμουὴλ, καὶ δίδωσιν αὐτὸν εἰς τὸν οἶκον Κυρίου διηνεκῶς, καθὼς ηὔξατο πρὶν ἢ συλλαβεῖν αὐτόν. Ἦν δὲ ἱερεὺς τότε ὁ Ἠλεί. Οἱ δὲ υἱοὶ Ἠλεὶ Ὀφνὶ καὶ Φινεὲς, λοιμοὶ καὶ μοχθηροὶ νέοι, μεταλαμβάνοντες ἐκ τῶν θυσιῶν, πρὶν ἢ προσενεχθῆναι Θεῷ. Ὁ δὲ Ἠλεὶ εὐλόγησε τὴν Ἄνναν,καὶ ἔσχεν ἔτι τρεῖς υἱοὺς, καὶ δύο θυγατέρας, καὶ Σαμουὴλ ἐπεδίδου πρὸς ἀρετήν. Ὁ δὲ Ἠλεὶ ἀκούσας τῶν παίδων τὰ τολμήματα (καὶ γὰρ καὶ ἐμοιχῶντο), ἐπετίμησε λόγῳ· οἱ δὲ οὐκ εἶξαν. Προφητεύεται τῷ Ἠλεὶ ὁ ὄλεθρος τῆς οἰκίας αὐτοῦ καὶ τῶν υἱῶν διὰ τὴν ἁμαρτίαν τῶν νέων. ∆ηλοῦται δὲ καὶ τῷ Σαμουὴλ ἡ ἀπαραίτητος ὀργὴ τοῦ Θεοῦ, καὶ ἀπαγγέλλει καὶ αὐτὸς τῷ Ἠλεί. Συμβάλλουσιν οἱ ἀλλόφυλοι τῷ Ἰσραὴλ, καὶ τρέπουσιν αὐτὸν εἰς φυγὴν μετὰ τοῦ πατάξαι. Ὡς δὲ καὶ τὴν κιβωτὸν ἐξήγαγον υἱοὶ Ἠλεὶ, οὗτοι μὲν πίπτουσιν ἐν τῷ πολέμῳ μετὰ καὶ ἑτέρων πολλῶν, τὴν δὲ κιβωτὸν λαμβάνουσιν οἱ πολέμιοι. Ἦλθέ τις ταῦτα ἀπαγγέλλων τῷ Ἠλεί· ὁ δὲ καταπεσὼν ἐκ τοῦ δίφρου αὐτοῦ συνετρίβη καὶ ἀπέθανεν· ἀπέθανε δὲ καὶ ἡ τούτου νύμφη, ἡνίκα ταῦτα ἤκουσεν. Εἰσήνεγκαν οἱ ἀλλόφυλοι τὴν κιβωτὸν εἰς τὸν οἶκον ∆αγών· ὁ δὲ κατέπεσε δεύτερον, καὶ συνετρίβη. Ἐπατάχθησαν δὲ καὶ οἱ ἄνδρες εἰς τὰς ἕδρας αὐτῶν. Ἦσαν δὲ οἱ Ἀζώτιοι οὗτοι, καὶ μῦς ἀνέδωκεν ἡ χώρα αὐτῶν. Ἀποστέλλουσι τὴν κιβωτὸν εἰς Γέθ· οἱ δὲ καὶ αὐτοὶ ἐπλήγησαν. Πέμπουσιν αὐτὴν εἰς Ἀσκαλῶνα, κἀκεῖ γέγονε θάνατος. Συμβουλευθέντες δὲ ὑπὸ τῶν μάντεων αὐτῶν, ποιοῦσιν ἕδρας χρυσᾶς, καὶ μῦς χρυσοῦς, καὶ ἐπιθέντες αὐτοὺς ἁμάξῃ μετὰ τῆς κιβωτοῦ ὑπέζευξαν βόας, ὧν τὰ τέκνα ἀπέκλεισαν εἰς οἰκίσκον. Αἱ δὲ ὀρθὴν ἐπορεύθησαν εἰς Βεθσαμῦς. ∆έχονται αὐτὴν οἱ ἄνδρες ἐκεῖνοι, καὶ θύουσι τῷ Θεῷ, ὁρώντων τῶν σατραπῶν τῶν ἀλλοφύλων. Ὡς δὲ οὐκ ἠσμένισαν, τουτέστιν, οὐ συνεχάρησαν οἱ υἱοὶ Ἰεχονίου, γίνεται πληγὴ μεγάλη ἐν τῷ λαῷ· καὶ φοβηθέντες οἱ ἀπὸ Βεθσαμῦς, ἀποστέλλουσιν ἐξ αὐτῶν τὴν κιβωτὸν εἰς τὸν οἶκον Ἀμιναδάβ. Τότε ἐπέστρεψαν πρὸς τὸν Θεὸν οἱ Ἰσραηλῖται, καὶ ἐπολέμησαν αὐτοὺς οἱ ἀλλόφυλοι, καὶ ἡττήθησαν, τοῦ Σαμουὴλ εὐξαμένου ὑπὲρ αὐτῶν, καὶ ἔλαβον παρ' αὐτῶν τὰς πόλεις, ἃς εἶχον αὐτῶν. Ὡς δὲ ἐγήρασε Σαμουὴλ, οἱ δὲ υἱοὶ αὐτοῦ οὐκ ἐπορεύοντο ἐν τῇ ὁδῷ αὐτοῦ, συναχθέντες οἱ Ἰουδαῖοι αἰτοῦσι βασιλέα. Ἤλγησεν ἐπὶ τούτῳ ὁ Σαμουὴλ, καί φησιν αὐτῷ ὁ Θεός· Οὐ σὲ ἐξουδενήκασιν, ἀλλ' ἐμέ. Τοῦτο οὖν διαμαρτύρομαι αὐτοῖς, τὸ δικαίωμα τοῦ βασιλέως· τουτέστιν, ὅσης ὀφείλει παρ' αὐτῶν τυγχάνειν θεραπείας διεμαρτύρατο ὁ Σαμουήλ· οἱ δὲ ἐπέκειντο αἰτοῦντες. Ἀπώλοντο αἱ ὄνοι Κεὶς τοῦ πατρὸς Σαούλ· ἔπεμψεν αὐτὸν ὁ πατὴρ ἐπιζητήσοντα ταύτας. Ὡς δὲ οὐχ εὕρισκε, τοῦ ἀκολούθου αὐτῷ συμβουλεύσαντος, εἰσέρχεται πρὸς τὸν Σαμουὴλ ἐρωτήσων περὶ αὐτοῦ. Γνωρίζει αὐτὸν ὁ Θεὸς τῷ Σαμουὴλ λέγων, ὅτι Τοῦτον χρῖσον βασιλέα. Προσῆλθεν ὁ Σαοὺλ ἐρωτῶν τὸν Σαμουὴλ, ποῦ εἴη ὁ βλέπων· οὕτω γὰρ ἐκάλουν τοὺς προφήτας. Ὁ δὲ ἔφη, αὐτὸν εἶναι, καὶ ἀναγαγὼν αὐτὸν εἰς Βαμᾶ (θυσία γὰρ ἦν τῷ λαῷ), καὶ ἑστιάσας, ὑπὸ τὴν ἕω κατελθὼν μετ' αὐτοῦ κατέχεεν αὐτοῦ τὸν φακὸν τοῦ ἐλαίου, καὶ καταφιλήσας αὐτὸν εἶπεν αὐτῷ, ὅτι Ἄρξεις τοῦ λαοῦ, καὶ σημεῖά τινα δοὺς ἐξέπεμψεν αὐτὸν, καὶ προεφήτευσεν ὁ Σαούλ. Ἐρωτᾷ τὸν Σαοὺλ ὁ οἰκεῖος αὐτοῦ, ποῦ ἀπῆλθεν· ὁ δὲ εἶπεν· Εἰς ἐπιζήτησιν τῶν ὄνων. Συνάγεται ὁ λαὸς εἰς Μασσηφᾶ· χειροτονεῖται Σαούλ. Ἐπανίσταται ὁ Ἀμμανιτῶν βασιλεὺς τοῖς Γαλααδίταις· πρεσβεύονται πρὸς τὸν Σαούλ· ἐλθὼν συνεμάχησεν αὐτοῖς, καὶ εἷλε τοὺς πολεμίους κατὰ κράτος. Εὐωχοῦνται ἐν Γαλγάλοις. Καὶ δημηγορεῖ πρὸς τὸν λαὸν ὁ Σαμουήλ. Τότε λέγει· Μόσχον τινὸς εἴληφα, ἢ ὄνον τινὸς εἴληφα; Παραγγείλας δὲ αὐτοῖς ὑπακούειν τῷ Θεῷ, εὔχεται, καὶ ὑετὸς ἐν ἡμέρᾳ θερισμοῦ γίνεται. Ἐφοβήθη ὁ λαὸς, καὶ ὡμολόγησαν ἡμαρτηκέναι αἰτήσαντες βασιλέα. Ὁ δὲ Σαμουὴλ πάλιν παραινεῖ, ὥστε ἀκολουθεῖν τοῖς τοῦ Θεοῦ προστάγμασιν. Κόπτει τοὺς ἀλλοφύλους ὁ Σαούλ. Οἱ δὲ παροξυνθέντες ἐπιστρατεύουσι μετὰ πλείονος δυνάμεως. Φεύγουσιν οἱ Ἰσραηλῖται, καταλιμπάνεται μόνος ὁ Σαούλ. Ἀναφέρει ὁλοκαύτωσιν τῷ Θεῷ, μὴ περιμείνας τὸν Σαμουὴλ, περιμεῖναι δὲ αὐτῷ παρηγγέλκει. Ἔρχεται ὁ Σαμουὴλ, δυσχεραίνει πρὸς τὸ γεγονὸς, ἀπειλεῖ αὐτῷ κατάλυσιν τῆς βασιλείας αὐτοῦ· εἰς γὰρ ἕτερον αὐτὴν μετατίθεσθαι· τὸν ∆αυῒδ ἔφη. Καθημένου τοῦ Σαοὺλ ἐν τῷ βουνῷ, καὶ ἑξακοσίων μετ' αὐτοῦ, λάθρα Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ μετὰ τοῦ ἰδίου παιδὸς ἐπελθὼν τοῖς ἐχθροῖς, ἀναιρεῖ τινας. Ἰδὼν δὲ ἀντικρὺ ὁ Σαοὺλ, καὶ τεταραγμένοις ἐπιπεσὼν, νικᾷ κατὰ κράτος, καὶ ὥρκισε μηδένα τινὸς γεύσασθαι ἕως ἑσπέρας. Ὁ Ἰωνάθαν οὐκ ἐπακούσας ἐγεύσατο μέλιτος. Προσέρχεται ὁ Σαοὺλ ἐρωτῆσαι τὸν Θεὸν, εἰ δέοι ἐπιδιῶξαι ὀπίσω τῶν ἐχθρῶν. Οὐκ ἀποκρίνεται αὐτῷ ὁ Θεός. Συνῆκεν ἁμάρτημα γεγενῆσθαι ἐν τῷ λαῷ. Ὡς δὲ ἀνεδείχθη Ἰωνάθαν, ἕτοιμος ἦν αὐτὸν ἀνελεῖν. Ὁ δὲ λαὸς ἐξείλετο αὐτὸν τῶν χειρῶν αὐτοῦ. Παραγγέλλει ὁ Σαμουὴλ τῷ Σαοὺλ, ὥστε καταπολεμῆσαι τὸν Ἀμαλὴκ, καὶ ἀναθεματίσαι πάντα, καὶ μηδενὸς φείσασθαι. Ὁ δὲ παρήκουσε, καὶ περιεποιήσατο τὸν Ἀγὰγ τὸν βασιλέα αὐτῶν, καὶ ποίμνια, καὶ βουκόλια. Ἐλθὼν εἶδεν ὁ Σαμουὴλ, ὠργίσθη, καί φησιν· Οὐ θέλει Κύριος ὁλοκαυτώσεις καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ· ἰδοὺ γὰρ ἀκοὴ ἀγαθὸν ὑπὲρ θυσίαν. Ἀπειλεῖ καὶ τότε αὐτῷ τὴν ἐξαίρεσιν τῆς βασιλείας. Ὁ δὲ Σαοὺλ παρεβιάζετο αὐτὸν συναπελθεῖν αὐτῷ. Ὁ δὲ οὐκ ἐθέλησεν. Ὕστερον δὲ βιασθεὶς ἀνῆλθε. Καὶ μετὰ ταῦτα αὐτὸς ὁ Σαμουὴλ κελεύσας προσενεχθῆναι αὐτῷ τὸν Ἀγὰγ, ἀνεῖλεν αὐτὸν ταῖς ἑαυτοῦ χερσί. Καὶ ἔκτοτε οὐκ εἶδε τὸν Σαοὺλ ἕως τῆς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ἀλλ' ἐπένθει αὐτόν. Εἶτα ἀποστέλλεται Σαμουὴλ ὑπὸ τοῦ Θεοῦ χρῖσαι τὸν ∆αυῒδ, καὶ ἐλθὼν ἔχρισε. Τότε συνέσχε πνεῦμα πονηρὸν τὸν Σαοὺλ, καὶ εἰσάγουσιν αὐτῷ τὸν ∆αυῒδ, ὥστε ψάλλειν, καὶ καταπαύειν τὸ πνεῦμα τὸ πονηρόν. Ὡς δὲ ἐπεστράτευσεν ὁ Γολιὰθ, καὶ πάντες ἐξέστησαν, πέμπεται ∆αυῒδ ἐπισκεψόμενος τοὺς ἀδελφοὺς αὐτοῦ. Καὶ ἐπειδὴ ἦλθεν εἰς τὸ στρατόπεδον, ἐρωτᾷ τί ἔσται τῷ ἀποκτείνοντι τὸν ἀλλόφυλον τοῦτον. Οἱ δὲ εἶπον· Ἡ θυγάτηρ τοῦ βασιλέως δοθήσεται αὐτῷ γυνή. Εἰσῆλθε πρὸς τὸν Σαοὺλ, ὑπέσχετο ἀναιρήσειν. Ὁ δὲ διηπίστει. Τέλος ἐξέπεμψε γυμνὸν ὅπλων, διὰ τὸ μὴ δύνασθαι βαστάζειν τὰ ὅπλα. Ὁ δὲ λίθον ἀκοντίσας κατὰ τοῦ μετώπου, κατήνεγκεν αὐτὸν, καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμὼν τῇ ἐκείνου ῥομφαίᾳ, ἐπανῆλθε λαμπρῶς ἀπὸ τοῦ πολέμου. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰωνάθαν, συνεδέθη τῇ ψυχῇ αὐτοῦ, καὶ λίαν αὐτὸν ἠγάπησε, καὶ δῶρα ἔδωκεν. Ὁ δὲ Σαοὺλ διεφθονεῖτο αὐτῷ, ἐπειδὴ αἱ χορεύουσαι εἶπον· Ἐπάταξε Σαοὺλ ἐν χιλιάσι, καὶ ∆αυῒδ ἐν μυριάσιν. Ἐπῆρε τὸ δόρυ Σαοὺλ κατὰ τοῦ ∆αυῒδ, ὥστε ἀνελεῖν αὐτόν· ὁ δὲ ἐξέφυγεν. Ὡς δὲ ηὐδοκίμει παρὰ πᾶσιν ὁ ∆αυῒδ, μᾶλλον ἐδάκνετο ὁ Σαούλ· καὶ βουλόμενος αὐτὸν ἀπολέσαι, ὑπισχνεῖτο τὴν θυγατέρα αὐτοῦ δώσειν αὐτῷ, εἰ ἀνέλοι ἄνδρας ἑκατὸν τῶν ἐχθρῶν· ὡς δὲ ἀνεῖλε, γίνεται γαμβρὸς τοῦ βασιλέως. Καὶ πολέμου συστάντος ἑτέρου, πάλιν εὐδοκιμεῖ· ὁ δὲ μᾶλλον ἠγριαίνετο κατ' αὐτοῦ, καὶ ἐκλαλεῖ τῷ υἱῷ αὐτοῦ Ἰωνάθαν, ὅτι ἀνελεῖν αὐτὸν βούλοιτο. Ὁ δὲ ἀπήγγειλε τῷ ∆αυῒδ, καὶ κελεύει κρύπτεσθαι. Ὡς δὲ ἐξηυμενίσατο τὸν πατέρα, εἰσάγει τὸν ∆αυῒδ πρὸς αὐτόν. Πολέμου τε πάλιν ἐπιστάντος, ἀριστεύει ὁ ∆αυῒδ, καὶ πάλιν ἐκφεύγει τὸν Σαοὺλ βουλόμενον αὐτὸν πατάξαι τῷ δόρατι. Συμβουλευσάσης αὐτῷ τῆς γυναικὸς, ἀπέδρα ἐκεῖθεν. Πέμπει ὁ Σαοὺλ λαβεῖν αὐτὸν, ἡ δὲ ἔφη αὐτὸν ἀῤῥωστεῖν. Ὡς δὲ ἔγνω ὁ Σαοὺλ ὅτι ἔφυγεν, ἐγκαλέσας τῇ θυγατρὶ, καὶ μαθὼν ὅπου ἦν ὁ ∆αυῒδ, ἀποστέλλει ληψόμενος αὐτὸν ἐκεῖθεν. Ὡς δὲ οἱ πεμπόμενοι οὐχ ὑπέστρεφον, ἀλλὰ μένοντες προεφήτευον, ἀπῆλθεν αὐτός. Ἔρχεται πρὸς τὸν Ἰωνάθαν ὁ ∆αυΐδ· ἀπαγγέλλει αὐτῷ, ὅτι φονᾷ κατ' αὐτοῦ ὁ Σαούλ. Καὶ εἰ βούλει σαφέστερον αὔριον μαθεῖν, κατὰ τὸν τοῦ ἀρίστου καιρὸν ἀπολειφθήσομαι. Εἶτα ἐὰν ἔρηται ὁ πατήρ σου τὴν αἰτίαν, εἰπὲ, ὅτι θυσίας οὔσης ἐν τῇ πόλει, ᾔτησεν ἀπελθεῖν. Ἐὰν μὲν οὖν πράως ἐνέγκῃ, οὐδὲν ὑποπτεύω δεινόν· ἐὰν δὲ δυσχεράνῃ, πρόδηλος ἡ κατ' ἐμοῦ δίκη καὶ ἐπιβουλή. Ποιεῖ ταῦτα ὁ Ἰωνάθαν· ὁ δὲ Σαοὺλ οὕτως ὠργίσθη, ὥστε καὶ ἐπιχειρῆσαι τὸν υἱὸν αὐτοῦ ἀνελεῖν. Ὁ δὲ ἀναπηδήσας ἐκ τῆς τραπέζης, ἐξῆλθε εἰς τὸ πεδίον, καὶ ῥίπτει τὰς σχίζας· ἦν γὰρ καὶ τοῦτο σύνθημα· καὶ ἐπιδραμὼν ὄπισθεν τῷ παιδὶ αὐτοῦ, κρυπτομένου ἐκεῖ που τοῦ ∆αυῒδ, φησί· Ταχύνας πορεύου, καὶ μὴ στῇς, ὅτι ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα. Συνῆκεν ὁ ∆αυῒδ τί ἐβούλετο τὰ ῥήματα ταῦτα, καὶ τοῦ παιδὸς ἀναχωρήσαντος, ἐπιπίπτει τῷ Ἰωνάθαν καὶ κλαίει· ὁ δὲ κελεύει φυγεῖν καὶ μεμνῆσθαι τῶν συνθηκῶν. Αὗται δὲ ἦσαν, μηδέποτε ἐξᾶραι ἔλεον ἐκ τοῦ οἴκου Ἰωνάθαν, μήτε ζῶντος, μήτε θανόντος αὐτοῦ. Ἔρχεται πρὸς τὸν ἱερέα τὸν Ἀβιμέλεκ ὁ ∆αυΐδ. Τότε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε· ἔλαβε δὲ καὶ τὴν ῥομφαίαν Γολιὰθ, φήσας ὑπὸ τοῦ βασιλέως ἀπεστάλθαι που κατὰ σπουδήν. Καὶ ἔρχεται ἐκεῖθεν πρὸς Ἀγχοῦς, εἶτα εἰς Ὀδολὰμ, καὶ παρατίθεται τῷ βασιλεῖ Μωὰβ τὴν οἰκίαν αὐτοῦ. Ὡς δὲ ἐδυσχέραινεν ὁ Σαοὺλ πρὸς τοὺς αὐτοῦ παῖδας, ὅτι μηδεὶς αὐτῷ συμπονεῖ, μηδὲ παραδίδωσι τὸν ∆αυῒδ, ∆ωὴκ Ἰδουμαῖος (ἔτυχε γὰρ τότε ἐκεῖ, ὅτε ∆αυῒδ πρὸς τὸν ἱερέα ἦλθεν), ἀπήγγειλεν αὐτῷ τὸ γεγονός. Ὁ δὲ μεταπεμψάμενος τοὺς ἱερεῖς, καὶ τῶν παρεστηκότων οὐ βουλομένων αὐτοὺς ἀνελεῖν, κελεύει τῷ ∆ωήκ. Ὁ δὲ ἀνεῖλε τριακοσίους πεντήκοντα ἄνδρας αἴροντας ἐφοὺδ, καὶ τὴν Νοβὰ τὴν πόλιν αὐτῶν ἐξωλόθρευσεν. Ἀπαγγέλλει ταῦτα τῷ ∆αυῒδ εἷς τῶν τοῦ ἱερέως υἱῶν διασωθείς. Ὁ δὲ ἀλγήσας εἶχε μεθ' ἑαυτοῦ τὸν διασωθέντα, καὶ τὴν Κῖλα πολεμουμένην ἔσωσεν. Ἀκούσας τε, ὅτι ὁ Σαοὺλ ἔρχεται ἐπ' αὐτὸν, ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν ἔρημον Ζίφ. Ὡς δὲ ἤκουσεν ὁ Σαοὺλ, ἔρχεται ἐπ' αὐτόν. Ἀπαγγελθείσης δὲ ἐφόδου πολεμίων μεταξὺ διώκειν αὐτὸν, ἀναχωρεῖ. Εἶτα ἐπανελθὼν ἐκ τῶν πολεμίων, πάλιν αὐτὸν ἐπεζήτει, καὶ εἰσέρχεται εἰς τὸ σπήλαιον, ἔνθα ∆αυῒδ ἐκάθητο, καὶ μετ' αὐτοῦ ἄνδρες ἐσώτεροι. Καὶ πάντων παρακελευομένων ἀνελεῖν τὸν Σαοὺλ, οὐκ ἐπείσθη, οὔτε τοῖς βουλομένοις συνεχώρησεν. Ὡς δὲ ἐξῆλθεν ἐκεῖνος ἐκ τοῦ σπηλαίου, ἐπηκολούθησε καὶ οὗτος, καὶ βοήσας πρὸς αὐτὸν, τήν τε ἐκείνου κακίαν καὶ τὴν αὑτοῦ δικαιοσύνην ἐδίδασκε τὸν Σαούλ. Ὁ δὲ ἐδάκρυσε. Τότε ἀπέθανε Σαμουήλ. Πέμπει, δῶρα τὸν Νάβαλ αἰτῶν, ἀντὶ τῆς φυλακῆς ἧς ἐφύλαξεν αὐτοῦ τὰ ποίμνια. Ὁ δὲ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ ὕβρισεν αὐτὸν διὰ τῶν ἀπεσταλμένων. Ἐξοπλισάμενος δὲ ἀνῄει ὥστε ἀπολέσαι αὐτόν. Ἔμαθε ταῦτα ἡ Ἀβιγαία ἡ τούτου γυνὴ, καὶ λαβοῦσα δῶρα ἀπήντησε τῷ ∆αυῒδ, καὶ πολλὰ δεηθεῖσα, ἐπέσχεν αὐτὸν τῆς ὁρμῆς. Καὶ ἀποθανόντος τοῦ Νάβαλ, γίνεται αὐτῷ γυνή. Ἀκούσας ὁ Σαοὺλ, ἔνθα ἦν ὁ ∆αυῒδ, ἔρχεται πάλιν ἐπ' αὐτόν. Ὡς δὲ καὶ ἐκαθεύδησε μετὰ τῆς στρατιᾶς ἁπάσης, ἐφίσταται ὁ ∆αυῒδ μετὰ Ἀβεσσᾶ· καὶ κελεύοντος ἐκείνου παίειν τὸν ἐχθρὸν, οὐκ εἶξεν, ἀλλὰ τὸν πρὸς κεφαλῆς κείμενον φακὸν λαβὼν καὶ δόρυ, ἀπῆλθεν ἕως ποῤῥωτάτω, καὶ βοήσας διήγειρέ τε αὐτοῦ τὸν στρατηγὸν, καὶ ἐνεκάλει ῥᾳθυμίαν, ὅτι μὴ φυλάττει τὸν βασιλέα. Ἐπιδεικνύει τό τε δόρυ καὶ τὸν φακὸν, καὶ ἐγκαλεῖ τῷ Σαοὺλ, ὅτι τὸν οὐδὲν ἠδικηκότα καταδιώκει. Τότε φεύγει πρὸς Ἀγχοῦς ὁ ∆αυΐδ· οὐ γὰρ ἀσφαλὲς ἡγεῖτο εἶναι πλησίον διατρίβειν τοῦ Σαούλ. Λαμβάνει ὁ ∆αυῒδ παρὰ τοῦ Ἀγχοῦς τὴν Σεκελάκ· καὶ ἐπετίθετο τοῖς πολεμίοις, καὶ ἐλάμβανε χρήματα καὶ πρόβατα πολλά. Τότε συναθροίζονται οἱ ἀλλόφυλοι κατὰ τοῦ Ἰσραὴλ, καὶ Σαοὺλ ἐρωτᾷ τὴν ἐγγαστρίμυθον. Ἀποστραφεὶς ὁ ∆αυῒδ ἀπὸ τοῦ στρατοπέδου (οὐ γὰρ εἴασαν αὐτὸν οἱ σατράπαι τῶν ἀλλο φύλων συνεξελθεῖν, ὑποπτεύοντες αὐτὸν προδιδόναι τὸ στρατόπεδον), εὑρίσκει τὴν Σεκελὰκ ἐμπεπρησμένην, καὶ τὰς γυναῖκας οὐδαμοῦ· ἀπήχθησαν γὰρ αἰχμάλωτοι. Ἐρόμενος δὲ τὸν Θεὸν, εἰ δέοι καταδιῶξαι, εἰπόντος ὅτι δέοι, κατεδίωξε. Καὶ μαθὼν παρὰ παιδίου Αἰγυπτίου, ποῦ στρατοπεδεύονται, ἐπιπεσὼν ῥᾳθυμοῦσιν, ἐπάταξεν αὐτοὺς, καὶ τὰ σκῦλα ἔλαβε, καὶ διένειμεν ἐξ ἴσης τοῖς τε πολεμήσασι καὶ τοῖς ἀπομείνασιν ἐπὶ τῶν σκευῶν. Ὡς δὲ ὁ πρὸς τὸν Ἰσραὴλ γέγονε πόλεμος τῶν ἀλλοφύλων, πίπτει Σαοὺλ καὶ Ἰωνάθαν, καὶ οἱ δύο ἄλλοι υἱοὶ αὐτοῦ· καὶ λαβόντες αὐτὸν οἱ πολέμιοι, προσέπηξαν τῷ τείχει Βιθσὰν, ἥ ἐστι Σκυθόπολις. Ἐλθόντες δὲ οἱ ἀπὸ Ἰάβης, ἔλαβόν τε αὐτὸν καὶ τὸν Ἰωνάθαν, καὶ ἔθαψαν.

Βασιλειῶν βʹ. Ἔρχεταί τις ἀπαγγέλλων τῷ ∆αυῒδ, ὅτι ἀνεῖλεν αὐτὸς τὸν Σαούλ· καὶ ἀνεῖλεν αὐτὸν ὁ ∆αυΐδ· καὶ ἐθρήνησε τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα. Καὶ ἀποστέλλει πρὸς τοὺς Ἰαβὲς Γαλαὰδ, ἐπαινῶν αὐτοὺς ὅτι ἔθαψαν τὸν Σαούλ. Καὶ Ἀβεννὴρ ὁ στρατηγὸς τοῦ Σαοὺλ ἐβασίλευσε τοῦ Ἰσραὴλ υἱὸν Σαοὺλ τὸν Μεμφιβοσθέ. Τοῦ δὲ Ἰούδα ἐβασίλευσε ∆αυΐδ. Ὡς δὲ συνέτυχον ἀλλήλοις Ἰωὰβ ὁ τοῦ ∆αυῒδ, καὶ Ἀβεννὴρ ὁ τοῦ Σαοὺλ, καὶ συνεκροτήθη πόλεμος ἀπὸ παιδίας, κατεδίωκεν Ἀσαὴλ ὁ ἀδελφὸς Ἰωὰβ τὸν Ἀβεννήρ· καὶ πολλάκις κελεύοντος ἀναχωρεῖν, οὐκ ἠνέσχετο. Τότε ἀναιρεῖ αὐτὸν Ἀβεννὴρ, καὶ καλέσας τὸν Ἰωὰβ παραινεῖ καταπαῦσαι τὸν πόλεμον. Καὶ ἦν πόλεμος ἀναμέσον τοῦ οἴκου Σαοὺλ καὶ τοῦ οἴκου ∆αυΐδ· καὶ ὁ μὲν ἠσθένει, ὁ δὲ ἐκραταιοῦτο. Λαμβάνει τὴν παλλακὴν τοῦ Σαοὺλ ὁ Ἀβεννήρ· ἐνεκάλεσεν ὁ Μεμφιβοσθέ. Θυμωθεὶς ὁ Ἀβεννὴρ πέμπει πρὸς τὸν ∆αυῒδ, ἐπαγγελλόμενος ἅπαντα τὸν λαὸν αὐτῷ παραδώσειν. Καὶ ἐλθόντα αὐτὸν πρὸς αὐτὸν, εἱστίασεν ὁ ∆αυΐδ. Ὡς δὲ ἤκουσεν πόθεν ἐκ πολέμου ἐπανῆλθεν ὁ Ἰωὰβ, μεταπεμψάμενος τὸν Ἀβεννὴρ ἐδολοφόνησεν, ἐκδικῶν τὸ τοῦ ἀδελφοῦ αἷμα. Μαθὼν ὁ ∆αυῒδ καταρᾶται τὸν Ἰωὰβ, καὶ θρηνεῖ τὸν Ἀβεννὴρ, καὶ μετὰ πολλῆς θάπτει τῆς τιμῆς. Ῥιχὰν καὶ Βανέας λάθρα τὸν Μεμφιβοσθὲ ἀνελόντες ἦλθον πρὸς τὸν ∆αυῒδ, ὡς εὐδοκιμήσαντες διὰ τὸν φόνον. Ὁ δὲ αὐτοὺς ἀνεῖλε. Τότε γίνεται παντὸς τοῦ λαοῦ βασιλεὺς ὁ ∆αυῒδ, καὶ ἔρχεται εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον, καὶ κωλύουσιν αὐτὸν οἱ χωλοὶ εἰσελθεῖν, καὶ λαμβάνει τὴν ἄκραν, καὶ ᾠκοδόμησεν ἑαυτῷ οἶκον. Συνέπραξε δὲ αὐτῷ καὶ Χυρὰμ ὁ βασιλεὺς Τύρου. Ἐπανέστησαν οἱ ἀλλόφυλοι, καὶ ἐξελθὼν κατέκοψεν αὐτοὺς ὁ ∆αυΐδ. Ὡς δὲ πάλιν ἐπέθεντο, κωλύεται παρὰ τοῦ Θεοῦ εἰς συνάντησιν αὐτοῖς ἀνελθεῖν. Ἀλλ' Ἐν τῷ ἀκοῦσαί σε, φησὶν ὁ Θεὸς, τὴν φωνὴν τοῦ σεισμοῦ τοῦ κλαυθμῶνος, τότε πολέμει. Τότε γὰρ παραδίδονταί σοι. Ἀνάγει τὴν κιβωτὸν ὁ ∆αυῒδ, καὶ ἀποθνήσκει Ὀζᾶ, ὅτι ἐξέτεινε τὴν χεῖρα αὐτοῦ πρὸς τὴν κιβωτόν. Ὡς δὲ ἀνήγετο ἡ κιβωτὸς, ὠρχεῖτο ὁ ∆αυῒδ, καὶ ἐξουθένησεν ἡ Μελχώλ. Τότε βουλόμενος ὁ ∆αυῒδ οἰκοδομῆσαι ναὸν, κωλύεται ὑπὸ τοῦ Νάθαν τοῦ προφήτου, καὶ εὔχεται εὐχαριστῶν πρὸς τὸν Θεὸν, εὐχαριστῶν ὑπὲρ τῶν ἐπαγγελιῶν ὧν ἤκουσεν. Ἐπάταξε ∆αυῒδ τοὺς ἀλλοφύλους καὶ τὸν Μωὰβ καὶ τοὺς Σύρους, καὶ τὰ ὅπλα τὰ χρυσᾶ, ἃ ἔλαβεν, ἤνεγκεν εἰς Ἱερουσαλὴμ, ἅπερ ὕστερον ἔλαβε Σουσακεὶμ βασιλεὺς Αἰγύπτου. Καὶ πολλὰ ἀναθέματα ἀνέθηκεν ὁ ∆αυΐδ. Ἀξιοῖ τὸν Μεμφιβαὰλ υἱὸν Ἰωνάθαν τραπέζης βασιλικῆς, καὶ πάντα τὰ τοῦ Σαοὺλ δίδωσιν αὐτῷ. Καὶ κελεύει τῷ Σίβᾳ, ὃς ἦν αὐτῷ δοῦλος πατρικὸς, δουλεύειν τῷ Μεμφιβαὰλ μετὰ τῶν τέκνων αὐτοῦ. Πέμπει δὲ καὶ πρὸς τὸν βασιλέα υἱῶν Ἀμμὼν παρακαλέσων, ἐπειδὴ τεθνήκει αὐτοῦ ὁ πατήρ. Ὁ δὲ ὑπὸ τῶν ἀρχόντων αὐτοῦ ἀναπεισθεὶς, ἀτιμάζει τοὺς ἀποσταλέντας ὑπὸ τοῦ ∆αυῒδ εἰς παράκλησιν. Ἐντεῦθεν γίνεται πόλεμος· καὶ τὸ μὲν πρῶτον ἔπεμψε τὸν Ἰωὰβ, εἶτα ἦλθεν αὐτὸς ὁ ∆αυῒδ, καὶ τρέπεται τοὺς ἐχθρούς. Τὰ κατὰ τὸν Οὐρίαν ἐντεῦθεν καὶ τὴν Βηρσαβεὲ, καὶ τὸ παιδίον τὸ τελευτῆσαν. Μεθ' ὃ τίκτεται Σολομών. Πολεμεῖ ὁ Ἰωὰβ τὴν Ῥαυὰθ, καὶ μετὰ τὸ κρατῆσαιτῆς πόλεως, πέμπει ἐπὶ τὸν ∆αυῒδ, βουλόμενος τὴν νίκην ἐκείνῳ ἐπιγραφῆναι. Ἐρᾷ ὁ υἱὸς ∆αυῒδ Ἀμνῶν τῆς ἀδελφῆς αὐτοῦ τῆς Θάμαρ, καὶ προσποιηθεὶς νόσον, ἐλθοῦσαν αὐτὴν εἰς ἐπίσκεψιν ἐξύβρισεν. Ἀκούσας δὲ ὁ ἀδελφὸς αὐτῆς Ἀβεσσαλὼμ, καλεῖ μετὰ ταῦτα τὸν βασιλέα εἰς ἑστίασιν· ὡς δὲ οὐκ ἦλθεν ἐκεῖνος, ἠξίου τοὺς γοῦν ἀδελφοὺς ἐλθεῖν. Ἐπεὶ δὲ ἦλθον, παρήγγειλε τοῖς ἑαυτοῦ παισὶν, καὶ ἀνεῖλον ἐν αὐτῷ τῷ ἀρίστῳ τὸν Ἀμνῶν. Ὡς δὲ ἤκουσεν ὁ ∆αυῒδ, ἐπένθησεν ἱκανῶς, καὶ ὠργίζετο τῷ Ἀβεσσαλώμ. Ὁ δὲ ἀπέδρα· καὶ μετὰ ἔτη τρία, ὅτε καθυφῆκε τῆς ὀργῆς ὁ βασιλεὺς, σοφίζεται Ἰωὰβ διὰ γυναικὸς Θεκωΐτιδος, καὶ πείθει ἐπαναγαγεῖν τὸν Ἀβεσσαλώμ. Ἐπανελθόντα δὲ οὐκ ἠθέλησεν εὐθέως ἰδεῖν ὁ πατὴρ, ἀλλ' ἦν δύο ἔτη ἐν Ἱερουσαλὴμ ἐξ ὄψεως τοῦ βασιλέως. Τότε καλεῖ τὸν Ἰωάβ· ὁ δὲ οὐχ ὑπήκουσεν. Εἶτα ἐνέπρησεν αὐτοῦ τὸν ἀγρὸν, καὶ οὕτως ἀναγκασθεὶς ἦλθε πρὸς τὸν Ἀβεσσαλὼμ, καὶ ἀποσταλεὶς ὑπ' αὐτοῦ πρὸς τὸν βασιλέα, κατήλλαξεν αὐτὸν, καὶ εἰσήγαγε τὸν Ἀβεσσαλώμ. Ἐποίησε δὲ αὐτῷ ἅρματα καὶ ἵππους Ἀβεσσαλὼμ, καὶ τοὺς ἐρχομένους κρίνεσθαι μετὰ πολλῆς ἀποδεχόμενος τιμῆς, ἐπῄνει μὲν ὡς δίκαια λέγειν ἔχοντας, ἐλέει δὲ ὡς οὐδενὸς ὄντος τοῦ ἀμῦναι δυναμένου, καὶ ἔλεγε· Τίς καταστήσει με κριτὴν ἐπὶ τῆς γῆς; καὶ οὕτως ᾠκειοῦτο τὸν λαόν. Ἐπανίσταται δὲ Ἀβεσσαλὼμ τῷ ∆αυΐδ· ὁ δὲ ἀκούσας ἔφυγεν ἐκ τῆς Ἱερουσαλὴμ, ἀφεὶς τὰς παλλακὰς αὐτοῦ ἐν τῇ πόλει. Βουλομένου τοῦ Ἔθι συμπορεύεσθαι αὐτῷ, τὸ μὲν πρῶτον ἐκώλυεν, ἐπεὶ δὲ εἶδεν ἐπικείμενον, εἴασεν. Ὡς δὲ διέβησαν τὸν χειμάῤῥουν, προσέταξε τοῖς ἱερεῦσιν ἀποστρέψαι τὴν κιβωτὸν εἰς τὴν πόλιν. Αὐτὸς δὲ περιμένειν αὐτοὺς ἔφη πρὸς τῇ ἐλαίᾳ, εἴ τι ἔχοιεν τῶν τοῦ βασιλέως ἀποῤῥήτων ἐξειπεῖν. Ἀπαντᾷ τῷ ∆αυῒδ ὁ Χουσί. Ὁ δὲ ἀπέστειλεν αὐτὸν τῷ Ἀχιτόφελ ἐναντιωθησόμενον, ὃς ἦν σύμβουλος τῷ Ἀβεσσαλώμ. Ὡς δὲ ἀπῆλθεν αὐτὸς, ἔρχεται ὁ Σιβᾶ, καὶ κατηγορήσας τοῦ δεσπότου αὐτοῦ Μεμφιβαὰλ, ὡς βουλομένου αὐτοῦ βασιλεῦσαι, λαμβάνει πᾶν παρὰ τοῦ ∆αυΐδ. Τότε Σεμεεὶ κατηράσατο τὸν ∆αυΐδ· ὁ δὲ ∆αυῒδ βουλόμενον αὐτὸν ἀνελεῖν τὸν Ἀβεσσᾶ διεκώλυσεν. Ἔρχεται ὁ Χουσὶ πρὸς τὸν Ἀβεσσαλὼμ, καὶ πείθει αὐτὸν ὡς εὐνοϊκῶς διακείμενος αὐτῷ προσέχειν. Καὶ προκειμένης βουλῆς τίνα δέοι πράττειν, συγγενέσθαι ταῖς παλλακαῖς τοῦ πατρὸς παραινεῖ τὸν Ἀβεσσαλὼμ Ἀχιτόφελ. Καὶ ἐποίησε τοῦτο ἐπὶ τοῦ δώματος, ὥστε πάντας ὁρᾷν. Καὶ προστίθησιν ἑτέραν γνώμην, ὥστε λαβεῖν χιλίους μεθ' ἑαυτοῦ, καὶ ἐπιθέσθαι τῷ ∆αυῒδ, καὶ ἀνελεῖν αὐτόν. Ὡς δὲ ἐκλήθη καὶ ὁ Χουσὶ πρὸς τὸ εἰσηγήσασθαι συμβουλὴν, ἀνατρέπει τὴν τοῦ Ἀχιτόφελ γνώμην, τέως μὲν ὑπερθέσθαι παραινῶν, ὕστερον δὲ μετὰ παρασκευῆς ἐπιθέσθαι τῷ ∆αυΐδ. Καὶ ἤρεσε μᾶλλον αὕτη ἡ γνώμη· Θεοῦ γὰρ ἦν ἡ οἰκονομία. Τότε πέμπει διὰ τῶν υἱῶν τῶν ἱερέων, καὶ ἀπαγγέλλει ταῦτα τῷ ∆αυῒδ ὁ Χουσί. Ὁ δὲ Ἀχιτόφελ διαμαρτὼν τῆς γνώμης, ἀπήγξατο. Φέρεται πολλὰ δῶρα τῷ ∆αυΐδ. ∆ιατάξας δὲ τὸ στρατόπεδον, ἐξέπεμψε λέγων· Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ. Αὐτὸν γὰρ οὐ συνεχώρησαν ἐξελθεῖν. Γίνεται πόλεμος, καὶ πολλῶν πεσόντων ἀναιρεῖται καὶ ὁ Ἀβεσσαλὼμ, προσδεθείς τινι δένδρῳ ἀπὸ τῆς κόμης. Ἀναιρεθέντος δὲ, ἐπαύσατο ὁ πόλεμος. Πέμπει τὸν Χουσὶ ὁ Ἰωὰβ ἀπαγγέλλειν τῷ ∆αυῒδ τὴν νίκην. Ὁ δὲ ἀκούσας ἐθρήνει διὰ τὸν υἱόν· ἕως οὗ εἰσελθὼν ὁ Ἰωὰβ μετέβαλέ τε αὐτὸν, καὶ ἔπεισε δέξασθαι τὸ στρατόπεδον φαιδρῷ τῷ προσώπῳ. Φυγόντα τὸν Ἰσραὴλ ὅ τε βασιλεὺς προσεκαλεῖτο, ὅ τε Ἀβεσσᾶ προῃρημένους αὐτοὺς ἤδη ἔπεισεν ὑποταγῆναι τῷ ∆αυΐδ. Ὡς διέβαινε τὸν Ἰορδάνην ἦλθεν ὁ Σεμεεὶ, ὁμολογῶν αὑτοῦ τὴν ἁμαρτίαν. Ἐβούλετο δὲ αὐτὸν θανατῶσαι ὁ Ἀβεσσᾶ, καὶ διεκώλυσεν ὁ ∆αυΐδ. Ἦλθε δὲ καὶ ὁ Μεμφιβαὰλ αὐχμῶν, ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, κομῶν τὸν μύστακα, ὄνυχας μεγάλους ἐπιδεικνὺς, πάντα ἅπερ ἦν λύπης σημεῖα τῆς γενομένης αὐτῷ διὰ τὸν πόλεμον τὸν κατὰ τοῦ ∆αυΐδ. Εἶτα ὁ μὲν ἠρώτα, διὰ τί μὴ ἐπορεύθη μετ' αὐτοῦ. Ὁ δὲ ἔφη ἠξιωκέναι τὸν Σιβὰ τὸν οἰκέτην αὐτοῦ ὥστε ἐπιβιβάσαι αὐτὸν ὑποζυγίῳ (καὶ γὰρ ἦν χωλὸς ὁ Μεμφιβαὰλ), μὴ ἀνασχέσθαι δὲ ἐκεῖνον. Τότε κελεύει αὐτὸν καὶ τὸν Σιβὰ διελέσθαι τὸν ἀγρόν. Καὶ τὸν Βερζελλὶ, ὃς ἐχορήγησεν αὐτῷ πολλὰ τοῦ πολέμου συνεστῶτος, ὃν ἐβούλετο μεθ' ἑαυτοῦ λαβεῖν. Ὁ δὲ παρῃτήσατο διὰ τὸ γῆρας. Καὶ λαμβάνει τὸν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ. Τότε σχίζεται τὸ στρατόπεδον, καὶ προστίθενται τῷ Σαβεέ. Καὶ ἐκπέμπει ∆αυῒδ τὸν Ἀμεσσᾶ πολεμῆσαι αὐτῷ· ὁ δὲ Ἰωὰβ ἀναιρεῖ μὲν τὸν Ἀμεσσᾶ δόλῳ, πολιορκεῖ δὲ τὴν πόλιν εἰς ἣν κατέφυγεν ὁ Σαβεέ. Οἱ δὲ ἐν τῇ πόλει, γυναικὸς συμβουλευσάσης, ἀποτεμόντες τοῦ Σαβεὲ τὴν κεφαλὴν, ἔῤῥιψαν ἀπὸ τοῦ τείχους τῷ Ἰωὰβ, καὶ οὕτως ἀπηλλάγησαν τοῦ πολέμου. Λιμὸς καταλαμβάνει τὴν γῆν· λύσις δὲ ἦν τοῦ λιμοῦ τὸ τινὰς τῶν τοῦ Σαοὺλ ἐκδοθῆναι τοῖς Γαβαωνίταις. Καὶ τὸν Μεμφιβαὰλ περιποιεῖται ὁ ∆αυῒδ, διὰ τοῦ ὅρκου τοῦ πρὸς Ἰωνάθαν. Ἐκδίδωσι δὲ τοὺς τοῦ Σαοὺλ υἱοὺς καὶ ἐκγόνους, καὶ θάπτει τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν ἐν τῷ τάφῳ Κείς. Γίνονται ἐνταῦθα πόλεμοι. Καὶ κωλύουσι τὸν ∆αυῒδ ἐξελθεῖν, μήποτε κινδυνεύσῃ. Τότε λέγει τὸν ἑπτακαιδέκατον ψαλμόν. Καταλέγει τὰς ἀριστείας καὶ τὰ ἀνδραγαθήματα τῶν ἀρχόντων τοῦ ∆αυΐδ. Κελεύεται Ἰωὰβ ἀριθμῆσαι τὸν λαὸν, καὶ ἀριθμεῖ· καὶ ἦν Ἰσραὴλ ἐννακόσιαι χιλιάδες, καὶ Ἰούδα τετρακόσιαι χιλιάδες, πάντες πολεμισταί. Τότε ἔρχεται Γὰδ ὁ προφήτης, αἵρεσιν αὐτῷ διδοὺς τριῶν τιμωριῶν, ἣν βούλοιτο ὑποστῆναι, ἢ τρία ἔτη λιμὸν, ἢ τρεῖς ἡμέρας φυγεῖν ἐπικειμένων ἐχθρῶν, ἢ τρεῖς ἡμέρας θάνατον. Ὁ δὲ τὰς τρεῖς ἡμέρας τοῦ θανάτου εἵλετο, καὶ ἀπέθανον ἀπὸ πρωῒ ἕως ἀρίστου ἑβδομήκοντα χιλιάδες. Τότε λέγει ∆αυΐδ· Ἰδοὺ ἐγὼ ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χεὶρ ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Ἐπαύσατο ἡ τιμωρία. Καὶ κελεύεται ὁ ∆αυῒδ θῦσαι [λ. στῆσαι] θυσιαστήριον ἐν τῇ ἅλῳ Ὀρνία, καὶ θῦσαι· καὶ ἐποίησεν οὕτως. Ὀρνίας υἱὸς ∆αυῒδ ἑστιᾷ τοὺς περὶ Ἰωὰβ καὶ Ἀβιάθαρ, ὡς βασιλεύσων. Εἰσέρχεται ἡ Βηρσαβεὲ κατὰ συμβουλὴν Νάθαν τοῦ προφήτου, καὶ ἀπαγγέλλει τῷ ∆αυΐδ· μεταξὺ δὲ λαλούσης ἐκείνης εἰσῆλθε καὶ ὁ Νάθαν, κατασκευάσαντες ὥστε βασιλεῦσαι τὸν Σολομῶνα. Ἐξῆλθον ἐπιβιβάσαντες τὸν Σολομῶνα τῇ ἡμιόνῳ τῇ βασιλικῇ. Τότε ὁ προφήτης Νάθαν καὶ ὁ ἱερεὺς Σαδδοὺκ ἀπῆλθον εἰς τὴν Γιὼν, καὶ ἔχρισαν αὐτὸν καὶ εἶπον· Ζήτω ὁ βασιλεύς. Ἐλθὼν ὁ υἱὸς Ἰωνάθαν ἀπήγγειλε τῷ Ὀρνίᾳ ταῦτα ἑστιωμένῳ. Καὶ οἱ μὲν ἄλλοι ἔφυγον, ὁ δὲ Ὀρνίας κατέφυγεν εἰς τὸ θυσιαστήριον, δεδοικὼς τὸν Σολομῶνα. Τότε ἐξάγει αὐτὸν ἐκεῖθεν, καὶ ἐλθὼν προσεκύνησε τῷ βασιλεῖ. Μέλλων τελευτᾷν ὁ ∆αυῒδ, παραινεῖ τῷ Σολομῶντι, ὥστε φυλάττειν τοῦ Θεοῦ τὸν νόμον· οὕτω γὰρ τεύξεσθαι αὐτῷ τῶν ἐπαγγελιῶν τῶν ἐπηγγελμένων αὐτῷ. Παραγγέλλει τε περὶ Ἰωὰβ καὶ Σεμεεὶ, ὥστε τιμωρηθῆναι αὐτοὺς, καὶ περὶ τῶν υἱῶν Βερζελλὶ, ὥστε αὐτοὺς τιμῆς τυγχάνειν, καὶ τῆς τραπέζης ἀπολαύειν τῆς βασιλικῆς. Καὶ ἀποθνήσκει τεσσαράκοντα ἔτη βασιλεύσας. Βασιλειῶν γʹ. Ἀναιρεῖ τὸν Ὀρνίαν ὁ Σολομῶν, ὅτι τὴν Ἀβισὰκ ᾔτησε, καὶ τὸν Ἀβιάθαρ ἐξέβαλε τῆς ἱερωσύνης. Καὶ ἐπληρώθη ἡ κατὰ τοῦ Ἡλεὶ ἀπειλή· ἐξ ἐκείνου γὰρ κατῆγε τὸ γένος. Ἀνεῖλε δὲ καὶ τὸν Ἰωάβ· τὸν δὲ Σαδδοὺκ τὸν ἱερέα ἀντὶ τοῦ Ἀβιάθαρ κατέστησεν ἱερέα. ∆ίδωσι δὲ ὁ Σολομῶν πρόσταγμα τῷ Σεμεεὶ, ὥστε ἐν τῇ πόλει μένειν διόλου· εἰ δέ ποτε ἐξέλθοι, οὐκ ἀτιμωρητὶ τοῦτο ποιήσειν, ἀλλὰ θανάτου ὑποστήσεσθαι ζημίαν. Ἀπώλοντο αὐτῷ δοῦλοι· ὁ δὲ ἐπιλαθόμενος τοῦ προστάγματος, ἐξῆλθε ζητήσειν, καὶ μαθὼν ὁ Σολομῶν ἀνεῖλεν αὐτόν. Περὶ τῆς σοφίας Σολομῶντος διήγησις, περὶ τῆς εἰρήνης τῆς ἐπ' αὐτοῦ, περὶ τῆς πολυτελείας τῆς τοῦ ἀρίστου, καὶ περὶ ἁρμάτων, περὶ τῶν ἵππων, περὶ παντὸς τοῦ πλούτου. Αἰτεῖ Σολομῶν σοφίαν παρὰ τοῦ Θεοῦ. Τότε κρίνει ταῖς γυναιξὶ ταῖς ὑπὲρ τοῦ παιδίου προσελθούσαις αὐτῷ. Πάλιν περὶ τῆς σοφίας Σολομῶντος λόγος, περὶ τῆς πολυτελείας τῆς τραπέζης αὐτοῦ, καὶ τίνες ἐλειτούργουν ταύτην αὐτῷ τὴν λειτουργίαν. Ἀποστέλλει πρὸς Χειρὰμ τὸν βασιλέα Τύρου, τοὺς δρυοτόμους αἰτῶν ἐπὶ μισθῷ· ὃ δὴ παρέσχεν. Ἐνταῦθα ἔγκειται τῶν ἐργαζομένων ὁ ἀριθμὸς, καὶ τῆς ἑτοιμασθείσης εἰς τὸν ναὸν ὕλης τὸ πλῆθος. Εἶτα ἡ οἰκοδομὴ τοῦ ναοῦ. Εὔχεται ὁ Σολομῶν ἐν τῷ ναῷ, καὶ θύει, καὶ ἐγκαινίζει τὸν οἶκον. Ἐπαγγέλλεται ἀγαθὰ αὐτῷ ὁ Θεὸς, ἐὰν φυλάξῃ τὰ προστάγματα αὐτοῦ, καὶ ἀπειλεῖ τἀναντία, ἐὰν παραβῇ. Ἦν δὲ αὐτῷ ναῦς χρυσίον φέρουσα. Τὰ κατὰ τὴν βασίλισσαν Νότου, τὴν ἐλθοῦσαν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ. Τὰ κατὰ τὸν πλοῦτον αὐτοῦ τὸν μέγαν, τὰ περὶ τῶν ὅπλων τῶν χρυσῶν ὧν ἐποίησε, τὰ περὶ τῆς βασιλείας αὐτοῦ, πόθεν καὶ μέχρι ποῦ παρέτεινεν. Ἐντεῦθεν περὶ τῆς εἰδωλολατρείας αὐτοῦ, καὶ τῆς προσκρούσεως ἧς προσέκρουσε τῷ Θεῷ. Ἐντεῦθεν ἀπειλὴ πρὸς αὐτὸν, καὶ τῆς βασιλείας παράλυσις, εἰρήνης ἀφανισμός. Ἐπανίσταται γὰρ αὐτῷ Ἀδὲρ ὁ Ἰδουμαῖος, καὶ ὁ Ἐσδρώμ. Ἐπανίσταται αὐτῷ καὶ ὁ δοῦλος αὐτοῦ Ἱεροβοάμ. Ἔρχεται πρὸς τὸν ἹεροβοὰμἈχιᾶ ὁ προφήτης, καὶ δίδωσιν αὐτῷ διαῤῥῆξαι ἱμάτιον τελαμῶνας δέκα, προμηνύων αὐτῷ, ὅτι καθέξει τὰ δέκα σκῆπτρα. Ὡς δὲ ἤθελεν αὐτὸν ἀνελεῖν ὁ Σολομῶν, ἔφυγεν εἰς Αἴγυπτον. Ἐπανῆλθεν ἀπ' Αἰγύπτου Ἱεροβοὰμ, ἀποθανόντος Σολομῶντος. Ὁδὲ λαὸς προσελθὼν τῷ Ῥοβοὰμ υἱῷ Σολομῶντος, ἠξίου ἐλαφροτέραν αὐτοῖς γενέσθαι τὴν ἀρχὴν τῆς τοῦ Σολομῶντος. Ὁ δὲ ὑπὸ τῶν συντρόφων αὐτοῦ νέων τινῶν ἀναπεισθεὶς, ἠπείλησε καὶ βαρυτέραν αὐτοῖς ποιήσειν. Ἔνθεν ἀπεσχίσθησαν αἱ δέκα φυλαὶ, καὶ ἐβασίλευσαν ἐφ' ἑαυτῶν τὸν Ἱεροβοάμ. Καὶ βουλόμενον ἐπιστρατεῦσαι αὐτῷ τὸν Ῥοβοὰμ ἐκώλυσεν ὁ Θεός. Ὡς δὲ ἠῤῥώστησε τὸ παιδίον Ἱεροβοὰμ,πέμπει τὴν γυναῖκα αὐτοῦ πρὸς Ἀχιὰ τὸν προφήτην πευσομένην περὶ τῆς νόσου. Ὁ δὲ εἶπεν, ὅτι ἀποθανεῖται, καὶ ἀπέθανεν. Ἵστησι δαμάλεις χρυσᾶς ὁ Ἱεροβοὰμ, μίαν ἐν Βαιθὴλ, καὶ μίαν ἐν ∆ὰν, ἵνα μὴ ἀναβαίνωσιν εἰς Ἱερουσαλὴμ ὁ λαός. Θύοντος δὲ αὐ τοῦ ἐκεῖ, ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐλθὼν, προφητεύει τὰ κατὰ τὸν Ἰωσίαν. Καὶ ἐξηράνθη ἡ χεὶρ τοῦ βασιλέως, καὶ ἐῤῥάγη τὸ θυσιαστήριον. ∆εηθέντος δὲ τοῦ προφήτου τοῦ Θεοῦ, ὑγίανεν ὁ βασιλεύς. Καὶ παρεκάλει τὸν προφήτην ἑστιαθῆναι παρ' αὐτῷ. Ὁ δὲ οὐκ ἠνέσχετο, πρόσταγμα φυλάττων τοῦ Θεοῦ, ὅπερ ὕστερον παραβὰς, ἀνῃρέθη ὑπὸ τοῦ λέοντος. Ὁ δὲ Ἱεροβοὰμ ἔτι ἐπέμενε τῇ κακίᾳ αὐτοῦ, καὶ ὁ Ῥοβοὰμ εἰδωλολάτρησεν ἔτη πάντα τῆς βασιλείας αὐτοῦ. Ἐλθὼν Σουσακεὶμ ἔλαβε τοὺς θησαυρούς. Μετὰ τοῦτον βασιλεύει Ἀβιᾶς ὁ υἱὸς αὐτοῦ, καὶ μετὰ τοῦτον ὁ υἱὸς τοῦ Ἀβιᾶ ὁ Ἀσᾶ. Μετὰ δὲ τὸν Ἱεροβοὰμβασιλεύει ὁ υἱὸς αὐτοῦ Ἀδάβ· ὃν ἀνελὼν Βασᾶ ἐβασίλευσε, καὶ ἐπολέμει τὸν Ἀσᾶ. Ὁ δὲ τῇ συμμαχίᾳ τοῦ Σύρου Ἄδερ χρησάμενος, ἐπικρατέστερος γέγονεν. Ὡς δὲ πονηρὸς ἦν ὁ Βασᾶ, ἀπειλεῖ αὐτῷ ὁ Θεὸς κακὰ μεγάλα. Ἀποθανόντος δὲ αὐτοῦ ἐβασίλευσεν Ἐλᾶ ὁ υἱὸς αὐτοῦ, ὃν ἀνελὼν Ζαμβρὶ εἷς τῶν ἀρχόντων, ἐβασίλευσε, καὶ ὠλόθρευσε τὸν οἶκον Βασᾶ. Ὡς δὲ καὶ Ζαμβρὶ ἀπέθανεν ἑαυτὸν ἐμπρήσας, βασιλεύει Ἀμβρί. Ὡς δὲ ἀπέθανε καὶ οὗτος, βασιλεύει Ἀχαὰβὁ υἱὸς αὐτοῦ. Βασιλεύει ὁ υἱὸς Ἀσᾶ Ἰωσαφάτ. Ἀπειλεῖ Ἠλίας ὁ προφήτης τῷ Ἀχαὰβ τὴν γενομένην ἀνομβρίαν ἐπὶ τρία ἔτη καὶ μῆνας ἕξ. Τότε διατρέφεται διὰ τῶν κοράκων ὁ προφήτης. Ἐνταῦθα τὰ κατὰ τὴν χήραν τὴν ἐν Σαρέφθοις, τὰ κατὰ τὸν καμψάκην τοῦ ἐλαίου, καὶ τὴν ὑδρίαν τοῦ ἀλεύρου, καὶ τὸν θάνατον τοῦ παιδίου, καὶ τὴν ἐκ τοῦ θανάτου ἔγερσιν. Ἀποστέλλεται πρὸς τὸν Ἀχαὰβ ὁ Ἠλίας,καὶ ποιεῖ τὴν θυσίαν, καὶ καταφέρει τὸ πῦρ ἐξ οὐρανοῦ, καὶ ἀναλίσκει αὐτήν. Τότε λαβὼν τοὺς ἱερεῖς τοῦ Βαὰλ ἀπέσφαξε. Τότε εὐαγγελίζεται τῷ Ἀχαὰβ τὸν ὑετόν. Καὶ ἀνελθὼν εἰς τὸν Κάρμηλον ηὔξατο Ἠλίας, καὶ ποιεῖ τὴν θυσίαν· ἰδοὺ ὑετός. Ἀπειλεῖ τῷ Ἠλίᾳ θάνατον Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ, ὁ δὲἔρχεται εἰς τὴν ἔρημον, καὶ κοιμηθεὶς, καὶ διεγερθεὶς ὑπὸ ἀγγέλου Θεοῦ, εὗρεν ἐγκρυφίαν ὀλυρίτην, καὶ φαγὼν αὐτὸν, ἐνίσχυσεν. Ἐν ἐκείνῃ τῇ βρώσει τεσσαράκοντα ἡμέρας ἦλθεν εἰς Χωρήβ. Τότε λέγει· Κύριε, τὰ θυσιαστήριά σου κατέσκαψαν. Τὰ ζεύγη τῶν βοῶν ἀφεὶς ὁ Ἑλισσαῖος ἀκολουθεῖ τῷ Ἠλίᾳ. Ἐντεῦθεν τὸ διήγημα τὸ κατὰ τὸν ἀμπελῶνα τοῦ Ναβουθαί· καὶ ἡ ἀπειλὴ κατὰ Ἰεζάβελ καὶ Ἀχαὰβ, καὶ ἡ κατάνυξις τοῦ Ἀχαάβ. Ἐπῆλθε τῷ Ἰσραὴλ ὁ ΣύροςἌδερ μετὰ τριακονταδύο βασιλέων· ὁ δὲ ἐχειρώσατο αὐτούς. Καὶ δεύτερον ἐπιστρατεύσας περιέπεσε πληγῇ μεγάλῃ. Ὡς δὲ ἑώρα ἑαυτὸν ἐν κινδύνῳ, σχῆμα περιθέμενος ἐλεεινὸν, ἔρχεται πρὸς τὸν Ἀχαὰβ, δοῦλον ἑαυτὸν ἀποκαλῶν, καὶ ἀγαπητῶς ἔχων σωτηρίας τυχεῖν. Ὁ δὲ ἀνεβίβασέ τε αὐτὸν ἐπὶ τὸ ἅρμα, καὶ τιμῆς ἀξιώσας, ἐξέπεμψεν εἰς τὴν οἰκείαν γῆν. Ἔρχεται ὁ προφήτης ἐγκαλῶν ὑπὲρ τούτων τῷ βασιλεῖ, καὶ θάνατον ἀπειλῶν. Βουλεύεται ὁ Ἀχαὰβ, εἰ δέοι ἐπιστρατεῦσαι τοῖς Σύροις· καὶ συμβουλεύσαντος τοῦ Ἰωσαφὰτ βασιλέως Ἰούδα, μετάπεμπτος γίνεται Μιχαίας ὁ προφήτης, καὶ ἐρωτηθεὶς προλέγει συμφορὰς, εἰ πολεμήσειεν. Ὀργίζεται ὁ Ἀχαάβ· τύπτει τὸν Μιχαίαν Σεδεκίας ὁ ψευδοπροφήτης. Κελεύεται Ἀχαὰβ τηρεῖσθαι Μιχαίαν τὸν ψευδοπροφήτην, ἕως ἂν ὁ πόλεμος λάβῃ τέλος. Ἐξῆλθε μαχεσόμενος, καί φησι τῷ Ἰωσαφάτ· Ἀμείψωμεν τὸ σχῆμα καὶ τὸν ἱματισμόν· λαβὼν ἐγὼ τὸν σὸν, ἀντιδίδωμί σοι τὸν ἐμόν. Ὡς δὲ γέγονε τοῦτο, καὶ οἱ στρατιῶται ἐντολὴν εἰλήφεισαν παρὰ τοῦ βασιλέως τοῦ ἑαυτῶν, πάντας ἀφέντες, μόνῳ τῷ βασιλεῖ τοῦ Ἰσραὴλ συνάπτειν εἰς πόλεμον, ἰδόντες τὸν Ἰωσαφὰτ τὸν βασιλέα τοῦ Ἰούδα, καὶ νομίσαντες αὐτὸν τοῦ Ἰσραὴλ εἶναι (τὸ γὰρ σχῆμα αὐτοὺς ἠπάτησεν), ἐκύκλουν αὐτὸν, ἀνελεῖν θέλοντες. Ὁ δὲ ἀναβοήσας, ἀπηλλάγη τοῦ κινδύνου. Ἕτερος δέ τις τοξότης ἔβαλε τὸν Ἀχαὰβ, καὶ κατέῤῥει τὸ αἷμα. Ὅπερ ἀπέπλυναν ἐν τῇ κυρήνῃ (λ. κρήνῃ), καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι αὐτοῦ, καὶ οἱ κύνες ἔλειξαν αὐτό. Ἐβασίλευσε μετὰ τὸν Ἀχαὰβ Ὀχοζίας ὁ υἱὸς αὐτοῦ. Ὡς δὲ φίλος αὐτοῦγέγονεν Ἰωσαφὰτ, ἔδωκε δίκην, τὸ διακοπῆναι τὰ ἔργα αὐτοῦ. Βασιλειῶν δʹ. Ἀῤῥωστήσας Ὀχοζίας ἔπεμψεν ἐρωτῆσαι ἐν τῷ Βάαλ, εἰ ἀναστήσεται, καὶ ἀπαντήσας Ἠλίας ὁ προφήτης τοῖς ἀποσταλεῖσι, ἐκέλευσεν ἀπελθόντας εἰπεῖν, ὅτι οὐκ ἀναστήσεται. Μαθὼν δὲ Ὀχοζίας, ὅτι Ἠλίας ἐστὶν, ἔπεμψε τὸν πεντηκόνταρχον πρῶτον καὶ δεύτερον· ὡς δὲ ἀνηλώθησαν ὑπὸ τοῦ πυρὸς ἕκαστος μετὰ τῶν πεντήκοντα, μετὰ τοῦ τρίτου κελεύεται κατελθεῖν ὁ Ἠλίας, καὶ ἐλθὼν πρὸς τὸν βασιλέα εἶπεν, ὅτι ἀποθανεῖται. Μετὰ τοῦτον βασιλεύει ὁ ἀδελφὸς αὐτοῦ Ἰωράμ· οὐ γὰρ ἦν αὐτῷ υἱός. Ἐντεῦθεν ἡ ἀνάληψις τοῦ Ἠλίου εἰς τὸν οὐρανόν. Ἰδόντες υἱοὶ τῶν προφητῶν τὸν Ἑλισσαῖον διὰ ξηρᾶς ἐν τῷ Ἰορδάνῃ βαδίσαντα, εἶπον· Ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλίου ἐπ' αὐτὸν, καὶ ἀξιοῦσιν ὥστε ἐπιπέμψαι εἰς ἐπιζήτησιν τοῦ Ἠλίου· ὁ δὲ διεκώλυσεν· ὕστερον δὲ συνεχώρησεν· οἱ δὲ ἀπελθόντες οὐχ εὗρον. Ἰᾶται τὰ ἐν Ἱεριχὼ ὕδατα· ἀπερχόμενος εἰς Βαιθὴλ, τὰ διασύροντα αὐτὸν παιδία καταρᾶται, καὶ ἀναιρεῖται ὑπὸ τῶν ἄρκτων. Ὁ Μωὰβ βασιλεὺς ἀπέστη τοῦ τελεῖν τὸν εἰωθότα φόρον. Ἐπιστρατεύει ἐπ' αὐτὸν Ἰωρὰμ ὁ βασιλεὺς Ἰσραὴλ, προσλαβὼν καὶ τὸν Ἰωσαφὰτ βασιλέα Ἰούδα, καὶ τὸν Ἐδὼμ βασιλέα. Ὡς δὲ οὐχ εὕρισκονὕδωρ ἐν τῇ ἐρήμῳ, ἀλλ' ἐκινδύνευον διαφθαρῆναι, συμβουλεύσαντος Ὀχοζίου ἔρχονται πρὸς Ἑλισσαῖον. Ὁ δὲ ὀργίζεται πρὸς τὸν βασιλέα Ἰσραὴλ, καὶ οὐδ' ἂν ἰδεῖν αὐτὸν ἔφη, εἰ μὴ διὰ τὸν βασιλέα Ἰούδα. Οὐ μόνον δὲ ὕδατος ἀφθονίαν προεῖπεν αὐτοῖς ἥξειν, ἀλλὰ καὶ τὴν κράτησιν τῆς Μωαβίτιδος, ὥσπερ καὶ γέγονε· καὶ εἰς τοσαύτην συμφορὰν ἦλθεν ὁ Μωαβιτῶν βασιλεὺς, ὥστε τὸν υἱὸν αὐτοῦ σφάξαι ἄνωθεν ἀπὸ τοῦ τείχους. Ἐνταῦθα ἡ γυνὴ, ᾗ τὸ ἔλαιον ἐπερίσσευσε, καὶ ἡ Σουμανῖτις, ᾗ τὸν υἱὸν ἐχαρίσατο εὐξάμενος, καὶ ἀποθανόντα ἀνέστησε. Λιμοῦ γενομένου τήν τε πικρίαν ἀφεῖλε τὴν ἐν τῷ λέβητι γενομένην, καὶ ἑκατὸν ἄνδρας ἔθρεψεν ἐν ὀνόματι Θεοῦ ἀπὸ κριθίνων ἄρτων εἴκοσιν. Ἐλεπρώθη Νεεμὰν ὁ στρατηγὸς τοῦ βασιλέως Σύρων· καὶ ἐλθὼν πρὸς τὸν βασιλέα Ἰσραὴλ ἐζήτει θεραπείαν· ὁ δὲ διηπόρει, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ. Μεταπέμπεται αὐτὸν ὁ Ἑλισσαῖος, καὶ κελεύει βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ ἕβδομον. Ὁ δὲ τὸ μὲν πρῶτον ὤκνησε, καὶ ἠπίστει θεραπευθῆναι· ὕστερον δὲ ὑπὸ τῶν παίδων αὐτοῦ παρακληθεὶς, βαπτίζεται καὶ θεραπεύεται, καὶ ἐδίδου δῶρα τῷ Ἑλισσαίῳ. Ὁ δὲ οὐκ ἤθελεν. Ὡς δὲ ἀπῆλθεν ὁ ἄνθρωπος, κατα διώξας ὁ Γιεζὶ ὁ παῖς τοῦ Ἑλισσαίου, ὡς παρὰ τοῦ Ἑλισσαίου πεμφθεὶς, λαμβάνει παρὰ τοῦ Νεεμὰν διτάλαντον ἀργυρίου, καὶ δύο στολάς. Ἐλθὼν δὲ πρὸς Ἑλισσαῖον ἐπειρᾶτο κρύπτειν. Ὁ δὲ διήλεγξεν αὐτὸν, καὶ τιμωρίαν ἔλαβε τὴν λέπραν. Ἔρχονται οἱ υἱοὶ τῶν προφητῶν κόψαι ξύλα πρὸς οἰκοδομήν. Ὡς δὲ ἐξέπεσεν ἑνὸς τὸ σιδήριον ἐκ τοῦ στελεοῦ, ῥίπτει ξύλον ἀποκλάσας ὁ Ἑλισσαῖος, καὶ ἐμετεωρίζετο τὸ σιδήριον ἐπὶ τοῦ ὕδατος. Βασιλεὺς Συρίας ἐπολέμει τὸν Ἰσραὴλ, προλέγοντος αὐτῷ τοῦ Ἑλισσαίου. Μαθὼν ὁ πολέμιος, πέμπει στράτευμα ἐπὶ τὸν Ἑλισσαῖον. Εὐξαμένου δὲ τοῦ προφήτου, πλήττονται ἀορασίᾳ οἱ ἐλθόντες, καὶ εἰσάγει αὐτοὺς εἰς μέσους τοὺς ἐχθροὺς αὐτῶν, καὶ βουλόμενον τὸν βασιλέα ἀνελεῖν αὐτοὺς, διεκώλυσεν ὁ Ἑλισσαῖος· ἑστιάσαντας δὲ αὐτοὺς ἐκέλευσεν ἐκπέμψαι. Λιμοῦ καταλαβόντος ἰσχυροῦ, ὡς κεφαλὴν ὄνου πεντήκοντα σίκλων, καὶ τέταρτον κάβου κόπρου περιστερῶν πέντε σίκλων εἶναι, προσέρχεται γυνὴ τῷ βασιλεῖ ἐγκαλοῦσα ἑτέρᾳ γυνῇ, ὅτι τὸν υἱὸν αὐτῆς καταφαγοῦσα μετ' αὐτῆς, καὶ τὸν ἴδιον ὑποσχομένη παρέξειν, ἠγνωμόνησε περὶ τὴν ἀντίδοσιν. Τότε διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ ὁ βασιλεὺς, καὶ πέμπει ἐπὶ τὸν Ἑλισσαῖον ἀφελεῖν αὐτοῦ τὴν κεφαλήν. Λέγει ὁ προφήτης τῷ ἐλθόντι ἐπ' αὐτὸν, ὅτι αὔριον ἔσται τοῦ λιμοῦ ἡ λύσις. Ὡς δὲ διηπίστει, προλέγει αὐτῷ θάνατον. Λεπροὶ τέσσαρες ἀπειρηκότες τῷ λιμῷ, βουλεύονται παραδοῦναι ἑαυτοὺς τοῖς πολεμίοις, καὶ ἐλθόντες εἰς τὴν παρεμβολὴν, ἀνθρώπων μὲν κενὸν τὸ χωρίον εὗρον, τὰς δὲ σκηνὰς αὐτῶν πλήρεις πλούτου πολλοῦ. Καὶ διαρπάσαντες ἅπερ ἠδύναντο φέρειν, ἐλθόντες ἀπήγγειλαν τῷ βασιλεῖ. Καὶ τὸ μὲν πρῶτον δόλον ὑπώπτευσεν εἶναι τὸ πρᾶγμα ὁ βασιλεύς· ἀποστείλας δὲ ἱππεῖς καὶ μαθὼν τὸ σαφὲς, ἐπαφῆκε τὸν λαὸν τῇ τῆς παρεμβολῆς διαρπαγῇ· καὶ ἐλύθη ὁ λιμός. Καὶ ὁ διαπιστήσας τῷ Ἑλισσαίῳ ὑπὸ τοῦ ὄχλου συμπατηθεὶς ἀπέθανε. Προλέγει τῇ γυναικὶ ὁ Ἑλισσαῖος, ἧς ἐζωοποίησε τὸν υἱὸν, ἑπταετῆ λιμὸν, καὶ παραινεῖ μετοικίζεσθαι ἐκ τῆς χώρας ἐκείνην. Ὡς δὲ μετῴκησε, καὶ ἐπαύσατο ὁ λιμὸς, πάλιν ἐπανῆλθε, καὶ προσελθοῦσα τῷ βασιλεῖ τὴν τῶν κτημάτων ᾔτει δεσποτείαν. Ὁ βασιλεὺς Συρίας ἀποστέλλει πρὸς τὸν Ἑλισσαῖον πευσόμενος εἰ φεύξεται τὴν νόσον, ἐν ᾗ κατείχετο. Ὁ δὲ τῷ ἐλθόντι εἶπεν, ὅτι οὐ διαφεύξεται, καὶ προεφήτευσεν αὐτῷ καὶ τὴν τῶν Ἰσραηλιτῶν ἀπώλειαν. Ὡς δὲ ἀπέθανεν ἐκεῖνος, ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἀζαήλ. Ὡς δὲ καὶ Ἰωρὰμ ἐτελεύτησεν ὁ βασιλεὺς Ἰούδα, διαδέχεται αὐτὸν ὁ υἱὸς αὐτοῦ Ὀχοζίας. Πέμψας ὁ Ἑλισσαῖος ἕνα τῶν υἱῶν τῶν προφητῶν, ἐκέλευσε χρῖσαι Ἰοῦ, καὶ βασιλεύσας ὁ Ἰοῦ ἀναιρεῖ τὸν Ἰωρὰμ, καὶ ῥίπτει αὐτὸν εἰς τὸν ἀμπελῶνα Ναβουθαὶ, ὃν ἥρπασεν ὁ πατὴρ τοῦ Ἰωράμ. Ὡς δὲ ἀνεῖλε καὶ τὸν Ὀχοζίαν, εἰσῆλθεν εἰς τὴν πόλιν Ἰσραήλ. Ἡ δὲ Ἰεζάβελ κοσμηθεῖσα παρέκυπτεν ἄνωθεν. Ὁ δὲ βασιλεὺς εἶπε τοῖς εὐνούχοις ῥῖψαι αὐτὴν, καὶ ῥιφεῖσα ἀπέθανεν. Ἀπέκτεινε δὲ ὁ Ἰοῦ καὶ τοὺς ἑβδομήκοντα υἱοὺς Ἀχαὰβ, εἷλε καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου, ἀνεῖλε δὲ καὶ τοὺς ἱερεῖς τοῦ Βάαλ, καὶ τὸν Βάαλ συνέτριψε. Τότε ὁ Ἀζαὴλ συνέκοπτε τὸν Ἰεζραήλ. Ἀποθανόντος δὲ τοῦ Ἰοῦ, βασιλεύει Ἰωάχαζυἱὸς αὐτοῦ. Τὰ κατὰ τὸν Ἰωὰς τὸν βασιλέα Ἰούδα, καὶ τὸν ἱερέα Ἰωδαὲ, καὶ τὴν Γοθολίαν. Παρεδόθη τοῖς ἐχθροῖς Ἰσραὴλ, καὶ πάλιν ὁ Θεὸς ᾠκτείρησεν αὐτούς. Ὡς δὲ ἀπέθανεν Ἰωάχαζ, βασιλεύει τοῦ Ἰσραὴλ Ἰωὰς ὁ υἱὸς αὐτοῦ, καὶ ἐλθὼν πρὸς τὸν Ἑλιςσαῖον ἔκλαιεν. Ὁ δὲ προσέταξεν αὐτῷ, πέντε βέλη λαβόντι, τοξεῦσαι ἐπὶ τὴν γῆν. Ὡς δὲ τρία τοξεύσας ἔστη, εἶπεν αὐτῷ, ὅτι Τρίτον πατάξεις τὴν Συρίαν· εἰ γὰρ τὰ πέντε ἐτόξευσας, ἕως συντελείας αὐτὴν ἐπάταξες ἄν. Ἀποθανὼν Ἑλισσαῖος θάπτεται, καὶ ῥιφείς τις νεκρὸς πρὸς τῷ τάφῳ αὐτοῦ ἀνέστη. Ὡς δὲ ἀπέθανεν Ἀζαὴλ, ἐβασίλευσεν υἱὸς Ἄδερ ἀντ' αὐτοῦ. Ἐπάταξε τρὶς τοὺς Σύρους Ἰωὰς, καὶ ἀπέθανε, καὶ βασιλεύει Ἱεροβοὰμ ὁ υἱὸς αὐτοῦ. Ἀποθανόντος δὲ καὶ τοῦ Ἰωὰς βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἀμεσίας ὁυἱὸς αὐτοῦ· καὶ πατάξας τὸν Ἐδὼμ, συνέβαλε καὶ τῷ Ἰωὰς βασιλεῖ Ἰσραήλ. Ὁ δὲ ἐνίκησεν αὐτὸν, καὶ εἰςῆλθεν εἰς Ἱερουσαλήμ. Ἀποθανόντος τοῦ Ἱεροβοὰμ,ἐβασίλευσε τοῦ Ἰσραὴλ Ζαχαρίας ὁ υἱὸς αὐτοῦ. Ἀποθανόντος δὲ Ἀμεσίου βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἀζαρίας, ὁ καὶ Ὀζίας. Ἐπὶ τούτου ἤρξατο Ὠσηὲ πρφητεύειν. Τὸν δὲ Ζαχαρίαν ἀνελὼν ὁ Σελῦς, ἐβασίλευσε τοῦ Ἰσραήλ. Οὗτος ἐχρήσατο τῇ συμμαχίᾳ Φουᾶ βασιλέως Ἀσσυρίων, χίλια τάλαντα δοὺς αὐτῷ. Τελευτήσαντος αὐτοῦ, Μαναεὶμ ἐβασίλευσεν ἀντ' αὐτοῦ. Μετὰ δὲ τὸν Ὀζίαν ἐβασίλευσε τοῦ Ἰούδα ὁ υἱὸς αὐτοῦ Ἰωθάμ· καὶ τούτου τελευτήσαντος ἐβασίλευσεν Ἄχαζ υἱὸς Ἰωθάμ. Ἐφ' οὗ Ῥαασεὶν ὁ Σύροἀνῆλθε καὶ Φακὲς υἱὸς Ῥωμελίου. Ὁ δὲ Ἄχαζ ἀπέστειλε πρὸς Θεγλαφαλσὰρ τὸν Ἀσσύριον, εἰς συμμαχίαν καλῶν. Ὁ δὲ ἐλθὼν ἔλαβε τὴν ∆αμασκὸν, καὶ τὸν Ῥαασσὶν ἐθανάτωσε. Ἀνέβη δὲ καὶ Σαλμανασὰρ ὁ Ἀσσύριος ἐπὶ Ὠσηὲ τὸν υἱὸν Ἐλᾶ, καὶἐγένετο αὐτῷ δοῦλος. Ὡς δὲ ἔγνω ὁ Ἀσσύριος, ὅτι ἀποστῆναι βούλεται, καὶ γὰρ ἐπρεσβεύσατο πρὸς τὸν Αἰθίοπα, ἐπολιόρκησεν αὐτὸν, καὶ ἔδησεν αὐτὸν, καὶ τὴν Σαμάρειαν λαβὼν καὶ ἑτέρας πόλεις, μετῴκισεν εἰς Ἀσσυρίους. Κατηγορία τοῦ Ἰσραὴλ ἐνταῦθα καὶ τοῦ Ἰούδα. Οἱ ἀπὸ Βαβυλῶνος ἀχθέντες καὶ κατοικισθέντες ἐν τῇ Σαμαρείᾳ, ἐπειδὴ μὴ ἐφοβοῦντο τὸν Θεὸν, διεφθείροντο ὑπὸ τῶν λεόντων. Τότε πέμπεται ἱερεὺς ἐκεῖθεν, καὶ φωτίζει αὐτοὺς τὸν νόμον τοῦ Θεοῦ, καὶ τὸν Κύριον ἐφοβοῦντο, καὶ τοῖς εἰδώλοις ἐλάτρευον. Τὰ κατὰ τὸν Ἐζεκίαν καὶ τὸν Ἀσσύριον, ἃ καὶ ἐν τῷἩσαΐᾳ κεῖται. Τὰ κατὰ τὸν Μανασσῆ καὶ τὴν ἀσέβειαν αὐτοῦ, καὶ τὰς μιαιφονίας. Ὡς δὲ ἀπέθανε καὶ οὗτος, ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀμών. Τελευτήσαντος δὲ τοῦ Ἀμὼν, ἐβασίλευσεν Ἰωσίας ὁ υἱὸς αὐτοῦ· περὶ οὗ ἐπροφητεύθη τῷ Ἱεροβοὰμ δούλῳ τοῦ Σολομῶντος, ὅτε καὶ ἡ χεὶρ τοῦ βασιλέως ἐξηράνθη. Οὗτος ἐκαθῆρε τὴν Ἱερουσαλὴμ, καὶ πάντα τόπον, ἀνασκάψας τόπους τῶν ἱερέων τῶν εἰδώλων, συντρίψας τὰ εἴδωλα. Περὶ αὐτοῦ εἴρηται, ὅτι ὅμοιος αὐτῷ οὐ γέγονεν ἔμπροσθεν βασιλεὺς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ. Ἐπὶ τούτου ἤρξατο προφητεύειν Ἱερεμίας· ἐπὶ τούτου ἦν Ὀλδᾶ προφῆτις. Ὡς δὲ ἀνεῖλεν αὐτὸν Φαραὼ Νεχαὼ, βασιλεύει ὁ Ἰωάχαζ ὁ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. Ὁ δὲ Φαραὼ καὶ τοῦτον καταλύσας, καὶ εἰς Αἴγυπτον ἀγαγὼν, ἔνθα καὶ ἀπέθανε, κατέστησεν υἱὸν Ἰωσίου Ἐλιακεὶμ τὸν καὶ Ἰωακεὶμ, καὶ ἐφορολόγει τὴν γῆν. Ὃς πρῶτος γενόμενος τοῦ Ναβουχοδονόσορ, ἐῤῥίφη ἔξω τῶν τειχῶν. Περὶ αὐτοῦ φησιν ὁ Ἱερεμίας· Ἔσται τὸ θνησιμαῖον αὐτοῦ ἐῤῥιμμένον τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ τότε, Ταφῇ ὄνου ταφήσεται. Μετὰ γὰρ τὸ διαλυθῆναι, τότε ἐτάφη. Ἀποθανόντος δὲ Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ υἱοῦἸωσίου, βασιλεύει Ἰωακεὶμ ὁ υἱὸς αὐτοῦ, ἔκγονος Ἰωσίου· ὁ δὲ Ἰωακεὶμ οὗτος καὶ Ἰεχονίας ἐκαλεῖτο·οὐκέτι λοιπὸν βασιλεὺς Αἰγύπτου ἐξῄει τῆς χώρας αὐτοῦ. Ἐλθὼν δὲ ὁ Ναβουχοδονόσορ καὶ πολιορκήσας τὴν πόλιν, ἐπειδὴ ἐξῆλθε πρὸς αὐτὸν μετὰ τῆς μητρὸς αὐτοῦ ὁ Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας, καὶ ἀπῴκισεν αὐτὸν εἰς Βαβυλῶνα, καὶ κατεστήσατο τὸν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ, υἱὸν δὲ Ἰωσίου βασιλέα ἐν Ἱερουσαλήμ. Οὗτος δὲ ἦν Μαθανίας ὁ καὶ Σεδεκίας. Ὡς δὲ ἠθέτησεν ἐν τῷ βασιλεῖ Βαβυλῶνος, ἐλθὼν ὁ Ναβουχοδονόσορ πολιορκεῖ τὴν Ἱερουσαλήμ· καὶ ἑλὼν αὐτὴν καὶ ἐμπρήσας, τὸν μὲν Σεδεκίαν πηρώσας ἔδησε καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα· τὸν δὲ Γοδολίαν κατέστησεν ἐπὶ τῶν καταλειφθέντων ἐν Ἱερουσαλήμ. Ὡς δὲ ἀπέκτεινεν αὐτὸν ὁ Ἰσμαὴλ, ἀναστάντες οἱ ὑπολειφθέντες, εἰσῆλθον εἰς Αἴγυπτον. Μετὰ δὲ ταῦτα τὸν Ἰωακεὶμ ἐν Βαβυλῶνι πολλῆς ἠξίωσε τιμῆς Εὐιλὰδ Μαρωδὰκ ὁ βασιλεὺς Βαβυλῶνος. Ἡ μὲν οὖν βασιλεία τῆς Σαμαρείας, ὡς ἤδη εἴρηται, πέπαυται ἐπὶ Ὠσηὲ υἱοῦ Ἰωλὼ (λ. Ἠλὰ) τοῦσφάξαντος τὸν Φακεὲ υἱὸν Ῥωμελίου. Ἡ δὲ τῆς Ἱερουσαλὴμ βασιλεία πέπαυται ἐπὶ Σεδεκίου. Καὶ αὐτὸς γὰρ ἀπαχθεὶς εἰς Βαβυλῶνα, καὶ ἀφαιρεθέντων αὐτῷ τῶν ὀφθαλμῶν, εἰς λάκκον

ϛ

ἐβλήθη ἔτη κʹ ... Ὃν μετὰ ταῦτα ὑψώσας ὁ βασιλεὺς Βαβυλῶνος, ἔδωκεν αὐτῷ θρόνον ἐπάνω τῶν ἐκεῖσε βασιλειῶν, καὶ συνήσθιε καὶ συνέπινεν αὐτῷ ἕως ἡμέρας ζωῆς αὐτοῦ. Καὶ ἐπὶ τούτου λήγει τὸ βιβλίον, αἰχμαλωτισθέντος τοῦ λαοῦ, καὶ τῆς πόλεως πάσης ἁλούσης. Ἔστι δὲ τὰ ὀνόματα τῶν βασιλέων τῆς Ἰουδαίας καὶ τοῦ Ἰσραὴλ, καὶ ὁποῖον τῆς ἑκάστου πράξεως τὸ τέλος, καὶ πόσα ἔτη ἕκαστος αὐτῶν ἐβασίλευσε, ὡς ἐν ἐπιτόμῳ διαλαβεῖν (ἐστι) ἀπὸ τῶν προκειμένων δʹ βιβλίων, οὕτως. Μετὰ τὸ ἀπολέσθαι τὸν Σαοὺλ βασιλεύσαντα ἔτη μʹ, βασιλεύει ∆αυῒδ ἐπὶ πάντα τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν ἔτη μʹ οὕτως· ἐν μὲν Χεβρὼν ἔτη ζʹ, ἐν δὲ παντὶ τῷ Ἰσραὴλ καὶ τῷ Ἰούδᾳ ἔτη λγʹ. Καὶ ἐποίησε τὸ εὐθὲς ἐν τελείᾳ καρδίᾳ. Ἐπὶ τούτου ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Σολομῶν ὁ υἱὸς ∆αυῒδ ἐβασίλευσεν ἐπὶ πάντα τὸν λαὸν ἔτη μʹ καὶ αὐτός· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ αὐτοῦ ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιζʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἐσχίσθη ἡ βασιλεία, καὶ ἔμειναν μετ' αὐτοῦ μὲν ἐν Ἱερουσαλὴμ φυλαὶ δύο, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν. Ἐν δὲ τῇ Σαμαρείᾳ φυλαὶ δέκα. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀχίας ὁ Σιλωνίτης, καὶ Ἀδδώ. Ἀβία ὁ υἱὸς αὐτοῦ ἐβασίλευσε ἔτη τρία. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ ὡς ∆αυῒδ, ἀλλ' ἐπορεύθη ἐν τῇ ἁμαρτίᾳ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐπὶ τούτου ἦν Ἀδδὼ ὁ προφήτης. Ἀσὰ ὁ υἱὸς αὐτοῦ ἔτη μαʹ, καὶ ἐποίησε τὸ εὐθές· ἀλλ' ἔτι ἦν τὰ ὑψηλά. Ἐπὶ τούτου ἦσαν Ἀζαρίας υἱὸς Ὠδὴδ, καὶ Ἀναμὶ, οἱπροφῆται. Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κεʹ, καὶ ἐποίησε τὸ εὐθές· ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε. Καὶ μετὰ ταῦτα μέμψιν ἔσχεν ἀνομίας, ὅτι ἐφιλίασε τῷ Ὀχοζίᾳ βασιλεῖ Ἰσραὴλ, καὶ ἐκοινώνησεν αὐτῷ εἰς πλεῖον πραγματείας. Ἐπὶ τούτου ἦσαν προφῆται Ἠλίας, Ἑλιςσαιὲ, Μιχαίας, καὶ Ἰοῦ ὁ τοῦ Ἀνεμὶ, καὶ Ὀζιὴλ ὁτοῦ Ζαχαρίου, καὶ Ἐλιάδαδ ὁ τοῦ Ἀδιὰ ἀπὸ Μαρίσσης. Ἰωρὰμ ὁ υἱὸς αὐτοῦ ἔτη ηʹ, καὶ ἐποίησε τὸ πονηρόν. Εἶχε γὰρ γυναῖκα θυγατέρα Ἀχαάβ. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἑλισσαῖος. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ, καὶ ἐποίησε τὸ πονηρόν. Μετ' αὐτὸν Γοθολία ἡ μήτηρ αὐτοῦ, ἔτη ἑπτά. Ἰωᾶς υἱὸς Ὀχοζίου ἔτη μʹ. Οὗτος ἐφόνευσε τὸν Ζαχαρίαν, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὅλῃ τῇ ψυχῇ αὐτοῦ, ἕως Ἰωδαὲ ὁ συνετὸς ἔζη, καὶ ἐφώτισεν αὐτόν. Τοῦτον ἀπέκτειναν οἱ δοῦλοι αὐτοῦ ἐν οἴκῳ Μαελώθ. Ἐπὶ τούτου ἐπροφήτευσε Ζαχαρίας υἱὸς Ἰωδαέ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη ιθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ἀρχῇ, ἀλλ' οὐχ ὡς ∆αυΐδ. Ἔτι γὰρ ὁ λαὸς ἐθυσίαζεν ἐν τοῖς ὑψηλοῖς, καὶ τὰ ἄλση οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἐπροφήτευσαν προφῆται, ἀλλ' οὐκ ἐγράφησαν τὰ ὀνόματα αὐτῶν. Μετὰ ταῦτα μέντοι Ἀμεσίας πατάξας τοὺς ἐν Σηεὶρ, ἐπήρθη, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις τῶν Σηεὶρ, καὶ ἐπατάχθη παραδοθεὶς τοῖς ἐχθροῖς. Ἀζαρίας ὁ καὶ Ὀζίας ἔτη νβʹ, καὶ ἐποίησε κατὰ τὴν ἀρχὴν τὸ εὐθὲς, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν. Εὐοδούμενος δὲ ἐπήρθη, καὶ ἠθέλησεν ἑαυτῷ θυμιᾶσαι ἐν τῷ ναῷ, ὅπερ μόνοις τοῖς ἱερεῦσιν ἔξεστι. ∆ιὸ καὶ ἐλεπρώθη ἀκούσας· Οὐ σοὶ, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ, ὃ μόνοις τοῖς ἱερεῦσιν ἔξεστιν. Ἐπὶ τούτου προφήτης Ἡσαΐας. Ἰωθὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιϛʹ, καὶ ἐποίησε τὸ εὐθὲς ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας. Ἀχὰζ υἱὸς αὐτοῦ ἔτη ιϛʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας καὶ Ὠδὴδ προφῆται. Ἐζεκίας ὁυἱὸς αὐτοῦ ἔτη κθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ὡς ∆αυῒδ τελείως. Οὗτος καθεῖλεν ὄφιν χαλκοῦν, ὃν ἐκρέμασε Μωϋσῆς. Ἐπὶ τούτου Σεναχηρεὶμ καὶ Ῥαψάκης οἱἈσσύριοι βλασφημοῦντες ἐπατάχθησαν μὲν αὐτοὶ, μετὰ ταῦτα ἐν μιᾷ δὲ νυκτὶ χιλιάδας ρπεʹ ἐξελθὼν ἄγγελος ἀνεῖλε. Μέλλων δὲ Ἐζεκίας ἀποθνήσκειν, ἔλαβε προσθήκην ἔτη ιεʹ. Μανασσῆς ὁ υἱὸς αὐτοῦ ἔτη νεʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ὅσα δὲ κατέσκαψεν Ἐζεκίας, ταῦτα οὗτος ἀνήγειρε, καὶ γέγονεν ἄλλος Ἱεροβοὰμ τῷ Ἰούδᾳ, ὥστε δι' αὐτὸν παθεῖν τὴν Ἱερουσαλὴμ, ὡς τὴν Σαμάρειαν. Καὶ γὰρ ἐπ' αὐτοῦ ἐλέχθη, Ὃς ἐξήμαρτε τὸν Ἰούδαν. ∆ιὸ καὶ αἰχμάλωτος ἀπήχθη εἰς Βαβυλῶνα. Ἀλλ' ἐν τῇ αἰχμαλωσίᾳ, ὡς ἐν τοῖς Παραλειπομένοις γέγραπται, μετανοήσαντα αὐτὸν μετέστρεψεν ὁ Θεὸς εἰς Ἱερουσαλὴμ, καὶ πάλιν ἀντελάβετο τῆς βασιλείας. Μετανοῶν δὲ καὶ διδάσκων τὸν λαὸν δουλεύειν τῷ Θεῷ, ἐτελεύτησεν. Οὐκ ἐτάφη δὲ ἐν πόλει ∆αυῒδ, ἀλλ' ἐν τῷ κήπῳ αὐτοῦ, κήπῳ Ὀζᾶ. Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, ὡς ὁ πατὴρ αὐτοῦ Μανασσῆς, καὶ ἀνεῖλον αὐτὸν οἱ παῖδες αὐτοῦ, καὶ ἐτάφη ἐν κήπῳ Ὀζᾶ, ἔνθα καὶ ὁ πατὴρ αὐτοῦ. Ἰωσίας ὁ υἱὸς αὐτοῦ ἔτη λαʹ. Τοῦτον ὁ λαὸς ἤγειρε βασιλέα, ὄντα ἐτῶν ηʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐν πάσῃ ὁδῷ ∆αυῒδ, καὶ οὐκ ἀπέστη δεξιᾷ, οὐδὲ ἀριστερᾷ. Καὶ γὰρ καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τὰ εἴδωλα πάντα καθεῖλε.

ϛ

Γενόμενος δὲ ἐτῶν ιʹ, τόν τε νόμον ζητήσας, καὶ εὑρὼν ἀμεληθέντα, ἀναγνωσθῆναι πεποίηκε, καὶ τὸ πάσχα ἐποίησε, καὶ ἐκήρυξεν, ὡς γέγραπται. Τοῦτον δὲ ἀνεῖλε Φαραὼ Νεχαὼ ἐπὶ τοῦ Εὐφράτου φιλονεικήσαντα πρὸς αὐτόν. Ἐπὶ τούτου Ἱερεμίας καὶ Σοφονίας ἦσαν οἱ προφῆται, καὶ Ὀλδὰ ἡ προφῆτις γυνὴ Σελλῆ. Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας τρεῖς, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαώ· καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἐλιακεὶμ ἕτερος υἱὸς Ἰωσίου, ὃςμετωνομάσθη Ἰωακεὶμ, ἔτη ιαʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας, ὁ υἱὸς αὐτοῦ, μῆνας γʹ, καὶ ἐποίησε τὸ πονηρὸν καὶ ἀπήχθη εἰς Βαβυλῶνα. Ματθὰν ὁ υἱὸς αὐτοῦ. Τοῦτον Ναβουχοδονόσορ ἐποίησε βασιλέα, καὶ μετωνόμασε αὐτὸν Σεδεκίαν. Καὶ ἐβασίλευσεν ἔτη ιβʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἕως τούτου ἡ βασιλεία τοῦ Ἰούδα, καὶ κατελύθη, ὥσπερ καὶ τῆς Σαμαρείας. Καὶ γὰρ ἡ πόλις ἑάλω, καὶ πάντες ἀπήχθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα μετὰ σκευῶν. Εἰσὶ δὲ βασιλεῖς καʹ, ἐκτὸς Γοθολίας. Ὀνόματα τῶν βασιλέων τῶν γενομένων ἐν Σαμαρείᾳ, καὶ ποῖον τῆς ἑκάστου πράξεως γέγονε τέλος, καὶ πόσα ἔτη ἕκαστος ἐβασίλευσεν, οὕτως. Ἱεροβοὰμ υἱὸς Ναβὰθ ἔτη κδʹ. Οὗτος σχισθείσης τῆς βασιλείας ἀνελθὼν ἀπ' Αἰγύπτου πρῶτος ἐβασίλευσεν ἐν Σαμαρείᾳ, καὶ ἐποίησε τὸ πονηρὸν ὡς οὐδεὶς ἕτερος. Φοβούμενος γὰρ μὴ καταληφθῇ, ἐποίησε δαμάλεις χρυσᾶς δύο, καὶ ἠπάτησε τὸν λαὸν λέγων· Οὗτοί εἰσιν οἱ θεοὶ, οἱ ἀναγαγόντες ἡμᾶς ἐκ γῆς Αἰγύπτου. Ἐπλάσατο καὶ ἑορτὰς καὶ ἱερέας· Καὶ οὗτος ἐξήμαρτε τὸν Ἰσραήλ. Αὐτῷ γὰρ πάντες οἱ μετ' αὐτὸν κατηκολούθησαν. Ἐπὶ τούτου ἦν προφήτης Ἀχίας ὁ Σιλονίτης, καὶ ὁ ἐπικαλεσάμενος ἐπὶ τὸ θυσιαστήριον κατ' αὐτοῦ. Ναβὰθ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ οὐκ ἔτι τις ἐκ γένους αὐτοῦ ἐβασίλευσε. Ζαμβρὶ ἑτέρου γένους ἔτη ιβʹ. Βαασᾶ ἔτη κδʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου προφῆται ἦσαν Ἠλίας, καὶ Ἑλισσαῖος, καὶ Μιχαίας, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ ὁ πατάξας αὐτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ πολλοὶ καθ' ἑαυτοὺς υἱοὶ τῶν προφητῶν. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἑλισσαῖος· αὐτοῦγὰρ τοὺς πεντηκοντάρχους ἐπάταξεν ἐν πυρὶ Ἠλίας ἐν ῥήματι Κυρίου. Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἔτη ιβʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ οὐκέτι τις τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Καὶ ὁ μὲν Ἠλίας ἀνελήφθη ἐπὶ τούτου· ὁ δὲ Ἑλισσαῖος διέμεινεν ἕως Ἱεροβοὰμ, υἱὸν Ἰωὰςβασιλέως Ἰσραήλ. Ἦσαν δὲ καὶ ἐπὶ τούτου οἱ υἱοὶ τῶν προφητῶν. Ἰοῦ ἑτέρου γένους, υἱὸς Ναμεσσῆ, ἔτη κβʹ. Οὗτος ἀνεῖλε τὸ γένος Ἀχαὰβ καὶ τοὺς προφήτας τοῦ Βάαλ ἐν τῷ πτερνισμῷ, καὶ τὴν στήλην αὐτοῦ συνέτριψε. Καὶ ἐν τούτοις ποιήσας τὸ εὐθὲς, ἔσχε ἐπαγγελίαν, ὅτι Υἱοὶ τέταρτοι καθίσονταί σοι ἐπὶ θρόνου. Ἰοαχὰζ υἱὸς αὐτοῦ ἔτη ιζʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐπολέμησε τὴν Ἱερουσαλὴμ, καὶ ἔλαβε τὸ χρυσίον καὶ τὰ σκεύη. Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη μαʹ, καὶ ἐποίησε τὸ πονηρόν.

ϛ

Ζαχαρίας υἱὸς αὐτοῦ μῆνας ʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἕως τούτου γεγόνασι τοῦ γένους Ἰοῦ υἱοὶ τέταρτοι. Σελλοὺμ ἑτέρου γένους, υἱὸς Ἰαβὶς, ἡμέρας λʹ, καὶ ἐποίησε τὸ πονηρόν. Μαναὴμ ἄλλου γένους, υἱὸς Γαδδὴ, ἔτη κʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου Ἡσαΐας καὶ Ὠσηὲ ἦσαν προφητεύοντες. Φακεὲ ἄλλου γένους, υἱὸς Ῥωμελίου ἔτη κʹ. Οὗτος ἔσφαξε τὸν Φακείαν, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἦσαν Ἡσαΐας καὶ Ὠσηὲ οἱ προφῆται.Ὠσηὲ ἑτέρου γένους, υἱὸς Ἠλᾶ, ἔτη θʹ. Οὗτος ἔσφαξε τὸν Φακεὲ, καὶ ἐποίησε τὸ πονηρὸν, πλὴν οὐχ ὡς οἱ πρὸ αὐτοῦ. (Ὕστερος) Ὠσηὲ γέγονε βασιλεὺς Σαμαρείας. Ἐπ' αὐτοῦ γὰρ πέπαυται, καὶ ἀπώλετο ἡ Σαμάρεια, καὶ λοιπὸν Ἀσσύριοι κατῴκησαν ἐν αὐτῇ. Ἐξ ὧν αἱρετικοὶ Σαμαρεῖται γεγόνασι, καλούμενοι Σαδουκαῖοι. Ἐν τούτοις οὖν καὶ τελευτᾷ ὁ πᾶς σκοπὸς τῶν βιβλίων τῶν Βασιλειῶν.

Παραλειπόμενα βιβλίον αʹ. Παραλειπόμενα καλεῖται, ἐπειδὴ πολλὰ ἐν ταῖς Βασιλείαις παραλειφθέντα περιέχεται ἐν τούτοις τοῖς βιβλίοις. Ἔστι δὲ ἐν τούτῳ τῷ πρώτῳ γενεαλογία πασῶν φυλῶν ἀπὸ Ἀδὰμ ἕως τῶν βασιλέων κατὰ φυλὰς καὶ κατὰ δήμους καὶ κατὰ πατριὰς καὶ κατ' οἶκον. Τίνας τε ἔταξε τῶν Λευϊτῶν ∆αυῒδ ἐν αὐλοῖς καὶ κινύραις ᾄδειν τῷ Θεῷ, καὶ τίνας ἔταξεν ἐν τοῖς ἔργοις τοῦ ναοῦ. Πρότερος γὰρ αὐτὸς τὸν ναὸν κτίζειν ἤρξατο. Καὶ ἕτερά τινα λεπτομερῶς βασιλέων καὶ τῶν γενεῶν διέρχεται. Οἷς συναπτέον καὶ ταῦτα, ὅτι γίνεται ὁμοῦ τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ τοῦ ∆αυῒδ τὰ πάντα ἔτη υοδʹ. Οἱ δὲ βασιλεῖς πάντες γεγόνασιν ἐξ ἑνὸς γένους τοῦ ∆αυῒδ, καὶ οἳ μὲν ἐποιήσαντο τὸ εὐθὲς, εἰσὶ θʹ· οἳ δὲ τὸ πονηρὸν ἐποιήσαντο, ιβʹ, χωρὶς μέντοι Γοθολίας. Τῶν δὲ ἐν Σαμαρείᾳ βασιλευσάντων γίνονται ὁμοῦ τὰ πάντα ἔτη σξθʹ καὶ ἡμέραι λʹ· βασιλεῖς μὲν ιβʹ ἐκ διαφόρων ὀκτὼ γενεῶν γεγόνασιν· οἱ δὲ πάντες ἐποιήσαντο τὸ πονηρὸν, κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ. Παραλειπόμενα βιβλίον βʹ. Ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν Παραλειπομένων παράγονται πράξεις βασιλέων. Εἰσὶ δὲ οἱ ταύτας ἀναγράψαντες οἱ κατὰ καιροὺς ὄντες προφῆται. Ὑπὲρ δὲ τοῦ γινώσκειν ἐκ μέρους τοὺς συγγράψαντας, σημειωτέον οὗτος (λ. ὅτι) μὲν πράξεις ἔγκεινται ἐνταῦθα πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα· ἤτοι αἱ παραλειφθεῖσαι τῆς ἱστορίας τῶν βασιλέων. Οἱ δὲ τὰς ἁπάσας αὐτῶν πράξεις ἱστορήσαντες, εἰσὶν οὗτοι· τὰ περὶ τοῦ ∆αυῒδ ἔγραψε Σαμουὴλ, καὶ Ναθὰν καὶ Γὰδ οἱ προφῆται· τὰ περὶ Σολομῶντος, Ναθὰν καὶ Ἀχίας προφῆται· τὰ περὶ Ἱεροβοὰμ, Σαμέας καὶ Ἀδδὼ προφῆται· τὰ περὶ Ἀβιὰ, Ἀδδὼ ὁ προφήτης. Τὰ περὶ Ἀσὰ, ἐν τῷ βιβλίῳ λόγων περὶ τῶν βασιλέων Ἰούδα· τὰ περὶ Ἰωσαφὰτ, Ἰοὺ ὁ προφήτης, τοῦ Ἀναμὴ, ὃςκατέγραψε βιβλίον λόγων τῶν βασιλέων Ἰσραήλ. Τὰ περὶ Ἰωὰς, ἐπὶ τὴν γραφὴν τῶν βασιλέων. Τὰ περὶ Ἀμεσία. ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰπερὶ Ὀζίου, Ἰεσίας (σιξ) ὁ προφήτης. Τὰ περὶ Ἰωθὰμ, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ἄχαζ, ἐπὶ βιβλίον βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ἐζεκίου, Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης. Ταπερὶ Μανασσῆ, ἐπὶ λόγων τῶν ὁρώντων. Τὰ περὶ Ἰωσίου, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ἰωακεὶμ, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Ταῦτα ἔστιν εὑρεῖν οὕτω τεταγμένα ἐν τοῖς Παραλειπομένοις τῶν βασιλέων.

Ἔσδρας βιβλίον αʹ. Ἔσδρας καλεῖται τὸ βιβλίον, ἐπειδὴ αὐτὸς Ἔσδρας ἱερεὺς ὢν καὶ ἀναγνώστης, ἐξηγεῖται καὶ συγγράφει τὴν ἐπάνοδον τῶν υἱῶν Ἰσραὴλ ἐκ Περσίδος εἰς τὴν Ἱερουσαλὴμ γενομένην. Γέγονε δὲ ἡ ἐπάνοδος προτέρως μὲν ἐκ τοῦ προστάγματος, ἔπειτα δὲ κελεύσαντος Κύρου καὶ ∆αρείου τῶν βασιλέων ἐν χειρὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, καὶ Ἔσδρα καὶ Ζοροβάβελ, οἳ ἤρισαν προβλήμασι, τεθείσης ἐπαγγελίας, αἰτῆσαι τὸν νικῶντα ὅπερ ἐὰν θελήσῃ παρὰ τοῦ βασιλέως. Τοῦ τοίνυν ἑνὸς εἰπόντος νικᾷν τὸν οἶνον, καὶ τοῦ ἑτέρου εἰπόντος νικᾷν τὸν βασιλέα, ὁ Ζοροβάβελ εἶπεν νικᾷν τὰς γυναῖκας, ὑπὲρ δὲ πάντα τὴν ἀλήθειαν. Καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσε αἰτήσασθαι ὃ βούλεται, ἠξίωσε αὐτὸς ἀφεθῆναι τὴν αἰχμαλωσίαν, καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ. Καὶ γέγονεν ὡς ἠξίωσε, καὶ ἀφείθη ἡ αἰχμαλωσία. Τότε γὰρ ἐπληρώθη καὶ τὰ οʹ ἔτη τῆς ὀργῆς. Εἰσὶ τοίνυν οἱ ἀναβάντες ἀπὸ τῆς αἰχμαλωσίας ἀπὸ Ἰούδα καὶ Βενιαμὶν, καὶ οἱ Λευῗται, τὸν ἀριθμὸν μυριάδες δʹ καὶ δισχίλιοι, ἵπποι τλʹ, ἡμίονοι σμεʹ, κάμηλοι υλεʹ, παῖδες

ϛ

αὐτῶν καὶ παιδίσκαι #22ζτλδʹ, οἱ ᾄδοντες σʹ, ὄνοι #22ψκʹ, καὶ οἱ μὲν οἰκοδομοῦντες ἦσαν Ζοροβάβελ, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ Νεεμίας. Ὁ δὲ Ἔσδρας εὐφυὴςἐν τῷ νόμῳ, αὐτὸς προσεκόμισε τὸν νόμον, καὶ ἀνέγνω, καὶ διετύπωσε πάντα τὰ κατὰ τὸ ἱερὸν καὶ τοὺς Λευΐτας. Αὐτὸς ἔδειξε τὸν νόμον, καὶ πεποίηκε ἐκβληθῆναι τὰς ἀλλογενεῖς γυναῖκας τοὺς λαβόντας ἐν καιρῷ τῆς αἰχμαλωσίας. Καὶ ἐξέβαλον πάντες, καὶ ἐκαθαρίσθησαν, καὶ ἐποίησε τὸ πάσχα νομίμως, ὡς γέγραπται, καὶ τὴν νηστείαν, καὶ οὕτω τελειοῦται τὸ πρῶτον βιβλίον Ἔσδρα. Ἔσδρας βιβλίον βʹ. Ἐν τούτῳ τῷ βιβλίῳ τὰ αὐτὰ μὲν τῷ πρώτῳ λέγει ὁ Ἔσδρας περὶ τῆς ἐπανόδου, χωρὶς τῶν προβληθέντων. Καὶ τὰ πλείω δὲ ἐξηγεῖται περὶ Νεεμίου τοῦ εὐνούχου· ὅτι αὐτὸς ἠξίωσε περὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ· καὶ ὅτι μὲν Ἔσδρας ἀνεγίνωσκε, Ἰησοῦς δὲ καὶ Βανέας καὶ Σαραβίας ἦσαν συνετίζοντες τὸν λαόν. Καὶ ὁ μὲν Ἔσδρας ἀναγινώσκων διέστειλεν ἐν ἐπιστήμῃ Κυρίου· ὁ δὲ λαὸς συνῆκε ἐν τῇ ἀναγνώσει, καὶ ἐποίησε τὸ πάσχα, καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ ἐποίησε τὴν νηστείαν καὶ τὴν σκηνοπηγίαν, ὡς γέγραπται· Ὅτι, φησὶν, οὐκ ἐποίησαν οὕτως ἀπὸ τῶν ἡμερῶν Ἰησοῦ τοῦ Ναυῆ. Ἔσδρας δὲ ἑωρακὼς ἐπιμιγείσας γυναῖκας Ἀζωτίους τοῖς Ἑβραίοις, ἔπεισε πάντας ἐπαγγείλασθαι φυλάττειν τὸν νόμον τοῦ Θεοῦ. Καὶ ἐξέβαλε τὰς γυναῖκας, ὡς παράνομον γάμον, καὶ ὤμοσαν φυλάξαι τὸν νόμον. Καὶ οὕτως ἁγιασθέντες καὶ καθαρισθέντες εὐφράνθησαν, καὶ ἀπῆλθε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ. Ἱστορεῖται δὲ καὶ τοῦτο περὶ τοῦ Ἔσδρα, ὅτι ἀπολλυμένων τῶν βιβλίων ἐξ ἀμελείας τοῦ λαοῦ διὰ τὴν πολυχρόνιον αἰχμαλωσίαν, αὐτὸς Ἔσδρας, φιλόκαλος ὢν καὶ εὐφυὴς, καὶ ἀναγνώστης, ἐφύλαξε πάντα, καὶ λοιπὸν προήνεγκε, καὶ πάλιν ἐκδέδωκε· καὶ οὕτω διασώζεται τὰ βιβλία. Ἐσθὴρ βιβλίον. Ἐσθὴρ καλεῖται τὸ βιβλίον, ἐπειδὴ διὰ τῆς Ἐσθὴρ ὁ Θεὸς μέλλοντας ἀπολέσθαι παγγενῆ τοὺς Ἰουδαίους, αὐτοὺς μὲν διέσωσε, τὸν δὲ Ἀμὰν ἐπιβουλεῦσαι θελήσαντα ἐπάταξεν. Ἀρταξέρξης γὰρ ὁ βασιλεὺς τὴν ἰδίαν ἐκβαλὼν γυναῖκα, ἐζήτησεν ἐν τῇ βασιλείᾳ αὐτοῦ τὴν πάντων καλλίστην οὖσαν καὶ ὡραιοτέραν λαβεῖν ἑαυτῷ γυναῖκα· καὶ εὑρέθη Ἐσθὴρ τὸ γένος Ἰουδαία τυγχάνουσα. Ἦν δὲ καὶ Μαρδοχαῖος συγγενὴς αὐτῆς ἀπὸ τῆς αἰχμαλωσίας τῆς γενομένης ἐπὶ Σεδεκίου ἐν αὐτῇ τῇ χώρᾳ. Ὁ οὖν βασιλεὺς μέγαν ποιήσας τὸν λεγόμενον Ἀμὰν, ἐκέλευσε πάντας αὐτὸν προσκυνεῖν. Ἀλλὰ τοῦ Μαρδοχαίου τῇ πρὸς Θεὸν λατρείᾳ μὴ προσκυνοῦντος τὸν ἄνθρωπον, ὠργίσθη ὁ Ἀμὰν, καὶ μαθὼν ὅτι Ἰουδαῖός ἐστι, πείθει τὸν βασιλέα Ἀρταξέρξην, καὶ γράφει ὥστε πάντας τοὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ Ἰουδαίους ὁλοῤῥίζους ἀπολέσθαι ἐν μιᾷ ἡμέρᾳ τῷ δωδεκάτῳ μηνί. Τοῦτο τοίνυν μαθὼν ὁ Μαρδοχαῖος, ἐπένθει, καὶ νηστεύων, προὔπεμψε τὴν Ἐσθὴρ ἀξιῶν παρὰ αὐτῆς βοήθειαν γενέσθαι. Ἡ τοίνυν Ἐσθὴρ νηστεύσασα, καὶ εὐξαμένη τῷ Θεῷ, ἐκόσμησεν ἑαυτὴν τῷ γυναικείῳ κόσμῳ, καὶ μὴ κληθεῖσα (οὐκ ἦν γὰρ ἐξὸν μὴ κληθεῖσαν εἰσελθεῖν), ὅμως εἰσῆλθε παρὰ τὸν καιρὸν πρὸς τὸν βασιλέα, ἀντὶ τοῦ καιροῦ τῇ εὐχῇ θαῤῥοῦσα. Εἶτα τοῦ βασιλέως θαυμάζοντος τὸ ξένον, ἔπεσεν ἐκείνη ἀπὸ τοῦ φόβου. Ὁ δὲ Θεὸς μετέβαλε τὸν θυμὸν τοῦ βασιλέως εἰς διάθεσιν καὶ πραότητα· καὶ ἀναστὰς ἐβάστασε τὴν γυναῖκα, καὶ παρεκάλει αὐτὴν μὴ φοβεῖσθαι, ἀλλὰ καὶ ἠξίωσεν αὐτὴν αἰτεῖσθαι, εἴ τι βούλοιτο. Ἡ δὲ ἐπὶ δεῖπνον ἠξίωσεν ἐλθεῖν αὐτόν τε τὸν βασιλέα καὶ τὸν Ἀμὰν, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον. Ὁ μὲν οὖν Ἀμὰν διαχυθεὶς καὶ γανωθεὶς, ὡς ὑπὸ τῆς βασιλίδος ἀξιωθεὶς κληθῆναι, ἔτι μᾶλλον ἐπήρετο κατὰ τοῦ Μαρδοχαίου, καὶ ἐποίησε ξύλον κοπῆναι μέγα, βουλόμενος τὸν Μαρδοχαῖον τῇ ἑξῆς ἡμέρᾳ ἐν αὐτῷ κρεμάσαι. Ὁ δὲ βασιλεὺς κατά τινα πρόνοιαν ἀγαθὴν, ἀγρυπνήσας ἐκείνην τὴν νύκτα, καὶ μὴ δυνάμενος ὑπνῶσαι, ἐκέλευσεν ἀναγινώσκεσθαι αὐτῷ τῶν πράξεων αὐτοῦ τὰ ὑπομνήματα. Ἀναγινωσκομένων δὲ αὐτῶν, εὗρε πρᾶξιν ἀγαθὴν εἰς αὐτὸν γενομένην ὑπὸ τοῦ Μαρδοχαίου. ∆ύο γὰρ εὐνούχους μέλλοντας ἐπιβουλεύειν τῷ βασιλεῖ κατήνεγκεν αὐτῷ τῷ βασιλεῖ καὶ ἤλεγξεν. Ὁ τοίνυν βασιλεὺς ἀποδεξάμενος τὴν προαίρεσιν τοῦ Μαρδοχαίου, ἐζήτει τιμὴν ἀξίαν τῷ τοιούτῳ παρασχεῖν. Ὡς δὲ εἰσῆλθε πρωῒ πρὸς αὐτὸν ὁ Ἀμὰν, ἐπυνθάνετο ὁ βασιλεὺς αὐτοῦ, ὁποίας καὶ πηλίκης τιμῆς ἄξιός ἐστιν ὁ τὸν βασιλέα εὐεργετήσας. Ὁ δὲ Ἀμὰν νομίζων περὶ αὐτοῦ πυνθάνεσθαι τὸν βασιλέα, εἶπεν ἄξιον εἶναι τὸν τοιοῦτον δεύτερον βασιλέα καλεῖσθαι. Ὁ μὲν οὖν βασιλεὺς κελεύει τὸν Μαρδοχαῖον τῆς τοιαύτης ἀξιωθῆναι τιμῆς, καὶ τὸν Ἀμὰν ἔμπροσθεν αὐτοῦ περιπατεῖν. Ἡ δὲ Ἐσθὴρ πρόφασιν εὑροῦσα, ἠξίωσε περὶ τῶν Ἰουδαίων. Εἶτα τοῦ βασιλέως λυπηθέντος ἐπὶ τῷ παρανόμῳ προστάγματι τῷ κατὰ τῶν Ἰουδαίων, καὶ ὀργισθέντος κατὰ τοῦ Ἀμὰν, αὐτὸς ὁ Ἀμὰν παρεκάλει τὴν Ἐσθὴρ, ἀπόντος τοῦ βασιλέως, ἐπικύπτων καὶ προσκυνῶν τὰ γόνατα αὐτῆς. Ὁ δὲ βασιλεὺς καὶ ἑωρακὼς τὸν Ἀμὰν ἁπτόμενον τῶν ἰχνῶν τῆς βασιλίσσης, ὑπονοήσας αἰσχρῶς αὐτὸν τοῦτο ποιεῖν, ἐκέλευσεν αὐτὸν μὲν τὸν Ἀμὰν εἰς τὸ ξύλον, ὅπερ ἦν ἑτοιμάσας τῷ Μαρδοχαίῳ, κρεμασθῆναι· γράφει δὲ ἄνεσιν μὲν ἔχειν πάντας τοὺς Ἰουδαίους, τοὺς δὲ ἐχθροὺς αὐτῶν ἀναιρεθῆναι παρ' αὐτῶν. Καὶ οἱ μὲν ἀναιρεθέντες εἰσὶ μύριοι πεντακισχίλιοι. Γέγονε δὲ ἑορτὴ τῇ ιδʹ καὶ ιεʹ ἐν τῷ μηνὶ τῷ δωδεκάτῳ, ὅστις καλεῖται Ἄδαρ. Καλεῖται δὲ ἡ ἡμέρα αὕτη τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Φουρά. ∆ιὰ τοῦτο κατὰ τὴν ἡμέραν ταύτην καίουσιν οἱ Ἰουδαῖοι τὸν Ἀμὰν, καὶ ἑορτάζουσι, μνημόσυνον οὖσαν τῆς σωτηρίας αὐτῶν. Καὶ ἐν τούτοις τέλος ἔχει τὸ βιβλίον. Τωβὶτ βιβλίον. Τωβὶτ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν περὶ αὐτοῦ τοῦ Τωβὶτ ἱστορίαν περιέχει. Ἔστι δὲ ὁ Τωβὶτ ἀπὸ μὲν φυλῆς Νεφθαλεὶμ, γέγονε δὲ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἦν ἐν τῇ Νινευῒ ἐλεήμων καὶ θεοσεβής. Καὶ γὰρ ἐν τῇ αἰχμαλωσίᾳ γενόμενος, οὐκ ἤσθιε κοινὸν ἄρτον ἀπὸ τῶν ἐθνῶν, ἀλλ' ἑαυτὸν συνετήρησε. Ἦν δὲ καὶ ἀγοραστὴς τοῦ βασιλέως Ἐνεμασάρου, καὶ παρέθετο ἐν τῇ Μηδείᾳ Γαβαὴλ τάλαντα ιʹ. Οὗτος οὖν ὁ Τωβὶτ σπουδὴν εἶχε θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων. ∆ιαβληθεὶς δὲ τῷ βασιλεῖ Ἀχειρὴλ, ἔφυγε. Καὶ ἐπανελθὼν, καὶ θάψας τινὰ τῶν ἀποθανόντων, ἐκοιμήθη ἔξω τοῦ τείχους, καὶ ὡς εἴωθε κοιμώμενος, ἀνεῳγμένους εἶχε τοὺς ὀφθαλμοὺς, στρουθίων δὲ ἀφοδευσάντων ἄνωθεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώματα ἔσχε, καὶ οὐκέτι ἔβλεπεν. Ἦν δὲ καὶ ἐν Ἐκβατάνοις θυγάτηρ τοῦ Ῥαγουὴλ συγγενοῦς αὐτοῦ Σάῤῥα ὀνόματι. Ταύτην γαμηθῆναι οὐκ ἐπέτρεπεν ὁ δαίμων Ἀσμοδαῖος· ἑπτὰ γοῦν ἑξῆς λαβόντας αὐτὴν ἀπέκτεινε [καὶ πάνυ λυπηθεῖσα· ἑπτὰ γὰρ λαβόντας ἑξῆς αὐτὴν ἀπέκτεινε]. Καὶ πάνυ λυπηθεῖσα ἡ παῖς ηὔξατο· καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ Θεὸς τὸν ἀρχάγγελον Ῥαφαήλ. Ὁ τοίνυν Τωβὶτ παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ μὴ λαβεῖν ἀλλαχόθεν γυναῖκα, εἰ μὴ ἐκ τῆς φυλῆς αὐτοῦ καὶ τοῦ γένους, δίδωσιν αὐτῷ τὸ χειρόγραφον τῶν δέκα ταλάντων, καὶ ἐντέλλεται αὐτῷ ἀπελθεῖν καὶ ἀπαιτῆσαι. Ἀγνοῶν δὲ ὁ παῖς τὴν ὁδὸν καὶ τὸν ἄνθρωπον, ἐξέρχεται ζητῆσαι συνοδοιπόρον. Κατὰ Θεοῦ πρόνοιαν εὑρίσκει τὸν Ῥαφαὴλ, ὡς ἄνθρωπον ἑστῶτα ἔξω, καὶ μισθοῦται αὐτὸν λέγοντα εἰδέναι τὴν ὁδόν. [Καὶ συνοδεύει αὐτῷ ὁ ἄγγελος ὡς ἄνθρωπον λέγοντα εἰδέναι τὴν ὁδόν.] Καὶ συνοδεύει αὐτῷ ὁ ἀρχάγγελος Ῥαφαὴλ ὡς ἄνθρωπος λεγόμενος Ἀζαρίας. Ἐλθόντων δὲ αὐτῶν εἰς τὸν Τίγρην ποταμὸν, ἠθέλησεν ὁ παῖς εἰς αὐτὸν καταβῆναι καὶ λούσασθαι, καὶ εὐθὺς ἰχθὺς ἐπεπήδησε τῷ παιδαρίῳ μέγας. Ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ ἐπιλαβέσθαι τοῦ ἰχθύος καὶ τεμεῖν αὐτὸν καὶ λαβεῖν τό τε ἧπαρ καὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν χολὴν, καὶ ταῦτα τηρεῖν. Εἶτα πυνθανομένου τοῦ παιδὸς, εἰς τί χρήσιμα ταῦτα, ἐκεῖνος ἔφη· Τὸ ἧπαρ καὶ ἡ καρδία θυμιώμενα διώξει τὸν δαίμονα· ἡ δὲ χολὴ καθαρίσει τὰ λευκώματα. Ὁ μὲν οὖν παῖς συμβουλίᾳ καὶ συνεργίᾳ τοῦ ἀγγέλου λαμβάνει τὴν τοῦ Ῥαγουὴλ θυγατέρα τὴν Σάῤῥαν γυναῖκα, διωχθέντος τοῦ δαι μονίου ἐν τῷ θυμιάματι τούτῳ, καὶ δεθέντος εἰς τὰ ἀνώτερα μέρη Αἰγύπτου ὑπὸ τοῦ ἀγγέλου. Μείνας δὲ μετὰ τῆς γυναικὸς ὁ Τωβίας, ἀποστέλλει τὸν Ἀζαρίαν, ὡς ἄνθρωπον ὄντα, εἰς τὴν Μηδίαν, καὶ ἀπαιτήσας ἐκεῖνος τὰ δέκα τάλαντα ὑπέστρεψε μετὰ τῆς γυναικὸς καὶ αὐτοῦ τοῦ ἀγγέλου πρὸς τὸν πατέρα. Ὑποστρέψας δὲ ὁ παῖς, ἐγχρίει τῇ χολῇ τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς, καὶ ἀποπίπτουσιν αἱ λεπίδες, καὶ εὐθὺς ἀνέβλεψε. Ὅτε μὲν ἐτυφλώθη ὁ Τωβὶτ, ἦν ἐτῶν νηʹ, ὅτε δὲ ἀνέβλεψε, ἦν ἐτῶν ξ ʹ. Καὶ λοιπὸν βλέψαντος αὐτοῦ, ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπος ἦν, ἀλλὰ παρὰ τοῦ Θεοῦ ἀπεστάλη εἰς βοήθειαν αὐτῶν τε καὶ τῆς Σάῤῥα. Γηράσας δὲ ὁ Τωβὶτ, παρήγγειλε τῷ υἱῷ αὐτοῦ Τωβίᾳ, ἀπελθεῖν εἰς τὴν Μηδίαν διὰ τὴν ἐσομένην καταστροφὴν τῆς Νινευῒ κατὰ τὸ ῥῆμα Ἰωνᾶ τοῦ προφήτου, καὶ ἐκλιπὼν ἀπέθανε ἐτῶν ὢν ρνεʹ. Ὁ δὲ υἱὸς αὐτοῦ Τοβίας ἀπελθὼν εἰς τὴν Μηδίαν, καὶ θάψας τοὺς πενθεροὺς αὐτοῦ, καὶ ἀκούσας περὶ τῆς καταστροφῆς Νινευῒ, ἀπέθανε καὶ αὐτὸς ρζʹ ἐτῶν ὤν. Καὶ ἐν τούτοις τέλος ἔχει καὶ τοῦτο τὸ βιβλίον.

Βιβλίον Ἰουδίθ. Ἰουδὶθ καλεῖται τὸ βιβλίον, ἐπειδὴ πολεμουμένους καὶ πολιορκουμένους ὑπὸ τοῦ Ὀλοφέρνου τοῦς υἱοὺς Ἰσραὴλ ὁ Θεὸς διὰ τῆς Ἰουδὶθ τοὺς μὲν λαοὺς ἔσωσε, τὸν δὲ Ὀλοφέρνην ἐπάταξεν. Ἡ δὲ ἱστορία αὕτη· Ναβουχοδονόσορ ὁ βασιλεὺς τῶν Ἀσσυρίων, πόλεμον ἔχων πρὸς Ἀρφάξαδ βασιλέα Μήδων, ᾔτησε συμμαχίαν παρὰ τῶν ἐθνῶν πάντων ἕως Αἰγύπτου. Μὴ δεδωκότων δὲ αὐτῶν, ἀλλ' ἀντειρηκότων πάντων, μετὰ τὸ νικῆσαι καὶ περιγενέσθαι τοῦ Ἀρφάξαδ, ἔθετο κατὰ τῶν μὴ δεδωκότων πόλεμον. Καὶ ἀπέστειλε τὸν Ὀλοφέρνην μετὰ δυνάμεως πολλῆς κατ' αὐτῶν. Τὰ μὲν οὖν ἄλλα πάντα ἔθνη ἔλαβε, καὶ τὰ εἴδωλα αὐτῶν συνέτριψεν. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἠσφαλίσαντο ἑαυτοὺς, καὶ οὐχ ὑπήκουσαν τῷ Ὀλοφέρνῃ, οὔτε ἐφοβήθησαν αὐτοῦ τὴν ἀπειλήν. Ὁ τοίνυν ἱερεὺς Ἰωακεὶμ ἔγραψε τοῖς ἐν Βετυλούᾳ φράξαι τὴν ὁδὸν Ὀλοφέρνου, ἐπειδὴ ἐκεῖθεν ἦν αὐτοῦ ἡ ὁδὸς, καὶ ἔφραξαν. Καὶ ὁ μὲν Ὀλοφέρνης παρετάσσετο εἰς πόλεμον. Ἀχιὼρ δὲ ὁ ἡγούμενος τῶν υἱῶν Ἀμμὼν συνεβούλευσε τῷ Ὀλοφέρνῃ μὴ πολεμεῖν τὸ ἔθνος τῶν Ἑβραίων διὰ τὸ ὑπερασπίζειν αὐτῶν τὸν Θεόν. Καὶ ὀργισθεὶς Ὀλοφέρνης ἀπέστρεψεν αὐτὸν εἰς Βετουλᾶ, ἀπειλήσας ἀναιρεῖν αὐτὸν εἰ περιγένοιτο τῶν Ἑβραίων. Ὁ μὲν οὖν Ἀχιὼρ ἦν Βετουλᾶ ἀναπαυόμενος. Ὁ δὲ Ὀλοφέρνης ἐπολιόρκει τὴν πόλιν, προκαταλαβὼν τὰ ὕδατα. Ἤδη δὲ τοῦ λαοῦ ἐκλυθέντος διὰ τὸ δίψος, καὶ μελλόντων ἐκδοῦναι τὴν πόλιν τῶν ἀρχόντων, Ἰουδὶθ ἀποβαλοῦσα τὰ τῆς χηρείας ἱμάτια (ἐπένθει γὰρ τὸν ἄνδρα, καὶ δι' ὅλου νηστεύουσα ἦν), ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην, καὶ πολλὰ παρακαλέσασα, ὥστε μὴ ἐκδοῦναι τὴν πόλιν ἄχρις ἡμερῶν εʹ, ἐξῆλθεν αὐτὴ πρὸς τὸν Ὀλοφέρνην, καὶ τῇ σοφίᾳ αὐτῆς ἀπατήσασα αὐτὸν, τῇ τρίτῃ ἡμέρᾳ ἀπεκεφάλισεν αὐτὸν [τῇ τρίτῃ ἡμέρᾳ], ἀγνοούντων στρατιωτῶν αὐτοῦ, καὶ οὕτω λοιπὸν ἀπὸ τοῦ τείχους οἱ πολῖται ἀφάψαντες τὴν κεφαλὴν Ὀλοφέρνου, τοῖς αὐτοῦ στρατηγοῖς ὑπέδειξαν. Ἐντεῦθεν οἱ γὰρ Ἀσσύριοι ἔφυγον, οἱ δὲ υἱοὶ Ἰσραὴλ πανταχόθεν συνδραμόντες κατέκοψαν τοὺς Ἀσσυρίους. Σωθέντες δὲ καὶ σκυλεύσαντες τοὺς πολεμίους, δεδώκασι τῇ Ἰουδὶθ πάντα τὰ τοῦ Ὀλοφέρνου. Αὐτὴ δὲ Ἰουδὶθἀπελθοῦσα εἰς Ἱερουσαλὴμ ἀνέθηκε πάντα τῷ Κυρίῳ, καὶ ἐπιστρέψασα εἰς τὸν οἶκον αὐτῆς, τὴν αὐτὴν εἶχε ἄσκησιν, καὶ διέμεινεν ἕως θανάτου χήρα, μηδενὸς αὐτὴν ἰσχύοντος πεῖσαι πρὸς γάμον ἐλθεῖν. Ἀπέθανε δὲ ζήσασα καλῶς ἐν τῇ χηρείᾳ αὐτῆς ἐτῶν ρεʹ. Καὶ ἐν τούτοις τέλος ἔχει τὸ βιβλίον. Ἰὼβ βιβλίον. Ἰὼβ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν κατ' αὐτὸν ἱστορίαν περιέχει, πῶς τε πέπονθε πειρασθεὶς ὑπὸ τοῦ διαβόλου, καὶ νικήσας αὐτὸν ἐν τῷ ὑπομεῖναι εὐσεβῶς τὰς ἐπενεχθείσας αὐτῷ πληγάς· καὶ διπλᾶ πάντα ἀπέλαβε, καὶ γέγονεν ἐνδοξότερος ὑπὲρ ὃ ἦν. Πέπονθε δὲ ἐτῶν ὢν οʹ, ἐπέζησε δὲ μετὰ τὰς πληγὰς ἔτη ροʹ, ὡς εἶναι τὰ πάντα τῆς ζωῆς αὐτοῦ ἔτη σμʹ. Γέγονε δὲ Ἰὼβ πρὸ Μωϋσέως· ἀπὸ γὰρ Ἀβραὰμπέμπτος ἦν, ἔγγονος Ἡσαῦ. ∆ιὰ δὲ τὴν γενομένην κατ' αὐτοῦ πληγὴν ἦλθον πρὸς αὐτὸν φίλοι παρακαλεῖν αὐτὸν, καὶ τοσοῦτον φιλονείκως καὶ ἀνηλεῶς πρὸς αὐτὸν διετέθησαν τοῖς λόγοις, ὥστε καὶ ἁμαρτίαν αὐτοῖς τὸ πρᾶγμα λογισθῆναι. Ὁ δὲ Ἰὼβ παρεκάλεσε τὸν Θεὸν ὑπὲρ αὐτῶν, καὶ συνεχωρήθη αὐτοῖς. Εἰσὶν οὖν τῷ Ἰὼβ διάλογοι πρὸς τοὺς φίλους ηʹ· τοῦ Ἐλιφὰζ πρὸς αὐτὸν τρεῖς· τοῦ Σωφὰρ πρὸς αὐτὸν δύο· καὶ τοῦ Βαλδὰδ τρεῖς. Ἔτι δὲ καὶ τοῦ Ἐλιοὺζ τοῦ Βαραχιὴλ τοῦ Βουζίτου. Καὶ λοιπὸν ὁ Κύριος χρηματίζει τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφέλης. Ἀποκρίνεται δὲ καὶ Ἰὼβ τῷ Κυρίῳ διὰ λόγων δύο. Καὶ τοῦτο τέλος ἔχει τὸ βιβλίον. Ἔστι δὲ ὁ σκοπὸς αὐτοῦ ἅπας πρὸς ὑπομονὴν ἐκκαλούμενος τοὺς ἐν πειρασμοῖς περιπίπτοντας, κἂν πάνυ ἐπ' εὐσεβείᾳ μεμαρτύρηνται, καὶ μὴ σκανδαλίζεσθαι, ἀλλ' ἐπιφωνεῖν· Ὁ Κύριος ἔδωκε, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· ἔτι καὶ τὸ, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· καὶ ἐντεῦθεν λοιπὸν μανθάνειν πόση τῆς ὑπομονῆς ἡ ὠφέλεια· καὶ γὰρ ἐντεῦθεν κἀκεῖ τὴν μισθαποδοσίαν λήψονται ὡς Ἰώβ. Ἔτι δὲ καὶ ἀναδείξῃ ὁ Θεὸς ἀπείραστος κακῶν, πειράζει δὲ οὐδένα· παραχωροῦντος δὲ τοῦ Θεοῦ πειρασμοὶ τοῖς ἀνθρώποις ὑπὸ δαιμόνων ἐπέρχονται, διὰ τὴν ἑκάστου δοκιμὴν καὶ τελείωσιν. Φασὶ δὲ Σολομῶντα συντεταχέναι καὶ τοῦτο τὸ βιβλίον, εἰ μὴ ἄρα Μωϋσέως ἐστὶ σύγγραμμα. Ἡ μὲν περιοχὴ τοῦ βιβλίου τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τούτοις. Ἐν προοιμίοις μὲν, ὡς ἦν Ἰὼβ οἰκῶν ἐν χώρᾳ τῇ Αὐσίτιδι· εἶτα μαρτυρία τῆς Γραφῆς περὶ τῆς ἀγαθῆς αὐτοῦ πολιτείας· καὶ ὅτι ἦσαν οἱ υἱοὶ αὐτῷ ζʹ, καὶ θυγατέρες ʹ· καὶ περὶ ἀριθμοῦ τῶν κτηνῶν αὐτοῦ. Καὶ ὅτι πορευόμενοι οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν σὺν ταῖς τρισὶν ἀδελφαῖς αὐτῶν. Καὶ ἐπέστελλε Ἰὼβ καὶ ἐκαθάριζε τοὺς υἱοὺς αὐτοῦ, προσφέρων περὶ αὐτῶν θυσίαν τῷ Κυρίῳ. Πρώτη μαρτυρία τοῦ Κυρίου περὶ τοῦ Ἰὼβ πρὸς τὸν διάβολον, πρώτη φθονολογία τοῦ διαβόλου περὶ Ἰὼβ πρὸς τὸν Κύριον. Ἔδωκεν ἐξου σίαν ὁ Κύριος τῷ διαβόλῳ, πάντα ὅσα ἦν τῷ Ἰὼβ, ἐκτὸς αὐτοῦ μόνου. Πρῶτον εὐαγγελίζεται ὁ διάβολος τῷ Ἰὼβ περὶ τῆς αἰχμαλωσίας τῶν ἵππων καὶ τῶν ὄνων, καὶ τοῦ παταγμοῦ τῶν παίδων. Περὶ τοῦ δευτέρου ἀγγέλου, ὃς εἶπε πρὸς Ἰώβ· Ἐμπεπύρισταί σου τὰ πρόβατα, καὶ οἱ ποιμαίνοντες αὐτά. Περὶ τοῦ τρίτου ἀγγέλου, ὃς εἶπε πρὸς Ἰὼβ περὶ τῆς αἰχμαλωσίας τῶν καμήλων καὶ τοῦ παταγμοῦ τῶν παίδων. Τέταρτος ἄγγελος ἔρχεται πρὸς αὐτὸν, ὅτι Συνεπτώθη ἡ οἰκία, καὶ ἐθανατώθησαν πάντες οἱ υἱοί σου. Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ, οὐδὲ ἥμαρτε Ἰὼβ ἐναντίον Κυρίου. Καὶ δευτέρα μαρτυρία τοῦ Κυρίου πρὸς τὸν διάβολον, ἐγκωμιάζουσα τὸν Ἰὼβ, καὶ δευτέρα φθονολογία τοῦ διαβόλου περὶ Ἰὼβ πρὸς τὸν Κύριον. Καὶ ὡς ἀπέδοτο Κύριος τὸν Ἰὼβ, φυλαττομένης τῆς ψυχῆς. Ἐξελθὼν δὲ ὁ διάβολος ἔπαισε τὸν Ἰὼβ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Καὶ καθίσας Ἰὼβ ἐπὶ τῆς κοπρίας ἔξεε τὸν ἰχῶρα. Ἐντέλλεται τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ εἰπεῖν εἰς Κύριον, καὶ τελευτῆσαι· καὶ ἐπιτιμᾷ αὐτῇ. Ἤκουσαν οἱ τρεῖς φίλοι τοῦ Ἰὼβ, Ἐλιφὰζ ὁ Θαιμανιτῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχέων τύραννος, Σωφὰρ ὁ Μηναίων βασιλεὺς πάντα τὰ ἐπελθόντα αὐτῷ. Καὶ παρεγένοντο πρὸς αὐτὸν ἕκαστος ἐκ τῆς ἰδίας χώρας, τοῦ ἐπισκέψασθαι αὐτὸν, καὶ ἐπιγνόντες αὐτὸν, διέῤῥηξεν ἕκαστος τὴν στολὴν αὐτοῦ ἐπὶ τῷ πάθει. Μετὰ δὲ τὴν πληγὴν πρῶτον ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ, καὶ κατηράσατο τὴν ἡμέραν καὶ τὴν νύκτα ἐν ᾗ ἐγεννήθη. Περὶ τοῦ, Ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον, οὕτω δέδοται τοῖς ἐν πικρίᾳ φῶς, οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσι. Θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις. Ὑπολαβὼν πρῶτος Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει πρὸς Ἰώβ· Μνήσθητι τίς καθαρὸς ὢν ἀπώλετο, ἢ πότε ἀληθινοὶ ὁλόῤῥιζοι ἀπώλοντο. Ὅτι γαυρίαμα δρακόντων ἐσβέσθη· μυρμηκολέων δὲ ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν· σκύμνοι λεόντων ἔλιπον ἀλλήλους. Ὡς οὐκ ἔστι βροτὸς καθαρὸς ἐναντίον Κυρίου, καὶ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ. Οἱ ἄφρονες, φησὶ, κἂν ῥίζας βάλωσιν, εὐθέως βρωθήσεται ἡ δίαιτα αὐτῶν, διότι ἃ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται. Ἄνθρωπος, φησὶ, γεννᾶται κόπῳ, καὶ νεοσσοὶ γυπῶν ὑψηλὰ πέτονται. Καταλαμβάνει δὲ Κύριος τοὺς σοφοὺς ἐν φρονήσει αὐτῶν, καὶ τὰς βουλὰς τῶν πολυπλόκων ἐξιστᾷ. Τὸν ἀθῷον ἐξ ἀναγκῶν ἐξελεῖται Κύριος, καὶ ἐν τῷ ἑβδόμῳ οὐ μὴ ἅψεται αὐτοῦ κακόν. Σὺ δὲ γνῶθι σεαυτὸν, εἴ τι ἔπραξας. Πρώτη πρὸς Ἐλιφὰζ τοῦ Ἰὼβ ἀντίλεξις· περὶ τοῦ, Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν, καὶ δὴ ἄμμου παραλίας βαρύτερα ἔσται. Περὶ τοῦ, Μὴ γὰρ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ' ἢ τὰ σιτία ζητῶν; Εἰ δὲ καὶ ῥήξει φωνὴν (βοῦς) ἐπὶ φάτνης ἔχων τὰ βρώματα; Μὴ ἰσχὺς λίθων καὶ ἰσχύς μου; αἱ σάρκες μού εἰσι χάλκεαι; Ὅτι, Ὥσπερ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ. ὅτι, Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι; Ὅτι, Ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διατί ἔθου με κατεντευκτήν; Μετὰ δὲ Ἐλιφὰζ δεύτερος ὑπολαβὼν Βαλδὰδ ὁ Σαυχεώτης λέγει πρὸς Ἰώβ· Μέχρι τίνος λαλήσεις; Πνεῦμα πολυῤῥῆμον ἐν τῷ στόματί σου. Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας οὐ παρέξει τὸ δίκαιον; Περὶ τοῦ, Ὥσπερ οὐ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψοῦται βούτομος ἄνευ πότου· ἔτι γὰρ ὢν ἐπὶ ῥίζαν, οὐ μὴ θερισθῇ. Πρὸ τοῦ γὰρ πεσεῖν πᾶσαν βοτάνην ξηρανθήσεται· οὕτως ἔσται τὰ ἔσχατα πάντα τῶν ἐπιλανθανομένων τοῦ Θεοῦ. Πρώτη τοῦ Ἰὼβ πρὸς Βαλδὰδ ἀντίλεξις· ὅτι, Ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος [βροτὸς] παρὰ Κυρίῳ; Περὶ τοῦ, Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ' ἐδάφους, ποιῶν Πλειάδα καὶ Ἕσπερον. Τίς κρίματος Θεοῦ ἀντιστήσεται; Ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· κἄν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. Περὶ τοῦ· Ὁ βίος μού ἐστιν ἐλαφρότερος δρομέως. Εἰ καὶ ἐστὶ ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, καὶ τὰ ἑξῆς. Ὥσπερ ἐγινόμην οὐκ ὤν. ∆ιατί ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; ὅτι [σιξ]. Μετὰ Ἐλιφὰζ Βαλδὰδ, μετὰ Βαλδὰδ Σωφὰρ ὁ Μηναῖος κατὰ τὴν οἰκείαν τάξιν, ὥσθ' ἕκαστον αὐτῶν περιμένειν τὰ κρείττονα λέγειν πρὸς τὸν Ἰώβ. Ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται. Περὶ τοῦ· ὅτι Ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. Ἐκδύσῃ δὲ ῥύπον, καὶ οὐ φοβηθήσῃ, καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθόν. Ἡ γὰρ εὐχή σου ὡς ἑωσφόρος. Πρώτη τοῦ Ἰὼβ πρὸς Σωφὰρ ἀντίλεξις· ὅτι, Ὑμεῖς μόνοι ἐστὲ ἄνθρωποι, ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; Κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἔσται. Περὶ τοῦ, Τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα; Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων, καὶ πνεῦμα παντὸς ἀνθρώπου. Ἐὰν, φησὶ, τὸ ὕδωρ κωλύσῃ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. Περὶ τοῦ, Τίς καθαρὸς ἔσται ἀπὸ ῥύπου; Ἀλλ' οὐθεὶς, ἐὰν κἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ, ∆ένδρῳ ἐστὶν ἐλπίς· ἐὰν μὲν ἐκκοπῇ, καὶ πάλιν ἀνθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ. Ἀνὴρ δὲ τελευτήσας ᾤχετο· πεσὼν δὲ βροτὸς, οὐκέτι ἔνι. ∆ευτέρα ἀρχὴ πάλιν. Ἐλιφὰζ πρὸς Ἰώβ· ὅτι, Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα; Ἐλέγξαι σε γὰρ τὸ στόμα σου, καὶ μὴ ἐγώ. Περὶ τοῦ, Τίς γὰρ ὢν βροτὸς, ἔσται ἄμεμπτος; ἢ ἔσται δίκαιος γεννητὸς γυναικός; ∆ευτέρα ἀντίλεξις Ἰὼβ πρὸς Ἐλιφάζ. Ἀκήκοαγὰρ τοιαῦτα πολλά. Παρακλήτορες γὰρ κακῶν πάντες. Ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου· ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Εἴη δὲ ἔλεγχος ἀνδρὶ ἐναντίον Κυρίου. Περὶ τοῦ, Τὴν νύκτα εἰς ἡμέραν τέθεικε. Ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος. Θάνατον γὰρ ἐπεκάλεσα πατέρα μου εἶναι, μητέρα δὲ καὶ ἀδελφήν μου σαπρίαν. ∆εύτερος δὲ πάλιν ὑπολαβὼν Βαλδὰδ, λέγει πρὸς Ἰώβ· Μέχρι τίνος οὐ παύσῃ; Τί γὰρ, ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ' οὐρανόν; ∆ευτέρα Ἰὼβ πρὸς Βαλδάδ· Ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου, καὶ καθαιρεῖτέ με λογισμοῖς; καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοι; Περὶ τοῦ, Τὴν δόξαν μου ἐξ ἐμοῦ ἐξεῖλε, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. Περὶ τοῦ, ὅτι Ἀπ' ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασι. Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· καὶ ἱκέτευον τὴν γυναῖκά μου, καὶ οὐ προσέσχε· προσεκαλούμην δὲ υἱοὺς παλλακίδων μου, εἰς τὸν αἰῶνα δὲ ἀπεποιήσαντό με. Ἐλεήσατέ με, ἐλεήσατε, ὦ φίλοι. ∆ιατί με διώκετε, ὥσπερ ὁ Κύριος; Τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου; Παρὰ Κυρίου ταῦτά μοι συνετελέσθη. Ὁ γὰρ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος. Ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ. Εὐλαβήθητε καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος. ∆εύτερον πάλιν ὑπολαβὼν Σωφὰρ λέγει πρὸς Ἰώβ· Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα. Περὶ τοῦ, Εὐφροσύνη ἀσεβῶν πτῶμα ἐξαίσιον· χαρμονὴ δὲ παρανόμων ἀπώλεια. Ὅτε δὲ δοκεῖ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Περὶ τοῦ, Ὀστᾶ αὐτοῦ ἀνεπλήσθησαν νεότητος αὐτοῦ. Καὶ ὅτι, Ἂν γλυκανθῇ ἐν τῷ στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ. Ὥσπερ χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτῆς, οὕτω πλοῦτος ἐξ ἀδίκων συναγόμενος ἐξεμεθήσεται. Ὅτι, Εἰς κενὰ καὶ μάταια ἐκοπίασε, συνάγων πλοῦτον ἐξ οὗ οὐ γεύσεται. Ὅτι, Πολλῶν ἀδυνάτων οἴκους ἔθλασε. Τρῶσαι αὐτὸν, φησὶ, τόξον χάλκειον, καὶ διεξέλθοι διὰ στόματος αὐτοῦ βέλος. Ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσουσιν. Αὕτη γὰρ ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου. ∆ευτέρα τοῦ Ἰὼβ πρὸς Σωφὰρ ἀντίλεξις· Ἀκούσατε, ἀκούσατέ μου τῶν λόγων, ἵνα ᾖ μὴ παρ' ὑμῶν παράκλησις. Τί γάρ; μὴ ἀνθρώπῳ μου ἡ ἔλεγξις; ∆ιὰ τί γὰρ ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ καὶ εὐθηνίᾳ; ∆ιεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα. Ὅπου Λέγει ὁ ἀσεβὴς τῷ Κυρίῳ· Ἀπόστηθι ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι. Τί ἱκανὸς ὅτι δουλεύσομαι αὐτῷ; Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Αὐτὸς δὲ πόνους διακρίνει. Ὥστε οἶδα ὑμᾶς, ὅτι τόλμῃ ἔγκεισθέ μοι. Καὶ περὶ τοῦ, Ποῦ ἐστιν οἶκος ἀρχόντων; Εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός· καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται. Τρίτος πάλιν ὑπολαβὼν Ἐλιφὰζ λέγει· Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; Ἐνταῦθα λέγει Ἐλιφὰζ πρὸς Ἰὼβ, ὅτι Χήρας ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. Καὶ εἶπας, Τί ἔγνω ὁ ἰσχυρός; Οἱ λέγοντες, Τί ποιήσει ἡμῖν Κύριος; καὶ τί ἐπάξεται ἡμῖν ὁ πάντων κρατῶν; Περὶ τοῦ, Καθαρὸν ἀποδώσει σε Κύριος ὥσπερ ἄργυρον πεπυρωμένον. Ἀνάβλεψον εἰς τὸν οὐρανὸν ἱλαρῶς. Εὐξαμένου δέ σου πρὸς αὐτὸν, εἰσακούσεταί σου, καὶ διασωθήσῃ ἐν καθαραῖς χερσί σου. Τρίτη τοῦ Ἰὼβ ἀντίλεξις πρὸς Ἐλιφάζ. Καὶ δὴ οἶδα, ὅτι χειρός μου ἡ ἐλεημοσύνη μού ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονε ἐπ' ἐμῷ στεναγμῷ. Εἰ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι σκότος. Ἀσεβεῖς ὅρον ὑπερέβησαν, καὶ γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων. Ἀναφανείη τὰ φυτὰ αὐτῶν ἀπὸ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. Τρίτος ὑπολαβὼν Βαλδὰδ λέγει· Ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ. Μὴ γάρ τις ὑπολάβοι, ὅτι ἐστὶ παρέλκυσις σπείραντι (λ. πειραταῖς). Πῶς δὲ δίκαιος βροτὸς ἔναντι Κυρίου; Ἐὰν δὲ ἄνθρωπος σαπρία, καὶ εἰ υἱὸς ἀνθρώπου σκώληξ; Τρίτη τοῦ Ἰὼβ πρὸς Βαλδὰδ ἀντίλεξις· Τίνι μέλλεις βοηθεῖν; ἢ τίνι ἐπακολουθήσεις; Οὐχ ᾧ μεγίστη δύναμις; Γυμνὸς γὰρ ὁ ᾅδης ἐνώπιον αὐτοῦ. Ὁ κρεμάζων γῆν ἐπ' οὐδενὸς, δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ. Προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. Μηκέτι προσθέντος καὶ τοῦ Σωφὰρ τρίτως, ἀλλ' ὑποσιωπησάντων καὶ τῶν μειζόνων δύο, ὡς οὐκέτι λόγον ἐχόντων ἐν στόματι, διὰ τὸ θέσθαι δίκαιον τὸν Ἰὼβ, ἐπισυνάπτει τὸ περὶ αὐτοῦ προοίμιον δεύτερον Ἰώβ· κἀκεῖνοι σιωπήσαντες ἀκούουσιν ὠφελούμενοι. Ζῇ, φησὶ, Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ παντοκράτωρ μου, ὁ πικράνας μου τὴν ψυχήν· ᾖ μὴν ἔτι τῆς πνοῆς ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισὶ, μὴ λαλήσειν μου τὰ χείλη ἀνομίαν. Ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ Κυρίου. Ἰδοὺ δὴ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβουλεύετε. Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου. Ὅτι ἐὰν πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. Ἐὰν συνάγῃ ὁ ἀσεβὴς ἴσα γῇ ἀργύριον· τόπος ὅθεν γίνεται; τόπος δὲ χρυσίου ὅθεν διηθεῖται; Σίδηρος μὲν ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. Πᾶν τίμιον, φησὶν, εἶδέ μου ὁ ὀφθαλμός. Ἡ δὲ σοφία αὐτοῦ πόθεν εὑρέθη; Ἄβυσσος εἶπε, Οὐκ ἔστιν ἐν ἐμοί· καὶ θάλασσα εἶπε, Οὐκ ἔστι μετ' ἐμοῦ. Ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, καὶ χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. Ὁ Κύριος εὖ συνέστησε αὐτῆς τὴν ὁδόν· αὐτὸς γὰρ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐφορᾷ, εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἀνέμων σταθμὸν, ὑδάτων μέτρα. Εἶπεν ἀνθρώπῳ· Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία. Ἀποσιωπησάντων δὲ τῶν τριῶν, προσθεὶς Ἰὼβ ἐν τῷ προοιμίῳ λέγει· Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν; Ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. ∆ιέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνατῶν. Εὐλογία ἀπολλυμένων ἐπ' ἐμὲ ἐπέλθοι. Ὀφθαλμὸς, φησὶν, ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν, πατὴρ δὲ ἀδυνάτων. Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. Ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. Κατεσκήνουν ὡς βασιλεὺς ἐν μονοζώνοις. Ἀφρόνων υἱοὶ, καὶ ἄτιμοι ὄνομα· νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν. Ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. Ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς. Χειρὶ δὲ κραταιᾷ με ἐμαστίγωσας. Ἀδελφὸς, φησὶ, γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. Εἰ ἐξηκολούθησε ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ. Θυμὸς γὰρ ἀνδρὸς ἀκατάσχετος τοῦ μιᾶναι αὐτοῖς γυναῖκα. Εἰ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου οὐκ ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός μου. Εἰ γὰρ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου, καὶ εἶπε ἡ καρδία μου, Εὖγε, ἀκοῦσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου Εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν ἀπὸ χρεωφειλέτου, εἰ ἐπ' ἐμοὶ ἡ γῆ ἐστέναξε, ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη. Τὰ περὶ Ἐλιοὺζ τοῦ Βαραχιὴλ τοῦ Βουζίτου· ὡς ὠργίσθη τῷ Ἰὼβ, ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου. Ὑπολαβὼν Ἐλιοὺζ ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης, εἶπε· Νεώτερός εἰμι τῷ χρόνῳ· διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμὴν ἐπιστήμην. Ἐξαναστὰς Ἐλιοὺζ ἐν ἀναιδείᾳ καταλέγει τοῦ Ἰὼβ, τῶν τριῶν ἀποσιωπησάντων· Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥήματος. Εἶπε δὲ Ἐλιοὺζ πρὸς Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με. Ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν. Ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας. Ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. Ἤλεγξε δὲ αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης. Ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα, ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ. Τότε, φησὶν, ἀπομέμψεται αὐτὸς ἑαυτῷ λέγων· Οἷα συνετέλουν; Οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον. Ἔτι ἐλάλησεν Ἐλιοὺζ πρὸς Ἰώβ· Ἐνωτίζου, [̓Ιὼβ], καὶ ἄκουέ μου· κώφευσον καὶ λαλήσω. Εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι· θέλω γὰρ δικαιολογηθῆναί σοι. Ἔτι προσθεὶς Ἐλιοὺζ τρίτον λέγει· Ἀκούσατέ μου, σοφοὶ, οἱ ἐπιστάμενοι ἐνωτίσασθαι καλόν· ὅτι οὖς λόγους δοκιμάζει. Ἔτι εἶπεν Ἐλιούζ· Τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ; οὐχ ἁμαρτὼν, οὐδὲ ἀσεβήσας; [Μή μοι εἴη] καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον. Ἀλλ' ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν. Ἀσεβὴς ὁ λέγων βασιλεῖ, Παρανομεῖς παρανομῶν. Καὶ, Ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐναντίον μου. Ὅτι Κύριος πάντα ἐφορᾷ, καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Ἀνὴρ σοφὸς ἀκήκοέ μου τὸ ῥῆμα· Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε. Τέταρτον προσθεὶς Ἐλιοὺζ λέγει πρὸς Ἰώβ· Τί τοῦτο ἡγήσω ἐν κρίσει; Σὺ τίς εἶ, ὅτι εἶπας, ∆ίκαιός εἰμι ἐναντίον Κυρίου; Τὸ πέμπτον προσθεὶς Ἐλιοὺζ τῷ λόγῳ, καὶ οὔτε Ἰὼβ, οὔτε οἱ τρεῖς φίλοι προσποιοῦνται αὐτὸν ὡς ἄθεον. ∆ῆλον οὖν ἐκ τότε, ὅτι μετενόησαν οἱ τρεῖς. Καὶ λέγει πρὸς Ἰώβ· Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέγειν. Εἶπεν Ἐλιούζ· Ἐνωτίζου ταῦτα, Ἰώβ. Στῆθι, νουθετοῦ δύναμιν Κυρίου. Μὴ βίβλος ἢ γραμματεύσας σοι παρέστηκε; ἢ ἀπὸ βοῤῥᾶ νέφη χρυσαυγίζοντα; Ἐμφανισθεὶς ὁ Θεὸς δικαιοῖ τὸν Ἰὼβ, καὶ διδάσκων τὸ μυστήριον τοῦ Χριστοῦ, εἶπε πρὸς Ἰώβ· Τίς οὗτος ὁ κρύπτων μου βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ; ∆ιάλογος Κυρίου, ὅτι Ἔφραξα θάλασσαν πύλαις. Εἶπα δὲ αὐτῇ, Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ διατριβήσονταί σου τὰ κύματα. Λόγος Κυρίου, ὅτι Σὺ λαβὼν πηλὸν, ἔπλασας ζῶον; Ἀνοίγονταί σοι φόβῳ πύλαι θανάτου; πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Ἔτι, Ἦλθες ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; Πόθεν δὲ ἐκπορεύεται πάχνη; τίς δὲ ἡτοίμασε ὑετῷ λάβρῳ ῥύσιν; Ἔτι, Τίς ἐστιν ὑετοῦ πατήρ; Ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύσεται κρύσταλλος; Πάχνην δὲ ἐν οὐρανῷ καὶ βώλους δρόσου τίς τέτοκε; Καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ἐπακούσεταί σου; Ἀποστελεῖς κεραυνοὺς καὶ πορεύσονται; Τίς δέδωκε γυναιξὶν ὑφάσματος σοφίαν; Ἔτι, Τίς ἡτοίμασε κόρακι βοράν; Νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες. Ὅτι, Πτέρυξ πετομένη ἐλάσει, ἐὰν συλλάβῃ ἀσίδα καὶ νῆσσα. Ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς. Ὅτε κατεσιώπησε αὐτῇ ὁ Θεὸς σοφίαν, καὶ καταγελάσεται ἵππου. Καὶ, Ἐκ τῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται. Ἔτι ἐλάλησε Κύριος τῷ Ἰώβ· Μὴ κρίσιν μετὰ ἱκανοῦ κρίνῃς; ἐλέγχων δὲ Θεὸν ἀποκριθήσεται αὐτῇ; Ἐλάλησε Ἰὼβ τῷ Κυρίῳ, ὅτι, Ἐγὼ κρίνομαι νουθετούμενος, καὶ ἐλέγχων Κύριον, ἀκούων. Ἐλάλησε Κύριος πρὸς Ἰὼβ ἐκ τοῦ νέφους δεύτερον ἐμφανισθεὶς αὐτῷ· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Λόγος Κυρίου· Ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου [σῶσαι]. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ χόρτον ἴσα βουσὶν ἐσθίουσιν. Ἡ δὲ δύναμις αὐτῷ ἐπὶ ὀμφαλοῦ γαστρός. Ἔστησεν οὐρὰν ὡς κυπάρισσον. Αἱ πλευραὶ αὐτοῦ, πλευραὶ χάλκειαι· ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. Ὑπὸ δὲ πάντα τὰ δένδρα κοιμᾶται. Ἄξεις δὲ, φησὶ, λέοντα ἐν ἀγκίστρῳ· περιθήσεις δὲ φορβαίαν περὶ τὴν ῥῖνα αὐτοῦ. Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ Ἡγεῖται μὲν σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. Οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον. Ἕως ὧδε, καὶ ἐπαύσατο λέγειν Ἰώβ· Οἶδα πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; Ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Ἤλεγξε Κύριος Ἐλιφὰζ τὸν Θαιμανίτην, ὅτι ἥμαρτε αὐτὸς καὶ οἱ δύο φίλοι αὐτοῦ, ὅτι οὐκ ἐλάλησεν ἐνώπιον Κυρίου ἀληθὲς, οὐδὲ ὥσπερ θεράπων αὐτοῦ Ἰώβ. Ἐνταῦθα ἱλασμὸς τῶν τριῶν φίλων διὰ Ἰὼβ τοῦ ἱερέως τοῦ Θεοῦ. Ὡς ηὔξησε Κύριος τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς Κύριος ἁμαρτίαν. Ὡς ἤκουσαν πάντες ἐκ τοῦ γένους Ἰὼβ, καὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔφαγον καὶ ἔπιον παρ' αὐτῷ, καὶ θαυμάσαντες αὐτὸν ἔδωκαν αὐτῷ ἕκαστος ἀμνάδα μίαν, καὶ τετράδραχμον χρυσοῦν. Ὡς γέγραπται αὐτὸν ἀναστήσεσθαι μεθ' ὧν ὁ Κύριος ἀνίστησιν. Ἐν οἷς καὶ ἡ δύναμις ἅπασα τοῦ βιβλίου Ἰώβ.

Σοφία Σολομῶντος. Σοφία Σολομῶντος καλεῖται τὸ βιβλίον· καὶ γὰρ καὶ τοῦτο, φασὶ, Σολομών ἐστιν ὁ γράψας. Ἔστι δὲ ἐν αὐτῷ διδασκαλία δικαιοσύνης, καὶ τὸ γνωρίζειν τούς τε φαύλους ἄνδρας καὶ τοὺς σπουδαίους, καὶ προφητεία περὶ Χριστοῦ. Καὶ ὅτι πολλῷ πόνῳ καὶ πόθῳ κατορθοῦται σοφία. Ἔτι δὲ καὶ φυσιολογία μερική· καὶ κατὰ εἰδώλων καὶ τῶν αὐτὰ γλυφόντων, καὶ ἐν αὐτοῖς ἐλπιζόντων, καὶ λατρευόντων· καὶ ὕμνος σὺν ἐξομολογήσει τῶν γεγενημένων τοῖς Ἰσραηλίταις θαυμασίων ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν, παρὰ τοῦ Θεοῦ. Ἡ μὲν οὖν περιοχὴ τοῦ βιβλίου τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τούτοις. Ἐν προοιμίοις μὲν προτροπὴ δικαίου εἰς θεοσέβειαν, καὶ ἔλεγχος ἀσεβοῦς βλασφήμου. Μὴ ζή λου γὰρ, φησὶ, τοὺς ἀντιχρίστους, οἵτινές εἰσι θάνατος Πόθεν οἱ ἀσεβεῖς ἐπὶ τῷ σταυρῶσαι τὸν Κύριον τῆς δόξης ἦλθον, τὸν αἰῶνα τοῦτον προκρίναντες. Ὅτι καὶ τοὺς ἀποστόλους ἐδίωξαν καὶ ἀπέκτειναν. Ὅτι τινὲς ἔσονται οἱ ἐξουθενοῦντες τὸν νόμον τοῦ Κυρίου, καὶ τινὲς οἱ ὑποταγέντες αὐτῷ. Ὅτι οὐδὲ πλήθους ἀσεβούντων εἰς Χριστὸν φείσεται ὁ Θεός. Ἑνὸς γὰρ δικαίου πιστεύοντος Χριστῷ μέλει τῷ Θεῷ, κἂν νέος ἀποθάνῃ. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον. Εἰ καὶ ἀσεβὴς τελευτὴν τοῦ πιστεύοντος Χριστῷ ἐξουθένωσεν, ἀλλ' ἐκλέγονται ἀπὸ Χριστοῦ. Οἱ ἀσεβεῖς ἀτίμῳ πτώματι παραδοθήσονται, καὶ μεγάλῃ κρίσει καταβληθήσονται οἱ διῶκται τῶν τοῦ Χριστοῦ δούλων, ἐν τῇ κρίσει, ἰδόντες τὴν δόξαν αὐτοῦ καὶ αὐτῶν, καὶ ἑαυτοὺς εἰς κόλασιν. Ὅτι ὁ πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν. Τίς ὀργὴ τῶν ἀσεβούντων εἰς Χριστόν. Προτροπαὶ τοῖς ἄρχουσι τοῦ Ἰσραὴλ, ὥστε πιστεύειν Χριστῷ· μᾶλλον δὲ παράθεσις τοῖς ἄρχουσι τῆς καθολικῆς Ἐκκλησίας, πῶς ἄρχειν δεῖ, ἀποστραφέντος ἐκείνου. Τίς ἡ σοφία, ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ πῶς ὁ Λόγος σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὅτι κἀγὼ ὁμοιοπαθὴς ὑμῖν ὢν ἄνθρωπος ἐκ κελεύσεως Θεοῦ πεπαίδευμαι. Περὶ Χριστοῦ· τῇ σοφίᾳ τοῦ Θεοῦ, ὅτι πάντων τὴν γνῶσιν ἐξ αὐτῆς ἔσχον· Ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. Τίς ἡ σοφία, καὶ πῶς εἰς ἀνθρώπους ἦλθε. Μία γὰρ οὖσα πάντα δύναται, καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει. Τὴν σοφίαν, φησὶν, ἐκ νεότητος φιλήσας, πάντα τὰ ἀγαθὰ ἐξ αὐτῆς ἔσχον σαρκικὰ καὶ πνευματικά. Ὅτι τὸ μέγεθος τῆς σοφίας ἐγνωκὼς ἐνέτυχον τῷ Κυρίῳ, ὥστε μοι δοθῆναι τὸ ἅγιον Πνεῦμα τὸ φωτίζον με περὶ αὐτῆς. Καὶ ἐπέμφθη, ἵνα συγκοπιάζῃ μοι. Λογισμοὶ γὰρ θνητῶν δειλοί. Περὶ τῶν ἔργων τῆς σοφίας. Πῶς τὸν πρωτόπλαστον διεφύλαξεν, ἐξ ὅσων κακῶν σώζει τοὺς πιστεύοντας αὐτῷ ὁ Θεὸς, καὶ ὅσα ἀγαθὰ παρέχει. Οἷον τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Λὼτ, τὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, τοὺς Ἰσραηλίτας, οὓς ἐκχειρὸς τῶν Αἰγυπτίων ἐξεῤῥύσατο διὰ Μωσέως, καὶ ἐκ πέτρας ἀκροτόμου ἐδόθη αὐτοῖς ὕδωρ. Ὡς τοῖς ζʹ ἔθνεσιν ἀπέστειλε σφῆκας, μακροθυμίᾳ δὲ χρώμενος, καὶ τούτοις ἐδίδου τόπον μετανοίας, παιδεύων διὰ τούτων τὸν λαὸν εἶναι φιλάνθρωπον. Κατὰ στοιχειολατρῶν, βατράχων, σφηκῶν, μυῶν, ἀκρίδων, σκνιφῶν, ὄφεων. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων κατεσκευασμένων. Ὅτι ἐστὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ τῶν εἰδωλοποιῶν, ἢ ζωγραφούντων εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων. Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν ἐχθίστων ζώων, ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Ὅτι καὶ ἐπὶ δήγματος ὄφεων σωτηρία τοῦ λαοῦ σου δι' ὄφεως χαλκοῦ ἐσταυρωμένου· τοὺς δὲ ἐχθροὺς αὐτῶν δι' ὄφεων καὶ μυῶν ἀπέκτεινεν. Ὅτι ἀγγέλων τροφὴν ἐψώμισε τὸν λαὸν πρὸς πᾶσαν ἡδονὴν ἰσχύουσαν, καὶ πρὸς πᾶσαν ἁρμονίας γεῦσιν. Ὅτι χάλαζαν Αἰγυπτίοις μετὰ πυρὸς ἔπεμψε πρὸς διαφθορὰν γεννημάτων. Ὅτι τοῖς Αἰγυπτίοις ἔπεμψε ψηλαφητὸν σκότος, καὶ τὰ ἐν αὐτῷ κακά· τοῖς δὲ ὁσίοις αὐτοῦ φῶς ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ στῦλον πυρός· καὶ ἀντὶ μὲν θανάτου νηπίων Ἰσραὴλ, τῶν Αἰγυπτίων πρωτοτόκων θάνατος καὶ καταποντισμός· ἀντὶ δὲ θανάτου πρωτοτόκων, σωτηρία Ἰσραὴλ δι' αἵματος προβάτου. Καὶ ἐπὶ μὲν θανάτῳ δικαίων ἐν ἐρήμῳ, Ἀαρὼν ἐξιλάσατο, Κυρίῳ προσευξάμενος καὶ θυμιάσας· ἐπὶ δὲ θανάτῳ Αἰγυπτίων ἐν Ἐρυθρᾷ θαλάσσῃ, ἀνελεήμων θυμὸς, τοῦ δὲ λαοῦ παράδοξος ὁδοιπορία. Ὅτι διὰ μισοξενίαν ἔπαθον ταῦτα οἱ Αἰγύπτιοι, ὡς καὶ οἱ Σοδομῖται. Ὅτι τὰ στοιχεῖα ὑπόκειται τῇ θείᾳ κρίσει Χριστοῦ, πρὸς ὃ βούλεται ῥυθμιζόμενα, ὡς χορδαὶ κιθάρας τῷ κιθαρίζοντι. Ἐν οἷς πᾶσα δύναμις τῆς Σοφίας Σολομῶντος τῆς λεγομένης Παναρέτου. Παροιμίαι Σολομῶντος. Παροιμίαι Σολομῶντος τὸ βιβλίον καλεῖται, ἐπειδὴ καὶ ταύτας Σολομών ἐστιν ὁ λαλήσας καὶ γράψας. Οὗτος δὲ διαδεξάμενος τὴν βασιλείαν ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, ηὔξατο τῷ Θεῷ λαβεῖν σοφίαν ὑπὲρ πλοῦτον, καὶ ὑπὲρ ἄμυναν ἐχθρῶν. Λαβὼν τοίνυν, καὶ γενόμενος σοφὸς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἀνθρώπους, θαυμασθείς τε ἐπὶ πᾶσιν οἷς ἐποίησε καὶ ἐλάλησε, τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἐλάλησε· καὶ ἐφυσιολόγησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων, καὶ περὶ πάντων τῶν ζώων. Συνέγραψε δὲ, ὡς μέν τινές φασι, τρία μόνα βιβλία. Τοῦτό τε, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ τὸ Ἆσμα τῶν ᾀσμάτων· ὡς δέ τινες, καὶ τὴν Σοφίαν τὴν ἀπογεγραμμένην καὶ λεγομένην Πανάρετον· γνησίαν γὰρ αὐτοῦ καὶ ταύτην λέγουσιν εἶναι. Καὶ τοῦτον μὲν Παροιμίαι ἐπέγραψεν. Εἰσὶ δὲ παροιμίαι λόγοι σοφοὶ, ὡς αἰνίγματα, ἅτινα ἕτερον μέν τι αὐτόθεν δηλοῦντά ἐστιν, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἐπαγγέλλονται. Τῶν δὲ τοιούτων εἶδός εἰσιν αἱ παροιμίαι. Οὕτω γὰρ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου λέγουσιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ὅτε τοῦ Κυρίου πολλὰ εἰρηκότος, πρότερον ἐγκεκρυμμένῃ διανοίᾳ, ὕστερόν φασιν αὐτῷ· Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις· ὡς τῶν παροιμιῶν μὴ ἐκ φανεροῦ, ἀλλὰ κεκρυμμένως λεγομένων. Ἐπεὶ οὖν ἐν τῷ βιβλίῳ τούτῳ πλεῖστοι λόγοι τοιοῦτοί εἰσιν, διὰ τοῦτο Παροιμίας ἔγραψε (λ. ἐπέγραψε) τὸ βιβλίον. Ὠνομάσθη δὲ παροιμία, ἐπειδὴ παρὰ πάσης ὁδοῦ ἐγράφησαν οἱ τοιοῦτοι λόγοι, πρὸς διόρθωσιν καὶ διδασκαλίαν τῶν ἐν ταῖς ὁδοῖς πορευομένων. Παρὰ τὰς ὁδοὺς δὲ ἐγράφοντο, ἐπεὶ μὴ πάντες ἐχώρουν τοὺς τῆς ἀληθείας λόγους· ἵνα κἂν διερχόμενοι καὶ βλέποντες διερευνῶσι τὰ γεγραμμένα, καὶ οὕτω παιδεύωνται οἱ ἄνθρωποι. Τινὲς γοῦν ὁρίζονται αὐτὰς οὕτως, ῥῆμα παρόδιον ἀπό τινος ἑνὸς εἰς πολλὰ μεταλαμβανόμενον. Ἔστιν οὖν ἐν τῷ βιβλίῳ τούτῳ γνῶσις σοφίας καὶ παιδείας, νόησις λόγων φρονήσεως, στροφαὶ λόγων, δικαιοσύνης ἀληθοῦς νόησις, κρίματα κατευθύνειν, καὶ ἐπαγγελία τοῦ γινώσκειν ἐκ τούτων παραβολὰς, ῥήσεις σοφῶν, αἰνίγματα, σκοτεινοὺς λόγους. Καὶ εἰσὶ γνώσεις σοφίας καὶ παιδείας. Ἐπειδὴ γὰρ Ἕλληνες μὲν σοφίαν ἔχειν ἐπαγγέλλονται, αἱρετικοὶ δὲ νομίζουσι παιδείαν ἔχειν, διὰ τοῦτο οὗτος τὴν ἀληθῆ σοφίαν καὶ παιδείαν διδάσκει, ἵνα μὴ τῇ ὁμωνυμίᾳ τῆς σοφίας εἰς τὰ σοφίσματα τῶν Ἑλλήνων καὶ τῶν αἱρετικῶν ἐμπέσῃ τις. Καὶ γὰρ Ἕλληνες μὲν οἰόμενοί τινες εἶναι, καὶ Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Αἱρετικοὶ δὲ παιδεύεσθαι νομίζοντες ἐξεστράφησαν, καὶ ἁμαρτάνουσιν ὄντες αὐτοκατάκριτοι. Τῶν δὲ θείων λόγων ἀκούσας σοφὸς, σοφώτερος ἔσται. Τῶν γὰρ νομίμων τοῦ Θεοῦ ἀκούσας, καὶ ταῦτα φυλάξας, ἐπί τε τῇ παιδείᾳ Κυρίου μὴ ὀλιγωρήσας, μηδὲ ἑλκυσθεὶς ἀπάτῃ, υἱὸς σοφὸς γενήσεται, καὶ πεπαιδευμένος γενόμενος ταχέως καὶ τὴν παρὰ Θεοῦ γνῶσιν δέξεται. Ταύτῃ γὰρ οἱ σοφοὶ παιδεύονται. Νόησις δὲ λόγων φρονήσεως ἡ περὶ τοῦ μόνου καὶ ἀληθινοῦ ὄντος Θεοῦ διδασκαλία. Ἐπὶ γὰρ Ἑλλήνων οἱ μὲν σῶμα τὸν Θεὸν εἶπον, οἱ δὲ εἰδώλοις αὐτὸν ὁμοίως ἐλάτρευσαν. Αἱρετικοὶ δὲ καὶ αὐτοὶ περὶ τοῦ ὄντος παρεφρόνησαν. ∆ιὰ τοῦτο οὗτος τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν ἐξηγεῖται, τὸ μὲν ἀνέκφραστον αὐτοῦ λέγων, ∆όξα Θεοῦ κρύπτει λόγον· τὸ δὲ προνοητικὸν αὐτοῦ φησιν· Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. Καὶ πάλιν, Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ἐποίησεν ὁ Κύριος. Καὶ, ∆ανειστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ Κύριος. Καὶ, Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς δὲ πάσας τροχιὰς αὐτοῦ σκοπεύει. Καὶ τὸ μὲν κριτικὸν αὐτοῦ φησι· Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίου· εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ' αὐτῷ. Καὶ πάλιν· Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἔστησε δὲ ὅριον χήρας (λεγεβατυρ ιν μς. χώρας). Τὸ δὲ δημιουργικὸν αὐτοῦ οὐχ ἁπλῶς, ἀλλ' ὅτι διὰ τοῦ ἰδίου λόγου καὶ τῆς σοφίας πάντα ποιεῖ· ὃ μάλιστα χαρακτηρίζει τὸν ἀληθινὸν Θεὸν, ὅτι Υἱοῦ Πατήρ ἐστι. Λέγει γοῦν· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Καὶ πάλιν, Ὁ Θεὸς ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν αὑτοῦ θρόνον ἐπ' ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, ἤμην παρ' αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ. Στροφαὶ λόγων εἴρηνται, ἐπειδὴ στρέφων τις αὐτοὺς τῇ διανοίᾳ, ἀνοίγει καὶ εὑρίσκει τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν. Οἷά εἰσι· ∆ιεσώθη ἀπὸ τοῦ καύματος υἱὸς νοήμων· ἀνεμόφθορος γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος. Καὶ πάλιν, Ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν. Καὶ πάλιν, Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι· καὶ τὰ ὅμοια τούτοις. ∆ικαιοσύνης ἀληθοῦς νόησις εἴρηται, ἐπειδή τινες ἐξειλήφασι τὸ δίκαιον· τῶν μὲν λεγόντων, ∆ίκαιόν ἐστι, τὸ ἀποδιδόναι ἅπερ ἔλαβέ τις φυλάξαι· τῶν δὲ, τὸ διδόναι κακὸν ἀντὶ κακοῦ, καὶ ἀγαθὸν ἀντὶ ἀγαθοῦ. Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι τοὺς τοιούτους ὅρους. Μὴ εἴπῃς γὰρ, Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησε. ∆ιὰ τοῦτο οὗτος τὴν ἀληθῆ δικαιοσύνην διδάσκει τούτοις· τὸ ἀληθὲς δίκαιον, τὸ ἀποδιδόναι ἑκάστῳ τὸ ἴδιον. Προηγουμένως μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Ἔπειτα τίμα βασιλέα, καὶ τοῖς μὲν γονεῦσι τὸ καθῆκον ἀποδίδου, τοῖς δὲ πᾶσι τὸ ἴσον. Καὶ οὗτος μὲν εἷς τύπος. ∆εύτερος δὲ, δικαιοῦν τὴν ψυχὴν ἑαυτοῦ, τὴν ἰσότητα φυλάττειν, ὥστε μὴ κλίνειν εἰς ἀνισό τητα· ἀλλὰ τῷ μὲν λογικῷ, Μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, ἀλλὰ μετὰ βουλῆς πάντα ποίει, καὶ οἱ λογισμοί σου ἔστωσαν κρίματα· ὥστε κρίνειν ἑαυτὸν ἕκαστον, καὶ τὴν μὲν ἐπιθυμίαν πᾶσαν ἔχειν ἀγαθήν· Ἐπιθυμία γὰρ δικαίων πᾶσα ἀγαθὴ, καὶ ἐπιθυμία δικαίου δεκτή. Κατὰ δὲ τὸ θυμικὸν, Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου. Ὅλον γὰρ τὸν θυμὸν ἐκφέρει αὐτοῦ ἄφρων· ὁ δὲ σοφὸς ταμιεύεται κατὰ μέρος. Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, τὴν ἰδίαν ἑκάστου μέρους τῆς ψυχῆς πρᾶξιν ὑγιῆ καὶ ἀσινῆ φυλάττων, ἔσται γινώσκων τὴν ἀληθῆ δικαιοσύνην. Κρίματα δὲ κατευθύνειν ἐστὶ, προηγουμένως μὲν κρίνειν δικαίως κατὰ τὸν τοῦ Θεοῦ νόμον, ὥς φησι· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς. ∆ιάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Ὁ γὰρ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος τοῖς λαοῖς καὶ μισητὸς εἰς ἔθνη. Αἰδεῖσθαι γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν. Τοῦτο μὲν ἐκ τοῦ φανεροῦ ῥητέον· ἔπειτα δὲ ἵνα ὅπερ ἑτέρους κρίνει τις, τοῦτο καὶ εἰς ἑαυτὸν τὸ κρίμα κατευθύνῃ, καὶ ἑαυτὸν δοκιμάζῃ, ἐπιτιμῶν μὲν ἑαυτῷ, ἐὰν πλεονεκτῇ ὁ θυμός· ἐπέχων δὲ, ἐὰν περισσεύῃ ἡ ἐπιθυμία· διεγείρων δὲ, ἐὰν ἀφυπνοῖ τὸ λογιστικὸν, λέγων· Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; Οὕτω γὰρ ἑαυτὸν δικαίως ἄγων, καὶ κατήγορος ἑαυτοῦ γινόμενος, κρίμα κατευθύνειν μαθήσεται, καὶ οὐκ ἀκούσεται παρ' ἑτέρου· Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ λέγων, Μὴ μοιχεύσῃς, μοιχεύεις; Ὥσπερ γὰρ ὁ ὁδεύων καὶ κατευθύνων τὴν ὁδὸν φθάνει εἰς τὸ τέλος· οὕτως ὁ κατευθύνων κρίματα, δίκαιος γνωσθήσεται καὶ σοφός. Παραβολαὶ δὲ λέγονται λόγοι, ὥσπερ εἰκόνες τῶν λεγομένων. Ἐξ αὐτῶν γὰρ διὰ τὴν ὁμοιότητα τὸ λεγόμενον καταλαμβάνεται. Οὕτω γὰρ ὁ Κύριος ἔλεγεν, ὡς ὁ Μάρκος φησί· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμαι αὐτήν; ὡς τῶν κατὰ ὁμοίωσιν λεγομένων παραβολῆς οὔσης. Καὶ γὰρ λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὕστερον ἐπέφερε, ∆ιὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ. Εἰσὶν οὖν τοιαῦται αἱ παραβολαί· Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατάκαυμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν. Καὶ πάλιν· Ὥσπερ ἄνεμοι, καὶ νέφη, καὶ ὑετοὶ, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ· καὶ τὰ ὅμοια τούτοις. Ῥήσεις δὲ σοφῶν εἰσι λόγοι οὐ σεσοφισμένοι, οὐδὲ ἐν τῷ πιθανῷ ἀπατῶντες, ἀλλ' ἠκριβωμένοι· οὐχ ὡς κατὰ πρόσταξιν δὲ λεγόμενοι, ἀλλ' ὡς παρ' αὐτῶν γνωσθέντες, καὶ ὡς ἀποφάσεις αὐτῶν προσφερόμενοι· οἷοί εἰσι· Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Καὶ, Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν· στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. Καὶ, Μῖσος ἐγείρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. Καὶ, Ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ' αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει. Τῶν μὲν γὰρ ἄλλων ἀνθρώπων οἱ λόγοι κατὰ πλεῖστον ἀμφίβολοι τυγχάνουσιν ὄντες· οἱ δὲ τῶν σοφῶν, οἷοί εἰσιν οὗτοι, ἀληθεῖς εἰσιν, καὶ πανταχόθεν ἠκρίβωνται, ὥστε μηδὲ ἀντιλέγεσθαι αὐτούς. Καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ τοῦ τέλους γνωρίζουσι τὸ πρᾶγμα· οἷόν ἐστιν, ὅτι ὁ ἄδικος φαῦλός ἐστι, καὶ ὁ μοιχὸς οὐ καλός· τοῦτο δὲ καὶ παντὶ δῆλον ἂν εἴη. Οἱ δὲ σοφοὶ τὰς ἀρχὰς τῶν πράξεων προλέγουσιν, ἵν' ἕκαστος γινώσκων τὰς ἀρχὰς τῶν κακῶν φυλάττηται, καὶ ὥσπερ σύμβολον τῶν τῆς ψυχῆς κινημάτων παραγγέλλουσιν, οἷά ἐστι τὰ προειρημένα· Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. Ὁ γὰρ φίλερις ἀπὸ μίσους ἔχει τὴν ἀρχὴν τῆς τοιαύτης κακίας, καὶ οὐκ ἄν τις εἴποι ἀγαπᾷν τὸν φιλονεικοῦντα. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου ὁ μὴ φιλονεικῶν, γνώρισμα ἀγάπης ἔχει. Καὶ οὐκ ἄν τις εἴποι φιλόνεικον τὸν ἀγαπῶντα· ὡς πάλιν τὸ, Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός· καὶ πᾶς ὀξύθυμος πράσσει μετὰ ἀβουλίας. Τοῦ γὰρ ἀεργοῦ ἐσήμανε τὴν ψυχὴν ἐν πάσαις ἐπιθυμίαις βεβυθίσθαι, καὶ τὸν ὀξύθυμον μηδεμίαν ἔχοντα βουλὴν ὀρθὴν ἐδήλωσε. Καὶ ὅλως οὗτοι τὰ ἠθικὰ μᾶλλον ἀπαγγέλλουσι, τὴν ἀρχὴν τῆς πράξεως, ὅθεν συνίστανται, λέγοντες, ὅτι τῆς μὲν φιλονεικίας προηγεῖται μῖσος· τοῦ δὲ μὴ φιλονεικεῖν προηγεῖται ἀγάπη, καὶ τῆς μὲν ἀεργίας προηγεῖται ἡδονὴ κακή· τοῦ δὲ ὀξυθύμου προηγεῖται ἀβουλία· καὶ τοῦ μὲν ἐξουθενημένου ἀρχή ἐστι τὸ καταφρονεῖν αὐτὸν τοῦ νόμου· τῆς δὲ ὑγείας προηγεῖται ὁ φόβος τοῦ Θεοῦ· καὶ τῆς μὲν ἀπωλείας τῆς ψυχῆς ἐστιν ἀρχὴ τὸ ἀφύλακτον ἔχειν τὸ στόμα· τοῦ δὲ πτοεῖσθαί τινα προηγεῖται ἡ προπέτεια. Οὕτω δὲ ἑκάστην ῥῆσιν ἀναλύων, εὑρήσεις εἰρημένην καὶ γεγραμμένην ὑπὲρ τοῦ τοὺς ἀκούοντας καὶ μανθάνοντας τὰς ἀρχὰς τῶν κακῶν καὶ τῶν ἀγαθῶν, φεύγειν μὲν τὰ φαῦλα, πράττειν δὲ τὰ ἀγαθά. Αἰνίγματα δὲ καὶ σκοτεινοὶ λόγοι, οἵτινες ἀσφαλεῖς μὲν οὕτως εἰσὶν, ὥστε ἀνιᾷν τὸν ἐντυγχάνοντα τὸ μηδὲν ἐμφαίνειν, μηδέ τινα ὑπόνοιαν παρέχειν· ἐρευνώμενοι δὲ ὅμως δεικνύουσι τὸν ἐν αὐτοῖς νοῦν. Οἷοί εἰσι· Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αὗται, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, Ἱκανόν. Ἅδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν, Ἀρκεῖ. Καὶ πάλιν· Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι· καὶ ὅσα τοιαῦτά ἐστιν αἰνίγματα· ἕτερα γάρ τινα δηλοῖ, καὶ ἑτέρων ἔννοιαν παρίστησι· καὶ ἀσαφῆ μέν ἐστι, κεκρυμμένον δὲ ἔχει τὸν νοῦν. Καὶ ἡ μὲν περιοχὴ τοῦ βιβλίου τῶν Παροιμιῶν τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσις ἐν τούτοις. Ἐν προοιμίοις περὶ αὐτῶν τῶν παροιμιῶν Σολομῶντος υἱοῦ ∆αυῒδ, ὃς ἐβασίλευσε ἐν Ἱερουσαλὴμ, τοῦ γνῶναι σοφίαν καὶ παιδείαν. Καὶ ὅτι Ἀρχὴ σοφίας φόβος Κυρίου. Περὶ τοῦ ἀκούειν νόμους πατρὸς, καὶ μὴ ἀπώσασθαι θεσμοὺς μητρός. Περὶ τοῦ μὴ πλανηθῆναι, μηδὲ συμπορεύεσθαι ὁδοὺς μετὰ τῶν συντελούντων ἄνομα· κοινὸν γὰρ βαλάντιον κέκτηνται. Ὅτι σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἀσεβεῖς δὲ ἐμίσησαν αἴσθησιν. Ἐπειδὴ ἐκάλουν, καὶ οὐχ ὑπήκουσάν μου, διὰ τοῦτο, ὅταν καλέσωνταί με, οὐχ ὑπακούσομαι αὐτῶν. Περὶ τοῦ, ∆έχου ῥήσεις ἐντολῶν, καὶ εἰσακούσεται σοφίας τὸ οὖς σου, ἵνα συνήσῃς δικαιοσύνην καὶ κρίμα. Ὦ οἱ καταλιπόντες ὁδοὺς εὐθείας, καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ. Περὶ τοῦ, Μή σε καταλάβῃ βουλὴ κακὴ, ἵνα εὕρῃς τρίβους δικαιοσύνης λείας. Περὶ τοῦ μὴ ἐπιλανθάνεσθαί σε τήρησιν νόμου, ἵνα μακροβιώσῃς ἐν εἰρήνῃ. Περὶ τοῦ εἶναί σε πεποιθότα ἐν ὅλῃ καρδίᾳ ἐπὶ Θεῷ, καὶ μὴ εἶναι φρόνιμον παρ' ἑαυτῷ, ἀλλὰ τιμᾷν τὸν Κύριον ἀπὸ τῶν δικαίων πόνων. Περὶ τοῦ μὴ ὀλιγωρεῖν παιδείας Κυρίου· Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Καὶ, Μακάριος ἄνθρωπος ὃς εὕρῃ σοφίαν. Περὶ τοῦ μὴ παραῤῥύεσθαί σε, ἀλλὰ τηρεῖν βουλὴν καὶ ἔννοιαν, ἵνα ἔσται ἴασις τῇ σαρκί σου. Περὶ τοῦ μὴ ἀποσχέσθαι εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Καὶ, Μὴ τέκταινε ἐπὶ σῷ φίλῳ κακὰ, ὅτι ἀκάθαρτος ἐνώπιον Κυρίου πᾶς παράνομος. Ὅτι, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ μεταδίδωσι χάριν. Καὶ περὶ τοῦ ἀκούειν παιδείας πατρός. Περὶ τοῦ, Υἱὲ, ἐμῇ ῥήσει πρόσεχε, καὶ πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, καὶ Κύριος ὀρθὰς ποιήσει τὰς τροχιάς σου. Περὶ τοῦ μὴ προσέχειν φαύλῃ γυναικί· Ὁδοὺς γὰρ ζωῆς οὐ μετέρχεται, μακρὰν ποίησον ἀπ' αὐτῆς σύνοδον. Περὶ τοῦ, Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων· καὶ Ἡ πηγὴ τοῦ ὕδατός σου ἔστω σοι ἡδεῖα. Ἐν γὰρ τῇ ταύτης σοφίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ νεανία, καὶ γίνου σοφώτερος· ὅτι πολλὴν ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράχυσιν. Περὶ τοῦ πορεύοντος πρὸς τὴν μέλισσαν, Καὶ μάθε ὡς ἐργάτις ἐστί. Περὶ τοῦ, Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι. ∆ιὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλειά σου. Περὶ φυλακῆς νόμων πατρός· Ὅτι λύχνος ἐντολῶν καὶ φῶς ἐστι καὶ ζωῆς ὁδός. Περὶ τοῦ, Ἀποθέσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ περιπατήσει ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει οὗτος; Ὁ εἰσελθὼν εἰς γυναῖκα ὕπανδρον οὐκ ἀθωωθήσεται. Περὶ τοῦ, Οὐ θαυμαστὸν ἐὰν κλέπτων ἁλῷ τις· κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὐτοῦ πεινῶσαν· ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπολεῖ τὴν ψυχὴν αὐτοῦ. Περὶ τοῦ, Τίμα τὸν Θεὸν, καὶ ἰσχύσεις, καὶ φύλασσε ἐμὰς ἐντολὰς, καὶ ἐπίγραψον αὐτὰς ἐπὶ τὸ πλάτος τῆς καρδίας σου, ἵνα τηρήσωσί σε ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πόρνης. Περὶ τοῦ κηρῦξαί σε σοφίαν, ὅτι ἐπ' ἄκρων τῶν ὑψηλῶν ἐστιν, ὅτι τιμιωτέρα ἐστὶν ἀργυρίου, καὶ γνησιωτέρα ὑπὲρ χρυσίον δεδοκιμασμένον, καὶ ὅτι, Φόβος Κυρίου μισεῖ ἀδικίαν. Περὶ τοῦ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Περὶ τοῦ, ὅτι Ἡ σοφία ᾠκοδόμησε ἑαυτῇ οἶκον. Περὶ τοῦ, Ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε. Ἐὰν σοφὸς γένῃ, σεαυτῷ ἔσῃ, καὶ τοῖς πλησίον σου· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά. Ὅτι γυνὴ ἄφρων καὶ θρασεῖα, ἐνδεὴς ψωμοῦ γίνεται. Πενία ἄνδρα ταπεινοῖ· υἱὸς δὲ πεπαιδευμένος σοφὸς ἔσται. Μνήμη δικαίου μετ' ἐγκωμίων. Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς. Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. Ὁδοὺς ζωῆς φυλάσσει παιδεία· καλύπτουσι δὲ ἔχθραν χείλη δίκαια. Ἄφρων πράσσει κακά· στόμα δὲ δικαίου ἀποστά ζει σοφίαν. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων (λ. εἴδωλα) κατασκευασαμένων. Ὅτι ἐστὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ εἰδωλοποιῶν, ἢ ζωγραφοῦντος εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων. Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν ἐχθίστων ζώων, ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Σύνοψις τοῦ Σιράχ. Περὶ φόβου Θεοῦ, περὶ τοῦ μὴ θυμοῦσθαι, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ, περὶ πειρασμῶν καὶ ὑπομονῆς, περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ δεῖν ζητεῖν βαθύτερα τῶν προστεταγμένων, περὶ ἐλεημοσύνης καὶ ὀρφανῶν προστασίας. Περὶ σοφίας, περὶ αἰσχύνης βλαβερᾶς καὶ ἐπωφελοῦς· πολλὰ δὲ περὶ τῆς βλαβερᾶς ἐνταῦθα λέγει. Περὶ τοῦ μὴ δεῖν δεδόσθαι τῷ πόθῳ τῶν χρημάτων, μηδὲ οἴεσθαι ἀτιμωρητὶ ἁμαρτάνειν, κἂν παραυτίκα μὴ δῶμεν τὴν τιμωρίαν· μακρόθυμος γάρ ἐστιν ὁ Θεός· δεῖν δὲ ἐξιλάσασθαι αὐτόν. Περὶ φλυαρίας, περὶ ὑπερηφανίας, περὶ φίλων δοκιμασίας, περὶ παιδείας, περὶ ἀκροάσεως ἐπωφελοῦς. Περὶ τοῦ μὴ ἁμαρτάνειν, μὴ ψεύδεσθαι, μὴ φλυαρεῖν, μὴ δευτεροῦν λόγον ἐν προσευχῇ· τουτέστιν, ἐν οἷς ἂν ὑπόσχῃ Θεῷ, μὴ ὑπέρθῃ. Περὶ γυναικὸς, περὶ οἰκετῶν, περὶ κτηνῶν, περὶ τέκνων, περὶ πατρὸς, περὶ τῆς κατὰ Θεὸν εὐλαβείας, περὶ τῆς εἰς τοὺς ἱερεῖς τιμῆς, περὶ τῆς εἰς τοὺς κακουμένους ἐπισκέψεως. Περὶ τοῦ μὴ μάχεσθαι, μὴ ὀνειδίζειν, μὴ παρορᾷν διηγημάτων σοφῶν γερόντων. Περὶ σωφροσύνης, περὶ φιλίας, περὶ τοῦ μὴ ζηλοῦν ἁμαρτωλούς. Περὶ κριτοῦ συνετοῦ καὶ ἄφρονος, περὶ ὑπερηφανίας, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ ἀκρίτως καὶ ἀνεξετάστως μέμφεσθαι. Περὶ τοῦ φυλάττεσθαι τοὺς πονηρούς. Περὶ τῆς τῶν πλουσίων θεραπείας, ἧς παρὰ πολλῶν τυγχάνουσι, καὶ περὶ τῆς ἐνίων αὐτῶν πλεονεξίας. Περὶ μικρολόγων, οὓς θρῖπας καλοῦσι, τοὺς μὴ μεταδιδόντας ἑτέροις. Περὶ κτήσεως σοφίας, περὶ τοῦ αὐτεξουσίου. Περὶ τοῦ ἄπαιδα εἶναι, ἢ πονηρὰ τέκνα ἔχειν. Ὅτι οὐδὲν λανθάνει τὸν Θεόν. Περὶ τῶν κτισμάτων, περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως, καὶ τιμῆς ἧς ἐτιμήθη. Περὶ τῆς τοῦ νόμου δόσεως, περὶ ἐλεημοσύνης καὶ μετανοίας, περὶ τοῦ μὴ ἀσωτεύεσθαι. Περὶ φυλακῆς μυστηρίων, περὶ ἄφρονος αἰσχύνης βλαβερᾶς. Περὶ τοῦ μετανοεῖν ἐπὶ ἁμαρτήμασι, περὶ τοῦ μὴ πλεονεκτεῖν, περὶ συνετοῦ καὶ ἄφρονος, περὶ θυγατρὸς θυσίας, περὶ ἀπροσεξίας μωροῦ, περὶ διανοίας στεῤῥᾶς, περὶ τοῦ μὴ ἀπαραφυλάκτως φθέγγεσθαι. Περὶ τοῦ κατανύττεσθαι τοῖς ἁμαρτήμασι, περὶ τοῦ μὴ ὀμνύναι, περὶ σοφίας. Περὶ γυναικὸς πονηρᾶς καὶ ἀγαθῆς, περὶ ἐμπόρων, περὶ ἐκλαλούντων μυστήρια. Περὶ τοῦ εἰς πρόσωπον ἐπαινοῦντος, ὕστερον δὲ χλευάζοντος. Περὶ τοῦ ἀφιέναι τῷ πλη σίον τὰ εἰς αὐτὸν πλημμελούμενα. Περὶ γλώσσης δολίας, περὶ τοῦ δανείζειν τῷ πλησίον, οὐχὶ τόκους λαβεῖν, ἀλλὰ κιχρᾷν τῷ δεομένῳ. Περὶ τοῦ ἐπιστρόφως παιδεύειν τέκνα, περὶ οἰκετῶν, περὶ ἀλόγων, περὶ ἐνυπνίων. Περὶ τῶν φοβουμένων τὸν Θεὸν, περὶ τῶν ἐξ ἀδικίας θυσιῶν, περὶ προσφορῶν τῶν ἐκ δικαιοσύνης. Περὶ φιλαργυρίας, περὶ λαιμαργίας, περὶ μέθης. Ὅτι ἡ μὲν κατασκευὴ τῆς φύσεως τοῖς ἀνθρώποις μία· τὸ δὲ τῆς προαιρέσεως διάφορον, τοὺς μὲν εὐλογεῖσθαι, τοὺς δὲ καταραθῆναι ἐποίησε. Περὶ ἰατρείας, περὶ τοῦ μὴ ἄγαν κρατεῖσθαι λύπῃ. Περὶ τοῦ δεῖν τῷ νόμῳ καὶ τοῖς τοῦ Θεοῦ νόμοις κρατεῖσθαι. Περὶ τῶν τοῦ Θεοῦ ἔργων, περὶ τῶν τιμωριῶν, περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι πολλῶν ἐμπέπλησται φόνων καὶ φροντίδων. Περὶ τῶν τοῦ Θεοῦ ἔργων. Σύνοψις τῶν τῷ προφήτῃ Ἡσαΐᾳ εἰρημένων. Κατηγορία τοῦ Ἰσραὴλ καὶ συμφορὰ, καὶ παραίτησις θυσιῶν, καὶ παραίνεσις βελτίονος βίου. Προφητεία περὶ τῆς Ἐκκλησίας, καὶ τῆς ἐσομένης εἰρήνης. Κατηγορία τοῦ Ἰσραὴλ, καὶ πολιορκία ἐσομένη. Κατηγορία τῆς τρυφῆς αὐτῶν καὶ τῆς ὑπερηφανίας. Ἀποβολὴ τοῦ Ἰσραὴλ διὰ τοῦ παραδείγματος τοῦ ἀμπελῶνος. ∆ιαβάλλει τοὺς ἄρχοντας τοῦ Ἰσραὴλ εἰς πλεονεξίαν καὶ εἰς μέθην, καὶ προλέγει αὐτοῖς ἐρήμωσιν. Καὶ ἀπειλεῖ τοῖς προτιμῶσι τοὺς ψευδοπροφήτας τῶν προφητῶν. Ἄνοδος τῶν πολεμίων αὐτῶν. Ὁρᾷ τὴν ὀπτασίαν, ἐν ᾗ ἐκαθάρθη αὐτοῦ τὰ χείλη. Ἐπιστρατεύει ὁ Σύρων βασιλεὺς μετὰ τῶν Ἰσραηλιτῶν ἐπὶ τὴν Ἱερουσαλὴμ, καὶ προφητεύει ὁ Ἡσαΐας περὶ τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐρημώσεως Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀνόδου Ναβουχοδονόσορ. Προφητεία τῶν εἰς Χριστὸν πιστευόντων. Περὶ τῆς ἰσχύος καὶ ὑπερηφανίας καὶ ἀπωλείας τοῦ Ἀσσυρίου. Περὶ τῶν πιστευόντων Χριστῷ, περὶ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Χριστοῦ· περὶ τῆς τῶν εἰς αὐτὸν πιστευόντων ἐπιεικείας. Ἀπώλειαν Βαβυλῶνος καὶ τῶν ἀλλοφύλων προφητεύει. Ἀπώλεια Μωαβιτῶν. Περὶ Χριστοῦ προφητεία. Ἀπώλεια ∆αμασκοῦ, καὶ τοῦ Ἰσραὴλ συμφορὰ καὶ σωτηρία. Ἀπώλεια Αἰγύπτου. Ἀλληγορεῖ κάκωσιν εἰς τὰ ἔθνη τὰ μὴ πιστεύσαντα τῷ Κυρίῳ, καὶ εἰς τὴν ἐρήμωσιν τῆς ἀσεβείας αὐτῶν. Κελεύεται Ἡσαΐας γυμνὸς περιπατῆσαι. Ἐπιστρατεία Μήδων καὶ Βαβυλωνίων γενομένη κατὰ Ἰδουμαίας καὶ Ἀραβίας. Πολιορκία Ἱερουσαλὴμ ἡ ἐσχάτη ὑπὸ Ναβουχοδονόσορ. Πρόῤῥησις τῷ Σωμνᾷ τῷ ταμίᾳ περὶ τῆς ἀπωλείας. Οἱ δὲ ταμίαι, τουτέστιν, οἱ φύλακες τῶν ἐν τῷ ἱερῷ χρημάτων, ἀπὸ τῶν ἱερέων ἦσαν. Ἀπώλεια Τύρου, καὶ ἡ μετὰ ταῦτα σωτηρία, καὶ περὶ τῶν Ἐκκλησιῶν ἀλληγορικῶς. Ἀπώλεια Βαβυλῶνος ὑπὸ Μήδων, καὶ ἐπ' αὐτῇ εὐχαριστία τῷ Θεῷ ὑπὸ τοῦ προφήτου. Καὶ περὶ τῶν Χριστῷ πιστευόντων προφητεία, περὶ τῆς τοῦ διαβόλου ἀπωλείας τῆς ὑπὸ Χριστοῦ γενομένης· περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα παρουσίας· περὶ τῆς εἰς Χριστὸν πίστεως. Ἐγκαλεῖται ὁ Ἰσραὴλ, ὅτι τὴν ἐλπίδα ἀπὸ Θεοῦ ἀποστήσας, ἐπὶ τοὺς Αἰγυπτίους αὐτὴν μετήγαγε· καὶ προαγορεύεται αὐτῷ κακὰ, καὶ εὐθηνία μετὰ ταῦτα. Προφητεύεται δὲ ἐν τῷ αὐτῷ περὶ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν τῆς εἰς Χριστὸν, καὶ περὶ τῆς ἐρημώσεως Ἱερουσαλήμ. Περὶ τῆς Ἐκκλησίας ἱστορία, ὡς μὲν κατὰ τὴν πρόχειρον εἰς τὴν Ἰδουμαίαν καὶ τὴν Ἱερουσαλὴμ, κατ' ἀναγωγὴν δὲ εἰς τὴν ἐρημίαν τῶν Ἰουδαίων, καὶ εἰς τὴν εὐπραγίαν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας. Τὰ κατὰ τὸν Σεναχηρείμ. Προφητεία περὶ Ἰωάννου τοῦ Προδρόμου, καὶ τῶν εἰς Χριστὸν πιστευόντων. Τῆς τοῦ Θεοῦ δυνάμεως ἔνδειξις, καὶ κατηγορία τοῦ Ἰσραὴλ, ὡς εἰδωλολατροῦντος, καὶ τῶν εἰς τὸν λαὸν εὐεργεσιῶν ὑπόμνησις. Περὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, καὶ εἰδώλων ἀσθενείας. Περὶ Χριστοῦ προφητεία, καὶ τῶν εἰς αὐτὸν πιστευόντων. Ὀνειδίζει τῷ Ἰσραὴλ ἁμαρτιῶν ἕνεκεν. Λέγει διὰ τὴν παρακοὴν αὐτῶν ἐπενηνέχθαι αὐτοῖς τὰς συμφοράς. Περὶ τῆς εἰς Χριστὸν πίστεως. Ὅτι καὶ μὴ θύοντα εἴασε τὸν λαὸν, καὶ οὐκ ἀπῄτει τὴν διὰ θυσιῶν λατρείαν. Καὶ περὶ τῶν εἰς Χριστὸν πιστευόντων προφητεία. Ἔλεγχος τῆς τῶν εἰδώλων ἀσθενείας, καὶ ἔνδειξις τῆς τοῦ Θεοῦ δυνάμεως. Ἀπώλεια Βαβυλῶνος, καὶ τῆς σκληροκαρδίας Ἰουδαίων ἔλεγχος, καὶ χρηστῶν πραγμάτων προφητεία. Περὶ Χριστοῦ προφητεία καὶ παράκλησις Ἱερουσαλήμ. Περὶ τῶν ἀποστόλων καὶ περὶ Χριστοῦ προφητεία. Περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως, καὶ περὶ πάθους, καὶ ἀναστάσεως, καὶ πλήθους τῶν εἰς αὐτὸν πιστευόντων. Περὶ τοῦ Χριστοῦ ἅμα καὶ περὶ τοῦ Ἰσραὴλ κατὰ ἱστορίαν, κατὰ ἀναγωγὴν περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Κατηγορία Ἰουδαίων εἰδωλολατρείας ἕνεκεν, καὶ τῆς νηστείας αὐτῶν παραίτησις, καὶ ἑτέρας νηστείας βελτίονος ὑπόδειξις. Εἶτα κατηγορία τῶν δολερῶν αὐτῶν ἔργων καὶ βουλευμάτων, καὶ προφητεία περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Περὶ Χριστοῦ προφητεία, καὶ περὶ τῶν ἰάσεων τῶν εἰς ψυχὴν καὶ εἰς σῶμα γενομένων ὑπ' αὐτοῦ, καὶ περὶ τῶν ἀποστόλων καὶ περὶ τῶν λοιπῶν τῶν πιστευόντων αὐτῷ. Περὶ τοῦ πάθους. Καὶ παρὰ τοῦ προφήτου, ὡς παρὰ τοῦ λαοῦ, ἐξομολόγησις, καὶ παρὰ τοῦ Κυρίου ἔλεγχος ἐκείνων ἀπειθείας, καὶ πρόσληψις τῶν πιστευόντων αὐτῷ, καὶ κατηγορία τῆς Ἰουδαίων εἰδωλολατρείας. Περὶ τῶν πιστευόντων ἐξ Ἰουδαίων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Κατηγορία τῶν ἀπειθησάντων περὶ τῆς μελλούσης ζωῆς. Σύνοψις τῶν τῷ προφήτῃ Ἱερεμίᾳ εἰρημένων. Προαγόρευσις τῶν ἐσομένων κακῶν τῷ Ἰσραὴλ ὑπὸ τοῦ Ναβουχοδονόσορ. Ἔλεγχος τῆς εἰδωλολατρείας τοῦ Ἰσραὴλ, καὶ ὑπόμνησις τῆς τοῦ Θεοῦ εὐεργεσίας εἰς αὐτοὺς, καὶ τῶν κακῶν, ἃ ἐκ τοῦ πεποιθέναι Αἰγυπτίοις ὑπέμειναν. Τῆς τῶν εἰδώλων ἀσθενείας ἔλεγχος, καὶ τῆς αὐτῶν τῶν Ἰσραηλιτῶν ἀνθρωποθυσίας κατηγορία. Τοῦ Ἰσραὴλ κατηγορία, καὶ ἀπὸ συγκρίσεως τῆς πρὸς αὐτὸν αὔξησις τῶν τοῦ Ἰούδα τολμημάτων· καὶ προαγόρευσις χρηστῶν τῷ Ἰσραὴλ, εἰ ἐπιστρέψει πρὸς τὸν Θεόν· καὶ ὑπὸ τοῦ προφήτου, ὡς παρὰ τοῦ λαοῦ, ἐξομολόγησις. Ἡ ἄνοδος τῶν Βαβυλωνίων, καὶ τοῦ προφήτου θρῆνος ἐπὶ τῇ μελλούσῃ ἐρημώσει, καὶ αὐτῆς τῆς ἐρημώσεως ὑπογραφή. Κατηγορία τοῦ λαοῦ, ὅτι οὐδένα ἔσχεν οὕτω δίκαιον, ὥστε στῆσαι τοῦ Θεοῦ τὴν ὀργὴν, καὶ τῆς πονηρίας αὐτῶν ἔλεγχος. Ὅτι οὐ μέχρι θεμελίων ἔχει καταστραφῆναι Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ. Καὶ ἄνοδος τῶν Βαβυλωνίων, καὶ κατηγορία τῆς ἀπειθείας τοῦ Ἰσραὴλ, ὅτι οὐκ ἠνείχοντο ἀκοῦσαι τοῦ προφήτου. Κατηγορία τῶν ψευδοπροφητῶν παραλογιζομένων τὸν λαόν· τοῦ γὰρ Ἱερεμίου λέγοντος, ὅτι Πόλεμος ἔσται, αὐτὸς ἔλεγεν, Οὐχὶ, ἀλλὰ εἰρήνη ἔσται. Παραίτησις θυσιῶν, καὶ ἄνοδος τοῦ Βαβυλωνίου, καὶ τῆς ἀνεπιστρόφου διανοίας Ἰουδαίων ἔλεγχος. Παραινεῖ τῷ Ἰούδᾳ πρὸς τὸ γενέσθαι αὐτοὺς βελτίονας, καὶ ἀπειλεῖ, εἰ μὴ γένοιντο, τὰ αὐτὰ πείσεσθαι αὐτοὺς τῷ Ἰσραήλ· καὶ κωλύει τὸν Ἱερεμίαν δεῖσθαι ὑπὲρ αὐτῶν. Παραίτησις θυσιῶν, κατηγορία τῆς ἀπροσεξίας αὐτῶν, καὶ τῆς ἀνθρωποθυσίας, ἣν ἐποιοῦντο τοῖς δαίμοσι. Καὶ προαγόρευσις τοῦ τάφον ἔσεσθαι τὸν τόπον τοῦ εἰδώλου αὐτῶν, καὶ τοῦ μηδὲ τάφοις τινὰς τῶν ἀναιρουμένων παραδίδοσθαι. Ἔτι περὶ τῆς ἀνόδου τῶν πολεμίων, καὶ θρῆνος Ἱερεμίου ἐπὶ ταῖς κακίαις αὐτῶν. Κατηγορία τῶν Ἰουδαίων, ὡς ἀπεριτμήτων τῇ καρδίᾳ, καὶ παραίνεσις πρὸς τὸ μὴ εἰδωλολατρεῖν, καὶ ὡς παρὰ τοῦ λαοῦ θρῆνος ἐπὶ τοῖς μέλλουσι κακοῖς, καὶ κατηγορία παρὰ τοῦ Θεοῦ. Παραίνεσις τοῦ Ἰσραὴλ πρὸς τὸ ὑπακούειν Θεῷ, καὶ κατηγορία τῶν πατέρων αὐτῶν, καὶ αὐτῶν κακὰ ἐσόμενα. Καὶ κωλύεται πάλιν Ἱερεμίας προσεύχεσθαι ὑπὲρ αὐτῶν. Ἀποδύρεται ὁ προφήτης ἐπιβουλευόμενος ὑπὸ Ἰουδαίων ἐν Ἀναθὼθ, καὶ προλέγει διὰ τοῦτο ἑπόμενον αὐτοῖς ὄλεθρον. Τὸ περίζωμα κελεύεται κρύψαι Ἱερεμίας, καὶ προλέγει πληρωθήσεσθαι αὐτοὺς, καὶ μεθυσθήσεσθαι ἀπὸ κακῶν. Περὶ τῆς ἀβροχίας· καὶ κωλύεται προσεύχεσθαι ὑπὲρ αὐτῶν ὁ προφήτης, καὶ παραιτεῖται ὁ Θεὸς τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ τὰς νηστείας, καὶ ἀπειλεῖ τοῖς ψευδοπροφήταις κακὰ, ἐπειδὴ ἔλεγον ὅτι οὐκ ἔσονται συμφοραὶ τῷ λαῷ. Ἱκετεύει τὸν Θεόν· ὁ δέ φησιν, οὐκ εἰσακούσεσθαι, οὐδὲ ἐὰν Μωϋσῆς καὶ Σαμουὴλ πρεσβεύωσιν ὑπὲρ αὐτῶν, ἀλλὰ δώσειν αὐτοὺς εἰς μάχαιραν καὶ θάνατον, καὶ λιμὸν καὶ αἰχμαλωσίαν, καὶ εἰς διασπασμὸν κακῶν. Καὶ Ἱερεμίας εὔχεται τιμωρηθῆναι τοὺς ὀνειδίζοντας αὐτόν· ὁ δὲ Θεός φησιν αὐτῷ· Ἐὰν ἐξάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Κελεύεται μὴ γῆμαι ὁ Ἱερεμίας, μηδὲ θρηνεῖν, μηδὲ τοῦ γινομένου τοῖς ἀποθνήσκουσι κοινωνεῖν τοῖς Ἰσραηλίταις. Περὶ τῶν ἀποστόλων, περὶ Χριστοῦ προφητεία· τοὺς λόγους τῶν ἀπιστούντων αὐτῷ ὁ προφήτης προλέγει, καὶ κατεύχεται αὐτῶν. Καὶ παραινεῖ τοῖς Ἰουδαίοις, ὥστε τὸ σάββατον τηρεῖν. Εἰς τὸν οἶκον τοῦ κεραμέως πέμπεται ὁ προφήτης. Πέρας λαλήσω, φησὶν ὁ Θεὸς, ἐπὶ βασιλείας, ὥστε ἀναιρεῖν αὐτήν· καὶ ἐὰν ἐπιστρέψωσιν, οὐ μὴ ἀνέλω. Καὶ πέρας λαλήσω, φησὶν, ἐπὶ ἔθνος ἢ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι. Καὶ ἐὰν ποιήσωσι τὸ πονηρὸν, οὐ ποιήσω κἀγὼ περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα ποιῆσαι αὐτοῖς. Τοῦτο δὲ χρήσιμον πρὸς Ἰουδαίους τὸ κεφάλαιον, ὅταν λέγωσιν ὅτι ἐπηγγείλατο αὐτοῖς ἀγαθὰ ὁ Κύριος. Ἀπειθήσαντες γὰρ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, αὐτοὶ ἑαυτοῖς αἴτιοι ἐγένοντο τῶν παρόντων κακῶν. Τὴν κατ' αὐτοῦ γινομένην ἐπιβουλὴν ὑπὸ Ἰουδαίων ὁ προφήτης προλέγει, καὶ κατεύχεται αὐτῶν, ὅτι πονηρὰ ἀντὶ ἀγαθῶν ἀποδεδώκασι. Κελεύεται ὁ Ἱερεμίας βικὸν ὀστράκινον λαβὼν, καὶ διαμαρτυράμενος τὰ κακὰ τοῦ λαοῦ, συντρῖψαι τὸν βικὸν κατ' ὀφθαλμοὺς αὐτῶν, καὶ εἰπεῖν· Οὕτω συντριβήσεται Ἱερουσαλήμ. Καὶ ἐμβληθεὶς ὑπὸ τοῦ Πασχὼρ εἰς τὸν καταράκτην, προφητεύει τῷ Πασχὼρ τὰ ἐκδεξόμενα αὐτῷ κακά. Εἶτα ἀσχάλλει ἐπὶ τοῖς διασύρουσιν αὐτὸν, καὶ κατεύχεται αὐτῶν, καὶ καταρᾶται τῇ ἡμέρᾳ τῇ ἑαυτοῦ. Πέμπει Σεδεκίας ὁ βασιλεὺς μαθεῖν παρὰ Ἱερεμίου, εἰ ἀπελεύσεται ἀπ' αὐτοῦ Ναβουχοδονόσορ. Ὁ δέ φησιν, ὅτι ὁ Θεὸς πολεμήσει τοὺς Ἰουδαίους, καὶ τὸν βασιλέα Σεδεκίαν. Εἰ δὲ βούλοιτο ὁ λαὸς ἑκὼν προσχωρῆσαι τῷ Ναβουχοδονόσορ, σωθήσεσθαι αὐτὸν, καὶ τὸν βασιλέα δὲ οὐκ ἀπολεῖσθαι, εἰ τῆς οἰκείας ἀποστὰς κακίας, τοῖς τοῦ Θεοῦ προστάγμασι προσέχειν ἐθέλοι. Κατὰ τοῦ Ἰωακεὶμ καὶ τοῦ Ἰεχονίου, καὶ κατὰ τῶν ποιμένων εἰς τὸν Κύριον προφητεία, καὶ τῶν ψευδοπροφητῶν κατηγορία. Χρηστὰ τῷ Ἰούδᾳ προφητεύει. Τῷ δὲ ὑπολειφθέντι λαῷ ἐν Ἱερουσαλὴμ μετὰ Σεδεκίου διὰ τοῦ ὑποδείγματος τῶν συκῶν προφητεύει τοῦ Ναβουχοδονόσορ τὴν ἄνοδον, καὶ πάντων τῶν ἐθνῶν τὴν ἀπώλειαν διὰ τοῦ ποτηρίου τούτου δηλῶν. Προαγορεύει ἀπώλειαν τῆς Ἱερουσαλήμ. Καὶ συλλαμβάνεται ἐπὶ θανάτῳ Ἱερεμίας ὑπὸ τῶν ἱερέων, καὶ ἐκφεύγει τὸν κίνδυνον. Κελεύεται ὁ προφήτης περιθεῖναι ἑαυτῷ δεσμοὺς, καὶ τοῖς πρέσβεσι τῶν ἀλλοφύλων εἰπεῖν, ὥστε ἀπαγγεῖλαι τοῖς βασιλεῦσιν αὐτοῖς ὑποταγῆναι τῷ Ναβουχοδονόσορ· ἀπειλεῖν γὰρ τὸν Θεὸν θάνατον τοῖς μὴ ὑποτασσομένοις αὐτῷ. Παραινεῖ δὲ ταύτην τὴν παραίνεσιν καὶ τῷ Σεδεκίᾳ, καὶ τῷ λαῷ, καὶ τοῖς ἱερεῦσιν. Ὁ δὲ ψευδοπροφήτης Ἀνανίας ἀνθίστατο Ἱερεμίᾳ τῷ προφήτῃ, λέγων, τὰ σκεύη τὰ ἱερὰ ἐπανήξειν, καὶ τὸν Ἰεχονίαν, ὃς ἦν υἱὸς Ἰωακεὶμ ἀδελφοῦ Σεδεκίου. Καὶ συνέτριψε καὶ τοὺς κλοιοὺς τοῦ προφήτου. Πέμπεται τοίνυν ὁ Ἱερεμίας θάνατον αὐτῷ προλέγων ἐν αὐτῷ ἐκείνῳ τῷ ἐνιαυτῷ, ὡς καὶ συνέβη. Τὰ κακὰ τοῖς ἐν Βαβυλῶνι ψευδοπροφήταις προλέγει, καὶ τῷ λαῷ μακρὸν τὸν τῆς αἰχμαλωσίας χρόνον, ἀλλ' ὅμως ἔσεσθαι ἐπάνοδον. Ἐπὶ τούτοις ἠγανάκτει Σαμέας, καὶ ἐπιτιμᾷ τῷ ἱερεῖ, ὅτι οὐκ ἐκώλυσε τὸν Ἱερεμίαν τοιαῦτα προφητεῦσαι. ∆ιὰ τοῦτο ἀπειλεῖ ὁ Θεὸς ἀπολέσειν αὐτόν. Εἶτα λόγος παρακλητικὸς τῷ Ἰσραήλ. ∆ηλοῖ τὸν καιρὸν, καθ' ὃν ἔμελλον ἐπανέρχεσθαι ἐκ Βαβυλῶνος. Οὗτος δὲ ἦν ὁ τοῦ φασὲκ, καθὼς καὶ ἐν τῷ Ἔσδρᾳ ἔστιν εὑρεῖν, ὅτι τῇ ἑορτῇ τῶν ἀζύμων ἐπανῆλθον. Ὥστε φανερῶς ἐλέγχονται ψευδόμενοι Ἰουδαῖοι. Τὰ γὰρ ἐν τῷ τόπῳ τούτῳ γεγραμμένα περὶ αὐτῶν ἀγαθὰ ἔτι προσδοκῶσιν, ἅπερ ἦλθον. Περὶ τῶν ἀναιρεθέντων παιδίων ὑπὸ Ἡρώδου. Περὶ τῆς Νέας ∆ιαθήκης προφητεία. Καὶ τὴν ἐν τῷ τόπῳ δὲ τούτῳ οἰκοδομὴν γεγραμμένην τῆς πόλεως ἔτι προσδοκῶσιν Ἰουδαῖοι. Καὶ αὕτη δὲ τέλος ἔσχεν, ὅτε ἀνῆλθον ἐκ Βαβυλῶνος γενομένη. Κελεύεται ὁ Ἱερεμίας ἀγοράσαι τὸν ἀγρὸν τοῦ πατραδέλφου αὐτοῦ, καὶ ἀγοράσας λέγει, ὅτι ἡ πόλις παρεδόθη, καὶ κελεύειν ἀγοράσαι ἀγρόν. Ὁ δὲ Θεός φησι πρὸς αὐτόν· Τὰ μὲν παρόντα κακὰ διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ· ἔσται καιρὸς, ὅτε πάλιν κατοικηθήσεται ἡ πόλις. Προλέγει τῷ Σεδεκίᾳ, ὅτι ἁλώσεται, καὶ ἐγκαλεῖ τοὺς δούλους, οὓς ἠλευθέρωσαν, πάλιν καταδουλωσαμένοις, καὶ ἀπειλεῖ μεγάλην ἔσεσθαι συμφοράν. ∆ιὰ τοῦτο κελεύει τοὺς υἱοὺς Ἰωναδὰβ ποιεῖν οἶκον. Οἱ δὲ παραιτοῦνται. Κελεύεται ὁ Ἱερεμίας γράψαι, ὅσα προεφήτευσεν ἐπὶ Ἰσραὴλ, ἵνα οὕτω γοῦν φοβηθῶσιν, ἀκούσαντες πάλιν τὰ μέλλοντα αὐτοὺς διαδέχεσθαι κακά. Ὁ δὲ προστάσσει τῷ Βαροὺχ, τοῦ ποιῆσαι, καὶ ἐποίησε. Καὶ γράψας ἀνέγνω τοῖς Ἰουδαίοις. Ὡς δὲ ἤκουσαν οἱ ἄρχοντες, ἀνήγγειλαν τῷ βασιλεῖ Ἰωακείμ. Ὁ δὲ λαβὼν τὸ βιβλίον κατέκαυσε. Καὶ κελεύεται Ἰερεμίας ἕτερον γράψαι βιβλίον τοιοῦτον. Καὶ προφητεύει τῷ βασιλεῖ συμφορὰς διὰ τὸ τόλμημα τοῦτο. Προφητεύει τὴν ἅλωσιν Ἱερουσαλήμ· καὶ συλλαμβάνεται καὶ ἐμβάλλεται εἰς δεσμωτήριον ὁ Ἱερεμίας, καὶ μεταπεμφθεὶς ἐκεῖθεν ὑπὸ Σεδεκίου, λέγει αὐτῷ, ὅτι ἁλώσεται, καὶ ἀξιοῖ ὥστε μὴ παραπεμφθῆναι εἰς τὸ δεσμωτήριον. Καὶ λαβόντες αὐτὸν οἱ ἄρχοντες ἐνέβαλον εἰς τὸν λάκκον τοῦ βορβόρου. Καὶ ἀνήγαγεν αὐτὸν ἐκεῖθεν ὁ Ἀβδαμελέκ. Καὶ μεταπεμφθεὶς πάλιν ὑπὸ τοῦ βασιλέως, προαγορεύει αὐτῷ σωτηρίαν, εἰ βουληθείη ἑκὼν ἐξελθεῖν πρὸς τοὺς πολεμίους· εἰ δὲ μὴ βουληθείη, ὄλεθρον πάσῃ τῇ πόλει, καὶ αὐτῷ μεγάλα κακὰ ἔσεσθαι. Ὡς δὲ οὐκ ἔπεισεν ἐξελθεῖν, ἀνῆλθεν ὁ βάρβαρος, καὶ ἑάλω ἡ πόλις μετὰ Σεδεκίου. Καὶ τῷ Ἱερεμίᾳ εὖ ἐχρήσαντο οἱ ἄρχοντες τοῦ Ναβουχοδονόσορ. Τῷ Ἀβδεμελὲκ προαγορεύει σωτηρίαν. Αὐτοὺς δὲ λαβόντας αἵρεσιν παρὰ τοῦ ἀρχιμαγείρου, ὥστε ἀπελθεῖν ὅπου βούλοιντο, ἔρχεται πρὸς Γοδολίαν, ὃν κατέστησεν ἄρχοντα τοῖς ὑπολειφθεῖσιν ἐν τῇ Ἰουδαίᾳ. Συνήχθησαν πρὸς Γοδολίαν οἱ διεσπαρμένοι ἐν τοῖς ἀγροῖς Ἰουδαῖοι. Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, καὶ ἑτέρους τινὰς, καὶ λαβὼν τὸν λαὸν τοῦ Γοδολίου, ἐπορεύθη εἰς τὴν Ἀμμωνῖτιν χῶραν ὁ Ἰσμαήλ. Ὡς δὲ εἶδεν αὐτὸν ὁ Ἰωάνναν, εἷς τις τῶν ἀρχόντων, εὐνοϊκῶς διακείμενος πρὸς Γοδολίαν, ἔφυγε μετὰ τῶν ὀκτὼ μόνων ἀνδρῶν ὁ Ἰσμαὴλ, καὶ τὸν λαὸν ἔλαβεν ὁ Ἰωάνναν. Ὥστεδεηθῆναι τοῦ Θεοῦ περὶ αὐτῶν δεηθεὶς, καὶ συμβουλεύσας αὐτοῖς μὴ εἰσελθεῖν εἰς Αἴγυπτον (θάνατον γὰρ ἀπειλεῖν τὸν Θεὸν, εἰ μετοικήσαιεν ἐκεῖ), οὐκ ἔπεισεν. Ἐπεὶ δὲ ἦλθον ἕως Τάφνας, παραινεῖ αὐτοῖς μὴ εἰδωλολατρεῖν. Ὡς δὲ ἀντέλεγον, προαγορεύει αὐτοῖς ὄλεθρον μέγαν, καὶ τῷ βασιλεῖ τῶν Αἰγυπτίων τὴν ἀπώλειαν Αἰγύπτου προλέγει, καὶ τῶν ἀλλοφύλων, τὴν ἀπώλειαν Μωαβιτῶν λέγει, καὶ Ἀμμανιτῶν καὶ Ἰδουμαίων, τὴν ἀπώλειαν ∆αμασκοῦ καὶ Ἐλὰμ προλέγει, καὶ τὴν ἀπώλειαν Βαβυλῶνος, καὶ τὴν ἄνοδον τῶν Ἰουδαίων τὴν ἐκεῖθεν. Πῶς ἑάλω Ἱερουσαλὴμ προλέγει, καὶ ἀπὸ ἀτιμίας εἰς τιμὴν ἦλθε Ἰωακεὶμ, ὁ ἑκὼν προσχωρήσας τῷ Ναβουχοδονόσορ μετὰ τῆς μητρὸς αὐτοῦ. Σύνοψις τῶν τῷ προφήτῃ Ἰεζεκιὴλ εἰρημένων. Ὁρᾷ τὴν ὀπτασίαν τῶν Χερουβὶμ ὁ προφήτης, καὶ κελεύεται λαλῆσαι τοῖς Ἰσραηλίταις παρὰ τοῦ Θεοῦ. Φέρεται ὑπὸ τοῦ Πνεύματος εἰς τὴν αἰχμαλωσίαν, καὶ παρορμᾶται ὑπὸ τοῦ Θεοῦ πρὸς τὸ μετὰ παῤῥησίας καὶ ἀόκνως τοῖς τε ἀνόμοις καὶ τοῖς δικαίοις τὴν εἰς τὴν ζωὴν φέρουσαν διαγγέλλειν, καὶ τὰς τοῦ Θεοῦ προμηνύειν ἐντολάς. Κελεύεται ἐγκλεῖσαι ἑαυτὸν, καὶ τῆς Ἱερουσαλὴμ πολιορκίαν προμηνῦσαι διὰ τοῦ ὑποδείγματος τῆς πλίνθου καὶ τοῦ τηγάνου. Κελεύεται δὲ καὶ ἐπὶ ἓν πλευρὸν κοιμηθῆναι ἡμερῶν ἀριθμὸν, φανερῶν τὴν ἐν τῇ αἰχμαλωσίᾳ ἐσομένην τῷ λαῷ θλίψιν. Προλέγει διὰ τῶν ἄρτων, οὓς ἐπὶ βολβίτων ποιεῖ, καὶ διὰ τοῦ μερισμοῦ τῶν τριχῶν τὸν θάνατον αὐτῶν καὶ τὴν διασποράν· καὶ τὴν ἐρήμωσιν τῆς πόλεως καὶ τῶν εἰδώλων προστίθησιν. Ὁρᾷ τὰς ἀνομίας τοῦ λαοῦ καὶ τὴν εἰδωλολατρείαν. Μετὰ ταῦτα τοὺς ἕως ὀλέθρου τῆς πόλεως ἐλθόντας. Ὁρᾷ δὲ πάλιν τὰ Χερουβὶμ, καὶ προλέγει τῇ πόλει κακά. Περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Προμηνύει τὴν αἰχμαλωσίαν αὖθις τοῦ λαοῦ τὴν ἐπὶ Σεδεκίου, καὶ τὴν αὐτοῦ Σεδεκίου τύφλωσιν τὴν ὑπὸ τοῦ Ναβουχοδονόσορ γενομένην. Προλέγει, μὴ εἰς μακρὸν χρόνον ἐκβήσεσθαι τὰ κακὰ, ἀλλ' ἐγγὺς εἶναι. Ἀπειλεῖ τοῖς ψευδοπροφήταις, καὶ ἀπαραίτητα αὐτῶν φησι τὰ κακὰ εἶναι, ἅπερ ὑποστήσονται· ὡς μηδὲ Ἰὼβ, ἢ ∆ανιὴλ, ἢ Νῶε τοὺς υἱοὺς αὐτῶν δύνασθαι ῥύσασθαι· καὶ τὴν εἰς τέλος ἐρήμωσιν αὐτῶν διὰ τῆς κληματίδος τῆς ἀμπέλου δηλοῖ. ∆ιηγεῖται τὴν ἀσχημοσύνην τοῦ λαοῦ τὴν ἐξ ἀρχῆς, πρὶν ἢ προσλαβέσθαι αὐτὸν τὸν Θεὸν, καὶ τὴν εὐπρέπειαν τὴν μετὰ τὸ προσλαβέσθαι· καὶ τὴν εἰδωλολατρείαν αὐτοῦ, καὶ τὴν διὰ ταύτην αὐτοὺς διαδεξαμένην ἄλωσιν, καὶ μεγάλας δείκνυσιν αὐτῆς τὰς ἀνομίας ἀπὸ συγκρίσεως Σοδόμων καὶ Σαμαρείας, οὔσας καὶ καθ' ἑαυτὰς μεγάλας. ∆ύναται δὲ τὰ χρηστὰ, ἃ προλέγει, τὸ, Ἀναστήσω τὴν διαθήκην μου μετὰ σοῦ, περὶ τῶν εἰς Χριστὸν πιστευόντων λέγεσθαι. Τὴν ἄνοδον τοῦ Ναβουχοδονόσορ προλέγει. Πρὸς τοὺς λέγοντας· Οἱ πατέρες ἔφαγον τὸν ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν. Περὶ τῆς μητρὸς τῶν περὶ Σεδεκίαν τὸν βασιλέα. ∆ιαμαρτύρεται τοῖς πρεσβυτέροις τὰς ἀνομίας τῶν πατέρων αὐτῶν. Τὸ δὲ, ∆ιότι ἐπὶ τοῦ ὄρους μου τοῦ ἁγίου, ἐπ' ὄρους ὑψηλοῦ Ἰσραὴλ λέγει· Ἀδωναῒ, Κύριε, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος, εἰς τοὺς πιστεύοντας τῷ Χριστῷ δύνασθαι λαμβάνεσθαι. Ἐπὶ Θεμὰν, καὶ ἐπὶ Ἰσραὴλ, καὶ ἐπὶ υἱοὺς Ἀμμών. Καὶ τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας λέγει τοῦ Ἰσραὴλ, καὶ τῶν ἱερέων, καὶ τῶν ἀρχόντων καὶ ψευδοπροφητῶν. Καὶ ἐζήτουν, φησὶν, ἄνδρα ἀναστρεφόμενον ὀρθῶς, καὶ ἑστῶτα ἐν διακοπῇ φραγμοῦ πρὸ προσώπου μου ἐν καιρῷ τῆς γῆς, τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτόν· καὶ οὐχ εὗρον. Περὶ τῆς εἰδωλολατρείας τοῦ λαοῦ Ἰσραὴλ τῆς ἐν Αἰγύπτῳ, καὶ τῆς μετὰ ταῦτα, καὶ τῶν συμφορῶν. Καὶ ἔτι οὔτε πένθος ποιῆσαι συγχωρηθήσονται ἐπὶ τοῖς συμβαίνουσι χαλεποῖς. Κατὰ Ἀμμανιτῶν καὶ Ἰδουμαίων, καὶ ἀλλοφύλων, καὶ τῆς Σὼρ, ἣν Τύρον λέγουσιν εἶναι. Προλέγει συμφορὰς μεγάλας, κατὰ τοῦ ἄρχοντος Τύρου καὶ Σιδῶνος, καὶ Αἰγύπτου, καὶ τοῦ Αἰγυπτίων βασιλέως. Ἀπειλεῖ τῷ σκοπῷ τοῦ λαοῦ, εἰ μὴ προείποι τῷ λαῷ, οὗ τέθειται σκοπὸς πρὸς τὰς παρὰ τοῦ Θεοῦ ἐπιφερομένας συμφοράς. Καὶ λέγει, ὡς μήτε ἄνομον ἀπόλλυσθαι διὰ τὰς προτέρας ἀνομίας, ἐὰν ἐπιστρέψῃ τοῦ ποιῆσαι τὰ ἀρεστὰ τῷ Θεῷ· μήτε δίκαιον σώζεσθαι, διὰ τὰς προτέρας δικαιοσύνας, ἐὰν μεταβληθεὶς γένηται ἄνομος καὶ ἄδικος. Ἦλθέ τις πρὸς τὸν προφήτην ἀπαγγέλλων, ὅτι ἑάλω Ἱερουσαλήμ· λέγει δὲ καὶ περὶ τούτου ἐγκαλῶν, ὅτι μὴ προσέχωσι τοῖς προφητευομένοις. Προφητεύει δὲ καὶ κατὰ τῶν ποιμένων τοῦ Ἰσραήλ· καὶ ἐπαγγέλλεται δώσειν αὐτοῖς ἕνα ποιμένα· ὅπερ ἐπὶ τοῦ Ζοροβάβελ γέγονεν, ὅπερ καὶ αὐτὸ ἀναισχυντοῦντες Ἰουδαῖοι οὔπω γεγενῆσθαί φασι· γέγονε δὲ, ὡς ἔφην, ἐπὶ Ζοροβάβελ. Προφητεύει κατὰ Ἰδουμαίων καὶ τοῖς Ἰσραηλίταις χρηστὰ, ἅπερ φησὶν ὁ Θεὸς ποιήσειν Ἰουδαίοις, οὐκ ἐπειδὴ ἄξιοί εἰσιν, ἀλλ' ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βεβηλωθῇ. Ἄγεται ὁ προφήτης εἰς τὸ πεδίον, καὶ προφητεύει ἐπὶ τὰ ὀστᾶ τὰ ξηρά. Προφητεύει δὲ καὶ περὶ τοῦ Ζοροβάβελ, ὅτι εἷς ἄρχων ἔσται Ἰουδαίων· δύναται δὲ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λαμβάνεσθαι. Προφητεύει καὶ περὶ Γὼγ καὶ Μαγὼγ ἐπελθόντων τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος, καὶ ἡττηθέντων. Τινὲς δὲ ἀλληγορικῶς λαμβάνουσιν εἰς τὰς Ἐκκλησίας, καὶ εἰς τὸν διάβολον, καὶ τοὺς κατὰ καιρὸν διωγμοὺς ἐπενεχθέντας ὑπὸ ἀσεβῶν βασιλέων. Προφητεύει δὲ τοῦ ναοῦ τὴν οἰκοδομὴν, καὶ τὴν ἀποκατάστασιν τῆς νομικῆς λατρείας· ἅπερ καὶ αὐτὰ προσδοκῶσι μὲν ἔτι Ἰουδαῖοι· ἐξέβη δὲ ἐπὶ Ἔσδρα καὶ Ζοροβάβελ. Τὴν δὲ οἰκοδομὴν τῆς πόλεως, ἣν προλέγει, καὶ τὸ ὕδωρ τὸ κατὰ μικρὸν ἐκπορευόμενον καὶ αὐξανόμενον, δύναται ἐπὶ τοὺς ἐπιστρέφοντας ἐπὶ τὸν Χριστὸν λαμβάνεσθαι, νεκροὺς ὄντας πρὶν ἢ πιστεῦσαι, μετὰ δὲ τὸ πιστεῦσαι ζωοποιουμένους.

Σύνοψις τῶν τῷ προφήτῃ ∆ανιὴλ εἰρημένων. Ἐκλέγονται οἱ περὶ τὸν ∆ανιὴλ, καὶ παραδίδονται τῷ ἀρχιευνούχῳ, καὶ σιτοῦνται σπέρματα· καὶ παραστάντες τῷ βασιλεῖ, πάντων ἀνεδείχθησαν σοφώτεροι. Ὁρᾷ τὸ ἐνύπνιον Ναβουχοδονόσορ, καὶ τοὺς μάγους ἀπορήσαντας γνωρίσαι καὶ ἐπιλῦσαι αὐτὸ κελεύει σφαγῆναι. Κινδυνεύσαντας δὲ καὶ τοὺς περὶ ∆ανιὴλ ἔσωσεν ὁ Θεὸς, ἀποκαλύψας αὐτῷ τῷ ∆ανιὴλ τὴν εἴδησιν τοῦ ἐνυπνίου. Ὁ ∆ανιὴλ εἰσαχθεὶς λέγει τὸ ἐνύπνιον τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν αὐτοῦ. Ὁ δὲ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν ὁ Χριστός ἐστι· τὸ δὲ ἄνευ χειρῶν, τὸ χωρὶς συνουσίας ἐκ τῆς Παρθένου αὐτὸν τεχθῆναι. Στήσας τὴν εἰκόνα Ναβουχοδονόσορ, κελεύει προσκυνεῖν πάντας, καὶ τοὺς τρεῖς παῖδας εἰς τὴν κάμινον ἐμβάλλει μὴ προσκυνήσαντας. Ὡς δὲ οἱ περὶ τὴν κάμινον ἀνῃρέθησαν, καὶ ὕμνουν οἱ παῖδες τὸν Θεὸν, καλέσας αὐτοὺς, καὶ ἰδὼν σώους, τόν τε Θεὸν ἐξεπλάγη, καὶ αὐτοὺς ἀρχῇ τῇ τῶν Ἰουδαίων ἐτίμησε, καὶ δόγμα ἔθηκε, τὸν βλασφημοῦντα εἰς τὸν Θεὸν ἀπόλλυσθαι. Ὁρᾷ ἐνύπνιον Ναβουχοδονόσορ· καὶ τῶν σοφῶν Βαβυλῶνος πάλιν διαπορησάντων, ἐπιλύει αὐτὸ ὁ ∆ανιὴλ, συμβουλεύει τε τῷ βασιλεῖ, τὰς ἀνομίας αὐτοῦ ἐν ἐλεημοσύναις λυτρώσασθαι. Καὶ οὐ μετ' οὐ πολὺν χρόνον ἐξέβη τὸ ἐνύπνιον· καὶ ᾔνεσε τὸν Θεὸν ὁ Ναβουχοδονόσορ. Τῶν σκευῶν τῶν ἱερατικῶν ἐξενεχθέντων κατὰ πρόσταξιν τοῦ βασιλέως υἱοῦ Ναβουχοδονόσορ, καὶ τῶν ἑστιωμένων εἰς αὐτὰ πινόντων, ἐξῆλθεν ἀστράγαλος χειρὸς, καὶ ἔγραψεν ἐν τῷ τοίχῳ γραφὴν, ἣν καὶ αὐτὴν τῶν σοφῶν Βαβυ λῶνος ἀπορούντων ἐπιγνῶναι, ὁ ∆ανιὴλ ἐπέγνω, καὶ ἐπέλυσε, καὶ ἐνεδύθη πορφύραν, καὶ περιέθηκαν αὐτῷ μανιάκην χρυσοῦν, καὶ ἐκήρυξαν αὐτὸν τρίτον ἄρχοντα εἶναι ἐν τῇ βασιλείᾳ. Βασιλεύσας ∆αρεῖος ὁ Μῆδος, καὶ καταστήσας ἄρχοντα τὸν ∆ανιὴλ, ἀναγκάζεται ὑπὸ τῶν τακτικῶν καὶ σατραπῶν δόγμα κυρῶσαι, ὥστε τὸν αἰτοῦντα παρὰ ἀνθρώπου ἢ θεοῦ αἴτημα, πλὴν παρὰ τοῦ βασιλέως, εἴσω τριάκοντα ἡμερῶν, ἐμβληθῆναι εἰς τὸν λάκκον τῶν λεόντων. Καὶ τούτου γενομένου, παρατηρήσαντες τὸν ∆ανιὴλ εὐχόμενον τῷ Θεῷ, διαβάλλουσι, καὶ καταναγκάζουσι τὸν βασιλέα ἐμβαλεῖν αὐτὸν εἰς τὸν λάκκον. Ἐμβαλὼν δὲ, καὶ προσελθὼν, καὶ σῶον εὑρὼν, τὸν μὲν ἀνήγαγε τοῦ λάκκου, τοὺς δὲ βάλλοντας αὐτὸν μετὰ τῶν γυναικῶν ἀπώλεσε τοῖς λέουσι παραδούς. Καὶ δόγμα ἔθηκε, πάντας φοβεῖσθαι τὸν Θεόν. Ὁρᾷ τὴν ὅρασιν τῶν θηρίων, διὰ μὲν τῆς λεαίνης τὴν Ἀσσυρίων βασιλείαν, διὰ δὲ τῆς ἄρκτου, τῶν Μήδων καὶ Περσῶν, διὰ δὲ τῆς παρδάλεως, τῶν Μακεδόνων, διὰ δὲ τοῦ τετάρτου θηρίου, τῶν Ῥωμαίων. Προφητεύει δὲ καὶ περὶ τοῦ Χριστοῦ, καὶ περὶ Ἀντιόχου τοῦ ἀσεβοῦς. Οὗτος γάρ ἐστι τὸ κέρας τὸ μικρὸν, τὸ ἐκτινάξαν τρία τῶν ἔμπροσθεν. Προφητεύει πῶς Ἀλέξανδρος ὁ Μακεδὼν κατέλυσε τὴν βασιλείαν Περσῶν· τὸν μὲν κριὸν τὸν βασιλέα Περσῶν λέγων, τὸν δὲ τράγον Ἀλέξανδρον τὸν Μακεδόνα. Ἡ δὲ ἐσχάτη ὅρασις ἐνταῦθα, περὶ τῆς βασιλίσσης νότου φησὶν ἐν τῷ βιβλίῳ τῶν Μακκαβαίων εὑρίσκεσθαι. Τὸν Βὴλ κατασπᾷ, καὶ τὸν δράκοντα ἀναιρεῖ· εἰς τὸν λάκκον ἐμβάλλεται καὶ διασώζεται, καὶ οἱ αἴτιοι τοῦ ἐμβληθῆναι αὐτὸν ἐμβάλλονται καὶ ἀναλίσκονται ὑπὸ τῶν λεόντων. Ὡσηέ. Κελεύεται λαβεῖν γυναῖκα πόρνην, καὶ τὰ τικτόμενα παιδία ὀνομάσαι Ἰεζραὴλ, Οὐκ ἠλεημένην, καὶ Οὐ λαός μου. Καὶ ἐγκαλεῖ τῷ λαῷ πορνείαν· καὶ προλέγει αὐτῷ ἀπώλειαν, καὶ χρήματά τινα μετὰ τὴν ἀπώλειαν. Τὸ δὲ, ∆ιαθήσομαι διαθήκην μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μνηστεύσομαι ἐν πίστει, δύναται λαμβάνεσθαι εἰς τοὺς πιστεύοντας τῷ Χριστῷ. Προστάσσεται λαβεῖν γυναῖκα μοιχαλίδα, μηνύων τὴν ἐρήμωσιν τῶν Ἰουδαίων, καὶ ἐγκαλεῖ αὐτοῖς πολλὰ καὶ μεγάλα ἁμαρτήματα, τῷ τε λαῷ καὶ τοῖς ἱερεῦσι. ∆ιαβάλλει τε αὐτοὺς καὶ εἰς μέθην, καὶ εἰς μοιχείαν, καὶ εἰς θυμόν. Ἐγκαλεῖ ὅτι τὴν ἐλπίδα ἀπὸ τοῦ Θεοῦ μεταγαγόντες, ἐπὶ Ἀσσυρίους ἤλπιζον, καὶ Αἰγυπτίοις ἐθάῤῥουν. Καὶ προλέγει αὐτοῖς τιμωρίας. Λέγει ὅτι διὰ τὸ βοηθεῖσθαι γενόμενος ἰσχυρὸς ὁ Ἐφραῒμ, οὐκ εἰς δέον ἐχρήσατο τῇ εὐπραγίᾳ. ∆είκνυσιν ὁ Θεὸς τήν τε ἑαυτοῦ περὶ τοὺς Ἰσραηλίτας κηδεμονίαν, καὶ τὴν ἐκείνων περὶ αὐτὸν ἀγνωμοσύνην· καὶ προλέγει αὐτοῖς συμφοράς. Ἰωήλ. ∆ιαφθορὰν λέγει τῶν τῆς γῆς καρπῶν, καὶ παραινεῖ ἐξιλεώσασθαι τὸν Θεόν. Τὴν ἄνοδον τοῦ Ἀσσυρίου προλέγει· προφητεύει δὲ καὶ μετὰ ταῦτα χρηστά τινα. Τὸ συμβὰν ἐπὶ τῶν ἀποστόλων τὸ τῶν γλωσσῶν προλέγει. Προφητεύει δὲ καὶ τῶν ἐθνῶν ἀπώλειαν τὴν γενομένην μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος ἐπὶ Ζοροβάβελ. Ἔχει δὲ καὶ ἀλληγορίαν τὸ χωρίον τοῦτο. Ἀμώς. Τὰς ἀνομίας ∆αμασκοῦ, Γάζης, Τύρου, Ἰδουμαίων, Ἀμμανιτῶν, Μωαβιτῶν, Ἰούδα καὶ Ἰσραὴλ προλέγει, καὶ τὰς διαδεξομένας αὐτοὺς τιμωρίας. Τὰς εὐεργεσίας τὰς εἰς τοὺς Ἰουδαίους γενομένας ὑπὸ τοῦ Θεοῦ ἀπαριθμεῖται, καὶ τὴν αὐτῶν ὀλιγωρίαν καὶ καταφρόνησιν, καὶ τὰ περιμένοντα αὐτοὺς χαλεπά. Πρὸς τὰς γυναῖκας τῆς Σαμαρείας εἰς μέθην, εἰς ἁρπαγὴν διαβάλλων προλέγει. Προλέγει λιμὸν καὶ διάλυσιν διὰ τὸ ἀνεπίστροφον, καὶ ὅτι πολλὰ πληγέντες, οὐκ ἐγένοντο βελτίους. Ἐγκαλεῖ τῷ Ἰσραὴλ, ὅτι πρὸς τοὺς ἐλέγχοντας αὐτοὺς ἐδυσχέραινον, καὶ παραινεῖ ἐπιστρέψαι πρὸς τὸν Θεόν. Ἀπειλεῖ δὲ καὶ τοῖς ἀπιστοῦσι, ὅτι ἥξει τὰ κακά. Περὶ αὐτῶν γάρ φησιν· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. Τινὲς δὲ αὐτὸ ἐξέλαβον εἰς τὴν μέλλουσαν κρίσιν· ὡς καὶ νῦν τῶν ἀπίστων λεγόντων, ὅτι οὐκ ἔσται κρίσις· εἰ δέ ἐστιν, ἐλθέτω. Παραίτησις τῶν ἑορτῶν αὐτῶν, καὶ τῶν θυσιῶν καὶ ψαλτηρίων. Ἄστρον θεοῦ Ῥαφὰν τὸν Κρόνον λέγει· ἐπειδὴ οἱ Ἕλληνες τῷ θεῷ αὐτῶν Κρόνῳ καὶ ἄστρον εἶναί φασιν ἐν οὐρανῷ, καὶ αὐτὸ Κρόνον καλοῦσι. Λέγει δὲ, Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα; Οὐδὲ γὰρ προσήνεγκεν ὁ δῆμος, ἀλλὰ μόνοι οἱ ἄρχοντες, ὅτε ἔστη ἡ σκηνή. Ἐνταῦθα τὰ περὶ παντὸς τοῦ λαοῦ λέγει. ∆ιαβάλλει δὲ αὐτοὺς καὶ εἰς ἄμετρον τροφὴν, καὶ προλέγει αὐτοῖς συμφοράς. ∆ιὰ τῶν ἀκρίδων, καὶ τῆς διαθήκης, καὶ τοῦ ἀδάμαντος, τὴν σφαγὴν αὐτῶν προφητεύει, καὶ δηλώσας Ἀμεσίᾳ τῷ βασιλεῖ ταῦτα, βιάζεται τὸν προφήτην καὶ ἀπελαύνει. Ὁ δὲ καὶ αὐτῷ προλέγει κακὰ καὶ τῷ λαῷ. Καὶ ὁρᾷ ἄγγος ἰξευτοῦ, καὶ διὰ τούτου τὴν σύλληψιν αὐτῶν. Τὰς ἀδικίας αὐτῶν καὶ τὰς βίας ἀπαριθμεῖται, καὶ τὰ μέλλοντα διαδέξεσθαι αὐτοὺς κακά. Τὸ δὲ, ∆ύσεται ἥλιος μεσημβρίας, εἰς τὸν καιρὸν τοῦ πάθους τοῦ Χριστοῦ προλέγει. Περὶ τῶν εἰς Χριστὸν πιστευόντων προλέγει. Ἀβδιού. Τὴν τιμωρίαν τῶν Ἰδουμαίων προλέγει, ἣν ὑπέστησαν διὰ τὸ συνεπιθέσθαι τοῖς Ἰσραηλίταις μετὰ καὶ τῶν λοιπῶν πολεμίων. Περὶ Ἐκκλησίας. Ἰωνᾶς. Ἰωνᾶς ὁ προφήτης τὴν εἰς Θαρσεῖς φυγὴν, τὸν κλύδωνα, τὴν ὑπὸ τοῦ κήτους κατάποσιν, καὶ τὴν ἐκβολὴν, τὴν μετάνοιαν τῶν Νινευϊτῶν, τὴν σωτηρίαν τῆς κολοκύνθης, τὴν ἀνάδοσιν, καὶ τὴν ἀπώλειαν περιέχει. Μιχαίας. Τὴν ἐσομένην ἐρήμωσιν Σαμαρείας καὶ Ἱερουσαλὴμ προλέγει, καὶ τὴν αἰτίαν προστίθησι. Συνάπτει δὲ καὶ τὴν ἄνοδον αὐτῶν τὴν ἐκ Βαβυλῶνος, ἐγκλήματα, κατηγορίας τῶν ἀρχόντων τοῦ λαοῦ καὶ τῶν ἱερέων, καὶ ψευδοπροφητῶν. Περὶ τῆς Ἐκκλησίας τῆς πιστευούσης εἰς τὸν Κύριον ἡμῶν, καὶ περὶ τῆς Νέας ∆ιαθήκης. Ὁ γὰρ πρότερος νόμος ἐκεῖνα ἐξῆλθε· καὶ περὶ τῆς εἰρήνης. Καὶ κακὰ πάλιν τοῖς Ἰουδαίοις προλέγεται. Περὶ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ γεννήσεως, καὶ περὶ τῶν εἰς αὐτὸν πιστευόντων. Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακώβ· ὃ λέγει Παῦλος ὁ ἀπόστολος, Τὸ ἐγκατάλειμμα σωθήσεται. Κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ τῶν εὐεργεσιῶν αὐτοῦ ἀπαρίθμησις, καὶ παραίτησις θυσιῶν. Ἀποδύρεται ὁ προφήτης ὡς τῶν δικαίων καὶ ἀγαθῶν ἀνδρῶν ἐκλειπόντων. Καὶ πρὸς τῷ τέλει μετὰ τὸ ἐγκαλέσαι καὶ ἀπειλῆσαι συμφορὰς μεγάλας, χρηστὰ προμηνύει τῷ Ἰσραήλ. Ναούμ. Περὶ τῆς τοῦ Θεοῦ δυνάμεως διαλέγεται· περὶ τῶν ἀποστόλων προλέγει. Προστίθησι δὲ καὶ τὴν ἄνοδον Βαβυλωνίων κατὰ Νινευϊτῶν κατακράτος αἰχμαλωσίαν. Λέγει δὲ καὶ τὴν δύναμιν αὐτῆς καὶ τὸν πλοῦτον, ὃν εἶχε πρὶν αἰχμαλωτευθῆναι. Ἕως ὧδε εἶχε τὸ ἀντίγραφον.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

1
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать