In centurionem Εἰς τὸν ἑκατόνταρχον.
Ἑκατοντάρχου τινὸς δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾷν· ἀλλ' οὐκ ἐτελεύτησε διὰ τὸν ∆εσπότην· ἔμελλεν ἀποθανεῖν· ἄνθρωπος γὰρ ἦν· ἀλλ' οὐκ ἀπέθανε διὰ τὸν πρεσβεύοντα θεοφιλῆ τυγχάνοντα. Ἡ φύσις τὸ ἴδιον ἀπαιτεῖ χρέος· ἀλλ' ὁ ∆εσπότης τῆς φύσεως τὸ κτῆμα τῷ κτιστῷ διὰ πίστιν παρεχώρει. Θάνατος καὶ φύσεως ἀνάγκη πρὸς τελευτὴν ἐβιάζοντο, ἀλλὰ ἀνθεῖλκεν ἡ πίστις τῷ θανάτῳ πολεμοῦσα καὶ θανάτου παραλύουσα νόμους. Καὶ μὴ ἀπιστήσῃς, εἰ τοσαῦτα δύναται πίστις, ὥστε καὶ θανάτου δεσμὰ διαῤῥῆξαι, καὶ ἐξ αὐτῶν τῶν καταχθονίων βαράθρων ψυχὰς ἀνασπᾶσαι.
Πίστις καὶ ᾅδου πύλας ἀνοίγει, καὶ οὐρανοῖς ἐπιτίθει κλεῖθρα, καὶ φύσεως ὅρους ἀμείβει, καὶ πυρὸς δύναμιν κατακοιμίζει καὶ φλόγα δρόσον ἀποδεικνύει, καὶ θανάτου κέντρον ἀμβλύνει. Οὐκ ἀμάρτυρα λέγω· ἐκ τῶν ἁγίων σε Γραφῶν πιστώσομαι. Εἶπον ὅτι πίστις πύλας ᾅδου ἀνοίγει, καὶ οὐρανοῖς ἐπιτίθησι κλεῖθρα. Οὐκοῦν δέξαι τὰς ἀποδείξεις ἐναργεῖς· ἴδε μοι τὸν μακάριον Πέτρον λόγῳ τὰς ᾅδου πύλας ἀναπετάσαντα, καὶ τὴν Ταβιθὰν κάτωθεν ἀναγαγόντα. Μόνον γὰρ εἶπε, Ταβιθὰ, ἀνάστηθι, εὐθὺς πύλαι μὲν ᾅδου ἀνοίγονται, ταρταραῖοι δὲ πίπτουσι μοχλοὶ, ἡ δὲ τεθνηκυῖα τῶν ζώντων ὀξύτερον ὑπακούει. Πάλιν Ἠλίας ὁ προφήτης ταύτῃ πεποιθὼς τῇ πίστει εἶπεν· Οὐκ ἔσται ὑετὸς εἰ μὴ διὰ στόματός μου· καὶ χαλκεύεται μὲν ὁ οὐρανὸς, συστέλλεται δὲ ὁ ὑετὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, γῆ δὲ καθάπερ σιδηρᾶ τὴν φύσιν, τὸν συνήθη καρπὸν ἀρνεῖται, ἵνα γνῷς οἷα δύναται πίστις. Ἄνθρωπος ἐπὶ γῆς ἀποφαίνεται, καὶ Θεὸς ἐν οὐρανῷ βεβαιοῖ τὴν ἀπόφασιν· θνητὸν φθέγγεται στόμα, καὶ Θεοῦ γνώμη ἐπιψηφίζεται, ἔργῳ κυροῦσα τὰ ῥήματα. Ἔκλεισε, φησὶν, Ἠλίας τὸν οὐρανὸν ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ. Κλεῖθρον οὐρανοῦ ἦν ἀνθρώπου στόμα θνητοῦ, εὐσεβεῖ πίστει κοσμούμενον. Ὁ αὐτὸς πάλιν Ἠλίας πυρίνων κατετόλμησεν ἁρμάτων, καὶ καθάπερ πτηνὸν εἰς τὰς αἰθερίους ἐπέπτη μονὰς, ἀμέλει μέχρι σήμερον ἄγευστος θανάτου, οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι μονογενητικῇ, καὶ δυνάμει πίστεως ἀκλινὴς φυλαττόμενος. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Ὁ Ἐνὼχ ἀπὸ ζωῆς εἰς ζωὴν μετὰ σώματος ἐβαστάχθη, θάνατον καὶ γῆρας καὶ φύσιν διὰ πίστεως ὑπερνικήσας.
Πολλὰ μὲν οὖν ἄλλα περὶ πίστεως ἔστι λέγειν, ἀλλὰ συστέλλω τὸν λόγον, ἵνα μὴ κόρον ἐμποιήσω. Οἶδα δὲ ὅτι, καίπερ τὰ θεῖα λόγια ταῖς ὑμετέραις φιλοχρίστοις ἀκοαῖς οὐ κόρον, ἀλλὰ πόθον ἐμποιεῖν ἐπίστανται, ἀλλ' ὅμως ἐπὶ τὸ προκείμενον ἐπανελεύσεται. Ἑκατοντάρχου, φησὶ, τινὸς δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος· ἔντιμος οἰκέτης τῷ δεσπότῃ. Εἰ γὰρ καὶ ἡ πλεονεξία τοῦ βίου τὸν δοῦλον ἐπενόησεν, ἀλλ' ἡ εὐγνωμοσύνη τοῦ δεσπότου τὸ συγγενὲς τῆς φύσεως οὐκ ἠρνήσατο. Οὐ διέπτυσεν ὡς οἰκέτην, ἀλλ' ἔστεργεν ὡς ὁμόφυλον, φιλανθρωπίᾳ τὴν βαρεῖαν τῆς δουλείας ζεύγλην ἐπελαφρίζων. Ἀκούετε καὶ μανθάνετε, οἱ δούλων δεσπόται, μὴ ὡς ἀλλοτρίων τῆς φύσεως καταφρονεῖν τῶν οἰκετῶν, μήτε μὴν ὡς ἐχθρῶν ἀφειδεῖν τῶν ὁμογενῶν, πειθόμενοι τῷ μακαρίῳ Παύλῳ λέγοντι· Οἱ κύριοι, πρὸς τοὺς δούλους τὴν ἰσότητα παρέχεσθε, ἀνιέντες τὴν ἀπειλὴν, εἰδότες ὅτι αὐτῶν καὶ ὑμῶν ὁ Κύριος ἐν οὐρανοῖς ὑπάρχει. Συνεχώρησε δοῦλον εἶναι Θεὸς, ἵνα Θεῷ δουλεύειν μανθάνῃς. Εὔνοιαν ἀπαιτεῖς παρὰ τοῦ οἰκέτου; Εὐνόει καὶ αὐτὸς τῷ ∆εσπότῃ. Κολάζεις ἁμαρτάνοντα; οὐκοῦν μὴ ἁμάρτῃς, ἵνα μὴ κολάζῃ παρὰ Θεῷ. Συγγνώμην οὐ διδοὺς ὁμογενεῖ; μηδὲ σὺ αἴτει συγγνώμην. ∆ιδάσκει γάρ σε τὸ εὐαγγέλιον λοιπὸν οὕτω προσεύχεσθαι· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν. Ὡς οὖν παρὰ Θεοῦ φιλανθρωπίαν ζητοῦντες, οὕτω καὶ ὑμεῖς φιλανθρωπίαν νείματε τοῖς ὁμοφύλοις. Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων. Τί ἀκούσας; Ὅτι λόγῳ θεραπεύει, λόγῳ τεθνεῶτας ζωογονεῖ, λόγῳ δαίμονας ἀπελαύνει, λόγῳ τὰ πάντα διανύει. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Οὐ βοτάνας, οὐ φάρμακα προσάγει, ἀλλὰ λόγος παρ' αὐτοῦ πέμπεται, καὶ τὸ ἔργον ἐπιτελεῖ. Βλέπε πόση ἡ μεταξὺ τοῦ ἑκατοντάρχου καὶ τῶν Ἰουδαίων διαφορά. Ὁ μὲν ἀκούσας, ἐκ μόνης ψιλῆς ἀκοῆς ἐπί στευσε, καὶ πιστεύσας ὡς Θεῷ προσῆλθεν· οἱ δὲ, ἐπ' ὄψει ὁρῶντες τὰ θαύματα, τὸν θαυματοποιὸν ἠρνοῦντο· καίτοι ὄψις ἀκοῆς ἐνεργεστέρα. Ἐνεργεστέρα μὲν ὄψις ἀκοῆς, ἀλλὰ κακίαν εἶχον τῆς νόσου διδάσκαλον. ∆ιὰ τοῦτο τυφλοὶ τῇ κρίσει τὸν κριτὴν ἐξουθένουν. Ἀπέστειλε φησὶ, πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν, ὅπως ἀπελθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. Ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους, οὐ δι' ὑπεροψίαν παραιτούμενος αὐτὸς ἀπελθεῖν, ἀλλ' ὀκνῶν αὐτὸς ὑπὲρ ἑαυτοῦ πρεσβεύειν διὰ τὸ μέγεθος τοῦ ἀξιώματος. Ἤδει ἑαυτὸν ἄνθρωπον ἐξ ἀνθρώπου φθαρτοῦ, Ἰησοῦν δὲ Θεὸν ἐκ Θεοῦ, μονογενῆ Υἱὸν ἐξ ἀγεννήτου Πατρός. ∆ιὸ τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας ὑπ' εὐλαβείας κινούμενος ἀποστέλλει, τὰ ἀποστολικὰ πρὸ τῶν ἀποστόλων πληρῶν· Ἀθυμεῖ τις; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσεύξωνται ὑπὲρ αὐτοῦ, καὶ ἐὰν ᾖ ἁμαρτίας πεποιηκὼς, συγχωρηθήσονται αὐτῷ. Ἀπέστειλεν οὖν τοὺς πρεσβυτέρους πρὸς αὐτὸν, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. Σὺ δὲ καὶ τὴν τοῦ ἀνδρὸς συμπάθειαν θαύμαζε· κάμνοντος γὰρ αὐτοῦ τοῦ οἰκέτου οὐ κατεφρόνει, ἀλλὰ σπουδὴν τοσαύτην ἐτίθετο, ὁπόσην ἄν τις ὑπὲρ ἑαυτοῦ πάσχων ἐπεδείκνυτο. Ταῦτα δὲ πρὸς ἀρετήν ἐστι βλέποντος ἀνδρὸς, τοσαύτην ποιήσασθαι σπουδὴν, καὶ πρεσβείαν στείλασθαι ὑπὲρ οἰκέτου θεραπείας.
Ἤδει τῆς φύσεως τὸ ἰσότιμον· καὶ οὔτε κατεφρόνει ὡς ἀνδραπόδου, ἀλλὰ συνέπασχεν ὡς συνδούλῳ, εἰδὼς ὅτι κοινὸς ἁπάντων ἐστὶν ὁ Θεός. Ἀλλὰ τοιοῦτος μὲν ἦν ὁ ἑκατόνταρχος. Πολλοὶ δὲ τῶν πλουσίων παρὰ μὲν ὑγιαινόντων ἀπαιτοῦσι τὰς ὑπηρεσίας δίχα συγγνώμης, νοσούντων δὲ οὐδεμίαν φροντίδα τίθενται· ἀλλὰ προσπεσούσης νόσου, τῆς παιδίσκης χαμαὶ ἐῤῥιμμένης, οὐ προσέχει ὁ δεσπότης, οὐκ ἐπισκέπτεται δέσποινα· κἄν ποτε δέῃ τὴν δέσποιναν παραβαλεῖν, οὐκ ἐπισκέπτεται ὡς ὁμογενῆ, ἀλλὰ βλοσυρῷ προσέχει τῷ βλέμματι, αὐστηρῷ προσδιαλέγεται ῥήματι, δι' ὄγκον ὑπερηφανίας τὸ συγγενὲς ἀρνουμένη τῆς φύσεως. Καὶ ἀναγινώσκετε τὰς Γραφάς. Οὐκ οἴδατε τί φησιν ὁ ἅγιος ∆αυΐδ; Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. ∆υσωποῦ τὴν εἰκόνα, εὐλαβήθητι τὰ γεγραμμένα, ἐπίκουρος τῆς ἀσθενούσης κατάβηθι. Ὁ Σωτὴρ, Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς, ἄνθρωπος ὑπὲρ ἀνθρώπων ηὐδόκησε γενέσθαι· σὺ ἄνθρωπος ὢν παραιτῇ τὸν ὁμότιμον ὡς οὐκ ἰσότιμον, παραιτῇ τὸ συμπαθὲς περὶ τὴν συγγενῆ φύσιν; Καὶ ὅτε μὲν ἄλογον ζῶον χωλεύει, ἐπιμελῇ διὰ τὴν χρείαν· ὅτε δὲ τὸ λογικὸν, τουτέστιν, ὁ σὸς οἰκέτης ἀσθενεῖ, ἀποῤῥίπτεις καὶ οὐ προνοεῖς. Περιορᾷς ὅτι λογικόν ἐστι τὸ ὑπηρετοῦν; ∆ιὰ τοῦτο ζηλοτυποῦμεν. Πολὺ καλὸν ἄνθρωπος παρὰ Θεῷ· ἀλλὰ τίμιον ἀνὴρ ἐλεήμων. Ἡμεῖς δὲ οὐ προσέχομεν τοῖς γεγραμμένοις, ἀλλὰ τοὺς μὲν ἔξωθεν τρέφομεν ἔσθ' ὅτε τὴν παρ' ἀνθρώπων δόξαν θηρώμενοι, τοὺς δὲ ἔνδον ἐῶμεν λιμῷ φθείρεσθαι, καὶ τῷ κρύει πήγνυσθαι, τὰς παρὰ τοῦ Θεοῦ ἀνταποδόσεις οὐκ ἐννοοῦντες. Ἀλλ' οὐ τοιοῦτος ἦν ὁ ἑκατόνταρχος, ὁ πανταχοῦ νήφων, ὁ ὄντως κεκτημένος, τὸ κτῆμά τε καὶ ἑαυτὸν φυλάττων, ὡς Θεοῦ κτῆμα, ὁ φρονήσεως γέμων καὶ θείᾳ σωφροσύνῃ καταυγαζόμενος.
∆ιὸ καὶ τοὺς πρεσβυτέρους πρῶτον πρὸς τὸν Ἰησοῦν ἀποστέλλει. Οἱ μὲν οὖν πολλῇ προθυμίᾳ πρεσβεύουσιν, ἱκανὰ προσβάλλουσι δυσωπήματα, καί φασιν· Ἄξιος ᾧ διδῷς τὴν χάριν, εὐγνώμων ὁ λαμβάνων τὴν δωρεὰν, ἄξιος τῆς σῆς παρουσίας. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. Ἀληθῶς ἱκανὰ θεοσεβείας γνωρίσματα, ἱκανὰ συνειδήσεως ἀγαθῆς τεκμήρια. Ποῖα ταῦτα; Ἡ πρὸς τὸν Θεὸν ἀγάπη, καὶ ἡ πρὸς τὸν ἄνθρωπον γνησία διάθεσις. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν· δηλονότι τὸν νόμον. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη. Καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησε, τὴν πρὸς τὸν Θεὸν εὔνοιαν ἐνδεικνύμενος. Θεῷ γὰρ οἶκον κατασκευάζων, οἱονεὶ περίβλεπτον στήλην τῆς πρὸς αὐτὸν ἀγάπης τὸν ναὸν τοῦτον ἀνίστα. Βλέπε πῶς αἱ καλαὶ πράξεις ἐν καιρῷ τῆς ἀνάγκης μνημονευόμεναι πολλὴν παρέχουσι τοῖς πρεσβευομένοις τὴν παῤῥησίαν· πανταχοῦ γὰρ αἱ καλαὶ πράξεις ἱκανὸν ἐδέξαντο δυσώπημα.
Οἱ μὲν οὖν οὕτως ἐπρέσβευον· ὁ δὲ Ἰησοῦς τὴν παρά κλησιν ἐδέξατο τῶν πρεσβυτέρων, οὐκ αὐτοὺς αἰδούμενος, ἀλλὰ τὴν τοῦ ἑκατοντάρχου πίστιν ἀποδεξάμενος. Ἀναστὰς οὖν ἐπορεύετο σὺν αὐτοῖς. Τάχα που καὶ σχολαίτερον ἐβάδιζε, καὶ τὸν βαθμὸν ἤρεμον ἐποιεῖτο, οὐ βραδύνων πρὸς εὐποιίαν, ἀλλὰ καιρὸν ἐνδιδοὺς, ἵνα τὴν ἔνδον λανθάνουσαν τοῦ ἑκατοντάρχου δημοσιεύσῃ διάθεσιν, ἵνα πομπεύσῃ τὴν ἀπαράβατον πίστιν πρὸς ἔλεγχον τῶν ἀπιστούντων, ἵνα τὴν ἀκραιφνῆ καὶ ἀκίβδηλον θεατρίσῃ γνώμην. Ἤδη γὰρ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος τοὺς δούλους αὐτοῦ, λέγων, Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Κατὰ τὴν πρώτην αὐτοῦ τῆς ψυχῆς ὁρμὴν ἀποστέλλει τοὺς πρεσβυτέρους· ἀλλὰ καὶ τοῦτο ποιήσας, καὶ ἐφ' ἑαυτῷ μένων, οὐκ ἠρεμεῖ. Ἐν τοσούτῳ γὰρ λογισάμενος ὅσον ἐστὶ τὸ διάφορον τοῦ ἀξιώματος, ἀποστέλλει δούλους, παρακαλῶν αὐτὸν καὶ λέγων, Μὴ σκύλλου· κἀγὼ οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὢ τῆς συνέσεως καὶ νήψεως τοῦ ἑκατοντάρχου! οὐκ ἔλαθεν αὐτὸν ὁ Θεὸς ἐν ἀνθρώπῳ κρυπτόμενος· οὐκ ἔλαθεν αὐτὸν ὁ μονογενὴς Λόγος τῇ τοῦ σώματος περιβολῇ καλυπτόμενος. Ὁρᾷ τὸν ναὸν, καὶ νοεῖ τὸν οἰκήτορα. Οὐκ ἔλαθεν αὐτὸν ὁ ∆εσπότης ἐν δούλου ἀξίᾳ, ὁ βασιλεὺς ἐν αἰχμαλώτου ὄψει, ὁ βραχὺς ἐν ἀπεριορίστῳ μεγέθει. Αὐτίκα γοῦν θαυμάζει Ἰησοῦς, καὶ μαρτυρεῖ αὐτῷ τὴν ἄκραν πίστιν αὐτοῦ, τὴν ἀστείαν τῆς ψυχῆς αὐτοῦ ὁρμὴν, καθ' ἣν ἔλεγε τῷ Σωτῆρι· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οἷος ἦν καὶ Πέτρος, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων καταπλαγεὶς, καὶ ἔννοιαν λαβὼν τοῦ μεγέθους τῆς δυνάμεως, εἶτα παρακαλῶν αὐτὸν καὶ λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι ἐγὼ, Κύριε. Ἀλλ' ἴσως μὲν τὰ περὶ Πέτρου οὐκ ᾔδει, τὰ δὲ ἐν τῷ Λευιτικῷ ἐγνώκει. Λέπρα, φησὶν, ἐπικειμένη ἀκάθαρτον ποιεῖ τὸν ὑποπεσόντα τῇ νόσῳ. Τῇ δὲ λέπρᾳ παρεοίκασιν ἀλφοὶ καὶ λεῦκαι καὶ λειχῆνες. ∆υσδιάκριτα δὲ τοιαῦτα τὰ πάθη τοῖς πολλοῖς, καὶ μά λιστα ἐν ἀρχῇ τῆς νόσου· ὅθεν ὁ νόμος τὸν ἱερέα βούλεται τῶν τοιούτων ἐπιγνώμονα καθίστασθαι. Ἄγει τοίνυν ὁ νόμος τὸν ἱερέα εἰς τὸν τοῦ κρινομένου οἶκον· κἀκεῖ κρίνας ὡς λέπραν, πάντα τὰ ἐν τῷ οἴκῳ μεμολυσμένα ἀποφαίνει. Ὅθεν οἱ πολλοὶ προμετασκευάζουσι, καὶ τότε τὸν ἱερέα καλοῦσι. Τὴν ἐκ τούτου ἔννοιαν ὁ μακάριος ἑκατόνταρχος λαβὼν, παραιτεῖται τὴν ἄφιξιν τοῦ Σωτῆρος.
Οὐκ εἰμὶ, φησὶν, ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Πολλοὶ ὑπὸ τὴν στέγην ἐκείνην· οἶδα ἐμαυτοῦ τὰ ἁμαρτήματα· παραιτοῦμαι τοίνυν τὴν ὡς κριτοῦ παρουσίαν, πρὶν ἀποκαθάρωμαι. Οἶδά σε τῶν ἱερέων ἁπάντων ἡγεμόνα, καὶ τοῦ Πατρὸς ἀρχιερέα· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οὐρανός σοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον· ποῖος οἶκος χωρήσει τὸν ἀχώρητον; Οὐκ ἔχω στέγην οὐράνιον, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· οὐκ ἔχω βασιλικὰς αὐλὰς, ἵνα τὸν βασιλέα τῶν οὐρανῶν ὑποδέξωμαι. Πῶς ὑπωρόφιον δέξομαι Τὸν στεγάζοντα ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ; πῶς δὲ τὸ πενιχρόν μου καταγώγιον ὁμόσκηνον δέξεται τὸν σπιθαμῇ τὸν οὐρανὸν μετρήσαντα; ποία στέγη χωρήσει τὸν σύμπαντα τὸν οὐρανὸν καὶ τὴν γῆν χωροῦντα ὁμοῦ; Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὡς μὲν εὐεργέτου τὴν εἴσοδον ἁρπάζω, ὡς δὲ κριτοῦ τὴν παῤῥησίαν εὐλαβοῦ μαι. Ἐπίσκοπος εἶ ψυχῶν, ἐξεταστὴς νεφρῶν, ἐρευνητὴς καρδίας καὶ κριτὴς ἁμαρτιῶν. Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. ∆έδοικα ἐμαυτόν· Εἰπὲ οὖν λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Ἆρα οὐ δοκεῖ σοι [ὁ λέγων], Εἰπὲ λόγῳ μόνον, σαφῶς εἰδέναι, ὅτι Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ πᾶσα ἡ δύναμις αὐτῶν, καὶ ὅτι πάντα Λόγῳ γινόμενα καὶ συνέχεται καὶ διοικεῖται; Ἀπὸ γὰρ θείας ἐννοίας φωτισθεὶς ὁ ἀνὴρ ἀθρόον τὸν Ἰησοῦν σώματι ἑώρα, τοῦτον Υἱὸν Θεοῦ γνωρίζων. Εἰπὲ, φησὶ, λόγῳ μόνον. Οἶδα τί προηγόρευσεν ὁ σοφὸς Σολομὼν περὶ σοῦ· Οὔτε βοτάνη, οὔτε μάλαγμα ἐθεράπευσε τὸν λαόν σου, ἀλλ' ὁ λόγος ὁ σὸς, Κύριε, ὁ πάντα ἰώμενος. Εἰπὲ λόγῳ μόνον. Οἶδα τίνος Λόγος χρηματίζεις, καὶ ὅσην κεκτημένος τὴν δύναμιν τυγχάνεις, καὶ ὅτι λόγῳ τὰ πάντα ποιῶν διετέλεσας. Οὐκ ὤδινεν ὁ Πατὴρ ἐπὶ σοὶ γεννῶν σε· οὐκ ὠδίνεις ποιῶν, οὐκ ὠδίνεις δημιουργῶν. Εἰπὲ λόγῳ μόνον. Ὁ γὰρ λόγος σου πρὸς πάντα ἀνυσιμώτατος τυγχάνει, οὐ τὸν ἀέρα πλήττων, ἀλλὰ τὴν σὴν θέλησιν δηλῶν.
Εἰπὲ οὖν λόγῳ μόνον· δὸς τὸ σύνθημα εἰς πληροφορίαν τῶν ἀκουόντων. Βλέπε σύνεσιν, τὴν μὲν ἄφιξιν ὑπερθέσθαι παρακαλεῖ, τὴν δὲ γνῶσιν οὐ περιγράφει· τὴν μὲν γὰρ γνῶσιν αὐτῷ μαρτυρεῖ, τὴν δὲ ὑπόστασιν εἰς ὁδὸν παραιτεῖται. Ταύτην δὲ τὴν οὕτω σοφὴν ἔννοιαν διαδέχεται ἄλλη τις μείζων. Οὕτω γὰρ ἀπὸ δυνάμεως εἰς δύναμιν ὁ ἀνὴρ προβαίνει, καὶ πηγάζει παρ' αὐτῷ ἀξιολόγων νοημάτων πλοῦτος, νεάζων ἐν ταῖς τῶν θεωρημάτων ἐπιδόσεσιν. Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ. Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ, Ποίησον τοῦτο, καὶ ποιεῖ. Οἶδα, φησὶν, ὅτι τῶν πάντων τὴν ἐξουσίαν περιεζωσμένος, ὡς εἷς τῶν πάντων πρὸς ἡμᾶς ἐπεδήμησας. Ἦλθες πρὸς ἡμᾶς ὡς ἡμεῖς, πάντων ἔχων τὴν ἐξουσίαν, ὡς λέγει ὁ ἅγιος ∆αυΐδ· Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Καθεύδεις, καὶ ἡ θάλασσα διανίσταται· ἀνίστασαι, καὶ γαληνιᾷ τὰ κύματα. Τεθνεῶτας καλεῖς καὶ ὁ τεθνεὼς τοῦ ζῶντος ὀξύτερον ὑπακούει. Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος. Ἐνταῦθα τὴν τῆς ψυχῆς αὐτεξούσιον ὁρμὴν κωλύειν τοῦ ἐπὶ τὰ κρείττονα παραβαίνειν δηλοῖ. Ἔχω, φησὶν, ὑπ' ἐμαυτὸν στρατιώτας. Στρατιώτας τοὺς ἐν τῷ ἀνθρώπῳ ποικίλους καὶ διαφόρους ἐμφωλεύοντας λογισμοὺς καλεῖ. Οἶδε γὰρ ὁ μακάριος Παῦλος τούτους στρατιώτας ὀνομάζειν· Συνήδομαι, φησὶ, τῷ νόμῳ κατὰ τὸν ἔσω ἄνθρωπον· ὁρῶ δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας.
Εἰκότως οὖν ἔλεγεν, Ἔχω ὑπ' ἐμαυτὸν στρατιώτας· οὐ κατ' ἐμαυτοῦ ἔχω· καὶ λέγω τούτῳ, Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· οὐκ ἄρχομαι, ἀλλ' ἄρχω τῶν λογισμῶν. Τάχα που ὁ ἑκατόνταρχος καὶ διὰ τοῦτο κέκληται ἑκατόνταρχος, ὡς ἄρχων καὶ αὐτοκράτωρ τῶν παθῶν, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμῖν καρτερίαν ἐπιδεικνύμενος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.