In Matthaeum (homiliae 1-90) ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΤΘΑΙΟΝ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗΝ. ΟΜΙΛΙΑ Αʹ.
αʹ. Ἔδει μὲν ἡμᾶς μηδὲ δεῖσθαι τῆς ἀπὸ τῶν γραμμάτων βοηθείας, ἀλλ' οὕτω βίον παρέχεσθαι καθαρὸν, ὡς τοῦ Πνεύματος τὴν χάριν ἀντὶ βιβλίων γίνεσθαι ταῖς ἡμετέραις ψυχαῖς, καὶ καθάπερ ταῦτα διὰ μέλανος, οὕτω τὰς καρδίας τὰς ἡμετέρας διὰ Πνεύματος ἐγγεγράφθαι. Ἐπειδὴ δὲ ταύτην διεκρουσάμεθα τὴν χάριν, φέρε κἂν τὸν δεύτερον ἀσπασώμεθα πλοῦν. Ἐπεὶ ὅτι τὸ πρότερον ἄμεινον ἦν, καὶ δι' ὧν εἶπε, καὶ δι' ὧν ἐποίησεν, ἐδήλωσεν ὁ Θεός. Καὶ γὰρ τῷ Νῶε, καὶ τῷ Ἀβραὰμ καὶ τοῖς ἐγγόνοις τοῖς ἐκείνου, καὶ τῷ Ἰὼβ, καὶ τῷ Μωϋσεῖ δὲ οὐ διὰ γραμμάτων διελέγετο, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ, καθαρὰν εὑρίσκων αὐτῶν τὴν διάνοιαν. Ἐπειδὴ δὲ εἰς αὐτὸν τῆς κακίας ἐνέπεσε τὸν πυθμένα ἅπας τῶν Ἑβραίων ὁ δῆμος, τότε λοιπὸν γράμματα καὶ πλάκες, καὶ ἡ διὰ τούτων ὑπόμνησις. Καὶ τοῦτο οὐκ ἐπὶ τῶν ἐν τῇ Παλαιᾷ ἁγίων, ἀλλὰ καὶ ἐπὶ τῶν ἐν τῇ Καινῇ συμβὰν ἴδοι τις ἄν. Οὐδὲ γὰρ τοῖς ἀποστόλοις ἔδωκέ τι γραπτὸν ὁ Θεὸς, ἀλλ' ἀντὶ γραμμάτων τὴν τοῦ Πνεύματος ἐπηγγείλατο δώσειν χάριν· Ἐκεῖνος γὰρ ὑμᾶς ἀναμνήσει, φησὶ, πάντα. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο πολὺ ἄμεινον ἦν, ἄκουσον διὰ τοῦ προφήτου τί φησι· ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας γράψω αὐτοὺς, καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. Καὶ ὁ Παῦλος δὲ ταύτην ἐνδεικνύμενος τὴν ὑπεροχὴν, ἔλεγεν εἰληφέναι νόμον, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Ἐπειδὴ δὲ τοῦ χρόνου προϊόντος ἐξώκειλαν, οἱ μὲν δογμάτων ἕνεκεν, οἱ δὲ βίου καὶ τρόπων, ἐδέησε πάλιν τῆς ἀπὸ τῶν γραμμάτων ὑπομνήσεως. Ἐννόησον οὖν ἡλίκον ἐστὶ κακὸν, τοὺς οὕτως ὀφείλοντας ζῇν καθαρῶς, ὡς μηδὲ δεῖσθαι γραμμάτων, ἀλλ' ἀντὶ βιβλίων παρέχειν τὰς καρδίας τῷ Πνεύματι, ἐπειδὴ τὴν τιμὴν ἀπωλέσαμεν ἐκείνην, καὶ κατέστημεν εἰς τὴν τούτων χρείαν, μηδὲ τῷ δευτέρῳ πάλιν κεχρῆσθαι φαρμάκῳ εἰς δέον. Εἰ γὰρ ἔγκλημα τὸ γραμμάτων δεηθῆναι, καὶ μὴ τὴν τοῦ Πνεύματος ἐπισπάσασθαι χάριν, σκόπησον ἡλίκη κατηγορία, τὸ μηδὲ μετὰ τὴν βοήθειαν ταύτην ἐθέλειν κερδαίνειν, ἀλλ' ὡς εἰκῆ καὶ μάτην κείμενα τὰ γράμματα περιορᾷν, καὶ μείζονα ἐπισπᾶσθαι τὴν κόλασιν. Ὅπερ ἵνα μὴ γένηται, προσέχωμεν μετὰ ἀκριβείας τοῖς γεγραμμένοις, καὶ μάθωμεν πῶς μὲν ὁ παλαιὸς ἐδόθη νόμος, πῶς δὲ ἡ Καινὴ ∆ιαθήκη. Πῶς οὖν ὁ νόμος ἐκεῖνος ἐδόθη τότε, καὶ πότε καὶ ποῦ; Μετὰ τὸν τῶν Αἰγυπτίων ὄλεθρον, ἐπὶ τῆς ἐρήμου, ἐν τῷ ὄρει Σινᾶ, καπνοῦ καὶ πυρὸς ἀνιόντος ἀπὸ τοῦ ὄρους, σάλπιγγος ἠχούσης, βροντῶν καὶ ἀστραπῶν γινομένων, τοῦ Μωϋσέως εἰς αὐτὸν εἰσιόντος τὸν γνόφον. Ἐν τῇ Καινῇ δὲ οὐχ οὕτως· οὔτε ἐν ἐρήμῳ, οὔτε ἐν ὄρει, οὔτε μετὰ καπνοῦ καὶ σκότους καὶ γνόφου καὶ θυέλλης· ἀλλ' ἀρχομένης ἡμέρας, ἐν οἰκίᾳ, πάντων συγκαθημένων, μετὰ πολλῆς τῆς ἡμερότητος πάντα ἐγίνετο. Τοῖς μὲν γὰρ ἀλογωτέροις καὶ δυσηνίοις σωματικῆς ἔδει φαντασίας, οἷον ἐρημίας, ὄρους, καπνοῦ, σάλπιγγος ἠχῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων· τοῖς δὲ ὑψηλοτέροις καὶ καταπειθέσι καὶ τὴν τῶν σωμάτων ἔννοιαν ὑπεραναβεβηκόσιν, οὐδενὸς ἦν τούτων χρεία. Εἰ δὲ καὶ ἐπ' αὐτῶν ἦχος ἐγένετο, οὐ διὰ τοὺς ἀποστόλους, ἀλλὰ διὰ τοὺς παρόντας Ἰουδαίους, δι' οὓς καὶ αἱ τοῦ πυρὸς ὤφθησαν γλῶσσαι. Εἰ γὰρ καὶ μετὰ τοῦτο ἔλεγον, ὅτι Γλεύκους μεμεστωμένοι εἰσὶ, πολλῷ μᾶλλον, εἰ μηδὲν τούτων εἶδον, ταῦτα ἂν εἶπον. Καὶ ἐπὶ μὲν τῆς Παλαιᾶς, Μωϋσέως ἀναβάντος, οὕτως ὁ Θεὸς κατέβη· ἐνταῦθα δὲ τῆς φύσεως τῆς ἡμετέρας εἰς τὸν οὐρανὸν, μᾶλλον δὲ εἰς τὸν θρόνον τὸν βασιλικὸν ἀνενεχθείσης, οὕτω τὸ Πνεῦμα κάτεισιν. Εἰ δὲ τὸ Πνεῦμα ἔλαττον, οὐκ ἂν μείζονα ἦν τὰ γενόμενα καὶ θαυμαστότερα. Καὶ γὰρ αἱ πλάκες αὗται πολλῷ βελτίους, καὶ τὰ κατορθώματα λαμπρότερα. Οὐ γὰρ ἐξ ὄρους κατῄεσαν στήλας φέροντες λιθίνας ἐπὶ τῶν χειρῶν οἱ ἀπόστολοι, καθάπερ Μωϋσῆς· ἀλλὰ τὸ Πνεῦμα ἐν τῇ διανοίᾳ περιφέροντες, καὶ θησαυρόν τινα καὶ πηγὴν δογμάτων καὶ χαρισμάτων καὶ πάντων τῶν ἀγαθῶν ἀναβλύζοντες, οὕτω πανταχοῦ περιῄεσαν, βιβλία καὶ νόμοι γινόμενοι διὰ τῆς χάριτος ἔμψυχοι. Οὕτω τοὺς τρισχιλίους, οὕτω τοὺς πεντακισχιλίους, οὕτω τοὺς τῆς οἰκουμένης ἐπεσπάσαντο δήμους, τοῦ Θεοῦ διὰ τῆς ἐκείνων γλώττης τοῖς προσιοῦσιν ἅπασι διαλεγομένου. Ἀφ' οὗ καὶ ὁ Ματθαῖος τοῦ Πνεύματος ἐμπλησθεὶς ἔγραψεν ἅπερ ἔγραψε· Ματθαῖος ὁ τελώνης· οὐ γὰρ αἰσχύνομαι καλῶν αὐτὸν ἀπὸ τῆς τέχνης, οὔτε τοῦτον, οὔτε τοὺς ἄλλους. Τοῦτο γὰρ μάλιστα δείκνυσι καὶ τὴν τοῦ Πνεύματος χάριν, καὶ τὴν ἐκείνων ἀρετήν.
βʹ. Εὐαγγέλιον δὲ αὐτοῦ τὴν πραγματείαν εἰκότως ἐκάλεσε. Καὶ γὰρ κολάσεως ἀναίρεσιν, καὶ ἁμαρτημάτων λύσιν, καὶ δικαιοσύνην, καὶ ἁγιασμὸν, καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν, καὶ κληρονομίαν τῶν οὐρανῶν, καὶ συγγένειαν πρὸς τὸν Υἱὸν τοῦ Θεοῦ, πᾶσιν ἦλθεν ἀπαγγέλλων· τοῖς ἐχθροῖς, τοῖς ἀγνώμοσι, τοῖς ἐν σκότῳ καθημένοις. Τί ποτ' οὖν τῶν εὐαγγελίων τούτων ἶσον γένοιτ' ἄν; Θεὸς ἐπὶ γῆς, ἄνθρωπος ἐν οὐρανῷ· καὶ πάντα ἀναμὶξ ἐγένετο, ἄγγελοι συνεχόρευον ἀνθρώποις, ἄνθρωποι τοῖς ἀγγέλοις ἐκοινώνουν, καὶ ταῖς ἄλλαις ταῖς ἄνω δυνάμεσι· καὶ ἦν ἰδεῖν τὸν χρόνιον λυθέντα πόλεμον, καὶ καταλλαγὰς Θεοῦ πρὸς τὴν ἡμετέραν γεγενημένας φύσιν, διάβολον αἰσχυνόμενον, δαίμονας δραπετεύοντας, θάνατον λελυμένον, παράδεισον ἀνοιγόμενον, κατάραν ἠφανισμένην, ἁμαρτίαν ἐκποδὼν γεγενημένην, πλάνην ἀπεληλαμένην, ἀλήθειαν ἐπανελθοῦσαν, τῆς εὐσεβείας τὸν λόγον πανταχοῦ κατασπειρόμενον καὶ κομῶντα, τὴν τῶν ἄνω πολιτείαν ἐπὶ τῆς γῆς πεφυτευμένην, μετὰ ἀδείας τὰς δυνάμεις ἐκείνας ὁμιλούσας ἡμῖν, καὶ τῇ γῇ συνεχῶς ἀγγέλους ἐπιχωριάζοντας, καὶ πολλὴν ὑπὲρ τῶν μελλόντων τὴν ἐλπίδα οὖσαν. ∆ιὰ τοῦτο Εὐαγγέλιον τὴν ἱστορίαν ἐκάλεσεν, ὡς τά γε ἄλλα πάντα ῥήματα μόνον ἐστὶ πραγμάτων ἔρημα, οἷον χρημάτων περιουσία, δυναστείας μέγεθος, καὶ ἀρχαὶ καὶ δόξαι καὶ τιμαὶ, καὶ τὰ ἄλλα ὅσα παρὰ ἀνθρώποις ἀγαθὰ εἶναι νομίζεται. Τὰ δὲ παρὰ τῶν ἁλιέων ἀπαγγελθέντα γνησίως τε καὶ κυρίως εὐαγγέλια ἂν καλοῖντο οὐκ ἐπειδὴ βέβαια καὶ ἀκίνητα μόνον ἐστὶν ἀγαθὰ, καὶ ὑπὲρ τὴν ἀξίαν τὴν ἡμετέραν, ἀλλ' ὅτι καὶ μετ' εὐκολίας ἁπάσης ἡμῖν ἐδόθη. Οὐδὲ γὰρ πονήσαντες καὶ ἱδρώσαντες, οὐ καμόντες καὶ ταλαιπωρηθέντες, ἀλλ' ἀγαπηθέντες παρὰ τοῦ Θεοῦ μόνον, ἐλάβομεν ἅπερ ἐλάβομεν. Καὶ τί δήποτε τοσούτων ὄντων τῶν μαθητῶν, δύο γράφουσιν ἐκ τῶν ἀποστόλων μόνοι, καὶ δύο ἐκ τῶν τούτοις ἀκολούθων; Ὁ μὲν γὰρ Παύλου, ὁ δὲ Πέτρου μαθητὴς ὢν, μετὰ Ἰωάννου καὶ Ματθαίου τὰ Εὐαγγέλια ἔγραψαν. Ὅτι οὐδὲν πρὸς φιλοτιμίαν ἐποίουν, ἀλλὰ πάντα πρὸς χρείαν. Τί οὖν; Οὐκ ἤρκει εἷς εὐαγγελιστὴς πάντα εἰπεῖν; Ἤρκει μέν· ἀλλὰ κἂν τέσσαρες ὦσιν οἱ γράφοντες, μήτε κατὰ τοὺς αὐτοὺς καιροὺς, μήτε ἐν τοῖς αὐτοῖς τόποις, μήτε συνελθόντες καὶ διαλεχθέντες ἀλλήλοις, εἶτα ὥσπερ ἀφ' ἑνὸς στόματος πάντα φθέγγωνται μεγίστη τῆς ἀληθείας ἀπόδειξις τοῦτο γίνεται. Καὶ μὴν τοὐναντίον συνέβη, φησί· πολλαχοῦ γὰρ διαφωνοῦντες ἐλέγχονται. Αὐτὸ μὲν οὖν τοῦτο μέγιστον δεῖγμα τῆς ἀληθείας ἐστίν. Εἰ γὰρ πάντα συνεφώνησαν μετὰ ἀκριβείας, καὶ μέχρι καιροῦ, καὶ μέχρι τόπου, καὶ μέχρι ῥημάτων αὐτῶν, οὐδεὶς ἂν ἐπίστευσε τῶν ἐχθρῶν, ὅτι μὴ συνελθόντες ἀπὸ συνθήκης τινὸς ἀνθρωπίνης ἔγραψαν ἅπερ ἔγραψαν· οὐ γὰρ εἶναι τῆς ἁπλότητος τὴν τοσαύτην συμφωνίαν. Νυνὶ δὲ καὶ ἡ δοκοῦσα ἐν μικροῖς εἶναι διαφωνία πάσης ἀπαλλάττει αὐτοὺς ὑποψίας, καὶ λαμπρῶς ὑπὲρ τοῦ τρόπου τῶν γραψάντων ἀπολογεῖται. Εἰ δέ τι περὶ καιρῶν ἢ τόπων διαφόρως ἀπήγγειλαν, τοῦτο οὐδὲν βλάπτει τῶν εἰρημένων τὴν ἀλήθειαν. Καὶ ταῦτα δὲ, ὡς ἂν ὁ Θεὸς παρέχῃ, πειρασόμεθα προϊόντες ἀποδεῖξαι, ἐκεῖνο μετὰ τῶν εἰρημένων ἀξιοῦντες ὑμᾶς παρατηρεῖν, ὅτι ἐν τοῖς κεφαλαίοις καὶ συνέχουσιν ἡμῶν τὴν ζωὴν καὶ τὸ κήρυγμα συγκροτοῦσιν, οὐδαμοῦ τις αὐτῶν οὐδὲ μικρὸν διαφωνήσας εὑρίσκεται. Τίνα δὲ ταῦτά ἐστιν; Οἷον, ὅτι ὁ Θεὸς ἄνθρωπος ἐγένετο, ὅτι θαύματα ἐποίησεν, ὅτι ἐσταυρώθη, ὅτι ἐτάφη, ὅτι ἀνέστη, ὅτι ἀνῆλθεν, ὅτι μέλλει κρίνειν, ὅτι ἔδωκε σωτηριώδεις ἐντολὰς, ὅτι οὐκ ἐναντίον τῇ Παλαιᾷ νόμον εἰσήνεγκεν, ὅτι Υἱὸς, ὅτι Μονογενὴς, ὅτι γνήσιος, ὅτι τῆς αὐτῆς οὐσίας τῷ Πατρὶ, καὶ ὅσα τοιαῦτα· περὶ γὰρ ταῦτα πολλὴν εὑρήσομεν οὖσαν αὐτοῖς συμφωνίαν. Εἰ δὲ ἐν τοῖς θαύμασι μὴ πάντες πάντα εἶπον, ἀλλ' ὁ μὲν ταῦτα, ὁ δὲ ἐκεῖνα, τοῦτό σε μὴ θορυβείτω· εἴτε γὰρ εἷς πάντα εἶπε, περισσὸς ἦν ὁ τῶν λοιπῶν ἀριθμός· εἴτε πάντες ἐξηλλαγμένα καὶ καινὰ πρὸς ἀλλήλους ἔγραψαν, οὐκ ἂν ἐφάνη τῆς συμφωνίας ἡ ἀπόδειξις. ∆ιὰ τοῦτο καὶ κοινῇ πολλὰ διελέχθησαν, καὶ ἕκαστος αὐτῶν ἴδιόν τι λαβὼν εἶπεν, ἵνα μήτε περισσὸς εἶναι δόξῃ καὶ προσεῤῥῖφθαι ἁπλῶς, καὶ τῆς ἀληθείας τῶν λεγομένων ἀκριβῆ παράσχηται τὴν βάσανον ἡμῖν.
γʹ. Ὁ μὲν οὖν Λουκᾶς καὶ τὴν αἰτίαν φησὶ, δι' ἢν ἐπὶ τὸ γράφειν ἔρχεται· Ἵνα ἔχῃς γὰρ, φησὶ, περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν· τουτέστιν, Ἵνα συνεχῶς ὑπομιμνησκόμενος τὴν ἀσφάλειαν ἔχῃς, καὶ ἐν ἀσφαλείᾳ μένῃς. Ὁ δὲ Ἰωάννης αὐτὸς μὲν ἐσίγησε τὴν αἰτίαν· ὡς γὰρ λόγος φησὶν ἄνωθεν καὶ ἐκ πατέρων εἰς ἡμᾶς καταβὰς, οὐδὲ αὐτὸς ἁπλῶς ἐπὶ τὸ γράφειν ἦλθεν· ἀλλ' ἐπειδὴ τοῖς τρισὶν ἡ σπουδὴ γέγονε τῷ τῆς οἰκονομίας ἐνδιατρῖψαι λόγῳ, καὶ τὰ τῆς θεότητος ἐκινδύνευεν ἀποσιωπᾶσθαι δόγματα, τοῦ Χριστοῦ κινήσαντος αὐτὸν λοιπὸν, οὕτως ἦλθεν ἐπὶ τὴν εὐαγγελικὴν συγγραφήν. Καὶ τοῦτο δῆλον καὶ ἐξ αὐτῆς τῆς ἱστορίας, καὶ τῶν τοῦ Εὐαγγελίου προοιμίων. Οὐδὲ γὰρ ὁμοίως τοῖς λοιποῖς κάτωθεν ἄρχεται, ἀλλ' ἄνωθεν, πρὸς ὅπερ ἠπείγετο, καὶ διὰ τοῦτο τὸ πᾶν βιβλίον συνέθηκεν. Οὐκ ἐν τοῖς προοιμίοις δὲ μόνον, ἀλλὰ καὶ διὰ παντὸς τοῦ Εὐαγγελίου τῶν ἄλλων ἐστὶν ὑψηλότερος. Λέγεται δὲ καὶ Ματθαῖος, τῶν ἐξ Ἰουδαίων πιστευσάντων προσελθόντων αὐτῷ καὶ παρακαλεσάντων, ἅπερ εἶπε διὰ ῥημάτων, ταῦτα ἀφεῖναι διὰ γραμμάτων αὐτοῖς, καὶ τῇ τῶν Ἑβραίων φωνῇ συνθεῖναι τὸ Εὐαγγέλιον· καὶ Μάρκος δὲ ἐν Αἰγύπτῳ, τῶν μαθητῶν παρακαλεσάντων, αὐτὸ τοῦτο ποιῆσαι. ∆ιὰ δὴ τοῦτο ὁ μὲν Ματθαῖος, ἅτε Ἑβραίοις γράφων, οὐδὲν πλέον ἐζήτησε δεῖξαι, ἢ ὅτι ἀπὸ Ἀβραὰμ καὶ ∆αυῒδ ἦν. Ὁ δὲ Λουκᾶς, ἅτε κοινῇ πᾶσι διαλεγόμενος, καὶ ἀνωτέρω τὸν λόγον ἀνάγει, μέχρι τοῦ Ἀδὰμ προϊών. Καὶ ὁ μὲν ἀπὸ τῆς γενέσεως ἄρχεται· οὐδὲν γὰρ οὕτως ἀνέπαυε τὸν Ἰουδαῖον, ὡς τὸ μαθεῖν αὐτὸν, ὅτι τοῦ Ἀβραὰμ καὶ τοῦ ∆αυῒδ ἔγγονος ἦν ὁ Χριστός· ὁ δὲ οὐχ οὕτως, ἀλλ' ἑτέρων πλειόνων μέμνηται πραγμάτων, καὶ τότε ἐπὶ τὴν γενεαλογίαν πρόεισι. Τὴν δὲ συμφωνίαν αὐτῶν καὶ ἀπὸ τῆς οἰκουμένης παραστήσομεν τῆς δεξαμένης τὰ εἰρημένα, καὶ ἀπ' αὐτῶν τῶν τῆς ἀληθείας ἐχθρῶν. Καὶ γὰρ πολλαὶ μετ' ἐκείνους αἱρέσεις ἐτέχθησαν, ἐναντία δοξάζουσαι τοῖς εἰρημένοις· καὶ αἱ μὲν πάντα κατεδέξαντο τὰ λεχθέντα, αἱ δὲ μέρη τῶν εἰρημένων ἀποκόψασαι τῶν λοιπῶν, οὕτω παρ' ἑαυταῖς ἔχουσιν. Εἰ δὲ μάχη τις ἦν ἐν τοῖς εἰρημένοις, οὔτ' ἂν αἱ τἀναντία λέγουσαι ἅπαντα ἂν ἐδέξαντο, ἀλλὰ μέρος τὸ δοκοῦν αὐταῖς συνᾴδειν· οὔτ' ἂν αἱ μέρος ἀπολα βοῦσαι διηλέγχθησαν ἀπὸ τοῦ μέρους, ὡς μηδὲ τὰ κόμματα αὐτὰ λανθάνειν, ἀλλὰ βοᾷν τὴν πρὸς τὸ ὅλον σῶμα συγγένειαν. Καὶ καθάπερ ἂν ἀπὸ πλευρᾶς λάβῃς τι μέρος, καὶ ἐν τῷ μέρει τὰ πάντα εὑρήσεις, ἀφ' ὧν τὸ ὅλον ζῶον συνέστηκε, καὶ νεῦρα, καὶ φλέβας, καὶ ὀστᾶ, καὶ ἀρτηρίας, καὶ αἷμα, καὶ ὁλοκλήρου, ὡς ἂν εἴποι τις, τοῦ φυράματος δεῖγμα· οὕτω καὶ ἐπὶ τῶν Γραφῶν ἔστιν ἰδεῖν ἑκάστῳ τῶν εἰρημένων μέρει τὴν τοῦ παντὸς συγγένειαν διαφαινομένην. Εἰ δὲ διεφώνουν, οὔτ' ἂν τοῦτο ἐδείχθη, καὶ αὐτὸ πάλαι ἂν διελύθη τὸ δόγμα· Πᾶσα γὰρ βασιλεία, φησὶν, ἐφ' ἑαυτῆς μερισθεῖσα οὐ σταθήσεται. Νῦν δὲ κἂν τούτῳ τοῦ Πνεύματος ἡ ἰσχὺς λάμπει, πείσασα τοὺς ἀνθρώπους, περὶ τὰ ἀναγκαιότερα καὶ κατεπείγοντα γενομένους, μηδὲν ἀπὸ τῶν μικρῶν τούτων παραβλάπτεσθαι.
δʹ. Ἔνθα μὲν οὖν ἕκαστος διατρίβων ἔγραψεν, οὐ σφόδρα ἡμῖν δεῖ ἰσχυρίσασθαι· ὅτι δὲ οὐ κατ' ἀλλήλων ἔστησαν, τοῦτο διὰ πάσης τῆς πραγματείας πειρασόμεθα ἀποδεῖξαι. Σὺ δὲ ταὐτὸν ποιεῖς, διαφωνίαν αἰτιώμενος, ὥσπερ ἂν εἰ καὶ ῥήματα τὰ αὐτὰ ἐκέλευες εἰπεῖν, καὶ τρόπους λέξεων. Καὶ οὔπω λέγω ὅτι καὶ οἱ μέγα ἐπὶ ῥητορικῇ καὶ φιλοσοφίᾳ κομπάζοντες, πολλοὶ πολλὰ βιβλία γράψαντες περὶ τῶν αὐτῶν πραγμάτων, οὐ μόνον ἁπλῶς διεφώνησαν, ἀλλὰ καὶ ἐναντίως ἀλλήλοις εἶπον. Καὶ γὰρ ἕτερόν ἐστι διαφόρως εἰπεῖν, καὶ μαχομένους εἰπεῖν. Οὐδὲν τούτων λέγω· μή μοι γένοιτο ἐκ τῆς ἐκείνων παρανοίας συνθεῖναι τὴν ἀπολογίαν· οὐδὲ γὰρ ἀπὸ τοῦ ψεύδους τὴν ἀλήθειαν συστήσασθαι βούλομαι. Ἀλλ' ἐκεῖνο ἡδέως ἂν ἐροίμην, Πῶς ἐπιστεύθη τὰ διαφωνοῦντα; πῶς ἐκράτησε; πῶς ἐναντία λέγοντες ἐθαυμάζοντο, ἐπιστεύοντο, ἀνεκηρύττοντο πανταχοῦ τῆς οἰκουμένης; Καίτοι πολλοὶ οἱ μάρτυρες τῶν λεγομένων ἦσαν, πολλοὶ δὲ καὶ οἱ ἐχθροὶ καὶ πολέμιοι. Οὐ γὰρ ἐν γωνίᾳ μιᾷ γράψαντες αὐτὰ κατώρυξαν, ἀλλὰ πανταχοῦ γῆς καὶ θαλάττης ἥπλωσαν ὑπὸ ταῖς πάντων ἀκοαῖς· καὶ ἐχθρῶν παρόντων ταῦτα ἀνεγινώσκετο, καθάπερ καὶ νῦν, καὶ οὐδένα οὐδὲν τῶν εἰρημένων ἐσκανδάλισε. Καὶ μάλα εἰκότως· θεία γὰρ δύναμις ἦν ἡ πάντα ἐπιοῦσα καὶ κατορθοῦσα παρὰ πᾶσιν. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, πῶς ὁ τελώνης, καὶ ὁ ἁλιεὺς, καὶ ὁ ἀγράμματος τοιαῦτα ἐφιλοσόφει; Ἃ γὰρ οὐδὲ ὄναρ οἱ ἔξωθεν φαντασθῆναι ἠδυνήθησάν ποτε, ταῦτα οὗτοι μετὰ πολλῆς τῆς πληροφορίας καὶ ἀπαγγέλλουσι καὶ πείθουσι· καὶ οὐχὶ ζῶντες μόνον, ἀλλὰ καὶ τελευτήσαντες· οὐδὲ δύο καὶ εἴκοσιν ἀνθρώπους, οὐδὲ ἑκατὸν καὶ χιλίους καὶ μυρίους, ἀλλὰ πόλεις καὶ ἔθνη καὶ δήμους, καὶ γῆν καὶ θάλασσαν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ τὴν οἰκουμένην καὶ τὴν ἀοίκητον· καὶ περὶ πραγμάτων σφόδρα τὴν ἡμετέραν ὑπερβαινόντων φύσιν. Τὴν γὰρ γῆν ἀφέντες, πάντα περὶ τῶν ἐν οὐρανοῖς διαλέγονται, ἑτέραν ἡμῖν ζωὴν εἰσάγοντες καὶ βίον ἄλλον, καὶ πλοῦτον καὶ πενίαν, καὶ ἐλευθερίαν καὶ δουλείαν, καὶ ζωὴν καὶ θάνατον, καὶ κόσμον καὶ πολιτείαν, πάντα ἐξηλλαγμένα. Οὐ καθάπερ Πλάτων, ὁ τὴν καταγέλαστον ἐκείνην πολιτείαν συνθεὶς, καὶ Ζήνων, καὶ εἴ τις ἕτερος πολιτείαν ἔγραψεν, ἢ νόμους συνέθηκεν. Καὶ γὰρ αὐτόθεν ἅπαντες ἐδείκνυντο οὗτοι, ὅτι πνεῦμα πονηρὸν, καὶ δαίμων τις ἄγριος πολεμῶν ἡμῶν τῇ φύσει, καὶ σωφροσύνης ἐχθρὸς, καὶ εὐταξίας πολέμιος, πάντα ἄνω καὶ κάτω ποιῶν, ἐνήχησεν αὐτῶν τῇ ψυχῇ. Ὅταν γὰρ κοινὰς πᾶσι τὰς γυναῖκας ποιῶσι, καὶ παρθένους γυμνώσαντες ἐπὶ τῆς παλαίστρας ἄγωσιν ἐπὶ θέαν ἀνθρώπων, καὶ λαθραίους κατασκευάζωσι γάμους, πάντα ὁμοῦ μιγνύντες καὶ συνταράττοντες, καὶ τοὺς ὅρους τῆς φύσεως ἀνατρέποντες, τί ἕτερον ἔστιν εἰπεῖν; Ὅτι γὰρ δαιμόνων ἐκεῖνα ἅπαντα εὑρήματα καὶ παρὰ φύσιν τὰ λεγόμενα, καὶ αὐτὴ μαρτυρήσειεν ἂν ἡμῖν ἡ φύσις, οὐκ ἀνασχομένη τῶν εἰρημένων· καὶ ταῦτα οὐ μετὰ διωγμῶν, οὐ μετὰ κινδύνων, οὐ μετὰ πολέμων, ἀλλὰ μετὰ ἀδείας καὶ ἐλευθερίας ἁπάσης γραφόντων, καὶ πολλοῖς πολλαχόθεν καλλωπιζόντων. Τὰ δὲ τῶν ἁλιέων, ἐλαυνομένων, μαστιζομένων, κινδυνευόντων, καὶ ἰδιῶται καὶ σοφοὶ, καὶ δοῦλοι καὶ ἐλεύθεροι, καὶ βασιλεῖς καὶ στρατιῶται, καὶ βάρβαροι καὶ Ἕλληνες, μετὰ πάσης ἐδέξαντο τῆς εὐνοίας.
εʹ. Καὶ οὐκ ἂν ἔχοις εἰπεῖν, ὅτι διὰ τὸ μικρὰ εἶναι ταῦτα καὶ χαμαίζηλα, εὐπαράδεκτα γέγονεν ἅπασι· καὶ γὰρ πολλῷ ταῦτα ἐκείνων ὑψηλότερα. Παρθενείας μὲν γὰρ, ἐκεῖνοι οὐδὲ ὄναρ οὐδὲ ὄνομα ἐφαντάσθησαν, οὐδὲ ἀκτημοσύνης, οὐδὲ νηστείας, οὐδέ τινος ἄλλου τῶν ὑψηλῶν. Οἱ δὲ παρ' ἡμῖν οὐκ ἐπιθυμίαν ἐξορίζουσι μόνον, οὐδὲ πρᾶξιν κολάζουσιν, ἀλλὰ καὶ ὄψιν ἀκόλαστον, καὶ ῥήματα ὑβριστικὰ, καὶ γέλωτα ἄτακτον, καὶ σχῆμα, καὶ βάδισμα, καὶ κραυγὴν, καὶ μέχρι τῶν μικροτάτων προάγουσι τὴν ἀκρίβειαν, καὶ τὴν οἰκουμένην ἅπασαν τοῦ τῆς παρθενίας ἐνέπλησαν φυτοῦ. Καὶ περὶ Θεοῦ δὲ ταῦτα φιλοσοφεῖν πείθουσι, καὶ τῶν ἐν οὐρανοῖς πραγμάτων, ἃ μηδεὶς μηδέποτε ἐκείνων μηδὲ εἰς νοῦν λαβεῖν ἴσχυσε. Πῶς γὰρ, οἱ κνωδάλων καὶ θηρίων χαμαὶ ἑρπόντων καὶ ἑτέρων ἀτιμοτέρων εἰκόνας θεοποιήσαντες; Ἀλλ' ὅμως καὶ ἐδέχθη καὶ ἐπιστεύθη τὰ ὑψηλὰ ταῦτα δόγματα, καὶ καθ' ἑκάστην ἀνθεῖ τὴν ἡμέραν, καὶ ἐπιδίδωσι. Τὰ δὲ ἐκείνων οἴχεται καὶ ἀπόλωλεν, ἀραχνίων εὐκολώτερον ἀφανισθέντα. Καὶ μάλα εἰκότως· δαίμονες γὰρ ταῦτα διηγόρευον. ∆ιὸ μετὰ τῆς ἀσελγείας καὶ πολὺν ἔχει τὸν ζόφον, καὶ πλείω τὸν πόνον. Τί γὰρ ἂν γένοιτο καταγελαστότερον τῆς πολιτείας ἐκείνης, ἐν ᾗ μετὰ τῶν εἰρημένων μυρίους ἀναλώσας στίχους ὁ φιλόσοφος, ὥστε δυνηθῆναι δεῖξαι τί ποτέ ἐστι τὸ δίκαιον, μετὰ τῆς μακρηγορίας, καὶ ἀσαφείας πολλῆς τὰ εἰρημένα ἐνέπλησεν; Ὅπερ εἰ καί τι συμφέρον εἶχε, σφόδρα ἄχρηστον ἔμελλεν εἶναι τῷ τῶν ἀνθρώπων βίῳ. Εἰ γὰρ ὁ γεωργὸς, καὶ ὁ χαλκοτύπος, καὶ ὁ οἰκοδόμος, καὶ ὁ κυβερνήτης, καὶ ἕκαστος, ἀπὸ τῆς τῶν χειρῶν τρεφόμενος ἐργασίας, μέλλοι τῆς τέχνης μὲν ἀφίστασθαι καὶ τῶν δικαίων πόνων, ἀναλίσκειν δὲ ἔτη τόσα καὶ τόσα, ὥστε μαθεῖν τί ποτέ ἐστι τὸ δίκαιον· καὶ πρὶν ἢ μαθεῖν πολλάκις φθάσει λιμῷ διαφθαρεὶς, καὶ ἀπελεύσεται διὰ τὸ δίκαιον τοῦτο, μήτε τῶν ἄλλων τῶν χρησίμων μηδὲν μαθὼν, καὶ βιαίῳ θανάτῳ καταλύσας τὸν βίον. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα· ἀλλὰ καὶ τὸ δίκαιον, καὶ τὸ πρέπον, καὶ τὸ συμφέρον, καὶ πᾶσαν ἁπλῶς τὴν ἀρετὴν ἐν βραχέσι καὶ σαφέσι συλλαβὼν ῥήμασιν, ἐδίδαξεν ἡμᾶς ὁ Χριστός· ποτὲ μὲν λέγων, ὅτι Ἐν δυσὶν ἐντολαῖς ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, τουτέστι, τῇ τοῦ Θεοῦ ἀγάπῃ, καὶ τῇ τοῦ πλησίον· ποτὲ δὲ λέγων, Ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ἅπερ καὶ γηπόνῳ, καὶ οἰκέτῃ, καὶ γυναικὶ χήρᾳ, καὶ παιδὶ αὐτῷ, καὶ τῷ σφόδρα ἀνοήτῳ δοκοῦντι εἶναι, πάντα εὐσύνοπτα καὶ ῥᾴδια καταμαθεῖν. Τοιαῦτα γὰρ τὰ τῆς ἀληθείας· καὶ μαρτυρεῖ τῶν πραγμάτων τὸ τέλος. Πάντες γοῦν ἔμαθον τὰ πρακτέα· καὶ οὐκ ἔμαθον μόνον, ἀλλὰ καὶ ἐζήλωσαν· καὶ οὐκ ἐν ταῖς πόλεσι μόνον, οὐδὲ ἐν μέσαις ταῖς ἀγοραῖς, ἀλλὰ καὶ ἐν ταῖς κορυφαῖς τῶν ὀρῶν. Καὶ γὰρ ἐκεῖ πολλὴν ὄψει τὴν φιλοσοφίαν οὖσαν, καὶ χοροὺς ἀγγέλων ἐν ἀνθρωπίνῳ σώματι λάμποντας, καὶ τὴν τῶν οὐρανῶν πολιτείαν ἐνταῦθα φαινομένην. Καὶ γὰρ πολιτείαν ἔγραψαν ἡμῖν οἱ ἁλιεῖς, οὐκ ἀπὸ παίδων κελεύσαντες λαμβάνεσθαι, καθάπερ ἐκεῖνοι, οὐδὲ τόσων καὶ τόσων ἐτῶν νομοθετοῦντες εἶναι τὸν ἐνάρετον· ἀλλ' ἁπλῶς πάσῃ διαλεγόμενοι ἡλικίᾳ. Ἐκεῖνα μὲν γὰρ, παίδων παίγνια· ταῦτα δὲ, πραγμάτων ἀλήθεια. Καὶ τόπον δὲ ἀπέδωκαν τῇ πολιτείᾳ ταύτῃ τὸν οὐρανὸν, καὶ τεχνίτην αὐτῆς τὸν Θεὸν εἰσήγαγον, καὶ νομοθέτην τῶν ἐκεῖ κειμένων νόμων· ὥσπερ οὖν καὶ ἐχρῆν. Τὰ δὲ ἔπαθλα τῆς πολιτείας, οὐ φύλλα δάφνης, οὐδὲ κότινος, οὐδὲ ἡ ἐν πρυτανείῳ σίτησις, οὐδὲ εἰκόνες χαλκαῖ, τὰ ψυχρὰ ταῦτα καὶ εὐτελῆ· ἀλλὰ ζωὴ τέλος οὐκ ἔχουσα, καὶ τὸ Θεοῦ γενέσθαι παῖδας, καὶ τὸ μετ' ἀγγέλων χορεύειν, καὶ τῷ θρόνῳ παρεστάναι τῷ βασιλικῷ, καὶ διηνεκῶς εἶναι μετὰ Χριστοῦ. ʹ. ∆ημαγωγοὶ δὲ τῆς πολιτείας εἰσὶ ταύτης τελῶναι, καὶ ἁλιεῖς, καὶ σκηνοποιοὶ, οὐκ ἐν χρόνῳ ζήσαντες ὀλίγῳ, ἀλλὰ διὰ παντὸς ζῶντες. ∆ιὰ τοῦτο καὶ μετὰ τελευτὴν τοὺς πολιτευομένους τὰ μέγιστα ὀνῆσαι δύναιντ' ἄν. Ταύτῃ τῇ πολιτείᾳ πόλεμος οὐ πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς δαίμονας καὶ τὰς ἀσωμάτους δυνάμεις ἐκείνας ἐστί. ∆ιὸ καὶ στρατηγὸς αὐτοῖς οὐκ ἀνθρώπων, οὐδὲ ἀγγέλων οὐδεὶς, ἀλλ' αὐτὸς ὁ Θεός. Καὶ τὰ ὅπλα δὲ τῶν στρατιωτῶν τούτων μιμεῖται τοῦ πολέμου τὴν φύσιν· οὐ γὰρ ἀπὸ δέρματος καὶ σιδήρου κατεσκευασμένα εἰσὶν, ἀλλ' ἐξ ἀληθείας καὶ δικαιοσύνης καὶ πίστεως καὶ φιλοσοφίας ἁπάσης. Ἐπεὶ οὖν περὶ τῆς πολιτείας ταύτης καὶ τὸ βιβλίον τοῦτο γέγραπται, καὶ ἡμῖν πρόκειται νῦν εἰπεῖν, προσέχωμεν ἀκριβῶς τῷ Ματθαίῳ περὶ ταύτης τρανῶς διαλεγομένῳ. Οὐ γὰρ αὐτοῦ, ἀλλὰ τοῦ τὴν πολιτείαν νομοθετήσαντος Χριστοῦ πάντα ἐστὶ τὰ λεγόμενα. Προσέχωμεν δὲ, ἵνα καὶ ἐγγραφῆναι δυνηθῶμεν εἰς αὐτὴν, καὶ λάμψαι μετὰ τῶν ἤδη πολιτευσαμένων, καὶ τοὺς ἀμαράντους ἐκείνους ἐκδεχομένων στεφάνους. Καίτοιγε πολλοῖς εὔκολος ὁ λόγος οὗτος εἶναι δοκεῖ, τὰ δὲ τῶν προφητῶν δυσκολίαν ἔχειν. Ἀλλὰ καὶ τοῦτο ἀγνοούντων ἐστὶ τὸ βάθος τῶν ἐναποκειμένων αὐτῷ νοημάτων. ∆ιὸ παρακαλῶ, μετὰ πολλῆς ἡμῖν ἕπεσθαι τῆς σπουδῆς, ὥστε εἰς αὐτὸ τὸ πέλαγος τῶν γεγραμμένων εἰσελθεῖν, τοῦ Χριστοῦ προηγουμένου ταύτης ἡμῖν τῆς εἰσόδου. Ὥστε δὲ εὐμαθέστερον γενέσθαι τὸν λόγον, δεόμεθα καὶ παρακαλοῦμεν (ὅπερ καὶ ἐπὶ τῶν ἄλλων Γραφῶν πεποιήκαμεν), προλαμβάνειν τὴν περικοπὴν τῆς Γραφῆς, ἢν ἂν μέλλωμεν ἐξηγεῖσθαι, ἵνα τῇ γνώσει ἡ ἀνάγνωσις προοδοποιοῦσα ᾖ, ὃ καὶ ἐπὶ τοῦ εὐνούχου γέγονε, καὶ πολλὴν παράσχῃ τὴν εὐκολίαν ἡμῖν. Καὶ γὰρ τὰ ζητούμενα πολλὰ καὶ ἐπάλληλα. Ὅρα γοῦν εὐθέως ἐν προοιμίοις τοῦ Εὐαγγελίου αὐτοῦ, πόσα ἄν τις ἐπαπορήσειε. Πρῶτον μὲν, τίνος ἕνεκεν ὁ Ἰωσὴφ γενεαλογεῖται, οὐκ ὢν τοῦ Χριστοῦ πατήρ. ∆εύτερον δὲ, πόθεν ἔσται δῆλος ἡμῖν ἀπὸ τοῦ ∆αυῒδ κατάγων τὸ γένος, τῆς Μαρίας, ἀφ' ἧς ἐτέχθη, τῶν προγόνων ἀγνοουμένων· οὐδὲ γὰρ ἐγενεαλογήθη ἡ Παρθένος. Τρίτον, τίνος ἕνεκεν ὁ μὲν Ἰωσὴφ, ὁ μηδὲν συντελῶν πρὸς τὴν γέννησιν, γενεαλογεῖται· ἡ δὲ Παρθένος, ἡ καὶ μήτηρ γενομένη, οὐ δείκνυται τίνων πατέρων καὶ πάππων καὶ προγόνων ἐστί. Μετὰ τούτων ἄξιον κἀκεῖνο ζητῆσαι, τί δήποτε διὰ τῶν ἀνδρῶν προάγων τὴν γενεαλογίαν, ἐμνήσθη καὶ γυναικῶν. Καὶ ἐπειδὴ τοῦτο αὐτῷ ἔδοξεν, οὐδὲ πάσας τέθεικε τὰς γυναῖκας, ἀλλὰ τὰς εὐδοκίμους παραδραμὼν, οἷον τὴν Σάῤῥαν, τὴν Ῥεβέκκαν, καὶ ὅσαι τοιαῦται, τὰς ἐπὶ κακίᾳ βεβοημένας, ταύτας εἰς μέσον ἤγαγε μόνον· οἷον εἴ τις πόρνη καὶ μοιχαλὶς, εἴ τις ἐκ παρανόμων γάμων, εἴ τις ἀλλόφυλος καὶ βάρβαρος ἦν. Καὶ γὰρ τῆς τοῦ Οὐρίου, καὶ τῆς Θάμαρ, καὶ τῆς Ῥαὰβ, καὶ τῆς Ῥοὺθ ἐμνημόνευσεν· ὧν ἡ μὲν ἀλλογενὴς ἦν, ἡ δὲ πόρνη, ἡ δὲ τῷ κηδεστῇ προσεφθάρη· καὶ οὐδὲ τούτῳ νόμῳ γάμου, ἀλλὰ κλέψασα τὴν μίξιν, καὶ πόρνης περιθεμένη προσωπεῖον ἑαυτῇ· καὶ τὴν τοῦ Οὐρίου δὲ οὐδεὶς ἀγνοεῖ διὰ τὴν περιφάνειαν τοῦ τολμήματος. Ἀλλ' ὅμως πάσας τὰς ἄλλας ἀφεὶς ὁ εὐαγγελιστὴς, ταύτας ἐνέθηκε τῇ γενεαλογίᾳ μόνας. Καίτοι εἰ μνησθῆναι γυναικῶν ἔδει, πασῶν ἐχρῆν· εἰ δὲ μὴ πασῶν, ἀλλ' ἐνίων, τῶν ἐν ἀρετῇ, οὐ τῶν ἐν ἁμαρτήμασι βεβοημένων. Εἴδετε πόσης ἡμῖν δεῖ προσοχῆς ἐν τοῖς προοιμίοις εὐθέως. Καίτοιγε δοκεῖ σαφέστερον εἶναι τῶν ἄλλων τὸ προοίμιον, τάχα δὲ πολλοῖς καὶ περισσὸν, διὰ τὸ ὀνομάτων ἀριθμὸν εἶναι μόνον. Μετὰ τοῦτο κἀκεῖνο ἄξιον ζητῆσαι, τίνος ἕνεκεν τρεῖς παρέδραμε βασιλεῖς. Εἰ γὰρ ὡς σφόδρα ἀσεβῶν ἀπεσιώπησε τὴν προσηγορίαν, οὐδὲ τῶν ἄλλων τῶν τοιούτων μνησθῆναι ἔδει. Καὶ γὰρ καὶ τοῦτο ἕτερόν ἐστι ζήτημα. ∆εκατέσσαρας γὰρ εἰπὼν γενεὰς, ἐν τῇ τρίτῃ μερίδι τὸν ἀριθμὸν οὐ διέσωσε. Καὶ τίνος ἕνεκεν ὁ μὲν Λουκᾶς ἑτέρων ἐμνημόνευσεν ὀνομάτων, καὶ οὐ μόνον οὐ τῶν αὐτῶν ἁπάντων, ἀλλὰ καὶ πολλῷ πλειόνων· ὁ δὲ Ματθαῖος, καὶ ἐλαττόνων, καὶ ἑτέρων, καίτοιγε εἰς τὸν Ἰωσὴφ καὶ αὐτὸς τελευτήσας, εἰς ὃν καὶ ὁ Λουκᾶς κατέληξεν. Ὁρᾶτε ὅσης ἀγρυπνίας ἡμῖν χρεία, οὐκ εἰς τὸ λῦσαι μόνον, ἀλλὰ καὶ εἰς τὸ μαθεῖν, τίνα χρὴ λῦσαι. Οὐδὲ γὰρ τοῦτο μικρὸν, τὸ τὰ διαπορούμενα δυνηθῆναι εὑρεῖν· καὶ γὰρ καὶ ἐκεῖνο ἄπορον, πῶς ἡ Ἐλισάβετ ἀπὸ τῆς Λευϊτικῆς φυλῆς οὖσα, συγγενὴς ἦν τῆς Μαρίας.
ζʹ. Ἀλλ' ἵνα μὴ καταχώσωμεν ὑμῶν τὴν μνήμην πολλὰ συνείροντες, ἐνταῦθα τέως τὸν λόγον στήσωμεν. Ἀρκεῖ γὰρ ὑμῖν εἰς τὸ διεγερθῆναι καὶ τὸ τὰ ζητούμενα μόνον μαθεῖν. Εἰ δὲ καὶ τῆς λύσεως ἐρᾶτε, καὶ τούτου πρὸ τῶν λόγων τῶν ἡμετέρων ὑμεῖς κύριοι. Ἂν μὲν γὰρ ἴδω διεγερθέντας καὶ ἐπιθυμοῦντας μαθεῖν, πειράσομαι καὶ τὴν λύσιν ἐπαγαγεῖν· ἂν δὲ χασμωμένους καὶ μὴ προσέχοντας, ἀποκρύψομαι καὶ τὰ ζητήματα καὶ τὴν λύσιν, θείῳ νόμῳ πειθόμενος· Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, ἵνα μὴ καταπατήσωσι τοῖς ποσὶν αὑτῶν. Τίς δέ ἐστιν ὁ καταπατῶν; Ὁ μὴ τίμια ταῦτα ἡγούμενος καὶ σεμνά. Καὶ τίς οὕτως ἄθλιος, φησὶν, ὡς μὴ σεμνὰ ταῦτα καὶ πάντων ἡγεῖσθαι τιμιώτερα; Ὁ μηδὲ τοσαύτην παρέχων αὐτοῖς σχολὴν, ὅσην ταῖς πόρναις γυναιξὶν ἐν τοῖς σατανικοῖς θεάτροις. Ἐκεῖ μὲν γὰρ καὶ διημερεύουσιν οἱ πολλοὶ, καὶ πολλὰ τῶν ἐπὶ τῆς οἰκίας προδιδόασι διὰ τὴν ἄκαιρον ἀσχολίαν ταύτην, καὶ μετὰ ἀκριβείας ὅπερ ἂν ἀκούσωσι κατέχουσι, καὶ ταῦτα ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς φυλάττοντες. Ἐνταῦθα δὲ τοῦ Θεοῦ φθεγγομένου, οὐδὲ μικρὸν ἀνέχονται παραμεῖναι χρόνον. ∆ιά τοι τοῦτο οὐδὲν κοινὸν ἔχομεν πρὸς τὸν οὐρανὸν, ἀλλὰ μέχρι ῥημάτων ἡμῖν ἡ πολιτεία. Καίτοιγε καὶ γέενναν διὰ τοῦτο ἠπείλησεν ὁ Θεὸς, οὐχ ἵνα ἐμβάλῃ, ἀλλ' ἵνα πείσῃ φυγεῖν τὴν χαλεπὴν τυραννίδα ταύτην. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν, καὶ καθ' ἑκάστην ἡμέραν πρὸς τὴν ἐκεῖ φέρουσαν ὁδὸν τρέχομεν· καὶ τοῦ Θεοῦ κελεύοντος μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ ποιεῖν τὰ λεγόμενα, οὐδὲ ἀκοῦσαι ἀνεχόμεθα. Πότε οὖν πράξομεν, εἰπέ μοι, τὰ κελευόμενα, καὶ τῶν ἔργων ἁψόμεθα, ὅταν μηδὲ τοὺς ὑπὲρ τούτων λόγους ἀκούειν ἀνεχώμεθα, ἀλλὰ ἀσχάλλωμεν καὶ ἀλύωμεν πρὸς τὴν ἐνταῦθα διατριβὴν, καίτοι βραχεῖαν οὖσαν σφόδρα; Εἶτα ἡμεῖς μὲν περὶ ψυχρῶν διαλεγόμενοι πραγμάτων, ἂν τοὺς συγκαθημένους μὴ προσέχοντας ἴδωμεν, ὕβριν τὸ πρᾶγμά φαμεν. Τὸν Θεὸν δὲ οὐχ ἡγούμεθα παροξύνειν, ὅταν αὐτοῦ περὶ τοιούτων διαλεγομένου, καταφρονήσαντες τῶν λεγομένων, ἑτέρωσε βλέπωμεν; Ἀλλ' ὁ μὲν γεγηρακὼς καὶ πολλὴν ἐπελθὼν γῆν, καὶ σταδίων ἀριθμὸν, καὶ πόλεων θέσεις, καὶ σχήματα καὶ λιμένας καὶ ἀγορὰς μετὰ ἀκριβείας ἡμῖν ἀπαγγέλλει πάσης· αὐτοὶ δὲ οὐδὲ ὅσον ἀπέχομεν τῆς ἐν τοῖς οὐρανοῖς πόλεως ἴσμεν· ἦ γὰρ ἂν καὶ ἐσπουδάσαμεν ἐπιτεμεῖν τὸ μῆκος, εἰ τὸ διάστημα ἔγνωμεν. Οὐ γὰρ τοσοῦτον ἡμῶν ἀφέστηκεν ἡ πόλις ἐκείνη, ὅσον οὐρανοῦ πρὸς τὴν γῆν τὸ μέσον, ἀλλὰ καὶ πολλῷ πλέον, ἐὰν ἀμελῶμεν· ὥσπερ οὖν ἐὰν σπουδάζωμεν, καὶ ἐν ἀκαρεῖ χρόνῳ ἐπὶ τὰς πύλας αὐτῆς ἥξομεν. Οὐ γὰρ μήκει τόπων, ἀλλὰ γνώμῃ τρόπων τὰ διαστήματα ταῦτα ὥρισται.
ηʹ. Σὺ δὲ τὰ μὲν τοῦ βίου πράγματα μετὰ ἀκριβείας οἶδας, καὶ τὰ νέα καὶ τὰ ἀρχαῖα καὶ τὰ παλαιὰ, καὶ ἄρχοντας ἀριθμεῖν δύνασαι, οἷς ἐστρατεύσω τὸν ἔμπροσθεν χρόνον, καὶ ἀγωνοθέτην, καὶ ἀθλοφόρους, καὶ στρατηγοὺς, τὰ μηδέν σοι διαφέροντα· τίς δὲ ἄρχων ἐν τῇ πόλει ταύτῃ γέγονεν, ἢ πρῶτος, ἢ δεύτερος, ἢ τρίτος, ἢ πόσον ἕκαστος χρόνον, ἢ τί κατορθώσας καὶ ἐργασάμενος, οὐδὲ ὄναρ ἐφαντάσθης ποτέ. Νόμων δὲ τῶν ἐν τῇ πόλει ταύτῃ κειμένων, οὐδὲ ἑτέρων λεγόντων ἀκοῦσαι καὶ προσέχειν ὑπομένεις. Πῶς οὖν, εἰπέ μοι, προσδοκᾷς τεύξασθαι τῶν ἐπηγγελμένων ἀγαθῶν, μηδὲ τοῖς λεγομένοις προσέχων; Ἀλλ' εἰ καὶ μὴ πρότερον, νῦν γοῦν τοῦτο ποιῶμεν. Καὶ γὰρ εἰς πόλιν μέλλομεν εἰσιέναι, ἐὰν ὁ Θεὸς ἐπιτρέπῃ, χρυσῆν, καὶ χρυσοῦ παντὸς τιμιωτέραν. Καταμάθωμεν οὖν αὐτῆς τὰ θεμέλια, τὰς πύλας τὰς ἀπὸ σαπφείρου καὶ μαργαριτῶν συγκειμένας· καὶ γὰρ ἔχομεν ἄριστον χειραγωγὸν τὸν Ματθαῖον. ∆ιὰ γὰρ τῆς αὐτοῦ πύλης εἴσιμεν νῦν, καὶ δεῖ πολλῆς ἡμῖν τῆς σπουδῆς. Ἂν γὰρ ἴδῃ τινὰ μὴ προσέχοντα, ἐκβάλλει τῆς πόλεως. Καὶ γάρ ἐστι βασιλικωτάτη ἡ πόλις καὶ περιφανής· οὐχ ὥσπερ αἱ παρ' ἡμῖν, εἰς ἀγορὰν καὶ βασίλεια διῃρημένη· ἀλλὰ πάντα βασίλεια τὰ ἐκεῖ. Ἀναπετάσωμεν τοίνυν τὰς πύλας τῆς διανοίας, ἀναπετάσωμεν τὴν ἀκοὴν, καὶ μετὰ φρίκης πολλῆς μέλλοντες ἐπιβαίνειν τῶν προθύρων, προσκυνήσωμεν τὸν ἐν αὐτῇ βασιλέα· καὶ γὰρ εὐθέως ἡ πρώτη προσβολὴ καταπλῆξαι δύναται τὸν θεατήν. Κεκλεισμέναι μὲν νῦν εἰσιν ἡμῖν αἱ πύλαι· ὅταν δὲ ἴδωμεν αὐτὰς ἀναπετασθείσας (τοῦτο γάρ ἐστιν ἡ τῶν ζητημάτων λύσις), τότε ὀψόμεθα πολλὴν ἔνδον τὴν ἀστραπήν. Καὶ γὰρ τοῖς τοῦ πνεύματος ὁδηγούμενος ὀφθαλμοῖς, πάντα σοι ἐπαγγέλλεται δεικνῦναι ὁ τελώνης οὗτος· ποῦ μὲν ὁ βασιλεὺς κάθηται· καὶ τίνες αὐτῷ τῶν στρατευμάτων παρεστήκασι· καὶ ποῦ μὲν ἄγγελοι, ποῦ δὲ ἀρχάγγελοι· καὶ τίς τοῖς νέοις πολίταις ἐν τῇ πόλει ταύτῃ τόπος ἀφώρισται, καὶ ποία ἡ ἐκεῖ φέρουσα ὁδός· καὶ τίνα ἔλαβον λῆξιν οἱ πρῶτον πολιτευσάμενοι ἐκεῖ, καὶ οἱ μετ' ἐκείνους, καὶ οἱ μετὰ τούτους· καὶ ὅσα τῶν δήμων ἐκείνων τὰ τάγματα, καὶ ὅσα τῆς βουλῆς, καὶ πόσαι ἀξιωμάτων διαφοραί. Μὴ τοίνυν μετὰ θορύβου καὶ ταραχῆς εἰσίωμεν, ἀλλὰ μετὰ σιγῆς μυστικῆς. Εἰ γὰρ ἐπὶ θεάτρου σιγῆς πολλῆς γενομένης, τότε τὰ τοῦ βασιλέως ἀναγινώσκεται γράμματα, πολλῷ μᾶλλον ἐπὶ τῆς πόλεως ταύτης ἅπαντας δεῖ κατεστάλθαι, καὶ ὀρθαῖς ταῖς ψυχαῖς καὶ ταῖς ἀκοαῖς ἑστάναι. Οὐ γὰρ ἐπιγείου τινὸς, ἀλλὰ τοῦ τῶν ἀγγέλων ∆εσπότου τὰ γράμματα ἀναγινώσκεσθαι μέλλει. Ἂν οὕτως ἑαυτοὺς ῥυθμίσωμεν, καὶ αὐτὴ τοῦ Πνεύματος ἡ χάρις ὁδηγήσει μετὰ πολλῆς ἀκριβείας ἡμᾶς, καὶ πρὸς αὐτὸν ἥξομεν τὸν θρόνον τὸν βασιλικὸν, καὶ πάντων ἐπιτευξόμεθα τῶν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Βʹ. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.
αʹ. Ἆρα μέμνησθε τῆς παραγγελίας, ἣν πρώην ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες μετὰ σιγῆς ἁπάσης καὶ μυστικῆς ἡσυχίας ἀκούειν τῶν λεγομένων ἁπάντων; Καὶ γὰρ μέλλομεν τῶν ἱερῶν σήμερον ἐπιβαίνειν προθύρων· διὸ καὶ τῆς παραγγελίας ἀνέμνησα. Εἰ γὰρ Ἰουδαῖοι κεκαυμένῳ ὄρει, καὶ πυρὶ, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ προσιέναι μέλλοντες, μᾶλλον δὲ οὐδὲ προσιέναι, ἀλλὰ πόῤῥωθεν ταῦτα καὶ ὁρᾷν καὶ ἀκούειν, πρὸ τριῶν ἡμερῶν ἐκελεύοντο γυναικὸς ἀπέχεσθαι, καὶ τὰ ἱμάτια ἀποπλῦναι, καὶ ἐν τρόμῳ ἦσαν καὶ φόβῳ, καὶ αὐτοὶ, καὶ μετ' ἐκείνων Μωϋσῆς· πολλῷ μᾶλλον ἡμᾶς τοιούτων μέλλοντας ἀκούσεσθαι λόγων, καὶ οὐ πόῤῥω ὄρους ἑστάναι καπνιζομένου, ἀλλ' εἰς αὐτὸν εἰσιέναι τὸν οὐρανὸν, πλείονα χρὴ ἐπιδείκνυσθαι φιλοσοφίαν, οὐχ ἱμάτια ἀποπλύνοντας, ἀλλὰ τὴν στολὴν τῆς ψυχῆς ἀποσμήχοντας, καὶ πάσης βιωτικῆς ἀπαλλαττομένους μίξεως. Οὐ γὰρ γνόφον ὄψεσθε, οὐδὲ καπνὸν, οὐδὲ θύελλαν· ἀλλ' αὐτὸν τὸν Βασιλέα καθήμενον ἐπὶ τοῦ θρόνου τῆς ἀποῤῥήτου δόξης ἐκείνης, καὶ ἀγγέλους καὶ ἀρχαγγέλους παρεστῶτας αὐτῷ, καὶ τοὺς δήμους τῶν ἁγίων μετὰ τῶν ἀπείρων μυριάδων ἐκείνων. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ πόλις, τὴν Ἐκκλησίαν ἔχουσα τῶν πρωτοτόκων, τὰ πνεύματα τῶν δικαίων, τὴν πανήγυριν τῶν ἀγγέλων, τὸ αἷμα τοῦ ῥαντισμοῦ, δι' οὗ τὰ πάντα συνήφθη, καὶ ὁ οὐρανὸς ἐδέξατο τὰ ἀπὸ γῆς, καὶ γῆ τὰ ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἡ πάλαι ποθουμένη καὶ ἀγγέλοις καὶ ἁγίοις παραγέγονεν εἰρήνη. Ἐν ταύτῃ τὸ τρόπαιον ἔστη τοῦ σταυροῦ τὸ λαμπρὸν καὶ περιφανὲς, τὰ λάφυρα τοῦ Χριστοῦ, τὰ ἀκροθίνια τῆς φύσεως τῆς ἡμετέρας, τὰ σκῦλα τοῦ Βασιλέως ἡμῶν· ταῦτα γὰρ ἅπαντα ἀπὸ τῶν Εὐαγγελίων εἰσόμεθα μετὰ ἀκριβείας. Κἂν ἀκολουθῇς μετὰ ἡσυχίας τῆς προσηκούσης, δυνησόμεθά σε περιαγαγεῖν πανταχοῦ, καὶ δεῖξαι, ποῦ μὲν ὁ θάνατος ἀνεσκολοπισμένος κεῖται· ποῦ δὲ ἡ ἁμαρτία κρεμαμένη· ποῦ δὲ τὰ πολλὰ καὶ παράδοξα ἀπὸ τοῦ πολέμου τούτου, ἀπὸ τῆς μάχης ταύτης ἀναθήματα. Ὄψει καὶ τὸν τύραννον ἐνταῦθα δεδεμένον, καὶ τῶν αἰχμαλώτων τὸ πλῆθος ἑπόμενον, καὶ τὴν ἀκρόπολιν, ἀφ' ἧς ὁ μιαρὸς δαίμων ἐκεῖνος ἅπαντα κατέδραμε τὸν ἔμπροσθεν χρόνον· ὄψει τοῦ λῃστοῦ τὰς καταδύσεις καὶ τὰ σπήλαια, διεῤῥωγότα λοιπὸν καὶ ἀναπεπταμένα· καὶ γὰρ καὶ ἐκεῖ παρεγένετο ὁ Βασιλεύς. Ἀλλὰ μὴ ἀποκάμῃς, ἀγαπητέ· οὐδὲ γὰρ εἰ πόλεμόν τις αἰσθητὸν διηγεῖτο, καὶ τρόπαια, καὶ νίκας, κόρον ἔλαβες ἄν· ἀλλ' οὐδὲ σιτίον οὐδὲ ποτὸν πρὸ ταύτης ἂν ἔθου τῆς ἱστορίας. Εἰ δὲ ἐκείνη ποθητὴ ἡ διήγησις, πολλῷ μᾶλλον αὕτη. Ἐννόησον γὰρ ἡλίκον ἐστὶν ἀκοῦσαι, πῶς μὲν ἐκ τῶν οὐρανῶν καὶ τῶν θρόνων ἀναστὰς τῶν βασιλικῶν, καὶ εἰς τὴν γῆν, καὶ εἰς αὐτὸν τὸν ᾅδην ἥλατο ὁ Θεὸς, καὶ ἐπὶ τῆς παρατάξεως ἔστη· πῶς δὲ ἀντιπαρετάξατο ὁ διάβολος, μᾶλλον δὲ οὐ Θεῷ γυμνῷ, ἀλλὰ Θεῷ ἀνθρωπίνῃ κρυπτομένῳ φύσει. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι θανάτῳ θάνατον ὄψει λυόμενον, καὶ κατάραν ἀφανιζομένην κατάρᾳ, καὶ δι' ὧν ἴσχυσεν ὁ διάβολος, διὰ τούτων αὐτοῦ καταλυομένην τὴν τυραννίδα. ∆ιαναστῶμεν τοίνυν, καὶ μὴ καθεύδωμεν· ἰδοὺ γὰρ ὁρῶ τὰς πύλας ἡμῖν ἀνοιγομένας· ἀλλ' εἰσίωμεν μετὰ εὐταξίας ἁπάσης καὶ τρόμου, τῶν προθύρων αὐτῶν εὐθέως ἐπιβαίνοντες. Τίνα δέ ἐστι ταῦτα τὰ πρόθυρα; Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ. Τί λέγεις; περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ διαλέξεσθαι ἐπηγγείλω, καὶ τοῦ ∆αυῒδ μνημονεύεις, ἀνθρώπου μετὰ μυρίας γενεὰς γενομένου, καὶ αὐτὸν εἶναι φὴς καὶ πατέρα καὶ πρόγονον; Ἐπίσχες, καὶ μὴ πάντα ἀθρόως ζήτει μαθεῖν, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Ἐν γὰρ τοῖς προθύροις ἕστηκας ἔτι παρ' αὐτὰ τὰ προπύλαια· τί τοίνυν σπεύδεις πρὸς τὰ ἄδυτα; Οὔπω τὰ ἔξω καλῶς κατώπτευσας ἅπαντα. Οὐδὲ γὰρ ἐκείνην σοι τέως διηγοῦμαι τὴν γέννησιν· μᾶλλον δὲ οὐδὲ τὴν μετὰ ταῦτα· ἀνέκφραστος γὰρ καὶ ἀπόῤῥητος. Καὶ πρὸ ἐμοῦ σοι τοῦτο ὁ προφήτης εἶπεν Ἡσαΐας· ἀνακηρύττων γὰρ αὐτοῦ τὸ πάθος καὶ τὴν πολλὴν ὑπὲρ τῆς οἰκουμένης κηδεμονίαν, καὶ ἐκπληττόμενος τίς ὢν τί γέγονε, καὶ ποῦ κατέβη, ἀνεβόησε μέγα καὶ λαμπρὸν οὕτω λέγων· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; βʹ. Οὐ τοίνυν περὶ ἐκείνης ἡμῖν ὁ λόγος νῦν, ἀλλὰ περὶ ταύτης τῆς κάτω, τῆς ἐν τῇ γῇ γενομένης, τῆς μετὰ μυρίων μαρτύρων. Καὶ περὶ ταύτης δὲ, ὡς ἡμῖν δυνατὸν εἰπεῖν δεξαμένοις τὴν τοῦ Πνεύματος χάριν, οὕτω διηγησόμεθα. Οὐδὲ γὰρ ταύτην μετὰ σαφηνείας πάσης παραστῆσαι ἔνι· ἐπεὶ καὶ αὕτη φρικωδεστάτη. Μὴ τοίνυν μικρὰ νομίσῃς ἀκούειν, ταύτην ἀκούων τὴν γέννησιν· ἀλλ' ἀνάστησόν σου τὴν διάνοιαν, καὶ εὐθέως φρίξον, ἀκούσας ὅτι Θεὸς ἐπὶ γῆς ἦλθεν. Οὕτω γὰρ τοῦτο θαυμαστὸν καὶ παράδοξον ἦν, ὡς καὶ τοὺς ἀγγέλους χορὸν ὑπὲρ τούτων στήσαντας τὴν ὑπὲρ τῆς οἰκουμένης ἐπὶ τούτοις ἀναφέρειν εὐφημίαν, καὶ τοὺς προφήτας ἄνωθεν τοῦτο ἐκπλήττεσθαι, ὅτι Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ γὰρ σφόδρα παράδοξον ἀκοῦσαι, ὅτι ὁ Θεὸς ὁ ἀπόῤῥητος, καὶ ἀνέκφραστος, καὶ ἀπερινόητος, καὶ τῷ Πατρὶ ἴσος, διὰ μήτρας ἦλθε παρθενικῆς, καὶ γενέσθαι ἐκ γυναικὸς κατεδέξατο, καὶ σχεῖν προγόνους τὸν ∆αυῒδ καὶ τὸν Ἀβραάμ. Καὶ τί λέγω τὸν ∆αυῒδ καὶ τὸν Ἀβραάμ, Τὸ γὰρ δὴ φρικωδέστερον, τὰς γυναῖκας ἐκείνας, ὧν ἀρτίως ἐμνήσθημεν. Ταῦτα ἀκούων, ἀνάστηθι, καὶ μηδὲν ταπεινὸν ὑποπτεύσῃς, ἀλλὰ καὶ διὰ τοῦτο αὐτὸ μάλιστα θαύμασον, ὅτι Υἱὸς ὢν τοῦ ἀνάρχου Θεοῦ, καὶ γνήσιος Υἱὸς, ἠνέσχετο ἀκοῦσαι καὶ ∆αυῒδ υἱὸς, ἵνα σὲ ποιήσῃ υἱὸν Θεοῦ· ἠνέσχετο πατέρα αὐτῷ γενέσθαι δοῦλον, ἵνα σοὶ τῷ δούλῳ Πατέρα ποιήσῃ τὸν ∆εσπότην. Εἶδες ἐκ προοιμίων εὐθέως οἷα τὰ εὐαγγέλια; Εἰ δὲ ἀμφιβάλλεις περὶ τῶν σῶν, ἀπὸ τῶν ἐκείνου καὶ ταῦτα πίστευε. Πολὺ γὰρ δυσκολώτερον, ὅσον εἰς ἀνθρώπινον λογισμὸν, Θεὸν ἄνθρωπον γενέσθαι, ἢ ἄνθρωπον υἱὸν Θεοῦ χρηματίσαι. Ὅταν οὖν ἀκούσῃς, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς τοῦ ∆αυΐδ ἐστι καὶ τοῦ Ἀβραὰμ, μὴ ἀμφίβαλλε λοιπὸν, ὅτι καὶ σὺ, ὁ υἱὸς τοῦ Ἀδὰμ, υἱὸς ἔσῃ τοῦ Θεοῦ. Οὐδὲ γὰρ εἰκῆ καὶ μάτην τοσοῦτον ἑαυτὸν ἐταπείνωσεν, εἰ μὴ ἔμελλεν ἡμᾶς ἀνυψοῦν. Ἐγεννήθη γὰρ κατὰ σάρκα, ἵνα σὺ γεννηθῇς κατὰ πνεῦμα· ἐγεννήθη ἐκ γυναικὸς, ἵνα σὺ παύσῃ γυναικὸς ὢν υἱός. ∆ιὰ τοῦτο διπλῆ γέγονεν ἡ γέννησις, καὶ ἐοικυῖα ἡμῖν, καὶ ὑπερβαίνουσα τὴν ἡμετέραν. Τὸ μὲν γὰρ ἐκ γυναικὸς γεννηθῆναι ἡμῖν συνέβαινε· τὸ δὲ μὴ ἐξ αἵματος, μηδὲ ἐκ θελήματος σαρκὸς ἢ ἀνδρὸς, ἀλλ' ἐκ Πνεύματος ἁγίου, τὴν ὑπερβαίνουσαν ἡμᾶς καὶ τὴν μέλλουσαν προανεφώνει γέννησιν, ἣν ἡμῖν ἔμελλεν ἐκ Πνεύματος χαρίζεσθαι. Καὶ πάντα δὲ τὰ ἄλλα τοιαῦτα ἦν. Καὶ γὰρ τὸ λουτρὸν τοιοῦτον· εἶχε γάρ τι τοῦ παλαιοῦ, εἶχέ τι καὶ τοῦ καινοῦ. Τὸ μὲν γὰρ ὑπὸ τοῦ προφήτου βαπτισθῆναι, τὸ παλαιὸν ἐδείκνυ· τὸ δὲ Πνεῦμα κατελθεῖν, τὸ νέον ὑπέγραψε. Καὶ καθάπερ τις ἐν μεταιχμίῳ στὰς, δύο τινῶν ἀλλήλων διεστηκότων, ἀμφοτέρας ἁπλώσας τὰς χεῖρας ἑκατέρωθεν λαβὼν συνάψειεν· οὕτω καὶ αὐτὸς ἐποίησε, τὴν παλαιὰν τῇ καινῇ συνάπτων, τὴν θείαν φύσιν τῇ ἀνθρωπίνῃ, τὰ αὑτοῦ τοῖς ἡμετέροις. Εἶδες τὴν ἀστραπὴν τῆς πόλεως, ὅσῃ σε ἐκ προοιμίων κατηύγασε τῇ λαμπηδόνι; πῶς σοι τὸν Βασιλέα εὐθέως ἔδειξεν ἐν τῷ σῷ σχήματι, ὡσανεὶ ἐν στρατοπέδῳ; Οὐδὲ γὰρ ἐκεῖ τὴν οἰκείαν ἀξίαν φαίνεται ἔχων διηνεκῶς ὁ βασιλεὺς, ἀλλὰ τὴν ἁλουργίδα ἀφεὶς καὶ τὸ διάδημα, στρατιώτου σχῆμα ὑπέδυ πολλάκις. Ἀλλ' ἐκεῖ μὲν, ἵνα μὴ γνώριμος γενόμενος ἐφ' ἑαυτὸν ἑλκύσῃ τοὺς πολεμίους· ἐνταῦθα δὲ τοὐναντίον, ἵνα μὴ γνώριμος γενόμενος, φυγεῖν παρασκευάσῃ τῆς πρὸς αὐτὸν συμπλοκῆς τὸν ἐχθρὸν, καὶ τοὺς οἰκείους διαταράξῃ πάντας· σῶσαι γὰρ, οὐκ ἐκπλῆξαι, ἐσπούδασε. ∆ιὰ τοῦτο καὶ εὐθέως αὐτὸν ἀπὸ ταύτης ἐκάλεσε τῆς προσηγορίας, Ἰησοῦν προσειπών. Τὸ γὰρ Ἰησοῦς τοῦτο ὄνομα οὐκ ἔστιν Ἑλληνικὸν, ἀλλὰ τῇ Ἑβραίων φωνῇ οὕτω λέγεται Ἰησοῦς· ὅ ἐστιν εἰς τὴν Ἑλλάδα γλῶτταν ἑρμηνευόμενον, Σωτήρ· Σωτὴρ δὲ, ἀπὸ τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ.
γʹ. Εἶδες πῶς ἀνεπτέρωσε τὸν ἀκροατὴν, τά τε ἐν συνηθείᾳ φθεγξάμενος, καὶ δι' αὐτῶν τὰ ὑπὲρ ἐλπίδα πᾶσιν ἡμῖν ἐμφήνας; Καὶ γὰρ ἀμφοτέρων τῶν ὀνομάτων τούτων πολλὴ ἡ γνῶσις παρὰ τοῖς Ἰουδαίοις ἦν. Ἐπειδὴ γὰρ παράδοξα ἦν τὰ μέλλοντα γίνεσθαι, καὶ οἱ τῶν ὀνομάτων προέδραμον τύποι· ὥστε ἄνωθεν πάντα καινοτομίας προαναιρεθῆναι θόρυβον. Καὶ γὰρ Ἰησοῦς ὁ μετὰ Μωϋσέα εἰσαγαγὼν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας λέγεται. Εἶδες τὸν τύπον; βλέπε τὴν ἀλήθειαν· Ἐκεῖνος εἰς τὴν γῆν τῆς ἐπαγγελίας, οὗτος εἰς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά· ἐκεῖνος μετὰ τὸ τελευτῆσαι Μωϋσέα, οὗτος μετὰ τὸ παύσασθαι τὸν νόμον· ἐκεῖ νος ὡς δημαγωγὸς, οὗτος ὡς βασιλεύς. Ἀλλ' ἵνα μὴ Ἰησοῦν ἀκούσας διὰ τὴν ὁμωνυμίαν πλανηθῇς, ἐπήγαγεν· Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυΐδ. Ἐκεῖνος δὲ οὐκ ἦν τοῦ ∆αυῒδ, ἀλλ' ἑτέρας φυλῆς. Τίνος δὲ ἕνεκεν Βίβλον αὐτὴν γενέσεως καλεῖ Ἰησοῦ Χριστοῦ; καίτοιγε οὐ τοῦτο ἔχει μόνον τὴν γέννησιν, ἀλλὰ πᾶσαν τὴν οἰκονομίαν. Ὅτι πάσης τῆς οἰκονομίας τὸ κεφάλαιον τοῦτο, καὶ ἀρχὴ καὶ ῥίζα πάντων ἡμῖν τῶν ἀγαθῶν γίνεται. Ὥσπερ οὖν βιβλίον οὐρανοῦ καὶ γῆς καλεῖ Μωϋσῆς, καίτοιγε οὐ περὶ οὐρανοῦ καὶ γῆς διαλεχθεὶς μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐν μέσῳ πάντων· οὕτω καὶ οὗτος ἀπὸ τοῦ κεφαλαίου τῶν κατορθωμάτων τὸ βιβλίον ἐκάλεσε. Τὸ γὰρ ἐκπλήξεως γέμον καὶ ὑπὲρ ἐλπίδα καὶ προσδοκίαν ἅπασαν, ἄνθρωπον γενέσθαι Θεόν· τούτου δὲ γενομένου, τὰ μετὰ ταῦτα ἅπαντα κατὰ λόγον καὶ ἀκολουθίαν ἕπεται. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Υἱοῦ Ἀβραὰμ, καὶ τότε, Υἱοῦ ∆αυΐδ; Οὐχ ὥς τινες οἴονται, κάτωθεν ἄνω βουλόμενος ἐλθεῖν· ἐπεὶ ἐποίησεν ἂν, ὅπερ καὶ ὁ Λουκᾶς· νῦν δὲ τοὐναντίον ποιεῖ. Τίνος οὖν ἕνεκεν τοῦ ∆αυῒδ ἐμνημόνευσεν; Ἐν τοῖς πάντων στόμασιν ὁ ἄνθρωπος ἦν, ἀπό τε τῆς περιφανείας, ἀπό τε τοῦ χρόνου· οὐ γὰρ πάλαι ἦν τετελευτηκὼς, ὥσπερ ὁ Ἀβραάμ. Εἰ δὲ ἀμφοτέροις ἐπηγγείλατο ὁ Θεὸς, ἀλλ' ὅμως ἐκεῖνο μὲν, ὡς παλαιὸν, ἐσιγᾶτο· τοῦτο δὲ, ὡς πρόσφατον καὶ νέον, ὑπὸ πάντων περιεφέρετο. Αὐτοὶ γοῦν λέγουσιν· Οὐκ ἐκ τοῦ σπέρματος ∆αυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν ∆αυῒδ, ἔρχεται ὁ Χριστός. Καὶ οὐδεὶς αὐτὸν υἱὸν Ἀβραὰμ, ἀλλὰ πάντες υἱὸν ∆αυῒδ ἐκάλουν· καὶ γὰρ καὶ διὰ τὸν χρόνον, ὡς ἔφθην εἰπὼν, καὶ διὰ τὴν βασιλείαν, μᾶλλον ἐν μνήμῃ πᾶσιν οὗτος ἦν. Οὕτω γοῦν καὶ οὓς ἐτίμων βασιλέας μετ' ἐκεῖνον ἐξ ἐκείνου ἅπαντας ἐκάλουν, καὶ αὐτοὶ καὶ ὁ Θεός. Καὶ γὰρ καὶ Ἰεζεκιὴλ, καὶ ἕτεροι δὲ προφῆται, λέγουσιν αὐτοῖς παραγίνεσθαι ∆αυῒδ καὶ ἀνίστασθαι, οὐ περὶ ἐκείνου λέγοντες τοῦ τετελευτηκότος, ἀλλὰ τῶν ζηλούντων τὴν ἀρετὴν τὴν ἐκείνου. Καὶ τῷ Ἐζεκίᾳ φησίν· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου. Καὶ τῷ Σολομῶνι δὲ ἔλεγεν, ὅτι διὰ ∆αυῒδ οὐ διέῤῥηξε ζῶντος αὐτοῦ τὴν βασιλείαν. Πολλὴ γὰρ ἡ δόξα τοῦ ἀνδρὸς ἦν καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις. ∆ιὰ τοῦτο εὐθέως ἐκ τοῦ γνωριμωτέρου τὴν ἀρχὴν ποιεῖται, καὶ τότε ἐπὶ τὸν πατέρα ἀνατρέχει, περιττὸν ἡγούμενος, ὅσον πρὸς Ἰουδαίους, ἀνωτέρω τὸν λόγον ἀγαγεῖν. Οὗτοι γὰρ μάλιστα ἦσαν οἱ θαυμαζόμενοι· ὁ μὲν, ὡς προφήτης καὶ βασιλεύς· ὁ δὲ, ὡς πατριάρχης καὶ προφήτης. Καὶ πόθεν δῆλον ὅτι ἐκ τοῦ ∆αυΐδ ἐστι; φησίν. Εἰ γὰρ ἐξ ἀνδρὸς οὐκ ἐγεννήθη, ἀλλ' ἀπὸ γυναικὸς μόνον, ἡ δὲ Παρθένος οὐ γενεαλογεῖται, πῶς εἰσόμεθα ὅτι τοῦ ∆αυῒδ ἔκγονος ἦν; ∆ύο γάρ ἐστι τὰ ζητούμενα· τίνος τε ἕνεκεν ἡ μήτηρ οὐ γενεαλογεῖται, καὶ τί δήποτε ὁ Ἰωσὴφ, ὁ μηδὲν συντελῶν πρὸς τὴν γέννησιν, μνημονεύεται παρ' αὐτῶν· δοκεῖ γὰρ τὸ μὲν περιττὸν εἶναι, τὸ δὲ ἐνδεές. Ποῖον οὖν πρότερον ἀναγκαῖον εἰπεῖν· Πῶς ἐκ τοῦ ∆αυῒδ ἡ Παρθένος. Πῶς οὖν εἰσόμεθα ὅτι ἐκ τοῦ ∆αυΐδ; Ἄκουσον τοῦ Θεοῦ λέγοντος τῷ Γαβριὴλ, ἀπελθεῖν Πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ. Τί τοίνυν βούλει τούτου σαφέστερον, ὅταν ἀκούσῃς ὅτι ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ ἦν ἡ Παρθένος; δʹ. Ὅθεν δῆλον, ὅτι καὶ ὁ Ἰωσὴφ ἐκεῖθεν ἦν. Καὶ γὰρ νόμος ἦν ὁ κελεύων μὴ ἐξεῖναι γαμεῖν ἄλλοθεν, ἀλλ' ἢ ἐκ τῆς αὐτῆς φυλῆς. Καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ ἀπὸ τῆς Ἰούδα φυλῆς ἀναστήσεσθαι αὐτὸν προὔλεγεν, οὕτω λέγων· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ἡ γὰρ προφητεία αὕτη, ὅτι μὲν ἐκ τῆς φυλῆς Ἰούδα γέγονε, δηλοῖ· ὅτι δὲ καὶ τοῦ γένους ∆αυῒδ, οὐκέτι. Ἆρα οὖν τῇ φυλῇ Ἰούδα οὐχὶ γένος ἓν ἦν μόνον τὸ τοῦ ∆αυῒδ, ἀλλὰ καὶ πολλὰ ἕτερα· καὶ συνέβαινε τῆς μὲν φυλῆς εἶναι τοῦ Ἰούδα, οὐκέτι δὲ καὶ τοῦ γένους ∆αυΐδ; Ἀλλ' ἵνα μὴ τοῦτο λέγῃς, ἀνεῖλέ σου τὴν ὑπόνοιαν ταύτην ὁ εὐαγγελιστὴς, εἰπὼν, ὅτι ἐξ οἴκου καὶ πατριᾶς ἦν ∆αυΐδ. Εἰ δὲ καὶ ἑτέρωθεν βούλει τοῦτο μαθεῖν, οὐδὲ ἑτέρας ἀπορήσομεν ἀποδείξεως· οὐ γὰρ δὴ μόνον ἀπὸ φυλῆς οὐκ ἐξῆν ἑτέρας, ἀλλ' οὐδὲ ἀπὸ πατριᾶς ἑτέρας, τουτέστι, συγγενείας, γαμεῖν. Ὥστε ἄν τε τῇ Παρθένῳ, τὸ ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ ἁρμόσωμεν, ἕστηκε τὸ εἰρημένον· ἄν τε τῷ Ἰωσὴφ, δι' ἐκείνου καὶ τοῦτο κατασκευάζεται. Εἰ γὰρ ἐξ οἴκου ∆αυῒδ καὶ πατριᾶς ἦν [ὁ Ἰωσὴφ], οὐκ ἂν ἄλλοθεν ἔλαβε τὴν γυναῖκα, ἢ ὅθεν καὶ αὐτὸς ἦν. Τί οὖν, εἰ παρέβη τὸν νόμον; φησί. ∆ιὰ γὰρ τοῦτο προλαβὼν ἐμαρτύρησεν, ὅτι δίκαιος ἦν ὁ Ἰωσὴφ, ἵνα μὴ τοῦτο λέγῃς, ἀλλὰ μαθὼν αὐτοῦ τὴν ἀρετὴν, κἀκεῖνο εἰδῇς, ὅτι οὐκ ἂν παρέβη τὸν νόμον. Ὁ γὰρ οὕτω φιλάνθρωπος καὶ πάθους ἐκτὸς, ὡς μηδὲ ὑποψίας ἀναγκαζούσης βουληθῆναι ἐπιχειρῆσαι κολάσαι τὴν Παρθένον, πῶς ἂν δι' ἡδονὴν παρέβη τὸν νόμον; Ὁ γὰρ ὑπὲρ νόμον φιλοσοφήσας (καὶ γὰρ τὸ ἀφεῖναι καὶ λάθρα ἀφεῖναι, ὑπὲρ νόμον φιλοσοφοῦντος ἦν), πῶς ἂν παρὰ νόμον ἔπραξέ τι, καὶ ταῦτα οὐδεμιᾶς ἀναγκαζούσης αἰτίας; Ἀλλ' ὅτι μὲν ἐκ τοῦ γένους τοῦ ∆αυῒδ ἦν ἡ Παρθένος, ἐκ τούτων δῆλον· τίνος δὲ ἕνεκεν αὐτὴν οὐκ ἐγενεαλόγησεν, ἀλλὰ τὸν Ἰωσὴφ, ἀναγκαῖον εἰπεῖν. Τίνος οὖν ἕνεκεν; Οὐκ ἦν νόμος παρὰ Ἰουδαίοις γενεαλογεῖσθαι γυναῖκας. Ἵν' οὖν καὶ τὸ ἔθος φυλάξῃ καὶ μὴ δόξῃ παραχαράττειν ἐκ προοιμίων, καὶ τὴν κόρην ἡμῖν γνωρίσῃ, διὰ τοῦτο τοὺς προγόνους αὐτῆς σιγήσας, τὸν Ἰωσὴφ ἐγενεαλόγησεν. Εἴτε γὰρ ἐπὶ τῆς Παρθένου τοῦτο ἐποίησεν, ἔδοξεν ἂν καινοτομεῖν· εἴτε τὸν Ἰωσὴφ ἐσίγησεν, οὐκ ἂν ἔγνωμεν τῆς Παρθένου τοὺς προγόνους. Ἵν' οὖν μάθωμεν τὴν Μαρίαν, τίς ἦν καὶ πόθεν, καὶ τὰ τῶν νόμων ἀκίνητα μείνῃ, τὸν μνηστῆρα αὐτῆς ἐγενεαλόγησε, καὶ ἔδειξεν ὄντα ἐκ τῆς οἰκίας ∆αυΐδ. Τούτου γὰρ ἀποδειχθέντος, κἀκεῖνο συναποδέδεικται, τὸ καὶ τὴν Παρθένον ἐκεῖθεν εἶναι, διὰ τὸ τὸν δίκαιον τοῦτον, καθάπερ ἔφθην εἰπὼν, μὴ ἀνασχέσθαι ἑτέρωθεν ἀγαγέσθαι γυναῖκα. Ἔστι δὲ καὶ ἕτερον λόγον εἰπεῖν μυστικώτερον, δι' ὃν ἐσιγήθησαν οἱ τῆς Παρθένου πρόγονοι, ὅνπερ οὐκ εὔκαιρον νῦν ἐκκαλύψαι διὰ τὸ πολλὰ εἶναι τὰ εἰρημένα. ∆ιόπερ ἐνταῦθα στήσαντες τὸν περὶ τῶν ζητημάτων λόγον, κατέχωμεν τέως μετὰ ἀκριβείας τὰ ἐκκαλυφθέντα ἡμῖν· οἷον, διατί τοῦ ∆αυῒδ ἐμνήσθη πρῶτον· διατί τὸ βιβλίον, γενέσεως ἐκάλεσε Βιβλίον· διατί εἶπεν, Ἰησοῦ Χριστοῦ· πῶς ἡ γέννησις κοινὴ καὶ οὐ κοινή· πόθεν ὅτι ἡ Μαρία τοῦ ∆αυῒδ οὖσα ἐδείχθη· καὶ τίνος ἕνεκεν ὁ Ἰωσὴφ ἐγενεαλογήθη, σιγηθέντων τῶν ἐκείνης προγόνων. Ἂν μὲν γὰρ φυλάττητε ταῦτα, προθυμοτέρους ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐργάσεσθε· ἂν δὲ ἀποπτύσητε καὶ ἐκβάλητε αὐτὰ τῆς ψυχῆς, καὶ πρὸς τὰ λοιπὰ ὀκνηρότερον διακεισόμεθα. Οὐδὲ γὰρ γῆς τὰ πρότερα διαφθειράσης σπέρματα ἕλοιτ' ἂν ἐπιμελεῖσθαι γεωργός. ∆ιὸ παρακαλῶ ταῦτα στρέφειν. Ἀπὸ γὰρ τοῦ τὰ τοιαῦτα μεριμνᾷν, μέγα τι τῇ ψυχῇ καὶ σωτήριον ἐγγίνεται ἀγαθόν. Καὶ γὰρ καὶ τῷ Θεῷ δυνησόμεθα ἀρέσαι, ταῦτα φροντίζοντες, καὶ ὕβρεων καὶ αἰσχρολογίας καὶ λοιδοριῶν τὰ στόματα καθαρὰ ἔσται, πνευματικὰ μελετῶντα ῥήματα· καὶ δαίμοσιν ἐσόμεθα φοβεροὶ καθοπλίζοντες ἡμῶν τὴν γλῶτταν τοιούτοις ῥήμασι· καὶ τοῦ Θεοῦ τὴν χάριν ἐπισπασόμεθα μᾶλλον, καὶ διορατικώτερον ἡμῖν ἐργάσεται τὸ ὄμμα. Καὶ γὰρ καὶ ὀφθαλμοὺς, καὶ στόμα, καὶ ἀκοὴν διὰ τοῦτο ἡμῖν ἐνέθηκεν, ἵνα αὐτῷ πάντα δουλεύῃ τὰ μέλη· ἵνα τὰ αὐτοῦ φθεγγώμεθα, ἵνα τὰ αὐτοῦ πράττωμεν, ἵνα ᾄδωμεν αὐτῷ ὕμνους διηνεκεῖς, ἵνα εὐχαριστίας ἀναπέμπωμεν, καὶ διὰ τούτων τὸ συνειδὸς ἑαυτῶν ἐκκαθαίρωμεν. Ὥσπερ γὰρ σῶμα ἀέρος ἀπολαῦον καθαροῦ ὑγιεινότερον ἔσται, οὕτω καὶ ψυχὴ φιλοσοφωτέρα τοιαύταις ἐντρεφομένη μελέταις.
εʹ. Οὐχ ὁρᾷς καὶ τοὺς τοῦ σώματος ὀφθαλμοὺς, ὅταν μὲν ἐν καπνῷ διατρίβωσι, διαπαντὸς δακρύοντας· ὅταν δὲ ἐν ἀέρι λεπτῷ, καὶ λειμῶνι, καὶ πηγαῖς, καὶ παραδείσοις, ὀξυτέρους τε γινομένους καὶ ὑγιεινοτέρους; Τοιοῦτος καὶ ὁ τῆς ψυχῆς ὀφθαλμός· ἂν μὲν γὰρ ἐν τῷ λειμῶνι τῶν πνευματικῶν βόσκηται λογίων, καθαρὸς ἔσται καὶ διαυγὴς καὶ ὀξυδορκῶν· ἂν δὲ εἰς τὸν καπνὸν τῶν βιωτικῶν ἀπίῃ πραγμάτων, δακρύσεται μυρία καὶ κλαύσεται, καὶ νῦν καὶ τότε. Καὶ γὰρ καπνῷ ἔοικε τὰ ἀνθρώπινα πράγματα. ∆ιὰ τοῦτο καί τις ἔλεγεν· Ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου. Ἀλλ' ἐκεῖνος μὲν πρὸς τὸ ὀλιγοχρόνιον καὶ ἀνυπόστατον· ἐγὼ δὲ οὐκ εἰς τοῦτο μόνον, ἀλλὰ καὶ εἰς τὸ ταραχῶδες εἴποιμι ἂν δεῖν ἐκλαμβάνειν τὰ εἰρημένα. Οὐδὲν γὰρ οὕτω λυπεῖ ψυχῆς ὀφθαλμὸν καὶ θολοῖ, ὡς ὁ τῶν βιωτικῶν φροντίδων ὄχλος, καὶ ὁ τῶν ἐπιθυμιῶν ἑσμός· ταῦτα γὰρ τοῦ καπνοῦ τούτου τὰ ξύλα. Καὶ καθάπερ τὸ πῦρ, ὅταν ὑγρᾶς καὶ διαβρόχου τινὸς ἐπιλάβηται ὕλης, πολὺν ἀνάπτει τὸν καπνόν· οὕτω καὶ ἡ ἐπιθυμία ἡ σφοδρὰ αὕτη καὶ φλογώδης, ὅταν ὑγρᾶς τινος καὶ διαλελυμένης ἐπιλάβηται ψυχῆς, πολὺν καὶ αὐτὴ τίκτει τὸν καπνόν. ∆ιὰ τοῦτο χρεία τῆς δρόσου τοῦ Πνεύματος, καὶ τῆς αὔρας ἐκείνης, ἵνα τὸ πῦρ σβέσῃ, καὶ τὸν καπνὸν διαχέῃ, καὶ πτηνὸν ποιήσῃ ἡμῖν τὸν λογισμόν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τοσούτοις βαρυνόμενον κακοῖς πρὸς τὸν οὐρανὸν ἀναπτῆναι· ἀλλ' ἀγαπητὸν, εὐζώνους ἡμᾶς ὄντας δυνηθῆναι ταύτην τεμεῖν τὴν ὁδόν· μᾶλλον δὲ οὐδὲ οὕτω δυνατὸν, ἂν μὴ τοῦ Πνεύματος λάβωμεν τὸ πτερόν. Εἰ τοίνυν καὶ κούφης διανοίας καὶ πνευματικῆς χάριτος δεῖ, ἵνα ἀναβῶμεν εἰς τὸ ὕψος ἐκεῖνο, ὅταν μηδὲν τούτων, ἀλλὰ καὶ τὰ ἐναντία πάντα ἐφελκώμεθα καὶ βάρος σατανικὸν, πῶς δυνησόμεθα ἀναπτῆναι, τοσούτῳ βάρει καθελκόμενοι; Καὶ γὰρ εἴ τις ὥσπερ ἐν δικαίοις σταθμοῖς τοὺς λόγους ἡμῶν στῆσαι ἐπιχειρήσειεν, ἐν μυρίοις ταλάντοις βιωτικῶν λόγων μόλις εὑρήσει δηνάρια ἑκατὸν ῥημάτων πνευματικῶν· μᾶλλον δὲ οὐδὲ ὀβολοὺς δέκα. Ἆρ' οὖν οὐκ αἰσχύνη καὶ γέλως ἔσχατος, οἰκέτην μὲν ἔχοντας, τὰ πλείονα εἰς τὰ ἀναγκαῖα κεχρῆσθαι αὐτῷ πράγματα, στόμα δὲ κεκτημένους, μηδὲ οἰκέτῃ ὁμοίως προσφέρεσθαι τῷ μέλει τῷ ἡμετέρῳ, ἀλλ' ἀντιστρόφως εἰς ἄχρηστα καὶ παρέλκοντα πράγματα; Καὶ εἴθε εἰς παρέλκοντα μόνον· νῦν δὲ εἰς ἐναντία καὶ βλαβερὰ, καὶ εἰς οὐδὲν ἡμῖν χρήσιμα. Εἰ γὰρ ἦν ἡμῖν χρήσιμα ἃ ἐφθεγγόμεθα, καὶ τῷ Θεῷ πάντως φίλα ἦν τὰ λεγόμενα. Νυνὶ δὲ ἅπερ ἂν ὁ διάβολος ὑποβάλλῃ, πάντα φθεγγόμεθα· νῦν μὲν γελῶντες, νῦν δὲ ἀστεῖα λέγοντες· νῦν μὲν καταρώμενοι καὶ ὑβρίζοντες, νῦν δὲ ὀμνύοντες καὶ ψευδόμενοι καὶ ἐπιορκοῦντες· καὶ νῦν μὲν ἀποδυσπετοῦντες, νῦν δὲ βαττολογοῦντες, καὶ γραϊδίων ληροῦντες πλέον, τὰ μηδὲν πρὸς ἡμᾶς πάντα εἰς μέσον φέροντες. Τίς γὰρ ὑμῶν, εἰπέ μοι, τῶν ἐνταῦθα ἑστηκότων, ψαλμὸν ἕνα ἀπαιτηθεὶς εἰπεῖν δύναιτ' ἂν, ἢ ἄλλο τι μέρος τῶν θείων Γραφῶν; Οὐκ ἔστιν οὐδείς. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι πρὸς τὰ πνευματικὰ ἀναπεπτωκότες οὕτω, πρὸς τὰ σατανικὰ πυρός ἐστε σφοδρότεροι. Καὶ γὰρ εἰ βουληθείη τις ὑμᾶς ᾠδὰς ἐξετάσαι διαβολικὰς, καὶ πορνικὰ καὶ κατακεκλασμένα μέλη, πολλοὺς εὑρήσει μετὰ ἀκριβείας ταῦτα εἰδότας, καὶ μετὰ πολλῆς αὐτὰ ἀπαγγέλλοντας τῆς ἡδονῆς. Ἀλλὰ τίς ἡ ἀπολογία τῶν ἐγκλημάτων; Οὐκ εἰμὶ, φησὶ, τῶν μοναχῶν, ἀλλὰ καὶ γυναῖκα ἔχω καὶ παιδία, καὶ οἰκίας ἐπιμελοῦμαι. Τοῦτο γάρ ἐστιν ὃ πάντα ἐλυμήνατο, ὅτι ἐκείνοις μόνοις νομίζετε προσήκειν τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν, πολλῷ πλέον ἐκείνων ὑμεῖς δεόμενοι. Τοῖς γὰρ ἐν μέσῳ στρεφομένοις, καὶ καθ' ἑκάστην ἡμέραν τραύματα δεχομένοις, τούτοις μάλιστα δεῖ φαρμάκων. Ὥστε τοῦ μὴ ἀναγινώσκειν πολλῷ χεῖρον τὸ καὶ περιττὸν εἶναι τὸ πρᾶγμα νομίζειν· ταῦτα γὰρ σατανικῆς μελέτης τὰ ῥήματα. ʹ. Οὐκ ἀκούετε Παύλου λέγοντος, ὅτι Πρὸς νουθεσίαν ἡμῶν ταῦτα πάντα ἐγράφη; Σὺ δὲ, ἂν μὲν Εὐαγγέλιον δέξασθαι δέῃ, χερσὶν ἀνίπτοις οὐκ ἂν ἕλοιο τοῦτο ποιῆσαι· τὰ δὲ ἔνδον ἐγκείμενα οὐχ ἡγῇ σφόδρα ἀναγκαῖα εἶναι; ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονεν. Εἰ γὰρ βούλει μαθεῖν ὅσον τῶν Γραφῶν τὸ κέρδος, ἐξέτασον σεαυτὸν, τίς μὲν γίνῃ ψαλ μῶν ἀκούων, τίς δὲ σατανικῆς ᾠδῆς· καὶ πῶς διάκεισαι ἐν ἐκκλησίᾳ διατρίβων, καὶ πῶς ἐν θεάτρῳ καθήμενος· καὶ ὄψει πολὺ τὸ μέσον ταύτης κἀκείνης τῆς ψυχῆς, καίτοιγε μιᾶς οὔσης. ∆ιὰ τοῦτο Παῦλος ἔλεγε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. ∆ιὰ τοῦτο συνεχῶν ἡμῖν δεῖ τῶν ἀπὸ τοῦ Πνεύματος ἐπῳδῶν. Καὶ γὰρ τοῦτό ἐστιν ᾧ τῶν ἀλόγων πλεονεκτοῦμεν, ὡς τῶν γε ἄλλων ἕνεκεν καὶ σφόδρα αὐτῶν ἐλαττούμεθα. Τοῦτό ἐστι τροφὴ ψυχῆς, τοῦτο κόσμος, τοῦτο ἀσφάλεια· ὥσπερ οὖν τὸ μὴ ἀκούειν, λιμὸς καὶ φθορά. ∆ώσω γὰρ, φησὶν, αὐτοῖς, Οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Τί γένοιτ' ἂν οὖν ἀθλιώτερον, ὅταν ὅπερ ὁ Θεὸς ἐν τάξει κολάσεως ἀπειλῇ, τοῦτο αὐτομάτως σὺ κατὰ τῆς σαυτοῦ κεφαλῆς ἕλκῃς τὸ κακὸν, λιμόν τινα χαλεπὸν ἐπεισάγων τῇ ψυχῇ, καὶ πάντων αὐτὴν ἀσθενεστέραν ποιῶν; Ἀπὸ γὰρ λόγων καὶ φθείρεσθαι καὶ σώζεσθαι πέφυκε. Καὶ γὰρ εἰς ὀργὴν τοῦτο αὐτὴν ἐξάγει, καὶ πραΰνει τὸ αὐτὸ τοῦτο πάλιν· καὶ πρὸς ἐπιθυμίαν ἐξῆψε ῥῆμα αἰσχρὸν, καὶ εἰς σωφροσύνην ἤγαγε λόγος σεμνότητος γέμων. Εἰ δὲ λόγος ἁπλῶς τοσαύτην ἔχει τὴν ἰσχὺν, πῶς τῶν Γραφῶν καταφρονεῖς; εἰπέ μοι. Εἰ γὰρ παραίνεσις τοσαῦτα δύναται, πολλῷ μᾶλλον ὅταν μετὰ Πνεύματος ὦσιν αἱ παραινέσεις. Καὶ γὰρ πυρὸς μᾶλλον τὴν πεπωρωμένην μαλάττει ψυχὴν, καὶ πρὸς ἅπαντα ἐπιτηδείαν κατασκευάζει τὰ καλὰ, λόγος ἀπὸ τῶν θείων ἐνηχούμενος Γραφῶν. Οὕτω καὶ Κορινθίους πεφυσιωμένους λαβὼν ὁ Παῦλος καὶ φλεγμαίνοντας, κατέστειλε καὶ ἐπιεικεστέρους ἐποίησε. Καὶ γὰρ ἐφ' οἷς αἰσχύνεσθαι ἔδει καὶ ἐγκαλύπτεσθαι, ἐπὶ τούτοις μέγα ἐφρόνουν. Ἀλλ' ἐπειδὴ τὴν Ἐπιστολὴν ἐδέξαντο, ἄκουσον αὐτῶν τὴν μεταβολὴν, ἣν αὐτὸς ὁ διδά σκαλος αὐτοῖς ἐμαρτύρησεν, οὕτω λέγων· Αὐτὸ γὰρ τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην εἰργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, [ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν,] ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Οὕτω καὶ οἰκέτας, καὶ παῖδας, καὶ γυναῖκας, καὶ φίλους ῥυθμίζομεν, καὶ τοὺς ἐχθροὺς φίλους ποιοῦμεν. Οὕτω καὶ οἱ μεγάλοι ἄνδρες, καὶ τῷ Θεῷ φίλοι, βελτίους ἐγένοντο. Καὶ γὰρ ὁ ∆αυῒδ μετὰ τὴν ἁμαρτίαν, ἐπειδὴ λόγων ἀπήλαυσε, τότε εἰς τὴν καλλίστην ἐκείνην ἦλθε μετάνοιαν· καὶ οἱ ἀπόστολοι δὲ οὕτω γεγόνασιν ὅπερ γεγόνασι, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσαντο. Καὶ τί τὸ κέρδος, φησὶν, ὅταν ἀκούῃ τις, καὶ μὴ ποιῇ τὰ λεγόμενα; Οὐ μικρὸν μὲν καὶ ἀπὸ τῆς ἀκροάσεως ἔσται τὸ κέρδος. Καὶ γὰρ καταγνώσεται ἑαυτοῦ καὶ στενάξει, καὶ ἥξει ποτὲ καὶ ἐπὶ τὸ ποιεῖν τὰ λεγόμενα. Ὁ δὲ μηδ' ὅτι ἥμαρτεν εἰδὼς, πότε ἀποστήσεται τοῦ πλημμελεῖν; πότε καταγνώσεται ἑαυτοῦ; Μὴ τοίνυν καταφρονῶμεν τῆς ἀκροάσεως τῶν θείων Γραφῶν. Σατανικῆς γὰρ ταῦτα διανοίας, οὐκ ἀφιείσης τὸν θησαυρὸν ἰδεῖν, ἵνα μὴ τὸν πλοῦτον κερδάνωμεν. ∆ιὰ τοῦτο οὐδὲν εἶναί φησι τὴν ἀκρόασιν τῶν θείων νόμων, ἵνα μὴ τὴν πρᾶξιν ἀπὸ τῆς ἀκροάσεως ἴδῃ προσγενομένην ἡμῖν. Εἰδότες τοίνυν τὴν πονηρὰν ταύτην αὐτοῦ τέχνην, πάντοθεν ἑαυτοὺς ἀποτειχίζωμεν, ἵνα τοῖς ὅπλοις τούτοις φραξάμενοι, αὐτοί τε ἀνάλωτοι μένωμεν, καὶ τὴν ἐκείνου βάλωμεν κεφαλήν· καὶ οὕτω λαμπρὰ τὰ νικητήρια ἀναδησάμενοι, τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Γʹ. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ.
αʹ. Ἰδοὺ τρίτη διάλεξις, καὶ τὰ ἐν προοιμίοις οὐδέπω διελυσάμεθα. Οὐκ ἄρα μάτην ἔλεγον, ὅτι πολὺ τὸ βάθος ἔχει τῶν νοημάτων τούτων ἡ φύσις. Φέρε δὴ τὰ λειπόμενα σήμερον εἴπωμεν. Τί ποτ' οὖν ἐστι τὸ ζητούμενον νῦν; Τίνος ἕνεκεν ὁ Ἰωσὴφ γενεαλογεῖται, οὐδὲν πρὸς τὴν γέννησιν συντελῶν. Καὶ μίαν μὲν αἰτίαν εἰρήκαμεν ἤδη· ἀναγκαῖον δὲ καὶ τὴν ἑτέραν εἰπεῖν, τὴν μυστικωτέραν καὶ ἀποῤῥητοτέραν ἐκείνης. Τίς οὖν ἐστιν αὕτη; Οὐκ ἐβούλετο τοῖς Ἰουδαίοις εἶναι δῆλον παρὰ τὸν τῶν ὠδίνων καιρὸν, ὅτι ἐκ Παρθένου γεγέννηται ὁ Χριστός. Ἀλλὰ μὴ θορυβεῖσθε πρὸς τὸ παράδοξον τοῦ λεγομένου. Οὐ γὰρ ἐμὸς ὁ λόγος, ἀλλὰ Πατέρων ἡμετέρων, θαυμαστῶν καὶ ἐπισήμων ἀνδρῶν. Εἰ γὰρ πολλὰ συνεσκίασεν ἐξ ἀρχῆς, Υἱὸν ἀνθρώπου καλῶν ἑαυτὸν, καὶ οὐδὲ τὴν πρὸς τὸν Πατέρα ἰσότητα πανταχοῦ σαφῶς ἡμῖν ἐξεκάλυψε· τί θαυμάζεις, εἰ καὶ τοῦτο συνεσκίασε τέως, θαυμαστόν τι καὶ μέγα οἰκονομῶν; Καὶ ποῖον θαυμαστόν; φησί. Τὸ διασωθῆναι τὴν Παρθένον, καὶ ὑποψίας ἀπαλλαγῆναι πονηρᾶς. Εἰ γὰρ τοῦτο ἐξ ἀρχῆς τοῖς Ἰουδαίοις γέγονε κατάδηλον, κἂν κατέλευσαν τὴν Παρθένον κακουργοῦντες τῷ λεγομένῳ, καὶ μοιχείας αὐτὴν ἔκριναν ἄν. Εἰ γὰρ ὑπὲρ τῶν ἄλλων, ὧν πολλάκις καὶ ὑποδείγματα εἶχον ἐν τῇ Παλαιᾷ, φανερῶς ἠναισχύντουν (καὶ γὰρ ἐπειδὴ δαίμονας ἐξέβαλε, δαιμονῶντα ἐκάλουν, καὶ ἐπειδὴ ἐν Σαββάτῳ ἐθεράπευσεν, ἀντίθεον εἶναι ἐνόμιζον, καίτοιγε πολλάκις καὶ πρότερον ἐλύθη τὸ Σάββατον), τί οὐκ ἂν εἶπον τούτου λεχθέντος; Καὶ γὰρ εἶχον πάντα τὸν πρὸ τούτου συναγωνιζόμενον αὐτοῖς καιρὸν, οὐδέποτέ τι τοιοῦτον ἐνεγκόντα. Εἰ γὰρ μετὰ τοσαῦτα σημεῖα ἔτι αὐτὸν τοῦ Ἰωσὴφ ἐκάλουν υἱὸν, πῶς ἂν πρὸ τῶν σημείων ἐπίστευσαν, ὅτι ἐκ Παρθένου ἦν; ∆ιὰ δὴ τοῦτο καὶ γενεαλογεῖται, καὶ μνηστεύεται τὴν Παρθένον. Ὅπου γὰρ ὁ Ἰωσὴφ, καὶ δίκαιος ὢν καὶ θαυμαστὸς ἀνὴρ, πολλῶν ἐδεήθη ὥστε δέξασθαι τὸ γε γενημένον, καὶ ἀγγέλου, καὶ τῆς δι' ὀνειράτων ὄψεως, καὶ τῆς ἀπὸ τῶν προφητῶν μαρτυρίας, πῶς ἂν οἱ Ἰουδαῖοι, καὶ σκαιοὶ ὄντες καὶ διεφθαρμένοι, καὶ πολεμίως οὕτω πρὸς αὐτὸν ἔχοντες, ταύτην ἂν παρεδέξαντο τὴν ὑπόνοιαν; Σφόδρα γὰρ αὐτοὺς ἔμελλε θορυβεῖν τὸ ξένον καὶ καινὸν, καὶ τὸ μηδέποτέ τι τοιοῦτον μηδὲ ἀκοῇ παραδέξασθαι ἐπὶ τῶν προγόνων συμβεβηκός. Ὁ μὲν γὰρ ἅπαξ πεισθεὶς, ὅτι τοῦ Θεοῦ Υἱός ἐστιν, οὐδὲ περὶ τούτου λοιπὸν ἀμφισβητεῖν εἶχεν· ὁ δὲ καὶ πλάνον καὶ ἀντίθεον αὐτὸν εἶναι νομίζων, πῶς οὐκ ἂν ἀπὸ τούτου καὶ ἐσκανδαλίσθη μειζόνως, καὶ πρὸς ἐκείνην ὡδηγήθη τὴν ὑπόνοιαν; ∆ιὰ τοῦτο οὐδὲ οἱ ἀπόστολοι παρὰ τὴν ἀρχὴν εὐθέως τοῦτο λέγουσιν· ἀλλ' ὑπὲρ μὲν τῆς ἀναστάσεως πολλὰ διαλέγονται καὶ πολλάκις, ἐπειδὴ ταύτης ὑποδείγματα ἦν ἐν τοῖς ἔμπροσθεν χρόνοις, εἰ καὶ μὴ τοιαῦτα· ὅτι δὲ ἐκ Παρθένου γέγονεν, οὐ συνεχῶς λέγουσιν· ἀλλ' οὐδὲ αὐτὴ ἡ μήτηρ ἐξενεγκεῖν τοῦτο ἐτόλμησεν. Ὅρα γοῦν καὶ πρὸς αὐτὸν τί φησιν ἡ Παρθένος· Ἰδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε. Εἰ γὰρ τοῦτο ὑπωπτεύθη, οὐδ' ἂν τοῦ ∆αυῒδ λοιπὸν ἐνομίσθη εἶναι υἱός· τούτου δὲ μὴ νομισθέντος, πολλὰ ἂν ἐτέχθη καὶ ἕτερα κακά. ∆ιὰ τοῦτο οὐδὲ οἱ ἄγγελοι ταῦτα λέγουσιν, ἀλλὰ τῇ Μαρίᾳ μόνῃ καὶ τῷ Ἰωσήφ· τοῖς δὲ ποιμέσιν εὐαγγελιζόμενοι τὸ γεγενημένον, οὐκέτι τοῦτο προσέθηκαν. Τίνος δὲ ἕνεκεν μνησθεὶς τοῦ Ἀβραὰμ, καὶ εἰπὼν Ἐγέννησε τὸν Ἰσαὰκ, καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβκαὶ οὐ μνημονεύσας τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτε εἰς τὸν Ἰακὼβ ἦλθε, καὶ τοῦ Ἰούδα καὶ τῶν ἀδελφῶν τῶν τούτου μέμνηται; βʹ. Τινὲς μὲν οὖν φασι, διὰ τὸ δύστροπον τοῦ Ἡσαῦ καὶ τῶν ἄλλων τῶν προτέρων· ἐγὼ δὲ οὐκ ἂν τοῦτο φαίην. Εἰ γὰρ τοῦτο ἦν, πῶς μικρὸν ὕστερον τοιούτων μέμνηται γυναικῶν; Ἀπὸ γὰρ τῶν ἐναντίων ἐνταῦθα ἡ δόξα αὐτοῦ φαίνεται· οὐκ ἀπὸ τοῦ μεγάλους ἔχειν προγόνους, ἀλλ' ἀπὸ τοῦ μικροὺς καὶ εὐτελεῖς. Τῷ γὰρ ὑψηλῷ δόξα πολλὴ, τὸ δυνηθῆναι ταπεινωθῆναι σφοδρῶς. Τίνος οὖν ἕνεκεν οὐκ ἐμνημόνευσεν; Ἐπειδὴ κοινὸν οὐδὲν εἶχον πρὸς τὸ τῶν Ἰσραηλιτῶν γένος Σαρακηνοὶ καὶ Ἰσμαηλῖται καὶ Ἄραβες, καὶ ὅσοι γεγόνασιν ἐκ τῶν προγόνων ἐκείνων. ∆ιὰ δὴ τοῦτο ἐκείνους μὲν ἐσίγησεν, ἐπείγεται δὲ πρὸς τοὺς αὐτοῦ προγόνους, καὶ τοῦ δήμου τοῦ Ἰουδαϊκοῦ. ∆ιό φησιν· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. Ἐνταῦθα γὰρ τὸ τῶν Ἰουδαίων λοιπὸν χαρακτηρίζεται γένος. Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ. Τί ποιεῖς, ἄνθρωπε, ἱστορίας ἡμᾶς ἀναμιμνήσκων παράνομον μίξιν ἐχούσης; Καὶ τί τοῦτο; φησίν. Εἰ μὲν γὰρ ἀνθρώπου κατελέγομεν γένος ψιλοῦ, εἰκότως ἄν τις ταῦτα ἐσίγησεν· εἰ δὲ Θεοῦ σαρκωθέντος, οὐ μόνον οὐ σιγᾷν, ἀλλὰ καὶ ἐκπομπεύειν αὐτὰ χρὴ, δεικνύντας αὐτοῦ τὴν κηδεμονίαν καὶ τὴν δύναμιν. ∆ιὰ γὰρ τοῦτο ἦλθεν, οὐχ ἵνα φύγῃ τὰ ὀνείδη τὰ ἡμέτερα, ἀλλ' ἵνα αὐτὰ ἀνέλῃ. Ὥσπερ οὖν οὐκ ἐπειδὴ ἀπέθανεν, ἀλλ' ἐπειδὴ καὶ ἐσταυρώθη, μᾶλλον θαυμάζεται (καίτοι ἐπονείδιστον τὸ πρᾶγμα, ἀλλ' ὅσῳ ἐπονείδιστον, τοσούτῳ φιλάνθρωπον αὐτὸν δείκνυσιν)· οὕτω καὶ ἐπὶ τῆς γεννήσεως ἔστιν εἰπεῖν· οὐκ ἐπειδὴ σάρκα ἀνέλαβε, καὶ ἄνθρωπος ἐγένετο, θαυμάζειν αὐτὸν δίκαιον μόνον, ἀλλ' ὅτι καὶ τοιούτους συγγενεῖς κατηξίωσεν ἔχειν, οὐδαμοῦ τὰ ἡμέτερα ἐπαισχυνόμενος κακά. Καὶ τοῦτο ἐξ αὐτῶν τῆς γεννήσεως ἐκήρυττε τῶν προοιμίων, ὅτι οὐδὲν ἐπαισχύνεται τῶν ἡμετέρων, παιδεύων καὶ ἡμᾶς διὰ τούτων, μηδέποτε ἐγκαλύπτεσθαι ἐπὶ τῇ τῶν προγόνων κακίᾳ, ἀλλ' ἓν μόνον ἐπιζητεῖν, τὴν ἀρετήν. Ὁ γὰρ τοιοῦτος, κἂν ἀλλόφυλον ἔχῃ πρόγονον, κἂν πεπορνευμένην, κἂν ὁτιοῦν ἕτερον οὖσαν, οὐδὲν παραβλαβῆναι δυνήσεται. Εἰ γὰρ αὐτὸν τὸν πόρνον μεταβληθέντα οὐδὲν ὁ πρότερος αἰσχύνει βίος, πολλῷ μᾶλλον τὸν ἐκ πόρνης καὶ μοιχαλίδος ἐνάρετον ὄντα οὐδὲν ἡ τῶν προγόνων κακία καταισχῦναι δυνήσεται. Οὐχ ἡμᾶς δὲ μόνον ταῦτα παιδεύων ἐποίει, ἀλλὰ καὶ Ἰουδαίων καταστέλλων τὸ φύσημα. Ἐπειδὴ γὰρ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελοῦντες ἐκεῖνοι, τὸν Ἀβραὰμ ἄνω καὶ κάτω παρέφερον, νομίζοντες ἔχειν ἀπολογίαν τὴν τῶν προγόνων ἀρετήν· δείκνυσιν ἐξ αὐτῶν τῶν προοιμίων, ὅτι οὐκ ἐπὶ τούτοις αὐχεῖν δεῖ, ἀλλ' ἐπὶ τοῖς οἰκείοις κατορθώμασι. Μετὰ τοῦτο καὶ ἕτερον κατασκευάζει, τὸ δεῖξαι πάντας ὑπευθύνους ἁμαρτήμασιν ὄντας, καὶ τοὺς προγόνους αὐτούς. Ὁ γοῦν πατριάρχης αὐτῶν καὶ ὁμώνυμος οὐ μικρὸν φαίνεται ἡμαρτηκώς· καὶ γὰρ ἐφέστηκεν ἡ Θάμαρ κατηγοροῦσα αὐτοῦ τὴν πορνείαν· καὶ ὁ ∆αυῒδ δὲ ἀπὸ τῆς πορνευθείσης γυναικὸς τὸν Σολομῶνα ἐκτήσατο. Εἰ δὲ ὑπὸ τῶν μεγάλων ὁ νόμος οὐκ ἐπληρώθη, πολλῷ μᾶλλον ὑπὸ τῶν ἐλαττόνων· εἰ δὲ οὐκ ἐπληρώθη, πάντες ἥμαρτον, καὶ ἀναγκαία γέγονεν ἡ τοῦ Χριστοῦ παρουσία. ∆ιὰ τοῦτο καὶ τῶν δώδεκα πατριαρχῶν ἐμνημόνευσε, κἀντεῦθεν πάλιν τὸ ἐπὶ τῇ τῶν προγόνων εὐγενείᾳ φύσημα κατασπῶν. Καὶ γὰρ πολλοὶ τούτων ἀπὸ δουλίδων ἦσαν τεχθέντες γυναικῶν· ἀλλ' ὅμως ἡ τῶν γονέων διαφορὰ διαφορὰν τοῖς τεχθεῖσιν οὐκ ἐποίησε. Πάντες γὰρ ὁμοίως ἦσαν καὶ πατριάρχαι καὶ φύλαρχοι. Τοῦτο γὰρ τῆς Ἐκκλησίας ἐστὶ τὸ προτέρημα· αὕτη τῆς παρ' ἡμῖν εὐγενείας ἡ προεδρία, ἄνωθεν τὸν τύπον λαμβάνουσα. Ὥστε κἂν δοῦλος ᾖς, κἂν ἐλεύθερος, οὐδέν σοι πλέον, οὐδὲ ἔλαττον ἐντεῦθεν γίνεται, ἀλλ' ἕν ἐστι τὸ ζητούμενον, ἡ γνώμη καὶ ὁ τῆς ψυχῆς τρόπος.
γʹ. Ἔστι δέ τι μετὰ τῶν εἰρημένων καὶ ἕτερον, δι' ὃ καὶ τῆς ἱστορίας ταύτης ἐμνημόνευσεν. Οὐδὲ γὰρ ἁπλῶς προσέῤῥιπται τῷ Φαρὲς ὁ Ζαρά. Καὶ γὰρ παρέλκον ἦν καὶ περισσὸν, τοῦ Φαρὲς μεμνημένον, ἀφ' οὗ τὸν Χριστὸν ἔμελλε γενεαλογεῖν, καὶ τοῦ Ζαρὰ μνησθῆναι πάλιν. Τίνος οὖν ἕνεκεν ἐμνήσθη; Ἡνίκα ἔμελλεν αὐτοὺς τίκτειν ἡ Θάμαρ, τῶν ὠδίνων παραγενομένων, ἐξήνεγκε πρῶτος ὁ Ζαρὰ τὴν χεῖρα· εἶτα ἡ μαῖα θεασαμένη τοῦτο, ὥστε γνώριμον εἶναι τὸν πρῶτον, κοκκίνῳ τὴν χεῖρα ἔδησεν· ὡς δὲ ἐδέθη, συνέστειλε τὸ παιδίον τὴν χεῖρα, καὶ συστείλαντος ἐκείνου προῆλθεν ὁ Φαρὲς, καὶ τότε ὁ Ζαρά. Ταῦτα ἰδοῦσα ἡ μαῖά φησι· Τί διεκόπη διὰ σὲ φραγμός; Εἶδες μυστηρίων αἰνίγματα; Οὐ γὰρ ἁπλῶς ταῦτα ἡμῖν ἀναγέγραπται· οὐδὲ γὰρ ἱστορίας ἄξιον ἦν τὸ μαθεῖν, τί ποτε ἐφθέγξατο ἡ μαῖα· οὐδὲ διηγήσεως τὸ γνῶναι, ὅτι τὴν χεῖρα προήκατο πρῶτος ὁ δεύτερος ἐξελθών. Τί οὖν ἐστι τὸ αἴνιγμα; Πρῶτον ἀπὸ τῆς προσηγορίας τοῦ παιδίου μανθάνομεν τὸ ζητούμενον· τὸ γὰρ Φαρὲς διαίρεσίς ἐστι καὶ διακοπή. Ἔπειτα ἀπ' αὐτοῦ τοῦ συμβάντος· οὐδὲ γὰρ φυσικῆς ἀκολουθίας ἦν, τὴν χεῖρα ἐκβαλόντα συστεῖλαι πάλιν δεθέντα· οὐδὲ γὰρ κινήσεως ἦν λογικῆς ταῦτα, οὐδὲ ἀπὸ φυσικῆς γέγονεν ἀκολουθίας. Προεκπεσούσης μὲν γὰρ τῆς χειρὸς, ἕτερον προεξελθεῖν, ἴσως φυσικόν· τὸ δὲ συστεῖλαι ταύτην, καὶ ἑτέρῳ δοῦναι πάροδον, οὐκέτι κατὰ τὸν τῶν τικτομένων νόμον ἦν· ἀλλ' ἡ τοῦ Θεοῦ χάρις παρῆν τοῖς παιδίοις ταῦτα οἰκονομοῦσα, καὶ εἰκόνα ἡμῖν τινα τῶν μελλόντων ὑπογράφουσα δι' αὐτῶν. Τί οὖν; Φασί τινες τῶν ταῦτα ἀκριβῶς ἐξητακότων, ὅτι τῶν δύο λαῶν τύπος ἐστὶ ταῦτα τὰ παιδία. Εἶτα ἵνα μάθῃς ὅτι τοῦ δευτέρου λαοῦ ἡ πολιτεία προεξέλαμψε τῆς τοῦ προτέρου γεννήσεως, τὴν χεῖρα ἐκτεινομένην ἔχον τὸ παιδίον οὐχ ὁλόκληρον ἑαυτὸ δείκνυσιν, ἀλλὰ καὶ αὐτὴν συστέλλει πάλιν· καὶ μετὰ τὸ ὁλόκληρον ἐξολισθῆσαι τὸν ἀδελφὸν, τότε καὶ αὐτὸς ὅλος φαίνεται· ὃ καὶ ἐπὶ τῶν λαῶν ἀμφοτέρων γέγονε. Τῆς γὰρ πολιτείας τῆς ἐκκλησιαστικῆς ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ χρόνοις φανείσης, εἶτα ἐν τῷ μέσῳ συσταλείσης, ἦλθεν ὁ Ἰουδαϊκὸς λαὸς καὶ ἡ νομικὴ πολιτεία, καὶ τότε ὁλόκληρος ὁ νέος ἐφάνη λαὸς μετὰ τῶν αὑτοῦ νόμων. ∆ιὸ καὶ ἡ μαῖά φησιν· Τί διεκόπη διὰ σὲ φραγμός; Ὅτι τῆς πολιτείας τὴν ἐλευθερίαν ἐπεισελθὼν ὁ νόμος διέκοψε. Καὶ γὰρ φραγμὸν ἀεὶ τὸν νόμον ἡ Γραφὴ καλεῖν εἴωθεν· ὥσπερ καὶ ὁ προφήτης φησί· Καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν· καὶ, Φραγμὸν αὐτῇ περιέθηκα· καὶ ὁ Παῦλος, Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.
δʹ. Ἄλλοι δὲ τὸ, Τί διεκόπη διὰ σὲ φραγμός; ἐπὶ τοῦ νέου φασὶν εἰρῆσθαι λαοῦ· οὗτος γὰρ παραγενόμενος τὸν νόμον κατέλυσεν. Ὁρᾷς ὡς οὐκ ὀλίγων οὐδὲ μικρῶν ἕνεκεν ἐμνημόνευσε τῆς κατὰ τὸν Ἰούδαν ἱστορίας ἁπάσης; ∆ιὰ τοῦτο καὶ τῆς Ῥοὺθ καὶ τῆς Ῥαὰβ μέμνηται, τῆς μὲν ἀλλοφύλου, τῆς δὲ πόρνης, ἵνα μάθῃς ὅτι πάντα ἦλθε τὰ κακὰ λύσων τὰ ἡμέτερα. Ὡς γὰρ ἰατρὸς, οὐχ ὡς δικαστὴς παραγέγονεν. Ὥσπερ οὖν πόρνας ἔλαβον γυναῖκας οὗτοι, οὕτω καὶ ὁ Θεὸς τὴν φύσιν τὴν ἐκπορνεύσασαν ἡρμόσατο ἑαυτῷ· ὃ καὶ προφῆται ἄνωθεν προλέγουσιν ἐπὶ τῆς συναγωγῆς γεγονέναι. Ἀλλ' ἐκείνη μὲν ἀγνώμων γεγένηται περὶ τὸν συνοικήσαντα· ἡ δὲ Ἐκκλησία ἅπαξ ἀπαλλαγεῖσα τῶν πατρῴων κακῶν, ἔμεινεν ἀσπαζομένη τὸν νυμφίον. Ὅρα γοῦν καὶ τὰ ἐπὶ τῆς Ῥοὺθ γενόμενα ἐοικότα τοῖς ἡμετέροις. Αὕτη γὰρ ἀλλόφυλός τε ἦν, καὶ εἰς ἐσχάτην κατηνέχθη πενίαν· ἀλλ' ὅμως ἰδὼν αὐτὴν ὁ Βοὸζ, οὔτε τῆς πενίας κατ εφρόνησεν, οὔτε τὴν δυσγένειαν ἐβδελύξατο· ὥσπερ οὖν καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν δεξάμενος, καὶ ἀλλόφυλον καὶ ἐν πενίᾳ πολλῇ, τῶν μεγάλων ἀγαθῶν ἔλαβεν αὐτὴν κοινωνόν. Ἀλλ' ὥσπερ αὕτη, εἰ μὴ πρότερον ἀφῆκε πατέρα, καὶ ἠτίμασεν οἰκίαν καὶ γένος καὶ πατρίδα καὶ συγγενεῖς, οὐκ ἂν ἐπέτυχε τῆς ἀγχιστείας ταύτης· οὕτω καὶ ἡ Ἐκκλησία τὰ πατρῷα ἔθη καταλιποῦσα, τότε ἐπέραστος ἐγένετο τῷ νυμφίῳ. Ὅπερ οὖν καὶ ὁ προφήτης αὐτῇ διαλεγόμενός φησιν· Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Τοῦτο καὶ ἡ Ῥοὺθ ἐποίησε. ∆ιὰ τοῦτο καὶ μήτηρ ἐγένετο βασιλέων, ὥσπερ οὖν καὶ ἡ Ἐκκλησία· καὶ γὰρ ἐκ ταύτης ἐστὶν ὁ ∆αυΐδ. ∆ιὰ δὴ τούτων πάντων ἐντρέπων αὐτοὺς, καὶ πείθων μὴ μέγα φρονεῖν, τήν τε γενεαλογίαν συνέθηκε, καὶ τὰς γυναῖκας ταύτας εἰς μέσον ἤγαγε. Καὶ γὰρ τὸν βασιλέα τὸν μέγαν αὕτη διὰ τῶν μέσων ἐγέννησε· καὶ οὐκ αἰσχύνεται ὁ ∆αυῒδ ἐπὶ τούτοις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὔτε ἐξ ἀρετῆς, οὔτε ἀπὸ κακίας προγόνων εἶναι σπουδαῖον, ἢ φαῦλον, ἢ ἄσημον, ἢ λαμπρόν· ἀλλ' εἰ χρή τι καὶ παράδοξον εἰπεῖν, ἐκεῖνος ἐκλάμπει μειζόνως, ὁ μὴ τῶν σπουδαίων προγόνων ὢν, γενόμενος δὲ ἀγαθός. Μηδεὶς τοίνυν ἐπὶ τούτοις μέγα φρονείτω· ἀλλ' ἐννοήσας τοῦ ∆εσπότου τοὺς προγόνους, τὸ φύσημα ἅπαν κενούτω, καὶ ἐπὶ κατορθώμασι μέγα φρονείτω· μᾶλλον δὲ μηδὲ ἐπὶ τούτοις. Οὕτω γὰρ καὶ ὁ Φαρισαῖος τοῦ τελώνου γέγονεν ὕστερος. Εἰ γὰρ βούλει δεῖξαι μέγα τὸ κατόρθωμα, μὴ μέγα φρόνει, καὶ τότε μεῖζον τοῦτο ἀπέφηνας· μὴ νομίσῃς τι πεποιηκέναι, καὶ τὸ πᾶν εἰργάσω. Εἰ γὰρ ὅταν ἁμαρτωλοὶ ὦμεν, ἂν νομίσωμεν τοῦτο εἶναι ὅπερ ἐσμὲν, δίκαιοι γινόμεθα, ὥσπερ οὖν καὶ ὁ τελώνης· πόσῳ μᾶλλον ὅταν δίκαιοι ὄντες ἁμαρτωλοὺς ἑαυτοὺς εἶναι νομίζωμεν; Εἰ γὰρ ἐξ ἁμαρτωλῶν δικαίους ποιεῖ τὸ ταπεινοφρονεῖν· καίτοιγε οὐδὲ ταπεινοφροσύνη ἦν ἐκεῖνο, ἀλλ' εὐγνωμοσύνη· εἰ οὖν εὐγνωμοσύνη τοσοῦτον δύναται ἐπὶ ἁμαρτωλῶν, ἡ ταπεινοφροσύνη σκόπησον ἐπὶ δικαίων τί οὐκ ἐργάσεται; Μὴ τοίνυν λυμήνῃ τοὺς πόνους, μηδὲ ὑποτέμῃ τοὺς ἱδρῶτας, μηδὲ εἰκῆ δραμῇς, μετὰ τοὺς μυρίους διαύλους πάντα κενῶν τὸν πόνον. Καὶ γὰρ σοῦ μᾶλλον οἶδε τὰ κατορθώματα ὁ ∆εσπότης τὰ σά. Κἂν ποτήριον ψυχροῦ δῷς, οὐδὲ τοῦτο παρορᾷ· κἂν ὀβολὸν καταβάλῃς, κἂν στενάξῃς μόνον, μετὰ πολλῆς πάντα δέχεται τῆς εὐνοίας, καὶ μέμνηται, καὶ μεγάλους αὐτοῖς ὁρίζει μισθούς. Τίνος δὲ ἕνεκεν ἐξετάζεις τὰ σὰ, καὶ φέρεις ἡμῖν εἰς μέσον διηνεκῶς; Οὐκ οἶδας ὅτι ἐὰν ἐπαινέσῃς σαυτὸν, οὐκέτι σε ὁ Θεὸς ἐπαινέσεται; ὥσπερ οὖν ἂν ταλανίσῃς, οὐ παύσεταί σε παρὰ πᾶσιν ἀνακηρύττων; Οὐδὲ γὰρ βούλεταί σου τοὺς πόνους ἐλαττωθῆναι. Τί λέγω ἐλαττωθῆναι; Πάντα μὲν οὖν ποιεῖ καὶ πραγματεύεται, ὥστε καὶ ἀπὸ μικρῶν σε στεφανῶσαι, καὶ περίεισι προφάσεις ζητῶν δι' ὧν δυνήσῃ ἀπαλλαγῆναι τῆς γεέννης.
εʹ. ∆ιὰ τοῦτο κἂν ἑνδεκάτην ὥραν ἐργάσῃ τῆς ἡμέρας, ὁλόκληρον τὸν μισθὸν δίδωσι· Κἂν μηδεμίαν ἔχῃς ἀφορμὴν σωτηρίας, φησὶ, δι' ἐμὲ ποιῶ, ὅπως μὴ τὸ ὄνομά μου βεβηλωθῇ. Κἂν στενάξῃς μόνον, κἂν δακρύσῃς, ἁρπάζει ταῦτα πάντα ταχέως εἰς ἀφορμὴν τῆς σῆς σωτηρίας αὐτός. Μὴ τοίνυν ἐπαιρώμεθα, ἀλλὰ λέγωμεν ἑαυτοὺς ἀχρείους, ἵνα γενώμεθα εὔχρηστοι. Ἂν μὲν γὰρ εἴπῃς σαυτὸν εὐδόκιμον, γέγονας ἄχρηστος, κἂν εὐδόκιμος ᾖς· ἂν δὲ ἀχρεῖον ὀνομάσῃς, γέγονας εὔχρηστος, κἂν ἀδόκιμος ᾖς. ∆ιὸ ἀναγκαῖον ἐπιλαθέσθαι κατορθωμάτων. Καὶ πῶς δυνατὸν, φησὶν, ἅπερ ἐπιστάμεθα, ταῦτα μὴ εἰδέναι; Τί λέγεις; προσκρούων διηνεκῶς τῷ ∆εσπότῃ, τρυφᾷς καὶ γελᾷς, καὶ οὐδὲ οἶδας ὅτι ἥμαρτες, λήθῃ παραδοὺς πάντα, κατορθωμάτων δὲ οὐ δύνασαι ἐκβαλεῖν τὴν μνήμην; Καίτοι ἰσχυρότερον ὁ φόβος. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν· καθ' ἑκάστην μὲν ἡμέραν προσκρούοντες οὐδὲ εἰς νοῦν βαλλόμεθα· ἂν δὲ μικρὸν ἀργύριον πένητι δῶμεν, ἄνω καὶ κάτω τοῦτο στρέφομεν, ὅπερ ἐσχάτης ἐστὶν ἀνοίας, καὶ μεγίστη τοῦ συλλέγοντος ζημία· ἀσφαλὲς γὰρ ταμιεῖον κατορθωμάτων λήθη κατορθωμάτων. Καὶ καθάπερ τὰ ἱμάτια καὶ ὁ χρυσὸς, ὅταν μὲν ἐπ' ἀγορᾶς ταῦτα προθῶμεν, πολλοὺς ἐπισπώμεθα τοὺς ἐπιβούλους· ἂν δὲ ἀποθώμεθα οἴκοι καὶ κατακρύψωμεν, ἐν ἀσφαλείᾳ καταθήσομεν ἅπαντα· οὕτω δὴ καὶ τὰ κατορθώματα, ἂν μὲν συνεχῶς ἐπὶ τῆς μνήμης φέρωμεν, παροξύνομεν τὸν ∆εσπότην, τὸν Ἐχθρὸν ὁπλίζομεν, ἐπὶ τὴν κλοπὴν καλοῦμεν· ἂν δὲ μηδεὶς εἰδῇ αὐτὰ, ἀλλ' ὃν εἰδέναι χρὴ μόνον, ἐν ἀσφαλείᾳ κείσεται. Μὴ τοίνυν περίστρεφε συνεχῶς, ἵνα μή τις αὐτὰ ἀφέληται· ὃ καὶ ὁ Φαρισαῖος ἔπαθεν, ἐπὶ τῆς γλώττης αὐτὰ περιφέρων· ὅθεν καὶ ἥρπασεν αὐτὰ ὁ διάβολος· καίτοιγε μετ' εὐχαριστίας αὐτῶν ἐμέμνητο, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ. Ἀλλ' οὐδὲ τοῦτο ἤρκεσεν αὐτῷ. Οὐ γὰρ εὐχαριστία τὸ ὀνειδίζειν ἑτέροις, τὸ φιλοτιμεῖσθαι ἐπὶ πολλῶν, τὸ κατεξανίστασθαι τῶν πεπλημμεληκότων. Εἰ γὰρ εὐχαριστεῖς τῷ Θεῷ, ἀρκέσθητι μόνον αὐτῷ, καὶ μὴ ἐξενέγκῃς εἰς ἀνθρώπους, μηδὲ καταδικάσῃς τὸν πλησίον· οὐ γάρ ἐστι τοῦτο εὐχαριστία. Βούλει μαθεῖν εὐχαριστίας λόγους; ἄκουσον τῶν τριῶν παίδων λεγόντων· Ἡμάρτομεν, ἠνομήσαμεν· δίκαιος εἶ, Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν, ὅτι ἐν ἀληθινῇ κρίσει πάντα ἐπήγαγες. Τὸ γὰρ τὰ οἰκεῖα ἁμαρτήματα ὁμολογεῖν, τοῦτό ἐστιν εὐχαριστεῖν τῷ Θεῷ ὁμολογοῦντα, ὅπερ δείκνυσι μυρίων μὲν ὄντα αὐτὸν ὑπεύθυνον, οὐκ ἀπαιτούμενον δὲ τὴν ἀξίαν δίκην· οὗτος μάλιστά ἐστιν ὁ εὐχαριστῶν. Φυλαξώμεθα τοίνυν τὸ περὶ ἑαυτῶν τι λέγειν· τοῦτο γὰρ καὶ παρὰ ἀνθρώποις μισητοὺς καὶ παρὰ Θεῷ βδελυροὺς ἐργάζεται. ∆ιὰ τοῦτο ὅσῳ ἂν μεγάλα κατορθώσωμεν, τοσούτῳ μικρὰ περὶ ἑαυτῶν λέγωμεν· οὕτω γὰρ μεγίστην καρπωσόμεθα δόξαν, καὶ παρὰ ἀνθρώποις καὶ παρὰ Θεῷ· μᾶλλον δὲ οὐδὲ δόξαν μόνον παρὰ Θεῷ, ἀλλὰ καὶ μισθὸν καὶ ἀντίδοσιν μεγάλην. Μὴ τοίνυν ἀπαίτει μισθὸν, ἵνα λάβῃς μισθόν. Χάριτι ὁμολόγει σώζεσθαι, ἵνα σοι αὐτὸς ὀφειλέτην ἑαυτὸν ὁμολογήσῃ, οὐχὶ τῶν κατορθωμάτων μόνον, ἀλλὰ καὶ τῆς τοιαύτης εὐγνωμοσύνης. Ὅταν μὲν γὰρ κατορθῶμεν, τῶν κατορθωμάτων ὀφειλέτην ἔχομεν μόνον· ὅταν δὲ μηδὲ ἡγούμεθά τι κατωρθωκέναι, καὶ αὐτοῦ τοῦ οὕτω διακεῖσθαι, καὶ μειζόνως ἢ ἐκείνων· ὥστε ἀντίῤῥοπον τῶν κατορθωμάτων τοῦτό ἐστιν. Ἂν γὰρ μὴ τοῦτο παρῇ, οὐδ' ἐκεῖνα φανεῖται μεγάλα. Καὶ γὰρ καὶ ἡμεῖς οἰκέτας ἔχοντες, τότε αὐτοὺς μάλιστα ἀποδεχόμεθα, ὅταν πάντα μετ' εὐνοίας διακονησάμενοι, μηδὲν ἡγῶνται πεποιηκέναι μέγα. Ὥστε εἰ βούλει μεγάλα σου ποιῆσαι τὰ κατορθώματα, μὴ νόμιζε αὐτὰ εἶναι μεγάλα, καὶ τότε ἔσται μεγάλα. Οὕτω καὶ ὁ ἑκατοντάρχης ἔλεγεν· Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· διὰ τοῦτο ἄξιος γέγονε, καὶ ὑπὲρ πάντας Ἰουδαίους ἐθαυμάζετο. Οὕτω καὶ ὁ Παῦλός φησιν· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· διὰ τοῦτο καὶ πρῶτος πάντων ἐγένετο. Οὕτω καὶ Ἰωάννης· Οὐκ εἰμὶ ἱκανὸς λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος· διὰ τοῦτο καὶ φίλος ἧν τοῦ νυμφίου, καὶ τὴν χεῖρα, ἢν ἀναξίαν ἔφησεν εἶναι τῶν ὑποδημάτων, ταύτην ὁ Χριστὸς ἐπὶ τὴν κεφαλὴν εἵλκυσε τὴν ἑαυτοῦ. Οὕτω καὶ Πέτρος ἔλεγεν· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι· διὰ τοῦτο θεμέλιος τῆς Ἐκκλησίας γέγονεν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ φίλον, ὡς τὸ μετὰ τῶν ἐσχάτων ἑαυτὸν ἀριθμεῖν. Τοῦτο φιλοσοφίας πάσης ἀρχή. Ὁ γὰρ τεταπεινωμένος καὶ συντετριμμένος, οὐ κενοδοξήσει, οὐκ ὀργιεῖται, οὐ φθονήσει τὸν πλησίον, οὐκ ἄλλο τι δέξεται πάθος. Οὐδὲ γὰρ χεῖρα συντετριμμένην, κἂν μυριάκις φιλονεικήσωμεν, εἰς ὕψος ἆραι δυνησόμεθα. Ἂν τοίνυν καὶ τὴν ψυχὴν οὕτω συντρίψωμεν, κἂν μυρία αὐτὴν ἐπάρῃ φυσῶντα πάθη, οὐδὲ μικρὸν ἀρθῆναι δυνήσεται. Εἰ γὰρ περὶ βιωτικῶν τις πενθῶν πραγμάτων, πάντα ἐξορίζει τὰ νοσήματα τῆς ψυχῆς· πολλῷ μᾶλλον ὁ ὑπὲρ ἁμαρτιῶν τοῦτο ποιῶν ἀπολαύσεται τῆς φιλοσοφίας. Καὶ τίς οὕτω δυνήσεται συντρῖψαι τὴν ἑαυτοῦ καρδίαν· φησίν. Ἄκουσον τοῦ ∆αυῒδ τοῦ διὰ τοῦτο μάλιστα λάμψαντος, καὶ βλέπε αὐτοῦ τὴν συντριβὴν τῆς ψυχῆς. Μετὰ γὰρ μυρία κατορθώματα, καὶ πατρίδος καὶ οἰκίας καὶ αὐτῆς μέλλων ἐκπίπτειν τῆς ζωῆς, παρ' αὐτὸν τὸν καιρὸν τῆς συμφορᾶς, στρατιώτην εὐτελῆ καὶ ἀπεῤῥιμμένον ὁρῶν ἐπεμβαίνοντα αὐτοῦ τῷ καιρῷ καὶ λοιδορούμενον, οὐ μόνον οὐκ ἀντελοιδόρησεν, ἀλλὰ καὶ τῶν στρατηγῶν τινα βουλόμενον αὐτὸν ἀνελεῖν διεκώλυσεν, εἰπών· Ἄφετε αὐτὸν, ὅτι Κύριος ἐνετείλατο αὐτῷ. Καὶ πάλιν, τῶν ἱερέων ἀξιούντων μετ' αὐτοῦ τὴν κιβωτὸν συμπεριφέρειν, οὐκ ἐδέξατο· ἀλλὰ τί φησιν; Ἐπὶ τοῦ ναοῦ καθίσω, κἂν ἀπαλλάξῃ με τῶν ἐν χερσὶ δεινῶν ὁ Θεὸς, ὄψομαι τὴν εὐπρέπειαν αὐτῆς· ἂν δὲ εἴπῃ μοι, Οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ. Τὸ δὲ ἐπὶ τοῦ Σαοὺλ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις γεγενημένον, ποίαν οὐκ ἐνδείκνυται φιλοσοφίας ὑπερβολήν; Καὶ γὰρ καὶ τὸν παλαιὸν ὑπερέβη νόμον, καὶ τῶν ἀποστολικῶν ἐγγὺς ἐγένετο προσταγμάτων. ∆ιὰ τοῦτο πάντα ἔστεργε τὰ παρὰ τοῦ ∆εσπότου, οὐ δικάζων τοῖς γινομένοις, ἀλλ' ἓν μόνον σπουδάζων, πανταχοῦ πείθεσθαι καὶ ἕπεσθαι τοῖς παρ' αὐτοῦ κειμένοις νόμοις. Καὶ ὁρῶν μετὰ τοσαῦτα αὐτοῦ κατορθώματα τὸν τύραννον, τὸν πατραλοίαν, τὸν ἀδελφοκτόνον, τὸν ὑβριστὴν, τὸν μαινόμενον, ἀντ' αὐτοῦ τὴν αὐτοῦ ἔχοντα βασιλείαν, οὐδὲ οὕτως ἐσκανδαλίζετο· ἀλλ', Ἂν τῷ Θεῷ ταῦτα δοκῇ, φησὶν, ἐμὲ μὲν ἐλαύνεσθαι καὶ πλανᾶσθαι καὶ φεύγειν, ἐκεῖνον δὲ εἶναι ἐν τιμῇ, στέργω καὶ δέχομαι, καὶ χάριν ἔχω τῶν μυρίων αὐτοῦ κακῶν. Οὐχ ὡς πολλοὶ τῶν ἀναισχύντων καὶ ἰταμῶν, οὐδὲ τὸ πολλοστὸν κατορθοῦντες τῶν ἐκείνῳ κατωρθωμένων, ἂν ἴδωσί τινας ἐν εὐημερίαις ὄντας, ἑαυτοὺς δὲ μικρὰν ὑπομείναντας ἀθυμίαν, μυρίαις τὰς ἑαυτῶν ψυχὰς ἀπολλύουσι βλασφημίαις. Ἀλλ' οὐχ ὁ ∆αυῒδ τοιοῦτος, ἀλλὰ πᾶσαν ἐπεδείκνυτο ἐπιείκειαν. ∆ιὸ καὶ ἔλεγεν ὁ Θεός· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Τοιαύτην καὶ ἡμεῖς κτησώμεθα ψυχὴν, καὶ ὅπερ ἂν πάθωμεν, οἴσομεν ῥᾳδίως, καὶ πρὸ τῆς βασιλείας ἐντεῦθεν καρπωσόμεθα τῆς ταπεινοφροσύνης τὴν πρόσοδον. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ἵν' οὖν ἀπολαύσωμεν ἀναπαύσεως, καὶ ἐνταῦθα καὶ ἐκεῖ, μετὰ πολλῆς τῆς σπουδῆς τὴν πάντων μητέρα τῶν ἀγαθῶν, τὴν ταπεινοφροσύνην λέγω, ταῖς ἑαυτῶν φυτεύσωμεν ψυχαῖς. Οὕτω γὰρ καὶ τὸ τοῦ βίου τούτου πέλαγος χωρὶς κυμάτων δυνησόμεθα διαβῆναι, καὶ εἰς τὸν γαληνὸν ἐκεῖνον καταπλεῦσαι λιμένα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ∆ʹ. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως ∆αυῒδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ ∆αυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.
αʹ. Εἰς τρεῖς διεῖλε μερίδας τὰς γενεὰς ἁπάσας, δεικνὺς ὅτι οὐδὲ τῶν πολιτειῶν μεταβληθεισῶν ἐγένοντο βελτίους, ἀλλὰ καὶ ἀριστοκρατούμενοι, καὶ βασιλευόμενοι, καὶ ὀλιγαρχούμενοι, ἐν τοῖς αὐτοῖς ἦσαν κακοῖς· καὶ οὔτε δημαγωγῶν, οὔτε ἱερέων, οὔτε βασιλέων αὐτοὺς διεπόντων, ἔσχον τι πλέον εἰς ἀρετῆς λόγον. Τίνος δὲ ἕνεκεν ἐν μὲν τῇ μέσῃ μερίδι τρεῖς παρέδραμε βασιλεῖς, ἐν δὲ τῇ ἐσχάτῃ δώδεκα θεὶς γενεὰς, δεκατέσσαρας αὐτὰς εἶναι ἔφησε; Τὸ μὲν πρότερον ὑμῖν ἀφίημι ζητεῖν· οὐδὲ γὰρ πάντα ἐπιλύειν ὑμῖν ἀναγκαῖον, ἵνα μὴ ἀναπέσητε· τὸ δὲ δεύτερον ἡμεῖς ἐροῦμεν. Ἐμοὶ γὰρ ἐνταῦθα δοκεῖ καὶ τὸν χρόνον τῆς αἰχμαλωσίας ἐν τάξει γενεᾶς τιθέναι, καὶ αὐτὸν τὸν Χριστὸν, πανταχόθεν συνάπτων ἡμῖν αὐτόν. Ἀναμιμνήσκει δὲ καὶ τῆς αἰχμαλωσίας ἐκείνης καλῶς, δηλῶν ὅτι οὐδὲ ἐκεῖ κατελθόντες, ἐγένοντο σωφρονέστεροι· ὥστε πάντοθεν ἀναγκαίαν φανῆναι τὴν αὐτοῦ παρουσίαν. Τί οὖν ὁ Μάρκος, φησὶν, οὐ ποιεῖ τοῦτο, οὐδὲ γενεαλογεῖ τὸν Χριστὸν, ἀλλ' ἐπιτόμως ἅπαντα φθέγγεται; Ἐμοὶ δοκεῖ ὁ μὲν Ματθαῖος πρὸ τῶν ἄλλων ἦρχθαι τοῦ πράγματος· διὸ καὶ τὴν γενεαλογίαν τίθησι μετὰ ἀκριβείας, καὶ πρὸς τὰ κατεπείγοντα ἵσταται· ὁ δὲ Μάρκος μετ' ἐκεῖνον, διὸ ἐπὶ σύντομον ἦλθεν ὁδὸν, ἅτε τοῖς ἤδη λεχθεῖσι καὶ δήλοις ἔθνος, οἷς καὶ μᾶλλον προσεῖχεν ὁ τῶν Ἰουδαίων δῆμος. ∆ιόπερ ἀναγκαῖος οὗτος τῶν προοιμίων ὁ τρόπος ἦν παρ' αὐτοῖς. Εἰ δέ ποτε καὶ ἐγένετο σημεῖα, τῶν βαρβάρων ἕνεκεν ἐγένετο, ὥστε πολλοὺς γενέσθαι τοὺς προσηλύτους, καὶ εἰς ἔνδειξιν τῆς τοῦ Θεοῦ δυνάμεως, εἴ ποτε αὐτοὺς οἱ πολέμιοι λαβόντες, ὡς τῶν παρ' αὐτοῖς θεῶν ἰσχυρῶν ὄντων, ἐνόμισαν κεκρατηκέναι· καθάπερ ἐν Αἰγύπτῳ, ὅθεν καὶ πολὺς ὁ σύμμικτος ἀνέβη· καὶ μετὰ ταῦτα ἐν Βαβυλῶνι, τὰ κατὰ τὴν κάμινον καὶ τὰ ὀνείρατα. Ἐγένετο δὲ καὶ ἡνίκα καθ' ἑαυτοὺς ἦσαν, σημεῖα ἐν τῇ ἐρήμῳ, καθάπερ καὶ ἐφ' ἡμῶν· καὶ γὰρ καὶ ἐφ' ἡμῶν, ἡνίκα τῆς πλάνης ἐξῄειμεν, πολλὰ θαύματα ἐδείχθη· μετὰ δὲ ταῦτα ἔστη, πανταχοῦ τῆς εὐσεβείας φυτευθείσης. Εἰ δὲ καὶ μετὰ ταῦτα γέγονεν, ὀλίγα καὶ σποράδην· οἷον, ἡνίκα ὁ ἥλιος ἔστη τοῦ γεγενημένοις ἐπιχειρῶν. Πῶς οὖν ὁ Λουκᾶς, καὶ γενεαλογεῖ, καὶ διὰ πλειόνων τοῦτο ποιεῖ; Ἅτε τοῦ Ματθαίου προοδοποιήσαντος, βούλεταί τι τῶν εἰρημένων διδάξαι πλέον ἡμᾶς. Καὶ ἕκαστος δὲ ὁμοίως τὸν διδάσκαλον ἐμιμήσατο· ὁ μὲν τὸν Παῦλον, ὑπὲρ τοὺς ποταμοὺς ῥέοντα· ὁ δὲ τὸν Πέτρον, βραχυλογίας ἐπιμελούμενον. Καὶ τί δήποτε ἀρχόμενος ὁ Ματθαῖος οὐκ εἶπεν, ὥσπερ ὁ προφήτης· Ὅρασις ἢν εἶδον· καὶ, Ὁ λόγος ὁ γενόμενος πρός με; Ὅτι πρὸς εὐγνώμονας ἔγραφε, καὶ σφόδρα αὐτῷ προσέχοντας. Καὶ γὰρ καὶ τὰ γενόμενα θαύματα ἐβόα, καὶ οἱ δεχόμενοι σφόδρα ἦσαν πιστοί. Ἐπὶ δὲ τῶν προφητῶν οὔτε θαύματα ἦν τοσαῦτα αὐτοὺς ἀνακηρύττοντα, καὶ πολὺ τὸ τῶν ψευδοπροφητῶν ἐπεκώμαζεν δρόμου, καὶ πάλιν ἀνεχαίτισεν εἰς τὰ ὀπίσω. Ἴδοι δ' ἄν τις τοῦτο καὶ ἐφ' ἡμῶν γεγενημένον. Καὶ γὰρ καὶ ἐν τῇ γενεᾷ τῇ ἡμετέρᾳ, ἐπὶ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος Ἰουλιανοῦ, πολλὰ καὶ παράδοξα συνέβη. Καὶ γὰρ τῶν Ἰουδαίων τὸν ἐν Ἱεροσολύμοις ναὸνἀναστῆσαι ἐπιχειρούντων, πῦρ τῶν θεμελίων ἐκπηδῆσαν ἅπαντας διεκώλυσε· καὶ ὅτε ἐπὶ τὰ σκεύη τὰ ἱερὰ τὴν αὑτοῦ παροινίαν ἐπεδείξατο ὅ τε ταμίας, ὅ τε θεῖος καὶ ὁμώνυμος ἐκείνου, ὁ μὲν σκοληκόβρωτος γενόμενος ἐξέψυξεν, ὁ δὲ ἐλάκισε μέσος· καὶ τὸ τὰς πηγὰς δὲ ἐπιλιπεῖν, θυσιῶν ἐκεῖ γενομένων, καὶ μετ' αὐτοῦ τοῦ βασιλέως τὸν λιμὸν εἰς τὰς πόλεις συνεμπεσεῖν, σημεῖον μέγιστον ἦν.
βʹ. Ἔθος γὰρ τοιαῦτα ποιεῖν τῷ Θεῷ· ὅταν αὐξηθῇ τὰ κακὰ, καὶ τοὺς μὲν αὐτοῦ κακουμένους ἴδῃ, τοὺς δὲ ἐναντίους σφόδρα τῇ κατ' αὐτῶν τυραννίδι μεθύοντας, τότε τὴν οἰκείαν ἐπιδείκνυσθαι δυναστείαν· ὃ καὶ ἐν Περσίδι πεποίηκεν ἐπὶ τῶν Ἰουδαίων. Ὅτι μὲν οὖνοὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε ποιῶν, εἰς τρεῖς μοίρας τοὺς προγόνους διένειμε τοῦ Χριστοῦ, δῆλον ἐκ τῶν εἰρημένων. Σκόπει δὲ καὶ πόθεν ἄρχεται, καὶ ποῦ τελευτᾷ· Ἀπὸ τοῦ Ἀβραὰμ εἰς τὸν ∆αυΐδ· ἀπὸ τοῦ ∆αυῒδ εἰς τὴν μετοικεσίαν Βαβυλῶνος· ἀπὸ ταύτης εἰς αὐτὸν τὸν Χριστόν. Καὶ γὰρ καὶ ἀρχόμενος τοὺς δύο τέθεικεν ἐφεξῆς, τόν τε ∆αυῒδ καὶ τὸν Ἀβραὰμ, καὶ ἀνακεφαλαιούμενος ἀμφοτέρων ἐμνημόνευσεν ὁμοίως. Καὶ γὰρ, ὅπερ ἔφθην εἰπὼν, πρὸς αὐτοὺς ἦσαν αἱ ἐπαγγελίαι γεγενημέναι. Τί δήποτε δὲ, ὥσπερ τῆς μετοικεσίας Βαβυλῶνος ἐμνήσθη, οὐκ ἐμνήσθη καὶ τῆς καθόδου τῆς εἰς Αἴγυπτον; Ὅτι ἐκείνους μὲν οὐκέτι ἐδεδοίκεσαν, τούτους δὲ ἔτρεμον ἔτι· καὶ τὸ μὲν ἀρχαῖον ἦν, τὸ δὲ νεαρὸν καὶ ἄρτι γεγενημένον· κἀκεῖ μὲν οὐ δι' ἁμαρτήματα κατηνέχθησαν, ἐνταῦθα δὲ διὰ παρανομίας ἀπηνέχθησαν. Εἰ δέ τις καὶ τῶν ὀνομάτων αὐτῶν τὰς ἑρμηνείας μεταβαλεῖν ἐπιχειρήσειε, πολλὴν εὑρήσει καὶ ἐντεῦθεν τὴν θεωρίαν οὖσαν, καὶ μεγάλα πρὸς τὴν Καινὴν συντελοῦσαν ∆ιαθήκην· οἷον, ἀπὸ τοῦ Ἀβραὰμ, ἀπὸ τοῦ Ἰακὼβ,ἀπὸ τοῦ Σολομῶνος, ἀπὸ τοῦ Ζοροβάβελ· οὐ γὰρ ἁπλῶς ταῦτα αὐτοῖς ἐπετίθετο τὰ ὀνόματα. Ἀλλ' ἵνα μὴ δόξωμεν πολὺ μῆκος ποιοῦντες ἐνοχλεῖν, ταῦτα παρέντες ἐπὶ τὰ κατεπείγοντα ἴωμεν. Εἰπὼν τοίνυν τοὺς προγόνους ἅπαντας, καὶ τελευτήσας εἰς τὸν Ἰωσὴφ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν· Ἰωσὴφ τὸν ἄνδρα Μαρίας· δεικνὺς ὅτι δι' ἐκείνην καὶ τοῦτον ἐγενεαλόγησεν. Εἶτα ἵνα μὴ ἀκούσας Ἄνδρα Μαρίας, τῷ κοινῷ νομίσῃς τετέχθαι τῆς φύσεως νόμῳ, σκόπει πῶς αὐτὸ διορθοῦται τῇ ἐπαγωγῇ. Ἤκουσας, φησὶν, ἄνδρα, ἤκουσας μητέρα, ἤκουσας ὄνομα τῷ παιδίῳ τεθέν· οὐκοῦν ἄκουε καὶ τὸν τρόπον τῆς γεννήσεως. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Ποίαν μοι γέννησιν λέγεις; εἰπέ μοι· καίτοιγε τοὺς προγόνους εἶπας. Ἀλλὰ βούλομαι καὶ τὸν τρόπον τῆς γεννήσεως εἰπεῖν. Εἶδες πῶς διανέστησε τὸν ἀκροατήν; Ὡς γὰρ μέλλων τι καινότερον ἐρεῖν, ἐπαγγέλλεται καὶ τὸν τρόπον λέγειν. Καὶ σκόπει τῶν εἰρημένων ἀκολουθίαν ἀρίστην. Οὐδὲ γὰρ εὐθέως ἐπὶ τὴν γέννησιν ἦλθεν, ἀλλ' ἀναμιμνήσκει πρῶτον ἡμᾶς, πόστος ἦν ἀπὸ τοῦ Ἀβραὰμ, πόστος ἀπὸ τοῦ ∆αυῒδ, ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος, καὶ τὸν ἀκριβῆ διὰ τούτων ἀκροατὴν εἰς ἐξέτασιν ἐμβάλλει τῶν χρόνων, δεικνὺς ὅτι οὗτός ἐστιν ἐκεῖνος ὁ Χριστὸς ὁ διὰ τῶν Προφητῶν κηρυχθείς. Ὅταν γὰρ ἀριθμήσῃς τὰς γενεὰς, καὶ μάθῃς ἀπὸ τοῦ χρόνου, ὅτι οὗτος ἐκεῖνός ἐστιν, εὐκόλως δέξῃ καὶ τὸ θαῦμα τὸ περὶ τὴν γέννησιν συμβάν. Ἐπειδὴ γὰρ ἔμελλε μέγα τι φθέγγεσθαι, ὅτι ἐκ Παρθένου ἐτέχθη, πρὶν ἢ μὲν ἀριθμῆσαι τὸν χρόνον, συσκιάζει τὸ εἰρημένον, Ἄνδρα Μαρίας, εἰπὼν, μᾶλλον δὲ καὶ συντέμνει τὴν διήγησιν αὐτῆς τῆς γεννήσεως· ἀριθμεῖ δὲ καὶ τὰ ἔτη λοιπὸν, ἀναμιμνήσκων τὸν ἀκροατὴν, ὅτι οὗτος ἐκεῖνός ἐστιν, ὃν ὁ πατριάρχης Ἰακὼβ, ἐπιλιπόντων λοιπὸν τῶν Ἰουδαϊκῶν ἀρχόντων, παρέσεσθαι ἔφησεν· ὃν ὁ προφήτης ∆ανιὴλ μετὰ τὰς ἑβδομάδας τὰς πολλὰς ἐκείνας ἥξειν προανεφώνησε. Κἂν ἐθελήσῃ τις τὰ ἔτη ταῦτα τὰ ἐν ἑβδομάδων ἀριθμῷ παρὰ τοῦ ἀγγέλου εἰρημένα τῷ ∆ανιὴλ ἀπὸ τῆς οἰκοδομῆς τῆς πόλεως ἀριθμῶν καταβῆναι εἰς τὴν αὐτοῦ γέννησιν, ὄψεται ταῦτα ἐκείνοις συμφωνοῦντα. Πῶς οὖν ἐγεννήθη, εἰπέ; Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας. Οὐκ εἶπε, Παρθένου, ἀλλ' ἁπλῶς, Μητρὸς, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον. ∆ιὸ πρότερον παρασκευάσας προσδοκᾷν τὸν ἀκροατὴν ἀκούσεσθαί τι τῶν συνήθων, καὶ κατασχὼν τούτῳ, τότε ἐκπλήττει τῇ τοῦ παραδόξου πράγματος ἐπαγωγῇ, λέγων, ὅτι Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Οὐκ εἶπε· Πρὶν ἢ ἀχθῆναι αὐτὴν εἰς τὴν οἰκίαν τοῦ νυμφίου· καὶ γὰρ ἔνδον ἦν. Ἔθος γὰρ τοῖς παλαιοῖς ὡς τὰ πολλὰ ἐν οἰκίᾳ τὰς μεμνηστευμένας ἔχειν, ὅπου γε καὶ νῦν τοῦτο γινόμενον ἴδοι τις ἄν· καὶ οἱ γαμβροὶ δὲ τοῦ Λὼτ ἔνδον ἦσαν μετ' αὐτοῦ. Ἔνδον οὖν καὶ αὐτὴ μετὰ τοῦ Ἰωσὴφ ἦν.
γʹ. Καὶ τίνος ἕνεκεν οὐ πρὸ τῆς μνηστείας ἐκύησεν; Ἵνα, ὅπερ ἔφην ἐξ ἀρχῆς, συσκιασθῇ τὸ γινόμενον τέως, καὶ ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ Παρθένος ὑπόνοιαν. Ὅταν γὰρ ὁ ζηλοτυπεῖν ὀφείλων μάλιστα πάντων φαίνηται μὴ μόνον ἐκπομπεύων αὐτὴν, μηδὲ ἀτιμάζων, ἀλλὰ καὶ δεχόμενος καὶ θεραπεύων μετὰ τὴν κύησιν, εὔδηλον ὅτι εἰ μὴ σαφῶς ἦν πεπεικὼς ἑαυτὸν, ὅτι ἐκ τῆς τοῦ Πνεύματος ἐνεργείας τὸ γεγεννημένον, οὐκ ἂν κατέσχε, καὶ τἄλλα πάντα ὑπηρέτησε. Κυρίως δὲ σφόδρα καὶ τὸ, Εὑρέθη ἐν γαστρὶ ἔχουσα, τέθεικεν· ὅπερ ἐπὶ τῶν παραδόξων, καὶ παρ' ἐλπίδα πᾶσαν ἐκβαινόντων, καὶ οὐ προσδοκωμένων λέγεσθαι εἴωθε. Μὴ τοίνυν περαιτέρω χώρει, μηδὲ ζήτει πλέον τι τῶν εἰρημένων, μηδὲ λέγε· Καὶ πῶς τὸ Πνεῦμα εἰργάσατο τοῦτο ἐκ παρθένου; Εἰ γὰρ τῆς φύσεως ἐργαζομένης ἀδύνατον ἑρμηνεῦσαι τῆς διαπλάσεως τὸν τρόπον, πῶς τοῦ Πνεύματος θαυματουργοῦντος δυνησόμεθα ταῦτα εἰπεῖν; Ἵνα γὰρ μὴ κόπτῃς τὸν εὐαγγελιστὴν, μηδὲ ἐνοχλῇς συνεχῶς ταῦτα ἐρωτῶν, εἰπὼν τὸν ἐργασάμενον τὸ θαῦμα, ἀπηλλάγη. Οὐδὲν γὰρ οἶδα, φησὶ, πλέον, ἀλλ' ἢ ὅτι ἐκ Πνεύματος ἁγίου γέγονε τὸ γεγενημένον. Αἰσχυνέσθωσαν οἱ τὴν ἄνω περιεργαζόμενοι γέννησιν. Εἰ γὰρ ταύτην τὴν μυρίους ἔχουσαν μάρτυρας, καὶ πρὸ τοσούτων ἀνακηρυχθεῖσαν χρόνων, καὶ φανεῖσαν, καὶ ψηλαφηθεῖσαν, οὐδεὶς ἑρμηνεῦσαι δύναται, ποίαν καταλείπουσι μανίας ὑπερβολὴν οἱ τὴν ἀπόῤῥητον ἐκείνην περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες; Οὐδὲ γὰρ ὁ Γαβριὴλ, οὐδὲ ὁ Ματθαῖος ἐδυνήθησάν τι πλέον εἰπεῖν, ἀλλ' ἢ ὅτι ἐκ Πνεύματος μόνον· τὸ δὲ, πῶς ἐκ Πνεύματος, καὶ τίνι τρόπῳ, οὐδεὶς τούτων ἡρμήνευσεν· οὐδὲ γὰρ δυνατὸν ἦν. Μηδὲ νομίσῃς τὸ πᾶν μεμαθηκέναι, ἐκ Πνεύματος ἀκούων· καὶ γὰρ πολλὰ ἀγνοοῦμεν ἔτι, καὶ τοῦτο μανθάνοντες· οἷον, πῶς ὁ ἄπειρος ἐν μήτρᾳ ἐστί· πῶς ὁ πάντα συνέχων κυοφορεῖται ὑπὸ γυναικός· πῶς τίκτει ἡ Παρθένος, καὶ μένει παρθένος. Πῶς ἔπλασεν, εἰπέ μοι, τὸ Πνεῦμα τὸν ναὸν ἐκεῖνον; πῶς οὐ πᾶσαν τὴν σάρκα ἀπὸ τῆς μήτρας ἔλαβεν, ἀλλὰ μέρος αὐτῆς, καὶ ηὔξησε καὶ διετύπωσεν; Ὅτι μὲν γὰρ ἀπὸ τῆς σαρκὸς τῆς Παρθένου προῆλθεν, ἐδήλωσεν εἰπών· Τὸ γὰρ ἐν αὐτῇ γεννηθέν· καὶ ὁ Παῦλος, Γενόμενος ἐκ γυναικός· ἐπιστομίζων τοὺς λέγοντας, ὅτι ὥσπερ διά τινος σωλῆνος παρῆλθεν ὁ Χριστός. Εἰ γὰρ τοῦτο ἦν, τίς χρεία τῆς μήτρας; Εἰ τοῦτο ἦν, οὐδὲν ἔχει κοινὸν πρὸς ἡμᾶς· ἀλλ' ἄλλη τίς ἐστιν ἐκείνη ἡ σὰρξ, οὐ τοῦ φυράματος τοῦ ἡμετέρου. Πῶς οὖν ἐκ τῆς ῥίζης Ἰεσσαί; πῶς δὲ ῥάβδος; πῶς υἱὸς ἀνθρώπου; πῶς δὲ μήτηρ ἡ Μαριάμ; πῶς ἐκ σπέρματος ∆αυΐδ; πῶς μορφὴν δούλου ἔλαβε; πῶς Ὁ Λόγος ἐγένετο σάρξ; πῶς δὲ Ῥωμαίοις φησὶν ὁ Παῦλος· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός; Ὅτι μὲν οὖν ἐξ ἡμῶν καὶ τοῦ φυράματος τοῦ ἡμετέρου, καὶ τῆς μήτρας τῆς παρθενικῆς, δῆλον ἐκ τούτων καὶ ἐξ ἑτέρων πλειόνων· τὸ δὲ πῶς, οὐκέτι δῆλον. Μὴ τοίνυν μηδὲ σὺ ζήτει, ἀλλὰ δέχου τὸ ἀποκαλυφθὲν, καὶ μὴ περιεργάζου τὸ σιγηθέν. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, φησὶ, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Εἰπὼν ὅτι ἐκ Πνεύματος ἁγίου, καὶ συνουσίας χωρὶς, καὶ ἑτέρωθεν κατασκευάζει τὸν λόγον. Ἵνα γὰρ μή τις λέγῃ, Πόθεν τοῦτο δῆλον; τίς εἶδε, τίς ἤκουσε τοιοῦτόν τί ποτε συμβεβηκός; μηδὲ ὑποπτεύσῃς τὸν μαθητὴν, ὡς χαριζόμενον τῷ διδασκάλῳ, ταῦτα πλάττοντα, εἰσάγει τὸν Ἰωσὴφ, δι' ὧν ἔπαθε, πρὸς τὴν τῶν εἰρημένων συντελοῦντα πίστιν, μονονουχὶ λέγων δι' ὧν ἀπαγγέλλει· Εἰ ἀπιστεῖς ἐμοὶ, καὶ ὑποπτεύεις μου τὴν μαρτυρίαν, πίστευσον τῷ ἀνδρί. Ἰωσὴφ γὰρ, φησὶν, ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὤν. ∆ίκαιον ἐνταῦθα τὸν ἐνάρετον ἐν ἅπασι λέγει. Ἔστι μὲν γὰρ δικαιοσύνη καὶ τὸ μὴ πλεονεκτεῖν· ἔστι δὲ καὶ ἡ καθόλου ἀρετή· καὶ μάλιστα ἐπὶ τούτου τῇ τῆς δικαιοσύνης προσηγορίᾳ κέχρηται ἡ Γραφὴ, ὡς ὅταν λέγῃ· Ἄνθρωπος δίκαιος, ἀληθινός· καὶ πάλιν, Ἦσαν δὲ δίκαιοι ἀμφότεροι.
δʹ. ∆ίκαιος οὖν ὢν, τουτέστι, χρηστὸς καὶ ἐπιεικὴς, ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ∆ιὰ τοῦτο λέγει τὸ συμβὰν πρὸ τῆς γνώσεως, ἵνα μὴ ἀπιστήσῃς τοῖς μετὰ τὴν γνῶσιν γεγενημένοις. Καίτοιγε οὐ παραδειγματισμοῦ μόνον ὑπεύθυνος ἦν ἡ τοιαύτη, ἀλλὰ καὶ κολάζεσθαι αὐτὴν ὁ νόμος ἐκέλευεν. Ἀλλ' ὁ Ἰωσὴφ οὐ μόνον τὸ μεῖζον ἐκεῖνο, ἀλλὰ καὶ τὸ ἔλαττον συνεχώρησε, τὴν αἰσχύνην. Οὐ γὰρ μόνον οὐ κολάσαι, ἀλλ' οὐδὲ παραδειγματίσαι ἐβούλετο. Εἶδες φιλόσοφον ἄνδρα καὶ πάθους ἀπηλλαγμένον τοῦ τυραννικωτάτου; Ἴστε γὰρ ἡλίκον ζηλοτυπία. ∆ιὰ τοῦτο καὶ ὁ ταῦτα σαφῶς εἰδὼς ἔλεγε· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρός· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως· καὶ, Σκληρὸς ὡς ᾅδης ζῆλος. Καὶ ἡμεῖς δὲ πολλοὺς ἴσμεν τὴν ψυχὴν ἑλομένους προέσθαι μᾶλλον, ἢ εἰς ζηλοτυπίας ὑποψίαν ἐμπεσεῖν. Ἐνταῦθα δὲ οὐδὲ ὑποψία ἦν, τοῦ τῆς γαστρὸς ὄγκου διελέγχοντος. Ἀλλ' ὅμως οὕτως ἦν πάθους καθαρὸς, ὡς μὴ θελῆσαι μηδὲ ἐν τοῖς μικροτάτοις λυπῆσαι τὴν Παρθένον. Ἐπειδὴ γὰρ τὸ μὲν κατέχειν ἔνδον παρανομίας εἶναι ἐδόκει, τὸ δὲ ἐκπομπεύειν καὶ εἰς δικαστήριον ἄγειν, θανάτῳ παραδοῦναι ἠνάγκαζεν· οὐδὲν τούτων ποιεῖ, ἀλλ' ὑπὲρ νόμον ἤδη πολιτεύεται. Ἔδει γὰρ τῆς χάριτος παραγενομένης πολλὰ λοιπὸν εἶναι τὰ σημεῖα τῆς ὑψηλῆς πολιτείας. Καθάπερ γὰρ ὁ ἥλιος καὶ μηδέπω τὰς ἀκτῖνας δείξας, πόῤῥωθεν τῷ φωτὶ καταυγάζει τῆς οἰκουμένης τὸ πλέον· οὕτω καὶ ὁ Χριστὸς μέλλων ἀνίσχειν ἀπὸ τῆς μήτρας ἐκείνης, καὶ πρὶν ἢ ἐξελθεῖν, τὴν οἰκουμένην κατέλαμψεν ἅπασαν. ∆ιὸ καὶ πρὸ τῶν ὠδίνων προφῆται ἐσκίρτων, καὶ γυναῖκες τὰ μέλλοντα προὔλεγον, καὶ Ἰωάννης οὔπω τῆς νηδύος προελθὼν, ἀπὸ τῆς μήτρας αὐτῆς ἐπήδα. Ἐντεῦθεν καὶ οὗτος πολλὴν ἐπεδείκνυτο φιλοσοφίαν· οὔτε γὰρ ἐνεκάλεσεν, οὔτε ὠνείδισεν, ἀλλ' ἐκβαλεῖν ἐπεχείρησε μόνον. Ἐν τούτῳ τοίνυν τῶν πραγμάτων ὄντων, καὶ πάντων ἐν ἀμηχανίᾳ καθεστώτων, παραγίνεται ὁ ἄγγελος πάντα λύων τὰ ἄπορα. Ἄξιον δὲ ἐξετάσαι, διὰ τί μὴ πρὸ τούτου εἶπεν ὁ ἄγγελος, πρὸ τοῦ διανοηθῆναι τὸν ἄνδρα τοῦτο, ἀλλ' ἐπειδὴ ἐνεθυμήθη, τότε ἀφικνεῖται· Ταῦτα γὰρ αὐτοῦ, φησὶν, ἐνθυμηθέντος, ὁ ἄγγελος ἔρχεται· καίτοιγε αὐτὴν καὶ πρὸ τοῦ συλλαβεῖν εὐαγγελίζεται, ὃ καὶ αὐτὸ πάλιν ἑτέραν ἀπορίαν ἔχει. Εἰ γὰρ καὶ ὁ ἄγγελος οὐκ εἶπε, τίνος ἕνεκεν ἡ Παρθένος ἐσίγησεν, ἀκούσασα παρὰ τοῦ ἀγγέλου, καὶ τὸν μνηστῆρα ὁρῶσα θορυβούμενον, οὐκ ἔλυσεν αὐτοῦ τὴν ἀπορίαν; Τίνος οὖν ἕνεκεν πρὸ τοῦ θορυβηθῆναι αὐτὸν ὁ ἄγγελος οὐκ εἶπεν; καὶ γὰρ ἀναγκαῖον τὸ πρότερον λῦσαι πρῶτον. Τίνος οὖν ἕνεκεν οὐκ εἶπεν; Ἵνα μὴ ἀπιστήσῃ, καὶ πάθῃ τὸ αὐτὸ τῷ Ζαχαρίᾳ. Ὁρωμένου μὲν γὰρ τοῦ πράγματος, εὔκολος ἡ πίστις λοιπόν· μηδέπω δὲ ἀρχὴν λαβόντος, οὐχ ὁμοίως εὐπαράδεκτον ἦν τὸ λεγόμενον. ∆ιὰ τοῦτο οὐκ εἶπεν ἐξ ἀρχῆς ὁ ἄγγελος· καὶ ἡ Παρθένος δὲ τῆς αὐτῆς ἕνεκεν αἰτίας ἐσίγησεν. Οὐ γὰρ ἐνόμιζε πιστεύεσθαι παρὰ τῷ μνηστῆρι, πρᾶγμα ἀπαγγέλλουσα ξένον· ἀλλὰ καὶ παροξύνειν μᾶλλον αὐτὸν, ὡς ἁμάρτημα γεγενημένον συσκιάζουσα. Εἰ γὰρ αὐτὴ ἡ ὑποδέχεσθαι μέλλουσα τοσαύτην χάριν, ἀνθρώπινόν τι πάσχει, καί φησι· Πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω; πολλῷ μᾶλλον ἐκεῖνος ἀμφέβαλλεν ἄν· καὶ μάλιστα παρὰ γυναικὸς ἀκούων τῆς ὑποπτευομένης.
εʹ. ∆ιὰ ταῦτα ἡ Παρθένος μὲν οὐδὲν αὐτῷ λέγει, ὁ δὲ ἄγγελος τοῦ καιροῦ καλοῦντος ἐφίσταται. Τίνος οὖν ἕνεκεν, φησὶν, οὐχὶ καὶ ἐπὶ τῆς Παρθένου τοῦτο ἐποίησε, καὶ μετὰ τὴν κύησιν αὐτὴν εὐηγγελίσατο; Ἵνα μὴ ἐν ταραχῇ ᾖ καὶ θορύβῳ πολλῷ. Καὶ γὰρ εἰκὸς ἦν, τὸ σαφὲς οὐκ εἰδυῖαν, καὶ βουλεύσασθαί τι περὶ ἑαυτῆς ἄτοπον, καὶ ἐπὶ βρόχον ἐλθεῖν, καὶ ἐπὶ ξίφος, οὐ φέρουσαν τὴν αἰσχύνην. Καὶ γὰρ θαυμαστὴ ἦν ἡ Παρθένος, καὶ δείκνυσιν αὐτῆς τὴν ἀρετὴν ὁ Λουκᾶς, λέγων ὅτι ἐπειδὴ τὸν ἀσπασμὸν ἤκουσεν, οὐκ εὐθέως ἑαυτὴν ἐξέχεεν, οὐδὲ ἐδέξατο τὸ λεχθέν· ἀλλ' ἐταράχθη ζητοῦσα τὸ, ποταπὸς εἴη ὁ ἀσπασμός. Ἡ δὲ οὕτως οὖσα διηκριβωμένη, κἂν ἐξέστη τῇ ἀθυμίᾳ τὴν αἰσχύνην λογιζομένη, καὶ οὐ προσδοκῶσα, ὅσα ἂν λέγῃ, πείσειν τινὰ τῶν ἀκουόντων, ὅτι οὐ μοιχεία τὸ γεγενημένον. Ἵν' οὖν ταῦτα μὴ γένηται, ἦλθε πρὸ τῆς συλλήψεως ὁ ἄγγελος. Καὶ γὰρ ἔδει ταραχῆς ἐκτὸς εἶναι τὴν νηδὺν ἐκείνην, ᾗ ὁ πάντων ∆ημιουργὸς ἐπέβη. Καὶ παντὸς ἀπηλλάχθαι θορύβου τὴν ψυχὴν, τὴν καταξιωθεῖσαν τοιούτων γενέσθαι διάκονον μυστηρίων. ∆ιὰ ταῦτα τῇ μὲν Παρθένῳ πρὸ τῆς κυήσεως, τῷ δὲ Ἰωσὴφ ἐν τῷ καιρῷ τῶν ὠδίνων διαλέγεται· ὃ πολλοὶ τῶν ἀφελεστέρων οὐ συνειδότες, διαφωνίαν ἔφασαν εἶναι, διὰ τὸ τὸν μὲν Λουκᾶν λέγειν, ὅτι τῇ Μαρίᾳ εὐηγγελίζετο, τὸν δὲ Ματθαῖον, ὅτι τῷ Ἰωσὴφ, οὐκ εἰδότες ὅτι ἀμφότερα γέγονεν. Ὅπερ ἀναγκαῖον παρὰ πᾶσαν τὴν ἱστορίαν παρατηρεῖν· καὶ γὰρ πολλὰς οὕτω λύσομεν δοκούσας εἶναι διαφωνίας. Ἔρχεται τοίνυν ὁ ἄγγελος, θορυβουμένου τοῦ Ἰωσήφ. Καὶ γὰρ καὶ τῶν εἰρημένων ἕνεκεν, καὶ ἵνα φανῇ αὐτοῦ ἡ φιλοσοφία, ἀναβάλλεται τὴν παρουσίαν. Ἐπειδὴ δὲ τὸ ἔργον ἔμελλεν ἐκβαίνειν, παραγίνεται λοιπόν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἄγγελος κατ' ὄναρ φαίνεται τῷ Ἰωσήφ. Ὁρᾷς τοῦ ἀνδρὸς τὴν ἐπιείκειαν; Οὐ μόνον ὅτι οὐκ ἐκόλασεν, ἀλλ' ὅτι οὐδὲ ἐξεῖπέ τινι, οὐδὲ αὐτῇ τῇ ὑποπτευομένῃ, ἀλλὰ καθ' ἑαυτὸν ἐλογίζετο, καὶ αὐτῇ τῇ Παρθένῳ σπουδάζων κρύψαι τὴν αἰτίαν. Οὐδὲ γὰρ εἶπεν, Ἐκβαλεῖν αὐτὴν ἤθελεν, ἀλλ' Ἀπολῦσαι· τοσοῦτον ἦν ἥμερος καὶ ἐπιεικὴς ὁ ἀνήρ. Ταῦτα δὲ αὐτοῦ ἐνθυμουμένου, κατ' ὄναρ φαίνεται ὁ ἄγγελος. Καὶ διὰ τί μὴ φανερῶς, καθὼς τοῖς ποιμέσι καὶ τῷ Ζαχαρίᾳ καὶ τῇ Παρθένῳ; Σφόδρα πιστὸς ἦν ὁ ἀνὴρ, καὶ οὐκ ἐδεῖτο τῆς ὄψεως ταύτης. Ἡ μὲν γὰρ Παρθένος, ἅτε πολὺ μέγα εὐαγγελιζομένη, καὶ τοῦ Ζαχαρίου μεῖζον, καὶ πρὸ τοῦ πράγματος, ἔχρῃζε καὶ παραδόξου ὄψεως· οἱ δὲ ποιμένες, ἅτε ἀγροικικώτερον διακείμενοι. Οὗτος δὲ μετὰ τὸν τόκον, τῆς ψυχῆς λοιπὸν ὑπὸ τῆς πονηρᾶς ὑποψίας καταληφθείσης, καὶ ἑτοίμου οὔσης πρὸς χρηστὰς μεταθέσθαι ἐλπίδας, εἰ φανείη τις ὁ πρὸς τοῦτο ὁδηγῶν, εὐκόλως δέχεται τὴν ἀποκάλυψιν. ∆ιὸ μετὰ τὴν ὑποψίαν εὐαγγελίζεται, ἵνα αὐτὸ τοῦτο γένηται αὐτῷ τῶν λεγομένων ἀπόδειξις. Τὸ γὰρ μηδενὶ ἐξειπεῖν, ἀλλ' ἃ κατὰ διάνοιαν ἐνεθυμήθη, ταῦτα ἀκοῦσαι λέγοντος τοῦ ἀγγέλου, ἀναμφισβήτητον αὐτῷ παρεῖχε σημεῖον τοῦ παρὰ Θεοῦ λέγοντα ἀφῖχθαι· αὐτοῦ γὰρ μόνου τὰ ἀπόῤῥητα τῆς καρδίας εἰδέναι ἐστίν. Ὅρα γοῦν πόσα γίνεται· καὶ ἡ τοῦ ἀνδρὸς φιλοσοφία διαδείκνυται, καὶ πρὸς τὴν πίστιν αὐτῷ συμβάλλεται τὸ εὐκαίρως λεχθὲν, καὶ ὁ λόγος ἀνύποπτος γίνεται, δεικνὺς ὅτι ἔπαθεν ἅπερ εἰκὸς ἦν παθεῖν ἄνδρα. ʹ. Πῶς οὖν αὐτὸν πιστοῦται ὁ ἄγγελος; Ἄκουσον, καὶ θαύμασον τὴν σοφίαν τῶν εἰρημένων. Ἐλθὼν γάρ φησιν· Ἰωσὴφ υἱὸς ∆αυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου. Εὐθέως αὐτὸν ἀναμιμνήσκει τοῦ ∆αυῒδ, ὅθεν ὁ Χριστὸς ἔμελλεν ἔσεσθαι, καὶ οὐκ ἀφίησιν αὐτὸν διαταραχθῆναι, διὰ τῆς τῶν προγόνων προσηγορίας τῆς ἐπαγγελίας τῆς πρὸς τὸ ὅλον γένος γενομένης ἀναμνήσας. Ἐπεὶ τίνος ἕνεκεν υἱὸν ∆αυῒδ αὐτὸν ἐκάλεσε; Μὴ φοβηθῇς· καίτοιγε ἀλλαχοῦ ὁ Θεὸς οὐχ οὕτω ποιεῖ, ἀλλὰ βουλευομένου τινὸς περὶ γυναικὸς ὅπερ οὐκ ἔδει, ἐπιπληκτικώτερον καὶ μετ' ἀπειλῆς τῷ λόγῳ κέχρηται· καίτοιγε τὸ πρᾶγμα καὶ ἐκεῖ ἀγνοίας ἦν· οὐδὲ γὰρ εἰδὼς ἔλαβε τὴν Σάῤῥαν ἐκεῖνος· ἀλλ' ὅμως ἐπέπληξεν· ἐνταῦθα δὲ ἡμερώτερον. Πολὺ γὰρ τὸ μέγεθος τῶν οἰκονομουμένων ἦν, καὶ τὸ μέσον ἑκατέρων τῶν ἀνδρῶν· διόπερ οὐδὲ ἐπιπλήξεως ἔδει. Εἰπὼν δὲ, Μὴ φοβηθῇς, δείκνυσιν αὐτὸν δεδοικότα, μὴ προσκρούσῃ τῷ Θεῷ ὡς μοιχαλίδα ἔχω, ὡς εἰ μὴ τοῦτο ἦν, οὐδ' ἂν ἐνενόησεν ἐκβαλεῖν. ∆ιὰ πάντων τοίνυν δείκνυσιν, ὅτι παρὰ Θεοῦ ὁ ἄγγελος ἥκει, καὶ ἅπερ ἐνενόησε, καὶ ἅπερ ἔπαθε κατὰ διάνοιαν, ἅπαντα εἰς μέσον ἐκφέρων καὶ προτιθείς. Εἰπὼν δὲ αὐτῆς τὸ ὄνομα, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἐπήγαγε, Τὴν γυναῖκά σου, οὐκ ἂν οὕτω καλέσας, εἰ διέφθαρτο. Γυναῖκα δὲ ἐνταῦθα τὴν μνηστὴν λέγει· ὥσπερ οὖν καὶ γαμβροὺς εἴωθεν ἡ Γραφὴ λέγειν καὶ πρὸ τοῦ γάμου τοὺς μνηστῆρας. Τί δέ ἐστι, Παραλαβεῖν; Ἔνδον κατέχειν· ἤδη γὰρ αὐτῷ τῇ διανοίᾳ ἀπολέλυτο. Ταύτην τὴν ἀπολελυμένην, φησὶ, κάτεχε, ἥν σοι παραδίδωσιν ὁ Θεὸς, οὐχ οἱ γονεῖς· παραδίδωσι δὲ, οὐκ εἰς γάμον, ἀλλ' εἰς τὸ συνοικεῖν, καὶ παραδίδωσι διὰ τῆς φωνῆς τῆς ἐμῆς. Ὥσπερ αὐτὴν καὶ ὁ Χριστὸς ὕστερον παρέδωκε τῷ μαθητῇ, οὕτω καὶ νῦν τῷ Ἰωσήφ. Εἶτα καὶ τὴν ὑπόθεσιν αἰνιξάμενος, τὴν μὲν πονηρὰν ὑποψίαν οὐκ εἶπε, σεμνότερον δὲ καὶ πρεπωδέστερον τῇ τῶν ὠδίνων αἰτίᾳ κἀκείνην ἀνεῖλε, δεικνὺς ὅτι δι' ὅπερ ἐδεδοίκει καὶ ἐκβαλεῖν ἤθελε, δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ λαβεῖν καὶ κατασχεῖν ἔνδον ἂν εἴη δίκαιος, ἐκ περιουσίας λύων τὴν ἀγωνίαν. Οὐ γὰρ μόνον παρανόμου, φησὶν, ἀπήλλακται μίξεως, ἀλλὰ καὶ ὑπὲρ φύσιν κυεῖ. Μὴ τοίνυν τὸν φόβον ἐκλύσῃς μόνον, ἀλλὰ καὶ εὐφραίνου μειζόνως· Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Παράδοξον τὸ εἰρημένον, ὑπερβαῖνον ἀνθρώπινον λογισμὸν, καὶ ἀνώτερον τῶν τῆς φύσεως νόμων. Πῶς οὖν πιστεύσει ὁ τούτων ἄπειρος τῶν διηγημάτων ἀνήρ; Ἀπὸ τῶν παρελθόντων, φησὶν, ἀπὸ τῶν ἀποκαλύψεων. ∆ιὰ γὰρ τοῦτο τὰ ἐν τῇ διανοίᾳ πάντα ἐξεκάλυψεν, ἅπερ ἔπαθεν, ἅπερ ἔδεισεν, ἅπερ ποιῆσαι ἐβουλεύσατο, ἵνα ἐξ ἐκείνων καὶ τοῦτο πιστώσηται· μᾶλλον δὲ, οὐκ ἀπὸ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων αὐτὸν ἐπάγεται. Τέξεται δὲ, φησὶν, υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Μὴ γὰρ, ἐπειδὴ ἐκ Πνεύματός ἐστιν ἁγίου, νομίσῃς ἀλλότριόν σε τῆς διακονίας εἶναι τῆς κατὰ τὴν οἰκονομίαν. Εἰ γὰρ καὶ εἰς τὴν γέννησιν οὐδὲν συντελεῖς, ἀλλ' ἀνέπαφος ἔμεινεν ἡ Παρθένος, ὅμως ὅπερ ἐστὶ πατρὸς ἴδιον, οὐ λυμαινόμενον τὸ τῆς παρθενίας ἀξίωμα, τοῦτό σοι δίδωμι, τὸ ὄνομα ἐπιθεῖναι τῷ τικτομένῳ· σὺ γὰρ αὐτὸν καλέσεις. Εἰ γὰρ καὶ μὴ σὸς ὁ τόκος, ἀλλὰ τὰ πατρὸς ἐπιδείξῃ περὶ αὐτόν. ∆ιὰ τοῦτό σε καὶ ἀπὸ τῆς τοῦ ὀνόματος θέσεως εὐθέως οἰκειῶ τῷ τικτομένῳ. Εἶτα, ἵνα μὴ πάλιν ἐκ τούτου πατέρα τις αὐτὸν ὑποπτεύσῃ, ἄκουσον τὰ ἑξῆς πῶς μετὰ ἀκριβείας τίθησι. Τέξεται, φησὶν, υἱόν· οὐκ εἶπε, Τέξεταί σοι, ἀλλ' ἁπλῶς, Τέξεται, μετέωρον αὐτὸ θείς· οὐ γὰρ αὐτῷ ἔτικτεν, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ.
ζʹ. ∆ιὰ τοῦτο καὶ τὸ ὄνομα ἐκ τῶν οὐρανῶν ἦλθε κομίζων ὁ ἄγγελος, καὶ ἐντεῦθεν δεικνὺς θαυμαστὸν ὄντα τὸν τόκον, τῷ τὸν Θεὸν εἶναι τὸν τὴν προσηγορίαν ἄνωθεν πέμποντα διὰ τοῦ ἀγγέλου τῷ Ἰωσήφ. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἦν, ἀλλὰ μυρίων ἀγαθῶν θησαυρός. ∆ιὸ καὶ ἑρμηνεύει τοῦτο ὁ ἄγγελος, καὶ χρηστὰς ὑποτείνει ἐλπίδας, καὶ ταύτῃ πρὸς πίστιν αὐτὸν ἐπαγόμενος. Πρὸς γὰρ ταῦτα ἐπιῤῥεπέστερον εἰώθαμεν ἔχειν· διὸ καὶ μᾶλλον αὐτοῖς πιστεύειν φιλοῦμεν. Ἀπὸ πάντων τοίνυν κατασκευάσας τὴν πίστιν, ἀπὸ τῶν παρελθόντων, ἀπὸ τῶν μελλόντων, ἀπὸ τῶν ἐνεστώτων, ἀπὸ τῆς εἰς αὐτὸν τιμῆς, εἰσάγει καὶ τὸν προφήτην εὐκαίρως τούτοις ἅπασι ψηφιζόμενον. Πρὶν ἢ δὲ αὐτὸν εἰσαγαγεῖν, τὰ μέλλοντα τῇ οἰκουμένῃ δι' αὐτοῦ συμβήσεσθαι ἀγαθὰ προαναφωνεῖ. Τίνα δὲ ταῦτά ἐστιν; Ἁμαρτιῶν ἀπαλλαγὴ καὶ ἀναίρεσις. Αὐτὸς γὰρ σώσει, φησὶ, τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν Καὶ ἐνταῦθα τὸ παράδοξον ἐνδείκνυται. Οὐ γὰρ πολέμων αἰσθητῶν, οὐδὲ βαρβάρων, ἀλλ' ὃ πολλῷ τούτων μεῖζον ἦν, ἁμαρτημάτων ἀπαλλαγὴν εὐαγγελίζεται· ὃ μηδενί ποτε ἔμπροσθεν ἐγένετο δυνατόν. Καὶ τίνος ἕνεκεν, φησὶ, Τὸν λαὸν αὑτοῦ, εἶπε, καὶ οὐχὶ καὶ τὰ ἔθνη προσέθηκεν; Ἵνα μὴ πτοήσῃ τὸν ἀκροατὴν τέως. Τῷ γὰρ συνετῶς ἀκροωμένῳ καὶ τὰ ἔθνη ᾐνίξατο. Λαὸς γὰρ αὐτοῦ οὐχ οἱ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ πάντες οἱ προσιόντες καὶ δεχόμενοι τὴν παρ' αὐτοῦ γνῶσιν. Σκόπει δὲ πῶς αὐτοῦ καὶ τὸ ἀξίωμα ἡμῖν παρήνοιξε, λαὸν αὐτοῦ καλῶν τὸν δῆμον τὸν Ἰουδαϊκόν. Τοῦτο γὰρ οὐδὲν ἄλλο δεικνύντος ἐστὶν, ἢ ὅτι Θεοῦ Παῖς ὁ τικτόμενος, καὶ περὶ τοῦ τῶν ἄνω βασιλέως ὁ λόγος ἐστὶν αὐτῷ. Οὐδὲ γὰρ ἁμαρτήματα ἀφιέναι ἑτέρας ἐστὶ δυνάμεως, ἀλλ' ἢ τῆς οὐσίας μόνης ἐκείνης. Ἐπεὶ οὖν τοσαύτης ἀπελαύσαμεν δωρεᾶς, πάντα ποιῶμεν, ὥστε μὴ τὴν εὐεργεσίαν καθυβρίσαι τὴν τοσαύτην. Εἰ γὰρ καὶ πρὸ τῆς τιμῆς ταύτης ἄξια κολάσεως τὰ γινόμενα ἦν, πολλῷ μᾶλλον μετὰ τὴν ἄφατον ταύτην εὐεργεσίαν. Καὶ ταῦτα οὐχ ἁπλῶς λέγω νῦν, ἀλλ' ἐπειδὴ πολλοὺς ὁρῶ μετὰ τὸ βάπτισμα ῥᾳθυμότερον τῶν ἀμυήτων διατελοῦντας, καὶ οὐδὲν ἔχοντας ἴδιον γνώρισμα πολιτείας. ∆ιά τοι τοῦτο οὐκ ἐν ἀγορᾷ, οὐκ ἐν ἐκκλησίᾳ δυνατὸν εἰδέναι ταχέως, τίς μὲν ὁ πιστὸς, τίς δὲ ὁ μὴ πιστὸς, πλὴν εἴ τις κατὰ τὸν καιρὸν ἐπισταίη τῶν μυστηρίων, καὶ ἴδοι τοὺς μὲν ἐκβαλλομένους, τοὺς δὲ ἔνδον μένοντας. Ἐχρῆν δὲ οὐκ ἀπὸ τοῦ τόπου, ἀλλ' ἀπὸ τοῦ τρόπου γνωρίζεσθαι. Τὰ μὲν γὰρ ἔξωθεν ἀξιώματα, εἰκότως ἀπὸ τῶν ἔξωθεν περικειμένων τεκμηρίων ἐστὶ κατάδηλα· τὰ δὲ ἡμέτερα ἀπὸ τῆς ψυχῆς εἶναι γνώριμα χρή. Τὸν γὰρ πιστὸν οὐκ ἀπὸ τῆς δωρεᾶς χρὴ φαίνεσθαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ζωῆς τῆς καινῆς. Τὸν πιστὸν, φωστῆρα δεῖ εἶναι τοῦ κόσμου καὶ ἅλας. Ὅταν δὲ μηδὲ σαυτῷ φαίνῃς, μηδὲ τὴν οἰκείαν σηπεδόνα ἐπισφίγγῃς, πόθεν σε εἰσόμεθα λοιπόν; ὅτι τῶν ναμάτων ἐπέβης τῶν ἱερῶν; Ἀλλὰ τοῦτό σοι κολάσεως ἐφόδιον γίνεται. Τιμῆς γὰρ μέγεθος τοῖς οὐκ ἀξίως τῆς τιμῆς ζῇν προαιρουμένοις προσθήκη τιμωρίας ἐστί. Τὸν γὰρ πιστὸν οὐκ ἀφ' ὧν ἔλαβε παρὰ τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀφ' ὧν αὐτὸς εἰσήνεγκε λάμπειν δίκαιον, καὶ πανταχόθεν εἶναι γνώριμον, ἀπὸ τοῦ βαδίσματος, ἀπὸ τοῦ βλέμματος, ἀπὸ τοῦ σχήματος, ἀπὸ τῆς φωνῆς. Ταῦτα δὲ εἶπον, οὐχ ἵνα πρὸς ἐπίδειξιν, ἀλλ' ἵνα πρὸς ὠφέλειαν τῶν ὁρώντων ἑαυτοὺς ῥυθμίσωμεν. Νῦν δὲ ὅθεν ἂν ζητήσω σε ἐπιγνῶναι, πανταχοῦ σε ἀπὸ τῶν ἐναντίων εὑρίσκω φαινόμενον. Ἄν τε γὰρ ἀπὸ τοῦ τόπου βουληθῶ σε καταμαθεῖν, ἐν ἱπποδρομίοις καὶ θεάτροις καὶ παρανομίαις ὁρῶ διημερεύοντα, ἐν πονηροῖς συλλόγοις τοῖς ἐν ἀγορᾷ, καὶ ἀνθρώπων συνουσίαις διεφθαρμένων· ἄν τε ἀπὸ τοῦ σχήματος τῆς ὄψεως, ἀνακαγχάζοντα βλέπω διηνεκῶς καὶ διαλελυμένον, καθάπερ σεσηρυῖαν ἑταιρίδα καὶ ἀπολελυμένην· ἄν τε ἀπὸ τῶν ἱματίων, τῶν ἐπὶ σκηνῆς οὐδὲν ἄμεινον διακείμενον ὁρῶ· ἄν τε ἀπὸ τῶν ἑπομένων, παρασίτους περιφέρεις καὶ κόλακας· ἄν τε ἀπὸ τῶν ῥημάτων, οὐδὲν ὑγιὲς, οὐδὲ ἀναγκαῖον, οὐδὲ συνέχον ἡμῶν τὴν ζωὴν ἀκούω φθεγγόμενον· ἄν τε ἀπὸ τῆς τραπέζης, μείζων ἐντεῦθεν ἡ κατηγορία φανεῖται.
ηʹ. Πόθεν οὖν, εἰπέ μοι, δυνήσομαί σε ἐπιγνῶναι τὸν πιστὸν, τῶν εἰρημένων ἁπάντων τἀναντία ψηφιζομένων; Καὶ τί λέγω τὸν πιστόν; Οὐδὲ γὰρ εἰ ἄνθρωπος εἶ, σαφῶς δύναμαι μαθεῖν. Ὅταν γὰρ λακτίζῃς μὲν ὥσπερ ὄνος, σκιρτᾷς δὲ ὥσπερ ταῦρος, χρεμετίζῃς δὲ ἐπὶ γυναιξὶν ὥσπερ ἵππος· καὶ γαστριμαργῇς μὲν ὥσπερ ἄρκτος, πιαίνῃς δὲ τὴν σάρκα ὥσπερ ἡμίονος· μνησικακῇς δὲ ὥσπερ κάμηλος· καὶ ἁρπάζῃς μὲν ὡς λύκος, ὀργίζῃ δὲ ὡς ὄφις, πλήττῃς δὲ ὡς σκορπίος, ὕπουλος δὲ ᾖς ὥσπερ ἀλώπηξ, ἰὸν δὲ πονηρίας διατηρῇς ὥσπερ ἀσπὶς καὶ ἔχις, πολεμῇς δὲ κατὰ τῶν ἀδελφῶν ὥσπερ ὁ πονηρὸς δαίμων ἐκεῖνος· πῶς δυνήσομαί σε μετὰ τῶν ἀνθρώπων ἀριθμεῖν, οὐχ ὁρῶν ἐν σοὶ τῆς τοιαύτης φύσεως τοὺς χαρακτῆρας; Κατηχουμένου γὰρ καὶ πιστοῦ διαφορὰν ζητῶν, κινδυνεύω μηδὲ ἀνδρὸς καὶ θηρίου εὑρεῖν διαφοράν. Τί γάρ σε εἴπω; Θηρίον; Ἀλλὰ τὰ θηρία ἑνὶ τούτων τῶν ἐλαττωμάτων κατέχεται· σὺ δὲ ὁμοῦ συμφορήσας πάντα, ποῤῥωτέρω τῆς ἐκείνων ἀλογίας ὁδεύεις. Ἀλλὰ δαίμονά σε προσείπω; Ἀλλὰ δαίμων οὔτε γαστρὸς δουλεύει τυραννίδι, οὔτε χρημάτων ἐρᾷ. Ὅταν οὖν καὶ θηρίων καὶ δαιμόνων ἐλαττώματα πλείονα ἔχῃς, πῶς σε ἄνθρωπον καλέσομεν, εἰπέ μοι; Εἰ δὲ ἄνθρωπόν σε οὐκ ἔστιν εἰπεῖν, πῶς σε προσεροῦμεν πιστόν; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὕτω διακείμενοι κακῶς, οὐδὲ ἐννοοῦμεν τῆς ψυχῆς ἡμῶν τὴν ἀμορφίαν, οὐδὲ καταμανθάνομεν αὐτῆς τὸ δυσειδές. Ἀλλ' ἐν κουρείῳ μὲν καθήμενος, καὶ τὴν κόμην ἀποκείρων, τὸ κάτοπτρον λαβὼν περισκοπεῖς μετὰ ἀκριβείας τὴν τῶν τριχῶν σύνθεσιν, καὶ τοὺς παρεστῶτας ἐρωτᾷς, καὶ τὸν ἀποκείραντα αὐτὸν, εἰ καλῶς τὰ πρὸς τῷ μετώπῳ συνέθηκε· καὶ γέρων ὢν πολλάκις, οὐκ αἰσχύνῃ νεωτερικαῖς φαντασίαις ἐπιμαινόμενος· τῆς δὲ ψυχῆς ἡμῶν οὐκ ἀμόρφου μόνον, ἀλλὰ καὶ θηριομόρφου, καὶ Σκύλλης τινὸς ἢ Χιμαίρας, κατὰ τὸν ἔξω μῦθον, γεγενημένης, οὐδὲ μικρὸν αἰσθανόμεθα. Καίτοιγε καὶ ἐνταῦθα κάτοπτρον ἔστι πνευματικὸν, καὶ πολλῷ βέλτιον ἐκείνου καὶ χρησιμώτερον· οὐδὲ γὰρ δείκνυσι τὴν ἀμορφίαν μόνον, ἀλλὰ καὶ μετατίθησιν αὐτὴν πρὸς κάλλος ἀμήχανον, ἂν θέλωμεν. Τοῦτο δέ ἐστιν ἡ τῶν ἀγαθῶν ἀνδρῶν μνήμη, καὶ τῆς μακαρίας ζωῆς αὐτῶν ἱστορία, ἡ τῶν Γραφῶν ἀνάγνωσις, οἱ παρὰ τοῦ Θεοῦ δοθέντες νόμοι. Κἂν βουληθῇς ἅπαξ μόνον ἰδεῖν εἰς τὰς τῶν ἁγίων ἐκείνων εἰκόνας, καὶ τὸ δυσειδὲς ὄψει τῆς διανοίας τῆς σῆς, καὶ ἰδὼν οὐδενὸς δεήσῃ λοιπὸν ἑτέρου εἰς τὸ ἀπαλλαγῆναι τῆς αἰσχρότητος ταύτης. Καὶ γὰρ εἰς τοῦτο χρήσιμον ἡμῖν τὸ κάτοπτρον, καὶ ῥᾳδίαν ποιεῖ τὴν μετάθεσιν. Μηδεὶς τοίνυν ἐν τῇ τῶν ἀλόγων μενέτω μορφῇ. Εἰ γὰρ ὁ δοῦλος εἰς τὴν οἰκίαν τοῦ πατρὸς οὐκ εἰσέρχεται, ὅταν αὐτὸς καὶ θηρίον γένῃ, πῶς δυνήσῃ τῶν προθύρων ἐπιβῆναι ἐκείνων; Καὶ τί λέγω θηρίον; Θηρίου μὲν παντὸς χαλεπώτερος ὁ τοιοῦτός ἐστιν. Ἐκεῖνα μὲν γὰρ, καίτοι κατὰ φύσιν ὄντα ἄγρια, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, πολλάκις ἥμερα γίνεται· σὺ δὲ ὁ τὴν ἐκείνων θηριωδίαν τὴν κατὰ φύσιν εἰς τὴν παρὰ φύσιν ἡμερότητα μεταβαλὼν, ποίαν ἕξεις ἀπολογίαν, τὴν σεαυτοῦ πραότητα τὴν κατὰ φύσιν εἰς τὴν παρὰ φύσιν θηριωδίαν ἐξαγαγών; καὶ τὸ μὲν ἄγριον φύσει δεικνὺς ἥμερον, σαυτὸν δὲ τὸν ἥμερον φύσει, παρὰ φύσιν ἄγριον ἱστάς; καὶ λέοντα μὲν τιθασσεύων καὶ χειροήθη ποιῶν, τὸν δὲ θυμὸν τὸν σὸν λέοντος ἀγριώτερον κατασκευάζων; Καίτοι δύο ἐκεῖ τὰ κωλύματα, καὶ τὸ λογισμοῦ ἐστερῆσθαι τὸ θηρίον, καὶ τὸ πάντων εἶναι θυμωδέστερον· ἀλλ' ὅμως τῇ περιουσίᾳ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης σοι σοφίας, καὶ τῆς φύσεως κρατεῖς. Ὁ τοίνυν ἐπὶ θηρίων καὶ τὴν φύσιν νικῶν, πῶς ἐπὶ σαυτοῦ μετὰ τῆς φύσεως καὶ τὸ τῆς προαιρέσεως προδίδως καλόν; Καὶ εἰ μὲν ἄλλον ἐκέλευον ἄνθρωπον ποιῆσαι πρᾶον, οὐδὲ οὕτω μὲν ἀδύνατα ἂν ἔδοξα ἐπιτάττειν· πλὴν ἀλλ' ἐνῆν σοι προβαλέσθαι τὸ μὴ κύριον εἶναι τῆς ἑτέρου γνώμης, μηδὲ ἐπὶ σοὶ κεῖσθαι τὸ πᾶν. Νυνὶ δὲ τὸ σαυτοῦ θηρίον, καὶ οὗ πάντως κύριος εἶ.
θʹ. Τίνα οὖν ἔχεις ἀπολογίαν, ποίαν δὲ πρόφασιν εὐπρόσωπον προβαλέσθαι δυνήσῃ, λέοντα μὲν ποιῶν ἄνθρωπον, σαυτὸν δὲ περιορῶν ἐξ ἀνθρώπου γινόμενον λέοντα; κἀκείνῳ μὲν τὰ ὑπὲρ φύσιν χαριζόμενος, σαυτῷ δὲ οὐδὲ τὰ κατὰ φύσιν τηρῶν; ἀλλὰ τοὺς μὲν ἀγρίους θῆρας εἰς τὴν ἡμετέραν φιλονεικῶν ἀνάγειν εὐγένειαν, σαυτὸν δὲ ἀπὸ τοῦ θρόνου τῆς βασιλείας καταστρέφων, καὶ εἰς τὴν μανίαν ἐξωθῶν τὴν ἐκείνων; Νόμισον γὰρ, εἰ βούλει, καὶ τὸν θυμὸν θηρίον εἶναι· καὶ ὅσην περὶ λέοντας ἕτεροι, τοσαύτην σὺ περὶ σαυτὸν ἐπίδειξαι τὴν σπουδὴν, καὶ ποίησον ἥμερον καὶ πρᾶον εἶναι τὸν τοιοῦτον λογισμόν. Καὶ γὰρ οὗτος χαλεποὺς ὀδόντας ἔχει καὶ ὄνυχας, κἂν μὴ ἡμερώσῃς αὐτὸν, πάντα ἀπολεῖ. Οὐδὲ γὰρ οὕτω λέων καὶ ἔχις τὰ σπλάγχνα διασπαράξαι δύναται, ὡς θυμὸς, τοῖς σιδηροῖς ὄνυξι διηνεκῶς τοῦτο ποιῶν. Οὐ γὰρ δὴ τὸ σῶμα λυμαίνεται μόνον, ἀλλὰ καὶ αὐτὴν τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν, κατεσθίων, σπαράττων, διαξαίνων τὴν δύναμιν αὐτῆς ἅπασαν, καὶ ἄχρηστον πρὸς πάντα τιθείς. Εἰ γὰρ σκώληκάς τις, ἐν τοῖς ἐγκάτοις τρέφων οὐδὲ ἀναπνεῖν δυνήσεται, πάντων τῶν ἔνδον αὐτῷ δαπανωμένων, πῶς ὄφιν ἡμεῖς τηλικοῦτον ἔχοντες κατατρώγοντα πάντα τὰ ἔνδον, τὸν θυμὸν λέγω, δυνησόμεθά τι γενναῖον τεκεῖν; Πῶς οὖν ταύτης ἀπαλλαγησόμεθα τῆς λύμης; Ἂν πίωμεν ποτὸν νεκρῶσαι δυνάμενον τοὺς ἔνδον σκώληκας καὶ τοὺς ὄφεις. Καὶ ποῖον ἂν εἴη τὸ ποτὸν, φησὶ, τὸ τὴν ἰσχὺν ταύτην ἔχον; Τὸ τίμιον αἷμα τοῦ Χριστοῦ, εἰ μετὰ παῤῥησίας ληφθείη· πᾶσαν γὰρ νόσον σβέσαι δυνήσεται τοῦτο, καὶ μετὰ τούτου τῶν θείων Γραφῶν ἡ μετ' ἀκριβείας ἀκρόασις, καὶ ἐλεημοσύνη τῇ ἀκροάσει προσγινομένη· διὰ γὰρ τούτων πάντων δυνήσεται νεκρωθῆναι τὰ λυμαινόμενα τὴν ψυχὴν ἡμῶν πάθη. Καὶ τότε ζησόμεθα μόνον· ὡς νῦν γε οὐδὲν τῶν τεθνεώτων ἄμεινον διακείμεθα· ἐπείπερ οὐκ ἔστι, ζώντων ἐκείνων, καὶ ἡμᾶς ζῇν, ἀλλ' ἀνάγκη ἡμᾶς ἀπολέσθαι. Κἂν μὴ φθάσωμεν αὐτὰ ἀποκτείναντες ἐνταῦθα, ἐκεῖ πάντως ἡμᾶς ἀποκτενεῖ· μᾶλλον δὲ καὶ πρὸ ἐκείνου τοῦ θανάτου τὴν ἐσχάτην ἡμᾶς καὶ ἐνταῦθα ἀπαιτήσει δίκην. Καὶ γὰρ ἕκαστον τῶν παθῶν τῶν τοιούτων, καὶ ὠμὸν καὶ τυραννικὸν καὶ ἀκόρεστον, καὶ καθ' ἑκάστην ἡμᾶς ἐσθίον τὴν ἡμέραν οὐδέποτε ἵσταται. Ὀδόντες γὰρ λέοντος οἱ ὀδόντες αὐτῶν· μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτεροι. Ὁ μὲν γὰρ λέων ὁμοῦ τε ἐκορέσθη, καὶ ἀπέστη τοῦ παραπεσόντος αὐτῷ σώματος· ταῦτα δὲ τὰ πάθη οὔτε ἐμπίπλαται, οὔτε ἀφίσταται, ἕως ἂν ἐγγὺς τοῦ διαβόλου στήσῃ τὸν ἁλόντα ἄνθρωπον. Τοσαύτη γὰρ αὐτῶν ἡ δύναμις, ὡς τὴν δουλείαν, ἣν ὁ Παῦλος περὶ τὸν Χριστὸν ἐπεδείκνυτο, καὶ γεέννης καὶ βασιλείας δι' αὐτὸν καταφρονῶν, τὴν αὐτὴν καὶ παρὰ τῶν ἁλόντων ἀπαιτεῖν. Ἄν τε γὰρ σωμάτων ἔρωτι, ἄν τε χρημάτων, ἄν τε δόξης περιπέσῃ τις, καὶ γεέννης καταγελᾷ λοιπὸν, καὶ βασιλείας καταφρονεῖ, ἵνα τὸ θέλημα τούτων ἐργάσηται. Μὴ τοίνυν ἀπιστῶμεν Παύλῳ λέγοντι, ὅτι τὸν Χριστὸν οὕτως ἐφίλησεν. Ὅταν γὰρ εὑρεθῶσί τινες τοῖς πάθεσιν οὕτω δουλεύοντες, πῶς ἄπιστον ἐκεῖνο δόξει εἶναι λοιπόν; Καὶ γὰρ διὰ τοῦτο ὁ περὶ τὸν Χριστὸν πόθος ἀσθενέστερος, ἐπειδὴ πᾶσα ἡμῖν ἡ δύναμις εἰς τοῦτον καταναλοῦται τὸν ἔρωτα, καὶ ἁρπάζομεν, καὶ πλεονεκτοῦμεν, καὶ δόξῃ δουλεύομεν κενῇ· ἧς τί γένοιτ' ἂν εὐτελέστερον; Κἂν γὰρ μυριάκις γένῃ περίβλεπτος, οὐδὲν τῶν ἀτίμων ἔσῃ βελτίων, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ ἀτιμότερος. Ὅταν γὰρ οἱ βουλόμενοί σε δοξάζειν καὶ λαμπρὸν ἀποδεικνύναι, δι' αὐτὸ τοῦτό σε γελῶσιν, ὅτι τῆς παρ' αὐτῶν ἐπιθυμεῖς δόξης, πῶς οὐκ εἰς τὸ ἐναντίον περιτραπήσεταί σοι τὰ τῆς τοιαύτης σπουδῆς; ιʹ. Καὶ γὰρ τῶν κατηγορουμένων τὸ πρᾶγμά ἐστιν. Ὥσπερ γὰρ τὸν ἐπιθυμοῦντα μοιχεύειν ἢ πορνεύειν ἂν ἐπαινῇ τις καὶ κολακεύῃ, αὐτῷ τούτῳ μᾶλλον κατήγορος γίνεται ἢ ἐπαινέτης τοῦ τὰ τοιαῦτα ἐπιθυμοῦντος· οὕτω καὶ τὸν δόξης ἐπιθυμοῦντα, ὅταν ἐπαινῶμεν ἅπαντες, κατήγοροι μᾶλλόν ἐσμεν ἢ ἐπαινέται τῶν βουλομένων δοξάζεσθαι. Τί τοίνυν ἐφέλκῃ τὸ πρᾶγμα, ἀφ' οὗ τὸ ἐναντίον σοι συμβαίνειν εἴωθεν; Εἰ γὰρ δοξάζεσθαι βούλει, καταφρόνει δόξης, καὶ πάντων ἔσῃ λαμπρότερος. Τί πάσχεις ὅπερ ἔπαθεν ὁ Ναβουχοδονόσορ; Καὶ γὰρ καὶ ἐκεῖνος εἰκόνα ἔστησεν, ἀπὸ τοῦ ξύλου καὶ τῆς ἀναισθήτου μορφῆς προσθήκην νομίζων ἑαυτῷ πορίζειν εὐφημίας, καὶ ὁ ζῶν ἀπὸ τοῦ μὴ ζῶντος λαμπρότερος ἤθελε φαίνεσθαι. Εἶδες τῆς μανίας τὴν ὑπερβολήν; ∆οκῶν γὰρ ἑαυτὸν τιμᾷν, μᾶλλον ἐξύβρισεν. Ὅταν γὰρ φαίνηται τῷ ἀψύχῳ θαῤῥῶν μᾶλλον ἢ ἑαυτῷ καὶ τῇ ἐν αὐτῷ ζώσῃ ψυχῇ, καὶ διὰ τοῦτο τὸ ξύλον ἐπὶ τοσαύτην ἄγῃ προεδρίαν, πῶς οὐκ ἂν εἴη γέλωτος ἄξιος, οὐκ ἀπὸ τρόπων, ἀλλ' ἀπὸ σανίδων καλλωπίζεσθαι σπεύδων; Ὥσπερ ἂν εἴ τις διὰ τὸ βάθρον τὸ ἐν τῇ οἰκίᾳ καὶ διὰ τὴν κλίμακα καλὴν οὖσαν ἀξιοῖ μᾶλλον, ἢ διὰ τὸ ἄνθρωπος εἶναι, ἐναβρύνεσθαι. Τοῦτον καὶ ἐφ' ἡμῶν πολλοὶ μιμοῦνται νῦν. Ὥσπερ γὰρ ἐκεῖνος ἀπὸ τῆς εἰκόνος, οὕτως ἀπὸ ἱματίων ἕτεροι, καὶ ἐξ οἰκίας ἄλλοι, καὶ ἐξ ἡμιόνων καὶ ὀχημάτων, καὶ ἀπὸ κιόνων τῶν ἐν ταῖς οἰκίαις ἀξιοῦσι θαυμάζεσθαι. Ἐπειδὴ γὰρ τὸ ἄνθρωποι εἶναι ἀπώλεσαν, περιέρχονται συλλέγοντες ἑαυτοῖς ἑτέρωθεν τὴν πολλοῦ γέλωτος γέμουσαν δόξαν. Ἀλλ' οὐχ οἱ γενναῖοι καὶ μεγάλοι τοῦ Θεοῦ θεράποντες ἐντεῦθεν, ἀλλ' ἀφ' ὧν ἔδει μάλιστα, ἐκ τούτων ἔλαμπον. Καὶ γὰρ αἰχμάλωτοι καὶ δοῦλοι καὶ νέοι καὶ ξένοι καὶ πάντων τῶν οἴκοθεν ὄντες ἔρημοι, τοῦ πάντα περιβεβλημένου ταῦτα σεμνότεροι πολλῷ τότε ἐφάνησαν. Καὶ τῷ μὲν Ναβουχοδονόσορ οὐκ εἰκὼν τοσαύτη, οὐ σατράπαι, οὐ στρατηγοὶ, οὐ στρατόπεδα ἄπειρα οὐ χρυσίου πλῆθος, οὐκ ἄλλη φαντασία πρὸς τὴν ἐπιθυμίαν ἤρκεσε, καὶ τὸ δεῖξαι μέγαν· τούτοις δὲ τούτων πάντων γεγυμνωμένοις ἤρκεσεν ἡ φιλοσοφία μόνη, καὶ τοῦ τὸ διάδημα καὶ τὴν πορφυρίδα ἔχοντος καὶ τοιαῦτα περιβεβλημένου, τοὺς οὐδὲν τούτων κεκτημένους λαμπροτέρους ἀπέφηνε τοσοῦτον, ὅσον ὁ ἥλιός ἐστι μαργάρου λαμπρότερος. Καὶ γὰρ ἐν μέσῳ τῆς οἰκουμένης ἁπάσης ἤγοντο, νέοι τε ὄντες καὶ αἰχμάλωτοι καὶ δοῦλοι, καὶ φανέντων εὐθέως ὁ βασιλεὺς πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἠφίει, καὶ στρατηγοὶ καὶ ὕπαρχοι καὶ τοπάρχαι καὶ ἅπαν τοῦ διαβόλου τὸ θέατρον περιειστήκει, καὶ φωνὴ συρίγγων πανταχόθεν καὶ σαλπίγγων καὶ πάσης μουσικῆς πρὸς τὸν οὐρανὸν φερομένη περιήχει τὰς ἐκείνων ἀκοὰς, καὶ κάμινος ἀνεκαίετο πρὸς ὕψος ἄπειρον, καὶ αὐτῶν ἡ φλὸξ ἥπτετο τῶν νεφελῶν, καὶ πάντα φόβου καὶ ἐκπλήξεως ἦν ἀνάμεστα. Ἀλλ' ἐκείνους οὐδὲν τούτων ἐξέπληξεν· ἀλλ' ὥσπερ παίδων παιζόντων καταγελάσαντες, τὴν ἀνδρείαν καὶ τὴν ἐπιείκειαν ἐπεδείκνυντο, καὶ τῶν σαλπίγγων ἐκείνων λαμπροτέραν ἀφιέντες φωνὴν ἔλεγον· Γνωστὸν ἔστω σοι, βασιλεῦ. Οὐδὲ γὰρ μέχρι ῥήματος ὑβρίσαι ἐβούλοντο τὸν τύραννον, ἀλλὰ τὴν εὐσέβειαν ἐπιδείξασθαι μόνον. ∆ιόπερ οὐδὲ μακροὺς ἀπετείναντο λόγους, ἀλλ' ἐν βραχεῖ πάντα ἐπιδείκνυνται· Ἔστι γὰρ, φησὶ, Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς. Τί μοι τὸ πλῆθος δεικνύεις; τί μοι τὴν κάμινον; τί τὰ ξίφη τὰ ἠκονημένα; τί τοὺς φοβεροὺς δορυφόρους; Πάντων τούτων ἀνώτερος ἡμῶν ὁ ∆εσπότης καὶ δυνατώτερος. Εἶτα ἐννοήσαντες ὅτι συμβαίνει τὸν Θεὸν βουληθῆναι καὶ συγχωρῆσαι αὐτοὺς καυθῆναι, ἵνα μὴ τούτου γενομένου δόξωσι ψευδῆ λέγειν, προστιθέασι καὶ τοῦτο, λέγοντες, ὅτι Ἐὰν μὴ τοῦτο γένηται, γνωστὸν ἔστω σοι, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν.
ιαʹ. Εἰ γὰρ εἶπον, ὅτι δι' ἁμαρτήματα οὐ ῥύεται, κἂν μὴ ῥύσηται, ἠπιστήθησαν ἄν. ∆ιὰ τοῦτο ἐνταῦθα μὲν τοῦτο σιγῶσι· λέγουσι δὲ αὐτὸ ἐπὶ τῆς καμίνου, ἄνω καὶ κάτω τὰ ἁμαρτήματα προβαλλόμενοι. Ἐπὶ δὲ τοῦ βασιλέως οὐδὲν τοιοῦτον, ἀλλ' ὅτι κἂν καίεσθαι μέλλωσι, τὴν εὐσέβειαν οὐ προδώσουσιν. Οὐ γὰρ ἐπ' ἀμοιβαῖς καὶ ἀντιδόσεσιν ἔπραττον ἅπερ ἔπραττον, ἀλλ' ἐξ ἀγάπης μόνης· καίτοιγε καὶ ἐν αἰχμαλωσίᾳ ἦσαν, καὶ ἐν δουλείᾳ, καὶ οὐδενὸς ἀπολελαυκότες χρηστοῦ. Καὶ γὰρ καὶ πατρίδος καὶ ἐλευθερίας καὶ τῶν ὄντων πάντων ἐξέπεσον. Μὴ γάρ μοι τὰς ἐν ταῖς βασιλικαῖς αὐλαῖς εἴπῃς τιμάς. Ὅσιοι γὰρ ὄντες καὶ δίκαιοι, μυριάκις ἂν εἵλοντο προσαιτεῖν οἴκοι, καὶ τῶν ἐν τῷ ναῷ καλῶν ἀπολαύειν. Ἐξελεξάμην γὰρ, φησὶ, παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου, μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν· καὶ, Κρείττων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Μυριάκις οὖν ἂν εἵλοντο ἀπεῤῥίφθαι οἴκοι, ἢ βασιλεύειν ἐν Βαβυλῶνι. Καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ ἐν τῇ καμίνῳ δηλοῦσι, βαρούμενοι τὴν αὐτόθι διατριβήν. Εἰ γὰρ καὶ αὐτοὶ πολλῆς ἀπέλαυον τιμῆς, τὰς τῶν ἄλλων ὁρῶντες συμφορὰς σφόδρα ἐδάκνοντο· ὅπερ μάλιστά ἐστιν ἁγίων ἴδιον. μὴ δόξαν, μὴ τιμὴν, μηδὲν ἄλλο προτιμᾷν τῆς τοῦ πλησίον σωτηρίας. Ὅρα γοῦν πῶς ἐν καμίνῳ ὄντες, ὑπὲρ τοῦ δήμου παντὸς τὴν ἱκετηρίαν ἐποιοῦντο. Ἡμεῖς δὲ οὐδὲ ἐν ἀνέσει ὄντες τῶν ἀδελφῶν μνημονεύομεν. Καὶ ἡνίκα δὲ τὰ ἐνύπνια ἐζήτουν, οὐ τὸ ἑαυτῶν ἐσκόπουν, ἀλλὰ τὸ τῶν πολλῶν· ὅτι γὰρ θανάτου κατεφρόνουν, διὰ πολλῶν μετὰ ταῦτα ἔδειξαν. Πανταχοῦ δὲ ἑαυτοὺς προβάλλονται, τὸν Θεὸν δυσωπῆσαι βουλόμενοι. Εἶτα ἐπειδὴ οὐδὲ ἑαυτοὺς ἀρκεῖν ἡγοῦντο, ἐπὶ τοὺς πατέρας καταφεύγουσιν· αὐτοὶ δὲ οὐδὲν πλέον ἔφασαν εἰσφέρειν, ἀλλ' ἢ πνεῦμα συντετριμμένον. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Καὶ γὰρ καὶ νῦν ἕστηκεν εἰκὼν χρυσῆ, ἡ τοῦ μαμωνᾶ τυραννίς. Ἀλλὰ μὴ προσέχωμεν τοῖς τυμπάνοις, μηδὲ τοῖς αὐλοῖς, μηδὲ ταῖς κινύραις, μηδὲ τῇ λοιπῇ τοῦ πλούτου φαντασίᾳ· ἀλλὰ κἂν εἰς κάμινον ἐμπεσεῖν δέῃ πενίας, ἑλώμεθα, ὥστε μὴ προσκυνῆσαι ἐκείνῳ, καὶ ἔσται δρόσος ἐν μέσῳ διασυρίζουσα. Μὴ τοίνυν φρίττωμεν, πενίας ἀκούοντες κάμινον. Καὶ γὰρ καὶ τότε οἱ μὲν ἐμπεσόντες εἰς τὴν κάμινον ἀπεδείχθησαν λαμπρότεροι, οἱ δὲ προσκυνήσαντες ἀνῃρέθησαν. Ἀλλὰ τότε μὲν ὁμοῦ πάντα ἐγένετο· νῦν δὲ τὰ μὲν ἐνταῦθα ἔσται, τὰ δὲ ἐκεῖ, τὰ δὲ καὶ ἐνταῦθα καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ. Οἱ μὲν γὰρ ὑπὲρ τοῦ μὴ προσκυνῆσαι τὸν μαμωνᾶν πενίαν ἑλόμενοι, καὶ ἐνταῦθα καὶ τότε ἔσονται λαμπρότεροι· οἱ δὲ πλουτοῦντες ἐνταῦθα ἀδίκως, τότε τὴν ἐσχάτην δώσουσι δίκην. Ἀπὸ ταύτης καὶ Λάζαρος τῆς καμίνου ἐξῄει, τῶν παίδων ἐκείνων οὐχ ἧττον λαμπρός· ὁ δὲ ἐν τῇ τάξει τῶν προσκυνησάντων τὴν εἰκόνα πλούσιος ἐν γεέννῃ κατεδικάζετο. Καὶ γὰρ τὰ εἰρημένα τύπος ἐκείνων. Ὥσπερ οὖν ἐνταῦθα οἱ μὲν ἐμπεσόντες οὐδὲν ἔπαθον, οἱ δὲ ἔξω καθήμενοι μετὰ πολλῆς ἡρπάγησαν τῆς σφοδρότητος· οὕτω καὶ τότε ἔσται· οἱ μὲν ἅγιοι διὰ τοῦ ποταμοῦ τοῦ πυρὸς βαδίζοντες, οὐδὲν πείσονται ἀηδὲς, ἀλλὰ καὶ φαιδροὶ φανοῦνται· οἱ δὲ τὴν εἰκόνα προσκυνήσαντες, ὄψονται τὸ πῦρ αὐτοῖς θηρίου χαλεπώτερον παντὸς ἐπιπηδῶν, καὶ καθέλκον ἔνδον. Ὥστε εἴ τις διαπιστεῖ τῇ γεέννῃ, ταύτην ἰδὼν τὴν κάμινον, ἀπὸ τῶν παρόντων πιστευέτω τοῖς μέλλουσι, καὶ μὴ φοβείσθω πενίας κάμινον, ἀλλ' ἁμαρτίας κάμινον. Τοῦτο μὲν γὰρ φλὸξ καὶ ὀδύνη, ἐκεῖνο δὲ δρόσος καὶ ἄνεσις· κἀκείνῃ μὲν τῇ καμίνῳ παρέστηκεν ὁ διάβολος, ταύτῃ δὲ ἄγγελοι τινάσσοντες τὴν φλόγα.
ιβʹ. Ταῦτα ἀκουέτωσαν οἱ πλουτοῦντες, οἱ τὴν κάμινον τῆς πενίας ἀνάπτοντες. Ἐκείνους μὲν γὰρ οὐδὲν βλάψουσι, τῆς δρόσου παραγενομένης αὐτοῖς· ἑαυτοὺς δὲ εὐχειρώτους ἐργάσονται τῇ φλογὶ, ἣν ἀπὸ τῶν ἰδίων ἀνῆψαν χειρῶν. Τότε μὲν οὖν ἄγγελος συγκατέβη τοῖς παισὶν ἐκείνοις· νυνὶ δὲ ἡμεῖς τοῖς ἐν καμίνῳ πενίας οὖσι συγκαταβῶμεν, καὶ διὰ τῆς ἐλεημοσύνης ἐργασώμεθα δρόσον, καὶ ἐκτινάξωμεν τὴν φλόγα, ἵνα καὶ τῶν στεφάνων αὐτῶν γενώμεθα κοινωνοί· ἵνα καὶ τὴν φλόγα τῆς γεέννης ἡ τοῦ Χριστοῦ διασκεδάσῃ φωνὴ ἡ λέγουσα· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Αὕτη γὰρ ἡ φωνὴ τότε ἀντὶ δρόσου παραστήσεται ἡμῖν, διὰ μέσης συρίζουσα τῆς φλογός. Κατέλθωμεν τοίνυν μετὰ ἐλεημοσύνης εἰς τὴν τῆς πτωχείας κάμινον· ἴδωμεν τοὺς φιλοσοφοῦντας βαδίζοντας ἐν αὐτῇ, καὶ τοὺς ἄνθρακας πατοῦντας· ἴδωμεν τὸ θαῦμα τὸ καινὸν καὶ παράδοξον, ἄνθρωπον ἐν καμίνῳ ψάλλοντα, ἄνθρωπον ἐν πυρὶ εὐχαριστοῦντα, πενίᾳ προσδεδεμένον ἐσχάτῃ, καὶ πολλὴν φέροντα τὴν εὐφημίαν τῷ Χριστῷ. Καὶ γὰρ τοῖς παισὶν ἐκείνοις ἴσοι γίνονται οἱ πενίαν μετ' εὐχαριστίας φέροντες. Καὶ γὰρ πυρὸς φοβερώτερον ἡ πτωχεία, καὶ μᾶλλον ἐμπιπρᾷν εἴωθεν. Ἀλλὰ τοὺς παῖδας οὐκ ἐνέπρησεν ἐκείνους, ἀλλ' ἐπειδὴ χάριτας ὡμολόγησαν τῷ ∆εσπότῃ, καὶ τὰ δεσμὰ εὐθέως αὐτοῖς διελύετο. Οὕτω καὶ νῦν, ἂν ἐμπεσὼν εἰς πενίαν εὐχαριστήσῃς, καὶ τὰ δεσμὰ λύεται, καὶ ἡ φλὸξ σβέννυται· κἂν μὴ σβεσθῇ, τὸ πολλῷ θαυμαστότερον, ἀντὶ φλογὸς πηγὴ γίνεται· ὃ δὴ καὶ τότε συνέβη· καὶ ἐν καμίνῳ μέσῃ δρόσου καθαρᾶς ἀπέλαυον. Τὸ μὲν γὰρ πῦρ οὐκ ἔσβεσε, τὸ δὲ καυθῆναι τοὺς ἐμβληθέντας διεκώλυσε. Τοῦτο καὶ ἐπὶ τῶν φιλοσοφούντων ἔστιν ἰδεῖν· καὶ γὰρ ἐν πενίᾳ τῶν πλουτούντων ἀδεέστερον διάκεινται. Μὴ τοίνυν ἔξω τῆς καμίνου καθεζώμεθα, ἀνηλεῶς πρὸς τοὺς πένητας ἔχοντες, ἵνα μὴ πάθωμεν ὅπερ ἔπαθον τότε ἐκεῖνοι. Ἂν μὲν γὰρ καταβὰς πρὸς αὐτοὺς στήσῃ μετὰ τῶν παίδων, οὐκέτι σε οὐδὲν ἐργάσεται δεινὸν τὸ πῦρ· ἐὰν δὲ ἄνω καθήμενος περιίδῃς αὐτοὺς ἐν τῇ φλογὶ τῆς πενίας, κατακαύσει σε ἡ φλόξ. Κατάβηθι τοίνυν εἰς τὸ πῦρ, ἵνα μὴ κατακαῇς ὑπὸ τοῦ πυρός· μὴ καθίσῃς ἔξω τοῦ πυρὸς, ἵνα μή σε ἁρπάσῃ ἡ φλόξ. Ἂν μὲν γὰρ ἴδῃ σε μετὰ τῶν πενήτων, ἀποστήσεταί σου· ἂν δὲ ἀλλοτριούμενον αὐτῶν, ἐπιδραμεῖταί σοι ταχέως, καὶ ἁρπάσεταί σε. Μὴ τοίνυν ἀποστῇς αὐτῶν ἐμβληθέντων· ἀλλ' ὅταν ὁ διάβολος κελεύῃ τοὺς μὴ προσκυνήσαντας τῷ χρυσῷ βαλεῖν εἰς τὴν κάμινον τῆς πενίας, μὴ τῶν ἐμβαλλόντων, ἀλλὰ τῶν ἐμβαλλομένων γίνου, ἵνα γένῃ τῶν σωζομένων, καὶ μὴ τῶν καιομένων. Καὶ γὰρ μεγίστη δρόσος, τὸ μὴ κατέχεσθαι ἐπιθυμίᾳ πλούτου, τὸ πένησιν ὁμιλεῖν. Οὗτοι πάντων εἰσὶν εὐπορώτεροι, οἱ τὴν ἐπιθυμίαν τοῦ πλούτου καταπατήσαντες. Ἐπεὶ καὶ ἐκεῖνοι καταφρονήσαντες τότε τοῦ βασιλέως, ἐγένοντο τοῦ βασιλέως λαμπρότεροι. Καὶ σὺ τοίνυν, ἂν ὑπερίδῃς τῶν ἐν τῷ κόσμῳ πραγμάτων, τοῦ κόσμου παντὸς ἔσῃ τιμιώτερος, κατὰ τοὺς ἁγίους ἐκείνους, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἵν' οὖν ἄξιος γένῃ τῶν οὐρανίων, καταγέλασον τῶν παρόντων. Οὕτω γὰρ καὶ ἐνταῦθα ἔσῃ λαμπρότερος, καὶ τῶν μελλόντων ἀπολαύσεις ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Εʹ. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.»
αʹ. Πολλῶν ἀκούω λεγόντων, ὅτι παρόντες μὲν καὶ τῆς ἀκροάσεως ἀπολαύοντες, συστελλόμεθα· ἐξελθόντες δὲ, ἕτεροι πάλιν ἀνθ' ἑτέρων γινόμεθα, τὸ πῦρ τῆς προθυμίας σβεννύντες. Τί οὖν ἂν γένοιτο, ὅπως τοῦτο μὴ γίνηται; Σκοπήσωμεν ὅθεν γίνεται. Πόθεν οὖν γίνεται ἡμῖν ἡ τοσαύτη μεταβολή; Ἀπὸ τῆς διατριβῆς τῆς μὴ προσηκούσης, καὶ τῆς τῶν πονηρῶν ἀνθρώπων συνουσίας. Οὐ γὰρ ἐχρῆν ἀπὸ τῆς συνάξεως ἀναχωροῦντας, εἰς τὰ μὴ προσήκοντα τῇ συνάξει ἐμβάλλειν ἑαυτοὺς πράγματα· ἀλλ' εὐθέως οἴκαδε ἐλθόντας τὸ βιβλίον μεταχειρίζεσθαι, καὶ τὴν γυναῖκα καὶ τὰ παιδία πρὸς τὴν κοινωνίαν τῆς τῶν εἰρημένων καλεῖν συλλογῆς, καὶ τότε τῶν βιωτικῶν ἅπτεσθαι πραγμάτων. Εἰ γὰρ ἀπὸ βαλανείου οὐκ ἂν ἕλοιο εἰς ἀγορὰν ἐμβάλλειν, ὥστε μὴ τὴν ἐκεῖθεν ἄνεσιν λυμήνασθαι τοῖς ἐν ἀγορᾷ πράγμασι· πολλῷ μᾶλλον ἀπὸ συνάξεως τοῦτο ποιεῖν ἐχρῆν. Νῦν δὲ τοὐναντίον ποιοῦμεν· διὰ δὴ τοῦτο καὶ πάντα ἀπόλλυμεν. Οὔπω γὰρ τῆς ὠφελείας τῶν λεχθέντων παγείσης καλῶς, ἡ πολλὴ ῥύμη τῶν ἔξωθεν προσπιπτόντων πάντα παρασύρασα οἴχεται. Ἵν' οὖν μὴ τοῦτο γίνηται, ἀπὸ συνάξεως ἀναχωρῶν, μηδὲν ποιοῦ τῆς τῶν εἰρημένων συλλογῆς ἀναγκαιότερον. Καὶ γὰρ ἐσχάτης ἀγνωμοσύνης ἂν εἴη, πέντε καὶ ἓξ ἡμέρας τοῖς βιωτικοῖς ἀπονέμοντας, τοῖς πνευματικοῖς μηδὲ μίαν ἡμέραν, μᾶλλον δὲ μηδὲ μικρὸν τῆς ἡμέρας μέρος διδόναι. Οὐχ ὁρᾶτε τὰ παιδία τὰ ἡμέτερα, ὅτι τὰ μαθήματα, ἅπερ ἂν δέξωνται, ταῦτα δι' ὅλης μελετῶσι τῆς ἡμέρας; Τοῦτο δὴ καὶ ἡμεῖς ἐργασώμεθα· ἐπεὶ πλέον οὐδὲν ἡμῖν ἔσται τῆς ἐνταῦθα ἀφίξεως, εἰς πίθον τετρημένον ἀντλοῦσι καθ' ἑκάστην ἡμέραν, καὶ μηδὲ τοσαύτην παρεχομένοις σπουδὴν τῇ τῶν εἰρημένων φυλακῇ, ὅσην περὶ χρυσὸν καὶ ἄργυρον ἐπιδεικνύμεθα. ∆ηνάρια μὲν γάρ τις ὀλίγα λαβὼν, καὶ εἰς βαλάντιον ἀποτίθεται, καὶ σφραγῖδα ἐπιτίθησιν· ἡμεῖς δὲ καὶ χρυσίου καὶ λίθων πολυτελῶν τιμιώτερα δεχόμενοι λόγια, καὶ τοὺς τοῦ Πνεύματος ὑποδεχόμενοι θησαυροὺς, οὐκ εἰς τὰ ταμιεῖα τῆς ψυχῆς ἀποτιθέμεθα, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν ἐῶμεν τῆς ἡμετέρας διανοίας ἐκρεῖν. Τίς οὖν ἡμᾶς ἐλεήσει λοιπὸν, ἐπιβουλεύοντας ἑαυτοῖς, καὶ εἰς τοσαύτην ἐμβάλλοντας πενίαν; Ἵν' οὖν μὴ τοῦτο γίνηται, γράψωμεν ἑαυτοῖς νόμον ἀκίνητον, καὶ ταῖς γυναιξὶ καὶ τοῖς παισὶ τοῖς ἡμετέροις, μίαν τῆς ἑβδομάδος ἡμέραν ταύτην ὅλην ἀνατιθέναι τῇ ἀκροάσει καὶ τῶν ἀκουσθέντων τῇ συλλογῇ. Οὕτω γὰρ καὶ εὐμαθέστεροι πρὸς τὰ μέλλοντα ῥηθήσεσθαι ἀπαντήσομεν, καὶ ἡμῖν ἐλάττων ὁ πόνος ἔσται, καὶ ὑμῖν τὸ κέρδος πλέον, ὅταν τὰ πρώην εἰρημένα φέροντες ἐπὶ μνήμης, οὕτω τὰ μετὰ ταῦτα ἀκούητε. Οὐ γὰρ μικρόν τι καὶ τοῦτο συντελεῖ πρὸς τὴν τῶν λεγομένων σύνεσιν, τὸ τὴν ἀκολουθίαν εἰδέναι μετὰ ἀκριβείας τῶν παρ' ἡμῶν ὑφαινομένων ὑμῖν νοημάτων. Ἐπειδὴ γὰρ οὐκ ἔνι πάντα ἐν μιᾷ καταβαλεῖν ἡμέρᾳ, τὰ ἐν πολλαῖς ὑμῖν ἡμέραις κατατιθέμενα τῇ τῆς μνήμης συνεχείᾳ ὥσπερ σειράν τινα ποιήσαντες, οὕτω δὴ περιτίθεσθε τῇ ψυχῇ, ὥστε ὁλόκληρον φαίνεσθαι τὸ σῶμα τῶν Γραφῶν. Ἀναμνήσαντες τοίνυν τῶν ἔναγχος εἰρημένων ἑαυτοὺς, οὕτω καὶ σήμερον ἐπὶ τὰ προκείμενα ἴωμεν.
βʹ. Τίνα δέ ἐστι τὰ προκείμενα σήμερον; Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος. Ἀξίως τοῦ θαύματος, ὡς αὐτῷ δυνατὸν ἦν, ἀνεβόησεν, εἰπών· Τοῦτο δὲ ὅλον γέγονεν. Ἐπειδὴ γὰρ εἶδε τὸ πέλαγος καὶ τὴν ἄβυσσον τῆς φιλανθρωπίας τοῦ Θεοῦ, καὶ τὸ μηδέποτε ἐλπισθὲν εἰς ἔργον ἐλθὸν, καὶ φύσεως λυθέντας νόμους, καὶ καταλλαγὰς γινομένας, καὶ τὸν πάντων ἀνώτερον πρὸς τὸν πάντων κατώτερον κατιόντα, καὶ τὰ μεσότοιχα λυόμενα, καὶ τὰ κωλύματα ἀναιρούμενα, καὶ πολλῷ πλείονα τούτων ἕτερα γινόμενα, ἑνὶ ῥήματι τὸ θαῦμα παρέστησεν, εἰπών· Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου. Μὴ γὰρ νομίσῃς, φησὶν, ὅτι νῦν ταῦτα ἔδοξε· πάλαι προετυποῦτο. Ὅπερ καὶ ὁ Παῦλος πανταχοῦ δεῖξαι ἐσπούδασε. Καὶ παραπέμπει τὸν Ἰωσὴφ τῷ Ἡσαΐᾳ λοιπὸν, ἵνα κἂν τῶν αὐτοῦ ῥημάτων ἐπιλάθηται ἀφυπνισθεὶς, ἅτε πρόσφατον εἰρημένων, τῶν προφητικῶν, οἷς συνανεστράφη διαπαντὸς, ἀναμνησθεὶς, καὶ τὰ παρ' αὐτοῦ λεχθέντα κατάσχῃ. Καὶ τῇ μὲν γυναικὶ οὐδὲν τούτων εἴρηκεν, ἅτε κόρῃ οὔσῃ καὶ ἀπείρως τούτων ἐχούσῃ· τῷ δὲ ἀνδρὶ, δικαίῳ τε ὄντι καὶ μελετῶντι προφήτας, ἐντεῦθεν διαλέγεται. Καὶ πρὸ μὲν τούτου, Μαριὰμ τὴν γυναῖκά σου, λέγει· ἐνταῦθα δὲ ὅτε τὸν προφήτην εἵλκυσεν εἰς τὸ μέσον, τότε αὐτῷ πιστεύει τὸ τῆς παρθενίας ὄνομα· οὐ γὰρ οὕτως ἀτάραχος ἔμενε, παρθένον παρ' αὐτοῦ ἀκούων, εἰ μὴ πρῶτον καὶ παρὰ Ἡσαΐου. Καὶ γὰρ οὐδὲν ξένον, ἀλλὰ τὸ σύνηθες καὶ τὸ ἐν πολλῷ χρόνῳ μελετηθὲν ἔμελλεν ἀκούσεσθαι παρὰ τοῦ προφήτου. ∆ιὰ τοῦτο ποιῶν εὐπαράδεκτον τὸ εἰρημένον ὁ ἄγγελος, παράγει εἰς μέσον τὸν Ἡσαΐαν. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ' ἐπὶ τὸν Θεὸν ἀναρτᾷ τὸν λόγον· οὐ γὰρ αὐτοῦ εἶναί φησι τὸ εἰρημένον, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἡσαΐου, ἀλλὰ, Τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου. Τὸ μὲν γὰρ στόμα Ἡσαΐου, ὁ δὲ χρησμὸς ἄνωθεν ἐφέρετο. Τί οὖν οὗτός φησιν ὁ χρησμός; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Πῶς οὖν οὐκ ἐκλήθη, φησὶ, τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ἀλλὰ Ἰησοῦς Χριστός; Ὅτι οὐκ εἶπε, Καλέσεις, ἀλλὰ, Καλέσουσιν, οἱ ὄχλοι τουτέστι, καὶ ἡ τῶν πραγμάτων ἔκβασις. Ἐνταῦθα γὰρ τὸ συμβαῖνον ὄνομα τίθησι· καὶ ἔθος τοῦτο τῇ Γραφῇ, τὰ συμβαίνοντα πράγματα ἀντὶ ὀνομάτων τιθέναι. Οὐδὲν οὖν ἄλλο δηλοῖ τὸ, Καλέσουσιν Ἐμμανουὴλ, ἢ ὅτι Ὄψονται Θεὸν μετὰ ἀνθρώπων· ἀεὶ μὲν γὰρ γέγονε μετὰ ἀνθρώπων, οὐδέποτε δὲ οὕτω σαφῶς. Εἰ δὲ ἀναισχυντοῖεν Ἰουδαῖοι, ἐρησόμεθα αὐτούς· Πότε ἐκλήθη τὸ παιδίον, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον; Ἀλλ' οὐκ ἂν ἔχοιεν εἰπεῖν. Πῶς οὖν ὁ προφήτης ἔλεγε· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον; Ὅτι γεννηθέντος αὐτοῦ προνομὴ σκύλων ἐγένετο καὶ διανομή· διὰ τοῦτο τὸ ἐπ' αὐτοῦ πρᾶγμα συμβεβηκὸς ὡς ὄνομα αὐτοῦ τίθησι. Καὶ ἡ πόλις δὲ, φησὶ, κληθήσεται πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών· καὶ οὐδαμοῦ εὑρίσκομεν ὅτι δικαιοσύνη ἐκλήθη ἡ πόλις, ἀλλ' ἔμεινεν Ἱεροσόλυμα καλουμένη· ἀλλ' ἐπειδὴ τοῦτο ἐξέβη, πρὸς τὸ βέλτιον αὐτῆς μεταβληθείσης, διὰ τοῦτο αὐτὴν οὕτω καλεῖσθαι ἔφη. Ὅταν γάρ τι συμβῇ πρᾶγμα, ὃ τῆς προσηγορίας σαφέστερον γνωρίζει τὸν κατορθοῦντα αὐτὸ, ἢ καὶ ἀπολαύοντα αὐτοῦ, ὄνομα αὐτῷ φησιν εἶναι τοῦ πράγματος τὴν ἀλήθειαν. Εἰ δὲ ἐντεῦθεν ἐπιστομισθέντες ἕτερον ζητοῖεν, τὸ περὶ τῆς παρθενίας λεχθὲν, καὶ προβάλλοιντο ἡμῖν ἑτέρους ἑρμηνευτὰς, λέγοντες, ὅτι Οὐκ εἶπον παρθένον, ἀλλὰ νεᾶνιν· πρῶτον μὲν ἐκεῖνο ἐροῦμεν, ὅτι τῶν ἄλλων μᾶλλον ἁπάντων τὸ ἀξιόπιστον οἱ Ἑβδομήκοντα ἔχοιεν ἂν δικαίως. Οἱ μὲν γὰρ μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἡρμήνευσαν, Ἰουδαῖοι μείναντες. καὶ δικαίως ἂν ὑποπτεύοιντο, ἅτε ἀπεχθείᾳ μᾶλλον εἰρηκότες, καὶ τὰς προφητείας συσκιάζοντες ἐπίτηδες· οἱ δὲ Ἑβδομήκοντα πρὸ ἑκατὸν ἢ καὶ πλειόνων ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας ἐπὶ τοῦτο ἐλθόντες καὶ τοσοῦτοι ὄντες, πάσης τοιαύτης εἰσὶν ὑποψίας ἀπηλλαγμένοι, καὶ διὰ τὸν χρόνον, καὶ διὰ τὸ πλῆθος, καὶ διὰ τὴν συμφωνίαν μᾶλλον ἂν εἶεν πιστεύεσθαι δίκαιοι.
γʹ. Εἰ δὲ καὶ τὴν ἐκείνων παράγοιεν μαρτυρίαν, καὶ οὕτω τὰ νικητήρια παρ' ἡμῖν. Καὶ γὰρ τὸ τῆς νεανιότητος ὄνομα ἐπὶ τῆς παρθενίας· εἴωθεν ἡ Γραφὴ τιθέναι, οὐκ ἐπὶ γυναικῶν μόνον, ἀλλὰ καὶ ἐπὶ ἀνδρῶν· Νεανίσκοι γὰρ, φησὶ, καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων. Καὶ περὶ κόρης δὲ ἐπιβουλευομένης διαλεγομένη πάλιν, Ἐὰν φωνήσῃ ἡ νεᾶνις, φησὶ, τουτέστιν ἡ παρθένος. Καὶ τὰ πρὸ τούτου δὲ εἰρημένα τοῦτον τὸν λόγον συνίστησιν. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· ἀλλὰ πρότερον εἰπὼν, Ἰδοὺ δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον, τότε ἐπήγαγεν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Καίτοι εἰ μὴ παρθένος ἦν ἡ μέλλουσα κύειν, ἀλλὰ νόμῳ γάμου τοῦτο ἐγίνετο, ποῖον ἂν εἴη σημεῖον τὸ γινόμενον; Τὸ γὰρ σημεῖον ὑπερβαίνειν δεῖ τὴν τῶν πολλῶν ἀκολουθίαν, καὶ ξένον εἶναι καὶ παρηλλαγμένον· ἐπεὶ πῶς ἂν εἴη σημεῖον; ∆ιεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου. Εἶδες ὑπακοὴν, καὶ καταπειθῆ διάνοιαν; εἶδες ψυχὴν διεγηγερ μένην, καὶ ἐν ἅπασιν ἀδέκαστον; Οὔτε γὰρ ἡνίκα ὑπώπτευσεν ἀηδές τι καὶ ἄτοπον, κατασχεῖν ἠνέσχετο τὴν Παρθένον, οὔτε ἐπειδὴ ταύτης ἀπηλλάγη τῆς ὑποψίας, ἐκβαλεῖν ὑπέμεινεν· ἀλλὰ καὶ κατέχει, καὶ διακονεῖται τῇ οἰκονομίᾳ πάσῃ. Καὶ παρέλαβε Μαρίαν τὴν γυναῖκα αὐτοῦ. Εἶδες πῶς συνεχῶς τοῦτο τίθησι τὸ ὄνομα ὁ εὐαγγελιστὴς, οὐ βουλόμενος ἐκκαλυφθῆναι τὸ μυστήριον ἐκεῖνο τέως, καὶ τὴν πονηρὰν ἐκείνην ἀναιρῶν ὑποψίαν; Παραλαβὼν δὲ αὐτὴν, οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Τὸ, Ἕως, ἐνταῦθα εἴρηκεν, οὐχ ἵνα ὑποπτεύσῃς ὅτι μετὰ ταῦτα αὐτὴν ἔγνω, ἀλλ' ἵνα μάθῃς ὅτι πρὸ τῶν ὠδίνων πάντως ἀνέπαφος ἦν ἡ Παρθένος. Τίνος οὖν ἕνεκεν, φησὶ, τὸ, Ἕως, τέθεικεν; Ὅτι ἔθος τῇ Γραφῇ τοῦτο πολλάκις ποιεῖν, καὶ τὴν ῥῆσιν ταύτην μὴ ἐπὶ διωρισμένων τιθέναι χρόνων. Καὶ γὰρ καὶ ἐπὶ τῆς κιβωτοῦ φησιν· Οὐχ ὑπέστρεψεν ὁ κόραξ ἕως οὗ ἐξηράνθη ἡ γῆ· καίτοιγε οὐδὲ μετὰ ταῦτα ὑπέστρεψε. Καὶ περὶ τοῦ Θεοῦ δὲ διαλεγομένη φησίν· Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· οὐχ ὅρους τιθεῖσα ἐνταῦθα· καὶ πάλιν εὐαγγελιζομένη καὶ λέγουσα· Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη· οὐ πέρας δίδωσι τῷ καλῷ τούτῳ στοιχείῳ. Οὕτω δὴ καὶ ἐνταῦθα τὸ, Ἕως, εἶπε, τὰ πρὸ τῶν ὠδίνων ἀσφαλιζομένη, τὰ δὲ μετὰ ταῦτα σοὶ καταλιμπάνουσα συλλογίζεσθαι. Ὃ μὲν γὰρ ἀναγκαῖον ἦν παρ' αὐτοῦ σε μαθεῖν, τοῦτο αὐτὸς εἴρηκεν, ὅτι ἀνέπαφος ἦν ἡ Παρθένος ἕως τοῦ τόκου· ὃ δὲ ἐκ τῶν εἰρημένων ἀκόλουθόν τε ἐφαίνετο καὶ ὡμολογημένον, τοῦτο σοὶ λοιπὸν ἀφίησι συνιδεῖν· οἷον, ὅτι οὐδὲ μετὰ ταῦτα τὴν οὕτω γενομένην μητέρα, καὶ καινῶν ὠδίνων καὶ ξένων καταξιωθεῖσαν λοχευμάτων, οὐκ ἂν δίκαιος ὢν ἐκεῖνος ὑπέμεινε γνῶναι λοιπόν. Εἰ γὰρ ἔγνω αὐτὴν, καὶ ἐν τάξει γυναικὸς εἶχε, πῶς ὡς ἀπροστάτευτον αὐτὴν καὶ οὐδένα ἔχουσαν τῷ μαθητῇ παρατίθεται, καὶ κελεύει αὐτῷ εἰς τὰ ἴδια αὐτὴν λαβεῖν; Πῶς οὖν, φησὶν, ἀδελφοὶ αὐτοῦ χρηματίζουσιν οἱ περὶ Ἰάκωβον; Ὥσπερ καὶ αὐτὸς ἐνομίζετο ἀνὴρ τῆς Μαρίας. Πολλὰ γὰρ ἐγένετο τὰ παραπετάσματα, ὥστε συσκιασθῆναι τέως τὸν τοιοῦτον τόκον. ∆ιὸ καὶ Ἰωάννης οὕτως αὐτοὺς ἐκάλει λέγων· Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Ἀλλ' ὅμως οἱ μὴ πιστεύοντες πρότερον, θαυμαστοὶ καὶ περιφανεῖς γεγόνασιν ὕστερον. Ὅτε γοῦν εἰς Ἱεροσόλυμα ἀνῆλθον οἱ περὶ Παῦλον δογμάτων ἕνεκεν, πρὸς αὐτὸν εὐθέως εἰσῆλθον. Οὕτω γὰρ ἦν θαυμαστὸς, ὡς καὶ τὴν ἐπισκοπὴν ἐγχειρισθῆναι πρῶτος. Φασὶ δὲ αὐτὸν καὶ σκληραγωγίᾳ προσέχειν τοσαύτῃ, ὡς καὶ τὰ μέλη νεκρωθῆναι ἅπαντα, καὶ ἀπὸ τῆς συνεχοῦς εὐχῆς, καὶ τῆς διηνεκοῦς πρὸς τὸ ἔδαφος ὁμιλίας τὸ μέτωπον οὕτως αὐτῷ κατεσκληκέναι, ὡς μηδὲν ἄμεινον γονάτων καμήλου διακεῖσθαι τῆς ἀντιτυπίας ἕνεκεν αὐτῆς. Οὗτος καὶ τὸν Παῦλον μετὰ ταῦτα πάλιν εἰς τὰ Ἱεροσόλυμα ἀνελθόντα ῥυθμίζει λέγων· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν συνεληλυθότων. Τοσαύτη ἦν αὐτοῦ ἡ σύνεσις, καὶ ὁ ζῆλος· μᾶλλον δὲ τοσαύτη ἡ τοῦ Χριστοῦ δύναμις. Οἱ γὰρ διασύροντες αὐτὸν ζῶντα, μετὰ τὸ ἀποθανεῖν οὕτως ἐξεπλάγησαν, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ μετὰ πολλῆς τῆς προθυμίας· ἅπερ μάλιστα δείκνυσι τῆς ἀναστάσεως τὴν ἰσχύν. ∆ιὰ γάρ τοι τοῦτο τὰ λαμπρότερα ὕστερον ἐτηρεῖτο, ἵνα ἀναμφισβήτητος αὕτη ἡ ἀπόδειξις γένηται. Εἰ γὰρ καὶ τῶν ἐν τῇ ζωῇ θαυμαζομένων παρ' ἡμῖν ἀπελθόντων ἐπιλανθανόμεθα, πῶς οἱ ζῶντα διαχλευάζοντες τοῦτον, ὕστερον Θεὸν εἶναι ἐνόμισαν, εἰ τῶν πολλῶν εἷς ἦν; πῶς δ' ἂν ὑπὲρ αὐτοῦ καὶ σφαγῆναι κατεδέξαντο, εἰ μὴ σαφῆ τῆς ἀναστάσεως ἔλαβον τὴν ἀπόδειξιν; δʹ. Ταῦτα δὲ οὐχ ἵνα ἀκούητε λέγομεν μόνον, ἀλλ' ἵνα καὶ μιμῆσθε τήν τε ἀνδρείαν, τήν τε παῤῥησίαν, τήν τε δικαιοσύνην ἅπασαν· ἵνα μηδεὶς ἑαυτοῦ ἀπογινώσκῃ, κἂν πρὸ τούτου ῥᾴθυμος ἦν· ἵνα εἰς μηδὲν ἕτερον ἔχῃ τὰς ἐλπίδας, μετὰ τὸν ἔλεον τοῦ Θεοῦ, ἀλλ' εἰς ἀρετὴν οἰκείαν. Εἰ γὰρ οὗτοι τῆς τοιαύτης οὐδὲν ἀπώναντο συγγενείας, καὶ οἴκου καὶ πατριᾶς τῆς αὐτῆς ὄντες τῷ Χριστῷ, ἕως ἀρετὴν ἐπεδείξαντο, τίνος δυνησόμεθα ἀπολαῦσαι συγγνώμης ἡμεῖς, συγγενεῖς καὶ ἀδελφοὺς δικαίους προβαλλόμενοι, ἂν μὴ σφόδρα ὦμεν ἐπιεικεῖς καὶ ἐν ἀρετῇ βεβιωκότες; Καὶ γὰρ ὁ προφήτης αὐτὸ τοῦτο αἰνιττόμενος ἔλεγεν· Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; κἂν Μωϋσῆς ᾖ, κἂν Σαμουὴλ, κἂν Ἱερεμίας. Ἄκουσον γοῦν τί φησι πρὸς αὐτὸν ὁ Θεός· Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου. Καὶ τί θαυμάζεις εἰ σοῦ οὐκ ἀκούω; Καὶ γὰρ αὐτὸς ὁ Μωϋσῆς. φησὶν, εἰ παρῆν, καὶ Σαμουὴλ, οὐκ ἂν αὐτῶν ἐδεξάμην τὴν ὑπὲρ τούτων ἱκετηρίαν. Κἂν Ἰεζεκιὴλ ᾖ ὁ παρακαλῶν, ἀκούσεται, ὅτι Ἐὰνστῇ Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας οὐ μὴ ἐξέλωνται. Κἂν Ἀβραὰμ ὁ πατριάρχης ᾗ ὑπὲρ τῶν σφόδρα ἀνίατα νοσούντων καὶ μὴ μεταβαλλομένων δεόμενος, ἀπελεύσεται ὁ Θεὸς αὐτὸν ἐγκαταλιμπάνων, ὥστε μὴ δέξασθαι τὴν ὑπὲρ τούτων φωνήν. Κἂν Σαμουὴλ ᾖ πάλιν ὁ τοῦτο ποιῶν, ἐρεῖ πρὸς αὐτόν· Μὴ πένθει περὶ τοῦ Σαούλ. Κἂν ὑπὲρ ἀδελφῆς τις παρακαλῇ μὴ προσηκόντως, ἀκούσεται πάλιν ὅπερ Μωϋσῆς· Εἰ ἐμπτύων ἐνέπτυσεν ὁ πατὴρ εἰς τὸ πρόσωπον αὐτῆς. Μὴ δὴ πρὸς ἑτέρους ὦμεν κεχηνότες. Ἔχουσι μὲν γὰρ δύναμιν αἱ εὐχαὶ τῶν ἁγίων μεγίστην, ἀλλ' ὅταν καὶ ἡμεῖς μετανοῶμεν καὶ γινώμεθα βελτίους. Ἐπεὶ καὶ Μωϋσῆς τὸν ἀδελφὸν τὸν ἑαυτοῦ καὶ μυριάδας ἑξήκοντα τῆς θεηλάτου τότε ὀργῆς ἐξαρπάσας, τὴν ἀδελφὴν οὐκ ἴσχυσεν ἐξελέσθαι· καίτοιγε οὐκ ἴσον τὸ ἁμάρτημα ἦν· ἐκείνη μὲν γὰρ τὸν Μωϋσέα ὕβρισεν· ἐνταῦθα δὲ ἀσέβεια ἦν τὸ τολμηθέν. Ἀλλὰ τοῦτο μὲν ὑμῖν ἀφίημι τὸ ζήτημα· τὸ δὲ ἔτι τούτου χαλεπώτερον ἐπιλῦσαι πειράσομαι. Τί γὰρ χρὴ λέγειν τὴν ἀδελφήν; Ὁ γὰρ τοσούτου δήμου προστὰς, ἑαυτῷ ἀρκέσαι οὐκ ἴσχυσεν, ἀλλὰ μετὰ τοὺς μυρίους πόνους καὶ τὰς ταλαιπωρίας, καὶ τὴν ἐν τεσσαράκοντα ἔτεσι προσεδρείαν, ἐκωλύετο τῆς γῆς ἐπιβῆναι, ὑπὲρ ἧς ἐπαγγελίαι τοσαῦται καὶ ὑποσχέσεις. Τί οὖν τὸ αἴτιον; Οὐκ ἦν λυσιτελοῦσα ἡ χάρις αὕτη, ἀλλὰ καὶ πολὺ τὸ βλάβος ἔχουσα, καὶ πολλοὺς τῶν Ἰουδαίων ὑποσκελίζειν ἔμελλεν. Εἰ γὰρ ἐπειδὴ τῆς Αἰγύπτου μόνης ἀπηλλάγησαν, τὸν Θεὸν ἀφέντες, Μωϋσέα ἐζήτουν, καὶ αὐτῷ τὸ πᾶν ἐλογίζοντο· εἰ καὶ εἰσαγαγόντα εἶδον εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ποῦ οὐκ ἂν ἐξώκειλαν ἀσεβείας; ∆ιά τοι τοῦτο οὐδὲ ὁ τάφος αὐτοῦ κατάδηλος γέγονε. Καὶ Σαμουὴλ δὲ τὸν μὲν Σαοὺλ οὐκ ἴσχυσεν ἀπαλλάξαι τῆς ἄνωθεν ὀργῆς, τοὺς δὲ Ἰσραηλίτας πολλάκις διέσωσε. Καὶ ὁ Ἱερεμίας Ἰουδαίοις μὲν οὐκ ἤρκεσεν, ἕτερον δέ τινα ἐκάλυψεν ἐν τῇ προφητείᾳ. Καὶ ὁ ∆ανιὴλ τοὺς μὲν βαρβάρους ἐξείλετο σφαττομένους, τοὺς δὲ Ἰουδαίους οὐκ ἐξείλετο αἰχμαλωτιζομένους. Καὶ ἐν τοῖς Εὐαγγελίοις δὲ ὀψόμεθα οὐκ ἐφ' ἑτέρων, ἀλλ' ἐπὶ τῶν αὐτῶν ἀμφότερα ταῦτα γινόμενα· καὶ τὸν αὐτὸν νῦν μὲν ἀρκέσαντα ἑαυτῷ, νῦν δὲ προδεδομένον. Ὁ γὰρ τὰ μυρία τάλαντα ὀφείλων, καὶ ἐξείλετο ἑαυτὸν τοῦ κινδύνου δεηθεὶς, καὶ πάλιν οὐκ ἴσχυσεν· ἕτερος δὲ ἀντιστρόφως πρότερον ἑαυτὸν προδοὺς, ὕστερον τὰ μέγιστα ἑαυτῷ βοηθῆσαι ἴσχυσε. Τίς δὲ οὗτός ἐστιν; Ὁ τὴν πατρῴαν καταφαγὼν οὐσίαν. Ὥστε ἐὰν μὲν ῥᾳθυμῶμεν, οὐδὲ δι' ἑτέρων δυνησόμεθα σώζεσθαι· ἐὰν δὲ νήφωμεν, καὶ δι' ἑαυτῶν τοῦτο ἰσχύσομεν, καὶ δι' ἑαυτῶν μᾶλλον, ἢ δι' ἑτέρων. Καὶ γὰρ ὁ Θεὸς ἡμῖν μᾶλλον δοῦναι βούλεται τὴν χάριν, ἢ ἑτέροις ὑπὲρ ἡμῶν· ἵνα καὶ παῤῥησίας ἀπολαύωμεν, καὶ βελτίους γινώμεθα, σπουδάζοντες αὐτοῦ λῦσαι τὴν ὀργήν. Οὕτω τὴν Χαναναίαν ἠλέησεν· οὕτω τὴν πόρνην ἔσωσεν, οὕτω τὸν λῃστὴν, οὐδενὸς γενομένου μεσίτου καὶ προστάτου.
εʹ. Καὶ ταῦτα λέγω, οὐχ ἵνα μὴ ἱκετεύωμεν τοὺς ἁγίους, ἀλλ' ἵνα μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀναπίπτοντες αὐτοὶ καὶ καθεύδοντες, ἑτέροις τὰ καθ' ἡμᾶς ἐπιτρέπωμεν μόνοις. Καὶ γὰρ εἰπὼν, Ποιήσατε ὑμῖν φίλους, οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ προσέθηκεν, Ἐκ τοῦ ἀδίκου μαμωνᾶ· ἵνα πάλιν σὸν τὸ κατόρθωμα γένηται· οὐδὲν γὰρ ἕτερον ἢ ἐλεημοσύνην ἐνταῦθα ᾐνίξατο. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐδὲ ἀκριβολογεῖται πρὸς ἡμᾶς, ἐὰν ἀποστῶμεν τῆς ἀδικίας Ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· Ἐκτήσω κακῶς; ἀνάλωσον καλῶς. Συνέλεξας ἀδίκως; σκόρπισον δικαίως. Καίτοιγε ποία τοῦτο ἀρετὴ τὸ ἐκ τῶν τοιούτων διδόναι; Ἀλλ' ὅμως ὁ Θεὸς, φιλάνθρωπος ὢν, καὶ μέχρι τούτου καταβαίνει· κἂν οὕτω ποιῶμεν, πολλὰ ἡμῖν ἐπαγγέλλεται ἀγαθά. Ἀλλ' ἡμεῖς εἰς τοσοῦτον ἀναισθησίας ἥκομεν, ὡς μηδὲ ἐκ τοῦ ἀδίκου διδόναι· ἀλλὰ μυρία ἁρπάζοντες, ἂν πολλοστὸν μέρος καταβάλωμεν, τὸ πᾶν νομίζομεν πεπληρωκέναι. Οὐκ ἤκουσας Παύλου λέγοντος, ὅτι Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει; Τίνος οὖν ἕνεκεν φείδῃ; μὴ γὰρ ἀνάλωμα τὸ πρᾶγμά ἐστι; μὴ γὰρ δαπάνη; Πρόσοδός ἐστι καὶ ἐμπορία. Ὅπου ἐμπορία, ἐκεῖ καὶ πλεονασμός· ὅπου σπόρος, ἐκεῖ καὶ ἀμητός. Σὺ δὲ, εἰ μὲν γῆν λιπαρὰν καὶ βαθεῖαν καὶ πολλὰ δυναμένην δέξασθαι σπέρματα γεωργεῖν ἔμελλες, καὶ τὰ ὄντα ἂν ἐξέβαλες, καὶ παρ' ἑτέρων ἂν ἐδανείσω, ζημίαν τὴν ἐν τοῖς τοιούτοις φειδὼ νομίζων εἶναι· τὸν δὲ οὐρανὸν μέλλων γεωργεῖν, τὸν οὐδεμιᾷ ἀνωμαλίᾳ ἀέρων ὑποκείμενον, ἀλλὰ πάντως ἀποδώσοντα μετὰ πλείονος προσθήκης τὰ καταβαλλόμενα, ὀκνεῖς καὶ ἀναδύῃ, καὶ οὐκ ἐννοεῖς ὅτι ἔστι φειδόμενον ἀπολέσαι, καὶ μὴ φειδόμενον κερδᾶναι. Σκόρπισον τοίνυν, ἵνα μὴ ἀπολέσῃς· μὴ κατάσχῃς, ἵνα κατάσχῃς· ἔκβαλε, ἵνα φυλάξῃς· ἀνάλωσον, ἵνα κερδάνῃς. Κἂν φυλάξαι αὐτὰ δέῃ, μὴ σὺ φύλαττε· πάντως γὰρ αὐτὰ ἀπολεῖς· ἀλλὰ πίστευσον τῷ Θεῷ· οὐδεὶς γὰρ ἐκεῖθεν ἁρπάζει. Μὴ σὺ πραγματεύου· οὐδὲ γὰρ οἶσθα κερδαίνειν· ἀλλὰ δάνεισον τῷ πλείω τοῦ κεφαλαίου τὸν τόκον παρέχοντι. ∆άνεισον ἔνθα μηδεὶς φθόνος, ἔνθα μηδεμία κατηγορία, μηδὲ ἐπιβουλὴ, μηδὲ φόβος. ∆άνεισον τῷ μηδενὸς δεομένῳ, καὶ χρείαν ἔχοντι διὰ σέ· τῷ πάντας τρέφοντι, καὶ πεινῶντι, ἵνα σὺ μὴ λιμώξῃς· τῷ πενομένῳ, ἵνα σὺ πλουτήσῃς. ∆άνεισον ὅθεν οὐκ ἔστι θάνατον, ἀλλὰ ζωὴν ἀντὶ θανάτου καρπώσασθαι· οὗτοι μὲν γὰρ βασιλείαν, ἐκεῖνοι δὲ γέενναν προξενοῦσιν οἱ τόκοι· οἱ μὲν γὰρ φιλαργυρίας, οἱ δὲ φιλοσοφίας εἰσί· καὶ οἱ μὲν ὠμότητος, οἱ δὲ φιλανθρωπίας. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ὅταν καὶ πλείονα ἐξὸν λαβεῖν, καὶ μετὰ ἀσφαλείας, καὶ ἐν καιρῷ τῷ προσήκοντι, καὶ ἐν ἐλευθερίᾳ πολλῇ, καὶ σκωμμάτων χωρὶς καὶ φόβων καὶ κινδύνων, ἀφέντες ταῦτα κερδᾶναι, διώκωμεν ἐκεῖνα τὰ αἰσχρὰ καὶ εὐτελῆ καὶ σφαλερὰ καὶ διαπίπτοντα, καὶ πολλὴν προξενοῦντα τὴν κάμινον ἡμῖν; Οὐδὲν γὰρ, οὐδὲν τῶν ἐνταῦθα τόκων αἰσχρότερον, οὐδὲν ὠμότερον. Τὰς γὰρ ἀλλοτρίας ὁ τοιοῦτος πραγματεύεται συμφορὰς, καὶ πρόσοδον τὴν ἑτέρου δυσημερίαν ποιεῖται, καὶ μισθὸν ἀπαιτεῖ φιλανθρωπίας, καθάπερ δεδοικὼς μὴ ἐλεήμων φανῇ, καὶ προσχήματι φιλανθρωπίας βαθύτερον ὀρύσσει τὸ βάραθρον, ἐν τῷ βοηθεῖν ἐπιτρίβων τὴν πενίαν, καὶ ἐν τῷ χεῖρα ὀρέγειν ὠθῶν, καὶ δεχόμενος μὲν ὡς εἰς λιμένα, ναυαγίῳ δὲ περιβάλλων, ὡς ἐν σκοπέλῳ καὶ ὑφάλῳ καὶ σπιλάδι τοῦτον. Ἀλλὰ τί κελεύεις; φησί· τὸ συλλεχθὲν ἀργύριον καὶ ἐμοὶ χρήσιμον, ἑτέρῳ διδόναι εἰς ἐργασίαν, καὶ μηδένα μισθὸν ἀπαιτεῖν; Ἄπαγε· οὐ φημὶ τοῦτο ἐγὼ, ἀλλὰ καὶ σφόδρα βούλομαί σε μισθὸν λαβεῖν, οὐ μὴν εὐτελῆ καὶ μικρὸν, ἀλλὰ πολλῷ μείζονα· ἀντὶ γὰρ χρυσίου, τὸν οὐρανὸν βούλομαί σε τόκον λαβεῖν. Τί τοίνυν εἰς πτωχείαν σεαυτὸν κατακλείεις, περὶ τὴν γῆν συρόμενος, καὶ μικρὰ ἀντὶ μεγάλων ἀπαιτῶν; Τοῦτο γὰρ οὐκ εἰδότος ἐστὶ πλουτεῖν. Ὅταν γὰρ ὁ μὲν Θεὸς, ἀντὶ χρημάτων ὀλίγων ἐπαγγέλληταί σοι τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, σὺ δὲ λέγῃς, Μὴ οὐρανόν μοι δῷς, ἀλλ' ἀντὶ τοῦ οὐρανοῦ χρυσίον τὸ ἀπολλύμενον, τοῦτο βουλομένου μένειν ἐστὶν ἐν πενίᾳ. Ὡς ὅ γε ἐπιθυμῶν πλούτου καὶ εὐπορίας, τὰ μένοντα πρὸ τῶν ἀπολλυμένων, τὰ ἀνάλωτα πρὸ τῶν δαπανωμένων, τὰ πολλὰ πρὸ τῶν ὀλίγων, τὰ ἀκήρατα πρὸ τῶν φθειρομένων αἱρήσεται· οὕτω γὰρ κἀκεῖνα ἕψεται. Ὁ μὲν γὰρ τὴν γῆν πρὸ τοῦ οὐρανοῦ ζητῶν, καὶ ταύτης ἐκπεσεῖται πάντως· ὁ δὲ ἐκεῖνον ταύτης προτιθεὶς, ἀμφοτέρων ἀπολαύσεται μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ὅπερ ἵνα καὶ ἐφ' ἡμῶν γένηται, καταφρονήσαντες τῶν ἐνταῦθα πάντων, ἑλώμεθα τὰ μέλλοντα ἀγαθά. Οὕτω γὰρ καὶ τούτων κἀκείνων τευξόμεθα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΣΤʹ. Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερο σόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασι λεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆ σαι αὐτῷ. αʹ.
Πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, πολλῶν τῶν εὐχῶν, ὥστε δυνηθῆναι ἐπεξελθεῖν τῷ παρόντι χωρίῳ, καὶ μαθεῖν, τίνες οἱ μάγοι οὗτοι, καὶ πόθεν ἦλθον, καὶ πῶς, καὶ τίνος αὐτοὺς πείσαντος, καὶ τίς ὁ ἀστήρ. Μᾶλλον δὲ, εἰ βούλεσθε, πρότερον ἅ φασιν οἱ τῆς ἀληθείας ἐχθροὶ, ταῦτα εἰς μέσον ἀγάγωμεν. Καὶ γὰρ τοσοῦτον κατ' αὐτῶν ἔπνευσεν ὁ διάβολος, ὥστε καὶ ἐντεῦθεν αὐτοὺς ἐπιχειρεῖν ὁπλίζειν κατὰ τῶν τῆς ἀληθείας λόγων. Τί οὖν φασιν; Ἰδοὺ, φησὶ, καὶ τοῦ Χριστοῦ γεννηθέντος ἀστὴρ ἐφάνη, ὅπερ ἐστὶ σημεῖον τοῦ τὴν ἀστρολογίαν εἶναι βεβαίαν. Πῶς οὖν εἰ κατ' ἐκεῖνον ἐτέχθη τὸν νόμον, ἀστρολογίαν ἔλυσε, καὶ εἱμαρμένην ἀνεῖλε, καὶ δαίμονας ἐπεστόμισε, καὶ πλάνην ἐξέβαλε, καὶ πᾶσαν τοιαύτην μαγγανείαν ἀνέτρεψε; Τί δὲ καὶ οἱ μάγοι παρὰ τοῦ ἀστέρος αὐτοῦ μανθάνουσιν; ὅτι βασιλεὺς τῶν Ἰουδαίων ἦν; Καὶ μὴν οὐ ταύτης ἦν τῆς βασιλείας βασιλεὺς, καθὼς καὶ τῷ Πιλάτῳ ἔλεγεν· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Οὐδὲν γοῦν ἐπεδείξατο τοιοῦτον· οὐδὲ γὰρ δορυφόρους, οὔτε ὑπασπιστὰς, οὔτε ἵππους, οὔτε ἡμιόνων ζεῦγος, οὔτε ἄλλο τι τοιοῦτον ἔσχε περὶ ἑαυτόν· ἀλλὰ τὸν εὐτελῆ τοῦτον βίον καὶ πτωχὸν μετῄει, δώδεκα εὐτελεῖς ἀνθρώπους μεθ' ἑαυτοῦ περιφέρων. Εἰ δὲ καὶ βασιλέα ᾔδεσαν ὄντα, τίνος ἕνεκεν παραγίνονται; Οὐ γὰρ δὴ τοῦτο ἀστρονομίας ἔργον ἐστὶν, ἀπὸ τῶν ἄστρων εἰδέναι τοὺς τικτομένους, ἀλλ' ἀπὸ τῆς ὥρας τῶν τικτομένων προαναφωνεῖν τὰ μέλλοντα ἔσεσθαι, ὥς φασιν. Οὗτοι δὲ οὔτε ὠδινούσῃ τῇ μητρὶ παρῆσαν, οὔτε τὸν καιρὸν ἔγνωσαν, καθ' ὃν ἐτέχθη, οὔτε ἐντεῦθεν λα βόντες τὴν ἀρχὴν, συνέθηκαν ἀπὸ τῆς τῶν ἄστρων κινήσεως τὰ μέλλοντα ἔσεσθαι· ἀλλ' ἀντιστρόφως, ἀστέρα πρὸ πολλοῦ τοῦ χρόνου θεασάμενοι φανέντα ἐπὶ τῆς αὐτῶν χώρας, ἔρχονται ὀψόμενοι τὸν τεχθέντα· ὅπερ καὶ αὐτὸ τοῦ προτέρου σφόδρα ἀπορώτερον ἂν εἴη. Τίς γὰρ αὐτοὺς ἔπεισε λόγος, ποίων ἀγαθῶν ἐλπὶς, τὸν ἐκ τοσούτου διαστήματος προσκυνῆσαι βασιλέα; Εἰ μὲν γὰρ αὐτῶν ἔμελλε βασιλεύειν, μάλιστα μὲν οὐδὲ οὕτω λόγον εἶχε τὸ γινόμενον. Καὶ γὰρ εἰ μὲν ἐν βασιλικαῖς αὐλαῖς ἐτίκτετο, καὶ πατρὸς αὐτῷ βασιλέως παρόντος, εἰκότως ἄν τις ἔφη τούτους, βουλομένους τὸν πατέρα θεραπεῦσαι, προσκυνῆσαι τὸ τεχθὲν παιδίον, καὶ ταύτῃ πολλὴν ἑαυτοῖς ὑπόθεσιν προαποθέσθαι εὐνοίας. Νυνὶ δὲ οὐδὲ αὐτῶν προσδοκῶντες ἔσεσθαι βασιλέα, ἀλλὰ ἔθνους ἀλλοκότου καὶ πολὺ τῆς αὐτῶν ἀφεστηκότος χώρας, οὔτε ἄνδρα ὁρῶντες ἤδη γενόμενον, τίνος ἕνεκεν τοσαύτην στέλλονται ἀποδημίαν, καὶ δῶρα προσφέρουσι, καὶ ταῦτα μέλλοντες μετὰ κινδύνων ἅπαντα πράττειν; Καὶ γὰρ καὶ Ἡρώδης ἀκούσας διεταράχθη, καὶ ὁ δῆμος ἅπας ἐθορυβεῖτο, ταῦτα ἀκούσαντες παρ' αὐτῶν. Ἀλλ' οὐ προῄδεσαν οὗτοι ταῦτα. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον. Εἰ γὰρ καὶ σφόδρα ἦσαν ἀνόητοι, τοῦτο οὐκ ἂν ἠγνόησαν, ὅτι εἰς πόλιν βασιλευομένην ἐλθόντες, καὶ τοιαῦτα κηρύξαντες, καὶ βασιλέα ἕτερον παρὰ τὸν τότε ὄντα δείξαντες, οὐχὶ μυρίους καθ' ἑαυτῶν ἂν ἐπεσπάσαντο θανάτους. Τί δὲ ὅλως καὶ προσεκύνουν ἐν σπαργάνοις ὄντα; Εἰ μὲν γὰρ ἀνὴρ ἦν, εἶχεν ἄν τις εἰπεῖν, ὅτι προσδοκῶντες τὴν παρ' αὐτοῦ βοήθειαν εἰς προὖπτον ἑαυτοὺς ἔῤῥιψαν κίνδυνον, ὅπερ καὶ αὐτὸ τῆς ἐσχάτης ἀλογίας ἦν, τὸν Πέρσην, τὸν βάρβαρον, καὶ οὐδὲν κοινὸν ἔχοντα πρὸς τὸ Ἰουδαίων ἔθνος, βούλεσθαι μὲν τῆς οἰκίας ἀφίστασθαι, καὶ πατρίδα καὶ συγγενεῖς καὶ οἰκείους ἀφιέναι, ἑτέρᾳ δὲ ἑαυτοὺς ὑποβάλλειν βασιλείᾳ.
βʹ. Εἰ δὲ τοῦτο ἀνόητον, τὸ μετὰ τοῦτο ἀνοητότερον πολλῷ πλέον. Ποῖον δὴ τοῦτο; Τὸ μακρὰν οὕτως ἀποδημίαν ἐλθόντας, καὶ προσκυνήσαντας, καὶ ταράξαντας πάντας, ἀπελθεῖν εὐθέως. Τί δὲ ὅλως καὶ βασιλείας σύμβολον εἶδον, καλύβην καὶ φάτνην, καὶ παιδίον ἐν σπαργάνοις, καὶ μητέρα πτωχὴν ἰδόντες; Τίνι δὲ καὶ τὰ δῶρα προσέφερον, καὶ τίνος ἕνεκεν; Ἆρα νόμος ἦν καὶ ἔθος, τοὺς πανταχοῦ τικτομένους βασιλέας οὕτω θεραπεύειν; καὶ πᾶσαν περιῄεσαν ἀεὶ τὴν οἰκουμένην, οὓς ᾔδεσαν ἐσομένους βασιλέας ἀπὸ μικρῶν καὶ εὐτελῶν, πρὶν ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν ἀναβῆναι, προσκυνοῦντες; Ἀλλ' οὐκ ἂν ἔχοι τις τοῦτο εἰπεῖν. Τίνος δὲ ἕνεκεν καὶ προσεκύνουν; Εἰ μὲν τῶν παρόντων ἕνεκεν, καὶ τί προσεδόκων παρὰ παιδίου καὶ μητρὸς εὐτελοῦς λήψεσθαι; εἰ δὲ τῶν μελλόντων ἕνεκεν, καὶ πόθεν ᾔδεσαν ὅτι ἀπομνημονεύσει τῶν τότε γινομένων ὁ παῖς ἐν σπαργάνοις προσκυνηθείς; Εἰ δὲ ἡ μήτηρ ἔμελλεν ἀναμιμνήσκειν αὐτὸν, οὐδὲ οὕτω τιμῆς, ἀλλὰ κολάσεως ἦσαν ἄξιοι, εἰς προὖπτον ἐμβάλλοντες αὐτὸν κίνδυνον. Ἐντεῦθεν γοῦν ὁ Ἡρώδης ταραχθεὶς, καὶ ἐζήτει, καὶ περιειργάζετο, καὶ ἀνελεῖν ἐπεχείρει. Καὶ πανταχοῦ δὲ ὁ τὸν μέλλοντα βασιλεύειν κατάδηλον ποιῶν, ἐκ πρώτης ἡλικίας ἰδιώτην ὄντα, οὐδὲν ἕτερον ἢ σφαγῇ παραδίδωσι, καὶ μυρίους ἀνάπτει πολέμους αὐτῷ. Εἶδες ὅσα τὰ ἄτοπα φαίνεται, εἰ κατὰ ἀνθρωπίνην ἀκολουθίαν καὶ κοινὴν συνήθειαν ταῦτα ἐξετάσαιμεν; Οὐδὲ γὰρ ταῦτα μόνον, ἀλλὰ καὶ πλείονα τούτων ἐνῆν εἰπεῖν, ζήτησιν ἔχοντα πλείω τῶν εἰρημένων. Ἀλλ' ἵνα μὴ συνάπτοντες ἀπορίας ἀπορίαις ἰλιγγιᾷν ὑμᾶς ποιῶμεν, φέρε δὴ λοιπὸν ἐπὶ τὴν λύσιν τῶν ζητουμένων ἔλθωμεν, ἀρχὴν τῆς λύσεως ἀπὸ τοῦ ἀστέρος αὐτοῦ ποιούμενοι. Ἂν γὰρ μάθωμεν τίς ὁ ἀστὴρ, καὶ ποταπὸς, καὶ εἰ τῶν πολλῶν εἷς, ἢ ξένος παρὰ τοὺς ἄλλους, καὶ εἰ φύσει ἀστὴρ, ἢ ὄψει μόνον ἀστὴρ, εὐκόλως καὶ τὰ ἄλλα πάντα εἰσόμεθα. Πόθεν οὖν ταῦτα ἔσται δῆλα; Ἀπὸ τῶν γεγραμμένων αὐτῶν. Ὅτι γὰρ οὐ τῶν πολλῶν εἷς ὁ ἀστὴρ οὗτος ἦν, μᾶλλον δὲ οὐδὲ ἀστὴρ, ὡς ἔμοιγε δοκεῖ, ἀλλὰ δύναμίς τις ἀόρατος εἰς ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν, πρῶτον ἀπὸ τῆς πορείας αὐτῆς δῆλον. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἀστήρ τις ταύτην βαδίζων τὴν ὁδόν· ἀλλὰ κἂν ἥλιον εἴπῃς, κἂν σελήνην, κἂν τοὺς ἄλλους ἅπαντας ἀστέρας, ἐξ ἀνατολῶν ἐπὶ δύσιν ὁρῶμεν χωροῦντας· οὗτος δὲ ἀπὸ ἄρκτου πρὸς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται. ∆εύτερον, καὶ ἀπὸ τοῦ καιροῦ τοῦτο ἔστιν ἰδεῖν. Οὐ γὰρ ἐν νυκτὶ φαίνεται, ἀλλ' ἐν ἡμέρᾳ μέσῃ, ἡλίου λάμποντος· ὅπερ οὐκ ἔστι δυνάμεως ἀστέρος, ἀλλ' οὐδὲ σελήνης· ἡ γὰρ τοσοῦτον πάντων ὑπερέχουσα, τῆς ἀκτῖνος φανείσης τῆς ἡλιακῆς, κρύπτεται εὐθέως καὶ ἀφανίζεται. Οὗτος δὲ τῇ τῆς οἰκείας λαμπρότητος ὑπερβολῇ καὶ τὰς ἀκτῖνας ἐνίκησε τὰς ἡλιακὰς, φανότερος ἐκείνων φανεὶς, καὶ ἐν τοσούτῳ φωτὶ μεῖζον λάμψας. Τρίτον, ἀπὸ τοῦ φαίνεσθαι καὶ πάλιν κρύπτεσθαι. Τὴν μὲν γὰρ ἕως Παλαιστίνης ὁδὸν ἐφαίνετο χειραγωγῶν· ἐπειδὴ δὲ ἐπέβησαν τῶν Ἱεροσολύμων, ἔκρυψεν ἑαυτόν· εἶτα πάλιν ὅτε τὸν Ἡρώδην ἀφέντες, διδάξαντες αὐτὸν ὑπὲρ ὧν ἦλθον, ἔμελλον ἀπιέναι, δείκνυσιν ἑαυτόν· ὅπερ οὐκ ἔστιν ἄστρου κινήσεως, ἀλλὰ δυνάμεώς τινος λογικωτάτης. Οὐδὲ γὰρ ἰδίαν τινὰ πορείαν εἶχεν, ἀλλ' ὅτε μὲν ἔδει βαδίσαι αὐτοὺς, ἐβάδιζεν· ὅτε δὲ στῆναι, ἵστατο, πρὸς τὸ δέον πάντα οἰκονομῶν· καθάπερ ὁ στῦλος τῆς νεφέλης, καὶ καθίζων καὶ ἐγείρων τὸ στρατόπεδον τῶν Ἰουδαίων, ἡνίκα ἐχρῆν. Τέταρτον, ἀπὸ τοῦ τρόπου τῆς δείξεως τοῦτο ἄν τις καταμάθοι σαφῶς. Οὐ γὰρ ἄνω μένων τὸν τόπον ἐδείκνυ· οὐδὲ γὰρ δυνατὸν ἦν αὐτοῖς οὕτω μαθεῖν· ἀλλὰ κάτω καταβὰς τοῦτο ἐποίει. Ἴστε γὰρ, ὅτι τόπον οὕτω μικρὸν, καὶ ὅσον εἰκὸς καλύβην κατασχεῖν, μᾶλλον δὲ ὅσον εἰκὸς σῶμα παιδίου μικροῦ κατέχειν, οὐχ οἷόν τε ἀστέρα γνωρίζειν. Ἐπειδὴ γὰρ ἄπειρον τὸ ὕψος, οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι καὶ γνωρίσαι τοῖς βουλομένοις ἰδεῖν. Καὶ τοῦτο ἀπὸ τῆς σελήνης ἴδοι τις ἄν· ἢ τοσοῦτον ὑπερφερὴς οὖσα τῶν ἄστρων, πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην οἰκοῦσι, καὶ εἰς τοσοῦτον πλάτος γῆς ἐκκεχυμένοις, ἅπασιν ἐγγὺς εἶναι δοκεῖ. Πῶς οὖν ὁ ἀστὴρ, εἰπέ μοι, τόπον οὕτω στενὸν φάτνης καὶ καλύβης ἐδείκνυ, εἰ μὴ τὸ ὑψηλὸν ἐκεῖνο ἀφεὶς κάτω κατέβη, καὶ ὑπὲρ αὐτῆς ἔστη τῆς κεφαλῆς τοῦ παιδίου; Ὅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν· Ἰδοὺ ὁ ἀστὴρ προῆγεν αὐτοὺς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ὁρᾷς δι' ὅσων δείκνυται οὐ τῶν πολλῶν εἷς ὢν οὗτος ὁ ἀστὴρ, οὐδὲ κατὰ τὴν ἀκολουθίαν τῆς ἔξω γενέσεως δεικνὺς ἑαυτόν; γʹ. Καὶ τίνος ἕνεκεν ἐφάνη; Ὥστε καθικέσθαι τῆς Ἰουδαίων ἀναισθησίας, καὶ πᾶσαν αὐτοῖς ἀποκλεῖσαι ἀπολογίας ἀφορμὴν ἀγνωμονοῦσιν. Ἐπειδὴ γὰρ ὁ παραγενόμενος, τὴν μὲν παλαιὰν ἀναπαύειν ἔμελλε πολιτείαν, τὴν δὲ οἰκουμένην εἰς τὴν αὑτοῦ προσκύνησιν καλεῖν, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ προσκυνεῖσθαι πάσῃ, ἐκ προοιμίων εὐθέως τοῖς ἔθνεσιν ἀνοίγει τὴν θύραν, διὰ τῶν ἀλλοτρίων τοὺς οἰκείους παιδεῦσαι θέλων. Ἐπειδὴ γὰρ τῶν προφητῶν συνεχῶς ἀκούοντες λεγόντων περὶ τῆς αὐτοῦ παρουσίας, οὐ σφόδρα προσεῖχον, ἐποίησε καὶ βαρβάρους ἐλθεῖν ἀπὸ γῆς μακρᾶς, τὸν παρ' αὐτοῖς βασιλέα ἐπιζητοῦντας, καὶ παρὰ Περσικῆς πρώτης φωνῆς μανθάνουσιν, ἃ παρὰ τῶν προφητῶν μαθεῖν οὐκ ἠνέσχοντο· ἵνα, ἂν μὲν εὐγνωμονῶσι, μεγίστην ἔχωσι τοῦ πείθεσθαι πρόφασιν· ἐὰν δὲ φιλονεικῶσι, πάσης ὦσιν ἀπεστερημένοι λοιπὸν ἀπολογίας. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν, μὴ δεξάμενοι τὸν Χριστὸν μετὰ τοὺς τοσούτους προφήτας, ὅταν ἴδωσι μάγους ἀπὸ ὄψεως ἑνὸς ἄστρου τοῦτον δεξαμένους, καὶ προσκυνήσαντας τὸν φανέντα; Ὅπερ οὖν ἐπὶ τῶν Νινευϊτῶν ἐποίησε, πέμψας τὸν Ἰωνᾶν, καὶ ὅπερ ἐπὶ τῆς Σαμαρείτιδος καὶ τῆς Χαναναίας, τοῦτο καὶ ἐπὶ τῶν μάγων. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι· καὶ, Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· ὅτι ἐκεῖνοι μὲν τοῖς ἐλάττοσιν ἐπίστευσαν, οὗτοι δὲ οὐδὲ τοῖς μείζοσι. Καὶ τίνος ἕνεκεν διὰ τοιαύτης αὐτοὺς εἵλκυσεν ὄψεως, φησίν. Ἀλλὰ πῶς ἐχρῆν; Προφήτας πέμψαι; Ἀλλ' οὐκ ἂν οἱ μάγοι προφητῶν ἠνέσχοντο. Ἀλλὰ φωνὴν ἄνωθεν ἀφεῖναι; Ἀλλ' οὐκ ἂν προσέσχον. Ἀλλ' ἄγγελον ἀποστεῖλαι; Ἀλλὰ καὶ τοῦτον ἂν παρέδραμον. ∆ιὰ δὴ τοῦτο πάντα ἐκεῖνα ἀφεὶς ὁ Θεὸς, διὰ τῶν συνήθων αὐτοὺς καλεῖ, σφόδρα συγκαταβαίνων, καὶ δείκνυσιν ἄστρον μέγα καὶ ἐξηλλαγμένον, ὥστε καὶ τῷ μεγέθει καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοὺς ἐκπλῆξαι, καὶ τῷ τρόπῳ τῆς πορείας. Ταῦτα καὶ ὁ Παῦλος μιμούμενος ἀπὸ βωμοῦ τοῖς Ἕλλησι διαλέγεται, καὶ ποιητῶν παράγει μαρτυρίας εἰς μέσον· καὶ μετὰ περιτομῆς τοῖς Ἰουδαίοις δημηγορεῖ, καὶ ἀπὸ θυσιῶν πρὸς τοὺς ἐν νόμῳ ζῶντας τὴν ἀρχὴν ποιεῖται τῆς διδασκαλίας. Ἐπειδὴ γὰρ ἑκάστῳ τὰ συνήθη φίλα, καὶ ὁ Θεὸς καὶ οἱ παρ' αὐτοῦ πεμφθέντες ἄνθρωποι πρὸς τὴν τῆς οἰκουμένης σωτηρίαν οὕτω τὰ πράγματα μεταχειρίζουσι. Μὴ τοίνυν ἀνάξιον εἶναι νομίσῃς αὐτοῦ, τὸ δι' ἀστέρος αὐτοὺς καλέσαι· ἐπεὶ οὕτω καὶ τὰ Ἰουδαϊκὰ πάντα διαβαλεῖς, καὶ τὰς θυσίας, καὶ τοὺς καθαρμοὺς, καὶ τὰς νεομηνίας, καὶ τὴν κιβωτὸν, καὶ τὸν ναὸν δὲ αὐτόν. Καὶ γὰρ ἐξ Ἑλληνικῆς ταῦτα παχύτητος ἔλαβε τὴν ἀρχήν. Ἀλλ' ὅμως ὁ Θεὸς διὰ τὴν τῶν πλανηθέντων σωτηρίαν ἠνέσχετο διὰ τούτων θεραπευθῆναι, δι' ὧν οἱ ἔξωθεν δαίμονας ἐθεράπευον, μικρὸν παραλλάξας αὐτά· ἵνα αὐτοὺς κατὰ μικρὸν τῆς συνηθείας ἀποσπάσας ἐπὶ τὴν ὑψηλὴν ἀγάγῃ φιλοσοφίαν. Ὃ δὴ καὶ ἐπὶ τῶν μάγων ἐποίησε, δι' ὄψεως ἄστρου καλέσαι αὐτοὺς ἀνασχόμενος, ἵνα λοιπὸν ὑψηλοτέρους ἐργάσηται. Ἐπεὶ οὖν ἤγαγε καὶ ἐχειραγώγησε, καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι' ἄστρου, ἀλλὰ δι' ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται, οὕτω κατὰ μικρὸν βελτίους ἐγένοντο. Τοῦτο καὶ ἐπὶ τῶν Ἀσκαλωνιτῶν καὶ Γαζαίων ἐποίησε. Καὶ γὰρ αἱ πέντε πόλεις ἐκεῖναι, ἐπειδὴ τῆς κιβωτοῦ παραγενομένης ἐπλήγησαν καιρίαν πληγὴν, καὶ ἀπαλλαγὴν οὐδεμίαν εὕρισκον τῶν ἐπικειμένων κακῶν, τοὺς μάντεις καλέσαντες, καὶ ἐκκλησίαν συναγαγόντες, ἐζήτουν λύσιν εὑρεῖν τῆς θεηλάτου πληγῆς ἐκείνης. Εἶτα τῶν μάντεων εἰπόντων, ὅτι δαμάλεις ἀδαμάστους καὶ πρωτοτοκούσας ὑποζεῦξαι τῇ κιβωτῷ χρὴ, καὶ μηδενὸς χειραγωγοῦντος ἀφεῖναι βαδίζειν· οὕτω γὰρ ἔσται κατάδηλον, εἴτε θεήλατος ἦν ἡ πληγὴ, εἴτε ἐκ περιφορᾶς τινος ἡ νόσος (ἂν μὲν γὰρ, φησὶ, τὸν ζυγὸν ὑπὸ τῆς ἀπειρίας συντρίψωσιν, ἢ πρὸς τὰς δαμάλεις μυκωμένας ἐπιστραφῶσι, συντυχία τὸ γεγενημένον ἐστίν· ἂν δὲ ὀρθὰ βαδίσωσι, καὶ οὔτε πρὸς τὸν μυκηθμὸν τῶν παιδίων πάσχουσαί τι, οὔτε ὑπὸ τῆς ἀγνοίας τῆς κατὰ τὴν ὁδὸν, πλανηθῶσιν, εὔδηλον ὅτι ἡ τοῦ Θεοῦ χείρ ἐστιν ἡ ἁψαμένη τῶν πόλεων τούτων)· ἐπεὶ οὖν ταῦτα τῶν μάντεων εἰπόντων, ἐπείσθησαν οἱ τὰς πόλεις οἰκοῦντες ἐκείνας, καὶ ἐποίησαν ὡς ἐκελεύσθησαν, καὶ ὁ Θεὸς τῇ τῶν μάντεων ἠκολούθησε γνώμῃ, συγκαταβαίνων πάλιν, καὶ οὐκ ἐνόμισεν ἀνάξιον εἶναι αὐτοῦ τῶν μάντεων τὴν πρόῤῥησιν εἰς ἔργον ἐξαγαγεῖν, καὶ ποιῆσαι πιστοὺς εἶναι δοκεῖν, ἐν οἷς τότε εἰρήκασι. Καὶ γὰρ μεῖζον τὸ κατορθούμενον ἦν, τῷ καὶ αὐτοὺς τοὺς ἐναντίους μαρτυρῆσαι τῇ τοῦ Θεοῦ δυνάμει, καὶ τὴν περὶ αὐτοῦ ψῆφον τοὺς αὐτῶν διδασκάλους ἐξενεγκεῖν. Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα ἴδοι τις ἂν οἰκονομοῦντα τὸν Θεόν. Καὶ γὰρ καὶ τὸ ἐπὶ τῆς ἐγγαστριμύθου τούτῳ προσέοικε τῆς οἰκονομίας τῷ τρόπῳ, ὃ καὶ ὑμεῖς λοιπὸν ἀπὸ τῶν εἰρημένων ἐπιλῦσαι δυνήσεσθε. Τοῦ μὲν οὖν ἀστέρος ἕνεκεν παρὰ μὲν ἡμῶν ταῦτα εἴρηται, παρὰ δὲ ὑμῶν καὶ πλείονα λεχθῆναι δύναιτ' ἄν· ∆ίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.
δʹ. ∆εῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀρχὴν τῶν ἀναγνωσθέντων ἐλθεῖν. Τίς δὲ ἡ ἀρχή; Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν ἔρχονται εἰς Ἱεροσόλυμα. Μάγοι μὲν ἀστέρος κατάρχοντος ἠκολούθησαν· οὗτοι δὲ οὐδὲ προφητῶν ἐνηχούντων ἐπίστευσαν. Τίνος δὲ ἕνεκεν ἡμῖν καὶ τὸν χρόνον λέγει, καὶ τὸν τόπον, Ἐν Βηθλεὲμ εἰπὼν, καὶ Ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως; τίνος δὲ χάριν καὶ τὸ ἀξίωμα προστίθησι; Τὸ ἀξίωμα μὲν, ἐπειδὴ καὶ ἕτερος ἦν Ἡρώδης, ὁ τὸν Ἰωάννην ἀνελών· ἀλλ' ἐκεῖνος τετράρχης ἦν, οὗτος δὲ βασιλεύς. Τὸν τόπον δὲ καὶ τὸν χρόνον τίθησι, προφητείας ἡμᾶς ἀναμιμνήσκων παλαιᾶς· ὧν τὴν μὲν ὁ Μιχαίας προεφήτευσε λέγων· Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· τὴν δὲ ὁ πατριάρχης Ἰακὼβ, ἀκριβῶς ἡμῖν χαρακτηρίζων τὸν χρόνον, καὶ μέγα τὸ παράσημον τῆς αὐτοῦ παρουσίας τιθείς· Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ἄξιον δὲ κἀκεῖνο ζητῆσαι, πόθεν εἰς τοιαύτην ἦλθον ἔννοιαν, καὶ τίς αὐτοὺς εἰς τοῦτο διήγειρεν. Οὐ γὰρ δὴ τοῦ ἀστέρος ἐμοὶ δοκεῖ τὸ ἔργον εἶναι μόνον, ἀλλὰ καὶ τοῦ Θεοῦ τοῦ τὴν ψυχὴν αὐτῶν κινήσαντος· ὅπερ καὶ ἐπὶ Κύρου πεποίηκε, παρασκευάζων αὐτὸν ἀφεῖναι τοὺς Ἰουδαίους. Οὐχ οὕτω μέντοι τοῦτο εἰργάσατο, ὥστε τὸ αὐτεξούσιον λυμήνασθαι· ἐπεὶ καὶ Παῦλον καλέσας ἄνωθεν διὰ φωνῆς, καὶ τὴν αὐτοῦ χάριν καὶ τὴν ἐκείνου ὑπακοὴν δήλην ἐποίησε. Καὶ τίνος ἕνεκεν μὴ πᾶσι τοῖς μάγοις τοῦτο, φησὶν, ἀπεκάλυψεν; Ὅτι οὐδὲ πάντες πιστεύειν ἔμελλον, ἀλλ' οὗτοι τῶν ἄλλων ἦσαν ἐπιτηδειότεροι· ἐπεὶ καὶ μυρία ἔθνη ἀπώλοντο, καὶ Νινευΐταις ὁ προφήτης ἐπέμπετο μόνοις, καὶ δύο ἦσαν λῃσταὶ ἐν τῷ σταυρῷ, καὶ ὁ εἷς διεσώθη μόνος. Ὅρα γοῦν τούτων τὴν ἀρετὴν, οὐκ ἀφ' ὧν ἦλθον, ἀλλὰ καὶ ἀφ' ὧν παῤῥησιάζονται. Καὶ γὰρ ἵνα μὴ δόξωσιν ὑποβολιμαῖοί τινες εἶναι, λέγουσι τὸν ὁδηγήσαντα, καὶ τῆς ὁδοῦ τὸ μῆκος, καὶ τὴν παῤῥησίαν ἐλθόντες ἐνδείκνυνται· Ἤλθομεν γὰρ, φησὶ, προσκυνῆσαι αὐτῷ· καὶ οὔτε τοῦ δήμου τὸν θυμὸν, οὔτε τοῦ βασιλέως τὴν τυραννίδα ἐδεδοίκεισαν. Ὅθεν ἔμοιγε δοκοῦσιν οὗτοι καὶ οἴκοι διδάσκαλοι γενέσθαι τῶν ἐγχωρίων. Οἱ γὰρ ἐνταῦθα μὴ παραιτησάμενοι τοῦτο εἰπεῖν, πολλῷ μᾶλλον εἰς τὴν αὐτῶν ἐπαῤῥησιάσαντο, ἅτε καὶ τὸν χρησμὸν τὸν παρὰ τοῦ ἀγγέλου λαβόντες, καὶ τὴν παρὰ τοῦ προφήτου μαρτυρίαν. Ἀκούσας δὲ Ἡρώδης, φησὶν, ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ' αὐτοῦ. Ὁ μὲν Ἡρώδης εἰκότως, ἅτε βασιλεὺς ὢν, καὶ δεδοικὼς ὑπέρ τε ἑαυτοῦ καὶ τῶν παίδων· τὰ δὲ Ἱεροσόλυμα τίνος ἕνεκεν; Καίτοι σωτῆρα, καὶ εὐεργέτην, καὶ ἐλευθερωτὴν ἄνωθεν αὐτὸν οἱ προφῆται προὔλεγον. Τίνος οὖν ἕνεκεν ἐταράχθησαν; Ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ' ἧς καὶ ἔμπροσθεν τὸν Θεὸν εὐεργετοῦντα ἀπεστρέφοντο, καὶ τῶν Αἰγυπτιακῶν ἐμέμνηντο κρεῶν, τοσαύτης ἀπολαύοντες ἐλευθερίας. Σὺ δέ μοι σκόπει τῶν προφητῶν τὴν ἀκρίβειαν. Καὶ γὰρ καὶ αὐτὸ τοῦτο προανεφώνησεν ὁ προφήτης ἄνωθεν λέγων· Θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Ἀλλ' ὅμως ταραχθέντες, οὐ ζητοῦσι τὸ συμβὰν ἰδεῖν, οὐδὲ τοῖς μάγοις ἀκολου θοῦσι καὶ περιεργάζονται· οὕτως ὁμοῦ καὶ φιλόνεικοι καὶ ῥᾴθυμοι μάλιστα πάντων ἦσαν. ∆έον γὰρ αὐτοὺς καὶ ἐγκαλλωπίζεσθαι, ὅτι παρ' αὐτοῖς ὁ βασιλεὺς ἐτέχθη, καὶ τὴν Περσῶν εἵλκυσε χώραν, καὶ μέλλουσιν ἔχειν ἅπαντας ὑποχειρίους, ἅτε τῶν πραγμάτων ἐπὶ τὸ βέλτιον προελθόντων, καὶ ἀπὸ προοιμίου λαμπρᾶς οὕτω τῆς ἀρχῆς γενομένης, οἱ δὲ οὐδὲ ταύτῃ γίνονται ἀμείνους. Καίτοι ἄρτι τῆς αἰχμαλωσίας ἦσαν τῆς ἐκεῖθεν ἀπαλλαγέντες· καὶ εἰκὸς ἦν αὐτοὺς ἐννοεῖν, εἰ καὶ μηδὲν τῶν ἀποῤῥήτων καὶ ὑψηλῶν ᾔδεσαν, ἀλλ' ἀπὸ τῶν παρόντων ἐψηφίσαντο μόνον, ὅτι εἰ τεχθέντα οὕτω τρέμουσιν ἡμῶν τὸν βασιλέα, πολλῷ μᾶλλον αὐξηθέντα φοβηθήσονται, καὶ ὑπακούσουσι, καὶ τῶν βαρβαρικῶν ἔσται λαμπρότερα τὰ ἡμέτερα. Ἀλλ' οὐδὲν τούτων αὐτοὺς διανίστησι· τοσαύτη ἦν αὐτῶν ἡ νωθεία, μετὰ ταύτης δὲ καὶ ἡ βασκανία· ἅπερ ἀμφότερα δεῖ μετὰ ἀκριβείας ἐξορίζειν τῆς ἡμετέρας διανοίας, καὶ πυρὸς εἶναι σφοδρότερον τὸν μέλλοντα ἐπὶ τῆς τοιαύτης παρατάξεως ἵστασθαι. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγε· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ ἤθελον εἰ ἤδη ἀνήφθη. Καὶ τὸ Πνεῦμα διὰ τοῦτο ἐν πυρὶ φαίνεται.
εʹ. Ἀλλ' ἡμεῖς τέφρας ψυχρότεροι γεγόναμεν, καὶ τῶν τεθνηκότων νεκρότεροι· καὶ ταῦτα Παῦλον ὁρῶντες ὑπὲρ τὸν οὐρανὸν ἱπτάμενον, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ φλογὸς ἁπάσης σφοδρότερον ἅπαντα νικῶντα καὶ ὑπερβαίνοντα, τὰ κάτω, τὰ ἄνω, τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὄντα, τὰ οὐκ ὄντα. Εἰ δὲ μεῖζόν σου ἐκεῖνο τὸ ὑπόδειγμα, μάλιστα μὲν οὖν καὶ οὗτος νωθείας ὁ λόγος (τί γάρ σου πλέον εἶχεν ὁ Παῦλος, ὅτι ἀδύνατον τὸν πρὸς ἐκεῖνόν σοι φῂς εἶναι ζῆλον;)· πλὴν ἀλλ' ἵνα μὴ φιλονεικῶμεν, τὸν Παῦλον ἀφέντες, τοὺς πρώτους πιστεύσαντας ἐννοήσωμεν, οἳ καὶ χρήματα, καὶ κτήματα, καὶ φροντίδα καὶ σχολὴν ἅπασαν βιωτικὴν ἐξέβαλον, καὶ ὅλους ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ, καθ' ἑκάστην νύκτα καὶ ἡμέραν τῇ τοῦ λόγου διδασκαλίᾳ προσεδρεύοντες. Τοιοῦτον γὰρ τὸ πῦρ τὸ πνευματικόν· οὐδεμίαν ἐπιθυμίαν ἀφίησιν ἔχειν τῶν ἐνταῦθα, ἀλλ' εἰς ἕτερον ἡμᾶς μεθίστησιν ἔρωτα. ∆ιὰ τοῦτο ὁ τοιούτων ἐρῶν πραγμάτων, κἂν τὰ ὄντα προέσθαι δέῃ, κἂν τρυφῆς, κἂν δόξης καταγελάσαι, κἂν αὐτὴν ἐκδοῦναι τὴν ψυχὴν, μετὰ πάσης εὐκολίας ταῦτα πάντα ποιεῖ. Ἡ γὰρ τοῦ πυρὸς ἐκείνου θερμότης εἰς τὴν ψυχὴν εἰσιοῦσα, πᾶσαν ἐκβάλλει νωθείαν, καὶ πτεροῦ ποιεῖ κουφότερον τὸν ἁλόντα· καὶ πάντων τῶν ὁρωμένων ὑπερορῶν λοιπὸν, ὁ τοιοῦτος ἐν κατανύξει μένει διηνεκεῖ, πηγὰς συνεχεῖς ἀφιεὶς δακρύων, καὶ πολλὴν ἐντεῦθεν καρπούμενος τὴν ἡδονήν. Οὐδὲν γὰρ οὕτως συγκολλᾷ καὶ ἑνοῖ τῷ Θεῷ, ὡς τὰ τοιαῦτα δάκρυα. Ὁ τοιοῦτος κἂν ἐν μέσαις πόλεσιν ᾖ κατοικῶν, ὡς ἐν ἐρημίᾳ διατρίβει καὶ ὄρεσι καὶ νάπαις, οὐδένα τῶν παρόντων ὁρῶν, οὐδὲ κόρον τῶν τοιούτων λαμβάνων θρήνων, ἄν τε ὑπὲρ ἑαυτοῦ, ἄν τε ὑπὲρ τῶν ἑτέροις πεπλημμελη μένων δακρύῃ. ∆ιὰ τοῦτο πρὸ τῶν ἄλλων τούτους ἐμακάριζεν ὁ Θεὸς, Μακάριοι οἱ πενθοῦντες, λέγων. Καὶ πῶς ὁ Παῦλός φησι· Χαίρετε ἐν Κυρίῳ πάντοτε; Τὴν ἐκ τῶν δακρύων τούτων λέγων ἡδονήν. Ὥσπερ γὰρ ἡ διὰ κόσμον χαρὰ λύπην ἔχει συγκεκληρωμένην, οὕτω τὰ κατὰ Θεὸν δάκρυα χαρὰν βλαστάνει διηνεκῆ καὶ ἀμάραντον. Οὕτω καὶ ἡ πόρνη παρθένων ἐγένετο σεμνοτέρα, τούτῳ κατασχεθεῖσα τῷ πυρί. Ἐπειδὴ γὰρ διεθερμάνθη τῇ μετανοίᾳ, ἐξεβακχεύθη λοιπὸν τῷ περὶ τὸν Χριστὸν πόθῳ, τὰς τρίχας λύουσα, καὶ τοὺς ἁγίους βρέχουσα πόδας τοῖς δάκρυσι, καὶ ταῖς ἰδίαις αὐτοὺς ἀπομάσσουσα κόμαις, καὶ τὸ μύρον κενοῦσα. Καὶ ταῦτα μὲν ἅπαντα ἔξωθεν ἐγίνετο· τὰ δὲ ἐν τῇ διανοίᾳ τελούμενα πολλῷ τούτων θερμότερα ἦν, ἃ μόνος αὐτὸς ἔβλεπεν ὁ Θεός. ∆ιὰ δὴ τοῦτο ἕκαστος ἀκούων, συγχαίρει τε αὐτῇ, καὶ εὐφραίνεται τοῖς ἐκείνης κατορθώμασι, καὶ πάντων ἀπαλλάττει τῶν ἐγκλημάτων αὐτήν. Εἰ δὲ ἡμεῖς οἱ πονηροὶ ταύτην φέρομεν τὴν ψῆφον, ἐννόησον τίνος ἀπέλαυσε παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ πόσα, καὶ πρὸ τῶν τοῦ Θεοῦ δωρεῶν, ἀπὸ τῆς μετανοίας ἐκαρπώσατο ἀγαθά. Καθάπερ γὰρ ὑετοῦ καταῤῥαγέντος σφοδροῦ αἰθρία γίνεται καθαρὰ, οὕτω καὶ δακρύων καταφερομένων γαλήνη γίνεται καὶ εὐδία, καὶ τὸ ἐκ τῶν ἁμαρτημάτων ἀφανίζεται σκότος. Καὶ ὥσπερ ἐξ ὕδατος καὶ πνεύματος, οὕτως ἀπὸ δακρύων καὶ ἐξομολογήσεως καθαιρόμεθα πάλιν, ἂν μὴ πρὸς ἐπίδειξιν τοῦτο ποιῶμεν καὶ πρὸς φιλοτιμίαν. Τὴν γὰρ οὕτω δακρύουσαν τῆς καλλωπιζομένης καὶ ὑπογραφαῖς καὶ ἐπιτρίμμασι μᾶλλον κατηγορεῖσθαι φαίην ἂν εἶναι δίκαιον. Ἐγὼ γὰρ ἐκεῖνα ζητῶ τὰ δάκρυα τὰ μὴ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς κατάνυξιν γινόμενα· τὰ λάθρα καὶ ἐν τοῖς ταμιείοις, καὶ μηδενὸς ὁρῶντος, ἀλλ' ἠρέμα καὶ ἀψοφητὶ στάζοντα· τὰ ἀπὸ βάθους διανοίας, τὰ ἐν τῷ θλίβεσθαι καὶ ὀδυνᾶσθαι, τὰ διὰ τὸν Θεὸν μόνον γινόμενα, οἷα τὰ τῆς Ἄννης ἦν· Τὰ γὰρ χείλη αὐτῆς, φησὶν, ἐκινεῖτο, καὶ ἡ φωνὴ αὐτῆς οὐκ ἠκούετο. Ἀλλὰ τὰ δάκρυα μόνα σάλπιγγος λαμπροτέραν ἠφίει φωνήν. ∆ιὰ δὴ τοῦτο καὶ τὴν μήτραν ἀνέῳξεν ὁ Θεὸς, καὶ τὴν σκληρὰν πέτραν ἁπαλὴν ἄρουραν εἰργάσατο. ʹ. Ἂν οὕτω καὶ αὐτὸς δακρύῃς, μιμητὴς τοῦ ∆εσπότου σου γέγονας. Καὶ γὰρ καὶ αὐτὸς ἐδάκρυσε, καὶ ἐπὶ Λαζάρου καὶ ἐπὶ τῆς πόλεως, καὶ ἐπὶ τοῦ Ἰούδα διεταράχθη. Καὶ τοῦτο μὲν πολλάκις ἔστιν ἰδεῖν αὐτὸν ποιοῦντα, γελῶντα δὲ οὐδαμοῦ· ἀλλ' οὐδὲ μειδιῶντα ἠρέμα· οὐκοῦν τῶν εὐαγγελιστῶν οὐδεὶς εἴρηκε. ∆ιὰ τοῦτο καὶ Παῦλος, ὅτι μὲν ἐδάκρυσε, καὶ τριετίαν νύκτα καὶ ἡμέραν τοῦτο ἐποίει καὶ αὐτὸς περὶ ἑαυτοῦ, καὶ ἕτεροι περὶ αὐτοῦ τοῦτο λέγουσιν· ὅτι δὲ ἐγέλασεν, οὐδαμοῦ οὔτε αὐτὸς εἴρηκεν, οὔτε ἄλλος οὐδὲ εἷς τῶν ἁγίων, οὔτε περὶ ἑαυτοῦ, οὔτε περὶ ἑτέρου τινὸς τοιούτου· ἀλλὰ περὶ Σάῤῥας μόνης τοῦτο εἴρηται, ἡνίκα ἐπετιμήθη· καὶ περὶ τοῦ υἱοῦ Νῶε, ὅτε ἀντ' ἐλευθέρου δοῦλος γέγονε. Καὶ ταῦτα λέγω, οὐ τὸν γέλωτα ἐκκόπτων, ἀλλὰ τὴν διάχυσιν ἀναιρῶν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, θρύπτῃ καὶ διαῤῥέεις, τοσαύταις εὐθύναις ἔνοχος ὢν ἔτι, καὶ φοβερῷ μέλλων παραστήσεσθαι δικαστηρίῳ, καὶ πάντων παρέχειν λόγον μετὰ ἀκριβείας τῶν ἐνταῦθα γεγενημένων; Καὶ γὰρ ὧν ἑκόντες καὶ ὧν ἄκοντες ἡμάρτομεν, δώσομεν λόγον· Ὃς γὰρ ἂν ἀρνήσηταί με, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ἀρνήσομαι αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου. Καίτοιγε ἀκούσιος ἡ τοιαύτη ἄρνησις, ἀλλ' ὅμως οὐ διαφεύγει τὴν κόλασιν, ἀλλὰ καὶ ταύτης διδόαμεν εὐθύνας· καὶ ὧν ἴσμεν, καὶ ὧν οὐκ ἴσμεν· Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, φησὶν, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Καὶ ὧν κατὰ ἄγνοιαν, καὶ ὧν κατὰ γνῶσιν· Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· ἀλλ' ὅμως οὐκ ἀρκεῖ τοῦτο εἰς ἀπολογίαν αὐτοῖς. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγε· Φοβοῦμαι μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Τοσούτων τοίνυν μέλλων διδόναι εὐθύνας, κάθῃ γελῶν, καὶ ἀστεῖα λέγων, καὶ τρυφῇ προσέχων; Ἂν γὰρ μὴ ταῦτα ποιήσω, φησὶν, ἀλλὰ πενθήσω, τί τὸ ὄφελος; Μέγιστον μὲν οὖν, καὶ τοσοῦτον ὅσον οὐδὲ τῷ λόγῳ παραστῆσαι δυνατόν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων, ὅσα ἂν δακρύσῃς, οὐκ ἐκφεύξῃ τὴν κόλασιν μετὰ τὴν ἀπόφασιν· ἐνταῦθα δὲ, ἂν στυγνάσῃς μόνον, ἔλυσας τὴν ψῆφον, καὶ συγγνώμης ἀπέλαυσας. ∆ιὰ τοῦτο πολλὰ περὶ πένθους ἡμῖν ὁ Χριστὸς διαλέγεται, καὶ μακαρίζει τοὺς πενθοῦντας, καὶ ταλανίζει τοὺς γελῶντας. Οὐ γάρ ἐστι τὸ θέατρον τοῦτο γέλωτος, οὐδὲ διὰ τοῦτο συνήλθομεν, ἵνα ἀνακαγχάζωμεν, ἀλλ' ἵνα στενάζωμεν, καὶ βασιλείαν ἐκ τοῦ στεναγμοῦ τούτου κληρονομήσωμεν. Σὺ δὲ βασιλεῖ μὲν παρεστὼς, οὐδὲ ἁπλῶς μειδιᾶσαι ἀνέχῃ· τὸν δὲ τῶν ἀγγέλων ∆εσπότην ἔχων ἔνοικον οὐχ ἕστηκας μετὰ τρόμου καὶ σωφροσύνης τῆς προσηκούσης, ἀλλὰ γελᾷς, αὐτοῦ πολλάκις ὀργιζομένου; καὶ οὐκ ἐννοεῖς ὅτι τῶν ἁμαρτημάτων ταύτῃ μειζόνως παροξύνεις αὐτόν; Οὐ γὰρ οὕτω τοὺς ἁμαρτάνοντας, ὡς τοὺς μετὰ τὴν ἁμαρτίαν μὴ συστελλομένους ἀποστρέφεσθαι εἴωθεν ὁ Θεός. Ἀλλ' ὅμως οὕτως εἰσὶν ἀναισθήτως τινὲς διακείμενοι, ὡς καὶ μετὰ ταῦτα τὰ ῥήματα λέγειν· ἐμοὶ δὲ μὴ γένοιτο δακρῦσαί ποτε, ἀλλὰ δῴη μοι γελᾷν καὶ παίζειν ὁ Θεὸς πάντα τὸν χρόνον. Καὶ τί ταύτης τῆς διανοίας παιδικώτερον γένοιτ' ἄν; οὐ γὰρ ὁ Θεὸς δίδωσι παίζειν, ἀλλ' ὁ διάβολος. Ἄκουσον γοῦν, οἱ παίζοντες τί ἔπαθον· Ἐκάθισε, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Τοιοῦτοι ἦσαν οἱ ἐν Σοδόμοις, τοιοῦτοι οἱ ἐπὶ τοῦ κατακλυσμοῦ. Καὶ γὰρ καὶ περὶ ἐκείνων φησὶν, Ὅτι ἐν ὑπερηφανίᾳ, καὶ ἐν εὐθηνίαις, καὶ ἐν πλησμονῇ ἄρτων ἐσπατάλων. Καὶ οἱ κατὰ τὸν Νῶε ὄντες τὴν κιβωτὸν ἐπὶ τοσούτοις ὁρῶντες κατασκευαζομένην ἔτεσιν, ἀναλγήτως εὐφραίνοντο, μηδὲν τῶν μελλόντων προορώμενοι. ∆ιὰ τοῦτο καὶ πάντας αὐτοὺς ἐπελθὼν παρέσυρεν ὁ κατακλυσμὸς, καὶ τὸ κοινὸν τῆς οἰκουμένης ναυάγιον τότε εἰργάσατο.
ζʹ. Μὴ τοίνυν αἴτει παρὰ τοῦ Θεοῦ ταῦτα, ἃ παρὰ τοῦ διαβόλου λαμβάνεις. Τοῦ γὰρ Θεοῦ, δοῦναι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην, νήφουσαν, σωφρονοῦσαν καὶ κατεσταλμένην, μετανοοῦσαν καὶ κατανενυγμένην. Ταῦτα ἐκείνου τὰ δῶρα, ἐπειδὴ καὶ τούτου ἡμῖν χρεία μάλιστα. Καὶ γὰρ ἀγὼν ἐφέστηκε χαλεπὸς, καὶ πρὸς τὰς ἀοράτους ἡμῖν δυνάμεις ἡ πάλη, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἡ μάχη, πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας ὁ πόλεμος· καὶ ἀγαπητὸν σπουδάζοντας ἡμᾶς καὶ νήφοντας καὶ διεγηγερμένους, δυνηθῆναι τὴν ἀγρίαν ἐκείνην φάλαγγα ἐνεγκεῖν. Ἂν δὲ γελῶμεν καὶ παίζωμεν, καὶ διαπαντὸς ῥᾳθυμῶμεν, καὶ πρὸ τῆς συμβολῆς ὑπὸ τῆς οἰκείας καταπεσούμεθα ῥᾳθυμίας. Οὐ τοίνυν ἡμέτερον τὸ γελᾷν διηνεκῶς καὶ θρύπτεσθαι καὶ τρυφᾷν, ἀλλὰ τῶν ἐπὶ σκηνῆς, τῶν πορνευομένων γυναικῶν, τῶν εἰς τοῦτο ἐξυρημένων ἀνδρῶν, τῶν παρασίτων, τῶν κολάκων· οὐ τῶν ἐπὶ τὸν οὐρανὸν κεκλημένων, οὐ τῶν εἰς τὴν ἄνω πόλιν ἐγγεγραμμένων, οὐ τῶν ὅπλα βασταζόντων πνευματικὰ, ἀλλὰ τῶν τῷ διαβόλῳ τελουμένων. Ἐκεῖνος γάρ ἐστιν, ἐκεῖνος, ὁ καὶ τέχνην τὸ πρᾶγμα ποιήσας, ἵνα τοὺς στρατιώτας ἐκλύσῃ τοῦ Χριστοῦ, καὶ μαλακώτερα αὐτῶν ποιήσῃ τῆς προθυμίας τὰ νεῦρα. ∆ιὰ τοῦτο καὶ θέατρα ᾠκοδόμησεν ἐν ταῖς πόλεσι, καὶ τοὺς γελωτοποιοὺς ἐκείνους ἀσκήσας, διὰ τῆς ἐκείνων λύμης κατὰ τῆς πόλεως ἁπάσης τὸν τοιοῦτον ἐνσκήπτει λοιμόν· ἃ φεύγειν ὁ Παῦλος ἐκέλευσε, τὴν μωρολογίαν καὶ τὴν εὐτραπελίαν, ταῦτα διώκειν ἀναπείθων. Καὶ τὸ δὴ χαλεπώτερον τούτων ἡ τοῦ γέλωτός ἐστιν ὑπόθεσις. Ὅταν μὲν γὰρ βλάσφημόν τι εἴπωσιν ἢ αἰσχρὸν οἱ μῖμοι τῶν γελοίων ἐκείνων, τότε πολλοὶ τῶν ἀνοητοτέρων γελῶσι καὶ τέρπονται, ὑπὲρ ὧν αὐτοὺς λιθάζειν ἐχρῆν, ὑπὲρ τούτων κροτοῦντες, καὶ τὴν κάμινον τοῦ πυρὸς διὰ τῆς ἡδονῆς ταύτης κατὰ τῆς ἑαυτῶν ἕλκοντες κεφαλῆς. Οἱ γὰρ ἐπαινοῦντες τοὺς ταῦτα λέγοντας, οὗτοι μάλιστά εἰσιν οἱ λέγειν ἀναπείθοντες· διὸ καὶ τῆς κολάσεως τῆς ἐπὶ τούτοις κειμένης δικαιότερον ἂν εἶεν ὑπεύθυνοι. Εἰ γὰρ μηδεὶς ἦν ὁ τὰ τοιαῦτα θεώμενος, οὐδ' ἂν ὁ ἀγωνιζόμενος ἦν· ὅταν δὲ ἴδωσιν ὑμᾶς καὶ ἐργαστήρια καὶ τέχνας καὶ τὴν ἐκ τούτων πρόσοδον, καὶ πάντα ἁπλῶς ὑπὲρ τῆς ἐκεῖ διατριβῆς ἀφέντας, μείζονα δέχονται τὴν προθυμίαν, καὶ πλείονα περὶ ταῦτα ποιοῦνται σπουδήν. Καὶ ταῦτα οὐκ ἐκείνους ἀπαλλάττων ἐγκλημάτων λέγω, ἀλλ' ἵνα ὑμεῖς μάθητε, ὅτι τὴν ἀρχὴν καὶ τὴν ῥίζαν τῆς τοιαύτης παρανομίας ὑμεῖς μάλιστά ἐστε οἱ παρέχοντες, οἱ τὴν ἡμέραν ἅπασαν εἰς ταῦτα καταναλίσκοντες, καὶ τὰ σεμνὰ τοῦ γάμου πράγματα ἐκπομπεύοντες, καὶ τὸ μυστήριον τὸ μέγα παραδειγματίζοντες. Οὐδὲ γὰρ οὕτως ἐκεῖνος ὁ ταῦτα ὑποκρινόμενός ἐστιν ὁ πλημμελῶν, ὡς πρὸ ἐκείνου σὺ, ὁ ταῦτα κελεύων ποιεῖν· μᾶλλον δὲ οὐ κελεύων μόνον, ἀλλὰ καὶ σπουδάζων, καὶ εὐφραινόμενος, καὶ γελῶν, καὶ ἐπαινῶν τὰ γινόμενα, καὶ παντὶ τρόπῳ συγκροτῶν τὰ τοιαῦτα ἐργαστήρια τῶν δαιμόνων. Ποίοις οὖν ὀφθαλμοῖς, εἰπέ μοι, λοιπὸν τὴν γυναῖκα ἐπὶ τῆς οἰκίας ὄψει, ἰδὼν αὐτὴν ὑβριζομένην ἐκεῖ; Πῶς δὲ οὐκ ἐρυθριᾷς ἀναμιμνησκόμενος τῆς συνοίκου, ἡνίκα ἂν τὴν φύσιν αὐτὴν παραδειγματιζομένην ἴδῃς; ηʹ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ὑπόκρισίς ἐστι τὰ γινόμενα· ἡ γὰρ ὑπόκρισις αὕτη πολλοὺς εἰργάσατο μοιχοὺς, καὶ πολλὰς ἀνέτρεψεν οἰκίας. Καὶ διὰ τοῦτο μάλιστα στένω, ὅτι οὐδὲ δοκεῖ πονηρὸν εἶναι τὸ γινόμενον, ἀλλὰ καὶ κρότοι καὶ κραυγὴ καὶ γέλως πολὺς, μοιχείας τολμωμένης τοσαύτης. Τί λέγεις; Ὑπόκρισις τὰ γινόμενα; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο μυρίων ἂν εἶεν ἐκεῖνοι θανάτων ἄξιοι, ὅτι ἃ φεύγειν οἱ νόμοι κελεύουσιν ἅπαντες, ταῦτα μιμεῖσθαι ἐσπουδάκασιν ἐκεῖνοι. Εἰ γὰρ αὐτὸ κακὸν, καὶ ἡ μίμησις τούτου κακόν. Καὶ οὔπω λέγω, πόσους ἐργάζονται μοιχοὺς οἱ τὰ τοιαῦτα τῆς μοιχείας ὑποκρινόμενοι δράματα, πῶς ἰταμοὺς καὶ ἀναισχύντους κατασκευάζοντι τοὺς τῶν τοιούτων θεωρούς· οὐδὲν γὰρ πορνικώτερον καὶ ἰταμώτερον ὀφθαλμοῦ τοιαῦτα βλέπειν ἀνεχομένου. Σὺ δὲ ἐν ἀγορᾷ μὲν οὐκ ἂν ἕλοιο γυναῖκα γυμνουμένην ἰδεῖν, μᾶλλον δὲ οὐδὲ ἐν οἰκίᾳ, ἀλλὰ καὶ ὕβριν τὸ πρᾶγμα καλεῖς· ἐπὶ δὲ τὸ θέατρον ἀναβαίνεις, ἵνα τὸ κοινὸν τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν ἐνυβρίσῃς γένος, καὶ τοὺς σαυτοῦ αἰσχύνῃς ὀφθαλμούς; Μὴ γὰρ δὴ τοῦτο εἴπῃς, ὅτι πόρνη ἐστὶν ἡ γυμνουμένη, ἀλλ' ὅτι ἡ αὐτὴ φύσις καὶ σῶμα τὸ αὐτὸ καὶ τῆς πόρνης καὶ τῆς ἐλευθέρας. Εἰ γὰρ οὐδὲν ἄτοπον τοῦτο, τίνος ἕνεκεν ἐπ' ἀγορᾶς ἂν ἴδῃς τοῦτο γινόμενον, καὶ αὐτὸς ἀποπηδᾷς, καὶ τὴν ἀσχημονοῦσαν ἐλαύνεις; ἢ ὅταν μὲν διῃρημένοι ὦμεν, τότε ἄτοπον τὸ τοιοῦτον· ὅταν δὲ συνηγμένοι καὶ πάντες ὁμοῦ καθήμενοι, οὐκέτι ὁμοίως αἰσχρόν; Ἀλλὰ γέλως ταῦτα καὶ ὄνειδος, καὶ ἐσχάτης παραπληξίας ῥήματα· καὶ βέλτιον πηλῷ καὶ βορβόρῳ τὴν ὄψιν ἀναχρῶσαι πᾶσαν, ἢ τοιαύτην θεωρῆσαι παρανομίαν. Οὔτε γὰρ οὕτως ὀφθαλμῷ βλάβη βόρβορος, ὡς ἀκόλαστος ὄψις, καὶ γεγυμνωμένης γυναικὸς θεωρία. Ἄκουσον γοῦν τί τὴν γύμνωσιν ἐποίησεν ἐξ ἀρχῆς, καὶ φοβήθητι τῆς τοιαύτης ἀσχημοσύνης τὴν ὑπόθεσιν. Τί οὖν ἐποίησε τὴν γύμνωσιν; Ἡ παρακοὴ, καὶ ἡ τοῦ διαβόλου συμβουλή. Οὕτως ἄνωθεν καὶ ἐξ ἀρχῆς, ἐκείνου τοῦτο γέγονε τὸ ἐπιτήδευμα. Ἀλλ' ἐκεῖνοι μὲν κἂν ᾐσχύνοντο γυμνοὶ ὄντες· ὑμεῖς δὲ καὶ ἐγκαλλωπίζεσθε, κατὰ τὸ ἀποστολικὸν ἐκεῖνο, Ἐν τῇ αἰσχύνῃ τὴν δόξαν ἔχοντες. Πῶς οὖν ὄψεταί σε λοιπὸν ἡ γυνὴ ἀπὸ τῆς τοιαύτης ἐπανελθόντα παρανομίας; πῶς δέξεται; πῶς προσερεῖ, οὕτως ἀτίμως τὸ κοινὸν τῆς γυναικείας παραδειγματίσαντα φύσεως, καὶ αἰχμάλωτον ὑπὸ τῆς τοιαύτης ὄψεως καὶ δοῦλον γεγενημένον τῆς πορνευθείσης γυναικός; Εἰ δὲ ἀλγεῖτε ταῦτα ἀκούοντες, χάριν ὑμῖν ἔχω πολλήν· Τίς γάρ ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Μὴ δὴ παύσησθέ ποτε στένοντες ἐπὶ τούτοις καὶ δακνόμενοι· καὶ γὰρ προοίμιον ὑμῖν ἔσται τῆς ἐπὶ τὰ κρείττω μεταβολῆς ἡ ἐκ τῶν τοιούτων ὀδύνη. ∆ιὰ τοῦτο κἀγὼ σφοδρότερον τὸν λόγον ἐποιησάμην, ἵνα βαθυτέραν δοὺς τὴν τομὴν, ἀπαλλάξω τῆς σηπεδόνος τῶν μεθυσκόντων ὑμᾶς· ἵνα πρὸς καθαρὰν ἐπαναγάγω ψυχῆς ὑγείαν· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύοντας διὰ πάντων, καὶ τῶν κειμένων ἐπάθλων τοῖς κατορθώμασι τούτοις ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ζʹ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμ ματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ' αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
αʹ. Εἶδες ἅπαντα εἰς ἔλεγχον γινόμενα Ἰουδαϊκόν; Ἕως μὲν γὰρ αὐτὸν οὐκ ἐθεώρουν, οὐδὲ ὑπὸ τῆς βασκανίας ἡλίσκοντο, μετὰ ἀληθείας τὰς μαρτυρίας διηγόρευον· ἐπειδὴ δὲ εἶδον τὴν ἀπὸ τῶν θαυμάτων ἐγγινομένην δόξαν, ὑπὸ τοῦ φθόνου κατασχεθέντες λοιπὸν προὔδωκαν τὴν ἀλήθειαν. Ἀλλ' ἡ ἀλήθεια διὰ πάντων ᾔρετο, καὶ ὑπὸ τῶν ἐχθρῶν μειζόνως συνεκροτεῖτο. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς θαυμαστὰ καὶ παράδοξα οἰκονομεῖται πράγματα. Ὁμοῦ τε γὰρ καὶ μανθάνουσί τι πλέον παρ' ἀλλήλων, καὶ διδάσκουσιν ἀλλήλους, οἵ τε βάρβαροι καὶ οἱ Ἰουδαῖοι. Οἱ μὲν γὰρ Ἰουδαῖοι παρὰ τῶν μάγων ἤκουον, ὅτι καὶ ἀστὴρ αὐτὸν ἐπὶ τῆς Περσῶν ἐκήρυξε χώρας· οἱ δὲ μάγοι παρὰ τῶν Ἰουδαίων ἐμάνθανον, ὅτι τοῦτον, ὃν ὁ ἀστὴρ ἐκήρυξε, καὶ προφῆται πρὸ πολλῶν ἄνωθεν διηγόρευον χρόνων· καὶ τῆς ἐρωτήσεως ἡ ὑπόθεσις διδασκαλίας σαφεστέρας τε καὶ ἀκριβεστέρας ἑκατέροις ἀπόδειξις γέγονε· καὶ οἱ τῆς ἀληθείας ἐχθροὶ τὰ ὑπὲρ τῆς ἀληθείας καὶ ἄκοντες ἀναγκάζονται ἀναγινώσκειν γράμματα, καὶ τὴν προφητείαν ἑρμηνεύειν, εἰ καὶ μὴ πᾶσαν. Εἰπόντες γὰρ τὴν Βηθλεὲμ, καὶ ὅτι ἐξ αὐτῆς ἐξελεύσεται ὁ ποιμαίνων τὸν Ἰσραὴλ, λοιπὸν οὐκέτι προσέθηκαν τὸ ἑξῆς, κολακεύοντες τὸν βασιλέα. Τί δὲ τοῦτο ἦν; Ὅτι Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ ἐκεῖθεν ἔμελλε παραγίνεσθαι, ἐν Ναζαρὲτ μετὰ τὸν τόκον διῆγε, καὶ συνεσκίαζε τὴν προφητείαν; Καὶ μὴν οὐ συνεσκίασεν, ἀλλὰ καὶ μᾶλλον ἐξεκάλυψε. Τὸ γὰρ, ἐκεῖ τῆς μητρὸς οἰκούσης διαπαντὸς, ἐνταῦθα γεννηθῆναι δείκνυσιν ἐξ οἰκονομίας τὸ πρᾶγμα γινόμενον. ∆ιά τοι τοῦτο οὐδὲ εὐθέως τεχθεὶς ἐξῆλθεν ἐκεῖθεν, ἀλλ' ἐποίησεν ἡμέρας τεσσαράκοντα, τοῖς βουλομένοις περιεργάζεσθαι διδοὺς μετὰ ἀκριβείας ἐξετάζειν ἅπαντα. Καὶ γὰρ πολλὰ ἦν τὰ κινοῦντα πρὸς τὴν τοιαύτην ζήτησιν, εἴ γε προσέχειν ἐβούλοντο. Καὶ γὰρ ἐλθόντων τῶν μάγων, ἀνεπτερώθη πᾶσα ἡ πόλις, καὶ μετὰ τῆς πόλεως ὁ βασιλεὺς, καὶ ὁ προφήτης εἰς μέσον παρήγετο, καὶ δικαστήριον μέγιστον συνεκροτεῖτο, καὶ ἕτερα δὲ πλείονα γέγονεν αὐτόθι, ἅπερ ὁ Λουκᾶς μετὰ ἀκριβείας διηγεῖται ἅπαντα· οἷον τὰ κατὰ τὴν Ἄνναν, καὶ τὸν Συμεὼν, καὶ τὸν Ζαχαρίαν, καὶ τοὺς ἀγγέλους, καὶ τοὺς ποιμένας, ἅπερ ἅπαντα τοῖς προσέχουσιν ἱκανὰ ἦν παρασχεῖν ἀφορμὰς τὸ γεγενημένον εὑρεῖν. Εἰ γὰρ ἀπὸ Περσίδος ἐλθόντες οἱ μάγοι οὐκ ἠγνόησαν τὸν τόπον, πολλῷ μᾶλλον οἱ ἐκεῖ διατρίβοντες ταῦτα μαθεῖν ἠδύναντο. Ἔδειξε μὲν οὖν ἐξ ἀρχῆς ἑαυτὸν διὰ πολλῶν θαυμάτων· ἐπειδὴ δὲ οὐκ ἠθέλησαν ἰδεῖν, κρύψας τὸν με ταξὺ χρόνον ἑαυτὸν, πάλιν ἐξ ἑτέρας ἀπεκάλυψε λαμπροτέρας ἀρχῆς. Οὐδὲ γὰρ οἱ μάγοι λοιπὸν, οὐδὲ ὁ ἀστὴρ, ἀλλ' ὁ Πατὴρ ἄνωθεν ἐκήρυττεν ἐπὶ τῶν Ἰορδανείων ῥείθρων· καὶ τὸ Πνεῦμα δὲ ἐπεφοίτα, τὴν φωνὴν ἐκείνην ἕλκον ἐπὶ τὴν κεφαλὴν τοῦ βαπτιζομένου· καὶ Ἰωάννης μετὰ παῤῥησίας ἁπάσης πανταχοῦ τῆς Ἰουδαίας ἐβόα, τὴν οἰκουμένην, τὴν ἀοίκητον τῆς τοιαύτης διδασκαλίας πληρῶν· καὶ ἡ τῶν θαυμάτων δὲ μαρτυρία, καὶ γῆ, καὶ θάλαττα, καὶ ἡ κτίσις ἅπασα λαμπρὰν ὑπὲρ αὐτοῦ ἠφίει φωνήν. Παρὰ δὲ τὸν καιρὸν τῶν ὠδίνων τοσαῦτα ἐγίνετο, ὅσα εἰκὸς ἠρέμα δεῖξαι τὸν παραγεγονότα. Ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἴσμεν πότε ἐτέχθη, οὐδὲ ἐν ποίῳ χωρίῳ, τά τε κατὰ τοὺς μάγους πάντα ᾠκονομήθη, καὶ τὰ ἄλλα ἅπερ εἰρήκαμεν· ὥστε οὐδεμίαν αἰτίαν ἂν ἔχοιεν εἰπεῖν, μὴ ζητήσαντες τὸ γεγενημένον.
βʹ. Σκόπει δὲ καὶ τῆς προφητείας τὴν ἀκρίβειαν. Οὐ γὰρ εἶπεν, ὅτι ἐν Βηθλεὲμ μενεῖ, ἀλλ', ἐξελεύσεται. Ὥστε καὶ τοῦτο προφητείας ἦν, τὸ γεννηθῆναι ἐκεῖ μόνον. Τινὲς δὲ αὐτῶν ἀναισχυντοῦντές φασι, περὶ τοῦ Ζοροβάβελ ταῦτα εἰρῆσθαι· καὶ πῶς ἂν ἔχοιεν λόγον; Οὐ γὰρ δὴ, αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Πῶς δὲ τὸ ἐν ἀρχῇ λεχθὲν, ὅτι Ἐκ σοῦ ἐξελεύσεται, ἁρμόσειεν ἂν ἐκείνῳ; Οὐ γὰρ ἐν τῇ Ἰουδαίᾳ, ἀλλ' ἐν τῇ Βαβυλῶνι ἐτέχθη· ὅθεν καὶ Ζοροβάβελ ἐκλήθη, διὰ τὸ ἐκεῖ σπαρῆναι. Καὶ ὅσοι τὴν Σύρων ἴσασι γλῶτταν, ἴσασι τὸ λεγόμενον. Μετὰ δὲ τῶν εἰρημένων, καὶ ὁ μετὰ ταῦτα χρόνος ἅπας ἱκανὸς συστῆσαι τὴν μαρτυρίαν. Τί γάρ φησιν; Οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· καὶ τὴν αἰτίαν προστίθησι τῆς περιφανείας, λέγων, ὅτι, ἐκ σοῦ ἐξελεύσεται. Οὐδεὶς δὲ ἕτερος λαμπρὸν καὶ περιφανὲς ἐκεῖνο τὸ χωρίον ἐποίησεν, ἀλλ' ἢ μόνος αὐτός. Μετὰ γοῦν τὸν τόκον ἐκεῖνον, ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἔρχονται ὀψόμενοι τὴν φάτνην καὶ τῆς καλύβης τὸν τόπον· ὅπερ ἄνωθεν ὁ προφήτης προανεφώνησε, λέγων· Οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· τουτέστιν, ἐν τοῖς φυλάρχοις. Τοῦτο δὲ εἰπὼν καὶ τὴν Ἱερουσαλὴμ περιέλαβεν. Ἀλλ' οὐδὲ οὕτω προσεῖχον, καίτοι τῆς ὠφελείας εἰς αὐτοὺς διαβαινούσης. Καὶ γὰρ διὰ τοῦτο οὐδαμοῦ περὶ τῆς ἀξίας αὐτοῦ διαλέγονται οἱ προφῆται ἐν ἀρχῇ τοσοῦτον, ὅσον περὶ τῆς εὐεργεσίας τῆς παρ' αὐτοῦ γενομένης εἰς αὐτούς. Καὶ γὰρ ἡνίκα ἔτικτεν ἡ παρθένος· Καλέσεις, φησὶ, τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· καὶ ἐπάγει λέγων· Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ οἱ μάγοι δὲ οὐκ ἔλεγον, ποῦ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ' Ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων. Καὶ ἐνταῦθα πάλιν οὐκ εἶπεν, ὅτι ἐκ σοῦ ἐξελεύσεται ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλ' Ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Ἔδει γὰρ καὶ συγκαταβατικώτε ρον διαλέγεσθαι ἐν προοιμίοις, ἵνα μὴ σκανδαλίζωνται, καὶ τὰ περὶ τῆς σωτηρίας αὐτῶν κηρύττειν, ἵνα τούτῳ μᾶλλον ἐνάγωνται. Ὅσαι γοῦν πρῶται φέρονται μαρτυρίαι, καὶ ὧν εὐθέως παρὰ τὴν γέννησιν καιρὸς ἦν, οὐδὲν μέγα, οὐδὲ ὑψηλὸν περὶ αὐτοῦ λέγουσιν, οὐδὲ οἷον αἱ μετὰ τὴν τῶν σημείων ἐπίδειξιν· ἐκεῖναι γὰρ τρανότερον περὶ τῆς αὐτοῦ ἀξίας διαλέγονται. Ὅτε γοῦν μετὰ πολλὰ θαύματα παιδία ὕμνους εἰς αὐτὸν ᾖδον, ἄκουσον τί φησιν ὁ Προφήτης· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· καὶ πάλιν· Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· ὅπερ δημιουργὸν αὐτὸν δείκνυσι τοῦ παντὸς ὄντα. Καὶ ἡ μετὰ τὴν ἀνάληψιν δὲ παραχθεῖσα μαρτυρία τὸ πρὸς τὸν Πατέρα ὁμότιμον δηλοῖ· Εἶπε γὰρ, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Καὶ ὁ Ἡσαΐας δέ φησιν, ὅτι· Ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Πῶς δέ φησι τὴν Βηθλεὲμ ἐν τοῖς ἡγεμόσιν Ἰούδα οὐκ εἶναι ἐλαχίστην; οὐδὲ γὰρ ἐν Παλαιστίνῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ περίβλεπτος γέγονεν ἡ κώμη. Ἀλλὰ τέως πρὸς Ἰουδαίους ὁ λόγος· διὸ καὶ ἐπήγαγε· Ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ· καίτοιγε τὴν οἰκουμένην ἐποίμανεν· ἀλλ', ὅπερ ἔφην, οὐ βούλεται σκανδαλίσαι τέως τὸν περὶ τῶν ἐθνῶν ἐκκαλύπτων λόγον. Καὶ πῶς οὐκ ἐποίμανε, φησὶ, τὸν λαὸν τὸν Ἰουδαϊκόν; Μάλιστα μὲν καὶ αὐτὸ γέγονε· τὸν γὰρ Ἰσραὴλ ἐνταῦθα εἰπὼν, τοὺς αὐτῷ πεπιστευκότας ἐξ Ἰουδαίων ᾐνίξατο. Καὶ τοῦτο ἑρμηνεύων ὁ Παῦλος ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλ' ὅσοι διὰ πίστεως καὶ ἐπαγγελίας ἐγεννήθησαν. Εἰ δὲ μὴ πάντας ἐποίμανε, τοῦτο αὐτῶν ἔγκλημα καὶ κατηγορία. ∆έον γὰρ αὐτοὺς προσκυνῆσαι μετὰ τῶν μάγων, καὶ δοξάσαι τὸν Θεὸν, ὅτι ἐπέστη καιρὸς τοιοῦτος, πάντα λύων αὐτῶν τὰ ἁμαρτήματα· καὶ γὰρ οὐδὲν περὶ δικαστηρίων ἤκουσαν, οὐδὲ εὐθυνῶν, ἀλλὰ περὶ ἡμέρου καὶ πράου ποιμένος· οἱ δὲ τοὐναντίον ποιοῦσι, καὶ ταράττονται, καὶ θορυβοῦσι, καὶ μυρίας μετὰ ταῦτα κατασκευάζουσιν ἐπιβουλάς. Τότε Ἡρώδης καλέσας λάθρα τοὺς μάγους, ἠκρίβωσε παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος· ἐπιχειρῶν ἀνελεῖν τὸ τεχθὲν, ὅπερ ἐσχάτης ἀνοίας ἦν, οὐχὶ μανίας μόνον. Καὶ γὰρ τὰ εἰρημένα καὶ τὰ γεγενημένα ἱκανὰ ἦν ἀποστῆσαι αὐτὸν πάσης τῆς τοιαύτης ἐπιχειρήσεως. Οὐδὲ γὰρ κατὰ ἄνθρωπον ἦν τὰ συμβάντα. Τὸ γὰρ ἀστέρα καλέσαι τοὺς μάγους ἄνωθεν, καὶ τὸ βαρβάρους ἄνδρας τοσαύτην ἀποδημίαν στείλασθαι, ὥστε προσκυνῆσαι τὸν ἐν σπαργάνοις καὶ φάτνῃ κείμενον, καὶ τὸ προφήτας δὲ ἄνωθεν ταῦτα πάντα προαναφωνεῖν, καὶ τὰ ἄλλα πάντα, μείζονα ἢ κατὰ ἄνθρωπον ἦν· ἀλλ' ὅμως οὐδὲν αὐτὸν τούτων κατεῖχε.
γʹ. Τοιοῦτον γὰρ ἡ πονηρία· ἑαυτῇ περιπίπτει, καὶ ἀνηνύτοις ἀεὶ πράγμασιν ἐπιχειρεῖ. Σκόπει δὲ τὴν ἄνοιαν. Εἰ μὲν ἐπίστευε τῇ προφητείᾳ, καὶ ἀκίνητον αὐτὴν εἶναι ἐνόμιζεν, εὔδηλον ὅτι ἀδυνάτοις ἐπεχείρει πράγμασιν· εἰ δὲ ἠπίστει πάλιν, καὶ οὐ προσεδόκα ἐκβήσεσθαι τὰ λεγόμενα, δεδοικέναι καὶ φοβεῖσθαι οὐκ ἐχρῆν, οὐδὲ διὰ τοῦτο ἐπιβουλεύειν· ὥστε ἑκατέρωθεν περιττὸς ὁ δόλος ἦν. Καὶ τοῦτο δὲ ἀνοίας ἐσχάτης, τὸ νομίσαι τοὺς μάγους αὐτὸν προτιμήσειν τοῦ τεχθέντος, ὑπὲρ οὗ τοσαύτην ἦλθον ἀποδημίαν. Εἰ γὰρ πρὶν ἰδεῖν οὕτως ἦσαν ἐκκεκαυμένοι τῷ πόθῳ, μετὰ τὸ θεάσασθαι καὶ πιστωθῆναι παρὰ τῆς προφητείας, πῶς ἤλπιζεν αὐτοὺς πεῖσαι προδοῦναι τὸ παιδίον αὐτῷ; Ἀλλ' ὅμως καὶ τοσούτων ὄντων τῶν ἀπαγόντων αὐτὸν, ἐπεχείρει, Καὶ καλέσας λάθρα τοὺς μάγους, ἐπυνθάνετο παρ' αὐτῶν. Καὶ γὰρ ἐνόμιζεν Ἰουδαίους κήδεσθαι τοῦ παιδίου· καὶ οὐκ ἂν προσεδόκησεν εἰς τοῦτο μανίας ἐξολισθαίνειν αὐτοὺς, ὡς τὸν προστάτην καὶ Σωτῆρα, καὶ ἐπ' ἐλευθερίᾳ τοῦ ἔθνους παραγενόμενον βούλεσθαι ἐκδιδόναι τοῖς ἐχθροῖς. ∆ιὰ τοῦτο καὶ λάθρα καλεῖ, καὶ ζητεῖ τὸν χρόνον, οὐ τοῦ παιδίου, ἀλλὰ τοῦ ἀστέρος, ἐκ πολλῆς τῆς περιουσίας τιθεὶς τὸ θήραμα. Καὶ γὰρ πρὸ πολλοῦ χρόνου δοκεῖ μοι ὁ ἀστὴρ φανῆναι. Ἐπειδὴ γὰρ πολὺν κατὰ τὴν ὁδοιπορίαν ἔμελλον ἀναλίσκειν οἱ μάγοι χρόνον, ἵνα εὐθέως ἐπιστῶσι τῷ τεχθέντι· ἔδει γὰρ ἐν αὐτοῖς προσκυνηθῆναι τοῖς σπαργάνοις αὐτὸν, ὥστε τὸ θαυμαστὸν καὶ παράδοξον φανῆναι τοῦ πράγματος, πρὸ πολλοῦ τοῦ χρόνου δείκνυσιν ἑαυτὸν ὁ ἀστήρ. Εἰ γὰρ ἡνίκα ἐτέχθη ἐν Παλαιστίνῃ, τότε αὐτοῖς ὤφθη ἐν τῇ ἀνατολῇ, πολὺν κατὰ τὴν ὁδοιπορίαν διατρίβοντες χρόνον, οὐκ ἂν ἐν σπαργάνοις εἶδον αὐτὸν παραγενόμενοι. Εἰ δὲ ἀπὸ διετοῦς ἀναιρεῖ καὶ κατωτέρω, μὴ θαυμάσωμεν· ὁ γὰρ θυμὸς καὶ τὸ δέος ὑπὲρ πλείονος ἀσφαλείας καὶ πλείονα προσετίθει χρόνον, ὥστε μηδένα διαφυγεῖν. Καλέσας οὖν αὐτοὺς, φησί· Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Εἶδες τὴν ἄνοιαν; Εἰ μὲν γὰρ ἐξ ἀληθείας ταῦτα λέγεις, τίνος ἕνεκεν λάθρα ἐρωτᾷς; εἰ δὲ ἐπιβουλεῦσαι βουλόμενος, πῶς οὐ συνεῖδες, ὡς ἐκ τοῦ λάθρα ἐρωτᾶσθαι δυνήσονται συνιδεῖν οἱ μάγοι τὸν δόλον; Ἀλλ', ὅπερ ἔφην, ψυχὴ ὑπὸ πονηρίας ἁλοῦσα, πάντων ἀνοητοτέρα γίνεται. Καὶ οὐκ εἶπεν, ἀπελθόντες μάθετε περὶ τοῦ βασιλέως, ἀλλὰ Περὶ τοῦ παιδίου· οὐδὲ γὰρ τὸ ὄνομα τῆς ἀρχῆς καλέσαι ἠνέσχετο. Ἀλλ' οἱ μάγοι τούτων οὐδὲν συνιδόντες ὑπὸ πολλῆς εὐλαβείας· οὐ γὰρ ἂν προσεδόκησαν, ὅτι εἰς τοσοῦτον πονηρίας ἐξῆλθεν ἂν ἐκεῖνος, καὶ οὕτω θαυμαστῇ οἰκονομίᾳ ἐπιβουλεῦσαι ἐπεχείρησεν· Ἀπέρχονται τούτων οὐδὲν ὑφορώμενοι, ἀλλ' ἐκ τῶν καθ' ἑαυτοὺς καὶ τὰ τῶν ἄλλων στοχαζόμενοι ἅπαντα. Καὶ ἰδοὺ ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς. ∆ιὰ γὰρ τοῦτο καὶ ἐκρύβη, ἵνα ἀπολέσαντες τὸν χειραγωγοῦντα, εἰς ἀνάγκην ἐμπέσωσιν ἐρωτῆσαι τοὺς Ἰουδαίους, καὶ πᾶσι κατάδηλον τὸ πρᾶγμα γένηται. Ἐπειδὴ γὰρ ἠρώτησαν καὶ διδασκάλους ἔσχον τοὺς ἐχθροὺς, φαίνεται πάλιν αὐτοῖς. Καὶ σκόπει ἀκολουθίαν ἀρίστην γινομένην. Ἀπὸ μὲν γὰρ τοῦ ἀστέρος δέχεται αὐτοὺς ὁ τῶν Ἰουδαίων δῆμος καὶ ὁ βασιλεὺς, καὶ τὸν προφήτην εἰσάγουσι διδάσκοντα τὸ φαινόμενον. Ἀπὸ δὲ τοῦ προφήτου πάλιν ἄγγελος αὐτοὺς παραλαβὼν πάντα ἐδίδαξε· τέως δὲ ἀπὸ Ἱεροσολύμων εἰς Βηθλεὲμ διὰ τοῦ ἀστέρος βαδίζουσιν· ὁ γὰρ ἀστὴρ πάλιν κἀκεῖθεν συνώδευσεν· ἵνα μάθῃς κἀντεῦθεν, ὅτι οὐ τῶν πολλῶν εἷς ἦν οὗτος· οὐδὲ γὰρ ἔχει ταύτην τὴν φύσιν ἀστὴρ οὐδὲ εἷς. Καὶ οὐχ ἁπλῶς ἐβάδιζεν, ἀλλὰ προῆγεν αὐτοὺς ἕλκων καὶ χειραγωγῶν ἐν ἡμέρᾳ μέσῃ.
δʹ. Καὶ τί τοῦ ἀστέρος τούτου ἔδει, φησὶ, λοιπὸν τοῦ χωρίου γνωρισθέντος; Ἵνα καὶ τὸ παιδίον ὀφθῇ. Οὐδὲ γὰρ ἦν τι τὸ δηλοῦν αὐτό· ἐπειδὴ οὐδὲ ἡ οἰκία περιφανὴς ἦν, οὔτε ἡ μήτηρ λαμπρὰ καὶ ἐπίσημος. Ἔδει τοίνυν τοῦ ἀστέρος τοῦ ἐπιστήσοντος αὐτοὺς τῷ τόπῳ. ∆ιὸ καὶ ἀπὸ Ἱεροσολύμων ἐξελθοῦσι φαίνεται, καὶ οὐ πρότερον ἵσταται, ἕως τὴν φάτνην κατέλαβε. Καὶ θαῦμα συνήπτετο θαύματι· καὶ γὰρ ἀμφότερα παράδοξα ἦν, καὶ τὸ τοὺς μάγους προσκυνεῖν, καὶ τὸ τὸν ἀστέρα προάγειν, καὶ ἱκανὰ καὶ τοὺς σφόδρα λιθίνους ἐπισπάσασθαι. Εἰ μὲν γὰρ εἶπον οἱ μάγοι, ὅτι προφητῶν ἤκουσαν ταῦτα λεγόντων, ἢ ὅτι ἄγγελοι κατ' ἰδίαν αὐτοῖς διελέχθησαν, κἂν ἠπιστήθησαν· νῦν δὲ τῆς ὄψεως τοῦ ἀστέρος ἄνωθεν φαινομένης, καὶ οἱ σφόδρα ἀναισχυντοῦντες ἐπεστομίζοντο. Εἶτα ἐπειδὴ ἐπέστη τῷ παιδίῳ, ἔστη πάλιν ὁ ἀστήρ· ὅπερ καὶ αὐτὸ μείζονος δυνάμεως ἣ κατὰ ἀστέρα ἦν, τὸ νῦν μὲν κρύπτεσθαι, νῦν δὲ φαίνεσθαι, καὶ φανέντα ἵστασθαι. Ἐντεῦθεν κἀκεῖνοι προσθήκην πίστεως ἐλάμβανον. ∆ιὰ τοῦτο καὶ ἐχάρησαν, ὅτι τὸ ζητούμενον εὗρον, ὅτι ἄγγελοι ἀληθείας γεγόνασιν, ὅτι οὐκ εἰκῆ τοσαύτην ἦλθον ὁδόν· οὕτω πολύν τινα πόθον περὶ τὸν Χριστὸν εἶχον. Καὶ γὰρ ἐλθὼν κατ' αὐτῆς ἔστη τῆς κεφαλῆς, δεικνὺς ὅτι θεῖόν ἐστι τὸ γέννημα· καὶ σταθεὶς, ἐπὶ τὴν προσκύνησιν ἄγει, οὐχ ἁπλῶς βαρβάρους, ἀλλὰ τοὺς σοφωτέρους παρ' ἐκείνοις. Ὁρᾷς ὅτι εἰκότως ἀστὴρ ἐφάνη; Καὶ γὰρ μετὰ τὴν προφητείαν, καὶ μετὰ τὴν τῶν ἀρχιερέων καὶ γραμματέων ἐξήγησιν, ἔτι τούτῳ προσεῖχον. Αἰσχυνέσθω Μαρκίων, αἰσχυνέσθω Παῦλος ὁ Σαμοσατεὺς, μὴ βουληθέντες ἰδεῖν ἅπερ οἱ μάγοι εἶδον, οἱ τῆς Ἐκκλησίας πρόγονοι· οὐδὲ γὰρ αἰσχύνομαι οὕτως αὐτοὺς καλῶν. Αἰσχυνέσθω Μαρκίων, ὁρῶν Θεὸν ἐν σαρκὶ προσκυνούμενον. Αἰσχυνέσθω Παῦλος. ὁρῶν οὐχ ὡς ἄνθρωπον προσκυνούμενον ἁπλῶς. Ἀλλ' ὅτι μὲν ἐν σαρκὶ, τὰ σπάργανα δείκνυσι καὶ ἡ φάτνη· ὅτι δὲ οὐχ ὡς ψιλὸν ἄνθρωπον προσεκύνουν, δηλοῦσιν ἐν ἀώρῳ τῆς ἡλικίας τοιαῦτα δῶρα προσάγοντες, ἃ Θεῷ προσάγειν εἰκὸς ἦν. Αἰσχυνέσθωσαν μετ' αὐτῶν καὶ Ἰουδαῖοι, βαρβάρους καὶ μάγους ὁρῶντες αὐτοὺς φθάνοντας, καὶ οὐδὲ μετ' ἐκείνους ἐλθεῖν ἀνεχόμενοι. Καὶ γὰρ τύπος ἦν τῶν μελλόντων τὰ τότε γινόμενα καὶ ἐξ αὐτῶν τῶν προοιμίων ἐδηλοῦτο, ὅτι φθάσει τὸν δῆμον τὸν ἐκείνων τὰ ἔθνη. Καὶ πῶς, φησὶν, οὐκ ἐξ ἀρχῆς, ἀλλὰ μετὰ ταῦτα ἔλεγε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη; Ὅτι τοῦ μέλλοντος, ὅπερ ἔφην, γίνεσθαι τύπος ἦν τὸ συμβαῖνον, καὶ προαναφώνησίς τις. Τὸ μὲν γὰρ ἀκόλουθον ἦν, Ἰουδαίους προσελθεῖν πρώτους· ἐπειδὴ δὲ ἑκόντες προὔδωκαν τὴν οἰκείαν εὐεργεσίαν, ἀντιστρόφως τὰ πράγματα γέγονεν. Ἐπεὶ οὐδὲ ἐνταῦθα πρὸ τῶν Ἰουδαίων ἔδει τοὺς μάγους ἐλθεῖν· οὐδὲ τοὺς ἐκ τοσούτου διαστήματος προλαβεῖν τοὺς παρ' αὐτὴν τὴν πόλιν καθημένους· οὐδὲ τοὺς οὐδὲν ἀκηκοότας φθάσαι τοὺς προφητείαις συντραφέντας τοσαύταις. Ἐπειδὴ δὲ μεθ' ὑπερβολῆς τὰ οἰκεῖα ἠγνόησαν καλὰ, οἱ ἀπὸ Περσίδος τοὺς ἐν Ἱεροσολύμοις προλαμβάνουσιν· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν· Ὑμῖν ἀναγκαῖον ἦν πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Κυρίου· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Εἰ γὰρ καὶ μὴ πρὸ τούτου ἐπείθοντο, παρὰ γοῦν τῶν μάγων ἀκούσαντας ἔδει δραμεῖν· ἀλλ' οὐκ ἠθέλησαν· διὰ τοῦτο, καθευδόντων ἐκείνων, οὗτοι προτρέχουσιν.
εʹ. Ἀκολουθήσωμεν τοίνυν καὶ ἡμεῖς τοῖς μάγοις, καὶ τῆς βαρβάρου συνηθείας ἀπαλλαγῶμεν, καὶ πολὺ τὸ διάστημα ποιήσωμεν, ἵνα ἴδωμεν τὸν Χριστόν· ἐπεὶ κἀκεῖνοι εἰ μὴ μακρὰν τῆς αὐτῶν ἐγένοντο χώρας, οὐκ ἂν αὐτὸν εἶδον. Ἀποστῶμεν τῶν γηΐνων πραγμάτων. Καὶ γὰρ οἱ μάγοι, ἕως μὲν ἦσαν ἐν τῇ Περσίδι, τὸν ἀστέρα ἑώρων· ἐπειδὴ δὲ ἀπέστησαν τῆς Περσίδος, τὸν ἥλιον τῆς δικαιοσύνης ἐθεάσαντο· μᾶλλον δὲ οὐδὲ τὸν ἀστέρα ἂν εἶδον, εἰ μὴ προθύμως ἐκεῖθεν ἀνέστησαν. Ἀναστῶμεν οὖν καὶ ἡμεῖς· κἂν πάντες ταράττωνται, ἡμεῖς ἐπὶ τὴν οἰκίαν τοῦ παιδίου τρέχωμεν· κἂν βασιλεῖς, κἂν δῆμοι, κἂν τύραννοι τὴν ὁδὸν ταύτην ἐκκόπτωσι, μὴ καταλύωμεν τὸν πόθον. Οὕτω γὰρ πάντα τὰ ἐπικείμενα διακρουσόμεθα δεινά. Ἐπεὶ καὶ οὗτοι, εἰ μὴ τὸ παιδίον εἶδον, οὐκ ἂν τὸν κίνδυνον ἐξέφυγον τὸν παρὰ τοῦ βασιλέως. Πρὶν ἢ τὸ παιδίον ἰδεῖν, φόβοι καὶ κίνδυνοι καὶ ταραχαὶ πάντοθεν ἐπέκειντο· μετὰ δὲ τὴν προσκύνησιν, γαλήνη καὶ ἀσφάλεια· καὶ οὐκέτι ἀστὴρ, ἀλλ' ἄγγελος αὐτοὺς δέχεται, ἱερέας ἀπὸ τῆς προσκυνήσεως γενομένους· καὶ γὰρ καὶ δῶρα προσέφερον. Ἀφεὶς τοίνυν καὶ σὺ τὸν Ἰουδαϊκὸν λαὸν, τὴν ταραττομένην πόλιν, τὸν φονῶντα τύραννον, τὴν βιωτικὴν φαντασίαν, σπεῦσον ἐπὶ τὴν Βηθλεὲμ, ὅπου ὁ οἶκος τοῦ ἄρτου τοῦ πνευματικοῦ. Κἂν γὰρ ποιμὴν ᾖς, καὶ ἐνταῦθα ἔλθῃς, ὄψει τὸ παιδίον ἐν καταλύματι. Κἂν βασιλεὺς ᾖς, καὶ μὴ παραγένῃ, οὐδέν σοι τῆς πορφυρίδος ὄφελος· κἂν μάγος ᾖς, οὐδέν σε κωλύσει τοῦτο, μόνον ἂν ἐπὶ τῷ τιμῆσαι ἔλθῃς καὶ προσκυ νῆσαι, καὶ μὴ καταπατῆσαι τὸν Υἱὸν τοῦ Θεοῦ· ἂν μετὰ τρόμου καὶ χαρᾶς τοῦτο ποιῇς· ἔστι γὰρ ταῦτα ὁμοῦ συνελθεῖν ἀμφότερα. Ἀλλ' ὅρα μὴ κατὰ τὸν Ἡρώδην γένῃ, καὶ εἴπῃς· Ὅπως ἐλθὼν προσκυνήσω αὐτὸν, καὶ ἐλθὼν ἀνελεῖν βουληθῇς. Τούτῳ γὰρ ἐοίκασιν οἱ τῶν μυστηρίων ἀναξίως μετέχοντες. Ἔνοχος γὰρ ὁ τοιοῦτος ἔσεται, φησὶ, τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου Καὶ γὰρ ἔχουσιν ἐν ἑαυτοῖς τὸν τύραννον ἀλγοῦντα τῇ βασιλείᾳ τοῦ Χριστοῦ, τὸν ἐκείνου τοῦ Ἡρώδου παρανομώτερον, μαμωνᾶν. Οὗτος γὰρ βούλεται κρατεῖν, καὶ πέμπει τοὺς οἰκείους τοὺς ἑαυτοῦ, προσκυνήσοντας μὲν σχήματι, σφάττοντας δὲ ἐν τῷ προσκυνεῖν. Φοβηθῶμεν τοίνυν μή ποτε σχῆμα μὲν ἱκετῶν καὶ προσκυνητῶν ἔχωμεν, ἐν δὲ τῷ ἔργῳ τὰ ἐναντία ἐπιδειξώμεθα. Καὶ πάντα ἀπὸ τῶν χειρῶν ῥίψωμεν, προσκυνεῖν μέλλοντες. Κἂν χρυσὸν ἔχωμεν, αὐτῷ προσενέγκωμεν, καὶ μὴ κατορύξωμεν. Εἰ γὰρ οἱ βάρβαροι τότε ἐκεῖνοι εἰς τιμὴν προσήνεγκαν, τίς ἔσῃ μηδὲ τῷ χρείαν ἔχοντι διδούς; εἰ ἐκεῖνοι τοσαύτην ἦλθον ὁδὸν, ἵνα τεχθέντα ἴδωσι, ποίαν ἕξεις ἀπολογίαν σὺ, μηδὲ στενωπὸν ἕνα ἀπιὼν, ἵνα ἀῤῥωστοῦντα ἐπισκέψῃ καὶ δεδεμένον; Καίτοιγε κάμνοντας καὶ δεδεμένους, καὶ τοὺς ἐχθροὺς ἐλεοῦμεν· σὺ δὲ οὐδὲ τὸν εὐεργέτην τὸν σὸν καὶ ∆εσπότην. Κἀκεῖνοι μὲν χρυσίον προσήνεγκαν· σὺ δὲ ἄρτον μόλις δίδως. Ἐκεῖνοι εἶδον τὸν ἀστέρα, καὶ ἐχάρησαν· σὺ δὲ αὐτὸν ὁρῶν τὸν Χριστὸν ξένον ὄντα καὶ γυμνὸν οὐκ ἐπικάμπτῃ. Τίς γὰρ ὑμῶν διὰ τὸν Χριστὸν τοσαύτην ἀποδημίαν ἀπεδήμησε τῶν μυρία εὐεργετηθέντων, ὅσην ἐκεῖνοι οἱ βάρβαροι, μᾶλλον δὲ οἱ φιλοσόφων φιλοσοφώτεροι; Καὶ τί λέγω τοσαύτην ὁδόν; Πολλαὶ γὰρ τῶν γυναικῶν οὕτως ἡμῖν μαλακίζονται, ὡς μηδὲ ἄμφοδον ἓν ὑπερβῆναι, καὶ ἰδεῖν αὐτὸν ἐπὶ τῆς φάτνης τῆς πνευματικῆς, εἰ μὴ ἡμιόνων ἐπιλάβοιντο. Ἕτεροι δὲ ἐπειδὴ βαδίζειν ἔχουσιν, οἱ μὲν βιωτικῶν πραγμάτων ὄχλον, οἱ δὲ θέατρα τῆς ἐνταῦθα ἀφίξεως προτιθέασι. Καὶ οἱ μὲν βάρβαροι πρὶν ἰδεῖν αὐτὸν τοσαύτην ἤνυσαν ὁδὸν δι' αὐτόν· σὺ δὲ οὐδὲ μετὰ τὸ ἰδεῖν ἐκείνους ζηλοῖς, ἀλλὰ ἀφεὶς αὐτὸν μετὰ τὸ ἰδεῖν, τρέχεις ἵνα τὸν μῖμον ἴδῃς (τῶν γὰρ αὐτῶν ἅπτομαι πάλιν ὧν καὶ πρώην)· καὶ κείμενον τὸν Χριστὸν ὁρῶν ἐπὶ φάτνης, καταλιμπάνεις, ἵνα γυναῖκας ἐπὶ σκηνῆς ἴδῃς. Πόσων οὐκ ἄξια ταῦτα σκηπτῶν; ʹ. Εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασίλεια εἰσαγαγεῖν ἐπηγγέλλετο, καὶ δείξειν τὸν βασιλέα καθήμενον, ἆρα ἂν εἴλου τὸ θέατρον ἀντὶ τούτων ἰδεῖν; Καίτοιγε οὐδὲν οὐδὲ ἐκεῖθεν κερδᾶναι ἦν. Ἐνταῦθα δὲ πηγὴ πυρὸς πνευματικὴ ἀπὸ ταύτης ἀναβλύζει τῆς τραπέζης· καὶ σὺ ταύτην ἀφεὶς, κατατρέχεις εἰς τὸ θέατρον, ἰδεῖν νηχομένας γυναῖκας καὶ φύσιν παραδειγματιζομένην, καταλιπὼν τὸν Χριστὸν παρὰ τὴν πηγὴν καθήμενον; Καὶ γὰρ καὶ νῦν παρὰ τὴν πηγὴν κάθηται, οὐ Σαμαρείτιδι διαλεγόμενος, ἀλλ' ὁλοκλήρῳ πόλει· τάχα δὲ καὶ νῦν Σαμαρείτιδι μόνῃ. Οὐδεὶς γὰρ αὐτῷ πάρεστιν οὐδὲ νῦν· ἀλλ' οἱ μὲν τοῖς σώμασι μόνοις, οἱ δὲ οὐδὲ αὐτοῖς. Ἀλλ' ὅμως αὐτὸς οὐκ ἀναχωρεῖ, ἀλλὰ μένει, καὶ παρ' ἡμῶν αἰτεῖ πιεῖν, οὐχ ὕδωρ, ἀλλ' ἁγιωσύνην· τὰ γὰρ ἅγια τοῖς ἁγίοις δίδωσιν. Οὐδὲ γὰρ ὕδωρ ἀπὸ ταύτης ἡμῖν παρέχει τῆς πηγῆς, ἀλλ' αἷμα ζῶν· καὶ μὴν θανάτου ἐστὶ σύμβολον, ἀλλὰ ζωῆς γέγονεν αἴτιον. Σὺ δὲ ἀφεὶς τὴν πηγὴν τοῦ αἵματος, τὸ ποτήριον τὸ φρικῶδες, εἰς πηγὴν ἀπέρχῃ διαβολικὴν, ὥστε νηχομένην πόρνην ἰδεῖν, καὶ ναυάγιον ὑπομεῖναι ψυχῆς. Τὸ γὰρ ὕδωρ ἐκεῖνο πέλαγος ἀσελγείας ἐστὶν, οὐ σώματα ποιοῦν ὑποβρύχια, ἀλλὰ ψυχῶν ναυάγια ἐργαζόμενον. Ἀλλ' ἡ μὲν νήχεται γυμνουμένη τὸ σῶμα, σὺ δὲ ὁρῶν καταποντίζῃ πρὸς τὸν τῆς ἀσελγείας βυθόν. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου σαγήνη· οὐκ εἰς αὐτὸ κατιόντας τὸ ὕδωρ, ἀλλ' ἄνωθεν καθημένους τῶν ἐκεῖ καλινδουμένων μᾶλλον ὑποβρυχίους ποιεῖ, καὶ χαλεπώτερον ἀποπνίγει τοῦ Φαραὼ, τοῦ μετὰ τῶν ἵππων καὶ τῶν ἁρμάτων καταποντισθέντος τότε. Καὶ εἴγε ἦν ψυχὰς ἰδεῖν, πολλᾶς ἂν ὑμῖν ἔδειξα ἐπιπλεούσας τοῖς ὕδασι τούτοις, ὥσπερ τῶν Αἰγυπτίων τότε τὰ σώματα. Ἀλλὰ τὸ χαλεπώτερον ἐκεῖνό ἐστιν, ὅτι καὶ τέρψιν τὴν τοιαύτην πανωλεθρίαν καλοῦσι, καὶ τὸ πέλαγος τῆς ἀπωλείας ἡδονῆς εὔριπον ὀνομάζουσι. Καίτοιγε εὐκολώτερον ἄν τις τὸ Αἰγαῖον καὶ Τυῤῥηνικὸν παραδράμοι πέλαγος μετὰ ἀσφαλείας, ἢ τὴν θεωρίαν ταύτην. Πρῶτον μὲν γὰρ δι' ὅλης νυκτὸς προλαμβάνει τῇ προσδοκίᾳ τὰς ψυχὰς ὁ διάβολος εἶτα δείξας τὸ προσδοκηθὲν, ἔδησεν εὐθέως καὶ αἰχμαλώτους ἐποίησε. Μὴ γὰρ ἐπειδὴ μὴ ἐμίγης τῇ πόρνῃ, καθαρὸς εἶναι νομίσῃς τῆς ἁμαρτίας· τῇ γὰρ προθυμίᾳ τὸ πᾶν ἀπήρτισας. Εἰ μὲν γὰρ ὑπὸ ἐπιθυμίας κατέχῃ, μείζονα τὴν φλόγα ἀνῆψας· εἰ δὲ οὐδὲν πάσχεις πρὸς τὰ ὁρώμενα, μείζονος κατηγορίας εἶ ἄξιος, ἑτέροις σκάνδαλον γινόμενος τῇ τῶν θεαμάτων τούτων προτροπῇ, καὶ τὴν σεαυτοῦ καταισχύνων ὄψιν, καὶ μετὰ τῆς ὄψεως τὴν ψυχήν. Ἀλλὰ γὰρ ἵνα μὴ μόνον ἐπιτιμῶμεν, φέρε καὶ τρόπον ἐπινοήσωμεν διορθώσεως. Τίς οὖν ὁ τρόπος ἔσται; Ταῖς γυναιξὶν ὑμᾶς παραδοῦναι βούλομαι ταῖς ὑμετέραις, ἵνα αὗται ὑμᾶς παιδεύσωσιν. Ἔδει γὰρ, κατὰ τὸν τοῦ Παύλου νόμον, ὑμᾶς εἶναι τοὺς διδασκάλους· ἐπειδὴ δὲ ἡ τάξις ἀντεστράφη διὰ τῆς ἁμαρτίας, καὶ ἄνω μὲν τὸ σῶμα, κάτω δὲ ἡ κεφαλὴ γέγονε, κἂν ταύτην ἑλώμεθα τὴν ὁδόν. Εἰ δὲ αἰσχύνῃ διδάσκαλον ἔχων γυναῖκα, φύγε τὴν ἁμαρτίαν, καὶ δυνήσῃ ταχέως ἐπὶ τὸν θρόνον ἀναβῆναι τὸν παρὰ τοῦ Θεοῦ σοι δοθέντα. Ὡς ἕως ἂν πλημμελῇς, οὐχὶ πρὸς γυναῖκα μόνον, ἀλλὰ καὶ πρὸς ἄλογά σε εὐτελέστερα πέμπει ἡ Γραφή· καὶ οὐκ αἰσχύνεται τὸν λόγῳ τετιμημένον τῷ μύρμηκι πέμπουσα μαθητήν. Οὐ γὰρ τῆς Γραφῆς τοῦτο κατηγορία, ἀλλὰ τῶν οὕτω τὴν ἑαυτῶν εὐγένειαν προδιδόντων. Τοῦτο δὴ καὶ ἡμεῖς ποιήσομεν· καὶ νῦν μέν σε τῇ γυναικὶ παραδώσομεν· ἂν δὲ ταύτης καταφρονήσῃς, καὶ εἰς τὸ τῶν ἀλόγων διδασκαλεῖον ἀποστελοῦμεν, καὶ δείξομεν πόσοι μὲν ὄρνιθες, πόσοι δὲ ἰχθύες, πόσα δὲ τετράποδα καὶ ἑρπετὰ σοῦ σεμνότερα καὶ σωφρονέστερα φαίνεται. Εἰ δὲ αἰσχύνῃ τὴν σύγκρισιν καὶ ἐρυθριᾷς, ἀνάβηθι πρὸς τὴν οἰκείαν εὐγένειαν, καὶ τὸ τῆς γεέννης πέλαγος καὶ τὸν τοῦ πυρὸς ποταμὸν φύγε, τὴν ἐν τῷ θεάτρῳ κολυμβήθραν. Αὕτη γὰρ ἡ κολυμβήθρα ἐκεῖνο τὸ πέλαγος προξενεῖ, καὶ τὴν ἄβυσσον ἐκείνην ἀνάπτει τῆς φλογός.
ζʹ. Εἰ γὰρ Ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν· ὁ καὶ γυμνὴν ἀναγκαζόμενος ἰδεῖν, πῶς οὐ μυριάκις αἰχμάλωτος γίνεται; Οὐχ οὕτως ὁ ἐπὶ τοῦ Νῶε κατακλυσμὸς τὸ τῶν ἀνθρώπων ἀπώλεσε γένος, ὡς αὗται αἱ νηχόμεναι ἅπαντας ἐκεῖ μετὰ πολλῆς ἀποπνίγουσι τῆς αἰσχύνης. Ἐκεῖνος μὲν γὰρ ὁ ὑετὸς, εἰ καὶ θάνατον εἰργάσατο σώματος, ἀλλὰ τὴν τῆς ψυχῆς κακίαν ἀνέκοψεν· οὗτος δὲ τοὐναντίον ποιεῖ, τῶν σωμάτων μενόντων, τὴν ψυχὴν ἀπόλλυσιν. Ὑμεῖς δὲ ὅταν μὲν προεδρίας ᾖ λόγος, ἀξιοῦτε τῆς οἰκουμένης προκαθῆσθαι πάσης, ἐπειδὴ πρώτη ἡ πόλις ἡμῶν τὸ τῶν Χριστιανῶν ἀνεδήσατο ὄνομα· ἐν δὲ τῷ τῆς σωφροσύνης ἀγῶνι, καὶ τῶν ἀγροικοτέρων πόλεων ἔλαττον φέροντες οὐκ αἰσχύνεσθε; Ναὶ, φησί· καὶ τί κελεύεις ποιεῖν; Τὰ ὄρη καταλαμβάνειν καὶ μοναχοὺς γίνεσθαι; ∆ιὰ γὰρ τοῦτο στένω, ὅτι μόνοις ἐκείνοις ἡγεῖσθε ἁρμόζειν κοσμιότητα καὶ σωφροσύνην· καίτοιγε ὁ Χριστὸς κοινοὺς τοὺς νόμους ἔθηκε. Καὶ γὰρ ὅταν λέγῃ, Ἐάν τις ἐμβλέψῃ γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, οὐ τῷ μονάζοντι λέγει, ἀλλὰ καὶ τῷ γυναῖκα ἔχοντι· καὶ γὰρ τὸ ὄρος ἐκεῖνο τότε πάντων τῶν τοιούτων πεπληρωμένον ἦν· Ἐννόησον τοίνυν ἐκεῖνο τὸ θέατρον, καὶ μίσησον τοῦτο τὸ διαβολικὸν, καὶ μὴ καταγνῷς τοῦ λόγου βαρύτητα. Οὐδὲ γὰρ κωλύω γαμεῖν, οὐδὲ ἐμποδίζω τέρπεσθαι· ἀλλὰ μετὰ σωφροσύνης τοῦτο βούλομαι γίνεσθαι, οὐ μετὰ αἰσχύνης καὶ κατηγορίας καὶ μυρίων ἐγκλημάτων. Οὐ νομοθετῶ τὰ ὄρη καταλαμβάνειν καὶ τὰς ἐρημίας, ἀλλὰ χρηστὸν εἶναι καὶ ἐπιεικῆ καὶ σώφρονα, μέσην οἰκοῦντα τὴν πόλιν. Καὶ γὰρ πάντα ἡμῖν τὰ τῶν νόμων κοινὰ πρὸς τοὺς μοναχούς ἐστι, πλὴν τοῦ γάμου· μᾶλλον δὲ καὶ ἐν τούτῳ κελεύει ὁ Παῦλος ἐν ἅπασιν ἐξισοῦσθαι αὐτοῖς, λέγων· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. Ὥστε, φησὶν, οὐ κελεύω τὰς κορυφὰς τῶν ὀρέων καταλαμβάνειν· ἐβουλόμην μὲν γὰρ, διὰ τὸ τὰς πόλεις μιμεῖσθαι τὰ ἐν Σοδόμοις γινόμενα· πλὴν οὐκ ἀναγκάζω τοῦτο. Μένε οἰκίαν ἔχων καὶ παιδία καὶ γυναῖκα· ἀλλὰ μὴ ὕβριζε τὴν γυναῖκα, μηδὲ παραδειγμάτιζε τὰ παιδία, μηδὲ εἴσαγε εἰς τὴν οἰκίαν τὴν ἀπὸ τῶν θεάτρων λύμην. Οὐκ ἀκούεις Παύλου λέγοντος; Ὁ ἀνὴρ οὐκ ἐξουσιάζει τοῦ ἰδίου σώματος, ἀλλ' ἡ γυνή· καὶ κοινοὺς ἀμφοτέροις τιθέντος νόμους; Σὺ δὲ, ἂν μὲν εἰς ἐκκλησίαν συνεχῶς ἐμβάλλῃ ἡ γυνὴ, βαρὺς κατήγορος γίνῃ· αὐτὸς δὲ εἰς θέατρα διημερεύων, οὐχ ἡγῇ κατηγορίας ἄξιος εἶναι· ἀλλὰ περὶ μὲν τὴν τῆς γυναικὸς σωφροσύνην οὕτως εἶ ἀκριβὴς, ὡς καὶ περιττὸς εἶναι καὶ ἄμετρος, καὶ μηδὲ τὰς ἀναγκαίας ἐξόδους συγχωρεῖν· σαυτῷ δὲ νομίζεις πάντα ἐξεῖναι. Ἀλλ' οὐκ ἐπιτρέπει σοι Παῦλος, ὁ καὶ τῇ γυναικὶ τὴν αὐτὴν ἐξουσίαν διδοὺς, καὶ γάρ· Τῇ γυναικὶ, φησὶν, ὁ ἀνὴρ τὴν ὀφειλομένην τιμὴν ἀποδιδότω. Ποία οὖν αὕτη ἡ τιμὴ, ὅταν ἐν τοῖς καιρίοις αὐτὴν ὑβρίζῃς, καὶ τὸ σῶμα αὐτῆς ταῖς πόρναις παρέχῃς; τὸ γὰρ σὸν ἐκείνης σῶμά ἐστιν· ὅταν θορύβους καὶ πολέμους εἰσάγῃς εἰς τὴν οἰκίαν; ὅταν τοιαῦτα ποιῇς ἐν ἀγορᾷ, ἃ διηγούμενος ἐν οἰκίᾳ καταισχύνεις μὲν τὴν ἀκούουσαν γυναῖκα, αἰσχύνεις δὲ τὴν παροῦσαν θυγατέρα, καὶ πρό γε ἐκείνων σαυτόν; Ἀνάγκη γὰρ ἢ σιγᾷν, ἢ τοιαῦτα ἀσχημονεῖν, ἐφ' οἷς καὶ τοὺς οἰκέτας μαστίζεσθαι δίκαιον. Τίνα οὖν ἕξεις ἀπολογίαν, εἰπέ μοι, ἃ μηδὲ εἰπεῖν καλὸν, ταῦτα βλέπων μετὰ πολλῆς τῆς σπουδῆς; ἃ μηδὲ διηγήσασθαι ἀνεκτὸν, ταῦτα πάντων προτιθείς; Τέως μὲν οὖν, ὥστε μὴ γενέσθαι φορτικώτερος, ἐνταῦθα καταλύσω τὸν λόγον. Ἐὰν δὲ τοῖς αὐτοῖς ἐπιμείνητε, ὀξύτερον τὸ σιδήριον ποιήσας, βαθυτέραν δώσω τὴν τομήν· καὶ οὐ παύσομαι, ἕως ἂν διασκεδάσας τοῦ διαβόλου τὸ θέατρον, καθαρὸν ποιήσω τῆς Ἐκκλησίας τὸν σύλλογον. Οὕτω γὰρ καὶ τῆς παρούσης αἰσχύνης ἀπαλλαγησόμεθα, καὶ τὴν μέλλουσαν καρπωσόμεθα ζωὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ηʹ. Καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν, εἶδον
τὸ παι δίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πε σόντες προσεκύνησαν αὐτῷ· καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶ ρα, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν.
αʹ. Πῶς οὖν φησιν ὁ Λουκᾶς, ὅτι ἐπὶ τῆς φάτνης κείμενον ἦν; Ὅτι τεκοῦσα μὲν εὐθέως αὐτὸ κατέκλινεν ἐκεῖ· ἅτε γὰρ πολλῶν συνιόντων διὰ τὴν ἀπογραφὴν, οὐκ ἦν οἰκίαν εὑρεῖν· ὅπερ οὖν καὶ ὁ Λουκᾶς ἐπισημαίνεται λέγων, ὅτι διὰ τὸ μὴ εἶναι τόπον, ἀνέκλινεν αὐτόν. Μετὰ δὲ ταῦτα ἀνείλετο, καὶ ἐπὶ τῶν γονάτων εἶχεν. Ὁμοῦ τε γὰρ ἐπέβη τῆς Βηθλεὲμ, καὶ τὰς ὠδῖνας ἔλυσεν· ἵνα μάθῃς κἀντεῦθεν τὴν οἰκονομίαν πᾶσαν, ἃ καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε ταῦτα ἐγίνετο, ἀλλὰ κατὰ πρόνοιάν τινα θείαν καὶ προφητείας ἀκολουθίαν ταῦτα πάντα ἐπληροῦτο. Ἀλλὰ τί τὸ πεῖσαν αὐτοὺς προσκυνῆσαι; Οὔτε γὰρ ἡ Παρθένος ἐπίσημος ἦν, οὔτε ἡ οἰκία περιφανὴς, οὔτε ἄλλο τι τῶν ὁρωμένων ἱκανὸν ἐκπλῆξαι καὶ ἐπισπάσασθαι. Οἱ δὲ οὐ μόνον προσκυνοῦσιν, ἀλλὰ καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, δῶρα προσάγουσι, καὶ δῶρα, οὐχ ὡς ἀνθρώπῳ, ἀλλ' ὡς Θεῷ. Ὁ γὰρ λιβανωτὸς καὶ ἡ σμύρνα τούτου σύμβολον ἦν. Τί οὖν τὸ πεῖσαν αὐτούς; Τὸ παρασκευάσαν οἴκοθεν ἀναστῆναι καὶ τοσαύτην ἐλθεῖν ὁδόν· τοῦτο δὲ ἦν ὅ τε ἀστὴρ, καὶ ἡ παρὰ τοῦ Θεοῦ γενομένη τῇ διανοίᾳ αὐτῶν ἔλλαμψις, κατὰ μικρὸν αὐτοὺς πρὸς τὴν τελειοτέραν ὁδηγοῦσα γνῶσιν. Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τῶν φαινομένων εὐτελῶν ὄντων ἁπάντων, τοσαύτην ἐπεδείξαντο τιμήν. ∆ιὰ τοῦτο οὐδὲν τῶν αἰσθητῶν μέγα ἐκεῖ, ἀλλὰ φάτνη, καὶ καλύβη, καὶ μήτηρ πτωχή· ἵνα γυμνὴν τῶν μάγων ἴδῃς τὴν φιλοσοφίαν, καὶ μάθῃς ὅτι οὐχ ὡς ἀνθρώπῳ ψιλῷ, ἀλλ' ὡς Θεῷ προσῄεσαν καὶ εὐεργέτῃ. ∆ιόπερ οὐδενὶ τῶν ὁρωμένων ἔξωθεν ἐσκανδαλίζοντο, ἀλλὰ καὶ προσεκύνουν καὶ δῶρα προσῆγον, τῆς μὲν Ἰουδαϊκῆς ἀπηλλαγμένα παχύτητος· οὐδὲ γὰρ πρόβατα καὶ μόσχους ἔθυσαν· τῆς δὲ ἐκκλησιαστικῆς ἐγγὺς ὄντα φιλοσοφίας· ἐπίγνωσιν γὰρ καὶ ὑπακοὴν καὶ ἀγάπην αὐτῷ προσῆγον. Χρηματισθέντες δὲ κατ' ὄναρ, μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Θέα κἀντεῦθεν τὴν πίστιν αὐτῶν, πῶς οὐκ ἐσκανδαλίσθησαν, ἀλλ' εἰσὶν εὐήνιοι καὶ εὐγνώμονες, καὶ οὐ θορυβοῦνται, οὐδὲ διαλογίζονται πρὸς ἑαυτοὺς λέγοντες· Καὶ μὴν εἰ μέγα τὸ παιδίον ἐστὶ τοῦτο, καὶ ἔχει τινὰ ἰσχὺν, τίς χρεία φυγῆς καὶ λαθραίας ἀναχωρήσεως; καὶ τί δήποτε φανερῶς ἐλθόντας ἡμᾶς καὶ μετὰ παῤῥησίας, καὶ πρὸς δῆμον τοσοῦτον καὶ πρὸς βασιλέως μανίαν στάντας, ὡς δραπέτας καὶ φυγάδας ἐκπέμπει ὁ ἄγγελος τῆς πόλεως; Ἀλλ' οὐδὲν τούτων οὔτε εἶπον, οὔτε ἐνενόησαν. Τοῦτο γὰρ μάλιστα πίστεως, τὸ μὴ ζητεῖν εὐθύνας τῶν προστεταγμένων, ἀλλὰ πείθεσθαι τοῖς ἐπιταττομένοις μόνον. Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται τῷ Ἰωσὴφ κατ' ὄναρ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον. Ἄξιον ἐνταῦθα διαπορῆσαι καὶ ὑπὲρ τῶν μάγων, καὶ ὑπὲρ τοῦ παιδίου. Εἰ γὰρ καὶ ἐκεῖνοι μὴ ἐθορυβήθησαν, ἀλλὰ μετὰ πίστεως πάντα ἐδέξαντο, ἡμᾶς ἄξιον ζητῆσαι, διατί μὴ παρόντες σώζονται ἐκεῖνοι καὶ τὸ παιδίον, ἀλλ' οἱ μὲν εἰς Περσίδα, τὸ δὲ εἰς Αἴγυπτον φυγαδεύεται μετὰ τῆς μητρός; Ἀλλὰ τί; ἔδει αὐτὸν ἐμπεσεῖν εἰς τὰς χεῖρας τοῦ Ἡρώδου, καὶ ἐμπεσόντα μὴ κατακόπτεσθαι; Ἀλλ' οὐκ ἂν ἐνομίσθη σάρκα ἀνειληφέναι· οὐκ ἂν ἐπιστεύθη τῆς οἰκονομίας τὸ μέγεθος. Εἰ γὰρ τούτων γινομένων, καὶ πολλῶν ἀνθρωπίνως οἰκονομουμένων, ἐτόλμησάν τινες εἰπεῖν ὅτι μῦθος ἡ τῆς σαρκὸς ἀνάληψις, ποῦ οὐκ ἂν ἐξέπεσον ἀσεβείας, εἰ πάντα θεοπρεπῶς καὶ κατὰ τὴν αὐτοῦ δύναμιν ἔπραττε; Τοὺς δὲ μάγους ἐκπέμπει ταχέως, ὁμοῦ μὲν διδασκάλους ἀποστέλλων τῇ Περσῶν χώρᾳ, ὁμοῦ δὲ ἐκκόπτων τοῦ τυράννου τὴν μανίαν, ἵνα μάθῃ ὅτι ἀνηνύτοις ἐπιχειρεῖ πράγμασι, καὶ τὸν θυμὸν σβέσῃ, καὶ τῆς ματαιοπονίας ἑαυτὸν ἀπαγάγῃ ταύτης. Οὐ γὰρ δὴ τὸ μετὰ παῤῥησίας περιγίνεσθαι τῶν ἐχθρῶν μόνον, ἀλλὰ καὶ τὸ μετ' εὐκολίας αὐτοὺς ἀπατᾷν, τῆς αὐτοῦ δυνάμεως ἄξιον. Οὕτω γοῦν καὶ τοὺς Αἰγυπτίους ἐπὶ τῶν Ἰουδαίων ἠπάτησε, καὶ δυνάμενος φανερῶς τὸν ἐκείνων πλοῦτον εἰς τὰς τῶν Ἑβραίων μεταστῆσαι χεῖρας, λάθρα καὶ μετὰ ἀπάτης τοῦτο κελεύει ποιεῖν ὅπερ οὐκ ἔλαττον τῶν ἄλλων σημείων φοβερὸν αὐτὸν παρὰ τοῖς ἐναντίοις ἐποίησεν.
βʹ. Οἱ γοῦν Ἀσκαλωνῖται καὶ οἱ λοιποὶ πάντες, ἡνίκα τὴν κιβωτὸν ἔλαβον, καὶ πληγέντες λοιπὸν παρῄνουν τοῖς οἰκείοις μὴ πολεμεῖν, μηδὲ ἐξ ἐναντίας ἵστασθαι, μετὰ τῶν ἄλλων θαυμάτων καὶ τοῦτο εἰς μέσον ἦγον λέγοντες· Ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, καθὼς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραώ; οὐχ ὅτε ἐνέπαιξεν αὐτοῖς, τότε ἐξαπέστειλε τὸν λαὸν αὐτοῦ καὶ ἀπῆλθον; Ταῦτα δὲ ἔλεγον, τῶν ἄλλων σημείων τῶν φανερῶς γενομένων οὐκ ἔλαττον καὶ τοῦτο νομίζοντες εἶναι, εἰς τὴν τῆς δυνάμεως αὐτοῦ καὶ τῆς μεγαλωσύνης ἀπόδειξιν. Ὃ δὴ καὶ ἐνταῦθα γέγονεν, ἱκανὸν ἐκπλῆξαι τὸν τύραννον. Ἐννόησον γὰρ οἷα πάσχειν εἰκὸς ἦν τὸν Ἡρώδην, καὶ πῶς ἀποπνίγεσθαι, ἀπατηθέντα παρὰ τῶν μάγων καὶ οὕτω καταγελασθέντα. Τί γὰρ, εἰ μὴ γέγονε βελτίων; Οὐ τοῦ ταῦτα οἰκονομήσαντος ἔγκλημα, ἀλλὰ τῆς ἐκείνου μανίας ἡ ὑπερβολὴ, μηδὲ τοῖς δυναμένοις αὐτὸν παραμυθήσασθαι καὶ ἀποστῆσαι τῆς πονηρίας εἴκοντος, ἀλλ' ἐπεξιόντος περαιτέρω, ἵνα καὶ χαλεπωτέραν δέξηται δίκην τῆς τοιαύτης ἀνοίας. Καὶ τίνος ἕνεκέν φησιν, Εἰς Αἴγυπτον τὸ παιδίον πέμπεται; Μάλιστα μὲν καὶ ὁ εὐαγγελιστὴς τὴν αἰτίαν εἴρηκεν· Ἵνα πληρωθῇ γὰρ, φησὶν, Ὅτι ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· ἅμα δὲ καὶ χρηστῶν προοίμια λοιπὸν ἐλπίδων τῇ οἰκουμένῃ προανεφωνεῖτο. Ἐπειδὴ γὰρ Βαβυλὼν καὶ Αἴγυπτος μάλιστα τῆς γῆς ἁπάσης τῇ φλογὶ τῆς ἀσεβείας ἦσαν ἐκκεκαυμέναι, ἐκ προοιμίων δεικνὺς ὅτι ἀμφοτέρας διορθώσεται καὶ βελτίους ποιήσει, καὶ πείθων διὰ τούτων καὶ περὶ τῆς ὅλης οἰκουμένης τὰ χρηστὰ προσδοκᾷν, τῇ μὲν τοὺς μάγους ἀπέστειλε, τῇ δὲ αὐτὸς ἐπέβη μετὰ τῆς μητρός. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἕτερον ἐντεῦθεν παιδευόμεθα, οὐ μικρὸν εἰς φιλοσοφίαν ἡμῖν συντεῖνον. Ποῖον δὴ τοῦτο; Τὸ ἐκ προοιμίων πειρασμοὺς προσδοκᾷν καὶ ἐπιβουλάς. Ὅρα γοῦν ἀπὸ τῶν σπαργάνων εὐθέως τοῦτο γινόμενον. Καὶ γὰρ τεχθέντος αὐτοῦ, καὶ τύραννος μαίνεται, καὶ φυγὴ καὶ μετάστασις γίνεται πρὸς τὴν ὑπερορίαν, καὶ οὐδὲν ἀδικήσασα ἡ μήτηρ εἰς τὴν τῶν βαρβάρων φυγαδεύεται χώραν· ἵνα σὺ ταῦτα ἀκούων, ὅταν καταξιωθῇς διακονήσασθαί τινι πνευματικῷ πράγματι, εἶτα ἴδῃς σαυτὸν πάσχοντα τὰ ἀνήκεστα καὶ μυρίους ὑπομένοντα κινδύνους, μὴ διαταραχθῇς, μηδὲ εἴπῃς· Τί ποτε τοῦτό ἐστι; καὶ μὴν στεφανοῦσθαί με ἔδει καὶ ἀνακηρύττεσθαι, καὶ λαμπρὸν εἶναι καὶ περιφανῆ, πρόσταγμα πληροῦντα δεσποτικόν· ἀλλ' ἔχων τοῦτο τὸ ὑπόδειγμα, φέρῃς πάντα γενναίως, εἰδὼς ὅτι μάλιστα αὕτη τῶν πνευματικῶν ἡ ἀκολουθία ἐστὶ, τὸ πανταχοῦ πειρασμοὺς συγκεκληρωμένους ἔχειν. Ὅρα γοῦν οὐκ ἐπὶ τῆς μητρὸς καὶ τοῦ παιδίου τοῦτο γινόμενον μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν βαρβάρων ἐκείνων. Καὶ γὰρ ἐκεῖνοι λάθρα ἀναχωροῦσιν ἐν τάξει φυγάδων· καὶ αὕτη πάλιν, οὐδέποτε τὴν οἰκίαν ὑπερβᾶσα, μακρὰν οὕτω ταλαιπωρίας ὁδὸν ὑπομένειν κελεύεται, διὰ τὸν θαυμαστὸν τοῦτον τόκον καὶ τὰς πνευματικὰς ὠδῖνας. Καὶ θέα τὸ παράδοξον πάλιν. Παλαιστίνη μὲν ἐπιβουλεύει, Αἴγυπτος δὲ ὑποδέχεται καὶ διασώζει τὸν ἐπιβουλευόμενον. Οὐ γὰρ δὴ μόνον ἐπὶ τῶν παίδων τοῦ πατριάρχου τύποι συνέβαινον, ἀλλὰ καὶ ἐπ' αὐτοῦ τοῦ ∆εσπότου. Πολλὰ γοῦν διὰ τῶν ὑπ' αὐτοῦ γινομένων τότε προανεκηρύττετο τῶν ὕστερον συμβαίνειν μελλόντων· ὅπερ οὖν καὶ ἐπὶ τῆς ὄνου καὶ ἐπὶ τοῦ πώλου γέγονε. Φανεὶς τοίνυν ὁ ἄγγελος, οὐχὶ τῇ Μαρίᾳ, ἀλλὰ τῷ Ἰωσὴφ διαλέγεται· καὶ τί φησιν; Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ. Ἐνταῦθα οὐκέτι λέγει, Τὴν γυναῖκά σου, ἀλλὰ, Τὴν μητέρα αὐτοῦ. Ἐπειδὴ γὰρ ὁ τόκος ἐξέβη, καὶ ἡ ὑποψία ἐλύθη, καὶ ὁ ἀνὴρ ἐπιστώθη, μετὰ παῤῥησίας λοιπὸν διαλέγεται ὁ ἄγγελος, οὔτε παιδίον, οὔτε γυναῖκα αὐτοῦ καλῶν· ἀλλὰ, Παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ· καὶ φεῦγε εἰς Αἴγυπτον· καὶ τὴν αἰτίαν λέγει τῆς φυγῆς· Μέλλει γὰρ ὁ Ἡρώδης, φησὶ, ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου.
γʹ. Ταῦτα ἀκούσας ὁ Ἰωσὴφ οὐκ ἐσκανδαλίσθη, οὐδὲ εἶπεν· Αἴνιγμα τὸ πρᾶγμά ἐστιν· οὐ πρώην ἔλεγες, ὅτι σώσει τὸν λαὸν αὐτοῦ; καὶ νῦν οὐδὲ ἑαυτὸν σώζει, ἀλλὰ φυγῆς ἡμῖν χρεία, καὶ ἀποδημίας, καὶ μακρᾶς μεταστάσεως· ἐναντία τῇ ὑποσχέσει τὰ γινόμενα. Ἀλλ' οὐδὲν τούτων λέγει· πιστὸς γὰρ ἦν ὁ ἀνήρ· οὐδὲ περιεργάζεται τῆς ἐπανόδου τὸν χρόνον, καὶ ταῦτα τοῦ ἀγγέλου ἀδιορίστως αὐτὸν τεθεικότος· Ἕως γὰρ ἂν εἴπω σοι, ἴσθι ἐκεῖ. Ἀλλ' ὅμως οὐδὲ πρὸς τοῦτο ἐνάρκησεν, ἀλλ' ὑπακούει καὶ πείθεται, πάντας μετὰ χαρᾶς τοὺς πειρασμοὺς ὑπομένων. Καὶ γὰρ ὁ φιλάνθρωπος Θεὸς τοῖς ἐπιπόνοις τούτοις καὶ ἡδέα ἀνέμιξεν· ὅπερ καὶ ἐπὶ πάντων τῶν ἁγίων ποιεῖ, οὔτε τοὺς κινδύνους, οὔτε τὰς ἀνέσεις συνεχεῖς τιθεὶς, ἀλλὰ καὶ διὰ τούτων καὶ δι' ἐκείνων ὑφαίνων τὸν τῶν δικαίων βίον. Ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε· σκόπει γάρ. Εἶδε κύουσαν τὴν Παρθένον· εἰς ταραχὴν αὐτὸν ἐνέβαλε τοῦτο, καὶ τὸν ἔσχατον θόρυβον· ἐπὶ μοιχείᾳ γὰρ τὴν κόρην ὑπώπτευεν· ἀλλ' εὐθέως ἐπέστη ὁ ἄγγελος, τήν τε ὑποψίαν λύων, καὶ τὸν φόβον ἀναιρῶν τοῦτον· καὶ τὸ παιδίον τεχθὲν ὁρῶν, χαρὰν ἐκαρπώσατο μεγίστην. Πάλιν τὴν χαρὰν ταύτην κίνδυνος οὐ μικρὸς διαδέχεται, τῆς πόλεως ταραττομένης, καὶ τοῦ βασιλέως μαινομένου, καὶ τὸν τεχθέντα ἐπιζητοῦντος. Ἀλλὰ τὸν θόρυβον τοῦτον ἑτέρα πάλιν διεδέξατο χαρά· ὁ ἀστὴρ, καὶ ἡ τῶν μάγων προσκύνησις. Πάλιν μετὰ τὴν ἡδονὴν ταύτην φόβος καὶ κίνδυνος· Ζητεῖ γὰρ, φησὶν, Ἡρώδης τὴν ψυχὴν τοῦ παιδίου· καὶ δεῖ φυγεῖν καὶ μεθίστασθαι ἀνθρωπίνως. Θαυματουργεῖν γὰρ τέως οὐκ ἔδει. Εἰ γὰρ ἐκ πρώτης ἡλικίας θαύματα ἐπεδείξατο, οὐδ' ἂν ἐνομίσθη ἄνθρωπος εἶναι. ∆ιά τοι τοῦτο οὐδὲ ἁπλῶς ναὸς πλάττεται, ἀλλὰ καὶ κύησις γίνεται, καὶ ἐννεαμηνιαῖος χρόνος, καὶ ὠδῖνες, καὶ τόκος, καὶ γαλακτοτροφία, καὶ διὰ παντὸς ἡσυχία τοῦ χρόνου, καὶ ἀναμένει τὴν ἀνδράσι πρέπουσαν ἡλικίαν· ἵνα διὰ πάντων εὐπαράδεκτον γένηται τῆς οἰκονομίας τὸ μυστήριον. Τίνος οὖν ἕνεκεν καὶ ταῦτα τὰ σημεῖα ἐγένετο, φησὶν, ἐξ ἀρχῆς; ∆ιὰ τὴν μητέρα, διὰ τὸν Ἰωσὴφ, διὰ τὸν Συμεὼν μέλλοντα ἀπιέναι λοιπὸν, διὰ τοὺς ποιμένας, διὰ τοὺς μάγους, διὰ τοὺς Ἰουδαίους. Εἰ γὰρ ἐβούλοντο προσέχειν μετὰ ἀκριβείας τοῖς γινομένοις, οὐ μικρὰ καὶ ἐντεῦθεν ἂν πρὸς τὰ μέλλοντα ἐκαρπώσαντο. Εἰ δὲ μὴ λέγουσιν οἱ Προφῆται τὰ περὶ τῶν μάγων, μὴ θορυβηθῇς· οὔτε γὰρ πάντα προεῖπον, οὔτε πάντα ἐσιώπησαν. Ὥσπερ γὰρ τὸ μηδὲν ἀκούσαντας ἰδεῖν παραγινόμενα τὰ πράγματα, πολλὴν ἐποίει τὴν ἔκπληξιν καὶ τὸν θόρυβον· οὕτω καὶ τὸ πάντα μαθεῖν καθεύδειν παρεσκεύαζε τὸν ἀκροατὴν, καὶ τοῖς εὐαγγελισταῖς οὐδὲν ἠφίει πλέον. Εἰ δὲ περὶ τῆς προφητείας ἀμφιβάλλοιεν Ἰουδαῖοι λέγοντες, τὸ, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου, ἐπ' αὐτῶν εἰρῆσθαι· εἴποιμεν ἂν πρὸς αὐτοὺς, ὅτι καὶ οὗτος προφητείας νόμος, τὸ πολλὰ πολλάκις λέγεσθαι μὲν ἐπ' ἄλλων, πληροῦσθαι δὲ ἐφ' ἑτέρων, οἷον τὸ ἐπὶ τοῦ Συμεὼν καὶ Λευῒ εἰρημένον ἐστί· ∆ιαμεριῶ γὰρ αὐτοὺς, φησὶν, ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Καίτοιγε οὐκ ἐπ' αὐτῶν τοῦτο γέγονεν, ἀλλ' ἐπὶ τῶν ἐγγόνων· καὶ τὸ ἐπὶ τοῦ Χαναὰν δὲ παρὰ τοῦ Νῶε λεχθὲν, εἰς τοὺς Γαβαωνίτας τοὺς ἐγγόνους τοῦ Χαναὰν ἐξέβη. Καὶ τὸ ἐπὶ τοῦ Ἰακὼβ οὕτως ἴδοι τις ἂν συμβάν· αἱ γὰρ εὐλογίαι ἐκεῖναι αἱ λέγουσαι, Γίνου Κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνησάτωσάν σε οἱ υἱοὶ τοῦ πατρός σου, οὐκ ἐπ' αὐτοῦ τέλος ἔσχον, (πῶς γὰρ, τοῦ δεδοικότος καὶ τρέμοντος, καὶ μυριάκις αὐτὸν προσκυνοῦντος;) ἀλλ' ἐπὶ τῶν ἐγγόνων τῶν αὐτοῦ. Ὃ δὴ καὶ ἐνταῦθα εἴποι τις ἄν. Τίς γὰρ ἀληθέστερος Υἱὸς Θεοῦ λεχθείη; ὁ μόσχον προσκυνῶν, καὶ τῷ Βεελφεγὼρ τελούμενος, καὶ τοὺς υἱοὺς θύων τοῖς δαιμονίοις, ἢ ὁ φύσει Υἱὸς, καὶ τὸν γεγεννηκότα τιμῶν; Ὥστε εἰ μὴ παρεγένετο οὗτος, οὐκ ἂν ἡ προφητεία τέλος ἔλαβε τὸ προσῆκον.
δʹ. Ὅρα γοῦν πῶς αὐτὸ καὶ ὁ Εὐαγγελιστὴς αἰνίττεται λέγων, Ἵνα πληρωθῇ, δεικνὺς ὅτι οὐκ ἂν ἐπληρώθη, εἰ μὴ παραγέγονεν. Οὐχ ὡς ἔτυχε δὲ καὶ τὴν Παρθένον λαμπρὰν τοῦτο ποιεῖ καὶ περιφανῆ. Ὅπερ γὰρ εἶχεν ὁ δῆμος ἅπας ἐν ἐγκωμίου τάξει, τοῦτο καὶ αὐτὴ λοιπὸν ἔχειν ἠδύνατο. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπὶ τῷ ἀνελθεῖν ἐξ Αἰγύπτου, καὶ ἐκόμπαζον. Ὅπερ οὖν καὶ ὁ Προφήτης αἰνιττόμενος ἔλεγεν· Οὐχὶ τοὺς ἀλλοφύλους ἀνήγαγον ἐκ Καππαδοκίας, καὶ τοὺς Ἀσσυρίους ἐκ βόθρου; Ποιεῖ καὶ τῆς Παρθένου τὸ προτέρημα τοῦτο. Μᾶλλον δὲ καὶ ὁ λαὸς καὶ ὁ πατριάρχης καταβάντες ἐκεῖ καὶ ἀναβάντες ἐκεῖθεν, τὸν τῆς ἀνόδου ταύτης τύπον ἐπλήρουν. Καὶ γὰρ ἐκεῖνοι θάνατον φεύγοντες τὸν ἀπὸ τοῦ λιμοῦ, κατῄεσαν· καὶ οὗτος θάνατον τὸν ἐξ ἐπιβουλῆς. Ἀλλ' ἐκεῖνοι μὲν κατελθόντες, τοῦ λιμοῦ τότε ἀπηλλάγησαν· οὗτος δὲ καταβὰς, τὴν χώραν πᾶσαν διὰ τῆς ἐπιβάσεως ἡγίασε. Σκόπει γοῦν πῶς μεταξὺ τῶν ταπεινῶν καὶ τὰ τῆς θεότητος ἐκκαλύπτεται. Καὶ γὰρ ὁ ἄγγελος εἰπὼν, Φεῦγε εἰς Αἴγυπτον, οὐκ ἐπηγγείλατο αὐτοῖς συνοδοιπορεῖν, οὔτε κατιοῦσιν, οὔτε ἀνιοῦσιν, αἰνιττόμενος ὅτι μέγαν ἔχουσι συνοδοιπόρον, τὸ τεχθὲν παιδίον· ὃς καὶ τὰ πράγματα πάντα μετέβαλεν ὁμοῦ φανεὶς, καὶ τοὺς ἐχθροὺς παρεσκεύασε πολλὰ πρὸς τὴν οἰκονομίαν διακονήσασθαι ταύτην. Καὶ γὰρ μάγοι καὶ βάρβαροι τὴν πατρῴαν δεισιδαιμονίαν ἀφέντες, ἔρχονται προσκυνήσοντες· καὶ ὁ Αὔγουστος ὑπηρετεῖται τῷ ἐν Βηθλεὲμ τόκῳ, διὰ τοῦ προστάγματος τῆς ἀπογραφῆς· ἡ Αἴγυπτος διασώζει δεξαμένη φεύγοντα καὶ ἐπιβουλευόμενον, καὶ λαμβάνει τινὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀφορμήν· ἵν' ὅταν μέλλῃ κηρυττόμενον αὐτὸν ἀκούειν παρὰ τῶν Ἀποστόλων, καὶ ἐπὶ τούτῳ καλλωπίζηται, ἅτε αὐτὸν δεξαμένη πρώτη. Καὶ μὴν τῆς Παλαιστίνης ἦν τὸ προτέρημα τοῦτο μόνης· ἀλλ' αὕτη θερμοτέρα ἐκείνης γέγονε. Καὶ νῦν ἐλθὼν εἰς τὴν ἔρημον τῆς Αἰγύπτου, παραδείσου παντὸς βελτίω τὴν ἔρημον ταύτην ὄψει γεγενημένην, καὶ χοροὺς ἀγγέλων μυρίους ἐν ἀνθρωπίνοις σχήμασι, καὶ δήμους μαρτύρων, καὶ συλλόγους παρθένων· καὶ πᾶσαν μὲν τοῦ διαβόλου τὴν τυραννίδα καταλελυμένην, τὴν δὲ τοῦ Χριστοῦ βασιλείαν διαλάμπουσαν. Καὶ τὴν ποιητῶν καὶ σοφῶν καὶ μάγων μητέρα, καὶ τὴν πᾶν εἶδος μαγγανείας εὑροῦσαν καὶ τοῖς ἄλλοις διαδοῦσαν, ταύτην ὄψει νῦν ἐπὶ τοῖς ἁλιεῦσι καλλωπιζομένην, καὶ ἐκείνων μὲν καταφρονοῦσαν ἁπάντων, τὸν δὲ τελώνην καὶ σκηνοποιὸν πανταχοῦ περιφέρουσαν, καὶ τὸν σταυρὸν προβαλλομένην. Καὶ ταῦτα οὐκ ἐν ταῖς πόλεσι μόνον τὰ ἀγαθὰ, ἀλλὰ καὶ ἐν ταῖς ἐρήμοις μᾶλλον ἢ ἐν ταῖς πόλεσι. Καὶ γὰρ ἔστιν ἰδεῖν πανταχοῦ τῆς χώρας ἐκείνης τοῦ Χριστοῦ τὸ στρατόπεδον, καὶ τὴν βασιλικὴν ἀγέλην, καὶ τὴν τῶν ἄνω δυνάμεων πολιτείαν· καὶ ταῦτα οὐκ ἐπ' ἀνδράσι μόνον, ἀλλὰ καὶ ἐν γυναικείᾳ φύσει κρατοῦντα εὕροι τις ἄν. Καὶ γὰρ καὶ ἐκεῖναι οὐχ ἧττον ἀνδρῶν φιλοσοφοῦσιν, οὐκ ἀσπίδα λαμβάνουσαι καὶ ἀναβαίνουσαι ἵππον, καθάπερ οἱ σεμνοὶ τῶν Ἑλλήνων κελεύουσι νομοθέται καὶ φιλόσοφοι, ἀλλ' ἑτέραν πολὺ χαλεπωτέραν ἀναδεχόμεναι μάχην. Κοινὸς γὰρ αὐταῖς καὶ ἀνδράσιν ὁ πόλεμος πρὸς τὸν διάβολον καὶ τὰς ἐξουσίας· καὶ οὐδαμοῦ τὸ τῆς φύσεως ἁπαλὸν ἐμπόδιον γίνεται ταῖς τοιαύταις συμβολαῖς· οὐ γὰρ σωμάτων φύσει, ἀλλὰ ψυχῆς προαιρέσει ταῦτα κρίνεται τὰ παλαίσματα. ∆ιὰ τοῦτο καὶ γυναῖκες ἀνδρῶν μᾶλλον ἠγωνίσαντο πολλάκις, καὶ φαιδρότερα τρόπαια ἔστησαν. Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ οὐρανὸς τῷ ποικίλῳ τῶν ἄστρων χορῷ, ὡς ἡ ἔρημος Αἰγύπτου, τὰς σκηνὰς πανταχόθεν ἡμῖν δεικνύουσα τῶν μοναχῶν.
εʹ. Εἴ τις τὴν παλαιὰν Αἴγυπτον ἐκείνην, τὴν θεομάχον καὶ μαινομένην, τὴν τῶν αἰλούρων δούλην, τὴν κρόμμυα δεδοικυῖαν καὶ τρέμουσαν οἶδεν, οὗτος εἴσεται καλῶς τοῦ Χριστοῦ τὴν ἰσχύν. Μᾶλλον δὲ οὐ χρεία ἡμῖν παλαιῶν διηγημάτων· ἔτι γὰρ καὶ νῦν τῆς ἀνοήτου ἐκείνης λείψανα μένει πρὸς ἀπόδειξιν τῆς προτέρας μανίας. Ἀλλ' ὅμως οὗτοι οἱ τὸ παλαιὸν πάντες πρὸς τοσαύτην ἀποῤῥαγέντες μανίαν, περὶ οὐρανοῦ καὶ τῶν ὑπὲρ οὐρανὸν φιλοσοφοῦσι πραγμάτων, καὶ καταγελῶσι τῶν πατρῴων ἐθῶν, καὶ τοὺς προγόνους ταλανίζουσι, καὶ τῶν φιλοσόφων οὐδένα ποιοῦνται λόγον. Ἔμαθον γὰρ διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι τὰ μὲν ἐκείνων γραϊδίων μεθυόντων ἐστὶν εὑρέματα, ἡ δὲ ὄντως φιλοσοφία καὶ τῶν οὐρανῶν ἀξία αὕτη ἐστὶν ἡ διὰ τῶν ἁλιέων αὐτοῖς καταγγελθεῖσα. ∆ιὰ δὴ τοῦτο μετὰ τῆς τοσαύτης ἀκριβείας τῶν δογμάτων, καὶ τὴν ἀπὸ τοῦ βίου πολλὴν ἐνδείκνυνται σπουδήν. Τὰ γὰρ ὄντα ἀποδυσάμενοι πάντα, καὶ τῷ κόσμῳ σταυρωθέντες παντὶ, καὶ περαιτέρω πάλιν ἐλαύνουσι, τῇ τοῦ σώματος ἐργασίᾳ πρὸς τὴν τῶν δεομένων ἀποχρώμενοι τροφήν. Οὐδὲ γὰρ ἐπειδὴ νηστεύουσι καὶ ἀγρυπνοῦσιν, ἀργεῖν μεθ' ἡμέραν ἀξιοῦσιν· ἀλλὰ τὰς μὲν νύκτας τοῖς ἱεροῖς ὕμνοις καὶ ταῖς παννυχίσι, τὰς δὲ ἡμέρας εἰς εὐχάς τε ὁμοῦ καὶ τὴν ἀπὸ τῶν χειρῶν ἐργασίαν καταναλίσκουσι, τὸν ἀποστολικὸν μιμούμενοι ζῆλον. Εἰ γὰρ ἐκεῖνος, τῆς οἰκουμένης πρὸς αὐτὸν βλεπούσης, ἵνα τοὺς δεομένους διατρέφῃ, καὶ ἐργαστήριον κατέλαβε, καὶ τέχνην μετεχείρισε, καὶ οὐδὲ τὰς νύκτας ἐκάθευδε τοῦτο ποιῶν· πολλῷ μᾶλλον ἡμᾶς, φησὶ, τοὺς ἔρημον κατειληφότας, καὶ οὐδὲν κοινὸν πρὸς τοὺς ἐν ταῖς πόλεσι θορύβους ἔχοντας, τῇ τῆς ἡσυχίας σχολῇ εἰς ἐργασίαν πνευματικὴν καταχρήσασθαι δίκαιον. Αἰσχυνώμεθα τοίνυν ἅπαντες, καὶ οἱ πλουτοῦντες καὶ οἱ πενόμενοι, ὅταν ἐκεῖνοι μὲν μηδὲν ὅλως ἔχοντες, ἀλλ' ἢ σῶμα μόνον καὶ χεῖρας, βιάζωνται καὶ φιλονεικῶσι πρόσοδον τοῖς δεομένοις ἐντεῦθεν εὑρεῖν· ἡμεῖς δὲ, μυρίων ἔνδον ἀποκειμένων, μηδὲ τῶν περιττῶν εἰς ταῦτα ἁπτώμεθα. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, εἰπέ μοι; τίνα δὲ συγγνώμην; Καίτοιγε ἐννόησον, πῶς τὸ παλαιὸν ἦσαν οὗτοι καὶ φιλοχρήματοι, καὶ γαστρίμαργοι, μετὰ τῶν ἄλλων κακῶν. Ἐκεῖ γὰρ ἦσαν οἱ λέβητες τῶν κρεῶν, ὧν οἱ Ἰουδαῖοι μέμνηνται· ἐκεῖ ἡ πολλὴ τῆς γαστρὸς τυραννίς· ἀλλ' ὅμως ἐπειδὴ ἐβουλήθησαν, μετεβάλοντο, καὶ τὸ πῦρ τοῦ Χριστοῦ δεξάμενοι, πρὸς τὸν οὐρανὸν ἀθρόον μεθωρμίσαντο· καὶ θερμότεροι τῶν ἄλλων ὄντες, καὶ πρὸς ὀργὴν καὶ πρὸς ἡδονὴν σωμάτων προπετέστεροι, τὰς ἀσωμάτους δυνάμεις τῇ ἐπιεικείᾳ καὶ τῇ λοιπῇ τῆς φιλοσοφίας ἀπαθείᾳ μιμοῦνται. Καὶ εἴ τις ἐν τῇ χώρᾳ γέγονεν, οἶδεν ἃ λέγω. Εἰ δέ τις οὐδέποτε ἐπέβη τῶν σκηνῶν ἐκείνων, ἐννοείτω τὸν μέχρι νῦν ἐν τοῖς ἁπάντων στόμασιν ὄντα, ὃν μετὰ τοὺς Ἀποστόλους ἡ Αἴγυπτος ἤνεγκε, τὸν μακάριον καὶ μέγαν Ἀντώνιον, καὶ λογιζέσθω ὅτι καὶ οὗτος ἐν ἐκείνῃ τῇ χώρᾳ γέγονεν, ἐν ᾗ καὶ Φαραώ· ἀλλ' ὅμως οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ θείας ὄψεως κατηξιώθη, καὶ τοιοῦτον ἐπεδείξατο βίον, οἷον οἱ τοῦ Χριστοῦ νόμοι ζητοῦσι. Καὶ τοῦτο εἴσεταί τις μετὰ ἀκριβείας, ἐντυχὼν τῷ βιβλίῳ τῷ τὴν ἱστορίαν ἔχοντι τῆς ἐκείνου ζωῆς, ἐν ᾧ καὶ πολλὴν ὄψεται τὴν προφητείαν. Καὶ γὰρ περὶ τῶν τὰ Ἀρείου νοσούντων προανεφώνησέ τε καὶ εἶπε τὴν ἐξ ἐκείνων μέλλουσαν γίνεσθαι βλάβην, τοῦ Θεοῦ δείξαντος αὐτῷ τότε, καὶ πρὸ τῶν ὀφθαλμῶν τὰ μέλλοντα ὑπογράψαντος ἅπαντα· ὃ δὴ μάλιστα μετὰ τῶν ἄλλων τῆς ἀληθείας ἐστὶν ἀπόδειξις, τὸ μηδένα τῶν ἔξωθεν αἱρέσεων ἄνδρα τοιοῦτον ἔχειν. Ἀλλ' ἵνα μὴ παρ' ἡμῶν ταῦτα ἀκούσητε, τοῖς γράμμασιν ἐγκύψαντες τοῖς τοῦ βιβλίου, πάντα μαθήσεσθε μετὰ ἀκριβείας, καὶ πολλὴν παιδευθήσεσθε τὴν φιλοσοφίαν ἐκεῖθεν. Τοῦτο δὲ παρακαλῶ, οὐχ ἵνα ἐπέλθωμεν τὰ γεγραμμένα μόνον, ἀλλ' ἵνα καὶ ζηλώσωμεν, καὶ μήτε χώραν, μήτε ἀνα τροφὴν, μήτε προγόνων πονηρίαν προβαλλώμεθα. Ἂν γὰρ θέλωμεν ἑαυτοῖς προσέχειν, οὐδὲν τούτων ἡμῖν ἔσται κώλυμα. Ἐπεὶ καὶ Ἀβραὰμ ἀσεβῆ πατέρα ἔσχεν, ἀλλ' οὐ διεδέξατο τὴν παρανομίαν· καὶ ὁ Ἐζεκίας τὸν Ἄχαζ, ἀλλ' ὅμως οὗτος φίλος τῷ Θεῷ ἐγένετο· καὶ ὁ Ἰωσὴφ δὲ ἐν μέσῃ τότε Αἰγύπτῳ τοὺς τῆς σωφροσύνης ἀνεδήσατο στεφάνους· καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ἐν Βαβυλῶνι μέσῃ, καὶ ἐν οἰκίᾳ μέσῃ, Συβαριτικῆς παρακειμένης τραπέζης, τὴν ἄκραν ἐπεδείξαντο φιλοσοφίαν· καὶ Μωϋσῆς δὲ ἐν Αἰγύπτῳ, καὶ ὁ Παῦλος ἐν τῇ οἰκουμένῃ· καὶ οὐδὲν οὐδενὶ τούτων ἐγένετο κώλυμα πρὸς τὸν τῆς ἀρετῆς δρόμον. Ταῦτ' οὖν καὶ ἡμεῖς πάντα ἐννοοῦντες, τὰς μὲν περιττὰς ταύτας σκήψεις καὶ προφάσεις ἐκ μέσου ποιησώμεθα, τῶν δὲ ὑπὲρ τῆς ἀρετῆς ἱδρώτων ἁψώμεθα. Οὕτω γὰρ καὶ τὸν Θεὸν ἐπὶ μείζονα ἐπισπασόμεθα εὔνοιαν, καὶ πείσομεν συνεφάψασθαι τῶν ἀγώνων ἡμῖν, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Θʹ. Τότε ἰδὼν Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μά γων, ἐθυμώθη λίαν· καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατ ωτέρω, κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.
αʹ. Καὶ μὴν οὐκ ἐχρῆν θυμωθῆναι, ἀλλὰ φοβηθῆναι καὶ συσταλῆναι, καὶ ἰδεῖν ὅτι ἀνηνύτοις ἐπιχειρεῖ πράγμασιν. Ἀλλ' οὐ καταστέλλεται. Ὅταν γὰρ ἀγνώμων ᾖ ψυχὴ καὶ ἀνίατος, οὐδενὶ εἴκει τῶν παρὰ τοῦ Θεοῦ δεδομένων φαρμάκων. Ὅρα γοῦν καὶ τοῦτον τοῖς προτέροις ἐπαγωνιζόμενον, καὶ φόνῳ φόνους συνάπτοντα, καὶ κατὰ κρημνοῦ πανταχοῦ φερόμενον. Ὥσπερ γὰρ ὑπό τινος δαίμονος τῆς ὀργῆς ταύτης καὶ τῆς βασκανίας ἐκβακχευθεὶς, οὐδενὸς ποιεῖται λόγον, ἀλλὰ καὶ κατὰ τῆς φύσεως αὐτῆς μαίνεται, καὶ τὴν ὀργὴν τὴν κατὰ τῶν ἐμπαιξάντων μάγων, κατὰ τῶν οὐδὲν ἠδικηκότων παίδων ἀφίησι, συγγενὲς δρᾶμα τῶν ἐν Αἰγύπτῳ γενομένων τότε ἐν Παλαιστίνῃ τολμῶν. Ἀποστείλας γὰρ, φησὶν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε. Καὶ γὰρ πολλοὶ πολλὰ φλυαροῦσιν ὑπὲρ τῶν παίδων τούτων, ἀδικίαν ἐγκαλοῦντες τοῖς γεγενημένοις· καὶ οἱ μὲν ἐπιεικέστερον ὑπὲρ αὐτῶν διαποροῦσιν, οἱ δὲ θρασύτερον καὶ μανικώτερον. Ἵν' οὖν τοὺς μὲν τῆς μανίας, τοὺς δὲ τῆς ἀπορίας ἀπαλλάξωμεν, ἀνάσχεσθε μικρὸν διαλεγομένων ἡμῶν περὶ τῆς ὑποθέσεως ταύτης. Εἰ γὰρ δὴ τοῦτο ἐγκαλοῦσιν, ὅτι περιώφθη τὰ παιδία ἀναιρούμενα, ἐγκαλέσουσι καὶ τῇ τῶν στρατιωτῶν σφαγῇ τῶν τὸν Πέτρον φυλαττόντων. Ὥσπερ γὰρ ἐνταῦθα τοῦ παιδίου φυγόντος, ἕτερα παιδία ἀντὶ τοῦ ζητουμένου κατασφάττεται· οὕτω δὴ καὶ τότε τὸν Πέτρον τοῦ δεσμωτηρίου καὶ τῶν ἁλύσεων ἀπαλλάξαντος τοῦ ἀγγέλου, ὁμώνυμός τις τοῦ τυράννου τούτου καὶ ὁμότροπος ζητήσας καὶ οὐχ εὑρὼν, τοὺς τηροῦντας αὐτὸν στρατιώτας ἀπέκτεινεν ἀντ' ἐκείνου. Καὶ τί τοῦτο; φησί· τοῦτο γὰρ οὐ λύσις, ἀλλὰ προσθήκη τοῦ ζητουμένου. Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο εἰς μέσον πάντα φέρω τὰ τοιαῦτα, ἵνα πᾶσι μίαν ἐπαγάγω τὴν λύσιν. Τίς οὖν ἐστι τούτων ἡ λύσις; καὶ τίνα ἂν ἔχοιμεν λόγον εὐπρόσωπον εἰπεῖν; Ὅτι οὐχ ὁ Χριστὸς τῆς σφαγῆς αὐτοῖς αἴτιος γέγονεν, ἀλλ' ἡ ὠμότης τοῦ βασιλέως· ὥσπερ οὖν οὐδὲ ἐκείνοις ὁ Πέτρος, ἀλλ' ἡ ἄνοια τοῦ Ἡρώδου. Εἰ μὲν γὰρ τοῖχον διορυγέντα εἶδεν, ἢ θύρας ἀνατραπείσας, εἶχεν ἴσως ῥαθυμίαν ἐγ καλέσαι τοῖς φυλάττουσι τὸν Ἀπόστολον στρατιώταις· νυνὶ δὲ πάντων ἐπὶ σχήματος μενόντων, καὶ τῶν θυρῶν ἀποκεκλεισμένων, καὶ τῶν ἁλύσεων ταῖς χέρσι τῶν φυλαττόντων συμβεβλημένων (καὶ γὰρ ἦσαν αὐτῷ συνδεδεμένοι), ἠδύνατο συλλογίσασθαι ἐκ τούτων, εἴγε ὀρθῶς ἐδίκαζε τοῖς γινομένοις, ὅτι οὐκ ἀνθρωπίνης δυνάμεως ἦν, οὐδὲ κακουργίας τὸ γινόμενον, ἀλλὰ θείας τινὸς καὶ παραδοξοποιοῦ δυνάμεως, καὶ προσκυνῆσαι τὸν ποιήσαντα ταῦτα, ἀλλ' οὐ πολεμῆσαι τοῖς φυλάττουσιν. Οὕτω γὰρ ὁ Θεὸς ἐποίησεν ἅπερ ἐποίησεν ἅπαντα, ὡς μὴ μόνον τοὺς φύλακας μὴ προδοῦναι, ἀλλὰ καὶ τὸν βασιλέα δι' αὐτῶν χειραγωγῆσαι πρὸς τὴν ἀλήθειαν. Εἰ δὲ ἀγνώμων ἐκεῖνος ἐφάνη, τί πρὸς τὸν σοφὸν τῶν ψυχῶν ἰατρὸν καὶ πάντα ἐπ' εὐεργεσίᾳ πραγματευόμενον ἡ τοῦ κάμνοντος ἀταξία; Ὃ δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. Τίνος γὰρ ἕνεκεν ἐθυμώθης, ὦ Ἡρώδη, παρὰ τῶν μάγων ἐμπαιχθείς; Οὐκ ἔγνως ὅτι θεῖος ὁ τόκος ἦν; οὐ σὺ τοὺς ἀρχιερεῖς ἐκάλεσας; οὐ σὺ τοὺς γραμματέας συνήγαγες; οὐχὶ κληθέντες ἐκεῖνοι καὶ τὸν Προφήτην μεθ' ἑαυτῶν εἰς τὸ σὸν εἰσήγαγον δικαστήριον ταῦτα ἄνωθεν προαναφωνοῦντα; οὐκ εἶδες τὰ παλαιὰ τοῖς νέοις συμφωνοῦντα; οὐκ ἤκουσας ὅτι καὶ ἀστὴρ τούτοις διηκονήσατο; οὐκ ᾐδέσθης τῶν βαρβάρων τὴν σπουδήν; οὐκ ἐθαύμασας αὐτῶν τὴν παῤῥησίαν; οὐκ ἔφριξας τοῦ Προφήτου τὴν ἀλήθειαν; οὐκ ἐνενόησας ἀπὸ τῶν προτέρων καὶ τὰ ἔσχατα; Τίνος ἕνεκεν οὐκ ἐλογίσω κατὰ σεαυτὸν ἐκ τούτων ἁπάντων, ὅτι οὐ τῆς ἀπάτης τῶν μάγων ἦν τὸ γινόμενον, ἀλλὰ θείας δυνάμεως πάντα πρὸς τὸ δέον οἰκονομούσης; Εἰ δὲ καὶ ἠπατήθης παρὰ τῶν μάγων, τί πρὸς τὰ παιδία τὰ οὐδὲν ἠδικηκότα· βʹ. Ναὶ, φησίν· ἀλλὰ τὸν μὲν Ἡρώδην καλῶς ἀπεστέρησας τῆς ἀπολογίας, καὶ μιαιφόνον ἔδειξας· οὐδέπω δὲ τὸν περὶ τῆς ἀδικίας τῶν γεγενημένων ἔλυσας λόγον. Εἰ γὰρ καὶ ἐκεῖνος ἀδίκως ἔπραττε, τίνος ἕνεκεν ὁ Θεὸς συνεχώρησε; Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο; Ὅπερ ἀεὶ καὶ ἐν Ἐκκλησίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πανταχοῦ λέγων οὐ παύομαι· ὃ καὶ ὑμᾶς βούλομαι μετὰ ἀκριβείας διατηρεῖν· κανὼν γάρ τις ἐστὶ πρὸς ἅπασαν ἡμῖν τοιαύτην ἁρμόττων ἀπορίαν. Τίς οὖν ἐστιν ὁ κανὼν, καὶ τίς ὁ λόγος; Ὅτι οἱ μὲν ἀδικοῦντες πολλοὶ, ὁ δὲ ἀδικούμενος οὐδὲ εἷς. Καὶ ἵνα μὴ ἐπὶ πλεῖον ὑμᾶς τὸ αἴνιγμα ταράττῃ, καὶ τὴν λύσιν ἐπάγω ταχέως. Ὅπερ γὰρ ἂν πάθωμεν ἀδίκως παρ' ὁτουοῦν, ἢ εἰς ἁμαρτημάτων διάλυσιν ὁ Θεὸς ἡμῖν λογίζεται τὴν ἀδικίαν ἐκείνην, ἢ εἰς μισθῶν ἀντίδοσιν. Καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, ἐπὶ ὑποδείγματος τὸν λόγον ἀγάγωμεν. Θῶμεν γὰρ εἶναί τινα οἰκέτην πολλὰ ὀφείλοντα τῷ δεσπότῃ χρήματα· εἶτα παρὰ ἀδίκων ἀνδρῶν ἐπηρεασθῆναι τὸν οἰκέτην τοῦτον, καὶ ἀφαιρεθῆναί τινα τῶν αὐτοῦ. Ἂν τοίνυν ὁ δεσπότης ὁ κωλῦσαι δυνάμενος τὸν ἅρπαγα καὶ πλεονέκτην, ἐκεῖνα μὲν μὴ ἀποκαταστήσῃ τὰ χρήματα, εἰς δὲ τὰ ὀφειλόμενα αὐτῷ παρὰ τοῦ δούλου λογίσηται τὰ ἀφαιρεθέντα, ἆρα μὴ ἠδίκηται ὁ οἰκέτης; Οὐδαμῶς. Τί δὲ, ἂν καὶ πλείονα ἀποδῷ; ἆρα οὐχὶ καὶ μειζόνως ἐκέρδανε; Παντί που δῆλον. Τοῦτο τοίνυν καὶ ἐφ' ὧν ἡμεῖς πάσχομεν, λογισώμεθα. Ὅτι γὰρ ὑπὲρ ὧν ἂν πάθωμεν κακῶς, ἢ ἁμαρτήματα διαλυόμεθα, ἢ λαμπροτέρους λαμβάνομεν στεφάνους, ἂν μὴ ἁμαρτήματα τοσαῦτα ἔχωμεν, ἄκουσον τοῦ Παύλου λέγοντος πρὸς τὸν πεπορνευκότα· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ τί τοῦτο; φησί. Περὶ γὰρ τῶν ἀδικουμένων παρ' ἑτέρων ὁ λόγος ἦν, οὐ περὶ τῶν παρὰ τῶν διδασκάλων διορθουμένων. Μάλιστα μὲν οὐδὲν τὸ μέσον· τὸ γὰρ ζητούμενον ἦν, εἰ τὸ παθεῖν κακῶς οὐκ ἔστιν ἐπήρεια τῷ παθόντι. Ἀλλ' ἵνα καὶ πρὸς τὸ ἐγγύτερον τοῦ ζητουμένου ἀγάγω τὸν λόγον, ἀναμνήσθητι τοῦ ∆αυΐδ, ὃς τὸν Σεμεῒ τότε ὁρῶν ἐπικείμενον καὶ ἐναλλόμενον αὐτοῦ τῇ συμφορᾷ, καὶ μυρίοις αὐτὸν ὀνείδεσι πλύνοντα, βουλομένων ἀνελεῖν τῶν στρατηγῶν, διεκώλυε λέγων· Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης ἐν τῇ ἡμέρᾳ ταύτῃ. Καὶ ἐν τοῖς Ψαλμοῖς δὲ ᾄδων ἔλεγεν· Ἴδε τοὺς ἐχθρούς μου ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ὁ Λάζαρος δὲ διὰ τοῦτο ἀπέλαυσεν ἀνέσεως, ἐπειδὴ μυρία κατὰ τὸν βίον τοῦτον ἔπαθε κακά. Οὐκ ἄρα ἠδίκηνται οἱ ἀδικηθέντες, ἐὰν γενναίως ἐνέγκωσιν ἅπερ πάσχουσιν ἅπαντα, ἀλλὰ καὶ μειζόνως κερδαίνουσιν, ἄν τε παρὰ τοῦ Θεοῦ πλήττωνται, ἄν τε παρὰ τοῦ διαβόλου μαστίζωνται. Καὶ ποίαν εἶχον ἁμαρτίαν τὰ παιδία, φησὶν, ἵνα ταύτην διαλύσωνται; περὶ μὲν γὰρ τῶν ἐν ἡλικίᾳ γενομένων καὶ πολλὰ πεπλημμεληκότων εἰκότως ἄν τις ταῦτα εἴποι· οἱ δὲ ἄωρον οὕτως ὑπομείναντες τελευτὴν, ποῖα ἁμαρτήματα, δι' ὧν κακῶς ἔπαθον, ἀπέθεντο; Οὐκ ἤκουσάς μου λέγοντος, ὅτι κἂν ἁμαρτήματα μὴ ᾖ, μισθῶν ἀντίδοσις ἐκεῖ γίνεται τοῖς πάσχουσιν ἐνταῦθα κακῶς; Τί τοίνυν ἐβλάβη τὰ παιδία ἀναιρεθέντα ἐπὶ ὑποθέσει τοιαύτῃ, καὶ πρὸς τὸν ἀκύμαντον ταχέως ἀπενεχθέντα λιμένα; Ὅτι πολλὰ καὶ μεγάλα πολλάκις ἔμελλον, φησὶ, ζήσαντες κατορθοῦν. Ἀλλὰ διὰ τοῦτο οὐ μικρὸν αὐτοῖς προαποτίθεται τὸν μισθὸν, τὸ ἐπὶ ὑποθέσει τοιαύτῃ καταλῦσαι τὸν βίον. Ἄλλως δὲ οὐδ' ἂν εἴασεν, εἰ μεγάλοι τινὲς ἔμελλον ἔσεσθαι οἱ παῖδες, προαναρπασθῆναι. Εἰ γὰρ τοὺς ἐν πονηρίᾳ μέλλοντας ζῇν διηνεκῶς, μετὰ μακροθυμίας φέρει τοσαύτης, πολλῷ μᾶλλον τούτους οὐκ ἂν εἴασεν οὕτως ἀπενεχθῆναι, εἰ προῄδει μεγάλα τινὰ ἀνύσοντας.
γʹ. Καὶ οὗτοι μὲν οἱ παρ' ἡμῶν λόγοι· οὐ μὴν ἅπαντες οὗτοι, ἀλλ' εἰσὶ καὶ τούτων ἀποῤῥητότεροι ἕτεροι, οὓς μετὰ ἀκριβείας οἶδεν ὁ ταῦτα οἰκονομῶν αὐτός. Παραχωρήσαντες τοίνυν αὐτῷ τῆς ἀκριβεστέρας ἐν τούτῳ καταλήψεως, τῶν ἑξῆς ἡμεῖς ἐχώμεθα, καὶ ἐν ταῖς ἑτέρων συμφοραῖς παιδευώμεθα πάντα φέρειν γενναίως. Καὶ γὰρ οὐ μικρὰ τότε κατέλαβε τὴν Βηθλεὲμ τραγῳδία, τῶν παίδων ἁρπαζομένων ἀπὸ τῆς θηλῆς τῶν μητέρων, καὶ ἐπὶ τὴν ἄδικον ταύτην ἀγομένων σφαγήν. Εἰ δὲ ἔτι μικροψυχεῖς, καὶ ἐλάττων εἶ τῆς ἐπὶ τούτοις φιλοσοφίας, μάθε τοῦ ταῦτα τολμήσαντος τὸ τέλος, καὶ μικρὸν ἀνάπνευσον. Ταχίστη γὰρ αὐτὸν ὑπὲρ τούτων κατέλαβε δίκη, καὶ τοῦ μιάσματος τούτου τὴν προσήκουσαν ἐδίδου τιμωρίαν, θανάτῳ χαλεπῷ καὶ τοῦ νῦν τολμηθέντος ἐλεεινοτέρῳ καταλύων τὸν βίον, καὶ ἕτερα μυρία πάσχων κακὰ, ὅπερ εἴσεσθε τὴν Ἰωσήπου περὶ τούτων ἱστορίαν ἐπελθόντες· ἢν, ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον καὶ τὴν συνέχειαν διακόπτωμεν, οὐκ ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοῖς παροῦσιν ἐνθεῖναι. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, Ῥαχὴλ κλαίουσα τὰτέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Ἐπειδὴ γὰρ φρίκης ἐνέπλησε τὸν ἀκροατὴν ταῦτα διηγησάμενος, τὴν σφαγὴν τὴν βιαίαν, τὴν ἄδικον, τὴν ὠμοτάτην, τὴν παράνομον, παραμυθεῖται πάλιν αὐτὸν, λέγων, ὅτι οὐκ ἀδυνατοῦντος τοῦ Θεοῦ κωλῦσαι ταῦτα ἐγίνετο, οὐδὲ ἀγνοοῦντος, ἀλλὰ καὶ προειδότος καὶ προανακηρύττοντος διὰ τοῦ Προφήτου. Μὴ τοίνυν θορυβηθῇς, μηδὲ καταπέσῃς, εἰς τὴν ἀπόῤῥητον αὐτοῦ πρόνοιαν ἀφορῶν, ἣν καὶ δι' ὧν ἐνεργεῖ, καὶ δι' ὧν συγχωρεῖ, μάλιστά ἐστιν ἰδεῖν· ὅπερ οὖν καὶ ἀλλαχοῦ τοῖς μαθηταῖς διαλεγόμενος ᾐνίξατο. Ἐπειδὴ γὰρ τὰ δικαστήρια, καὶ τὰς ἀπαγωγὰς, καὶ τοὺς τῆς οἰκουμένης πολέμους, καὶ τὴν ἄσπονδον μάχην αὐτοῖς προανεκήρυττεν, ἀνέχων αὐτῶν τὴν ψυχὴν καὶ παραμυθούμενός φησιν· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐδὲν ἀγνοοῦντος αὐτοῦ γίνεται, ἀλλ' εἰδότος μὲν ἅπαντα, οὐ μὴν πάντα ἐνεργοῦντος Μὴ τοίνυν, φησὶ, ταράττεσθε, μηδὲ θορυβεῖσθε. Ὁ γὰρ εἰδὼς ἃ πάσχετε, καὶ κωλῦσαι δυνάμενος, εὔδηλον ὅτι προνοῶν ὑμῶν καὶ κηδόμενος οὐ κωλύει· ὅπερ καὶ ἐπὶ τῶν πειρασμῶν τῶν ἡμετέρων ἐννοεῖν δεῖ· καὶ ἱκανὴν ἐντεῦθεν ληψόμεθα τὴν παράκλησιν. Καὶ τί, φησὶ, κοινὸν τῇ Ῥαχὴλ πρὸς τὴν Βηθλεέμ; ἴσως εἴποι τις ἄν· Ῥαχὴλ γὰρ, φησὶ, κλαίουσα τὰ τέκνα αὐτῆς· Τί δὲ τῇ Ῥαμᾶ πρὸς τὴν Ῥαχήλ; Ἡ Ῥαχὴλ μήτἦν τοῦ Βενιαμὶν, καὶ τελευτήσασαν αὐτὴν εἰς τὸν ἱππόδρομον ἔθαψαν τὸν πλησίον ὄντα τοῦ χωρίου τούτου. Ἐπεὶ οὖν καὶ ὁ τάφος πλησίον, καὶ ὁ κλῆρος τοῦ παιδίου ταύτης ἦν τοῦ Βενιαμίν (ἡ γὰρ Ῥαμᾶ τῆς Βενιαμίτιδος ἦν φυλῆς)· ἀπό τε τοῦ φυλάρχου, ἀπό τε τοῦ τόπου τῆς ταφῆς εἰκότως αὐτῆς τὰ παιδία τὰ σφαγιασθέντα καλεῖ. Εἶτα δεικνὺς ὅτι ἀνίατον ἦν τὸ συμβὰν ἕλκος καὶ ὠμὸν, φησίν· Οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί. Πάλιν κἀντεῦθεν παιδευόμεθα τοῦτο, ὅπερ ἔμπροσθεν ἔλεγον, τὸ μηδέποτε θορυβεῖσθαι, ὅταν τῇ τοῦ Θεοῦ ὑποσχέσει τὰ γινόμενα ἐναντία ᾗ. Ἰδοὺ γοῦν παραγενομένου αὐτοῦ ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, μᾶλλον δὲ ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, οἷα γέγονε τὰ προοίμια. Ἐν φυγῇ μὲν ἡ μήτηρ, συμφοραῖς δὲ ἀνηκέστοις ἡ πατρὶς περιπίπτει, καὶ τολμᾶται φόνος πάντων φόνων ὁ πικρότατος, καὶ θρῆνος καὶ ὀδυρμὸς πολὺς καὶ οἰμωγαὶ πανταχοῦ. Ἀλλὰ μὴ ταραχθῇς· εἴωθε γὰρ ἀεὶ διὰ τῶν ἐναντίων τὰς οἰκονομίας τὰς ἑαυτοῦ πληροῦν, μεγίστην ἐντεῦθεν τῆς αὐτοῦ δυνάμεως παρεχόμενος ἡμῖν ἀπόδειξιν. Οὕτω καὶ τοὺς μαθητὰς ἐνῆγε τοὺς ἑαυτοῦ, καὶ κατορθοῦν πάντα παρεσκεύαζε, διὰ τῶν ἐναντίων τὰ ἐναντία οἰκονομῶν, ἵνα μεῖζον τὸ θαῦμα γένηται. Μαστιζόμενοι γοῦν κἀκεῖνοι, καὶ ἐλαυνόμενοι, καὶ μυρία πάσχοντες δεινὰ, οὕτω τῶν μαστιζόντων καὶ ἐλαυνόντων περιεγένοντο. Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ φαίνεται τῷ Ἰωσὴφ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ. Οὐκέτι φησὶ, Φεῦγε, ἀλλὰ, Πορεύου.
δʹ. Εἶδες πάλιν μετὰ τὸν πειρασμὸν ἄνεσιν; εἶτα μετὰ τὴν ἄνεσιν κίνδυνον πάλιν; Τῆς μὲν γὰρ ὑπερορίας ἀφείθη, καὶ πρὸς τὴν οἰκείαν ἐπανῆλθε χώραν, καὶ τὸν φονέα τῶν παίδων σφαγιασθέντα εἶδεν· ἐπιβὰς δὲ τῆς οἰκείας, πάλιν λείψανα τῶν προτέρων εὑρίσκει κινδύνων, τὸν υἱὸν τοῦ τυράννου ζῶντα καὶ βασιλεύοντα. Καὶ πῶς Ἀρχέλαος ἐβασίλευσε τῆς Ἰουδαίας, Ποντίου Πιλάτου ἡγεμονεύοντος; Πρόσφατος ἦν ἡ τελευτὴ γεγενημένη, καὶ οὐδέπω εἰς πολλὰ ἦν διαιρεθεῖσα ἡ βασιλεία· ἀλλ' ὡς ἄρτι καταλύσαντος ἐκείνου, τέως ὁ υἱὸς τὴν ἀρχὴν κατεῖχεν ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ· καὶ γὰρ καὶ τῷ ἀδελφῷ αὐτοῦ τοῦτο ὄνομα ἦν· διὸ προσέθηκεν ὁ Εὐαγγελιστὴς, Ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ. Ἀλλ' εἰ τὴν Ἰουδαίανἐδεδοίκει, φησὶ, καταλαβεῖν διὰ τὸν Ἀρχέλαον, ἔδει καὶ τὴν Γαλιλαίαν διὰ τὸν Ἡρώδην φοβηθῆναι. Ἀλλ' εἰ τὸ χωρίον ἤμειψε, τὸ πρᾶγμα συνεσκιάζετο λοιπόν· ἡ γὰρ ὁρμὴ πᾶσα κατὰ τῆς Βηθλεὲμ ἦν καὶ τῶν ὁρίων αὐτῆς. Τῆς τοίνυν σφαγῆς γενομένης, ᾤετο λοιπὸν ὁ παῖς Ἀρχέλαος τέλος ἐσχηκέναι τὸ πᾶν, καὶ ἐν τοῖς πολλοῖς καὶ τὸν ζητούμενον ἀνῃρῆσθαι. Ἄλλως δὲ καὶ τὸν πατέρα οὕτω καταλύσαντα τὸν βίον ἰδὼν, εὐλαβέστερος πρὸς τὸ περαιτέρω προελθεῖν ἐγένετο, καὶ ἐπαγωνίσασθαι τῇ παρανομίᾳ. Ἔρχεται τοίνυν ὁ Ἰωσὴφ εἰς τὴν Ναζαρὲτ, ὁμοῦ τε τὸν κίνδυνον φεύγων, ὁμοῦ τε ἐμφιλοχωρῶν τῇ πατρίδι. Ἵνα μᾶλλον θαῤῥῇ, καὶ χρηματισμὸν δέχεται παρὰ τοῦ ἀγγέλου περὶ τούτου. Καὶ μὴν ὁ Λουκᾶς οὔ φησι κατὰ χρηματισμὸν αὐτὸν ἐληλυθέναι ἐκεῖ, ἀλλ' ὅτι τὸν καθαρμὸν πληρώσαντες πάντα, ὑπέστρεψαν εἰς Ναζαρέτ. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι τὸν χρόνον τὸν πρὸ τῆς καθόδου τῆς εἰς Αἴγυπτον ἱστορῶν ὁ Λουκᾶς ταῦτα λέγει. Οὐδὲ γὰρ ἂν πρὸ τοῦ καθαρμοῦ κατήγαγεν αὐτοὺς ἐκεῖσε, ὥστε μηδὲν γενέσθαι παράνομον, ἀλλ' ἔμεινε καθαρθῆναι καὶ ἐλθεῖν εἰς Ναζαρὲτ, καὶ τότε καταβῆναι εἰς Αἴγυπτον. Εἶτα μετὰ τὸ ἀνελθεῖν κελεύει αὐτοῖς εἰς τὴν Ναζαρὲτ ἐλθεῖν. Πρὸ δὲ τούτου οὐκ ἦσαν χρηματισθέντες ἐκεῖσε ἐλθεῖν, ἀλλ' ἐμφιλοχωροῦντες τῇ πατρίδι αὐτομάτως τοῦτο ἐποίουν. Ἐπειδὴ γὰρ δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν ἀπογραφὴν ἀνέβησαν, καὶ οὐδὲ στῆναί που εἶχον, πληρώσαντες δι' ὅπερ ἀνῆλθον, κατέβησαν εἰς Ναζαρέτ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ ἄγγελος αὐτοὺς λοιπὸν ἀναπαύων ἀποδίδωσι τῇ οἰκίᾳ· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ καὶ αὐτὸ μετὰ προφητείας· Ἵνα πληρωθῇ γὰρ, φησὶ, τὸ ῥηθὲν ὑπὸ τῶν Προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται. Καὶ ποῖος προφήτης τοῦτο εἶπε; Μὴ περιεργάζου, μηδὲ πολυπραγμόνει. Πολλὰ γὰρ τῶν προφητικῶν ἠφάνισται βιβλίων· καὶ ταῦτα ἐκ τῆς ἱστορίας τῶν Παραλειπομένων ἴδοι τις ἄν. Ῥᾴθυμοι γὰρ ὄντες, καὶ εἰς ἀσέβειαν συνεχῶς ἐμπίπτοντες, τὰ μὲν ἠφίε σαν ἀπόλλυσθαι, τὰ δὲ αὐτοὶ κατέκαιον καὶ κατέκοπτον. Καὶ τὸ μὲν Ἱερεμίας διηγεῖται, τὸ δὲ ὁ τὴν τετάρτην συντιθεὶς τῶν Βασιλειῶν, λέγων μετὰ πολὺν χρόνον μόλις τὸ ∆ευτερονόμιον εὑρῆσθαι κατορωρυγμένον που καὶ ἠφανισμένον. Εἰ δὲ οὐκ ὄντος βαρβάρου οὕτω τὰ βιβλία προὔδωκαν, πολλῷ μᾶλλον τῶν βαρβάρων ἐπελθόντων. Ἐπεὶ ὅτι γε προεῖπον οἱ Προφῆται, καὶ οἱ ἀπόστολοι πολλαχοῦ Ναζωραῖον καλοῦσι. Τοῦτο οὖν συνεσκίαζε τὴν προφητείαν, φησὶ, τὴν περὶ τῆς Βηθλεέμ; Οὐδαμῶς· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐκίνει, καὶ πρὸς τὴν ἔρευναν διήγειρε τῶν περὶ αὐτοῦ λεγομένων. Οὕτω γοῦν καὶ ὁ Ναθαναὴλ πρὸς τὴν ζήτησιν ἔρχεται τὴν περὶ αὐτοῦ λέγων· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Καὶ γὰρ ἦν εὐτελὲς τὸ χωρίον· μᾶλλον δὲ οὐ τὸ χωρίον μόνον, ἀλλὰ καὶ ἅπαν τὸ μέρος τῆς Γαλιλαίας. ∆ιὰ τοῦτο ἔλεγον οἱ Φαρισαῖοι· Ἐρώτησον, καὶ ἴδε, ὅτι Προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Ἀλλ' ὅμως αὐτὸς οὐδὲ ἐκεῖθεν ἐπαισχύνεται καλεῖσθαι, δεικνὺς ὅτι οὐδενὸς δεῖται τῶν ἀνθρωπίνων· καὶ τοὺς μαθητὰς δὲ ἐκ τῆς Γαλιλαίας ἐκλέγεται· πανταχοῦ τὰς σκήψεις περικόπτων τῶν ῥᾳθυμεῖν βουλομένων, καὶ δεικνὺς ὅτι οὐδενὸς ἡμῖν τῶν ἔξωθεν δεῖ, ἐὰν ἀρετὴν ἀσκήσωμεν. ∆ιὰ τοῦτο οὐδὲ οἰκίαν ἐκλέγεται· Ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν, οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· καὶ Ἡρώδου ἐπιβουλεύοντος φεύγει, καὶ ἐν φάτνῃ τεχθεὶς ἀνακλίνεται, καὶ ἐν καταλύματι μένει, καὶ μητέρα εὐτελῆ λαμβάνει· διδάσκων ἡμᾶς μηδὲν τῶν τοιούτων αἰσχρὸν εἶναι νομίζειν, καὶ τὸν ἀνθρώπινον καταπατῶν ἐκ προοιμίων τῦφον, καὶ μόνης εἶναι τῆς ἀρετῆς κελεύων.
εʹ. Τί γὰρ ἐπὶ πατρίδι μέγα φρονεῖς, ὅταν πάσης τῆς οἰκουμένης ξένον εἶναί σε κελεύω; φησίν· ὅταν ἐξῇ σοι γενέσθαι τοιοῦτον, ὡς τὸν κόσμον ἅπαντα μὴ εἶναί σου ἄξιον; Οὕτω γὰρ ταῦτα εὐκαταφρόνητα, ὡς μηδὲ παρὰ τοῖς φιλοσοφοῦσι τῶν Ἑλλήνων ἀξιοῦσθαι λόγου τινὸς, ἀλλὰ τὰ ἐκτὸς καλεῖσθαι, καὶ τὴν ἐσχάτην χώραν κατέχειν. Καίτοιγε ὁ Παῦλος καταδέχεται, φησὶν, οὕτω λέγων· Κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ, διὰ τοὺς πατέρας. Ἀλλ' εἰπὲ, πότε, καὶ περὶ τίνων, καὶ πρὸς τίνας διαλεγόμενος. Πρὸς γὰρ τοὺς ἐξ ἐθνῶν μέγα φυσῶντας ἐπὶ τῇ πίστει, καὶ τῶν Ἰουδαίων κατεξανισταμένους, καὶ ταύτῃ μειζόνως αὐτοὺς ἀποῤῥηγνύντας· καταστέλλων μὲν ἐκείνων τὸ φύσημα, τούτους δὲ ἐφελκόμενος, καὶ πρὸς τὸν αὐτὸν διεγείρων ζῆλον. Ἐπεὶ ὅταν περὶ τῶν γενναίων ἐκείνων καὶ μεγάλων ἀνδρῶν λέγῃ ἄκουσον πῶς φησιν· Οἱ δὲ ταῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ ἑτέρας κρείττονος ὀρέγονται. Καὶ πάλιν· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Καὶ Ἰωάννης δὲ τοῖς πρὸς αὐτὸν ἐρχομένοις ἔλεγε· Μὴ δόξητε λέγειν, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Καὶ ὁ Παῦλος πάλιν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδὲ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ. Τί γὰρ οἱ τοῦ Σαμουὴλ ἀπώναντο παῖδες, εἰπέ μοι, τῆς εὐγενείας τοῦ πατρὸς, μὴ γενόμενοι τῆς ἀρετῆς τοῦ πατρὸς κληρονόμοι; τί δὲ οἱ τοῦ Μωϋσέως ἐκέρδαναν, μὴ ζηλώσαντες αὐτοῦ τὴν ἀκρίβειαν; Οὐκοῦν οὐδὲ διεδέξαντο τὴν ἀρχήν· ἀλλ' αὐτοὶ μὲν αὐτὸν ἐπεγράφοντο πατέρα, ἡ δὲ δημαγωγία πρὸς ἕτερον μετέβαινε, τὸν κατ' ἀρετὴν αὐτοῦ γενόμενον υἱόν. Τί δὲ ὁ Τιμόθεος ἐβλάβη, πατρὸς Ἕλληνος ὤν; τί δ' αὖ πάλιν ὁ τοῦ Νῶε υἱὸς ἐκέρδανεν ἐκ τῆς τοῦ πατρὸς ἀρετῆς, δοῦλος ἀντ' ἐλευθέρου γενόμενος; Εἶδες πῶς οὐκ ἀρκεῖ πατρὸς εὐγένεια τοῖς γεννωμένοις εἰς προστασίαν; Ἡ γὰρ κακία τῆς προαιρέσεως τοὺς τῆς φύσεως ἐνίκησε νόμους, καὶ οὐ μόνον αὐτὸν τῆς εὐγενείας τῆς πρὸς τὸν γεγεννηκότα, ἀλλὰ καὶ τῆς ἐλευθερίας ἐξέβαλε. Τί δὲ καὶ Ἡσαῦ, οὐχὶ υἱὸς ἦν τοῦ Ἰσαὰκ, καὶ τὸν γεννήσαντα εἶχε προϊστάμενον αὐτοῦ; Καὶ γὰρ καὶ ὁ πατὴρ ἐσπούδαζε καὶ ἐπεθύμει μετασχεῖν αὐτὸν τῶν εὐλογιῶν, καὶ αὐτὸς ὑπὲρ τούτου τὰ κελευσθέντα πάντα ἐποίει. Ἀλλ' ὅμως ἐπειδὴ σκαιὸς ἦν, οὐδὲν αὐτὸν τούτων ὤνησεν· ἀλλὰ καὶ τῇ φύσει πρῶτος ὢν, καὶ τὸν πατέρα μεθ' ἑαυτοῦ πάντα ὑπὲρ τούτου πράττοντα ἔχων, ἐπειδὴ τὸν Θεὸν οὐκ εἶχε μεθ' ἑαυτοῦ, πάντων ἐξέπεσε. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Υἱοὶ τοῦ Θεοῦ γεγόνασιν οἱ Ἰουδαῖοι, καὶ οὐδὲν ἀπὸ τῆς εὐγενείας ταύτης ἐκέρδαναν. Εἰ δὲ υἱὸς τοῦ Θεοῦ τις γενόμενος, ἂν μὴ τῆς εὐγενείας ταύτης ἀρετὴν ἐπιδείξηται ἀξίαν, καὶ κολάζεται μειζόνως, τί μοι προγόνων καὶ πάππων εὐγένειαν προφέρεις εἰς μέσον; Οὐδὲ γὰρ ἐν τῇ Παλαιᾷ μόνον, ἀλλὰ καὶ ἐν τῇ Καινῇ τοῦτο κεκρατηκὸς εὕροι τις ἄν· Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ἀλλ' ὅμως τῶν τέκνων τούτων πολλοὺς ἔφησε μηδὲν ὠφελεῖσθαι παρὰ τοῦ πατρὸς ὁ Παῦλος· Ἐὰν γὰρ περιτέμνησθε, φησὶ, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Εἰ δὲ Χριστὸς οὐδὲν ὠφελεῖ τοὺς μὴ βουλομένους ἑαυτοῖς προσέχειν, πῶς ἄνθρωπος προστήσεται; Μὴ τοίνυν μήτε ἐπ' εὐγενείᾳ, μήτε ἐπὶ πλούτῳ μέγα φρονῶμεν, ἀλλὰ καὶ καταφρονῶμεν τῶν οὕτω διακειμένων· μήτε ἐπὶ πενίᾳ καταπίπτωμεν· ἀλλ' ἐκεῖνον ζητῶμεν τὸν πλοῦτον, τὸν ἐν ἔργοις ἀγαθοῖς· ἐκείνην φεύγωμεν τὴν πενίαν, τὴν ἐν κακίᾳ καθιστῶσαν ἡμᾶς, δι' ἣν καὶ ὁ πλούσιος ἐκεῖνος πένης ἦν· διόπερ οὐδὲ σταγόνος ἐγένετο κύριος, καὶ ταῦτα πολλὴν θεὶς ἱκετηρίαν. Καίτοι τίς ἂν οὕτω γένοιτο πένης παρ' ἡμῖν [ὡς καὶ ὕδατος πρὸς ἀπόλαυσιν ἀπορεῖν]; Οὐκ ἔστιν οὐδείς. Καὶ γὰρ καὶ οἱ ἐσχάτῳ λιμῷ τηκόμενοι, σταγόνος ἀπολαῦσαι δύνανται· καὶ οὐδὲ σταγόνος μόνης, ἀλλὰ καὶ πολλῷ πλείονος παραμυθίας. Ἀλλ' οὐχ ὁ πλούσιος ἐκεῖνος, ἀλλὰ καὶ μέχρι τούτου πένης ἦν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ παραμυθήσασθαί ποθεν τὴν πενίαν ἠδύνατο. Τί τοίνυν περὶ τὰ χρήματα κεχήναμεν, ὅταν εἰς τὸν οὐρανὸν ἡμᾶς μὴ εἰσάγῃ; Εἰπὲ γάρ μοι· εἰ βασιλεύς τις τῶν ἐπὶ γῆς εἶπεν, ὅτι τὸν πλουτοῦντα ἀμήχανον ἐν βασιλείοις λάμψαι, ἢ τιμῆς ἀπολαῦσαί τινος, ἆρα οὐκ ἂν ἅπαντες ἀτιμάσαντες ἐῤῥίψατε τὰ χρήματα; Εἶτα, ἂν μὲν τῆς ἐν τοῖς κάτω βασιλείοις τιμῆς ἡμᾶς ἐκβάλλῃ, εὐκαταφρόνητα ἔσται· τοῦ δὲ τῶν οὐρανῶν Βασιλέως καθ' ἑκάστην ἡμέραν βοῶντος καὶ λέγοντος, ὅτι δύσκολον μετ' αὐτῶν ἐπιβῆναι τῶν προθύρων ἐκείνων τῶν ἱερῶν, οὐ προησόμεθα πάντα, καὶ ἀποστησόμεθα τῶν ὄντων, ἵνα μετὰ παῤῥησίας εἰς τὴν βασιλείαν εἰσέλθωμεν; ʹ. Καὶ ποίας ἄξιοι συγγνώμης ἐσμὲν, τὰ ἀποτειχίζοντα τὴν ἐκεῖσε ὁδὸν μετὰ πολλῆς περιβαλλόμενοι σπουδῆς, καὶ οὐ μόνον ἐν κιβωτίοις, ἀλλὰ καὶ ἐν γῇ κατακρύπτοντες, παρὸν τῇ τῶν οὐρανῶν αὐτὰ παραδοῦναι φυλακῇ; Ὡς νῦν γε τὸ αὐτὸ ποιεῖς, οἷον ἂν εἴ τις γεωργὸς σῖτον λαβὼν ὥστε σπεῖραι λιπαρὰν ἄρουραν, ἀφεὶς τὴν ἄρουραν, εἰς λάκκον τὸν σῖτον πάντα κατορύξῃ, ἵνα μήτε αὐτὸς ἀπολαύσῃ, καὶ ὁ σῖτος διαφθαρεὶς ἀπόληται. Ἀλλὰ τίς ὁ πολὺς λόγος αὐτῶν, ὅταν ταῦτα ἐγκαλῶμεν ἡμεῖς; Οὐ μικράν τίνα παραμυθίαν, φησὶ, φέρει τὸ εἰδέναι, ὅτι μετὰ ἀσφαλείας ἡμῖν ἀπόκειται ἔνδον ἅπαντα. Τὸ μὴ εἰδέναι μὲν οὖν, ὅτι ἀπόκειται, παραμυθία. Εἰ γὰρ καὶ μὴ λιμὸν δέδοικας, ἀλλ' ἕτερα χαλεπώτερα διὰ τὴν ἀποθήκην ταύτην δεδοικέναι ἀνάγκη, θανάτους, πολέμους, ἐπιβουλάς. Εἰ δὲ λιμός ποτε καταλάβοι, πάλιν ὁ δῆμος ὑπὸ τῆς γαστρὸς καταναγκαζόμενος, τὴν δεξιὰν ὁπλίζει κατὰ τῆς σῆς οἰκίας. Μᾶλλον δὲ ὅταν ταῦτα ποιῇς, σὺ καὶ τὸν λιμὸν εἰσάγεις εἰς τὰς πόλεις. καὶ τοῦ λιμοῦ χαλεπώτερον τουτὶ τὸ βάραθρον τῇ σῇ κατασκευάζεις οἰκίᾳ. Λιμοῦ μὲν γὰρ ἀνάγκῃ οὐκ οἶδά τινας τετελευτηκότας ταχέως· καὶ γὰρ ἔστι πολλὰ πολλαχόθεν ἐπινοῆσαι πρὸς τὴν τοῦ κακοῦ τούτου παραμυθίαν· διὰ δὲ χρήματα καὶ πλοῦτον καὶ τὰς τοιαύτας πραγματείας, πολλοὺς ἀνῃρημένους δείκνυμι, τοὺς μὲν λάθρα, τοὺς δὲ δημοσίᾳ. Καὶ πολλῶν μὲν τοιούτων παραδειγμάτων γέμουσιν αἱ ὁδοὶ, πολλῶν δὲ τὰ δικαστήρια καὶ αἱ ἀγοραί. Καὶ τί λέγω τὰς ὁδοὺς καὶ τὰ δικαστήρια καὶ τὰς ἀγοράς; Καὶ γὰρ τὴν θάλατταν αὐτὴν ὄψει τῶν αἱμάτων ἐμπεπλησμένην. Οὐ γὰρ δὴ γῆς ἐκράτησεν ἡ τυραννὶς αὕτη, ἀλλὰ καὶ εἰς τὸ πέλαγος μετὰ πολλῆς εἰσεκώμασε τῆς παροινίας. Καὶ ὁ μὲν πλεῖ διὰ χρυσὸν, ὁ δὲ σφάττεται δι' αὐτὸ τοῦτο πάλιν· καὶ ἡ αὐτὴ τυραννὶς τὸν μὲν ἔμπορον ἐποίησε, τὸν δὲ ἀνδροφόνον. Τί τοίνυν ἀπιστότερον γένοιτ' ἂν τοῦ μαμωνᾶ, ὅταν δι' αὐτὸν ἀποδημῇ καὶ κινδυνεύῃ καὶ σφάττηται; Ἀλλὰ Τίς ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον; Ἔδει γὰρ εἰδότας τὴν ὠμὴν τυραννίδα, φεύγειν τὴν δουλείαν, καὶ καταλῦσαι τὸν χαλεπὸν ἔρωτα. Καὶ πῶς, φησὶ, τοῦτο δυνατόν; Ἂν ἕτερον εἰσαγάγῃς ἔρωτα, τὸν τῶν οὐρανῶν. Ὁ γὰρ ἐπιθυμῶν βασιλείας, καταγελάσεται πλεονεξίας· ὁ γενόμενος τοῦ Χριστοῦ δοῦλος, οὐκ ἔστι δοῦλος τοῦ μαμωνᾶ, ἀλλὰ καὶ δεσπότης· τὸν μὲν γὰρ φεύγοντα διώκειν εἴωθε, τὸν δὲ διώκοντα φεύγειν. Οὐχ οὕτω τὸν διώκοντα τιμᾷ, ὡς τὸν καταφρονοῦντα αὐτοῦ· οὐδενὸς οὕτω καταγελᾷ, ὡς τῶν ἐπιθυμούντων αὐτοῦ· οὐ καταγελᾷ δὲ μόνον ἀλλὰ καὶ μυρίοις αὐτοὺς περιβάλλει δεσμοῖς. Λύσωμεν οὖν ὀψέ ποτε τὰς χαλεπὰς ταύτας σειράς. Τί καταδουλοῖς τὴν λογικὴν ψυχὴν τῇ ἀλόγῳ ὕλῃ, τῇ μητρὶ τῶν μυρίων κακῶν; Ἀλλ' ὢ τοῦ γέλωτος! ἡμεῖς μὲν γὰρ αὐτῷ πολεμοῦμεν λόγοις, αὐτὸς δὲ ἡμῖν πολεμεῖ διὰ τῶν ἔργων, καὶ ἄγει πανταχοῦ καὶ περιφέρει, καθάπερ ἀργυρωνήτους καὶ μαστιγίας ἀτιμάζων· οὗ τί γένοιτ' ἂν αἰσχρότερόν τε καὶ ἀτιμότερον; Εἰ γὰρ ὑλῶν ἀναισθήτων οὐ περιγινόμεθα, πῶς τῶν ἀσωμάτων περιεσόμεθα δυνάμεων; εἰ γῆς εὐτελοῦς οὐ καταφρονοῦμεν, καὶ λίθων ἀπεῤῥιμμένων, πῶς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ὑποτάξομεν; πῶς σωφροσύνην ἀσκήσομεν; Εἰ γὰρ ἄργυρος καταλάμπων ἡμᾶς ἐκπλήττει, πότε κάλλος ὄψεως δυνησόμεθα παραδραμεῖν; Καὶ γὰρ οὕτω τινὲς ἐκδεδομένοι πρὸς ταύτην εἰσὶ τὴν τυραννίδα, ὡς καὶ πρὸς αὐτὴν πάσχειν τι τοῦ χρυσίου τὴν ὄψιν, καὶ χαριεντιζόμενοι λέγειν, ὅτι καὶ ὀφθαλμοὺς ὠφελεῖ νόμισμα χρυσοῦν φαινόμενον. Ἀλλὰ μὴ παῖζε τοιαῦτα, ἄνθρωπε· οὐδὲν γὰρ οὕτως ἀδικεῖ ὀφθαλμοὺς, καὶ τοὺς τοῦ σώματος καὶ τοὺς τῆς ψυχῆς, ὡς ἡ τούτων ἐπιθυμία. Οὗτος γοῦν ὁ χαλεπὸς ἔρως τῶν παρθένων ἐκείνων τὰς λαμπάδας ἔσβεσε, καὶ τοῦ νυμφῶνος ἐξέβαλεν. Αὕτη ἡ ὄψις, ἡ τοὺς ὀφθαλμοὺς ὠφελοῦσα, καθὼς ἔφης, τὸν ἄθλιον Ἰούδαν οὐκ ἀφῆκεν ἀκοῦσαι τῆς δεσποτικῆς φωνῆς, ἀλλὰ καὶ εἰς βρόχον ἤγαγε, καὶ μέσον λακίσαι ἐποίησε, καὶ μετ' ἐκεῖνα πάντα εἰς γέενναν παρέπεμψε. Τί τοίνυν ταύτης παρανομώτερον γένοιτ' ἄν; τί δὲ φρικωδέστερον; οὐ τῆς ὕλης τῶν χρημάτων λέγω, ἀλλὰ τῆς ἐπιθυμίας αὐτῶν τῆς ἀκαίρου καὶ μανικῆς. Καὶ γὰρ αἱμάτων ἀνθρωπίνων στάζει, καὶ φόνον βλέπει, καὶ θηρίου παντός ἐστι χαλεπωτέρα, κατασπαράττουσα τοὺς ἐμπεσόντας, καὶ ὃ πολλῷ χεῖρόν ἐστιν, οὐδὲ τῶν σπαραγμῶν ἀφίησιν αἰσθάνεσθαι τούτων. ∆έον γὰρ οὕτω τοὺς τὰ τοιαῦτα πάσχοντας, καὶ πρὸς τοὺς παριόντας χεῖρα ἐκτείνειν, καὶ εἰς συμμαχίαν καλεῖν, οἱ δὲ καὶ χάριν ἔχουσι τούτων τῶν ἑλκηθμῶν· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον; Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, φύγωμεν τὴν ἀνίατον νόσον, θεραπεύσωμεν αὐτῆς τὰ δήγματα, καὶ μακρὰν ἀποστῶμεν τῆς τοιαύτης λύμης· ἵνα καὶ ἐνταῦθα ἀσφαλῆ καὶ ἀτάραχον ζήσωμεν βίον, καὶ τῶν μελλόντων ἐπιτύχωμεν θησαυρῶν· [ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν] χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ιʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰου δαίας, καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
αʹ. Ποίαις ἡμέραις ἐκείναις; Οὐδὲ γὰρ τότε, ἡνίκα παῖς ἦν, καὶ εἰς Ναζαρὲτ ἦλθεν, ἀλλὰ μετὰ τριάκοντα ἔτη παραγίνεται ὁ Ἰωάννης, καθὼς καὶ ὁ Λουκᾶς μαρτυρεῖ. Πῶς οὖν φησιν, Ἐν ταῖς ἡμέραις ἐκείναις; Ἔθος ἀεὶ τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ τρόπῳ· οὐχ ὅταν τὰ ἐν τῷ ἑξῆς χρόνῳ συμβαίνοντα λέγῃ μόνον, ἀλλ' ὅταν καὶ τὰ πολλοῖς ὕστερον ἔτεσιν ἐκβησόμενα. Οὕτω γοῦν καὶ ἡνίκα ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν αὐτῷ καθημένῳ προσῆλθον οἱ μαθηταὶ, καὶ περὶ τῆς παρουσίας αὐτοῦ μαθεῖν ἐζήτουν, καὶ τῆς τῶν Ἱεροσολύμων ἁλώσεως· καίτοιγε ἴστε ὅσον τὸ μέσον ἑκατέρων τῶν καιρῶν. Εἰπὼν γὰρ τὴν κατασκαφὴν τῆς μητροπόλεως, καὶ τὸν περὶ τούτων ἀπαρτίσας λόγον, καὶ μέλλων εἰς τὸν περὶ τῆς συντελείας ἐκβαίνειν, ἐπήγαγε, Τότε καὶ ταῦτα ἔσται· οὐ συνάγων τοὺς χρόνους τῷ, Τότε, εἰπεῖν, ἀλλ' ἐκεῖνον μόνον δηλῶν τὸν καιρὸν, ἐν ᾧ ταῦτα συμβήσεσθαι ἔμελλεν. Ὅπερ καὶ νῦν ποιεῖ λέγων· Ἐν ταῖς ἡμέραις ἐκείναις. Οὐ γὰρ τὰς ἑξῆς δηλῶν τοῦτο τέθεικεν, ἀλλ' ἐκείνας, ἐν αἷς ταῦτα συμβαίνειν ἔμελλεν. ἃ διηγήσασθαι παρεσκευάζετο. Καὶ τίνος ἕνεκεν μετὰ τριάκοντα ἔτη, φησὶν, ἐπὶ τὸ βάπτισμα ἦλθεν ὁ Ἰησοῦς; Λύειν τὸν νόμον ἔμελλε μετὰ τὸ βάπτισμα τοῦτο λοιπόν· διὰ τοῦτο μέχρι ταύτης τῆς ἡλικίας τῆς πάντα δεχομένης τὰ ἁμαρτήματα, μένει αὐτὸν πληρῶν ἅπαντα, ἵνα μηδεὶς λέγῃ, ὅτι διὰ τὸ μὴ δύνασθαι αὐτὸν πληρῶσαι ἔλυσεν. Οὐδὲ γὰρ ἀεὶ πάντα ἡμῖν ἐπιτίθεται τὰ πάθη· ἀλλ' ἐν μὲν τῇ πρώτῃ ἡλικίᾳ πολὺ τὸ ἀνόητον καὶ μικρόψυχον, ἐν δὲ τῇ μετ' ἐκείνην σφοδροτέρα ἡ ἡδονὴ, καὶ μετὰ ταύτην πάλιν ἡ τῶν χρημάτων ἐπιθυμία. ∆ιὰ τοῦτο πᾶσαν τὴν ἡλικίαν ἀναμείνας, καὶ διὰ πάσης πληρώσας αὐτὸν, οὕτως ἐπὶ τὸ βάπτισμα ἔρχεται, ὕστερον αὐτὸ ἐπιτιθεὶς τῇ τῶν ἄλλων ἐντολῶν ἐκπληρώσει. Ὅτι γὰρ τοῦτο ἔσχατον ἦν αὐτῷ κατόρθωμα τῶν νομίμων, ἄκουσον τί φησιν· Οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· πάντα ἠνύσαμεν τὰ νομικὰ, οὐδὲ μίαν παρέβημεν ἐντολήν. Ἐπεὶ οὖν τοῦτο περιλείπεται μόνον, δεῖ καὶ τοῦτο προσθεῖναι, καὶ οὕτω πᾶσαν πληρώσομεν τὴν δικαιοσύνην. ∆ικαιοσύνην γὰρ ἐνταῦθα τὴν ἐκπλήρωσιν καλεῖ τῶν ἐντολῶν ἁπασῶν. Ἀλλ' ὅτι μὲν ὁ Χριστὸς διὰ τοῦτο ἐπὶ τὸ βάπτισμα ἦλθε, δῆλον ἐκ τούτου. Τίνος δὲ ἕνεκεν τὸ βάπτισμα αὐτῷ ἐπενοήθη τοῦτο; Ὅτι μὲν γὰρ οὐκ οἴκοθεν ὁ Ζαχαρίου παῖς, ἀλλὰ τοῦ Θεοῦ κινήσαντος αὐτὸν, ἐπὶ τοῦτο ἦλθε, καὶ ὁ Λουκᾶς αὐτὸ δηλοῖ λέγων, Ῥῆμα Κυρίου ἐγένετο ἐπ' αὐτὸν, τουτέστι, πρόσταγμα. Καὶ αὐτὸς δέ φησιν· Ὁ ἀποστείλας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Τίνος οὖν ἕνεκεν ἐπέμφθη βαπτίζειν; Πάλιν καὶ τοῦτο ὁ Βαπτιστὴς δῆλον ἡμῖν ποιεῖ, λέγων, ὅτι Ἐγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ἵνα φανῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐν ὕδατι βαπτίζων. Καὶ εἰ αὕτη μόνη ἡ αἰτία, πῶς φησιν ὁ Λουκᾶς, ὅτι Ἦλθεν εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν; Καίτοιγε οὐκ εἶχεν ἄφεσιν, ἀλλὰ τοῦτο τὸ δῶρον τοῦ μετὰ ταῦτα δοθέντος βαπτίσματος ἦν· ἐν τούτῳ γὰρ συνετάφημεν, καὶ ὁ παλαιὸς ἡμῶν ἄνθρωπος τότε συνεσταυρώθη, καὶ πρὸ τοῦ σταυροῦ οὐδαμοῦ φαίνεται ἄφεσις οὖσα· πανταχοῦ γὰρ τῷ αἵματι αὐτοῦ τοῦτο λογίζεται. Καὶ ὁ Παῦλος δέ φησιν· Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, οὐ διὰ τοῦ βαπτίσματος Ἰωάννου, ἀλλ' Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Καὶ ἀλλαχοῦ δέ φησιν· Ἰωάννης μὲν ἐκήρυξε βάπτισμα μετανοίας· καὶ οὐ λέγει, Ἀφέσεως· Ἵνα πιστεύσωσιν εἰς τὸν ἐρχόμενον μετ' αὐτόν. Οὔπω γὰρ τῆς θυσίας προσενηνεγμένης, οὐδὲ τοῦ πνεύματος καταβάντος, οὐδὲ τῆς ἁμαρτίας λυθείσης, οὐδὲ τῆς ἔχθρας ἀνῃρημένης, οὐδὲ τῆς κατάρας ἀφανισθείσης, πῶς ἔμελλεν ἄφεσις γίνεσθαι; βʹ. Τί οὖν ἐστι τὸ, Εἰς ἄφεσιν ἁμαρτιῶν; Ἀγνώμονες ἦσαν οἱ Ἰουδαῖοι, καὶ τῶν οἰκείων οὐδέποτε ᾐσθάνοντο ἁμαρτημάτων, ἀλλὰ τοῖς ἐσχάτοις ὄντες ὑπεύθυνοι κακοῖς, ἐδικαίουν ἑαυτοὺς πανταχοῦ· ὅπερ αὐτοὺς μάλιστα ἀπώλεσε, καὶ τῆς πίστεως ἀπήγαγε. Τοῦτο γοῦν καὶ ὁ Παῦλος ἐγκαλῶν αὐτοῖς ἔλεγεν, ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Καὶ πάλιν· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη, τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε. ∆ιατί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων. Ἐπεὶ οὖν τοῦτο ἦν τὸ αἴτιον τῶν κακῶν, παραγίνεται ὁ Ἰωάννης, οὐδὲν ἕτερον ποιῶν, ἢ εἰς ἔννοιαν αὐτοὺς ἄγων τῶν οἰκείων ἁμαρτημάτων. Τοῦτο γοῦν καὶ τὸ σχῆμα αὐτοῦ ἐδήλου, μετανοίας καὶ ἐξομολογήσεως ὄν. Τοῦτο καὶ τὸ κήρυγμα ἐδείκνυ· οὐδὲν γὰρ ἄλλο ἔλεγεν, ἀλλ' ὅτι, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ἐπεὶ οὖν τὸ μὴ καταγινώσκειν τῶν οἰκείων ἁμαρτημάτων, ὡς καὶ Παῦλος ἐδήλωσεν, ἀποσκιρτᾷν αὐτοὺς ἐποίει τοῦ Χριστοῦ· τὸ δὲ εἰς ἔννοιαν ἔρχεσθαι, εἰς ἐπιθυμίαν καθίστη τοῦ τὸν λυτρωτὴν ἐπιζητεῖν καὶ τῆς ἀφέσεως ἐπιθυμεῖν· τοῦτο ἦλθε κατασκευάζων Ἰωάννης, καὶ πείθων αὐτοὺς μετανοεῖν· οὐχ ἵνα κολασθῶσιν, ἀλλ' ἵνα τῇ μετανοίᾳ γενόμενοι ταπεινότεροι, καὶ καταγνόντες ἑαυτῶν, εἰς τὸ λαβεῖν τὴν ἄφεσιν δράμωσιν. Ὅρα γοῦν πῶς αὐτὸ τέθεικεν ἀκριβῶς. Εἰπὼν γὰρ ὅτι, Ἦλθε κηρύσσων βάπτισμα μετανοίας ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, ἐπήγαγεν, Εἰς ἄφεσιν· ὡσανεὶ ἔλεγε· διὰ τοῦτο αὐτοὺς ἔπειθεν ὁμολογεῖν καὶ μετανοεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν, οὐχ ἵνα κολασθῶσιν, ἀλλ' ἵνα εὐκολώτερον τὴν μετὰ ταῦτα ἄφεσιν δέξωνται. Εἰ μὴ γὰρ κατέγνωσαν ἑαυτῶν, οὐκ ἂν οὐδὲ τὴν χάριν ᾔτησαν· μὴ ζητοῦντες δὲ, οὐκ ἂν τῆς ἀφέσεως ἔτυχον. Ὥστε τούτῳ ἐκεῖνο προωδοποίει τὸ βάπτισμα· διὸ καὶ ἔλεγεν, Ἵνα πιστεύσωσιν εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν, μετὰ τῆς εἰρημένης καὶ ταύτην ἑτέραν αἰτίαν τιθεὶς τοῦ βαπτίσματος. Οὐδὲ γὰρ ἴσον ἦν περιϊέναι τὰς οἰκίας, καὶ περιάγειν τὸν Χριστὸν τῆς χειρὸς λαβόμενον, καὶ λέγειν, Εἰς τοῦτον πιστεύσατε· καὶ πάντων παραγινομένων καὶ ὁρώντων τὴν μακαρίαν ἐκείνην ἐνεχθῆναι φωνὴν, καὶ τὰ ἄλλα ἐπιτελεσθῆναι ἅπαντα. ∆ιὰ τοῦτο ἔρχεται ἐπὶ τὸ βάπτισμα. Καὶ γὰρ καὶ ἡ τοῦ βαπτίζοντος ὑπόληψις, καὶ ἡ τοῦ πράγματος ὑπόθεσις, πᾶσαν τὴν πόλιν εἷλκε, καὶ πρὸς τὸν Ἰορδάνην ἐκάλει, καὶ θέατρον ἐγένετο μέγα. ∆ιὰ τοῦτο αὐτοὺς καὶ παραγενομένους καταστέλλει, καὶ πείθει μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι, δεικνὺς τῶν ἐσχάτων ὄντας ὑπευθύνους κακῶν, εἰ μὴ μετανοήσαιεν, καὶ τοὺς προγόνους ἀφέντες, καὶ τὸ ἐπ' ἐκείνοις ἀγάλλεσθαι, δέξαιντο τὸν παραγινόμενον. Καὶ γὰρ συνεσκίαστο τὰ κατὰ σὸν Χριστὸν τέως, καὶ ἐδόκει τεθνάναι παρὰ πολλοῖς διὰ τὴν εἰς Βηθλεὲμ γεγενημένην σφαγήν. Εἰ γὰρ καὶ δώδεκα ἐτῶν γενόμενος ἐξέφηνεν ἑαυτὸν, ἀλλὰ ταχέως καὶ συνεσκίασε πάλιν· διὰ δὴ τοῦτο λαμπρῶν ἔδει τῶν προοιμίων καὶ ὑψηλοτέρας ἀρχῆς. ∆ιὸ καὶ πρῶτον τότε ἃ μηδέποτε ἤκουσαν Ἰουδαῖοι, μήτε παρὰ προφητῶν, μήτε παρ' ἄλλων τινῶν, ἀνακηρύττει λαμπρᾷ τῇ φωνῇ, τῶν οὐρανῶν καὶ τῆς ἐκεῖ βασιλείας μεμνημένος, οὐδὲν περὶ τῆς γῆς λέγων λοιπόν. Βασιλείαν δὲ ἐνταῦθα τὴν παρουσίαν αὐτοῦ τὴν προτέραν καὶ τὴν ἐσχάτην φησί. Καὶ τί τοῦτο πρὸς Ἰουδαίους; φησίν· οὐδὲ γὰρ ἴσασι τί λέγεις. ∆ιὰ γὰρ τοῦτο οὕτω λέγω, φησὶν, ἵνα ὑπὸ τῆς ἀσαφείας τῶν λεγομένων διεγειρόμενοι, ἔλθωσιν εἰς τὸ ζητῆσαι τὸν κηρυττόμενον. Οὕτω γοῦν αὐτοὺς ἐπῆρε ταῖς χρησταῖς ἐλπίσι παραγενομένους, ὡς καὶ τελώνας καὶ στρατιώτας πολλοὺς ἐρωτᾷν, τί δεῖ πράττειν, καὶ πῶς τὸν ἑαυτῶν βίον οἰκονομεῖν· ὅπερ ἦν σημεῖον τοῦ τῶν βιωτικῶν λοιπὸν ἀπηλλάχθαι πραγμάτων, καὶ πρὸς ἕτερα μείζονα ὁρᾷν, καὶ τὰ μέλλοντα ὀνειροπολεῖν. Καὶ γὰρ ἅπαντα αὐτοὺς καὶ τὰ ὁρώμενα καὶ τὰ λεγόμενα εἰς ὑψηλὸν ἦγε φρόνημα.
γʹ. Ἐννόησον γοῦν ἡλίκον ἦν ἰδεῖν ἄνθρωπον μετὰ τριάκοντα ἔτη καταβαίνοντα ἀπὸ τῆς ἐρήμου, ἀρχιερέως υἱὸν γενόμενον, μηδὲν δεηθέντα τῶν ἀνθρωπί νων πώποτε, καὶ πάντοθεν ὄντα αἰδέσιμον, καὶ τὸν Ἡσαΐαν ἔχοντα μεθ' ἑαυτοῦ. Παρῆν γὰρ καὶ οὗτος αὐτὸν ἀνακηρύττων καὶ λέγων· Οὗτός ἐστιν ὃν παρέσεσθαι ἔφην βοῶντα, καὶ κατὰ τὴν ἔρημον λαμπρᾷ τῇ φωνῇ κηρύττοντα ἅπαντα. Τοσαύτη γὰρ σπουδὴ τοῖς Προφήταις περὶ τούτων ἐγένετο τῶν πραγμάτων, ὡς μὴ τὸν ∆εσπότην τὸν ἑαυτῶν μόνον, ἀλλὰ καὶ τὸν μέλλοντα αὐτῷ διακονεῖσθαι ἐκ πολλοῦ προανακηρύττειν τοῦ χρόνου· καὶ μὴ μόνον αὐτὸν λέγειν, ἀλλὰ καὶ τὸν τόπον, ἐν ᾧ διατρίβειν ἔμελλε, καὶ τὸν τοῦ κηρύγματος τρόπον, ὃν διδάξαι παραγενόμενος εἶχε, καὶ τὸ ἀπ' αὐτοῦ συμβαῖνον κατόρθωμα. Ὅρα γοῦν πῶς ἐπ' αὐτῶν ἔρχονται τῶν νοημάτων, εἰ καὶ μὴ ἐπ' αὐτῶν τῶν ῥημάτων, ὅ τε Προφήτης καὶ ὁ Βαπτιστής. Ὁ μὲν γὰρ Προφήτης φησὶν, ὅτι παρέσται λέγων· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ παραγενόμενος ἔλεγε· Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ὅπερ ἴσον ἐστὶ τῷ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Ὁρᾷς ὅτι καὶ δι' ὧν ὁ Προφήτης εἶπε, καὶ δι' ὧν αὐτὸς ἐκήρυττεν, ἓν τοῦτο δηλοῦται μόνον, ὅτι προοδοποιῶν παρεγένετο καὶ προετοιμάζων, οὐ τὴν δωρεὰν χαριζόμενος, ὅπερ ἦν ἡ ἄφεσις, ἀλλὰ προπαρασκευάζων τὰς ψυχὰς τῶν μελλόντων δέχεσθαι τὸν τῶν ὅλων Θεόν; Ὁ δὲ Λουκᾶς καὶ πλέον τί φησιν· οὐ γὰρ τὸ προοίμιον εἰπὼν ἀπηλλάγη, ἀλλὰ καὶ πᾶσαν τίθησι τὴν προφητείαν. Πᾶσα γὰρ φάραγξ, φησὶ, πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ. Εἶδες πῶς προλαβὼν ὁ Προφήτης πάντα εἶπε, καὶ τὴν τοῦ δήμου συνδρομὴν, καὶ τὴν τῶν πραγμάτων ἐπὶ τὸ βέλτιον μεταβολὴν, καὶ τὴν τοῦ κηρύγματος εὐκολίαν, καὶ τὴν αἰτίαν τῶν γινομένων ἁπάντων, εἰ καὶ τροπικώτερον ταῦτα τέθεικε; Καὶ γὰρ ἦν προφητεία τὸ λεγόμενον. Ὅταν γὰρ εἴπῃ, Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσονται αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ τοὺς ταπεινοὺς ὑψουμένους δείκνυσι, καὶ τοὺς ἀπονενοημένους ταπεινουμένους, καὶ τὴν τοῦ νόμου δυσκολίαν εἰς εὐκολίαν πίστεως μεταβαλλομένην. Οὐκέτι γὰρ ἱδρῶτες καὶ πόνοι, φησὶν, ἀλλὰ χάρις καὶ συγχώρησις ἁμαρτημάτων, πολλὴν παρέχουσα τῆς σωτηρίας τὴν εὐκολίαν. Εἶτα τὸ τούτων αἴτιον τίθησι λέγων, ὅτι Ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ· οὐκέτι Ἰουδαῖοι καὶ προσήλυτοι μόνον, ἀλλὰ καὶ πᾶσα γῆ καὶ θάλαττα, καὶ ὅλη τῶν ἀνθρώπων ἡ φύσις. ∆ιὰ γὰρ τῶν σκολιῶν πάντα τὸν διεφθαρμένον βίον ᾐνίξατο, τελώνας, καὶ πόρνας, καὶ λῃστὰς, καὶ μάγους, οἵτινες ὄντες διεστραμμένοι πρότερον, τὴν ὀρθὴν ὕστερον ἐβάδισαν ὁδόν· ὅπερ οὖν καὶ αὐτὸς ἔλεγεν, ὅτι Τελῶναι καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ὅτι ἐπίστευσαν. Καὶ δι' ἑτέρων δὲ ἐδήλωσε ῥημάτων ὁ Προφήτης πάλιν τὸ αὐτὸ τοῦτο, οὕτω λέγων· Τότε λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται. Ὥσπερ γὰρ ἐνταῦθα διὰ τῶν βουνῶν καὶ φαράγγων τὸ ἀνώμαλον ἦθος εἰς μίαν φιλοσοφίας ἰσότητα κιρνᾶσθαι ἔφησεν· οὕτω καὶ ἐκεῖ τοῖς τῶν ἀλόγων ἤθεσι τοὺς διαφόρους τῶν ἀνθρώπων ἐμφαίνων τρόπους, πάλιν εἰς μίαν αὐτοὺς εὐσεβείας συμφωνίαν συνάπτεσθαι ἔλεγε· καὶ ἐκεῖ πάλιν τὴν αἰτίαν τιθείς. Αὕτη δέ ἐστιν· Ἔσται γὰρ, φησὶν, ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὅπερ οὖν καὶ ἐνταῦθα ἔλεγεν, ὅτι Ὄψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ· πανταχοῦ δηλῶν ὅτι πρὸς τὰ πέρατα τῆς οἰκουμένης χυθήσεται τῶν Εὐαγγελίων τούτων ἡ δύναμις καὶ ἡ γνῶσις, ἀπὸ θηριώδους τρόπου καὶ σκληρότητος γνώμης εἰς ἡμερότητα πολλὴν καὶ ἁπαλότητα μεταβάλλουσα τῶν ἀνθρώπων τὸ γένος. Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. Εἶδες πῶς τὰ μὲν οἱ Προφῆται προεῖπον, τὰ δὲ τοῖς Εὐαγγελισταῖς κατέλιπον; ∆ιόπερ καὶ ὁ Ματθαῖος καὶ τὰς προφητείας τίθησι, καὶ τὰ παρ' ἑαυτοῦ προστίθησιν· οὐδὲ τοῦτο πάρεργον ἡγούμενος εἶναι, τὸ περὶ τῆς στολῆς εἰπεῖν τοῦ δικαίου.
δʹ. Καὶ γὰρ ἦν θαυμαστὸν καὶ παράδοξον ἐν ἀνθρωπίνῳ σώματι τοσαύτην καρτερίαν ἰδεῖν· ὃ δὴ καὶ τοὺς Ἰουδαίους μᾶλλον ἐφείλκετο, τὸν μέγαν Ἠλίαν ἐν αὐτῷ βλέποντας, καὶ πρὸς τὴν τοῦ μακαρίου μνήμην ἐκείνου παραπεμπομένους ἐκ τῶν ὁρωμένων τότε· μᾶλλον δὲ καὶ πρὸς πλείονα ἔκπληξιν. Ἐκεῖνος μὲν γὰρ καὶ ἐν πόλεσι καὶ ἐν οἰκίαις ἐτρέφετο, οὗτος δὲ δι' ὅλου τὴν ἔρημον ᾤκησεν ἐκ σπαργάνων αὐτῶν. Ἔδει γὰρ τὸν πρόδρομον τοῦ μέλλοντος τὰ παλαιὰ λύειν ἅπαντα· οἷον, τὸν πόνον, τὴν κατάραν, τὴν λύπην, τὸν ἱδρῶτα· ἔχειν τινὰ καὶ αὐτὸν σύμβολα τῆς τοιαύτης δωρεᾶς, καὶ ἀνωτέρω γενέσθαι λοιπὸν τῆς καταδίκης ἐκείνης. Οὔτε γοῦν γῆν ἤροσεν, οὔτε αὔλακα ἔτεμεν, οὐχ ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἔφαγεν, ἀλλ' ἦν ἐσχεδιασμένη αὐτῷ ἡ τράπεζα, καὶ εὐκολωτέρα τῆς τραπέζης ἡ περιβολὴ, καὶ ἀπραγμονεστέρα τῆς περιβολῆς ἡ οἴκησις. Οὔτε γὰρ στέγης, οὔτε κλίνης, οὐ τραπέζης, οὔτε ἄλλου τινὸς τούτων ἐδεήθη, ἀλλ' ἀγγελικόν τινα βίον ἐν τῇ σαρκὶ ταύτῃ ἐπεδείκνυτο. ∆ιὰ τοῦτο καὶ τρίχινον ἱμάτιον αὐτῷ ἦν, ἵνα διὰ τοῦ σχήματος παιδεύσῃ τῶν ἀνθρωπίνων ἀφίστασθαι, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλ' ἐπὶ τὴν προτέραν ἐπανατρέχειν εὐγένειαν, ἐν ᾗ ἦν πρὶν ἢ δεηθῆναι ἱματίων καὶ περιβολῆς ὁ Ἀδάμ. Οὕτω καὶ βασιλείας καὶ μετανοίας εἶχε σύμβολα τὸ σχῆμα ἐκεῖνο. Καὶ μή μοι λέγε· Πόθεν αὐτῷ τρίχινον ἱμάτιον καὶ ζώνη, τὴν ἔρημον οἰκοῦντι; Εἰ γὰρ τοῦτο μέλλοις διαπορεῖν, καὶ ἕτερα πλείονα ζητήσεις· πῶς ἐν τοῖς χειμῶσι, πῶς ἐν τοῖς καύμασι διέτριβεν ἐπὶ τῆς ἐρημίας, καὶ ταῦτα ἐν ἁπαλῷ σώματι καὶ ἀώρῳ ἡλικίᾳ; πῶς ἤρκεσεν ἡ τῆς παιδικῆς σαρκὸς φύσις ἀνωμαλίᾳ ἀέρων τοσαύτῃ, καὶ τραπέζῃ οὕτως ἐξηλλαγμένῃ, καὶ τῇ ἄλλῃ τῇ ἀπὸ τῆς ἐρημίας ταλαιπωρίᾳ; Ποῦ νῦν εἰσιν οἱ τῶν Ἑλλήνων φιλόσοφοι, οἳ εἰκῆ καὶ μάτην τὴν κυνικὴν ἀναισχυντίαν ἐζήλωσαν (τί γὰρ ὄφελος τοῦ κατακλείεσθαι ἐν πίθῳ, καὶ τοιαῦτα ἀσελγαίνειν ὕστερον;) οἳ καὶ δακτυλίους, καὶ φιάλας, καὶ θεράποντας, καὶ θεραπαινίδας, καὶ πολλὴν ἄλλην περιεβάλλοντο φαντασίαν, εἰς ἑκατέραν ἀμετρίαν ἐκπίπτοντες; Ἀλλ' οὐχ οὗτος τοιοῦτος· ἀλλ' ὥσπερ τὸν οὐρανὸν τὴν ἔρημον ᾤκησε, πᾶσαν ἀκριβῆ φιλοσοφίαν ἐπιδεικνύμενος· κἀκεῖθεν ὡς ἄγγελός τις ἐξ οὐρανῶν εἰς τὰς πόλεις κατέβαινεν, ἀθλητὴς εὐσεβείας ὢν, καὶ τῆς οἰκουμένης στεφανίτης, καὶ φιλόσοφος τῆς τῶν οὐρανῶν ἀξίας φιλοσοφίας. Καὶ ταῦτα ἦν, οὔπω τῆς ἁμαρτίας λυθείσης, οὔπω τοῦ νόμου παυσαμένου, οὔπω τοῦ θανάτου δεθέντος, οὔπω τῶν χαλκῶν πυλῶν κατακλασθεισῶν, ἀλλ' ἔτι τῆς παλαιᾶς κρατούσης πολιτείας. Τοιοῦτόν ἐστι γενναία ψυχὴ καὶ διεγηγερμένη· καὶ γὰρ πανταχοῦ προπηδᾷ, καὶ τὰ κείμενα ὑπερβαίνει σκάμματα· καθάπερ καὶ ὁ Παῦλος ἐπὶ τῆς καινῆς ἐποίει πολιτείας. Ἀλλὰ τίνος ἕνεκεν, φησὶ, καὶ ζώνῃ μετὰ τοῦ ἱματίου ἐχρήσατο; Ἔθος τοῦτο τοῖς παλαιοῖς ἦν, πρὶν εἰς τὸ μαλακὸν τοῦτο καὶ διαῤῥέον ἐξελθεῖν σχῆμα. Οὕτω γοῦν καὶ ὁ Πέτρος φαίνεται ἐζωσμένος, καὶ ὁ Παῦλος· Τὸν γὰρ ἄνδρα, φησὶν, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ ὁ Ἠλίας δὲ οὕτως ἦν ἐσταλμένος, καὶ τῶν Ἁγίων ἕκαστος, διὰ τὸ εἶναι ἐν ἔργῳ διηνεκῶς, ἤτοι ὁδοιπορίαις, ἤτοι περὶ ἕτερόν τι τῶν ἀναγκαίων πονουμένους καὶ σπουδάζοντας· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ καλλωπισμὸν ἅπαντα καταπατεῖν, καὶ σκληραγωγίαν ἅπασαν μελετᾷν· ὅπερ οὖν καὶ αὐτὸ μέγιστον ἀρετῆς ἐγκώμιον εἶναί φησιν ὁ Χριστὸς, οὕτω λέγων· Τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.
εʹ. Εἰ δὲ ἐκεῖνος ὁ καθαρὸς οὕτω καὶ τοῦ οὐρανοῦ λαμπρότερος ὢν, καὶ ὑπὲρ Προφήτας πάντας, καὶ οὗ μείζων οὐδεὶς ἐγένετο, καὶ παῤῥησίαν ἔχων τοσαύτην, οὕτως ἑαυτὸν ἐσκληραγώγει, τὴν μὲν διαῤῥέουσαν τρυφὴν ἀτιμάζων μετὰ πολλῆς τῆς περιουσίας, ἐπὶ δὲ τὸν σκληρὸν τοῦτον ἑαυτὸν ἄγων βίον, τίνα ἕξομεν ἀπολογίαν οἱ μετὰ τοσαύτην εὐεργεσίαν καὶ τὰ μυρία φορτία τῶν ἁμαρτημάτων μηδὲ τὸ πολλοστὸν μέρος τῆς ἐξομολογήσεως ἐπιδεικνύμενοι τῆς ἐκείνου, ἀλλὰ μεθύοντες καὶ γαστριζόμενοι καὶ μύρων ὄζοντες, καὶ τῶν ἐν τῇ σκηνῇ πορνευομένων γυναικῶν οὐδὲν ἄμεινον διακείμενοι, καὶ πανταχόθεν ἑαυτοὺς καταμαλακίζοντες, καὶ εὐχειρώτους τῷ διαβόλῳ ποιοῦντες. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία, καὶ Ἱεροσόλυμα, καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ὁρᾷς πόσον ἴσχυσεν ἡ παρουσία τοῦ Προφήτου; πῶς πάντα τὸν δῆμον ἀνεπτέρωσε; πῶς αὐτοὺς εἰς ἔννοιαν ἤγαγε τῶν οἰκείων ἁμαρτημάτων; Καὶ γὰρ ἦν θαύματος ἄξιον, ἰδεῖν ἐν ἀνθρωπίνῳ σχήματι τοιαῦτα ἐπιδεικνύμενον αὐτὸν, καὶ τοσαύτῃ κεχρημένον τῇ παῤῥησίᾳ, καὶ πάντων ὡς παίδων κατεξανιστάμενον, καὶ πολλὴν ἀπὸ τοῦ προσώπου τὴν χάριν ἔχοντα ἀπολάμπουσαν. Συνετέλει δὲ εἰς ἔκπληξιν καὶ τὸ διὰ πολλοῦ τοῦ χρόνου προφήτην φανῆναι· καὶ γὰρ ἐπέλιπεν αὐτοὺς τὸ χάρισμα, καὶ διὰ μακροῦ πρὸς αὐτοὺς ἐπανῆλθε τοῦ χρόνου. Καὶ ὁ τοῦ κηρύγματος δὲ τρόπος ξένος καὶ παρηλλαγμένος. Οὐδὲν γὰρ τῶν συνήθων ἤκουον, οἷον, πολέμους καὶ μάχας καὶ νίκας τὰς κάτω, καὶ λιμοὺς καὶ λοιμοὺς, καὶ Βαβυλωνίους καὶ Πέρσας, καὶ πόλεως ἅλωσιν, καὶ τὰ ἄλλα τὰ συνήθη· ἀλλ' οὐρανοὺς καὶ τὴν ἐκεῖ βασιλείαν, καὶ τὴν ἐν τῇ γεέννῃ κόλασιν. ∆ιά τοι τοῦτο καὶ τῶν κατὰ τὴν ἔρημον ἀποστατῶν σφαγέντων ἁπάντων οὐ πρὸ πολλοῦ τοῦ χρόνου, τῶν μετὰ Ἰούδα καὶ Θευδᾶ, οὐκ ἐγένοντο ὀκνηρότεροι πρὸς τὴν ἔξοδον τὴν ἐκεῖσε. Οὐδὲ γὰρ ἐπὶ τοῖς αὐτοῖς αὐτοὺς ἐκάλει· οἷον, ἐπὶ τυραννίδι καὶ ἀποστασίᾳ καὶ νεωτεροποιίᾳ· ἀλλ' ὥστε πρὸς τὴν ἄνω χειραγωγῆσαι βασιλείαν. ∆ιόπερ οὐδὲ κατεῖχεν ἐν τῇ ἐρήμῳ μεθ' ἑαυτοῦ περιφέρων, ἀλλὰ βαπτίζων, καὶ τοὺς περὶ φιλοσοφίας παιδεύων λόγους, ἀπέλυε· διὰ πάντων αὐτοὺς διδάσκων, τῶν μὲν ἐν τῇ γῇ πάντων ὑπερορᾷν, πρὸς δὲ τὰ μέλλοντα αἴρεσθαι, καὶ καθ' ἑκάστην ἐπείγεσθαι τὴν ἡμέραν. Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν, καὶ τὰς τρυφὰς καὶ τὴν μέθην ἀφέντες, ἐπὶ τὸν κατεσταλμένον μεταθώμεθα βίον. Καὶ γὰρ ἐξομολογήσεως ὁ καιρὸς καὶ τοῖς ἀμυήτοις καὶ τοῖς βαπτισθεῖσι· τοῖς μὲν, ἵνα μετανοήσαντες τῶν ἱερῶν τύχωσι μυστηρίων· τοῖς δὲ, ἵνα ἀπονιψάμενοι τὴν μετὰ τὸ βάπτισμα κηλῖδα, καθαρῷ συνειδότι τῇ τραπέζῃ προσέλθωσιν. Ἀποστῶμεν τοίνυν τοῦ ὑγροῦ τούτου καὶ διαλελυμένου βίου. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὁμοῦ καὶ ἐξομολογεῖσθαι καὶ τρυφᾷν. Καὶ ταῦτα διδασκέτω ὑμᾶς Ἰωάννης, ἀπὸ τοῦ ἐνδύματος, ἀπὸ τῆς τροφῆς, ἀπὸ τῆς οἰκίας. Τί οὖν; οὕτω κελεύεις ἡμᾶς κατεστάλθαι; φησίν. Οὐ κελεύω, ἀλλὰ συμβουλεύω καὶ παραινῶ. Εἰ δὲ μὴ δυνατὸν ὑμῖν τοῦτο, κἂν ἐν ταῖς πόλεσιν ὄντες ἐπιδειξώμεθα τὴν μετάνοιαν· καὶ γὰρ ἐπὶ θύραις τὸ δικαστήριον. Εἰ δὲ καὶ μακροτέρω ἦν, οὐδὲ οὕτω θαῤῥεῖν ἔδει· τὸ γὰρ ἑκάστου πέρας τῆς ζωῆς, τῆς συντελείας ἐπέχει δύναμιν τῷ καλουμένῳ. Ὅτι δὲ καὶ ἐπὶ θύραις, ἄκουσον τοῦ Παύλου λέγοντος· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε· καὶ πάλιν· Ἥξει γὰρ ὁ ἐρχόμενος, καὶ οὐ χρονιεῖ. Καὶ γὰρ τὰ σημεῖα λοιπὸν ἀπήρτισται τὰ καλοῦντα τὴν ἡμέραν ἐκείνην. Κηρυχθήσεται γὰρ, φησὶ, τοῦτο τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος. ʹ. Προσέχετε μετὰ ἀκριβείας τῷ λεγομένῳ. Οὐκ εἶπεν, Ὅταν πιστευθῇ παρὰ πάντων ἀνθρώπων· ἀλλ', Ὅταν κηρυχθῇ παρὰ πᾶσι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν, Εἰς μαρτύριον τοῖς ἔθνεσι, δεικνὺς, ὅτι οὐκ ἀναμένει πάντας πιστεῦσαι, καὶ τότε παραγενέσθαι. Τὸ γὰρ, Εἰς μαρτύριον, τοῦτό ἐστιν, εἰς κατηγορίαν, εἰς ἔλεγχον, εἰς κατάκρισιν τῶν μὴ πιστευσάντων. Ἀλλ' ἡμεῖς ταῦτα ἀκούοντες καὶ ὁρῶντες, καθεύδομεν καὶ ὀνείρατα βλέπομεν, καθάπερ ἐν βαθυτάτῃ νυκτὶ κεκαρωμένοι. Οὐδὲν γὰρ ὀνειράτων ἄμεινον τὰ παρόντα πράγματα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρά. ∆ιὸ δὴ παρακαλῶ λοιπὸν ἀφυπνισθῆναι, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἀπιδεῖν. Οὐδεὶς γὰρ καθεύδων ἥλιον ἰδεῖν δύναται, οὐδὲ εὐφρᾶναι τὰς ὄψεις τῷ κάλλει τῆς ἀκτῖνος· ἀλλ' ἅπερ ἂν ἴδῃ, πάντα ὡς ἐν ὀνείρῳ βλέπει. ∆ιὰ τοῦτο πολλῆς ἡμῖν δεῖ τῆς ἐξομολογήσεως καὶ πολλῶν τῶν δακρύων, καὶ ὅτι ἀναλγήτως διακείμεθα πλημμελοῦντες, καὶ ὅτι μεγάλα τὰ ἁμαρτήματα καὶ συγγνώμης μείζονα. Καὶ ὅτι οὐ ψεύδομαι, μάρτυρες οἱ πλείους τῶν ἀκουόντων. Ἀλλ' ὅμως εἰ καὶ συγγνώμης μείζονα, μετανοήσωμεν, καὶ στεφάνων ἀπολαυσόμεθα. Μετάνοιαν δὲ λέγω, οὐ τὸ τῶν προτέρων ἀποστῆναι κακῶν μόνον, ἀλλὰ καὶ τὸ μείζονα ἐπιδείξασθαι καλά. Ποιήσατε γὰρ, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας. Πῶς δὲ ποιήσομεν; Ἂν τὰ ἐναντία πράττωμεν· οἷόν τι λέγω· ἥρπασας τὰ ἀλλότρια; ∆ὸς καὶ τὰ σὰ λοιπόν. Πολὺν ἐπόρνευσας χρόνον; Ἀπόσχου καὶ τῆς γυναικὸς τῆς σῆς ὡρισμένας ἡμέρας· ἐγκράτειαν ἄσκησον. Ὕβρισας καὶ ἐτύπτησας παριόντας; Εὐλόγει λοιπὸν τοὺς ὑβρίζοντας, καὶ εὐεργέτει τοὺς πλήττοντας. Οὐ γὰρ ἀρκεῖ εἰς ὑγείαν ἡμῖν τὸ βέλος ἐξελεῖν μόνον, ἀλλὰ καὶ τῷ τραύματι φάρμακα ἐπιθεῖναι. Ἐτρύφησας καὶ ἐμεθύσθης τὸν ἔμπροσθεν χρόνον; Νήστευε καὶ ὑδροποσίᾳ πρόσεχε, ἵνα τὴν ἐκεῖθεν ἐγγενομένην λύμην ἀνέλῃς. Εἶδες ἀκολάστοις ὀφθαλμοῖς κάλλος ἀλλότριον; Μηδὲ ὅλως ἴδῃς γυναῖκα λοιπὸν, ἵν' ἐπὶ πλείονι καταστῇς ἀσφαλείᾳ. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· καὶ πάλιν· Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἀλλ' εἰπέ μοι καὶ τὸ ἀγαθόν. Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν· οὐ τὴν πρὸς ἀνθρώπους λέγω μόνον, ἀλλὰ καὶ τὴν πρὸς τὸν Θεόν. Καὶ καλῶς εἶπε, ∆ίωξον· ἀπελήλαται γὰρ καὶ ἐκβέβληται, καὶ τὴν γῆν ἀφεῖσα εἰς τὸν οὐρανὸν ἀπεδήμησεν. Ἀλλὰ δυνησόμεθα αὐτὴν πάλιν ἐπαναγαγεῖν, ἐὰν θέλωμεν, ἀπόνοιαν καὶ ἀλαζονείαν καὶ πάντα τὰ κωλύματα αὐτῆς ἐκβαλόντες, τὸν σώφρονα τοῦτον καὶ λιτὸν διώκειν βίον. Οὐδὲν γὰρ ὀργῆς χαλεπώτερον καὶ θρασύτητος. Αὕτη καὶ τετυφωμένους καὶ δουλοπρεπεῖς ἐργάζεται, δι' ἐκείνου μὲν καταγελάστους, διὰ τούτου δὲ μισητοὺς ποιοῦσα, καὶ ἐναντίας εἰσάγουσα κακίας, ἀπόνοιάν τε ὁμοῦ καὶ κολακείαν. Ἀλλ' ἐὰν τὴν πλεονεξίαν τοῦ πάθους περικόψωμεν, καὶ ταπεινοὶ μετὰ ἀκριβείας, καὶ ὑψηλοὶ μετὰ ἀσφαλείας ἐσόμεθα. Καὶ γὰρ καὶ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις ἀπὸ πλεονεξίας αἱ δυσκρασίαι γίνονται· καὶ ὅτε τοὺς οἰκείους ὅρους ἀφέντα τὰ στοιχεῖα εἰς ἀμετρίαν ἐξέλθῃ, τότε αἱ μυρίαι νόσοι καὶ οἱ χαλεποὶ τίκτονται θάνατοι· ὅπερ καὶ ἐπὶ τῆς ψυχῆς συμβαῖνον ἴδοι τις ἄν.
ζʹ. Περικόψωμεν τοίνυν τὴν ἀμετρίαν, καὶ τὸ σωτήριον τῆς συμμετρίας πίνοντες φάρμακον, μένωμεν ἐπὶ τῆς εὐκρασίας τῆς προσηκούσης, καὶ ταῖς εὐχαῖς μετὰ ἀκριβείας προσέχωμεν. Κἂν μὴ λάβωμεν, παραμείνωμεν, ἵνα λάβωμεν· κἂν λάβωμεν, ἐπειδὴ ἐλάβομεν. Οὐδὲ γὰρ αὐτὸς βούλεται ἀναβάλλεσθαι τὴν δόσιν, ἀλλὰ τῇ μελλήσει τὴν προσεδρείαν ἡμῖν σοφίζεται. ∆ιὰ τοῦτο καὶ ὑπερτίθεται τὴν αἴτησιν, καὶ πειρασμὸν συγχωρεῖ πολλάκις ἐπελθεῖν, ἵνα συνεχῶς πρὸς αὐτὸν καταφεύγωμεν, καὶ καταφυγόντες μένωμεν. Οὕτω καὶ πατέρες φιλόστοργοι ποιοῦσι, καὶ μητέρες φιλόπαιδες· ἐπειδὰν ἴδωσι τὰ παιδία τὴν πρὸς αὐτοὺς συνουσίαν ἀφέντα καὶ μετὰ τῶν ὁμηλίκων παίζοντα, πολλὰ τοὺς οἰκέτας ὑποκρίνασθαι παρασκευάζουσι φοβερὰ, ὥστε ὑπὸ τοῦ δέους καταναγκασθῆναι πρὸς τὸν μητρικὸν κόλπον καταφυγεῖν Οὕτω καὶ ὁ Θεὸς ἀνατείνεται πολλάκις ἀπειλὴν, οὐχ ἵνα ἐπαγάγῃ, ἀλλ' ἵνα πρὸς αὑτὸν ἐφελκύσηται. Ὅταν γοῦν ἐπανέλθωμεν πρὸς αὐτὸν, λύει τὸν φόβον εὐθέως· ὡς εἴγε ὅμοιοι ἦμεν ἐν πειρασμοῖς καὶ ἐν ἀνέσει, οὐδ' ἂν ἐδέησε πειρασμῶν. Καὶ τί λέγω περὶ ἡμῶν; Καὶ γὰρ τοῖς ἁγίοις ἐκείνοις πολὺς ἐντεῦθεν ὁ σωφρονισμὸς ἦν. ∆ιὰ τοῦτο καὶ ὁ Προφήτης λέγει· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Καὶ αὐτὸς δὲ τοῖς Ἀποστόλοις ἔλεγεν· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε. Καὶ ὁ Παῦλος τοῦτο αὐτὸ αἰνίττεται, ὅταν λέγῃ· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. ∆ιὸ καὶ δεηθεὶς ἀπαλλαγῆναι τοῦ πειρασμοῦ, οὐκ ἐπέτυχε, διὰ τὸ πολλὴν ἐξ αὐτοῦ τὴν ὠφέλειαν ἐγγίνεσθαι. Ἐὰν δὲ καὶ τοῦ ∆αυῒδ τὸν βίον ἐπέλθωμεν ἅπαντα, εὑρήσομεν αὐτὸν ἐν τοῖς κινδύνοις λαμπρότερον ὄντα, καὶ αὐτὸν, καὶ τοὺς ἄλλους ἅπαντας τοὺς κατ' ἐκεῖνον. Καὶ γὰρ ὁ Ἰὼβ τότε μειζόνως ἔλαμψε, καὶ ὁ Ἰωσὴφ δὲ οὕτως ἐπὶ πλέον εὐδοκίμησε, καὶ ὁ Ἰακὼβ δὲ, καὶ ὁ τούτου πατὴρ, καὶ ὁ ἐκείνου, καὶ πάντες ὅσοι πώποτε λαμπροτέρους ἀνεδήσαντο στεφάνους, ἀπὸ θλίψεων καὶ πειρασμῶν καὶ ἐστεφανώθησαν, καὶ ἀνεκηρύχθησαν. Ἅπερ πάντα συνειδότες, κατὰ τὸν σοφὸν λόγον, Μὴ σπεύσωμεν ἐν καιρῷ ἐπαγωγῆς, ἀλλ' ἓν μόνον ἑαυτοὺς παιδεύσωμεν, τὸ φέρειν πάντα γενναίως, καὶ μηδὲν πολυπραγμονεῖν, μηδὲ περιεργάζεσθαι τῶν γινομένων. Τὸ μὲν γὰρ εἰδέναι, πότε δεῖ λυθῆναι τὰς θλίψεις, τοῦ συγχωροῦντος αὐτὰς προσελθεῖν Θεοῦ· τὸ δὲ ἐπενεχθείσας μετὰ πάσης φέρειν εὐχαριστίας, τῆς ἡμῶν εὐγνωμοσύνης λοιπὸν ἔργον ἐστίν· ὅπερ ἐὰν γένηται, πάντα ἕψεται τὰ ἀγαθά. Ἵν' οὖν ταῦτα ἕπηται, καὶ δοκιμώτεροι μὲν ἐνταῦθα, λαμπρότεροι δὲ ἐκεῖσε γενώμεθα, πᾶν ὃ ἐὰν ἐπενεχθῇ δεχώμεθα, χάριν εἰδότες ὑπὲρ πάντων τῷ εἰδότι μᾶλλον ἡμῶν τὸ συμφέρον, καὶ τῶν γεγεννηκότων σφοδρότερον ἡμᾶς φιλοῦντι· καὶ τούτους ἀμφοτέρους τοὺς λογισμοὺς καθ' ἕκαστον τῶν δεινῶν ἑαυτοῖς ἐπᾴδοντες, καταστέλλωμεν τὴν ἀθυμίαν, καὶ δοξάζωμεν ἐν πᾶσι τὸν πάντα ὑπὲρ ἡμῶν ποιοῦντα καὶ πραγματευόμενον Θεόν. Οὕτω γὰρ καὶ τὰς ἐπιβουλὰς διακρουσόμεθα ῥᾳδίως, καὶ τῶν ἀκηράτων ἐπιτευξόμεθα στεφάνων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΙΑʹ. Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρι σαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; αʹ. Πῶς οὖν φησιν ὁ Χριστὸς, ὅτι οὐκ ἐπίστευσαν Ἰωάννῃ; Ὅτι οὐκ ἦν τοῦτο πιστεῦσαι, τὸ τὸν κηρυττόμενον ὑπ' αὐτοῦ μὴ δέξασθαι Ἐπεὶ καὶ τοῖς Προφήταις ἔδοξαν προσέχειν καὶ τῷ Νομοθέτῃ· ἀλλ' ὅμως ἔφησεν αὐτοὺς μὴ προσεσχηκέναι, ἐπειδὴ τὸν παρ' ἐκείνων προφητευόμενον οὐκ ἐδέξαντο. Εἰ γὰρ ἐπιστεύσατε, φησὶ, Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί· Καὶ μετὰ ταῦτα δὲ ἐρωτώμενοι παρὰ τοῦ Χριστοῦ, Τὸ βάπτισμα Ἰωάννου πόθεν ἐστίν; ἔλεγον, ὅτι Ἐὰν εἴπωμεν, ἀπὸ γῆς, φοβούμεθα τὸν ὄχλον· ἐὰν εἴπωμεν, ἀπὸ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Πῶς οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ὥστε ἐξ ἁπάντων τούτων δῆλον, ὅτι παρεγένοντο μὲν καὶ ἐβαπτίσθησαν· οὐ μὴν ἔμειναν ἐπὶ τῆς πίστεως τοῦ κηρύγματος. Καὶ γὰρ ὁ Ἰωάννης δείκνυσιν αὐτῶν τὴν πονηρίαν, ἐξ ὧν πρὸς τὸν Βαπτιστὴν ἔπεμπον λέγοντες· Εἰ σὺ εἰ Ἠλίας; εἰ σὺ εἶ ὁ Χριστός; διὸ καὶ ἐπήγαγεν· Οἱ δὲ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. Τί οὖν; οὐχὶ καὶ οἱ ὄχλοι τὸ αὐτὸ τοῦτο ἐνόμιζον; φησίν. Ἀλλ' οἱ μὲν ὄχλοι ἀπὸ γνώμης ἀπλάστου τοῦτο ὑπώπτευον· οἱ δὲ Φαρισαῖοι, ἐπιλαβέσθαι βουλόμενοι. Ἐπειδὴ γὰρ ὡμολόγητο ἀπὸ τῆς κώμης τοῦ ∆αυῒδ ἔρχεσθαι τὸν Χριστὸν, οὗτος δὲ ἀπὸ τῆς Λευϊτικῆς φυλῆς ἦν, ἔνεδρα ἐτίθεσαν ἐκ τῆς ἐρωτήσεως, ἵνα εἴ τι τοιοῦτον εἴποι, ταχέως ἐπιθῶνται. Τοῦτο γοῦν καὶ ἐκ τῶν ἑξῆς ἐδήλωσε· μηδὲν γὰρ ὧν προσεδόκησαν ὁμολογήσαντος, καὶ οὕτως ἐπιλαμβάνονται λέγοντες· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός; Καὶ ἵνα μάθῃς ὅτι ἑτέρᾳ μὲν οἱ Φαρισαῖοι, ἑτέρᾳ δὲ ὁ δῆμος παρεγένοντο γνώμῃ, ἄκουσον πῶς ὁ Εὐαγγελιστὴς καὶ τοῦτο ἐδήλωσε· περὶ μὲν τοῦ δήμου λέγων, ὅτι Παρεγίνοντο καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν· περὶ δὲ τῶν Φαρισαίων οὐκέτι ὁμοίως, ἀλλ' ὅτι Ἰδὼν πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους, ἔλεγε· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Βαβαὶ τῆς μεγαλονοίας! Πῶς διαλέγεται πρὸς ἀνθρώπους αἱμάτων ἀεὶ διψῶντας προφητικῶν, καὶ ὄφεων οὐδὲν ἄμεινον διακειμένους· πῶς καὶ αὐτοὺς, καὶ τοὺς γεγεννηκότας μετὰ πολλῆς διαβάλλει τῆς παῤῥησίας. Ναὶ, φησίν· ἀλλ' ἡ μὲν παῤῥησία πολλή· τὸ δὲ ζητούμενον, εἰ λόγον ἔχει τινὰ ἡ παῤῥησία αὕτη. Οὐδὲ γὰρ ἁμαρτάνοντας εἶδεν, ἀλλὰ μεταβαλλομένους· διόπερ οὐδὲ ἐγκαλέσαι ἐχρῆν, ἀλλὰ καὶ ἐπαινέσαι καὶ ἀποδέξασθαι, ὅτι πόλιν ἀφέντες καὶ οἰκίας ἔδραμον ἀκουσόμενοι τοῦ κηρύγματος. Τί οὖν ἂν εἴποιμεν; Ὅτι οὐ τοῖς παροῦσιν, οὐδὲ τοῖς γινομένοις προσεῖχεν, ἀλλὰ τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν ἠπίστατο, τοῦ Θεοῦ τοῦτο ἐκκαλύψαντος. Ἐπεὶ οὖν μέγα ἐφρόνουν ἐπὶ τοῖς προγόνοις, καὶ τοῦτο αἴτιον αὐτοῖς τῆς ἀπωλείας ἐγίνετο, καὶ εἰς ῥᾳθυμίαν ἐνέβαλλε, τὴν ῥίζαν τῆς ἀπονοίας περικόπτει. ∆ιὰ τοῦτο καὶ ὁ Ἡσαΐας ἄρχοντας Σοδόμων καλεῖ, καὶ λαὸν Γομόῤῥας· καὶ ἕτερος προφήτης φησίν· Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε; καὶ πάντες αὐτοὺς ταύτης ἀπάγουσι τῆς ὑπολήψεως, τὸ φύσημα αὐτῶν κενοῦντες, τὸ μυρίων αὐτοῖς αἴτιον γενόμενον κακῶν. Ἀλλ' οἱ μὲν Προφῆται, φησὶν, εἰκότως· ἁμαρτάνοντας γὰρ ἑώρων· ἐνταῦθα δὲ τίνος ἕνεκεν καὶ διὰ τί πειθομένους ὁρῶν αὐτῷ, τοῦτο ποιεῖ; Ἵνα ἁπαλωτέρους ἐργάσηται. Εἰ δέ τις μετὰ ἀκριβείας προσέχοι τοῖς λεγομένοις, καὶ ἐγκωμίῳ τὴν ἐπιτίμησιν ἐκέρασε. Θαυμάζων γὰρ αὐτοὺς, ὅτι ὀψὲ γοῦν ποτε τὰ ἀδύνατα αὐτοῖς σχεδὸν εἶναι δοκοῦντα ἠδυνήθησαν, ταῦτα ἔλεγεν. Ἐφελκομένου τοίνυν αὐτοὺς μᾶλλόν ἐστιν ἡ ἐπιτίμησις, καὶ παρασκευάζοντος ἀνανῆψαι. Ὅταν γὰρ φαίνηται ἐκπληττόμενος, καὶ τὴν ἔμπροσθεν δείκνυσιν αὐτῶν πονηρίαν πολλὴν οὖσαν, καὶ τὴν μεταβολὴν θαυμαστὴν καὶ παράδοξον. Τί γὰρ γέγονε, φησὶν, ὅτι παῖδες ὄντες ἐκείνων, καὶ οὕτω τραφέντες κακῶς, μετενόησαν; πόθεν ἡ τοσαύτη γέγονε μεταβολή; τίς τὸ τραχὺ τῆς γνώμης αὐτῶν κατεμάλαξε; τίς διώρθωσε τὸ ἀνίατον; Καὶ ὅρα πῶς αὐτοὺς εὐθέως ἀπὸ τῶν προοιμίων ἐξέπληξε, τοὺς περὶ τῆς γεέννης προκαταβαλλόμενος λόγους. Οὐ γὰρ εἶπε τὰ εἰωθότα· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν τοὺς πολέμους, τὰς τῶν βαρβάρων ἐφόδους, τὰς αἰχμαλωσίας, τοὺς λιμοὺς, τοὺς λοιμούς; ἀλλ' ἄλλην τινὰ κόλασιν προανεκρούετο μηδέποτε αὐτοῖς φανερὰν γεγενημένην, οὕτω λέγων· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; βʹ. Καλῶς δὲ αὐτοὺς καὶ γεννήματα ἐχιδνῶν ἐκάλεσε Καὶ γὰρ ἐκεῖνο τὸ θηρίον διαφθεῖρον τὴν ὠδίνουσαν, καὶ διατρῶγον τὴν γαστέρα αὐτῆς, οὕτω λέγεται προϊέναι εἰς φῶς· ὅπερ καὶ οὗτοι ἐποίουν, πατραλοῖαι καὶ μητραλοῖαι γινόμενοι, καὶ τοὺς διδασκάλους ταῖς ἑαυτῶν διαφθείροντες χερσίν. Ἀλλ' οὐχ ἵσταται μέχρι τῆς ἐπιτιμήσεως, ἀλλὰ καὶ συμβουλὴν εἰσάγει· Ποιήσατε γὰρ, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας. Οὐ γὰρ ἀρκεῖ τὸ φυγεῖν τὴν πονηρίαν, ἀλλὰ καὶ ἀρετὴν δεῖ πολλὴν ἐπιδείξασθαι. Μὴ γάρ μοι τὰ ἐναντία καὶ συνήθη, ὅτε πρὸς ὀλίγον συστελλόμενοι χρόνον, πρὸς τὴν αὐτὴν ἐπανῇτε πάλιν πονηρίαν. Οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς παραγεγόναμεν, ὡς καὶ οἱ ἔμπροσθεν Προφῆται. Ἐξηλλαγμένα γὰρ τὰ παρόντα. καὶ ὑψηλότερα, ἐπεὶ καὶ αὐτὸς παραγίνεται λοιπὸν ὁ Κριτὴς, αὐτὸς ὁ τῆς βασιλείας ∆εσπότης, πρὸς μείζονα ἄγων φιλοσοφίαν, εἰς τὸν οὐρανὸν καλῶν, καὶ πρὸς τὰς ἐκεῖ διατριβὰς ἀνέλκων. ∆ιὰ τοῦτο καὶ τὸν περὶ τῆς γεέννης ἀνακαλύπτω λόγον· καὶ γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ λυπηρὰ, ἀθάνατα. Μὴ τοίνυν τοῖς αὐτοῖς ἐμμένετε, μηδὲ τὰς εἰωθυίας προβάλλεσθε προφάσεις, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τῶν προγόνων τὴν εὐγένειαν. Ταῦτα δὲ ἔλεγεν, οὐ κωλύων αὐτοὺς λέγειν ἐξ ἐκείνων εἶναι τῶν ἁγίων, ἀλλὰ κωλύων μὴ τούτῳ θαῤῥεῖν, τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελοῦντας, καὶ τὰ κατὰ διάνοιαν εἰς μέσον ἐκφέρων, καὶ τὰ μέλλοντα προφητεύων. Καὶ γὰρ μετὰ ταῦτα φαίνονται λέγοντες· Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραὰμ, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Ἐπεὶ οὖν τοῦτο ἦν, ὃ μάλιστα αὐτοὺς εἰς ἀπόνοιαν ἦρε καὶ ἀπώλεσε, πρῶτον αὐτὸ καταστέλλει. Ὅρα δὲ πῶς μετὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς τὴν ὑπὲρ τούτων ποιεῖται διόρθωσιν. Εἰπὼν γὰρ, Μὴ δόξητε λέγειν, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραὰμ, οὐκ εἶπεν, Οὐδὲν γὰρ ὑμᾶς ὁ πατριάρχης ὠφελῆσαι δυνήσεται· ἀλλ' ἡμερώτερόν πως καὶ προσηνέστερον αὐτὸ τοῦτο ᾐνίξατο εἰπών· ∆ύναται γὰρ ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Τινὲς μὲν οὖν φασιν, ὅτι περὶ τῶν ἐθνῶν ταῦτα λέγει, λίθους αὐτοὺς μεταφορικῶς καλῶν· ἐγὼ δὲ καὶ ἑτέραν ἔννοιαν τὸ εἰρημένον φημὶ ἔχειν. Ποίαν δὴ ταύτην; Μὴ νομίζετε, φησὶν, ὅτι ἐὰν ὑμεῖς ἀπόλησθε, ἄπαιδα ποιήσετε τὸν πατριάρχην. Οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Τῷ γὰρ Θεῷ δυνατὸν καὶ ἀπὸ λίθων ἀνθρώπους αὐτῷ δοῦναι, καὶ εἰς τὴν συγγένειαν ἐκείνην ἀγαγεῖν, ἐπεὶ καὶ ἐξ ἀρχῆς οὕτως ἐγένετο. Τῷ γὰρ ἐκ λίθων ἀνθρώπους γενέσθαι ὅμοιον ἦν τὸ ἀπὸ τῆς μήτρας ἐκείνης τῆς σκληρᾶς προελθεῖν παιδίον. Ὅπερ οὖν καὶ ὁ Προφήτης αἰνιττόμενος ἔλεγεν· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἐξ ἧς ἐλατομήθητε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ἐξ οὗ ὠρύχθητε· ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς. Ταύτης τοίνυν τῆς προφητείας αὐτοὺς ἀναμιμνήσκει, δεικνὺς ὅτι εἰ ἐξ ἀρχῆς οὕτω θαυμαστὸν αὐτὸν ἐποίησε πατέρα, ὡσανεὶ καὶ ἐκ λίθων αὐτὸν ἐποίησε, δυνατὸν καὶ νῦν τοῦτο γενέσθαι. Καὶ ὅρα πῶς καὶ φοβεῖ καὶ ἐκκόπτει. Οὐ γὰρ εἶπεν, ὅτι ἤγειρεν ἤδη, ἵνα μὴ ἀπογνῶσιν ἑαυτῶν· ἀλλ' ὅτι ∆ύναται ἐγεῖραι. Καὶ οὐκ εἶπεν, ὅτι δύναται ἀνθρώπους ποιῆσαι ἀπὸ λίθων, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, καὶ συγγενεῖς καὶ παῖδας τοῦ Ἀβραάμ. Εἶδες πῶς τέως ἀπέστησεν αὐτοὺς τῆς περὶ τὰ σωματικὰ φαντασίας, καὶ τῆς εἰς τοὺς προγόνους καταφυγῆς, ἵνα ἐν τῇ οἰκείᾳ μετανοίᾳ καὶ σωφροσύνῃ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχωσιν; εἶδες πῶς τὴν τῆς σαρκὸς ἐκβαλὼν συγγένειαν, τὴν ἀπὸ τῆς πίστεως εἰσάγει; γʹ. Σκόπει τοίνυν πῶς καὶ διὰ τῶν ἑξῆς αὔξει τούτων τὸν φόβον, καὶ ἐπιτείνει τὴν ἀγωνίαν. Εἰπὼν γὰρ, ὅτι ∆ύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ, ἐπήγαγε· Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· διὰ πάντων τὸν λόγον φοβερὸν ποιῶν. Καὶ γὰρ καὶ αὐτὸς πολλὴν ἀπὸ τοῦ βίου τὴν παῤῥησίαν εἶχε, κἀκεῖνοι σφοδρᾶς ἐδέοντο τῆς ἐπιπλήξεως, πολὺν ἤδη χερσωθέντες χρόνον. Τί γὰρ λέγω, φησὶν, ὅτι ἐκπίπτειν μέλλετε τῆς πρὸς τὸν πατριάρχην συγγενείας, καὶ ἑτέρους ὁρᾷν τοὺς ἀπὸ λίθων εἰς τὴν ὑμετέραν εἰσαγομένους προεδρίαν; Οὐδὲ γὰρ μέχρι τούτου τὰ τῆς τιμωρίας ὑμῖν, ἀλλὰ καὶ περαιτέρω προβήσεται τὰ τῆς κολάσεως. Ἤδη γὰρ, φησὶν, ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Οὐδὲν φοβερώτερον ταύτης τοῦ λόγου τῆς τροπῆς. Οὐκέτι γὰρ δρέπανον πετόμενον, οὐδὲ φραγμοῦ καθαίρεσις, οὐδὲ τὸ καταπατεῖσθαι τὸν ἀμπελῶνα· ἀλλ' ἀξίνη σφόδρα ἀκμάζουσα, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἐπὶ θύραις αὕτη. Ἐπειδὴ γὰρ τοῖς προφήταις συνεχῶς ἀπιστοῦντες ἔλεγον· Ποῦ ἐστιν ἡ ἡμέρα Κυρίου; καὶ, Ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν· διὰ τὸ μετὰ πολλὰ πολλάκις ἔτη ἐκβαίνειν τὰ λεγόμενα· καὶ ταύτης αὐτοὺς ἀπάγων τῆς παραμυθίας, ἐγγὺς αὐτῶν ἵστησι τὰ δεινά. Καὶ τοῦτο ἐδήλωσε τῷ εἰπεῖν, Ἤδη, καὶ τῷ τῇ ῥίζῃ αὐτὴν προσαγαγεῖν. Οὐδὲν γὰρ τὸ μέσον λοιπὸν, φησὶν, ἀλλ' αὐτῇ ἐπίκειται τῇ ῥίζῃ. Καὶ οὐκ εἶπε, Τοῖς κλάδοις, οὐδὲ, Τοῖς καρποῖς, ἀλλὰ, Τῇ ῥίζῃ· δεικνὺς αὐτοὺς, εἰ ῥᾳθυμήσαιεν, ἀνίατα πεισομένους δεινὰ, καὶ οὐδὲ ἐλπίδα ἕξοντας θεραπείας. Οὐδὲ γὰρ δοῦλός ἐστιν ὁ παραγενόμενος, ὡς οἱ πρότερον· ἀλλ' αὐτὸς ὁ τῶν ὅλων ∆εσπότης, σφοδρὰν ἐπάγων τὴν τιμωρίαν καὶ δυνατωτάτην. Ἀλλ' ὅμως καὶ φοβήσας πάλιν, οὐκ ἀφίησιν αὐτοὺς εἰς ἀπόγνωσιν ἐμπεσεῖν· ἀλλ' ὥσπερ ἀνωτέρω οὐκ εἶπεν, ὅτι Ἤγειρεν, ἀλλ' ὅτι ∆ύναται ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ, φοβῶν τε ὁμοῦ καὶ παραμυθούμενος· οὕτω καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι Ἥψατο τῆς ῥίζης, ἀλλ' ὅτι Ἐπίκειται καὶ ὁμιλεῖ τῇ ῥίζῃ· καὶ οὐδεμίαν ἀναβολὴν ἐνδείκνυται. Πλὴν ἀλλὰ καὶ οὕτως ἐγγὺς αὐτὴν ἀγαγὼν, ὑμᾶς κυρίους ποιεῖ τῆς τομῆς. Ἂν μὲν γὰρ μεταβάλησθε καὶ γένησθε βελτίους, ἀπελεύσεται μηδὲν ἐργασαμένη ἡ ἀξίνη αὕτη· ἂν δὲ τοῖς αὐτοῖς ἐπιμείνητε, πρόῤῥιζον ἀνασπάσει τὸ δένδρον. ∆ιά τοι τοῦτο οὔτε ἀφέστηκε τῆς ῥίζης, οὔτε ἐπικειμένη τέμνει, τὸ μὲν ἵνα μὴ ἀναπέσητε, τὸ δὲ ἵνα μάθητε, ὅτι δυνατὸν καὶ ἐν βραχεῖ χρόνῳ μεταβαλ[λ]ομένους σωθῆναι. ∆ιὸ καὶ πάντοθεν αὔξει τὸν φόβον, διεγείρων αὐτοὺς καὶ ὠθῶν πρὸς μετάνοιαν. Καὶ γὰρ τὸ τῶν προγόνων ἐκπεσεῖν, καὶ τὸ ἑτέρους ἀντεισαχθῆναι, καὶ τὸ ἐπὶ θύραις εἶναι τὰ δεινὰ, καὶ τὸ ἀνήκεστα πείσεσθαι, ἅπερ ἀμφότερα διὰ τῆς ῥίζης καὶ τῆς ἀξίνης ἐδήλωσεν, ἱκανὰ ἦν καὶ τοὺς σφόδρα ἀναπεπτωκότας διαναστῆσαι, καὶ ἐναγωνίους ἐργάσασθαι. Τοῦτο γοῦν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι Λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην. Ἀλλὰ μὴ φοβηθῇς· μᾶλλον δὲ φοβήθητι μὲν, μὴ ἀπογνῷς δέ. Ἔτι γὰρ ἔχεις ἐλπίδα μεταβολῆς· οὐ γὰρ αὐτοτελὴς ἡ ἀπόφασις, οὐδὲ ἐπὶ τὸ τέμνειν ἡ ἀξίνη ἦλθεν· (ἐπεὶ τί ἐκώλυεν αὐτὴν τεμεῖν ὁμιλοῦσαν τῇ ῥίζῃ;) ἀλλ' ἐπὶ τό σε τῷ φόβῳ τούτῳ ποιῆσαι βελτίονα, καὶ παρασκευάσαι καρπὸν ἐνεγκεῖν. ∆ιὰ τοῦτο ἐπήγαγε· Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκό πτεται, καὶ εἰς πῦρ βάλλεται. Ὅταν δὲ εἴπῃ, Πᾶν, ἐκβάλλει πάλιν τὴν ἀπὸ τῆς εὐγενείας προεδρίαν. Κἂν γὰρ αὐτοῦ τοῦ Ἀβραὰμ ἔκγονος ᾖς, φησὶν, κἂν μυρίους ἔχῃς ἀριθμεῖν πατριάρχας, διπλῆν ὑποστήσῃ τὴν κόλασιν, ἄκαρπος μένων. Ἀπὸ τούτων τῶν ῥημάτων καὶ τελώνας ἐφόβησε, καὶ στρατιωτικὴν διάνοιαν κατέσεισεν, οὔτε εἰς ἀπόγνωσιν ἐμβαλὼν, καὶ ῥᾳθυμίας ἀπαλλάττων ἁπάσης. Μετὰ γὰρ τοῦ φόβου καὶ πολλὴν παράκλησιν ἔχει τὸ εἰρημένον. Τῷ γὰρ εἰπεῖν, Μὴ ποιοῦν καρπὸν καλὸν, ἔδειξεν ὅτι τὸ ποιοῦν καρπὸν πάσης ἀπήλλακται τιμωρίας.
δʹ. Καὶ πῶς δυνησόμεθα, φησὶ, ποιῆσαι καρπὸν, τῆς τομῆς ἐπικειμένης, καὶ τοῦ χρόνου οὕτως στενοῦ ὄντος, καὶ τῆς προθεσμίας συντετμημένης; ∆υνήσῃ, φησίν· οὐ γὰρ τοιοῦτος οὗτος ὁ καρπὸς, οἷος ὁ τῶν δένδρων, χρόνον ἀναμένων πολὺν, καὶ ὡρῶν ἀνάγκαις δουλεύων, καὶ πολλῆς ἑτέρας δεόμενος πραγματείας· ἀλλ' ἀρκεῖ θελῆσαι, καὶ τὸ δένδρον εὐθέως ἐβλάστησεν. Οὐ γὰρ ἡ φύσις τῆς ῥίζης μόνον, ἀλλὰ καὶ ἡ τέχνη τοῦ γεωργοῦ πρὸς τὴν τοιαύτην τὰ μέγιστα συντελεῖ καρποφορίαν. ∆ιὰ γάρ τοι τοῦτο, ἵνα μὴ ταῦτα λέγωσιν, ὅτι Θορυβεῖς ἡμᾶς, καὶ κατεπείγεις, καὶ ἄγχεις, ἀξίνην τε ἐπιτιθεὶς, καὶ τομὴν ἀπειλῶν, καὶ προσόδους ἐν καιρῷ τιμωρίας αἰτῶν, ἐπήγαγε, δεικνὺς τὴν εὐκολίαν τῆς καρποφορίας· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· διὰ τούτων δεικνὺς, ὅτι γνώμης μόνον δεῖται καὶ πίστεως, οὐ πόνων καὶ ἱδρώτων· καὶ ὥσπερ εὔκολον βαπτισθῆναι, οὕτως εὔκολον μεταβληθῆναι καὶ γενέσθαι ἀμείνους. Κατασείσας τοίνυν αὐτῶν τὴν διάνοιαν τῷ φόβῳ τῆς κρίσεως, καὶ τῇ προσδοκίᾳ τῆς κολάσεως, καὶ τῷ ὀνόματι τῆς ἀξίνης, καὶ τῇ ἀποβολῇ τῶν προγόνων, καὶ τῇ εἰσαγωγῇ τῶν ἑτέρων τέκνων, καὶ τῇ διπλῇ τιμωρίᾳ τῆς ἐκτομῆς καὶ τοῦ ἐμπρησμοῦ, καὶ πάντοθεν αὐτῶν καταμαλάξας τὸ σκληρὸν, καὶ καταστήσας εἰς ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν τοσούτων κακῶν, τότε εἰσάγει τὸν περὶ τοῦ Χριστοῦ λόγον· καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς ὑπεροχῆς. Εἶτα τὸ μέσον αὐτοῦ καὶ ἐκείνου τιθεὶς, ἵνα μὴ δόξῃ χαριζόμενος τοῦτο λέγειν, ἀπὸ τῆς συγκρίσεως τῶν παρ' ἑκατέρου διδομένων τοῦτο κατασκευάζει. Οὐ γὰρ εὐθέως εἶπεν, Οὐκ εἰμὶ ἄξιος αὐτοῦ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος, ἀλλὰ πρότερον τὸ εὐτελὲς τοῦ βαπτίσματος τοῦ ἑαυτοῦ θεὶς, καὶ δείξας ὡς οὐδὲν πλέον ἔχει τοῦ πρὸς μετάνοιαν αὐτοὺς ἀγαγεῖν (οὐ γὰρ εἶπεν, ὅτι Ὕδατι ἀφέσεως, ἀλλὰ Μετανοίας), τίθησι καὶ τὸ αὐτοῦ τὸ τῆς ἀφάτου δωρεᾶς γέμον. Ἵνα γὰρ μὴ ἀκούσας, φησὶν, ὅτι μετ' ἐμὲ ἔρχεται, καταφρονήσῃς αὐτοῦ ὡς ὑστέρου παραγενομένου, μάθε αὐτοῦ τῆς δωρεᾶς τὴν δύναμιν, καὶ εἴσῃ σαφῶς, ὅτι οὐδὲν ἄξιον εἴρηκα, οὐδὲ μέγα, εἰπὼν, Οὐκ εἰμὶ ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Ὥστε ὅταν ἀκούσῃς, ὅτι Ἰσχυρότερός μου ἐστὶ, μὴ νομίσῃς κατὰ σύγκρισίν με τοῦτο εἰρηκέναι. Οὐδὲ γὰρ εἰς δούλους ἄξιός εἰμι τάττεσθαι ἐκείνου, οὐδὲ εἰς δούλους ἐσχάτους, οὐδὲ τὸ εὐτελὲς τῆς διακονίας ἀναδέξασθαι μέρος. ∆ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπε, Τὰ ὑποδήματα, ἀλλ' Οὐδὲ τὸν ἱμάντα· ὅπερ ἔσχατον πάντων ἐδόκει εἶναι. Εἶτα, ἵνα μὴ νομίσῃς ταπεινοφροσύνης εἶναι τὰ εἰρημένα, ἐπάγει καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν· Ἐκεῖνος γὰρ ὑμᾶς, φησὶ, βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Εἶδες πόση τοῦ Βαπτιστοῦ ἡ σοφία; Ὅταν γὰρ αὐτὸς κηρύττῃ, τὰ φοβερὰ πάντα λέγει, καὶ ἀγωνίαν ἐμβάλλοντα· ὅταν δὲ πρὸς ἐκεῖνον πέμπῃ, τὰ χρηστὰ καὶ ἀνακτήσασθαι ἱκανά. Οὐ γὰρ τὴν ἀξίνην, οὐδὲ τὸ δένδρον τὸ ἐκκοπτόμενον καὶ καιόμενον καὶ εἰς πῦρ βαλλόμενον, οὔτε τὴν μέλλουσαν ὀργὴν εἰς μέσον ἄγει, ἀλλ' ἁμαρτημάτων ἄφεσιν, καὶ τιμωρίας ἀναίρεσιν, καὶ δικαιοσύνην, καὶ ἁγιασμὸν, καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν, καὶ ἀδελφότητα, καὶ κληρονομίας κοινωνίαν, καὶ Πνεύματος ἁγίου δαψιλῆ χορηγίαν. Ταῦτα γὰρ πάντα ᾐνίξατο εἰπών· Βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ· καὶ αὐτῇ τῇ μεταφορᾷ τῆς λέξεως τὸ δαψιλὲς τῆς χάριτος ἐμφαίνων· οὐ γὰρ εἶπε, ∆ώσει ὑμῖν Πνεῦμα ἅγιον, ἀλλὰ, Βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ· καὶ τῇ ἐπεξηγήσει τοῦ πυρὸς πάλιν τὸ σφοδρὸν καὶ ἀκάθεκτον τῆς χάριτος ἐνδεικνύμενος.
εʹ. Ἐννόησον γοῦν τίνας εἰκὸς ἦν γενέσθαι τοὺς ἀκούοντας, λογιζομένους ὅτι κατὰ τοὺς προφήτας ἀθρόον ἔσονται, καὶ κατὰ τοὺς μεγάλους ἐκείνους. ∆ιὰ γάρ τοι τοῦτο καὶ πυρὸς ἐμνημόνευσεν, ἵνα εἰς ἔννοιαν αὐτοὺς τῆς μνήμης ἐκείνων ἀγάγῃ. Καὶ γὰρ ὅσαι σχεδὸν αὐτοῖς ὄψεις ἐφάνησαν, αἱ πλείους διὰ πυρὸς ἐφάνησαν· οὕτω τῷ Μωϋσῇ διελέχθη ἐν τῇ βάτῳ ὁ Θεός· οὕτω τῷ δήμῳ παντὶ ἐν τῷ ὄρει Σινᾶ· οὕτω τῷ Ἰεζεκιὴλ ἐπὶ τῶν Χερουβίμ. Σκόπει δὲ πῶς καὶ διεγείρει τὸν ἀκροατὴν, πρότερον μὲν θεὶς ὃ μετὰ πάντα ἔμελλε γίνεσθαι. Ἔδει γὰρ σφαγῆναι τὸν Ἀμνὸν, καὶ τὴν ἁμαρτίαν ἀφανισθῆναι, καὶ καταλυθῆναι τὴν ἔχθραν, καὶ τὴν ταφὴν γενέσθαι καὶ τὴν ἀνάστασιν, καὶ τότε τὸ Πνεῦμα παραγενέσθαι. Ἀλλὰ τούτων οὐδὲν λέγει τέως· ἀλλὰ πρῶτον τὸ τελευταῖον, καὶ δι' ὃ πάντα ἐκεῖνα ἐγίνετο, καὶ ὃ μάλιστα ἱκανὸν ἦν αὐτοῦ τὴν ἀξίαν κηρῦξαι· ἵν' ὅταν ἀκούσῃ ὁ ἀκροατὴς, ὅτι Πνεῦμα λήψεται τοσοῦτον, ζητῇ πρὸς ἑαυτὸν, πῶς καὶ τίνι τρόπῳ τοῦτο ἔσται, τῆς ἁμαρτίας οὕτω κρατούσης· ἵνα λαβὼν αὐτὸν μεμεριμνημένον, καὶ ἐμπαράσκευον πρὸς τὴν ἀκρόασιν, οὕτω τὸν περὶ τοῦ πάθους εἰσαγάγῃ λόγον, μηδενὸς λοιπὸν σκανδαλιζομένου τῇ προσδοκίᾳ τῆς τοιαύτης δωρεᾶς. ∆ιὸ πάλιν ἐβόα λέγων· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐκ εἶπεν, Ὁ ἀφεὶς, ἀλλ' ὃ μείζονος ἦν κηδεμονίας, Ὁ αἴρων. Οὐ γάρ ἐστιν ἶσον ἀφεῖναι ἁπλῶς, καὶ αὐτὸν ἀναλαβεῖν. Τὸ μὲν γὰρ ἐξ ἀκινδύνου ἐγίνετο, τὸ δὲ μετὰ θανάτου. Καὶ πάλιν ἔλεγεν, ὅτι Υἱὸς τοῦ Θεοῦ ἐστιν. Ἀλλ' οὐδὲ τοῦτο τρανὴν τοῖς ἀκούουσι τὴν ἀξίαν ἐδήλου. Οὐδὲ γὰρ ᾔδεσαν οὐδέπω γνήσιον αὐτὸν ἐννοεῖν Υἱόν· ἀπὸ δὲ τῆς τοσαύτης τοῦ Πνεύματος δόσεως κἀκεῖνο συνίστατο. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Πατὴρ πέμπων τὸν Ἰωάννην, τοῦτο αὐτῷ δεῖγμα πρῶτον τῆς τοῦ παραγενομένου δέδωκεν ἀξίας, εἰπών· Ἐφ' ὂν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. ∆ιὸ καὶ αὐτός φησιν· Ἐγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ὡς ἀπὸ τούτου κἀκείνου λοιπὸν σαφῶς συνισταμένου. Εἶτα, ἐπειδὴ τὰ χρηστὰ εἶπε, καὶ ἀνῆκε τὸν ἀκροατὴν καὶ ἐχάλασε, πάλιν ἐπισφίγγει, ὥστε μὴ γενέσθαι ῥᾴθυμον. Τοιοῦτον γὰρ τὸ γένος τὸ Ἰουδαϊκόν· ὑπὸ τῶν χρηστῶν ἐχαυνοῦντο ῥᾳδίως, καὶ χείρους ἐγίνοντο. ∆ιόπερ πάλιν ἐπάγει τὰ φοβερὰ, λέγων· Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ. Ἀνωτέρω μὲν γὰρ τὴν κόλασιν εἶπεν· ἐνταῦθα δὲ καὶ τὸν κριτὴν δείκνυσι, καὶ τὴν τιμωρίαν ἀθάνατον εἰσάγει· Κατακαύσει γὰρ, φησὶ, τὸ ἄχυρον πυρὶ ἀσβέστῳ. Ὁρᾷς αὐτὸν τὸν τῶν πραγμάτων Κύριον, καὶ αὐτὸν ὄντα τὸν γεωργὸν, κἂν τὸν Πατέρα ἀλλαχοῦ ταὐτὸ λέγῃ· Ὁ Πατήρ μου γὰρ, φησὶν, ὁ γεωργός ἐστιν. Ἐπειδὴ γὰρ εἶπεν, Ἀξίνη, ἵνα μὴ νομίσῃς πόνου δεῖσθαι τὸ πρᾶγμα, καὶ δυσδιάκριτον εἶναι, ἐξ ἑτέρου παραδείγματος καὶ τὴν εὐκολίαν εἰσάγει, δεικνὺς πάντα αὐτοῦ τὸν κόσμον ὄντα· οὐ γὰρ ἂν τοὺς μὴ ἑαυτοῦ ἐκόλασε. Νῦν μὲν οὖν πάντα ἀναμέμικται· κἂν γὰρ φαίνηται διαλάμπων ὁ σῖτος, ἀλλ' ὅμως μετὰ τῶν ἀχύρων κεῖται, ὡς ἐν ἅλωνι, οὐχ ὡς ἐν ἀποθήκῃ· τότε δὲ πολλὴ ἔσται ἡ διάκρισις. Ποῦ νῦν εἰσιν οἱ τῇ γεέννῃ διαπιστοῦντες; Καὶ γὰρ δύο τέθεικε, καὶ ὅτι βαπτίσει Πνεύματι ἁγίῳ, καὶ ὅτι κατακαύσει τοὺς ἀπειθοῦντας. Εἰ τοίνυν ἐκεῖνο πιστὸν, καὶ τοῦτο πάντως. ∆ιὰ γὰρ τοῦτο ἐφεξῆς τὰς δύο προῤῥήσεις τέθεικεν, ἵνα ἀπὸ τῆς ἤδη γενομένης καὶ τὴν μηδέπω συμβᾶσαν πιστώσηται. Καὶ γὰρ καὶ ὁ Χριστὸς πολλαχοῦ τοῦτο ποιεῖ, πολλάκις μὲν ἐπὶ τῶν αὐτῶν πραγμάτων, πολλάκις δὲ ἐπὶ τῶν ἐναντίων, δύο τιθεὶς προφητείας, καὶ τὴν μὲν ἐνταῦθα παρεχόμενος, τὴν δὲ ἐν τῷ μέλλοντι ὑπισχνούμενος· ἵνα ἀπὸ τῆς ἤδη γενομένης καὶ τῇ μηδέπω γενομένῃ πιστεύσωσιν οἱ φιλονεικότεροι. Καὶ γὰρ τοῖς δι' αὐτὸν ἀποδυομένοις τὰ ὄντα πάντα ἑκατονταπλασίονα ὑπέσχετο δώσειν ἐν τῷ παρόντι βίῳ, καὶ ζωὴν αἰώνιον ἐν τῷ μέλλοντι, ἀπὸ τῶν ἤδη δοθέντων καὶ τὰ μέλλοντα ἀξιόπιστα καθιστάς. Ὃ δὴ καὶ Ἰωάννης ἐνταῦθα πεποίηκε δύο θεὶς, ὅτι καὶ βαπτίσει Πνεύματι ἁγίῳ, καὶ κατακαύσει πυρὶ ἀσβέστῳ. ʹ. Εἰ τοίνυν μὴ ἐβάπτισε Πνεύματι τοὺς ἀποστόλους καὶ πάντας καθ' ἑκάστην ἡμέραν τοὺς βουλομένους, ἔχοις ἂν καὶ περὶ ἐκείνων ἀμφιβάλλειν· εἰ δὲ τὸ μεῖζον καὶ δυσκολώτερον εἶναι δοκοῦν, καὶ πάντα ὑπερβαῖνον λόγον, καὶ γέγονε καὶ καθ' ἑκάστην γίνεται, πῶς τὸ εὔκολον καὶ κατὰ λόγον γινόμενον οὐ φῂς εἶναι ἀληθές, Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, καὶ μεγάλα ἐντεῦθεν ὑπέσχετο ἀγαθὰ, ἵνα μὴ ἀναπέσῃς τῶν προτέρων ἁπάντων ἀφεθεὶς, ἐπήγαγε τὸ πτύον καὶ τὴν διὰ τούτου κρίσιν ἐμφαινομένην. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἀρκεῖν τὸ βάπτισμα, εἰ φαῦλοι μετὰ ταῦτα γένοισθε· δεῖ γὰρ ἡμῖν καὶ ἀρετῆς καὶ πολλῆς τῆς φιλοσοφίας. ∆ιὰ τοῦτο εἰς μὲν τὴν χάριν καὶ τὸ λουτρὸν ἀπὸ τῆς ἀξίνης αὐτοὺς ὠθεῖ· μετὰ δὲ τὴν χάριν ἀπὸ τοῦ πτύου καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου φοβεῖ· καὶ τῶν μὲν πρὸ τοῦ βαπτίσματος οὐδεμίαν ποιεῖται διάκρισιν, ἀλλ' ἁπλῶς, Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, φησὶ, τοὺς ἀπίστους ἅπαντας κολάζων· μετὰ δὲ τὸ βάπτισμα διαίρεσίν τινα ἐργάζεται, ἐπειδὴ πολλοὶ τῶν πιστευσάντων ἀνάξιον ἔμελλον τῆς πίστεως ἐπιδείκνυσθαι βίον. Μηδεὶς τοίνυν γινέσθω ἄχυρον, μηδεὶς εὐρίπιστος ἔστω, μηδὲ ταῖς πονηραῖς ἐπιθυμίαις προκείσθω, πανταχοῦ ῥᾳδίως ὑπ' αὐτῶν ἀναῤῥιπιζόμενος. Ἂν μὲν γὰρ μείνῃς σῖτος, κἂν πειρασμὸς ἐπενεχθῇ, οὐδὲν πείσῃ δεινόν· καὶ γὰρ κατὰ τὴν ἅλω τῆς ἁμάξης οἱ τροχοὶ οἱ πριστηροειδεῖς τὸν σῖτον οὐ διατέμνουσιν· ἂν δὲ εἰς ἀχύρου μεταπέσῃς ἀσθένειαν, καὶ ἐνταῦθα ἀνήκεστα πείσῃ κοπτόμενος ὑπὸ πάντων, καὶ ἐκεῖ τὴν ἀθάνατον ὑποστήσῃ κόλασιν. Οἱ γὰρ τοιοῦτοι πάντες καὶ πρὸ τῆς ἐκεῖ καμίνου τροφὴ τοῖς ἀλόγοις γίνονται ἐνταῦθα πάθεσιν, ὥσπερ τὸ ἄχυρον τοῖς ἀλόγοις ζώοις· καὶ ἐκεῖ πάλιν ὕλη καὶ τροφὴ τῷ πυρί. Τὸ μὲν οὖν εἰπεῖν ἐξ εὐθείας, ὅτι Αὐτὸς δικάσει τοῖς γινομένοις, οὐχ οὕτως ἐποίει εὐπαράδεκτον τὸν λόγον· τὸ δὲ ἀναμίξαι τὴν παραβολὴν, καὶ διὰ ταύτης κατασκευάσαι τὸ πᾶν, μᾶλλον ἔπειθε, καὶ μετὰ πλείονος παραμυθίας ἐφείλκετο τὸν ἀκροατήν. ∆ιὸ καὶ τὰ πλείονα οὕτως αὐτοῖς αὐτὸς διαλέγεται, ἅλωνα, καὶ ἀμητὸν, καὶ ἀμπελῶνα, καὶ ληνὸν, καὶ ἄρουραν, καὶ σαγήνην, καὶ ἁλείαν, καὶ πάντα τὰ συνήθη καὶ ἐν οἷς ἐστρέφοντο, τοῖς λόγοις μιγνὺς τοῖς αὐτοῦ. Ὅπερ οὖν καὶ ὁ Βαπτιστὴς ἐνταῦθα πεποίηκε, καὶ ἀπόδειξιν μεγίστην παρέσχετο τῶν εἰρημένων, τὴν τοῦ Πνεύματος δόσιν. Ὁ γὰρ τοσαῦτα δυνάμενος, ὡς καὶ ἁμαρτήματα ἀφεῖναι, καὶ Πνεῦμα δοῦναι, καὶ ταῦτα πολλῷ μᾶλλον δυνήσεται, φησίν. Εἶδες πῶς ἤδη τὸ μυστήριον ἀκολούθως προκατεβάλλετο τῆς ἀναστάσεως καὶ τῆς κρίσεως; Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπε τὰ εὐθέως ἐσόμενα παρ' αὐτοῦ σημεῖα καὶ τέρατα; Ὅτι τοῦτο μεῖζον ἁπάντων ἦν, καὶ διὰ τοῦτο πάντα ἐκεῖνα ἐγίνετο. Τὸ γὰρ κεφάλαιον θεὶς, πάντα περιέλαβε· θανάτου λύσιν, ἁμαρτημάτων ἀναίρεσιν, κατάρας ἀφανισμὸν, τῶν χρονίων πολέμων ἀπαλλαγὴν, τὴν εἰς τὸν παράδεισον εἴσοδον, τὴν εἰς οὐρανοὺς ἄνοδον, τὴν μετὰ ἀγγέλων πολιτείαν, τὴν τῶν μελλόντων ἀγαθῶν κοινωνίαν· καὶ γὰρ οὗτος ἀῤῥαβὼν ἐκείνων ἐστίν. Εἰπὼν τοίνυν τοῦτο, εἶπε καὶ τὴν τῶν σωμάτων ἀνάστασιν, καὶ τὴν τῶν ἐνταῦθα σημείων ἐπίδειξιν, καὶ τὴν τῆς βασιλείας κοινωνίαν, καὶ τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Πάντα γὰρ ταῦτα δι' ἐκείνου τοῦ χαρίσματος ἡμῖν παρέσχετο. Περιττὸν τοίνυν ἦν περὶ τῶν σημείων εἰπεῖν τῶν εὐθέως ἐκβησομένων, καὶ τῇ ὄψει κρινομένων· ἀλλ' ὑπὲρ ἐκείνων ἔδει διαλεχθῆναι, ὧν ἀμφέβαλλον· οἷον, ὅτι Υἱὸς Θεοῦ ἐστιν, ὅτι ὑπερέχων τοῦ Ἰωάννου ἀσυγκρίτως, ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, ὅτι δίκην ἀπαιτήσει τῶν πεπραγμένων, ὅτι οὐ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα, ἀλλ' ἐκεῖ τὴν ἀξίαν ἕκαστος ὑποστήσεται τιμωρίαν. Ταῦτα γὰρ ὄψει παραστῆσαι τέως οὐκ ἦν.
ζʹ. Ταῦτ' οὖν εἰδότες, πολλῇ τῇ σπουδῇ χρώμεθα, ἕως ἂν ὦμεν ἐν τῇ ἅλωνι· καὶ γὰρ ἔξεστιν ἐνταῦθα οὖσι καὶ ἐξ ἀχύρου μεταβαλέσθαι εἰς σῖτον, ὥσπερ οὖν καὶ ἀπὸ σίτου πολλοὶ γεγόνασιν ἄχυρον. Μὴ τοίνυν ἀναπέσωμεν, μηδὲ ἀνέμῳ παντὶ περιφερώμεθα, μηδὲ τῶν ἀδελφῶν ἀποσχιζώμεθα τῶν ἡμετέρων, κἂν μικροὶ δοκῶσιν εἶναι καὶ εὐτελεῖς· ἐπεὶ καὶ ὁ σῖτος τοῦ ἀχύρου κατὰ μὲν τὸ μέτρον ἐλάττων, κατὰ δὲ τὴν φύσιν βελτίων. Μὴ δὴ τὰς ἔξωθεν φαντασίας ἴδῃς· τῷ πυρὶ γάρ εἰσι παρεσκευασμέναι· ἀλλὰ τὴν κατὰ Θεὸν ταπεινότητα, τὴν στεῤῥὰν ταύτην καὶ ἀδιάλυτον, καὶ τμηθῆναι μὴ δυναμένην, μηδὲ ὑπὸ τοῦ πυρὸς καιομένην. ∆ιὰ γὰρ τούτους καὶ τῷ ἀχύρῳ μακροθυμεῖ, ἵνα ἀπὸ τῆς πρὸς αὐτοὺς ὁμιλίας βελτίους γένωνται. ∆ιὰ τοῦτο οὔπω κρίσις, ἵνα κοινῇ πάντες στεφανωθῶμεν, ἵνα ἀπὸ πονηρίας πολλοὶ μεταβληθῶσιν εἰς ἀρετήν. Φρίξωμεν τοίνυν, τῆς παραβολῆς ταύτης ἀκούοντες. Καὶ γὰρ ἄσβεστόν ἐστιν ἐκεῖνο τὸ πῦρ. Καὶ πῶς, φησὶν, ἄσβεστον; Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον καιόμενον ἀεὶ, καὶ μηδέποτε σβεννύμενον; οὐκ εἶδες τὴν βάτον καιομένην, καὶ μὴ κατακαιομένην; Εἰ τοίνυν καὶ αὐτὸς βούλει διαφυγεῖν τὴν φλόγα, τὴν ἐλεημοσύνην προαπόθου, καὶ οὕτως οὐδὲ πεῖραν λήψῃ τοῦ πυρὸς ἐκείνου. Ἂν μὲν γὰρ ἐνταῦθα πιστεύσῃς τοῖς λεγομένοις, οὐδὲ ὄψει τὴν κάμινον ταύτην, ἀπελθὼν ἐκεῖσε· ἐὰν δὲ ἀπιστήσῃς αὐτῇ νῦν, ἐκεῖ διὰ τῆς πείρας εἴσῃ καλῶς, ὅτε οὐδὲ διαφυγεῖν δυνατόν. Καὶ γὰρ ἀπαραίτητος ἡ κόλασις τοῖς οὐκ ὀρθὸν ἐπιδεδειγμένοις βίον. Οὐδὲ γὰρ ἀρκεῖ τὸ πιστεῦσαι μόνον· ἐπεὶ καὶ δαίμονες φρίττουσι τὸν Θεὸν, ἀλλὰ καὶ οὕτω τιμωρηθήσονται. ∆ιὸ πολλῆς ἡμῖν τῆς κατὰ τὸν βίον ἐπιμελείας δεῖ. ∆ιὰ γὰρ τοῦτο καὶ ἐνταῦθα ὑμᾶς συνεχῶς συνάγομεν, οὐχ ἵνα εἰσέλθητε μόνον, ἀλλ' ἵνα τι καὶ καρπώσησθε τῆς ἐνταῦθα διατριβῆς· ἂν δὲ παραγίνησθε μὲν ἀεὶ, μηδὲν δὲ ἐντεῦθεν καρπούμενοι ἀναχωρῆτε, οὐδὲν τῆς ἐνταῦθα εἰσόδου καὶ προσεδρείας ἔσται τι πλέον. Εἰ γὰρ παιδία πρὸς διδασκάλους πέμποντες, ἂν ἴδωμεν ἐκεῖθεν μηδὲν καρπούμενα, σφοδροὶ κατήγοροι τῶν διδασκάλων γινόμεθα, καὶ πρὸς ἑτέρους αὐτὰ μεθίσταμεν πολλάκις· τίνα ἕξομεν ἀπολογίαν, μηδὲ ὅσην ἐν τοῖς γηΐνοις τούτοις, τοσαύτην τῇ ἀρετῇ παρέχοντες τὴν σπουδὴν, ἀλλὰ κενὰς ἀεὶ τὰς δέλτους οἴκαδε φέροντες; Καίτοι καὶ πλείους καὶ μείζους ἐνταῦθα οἱ διδάσκαλοι. Καὶ γὰρ προφήτας, καὶ ἀποστόλους, καὶ πατριάρχας, καὶ δικαίους ἅπαντας καθ' ἑκάστην ὑμῖν ἐφιστῶμεν ἐκκλησίαν διδασκάλους. Καὶ οὐδὲ οὕτω γίνεταί τι πλέον· ἀλλὰ ἂν δύο ψαλμοὺς ἢ τρεῖς ὑπηχήσαντες, καὶ τὰς συνήθεις εὐχὰς ἁπλῶς καὶ ὡς ἔτυχε ποιούμενοι διαλυθῆτε, νομίζετε ἀρκεῖν τοῦτο εἰς σωτηρίαν ὑμῖν. Οὐκ ἠκούσατε τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου, ὅτι Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ; Ἵν' οὖν τοῦτο μὴ γένηται καὶ ἐφ' ἡμῶν, ἐξάλειψον τὰ γράμματα, μᾶλλον δὲ τὰ χαράγματα, ἅπερ ὁ διάβολος ἐνετύπωσέ σου τῇ ψυχῇ, καὶ φέρε μοι καρδίαν βιωτικῶν ἀπηλλαγμένην θορύβων, ἵνα μετὰ ἀδείας ἃ βούλομαι ἐγγράψω. Ὡς νῦν γε οὐδὲν ἕτερόν ἐστι γινώσκειν, ἢ τὰ ἐκείνου γράμματα, ἁρπαγὰς, πλεονεξίας, φθόνον, βασκανίαν. ∆ιὰ δὴ τοῦτο, ὅταν τὰς δέλτους λάβω τὰς ὑμετέρας, οὐδὲ ἀναγνῶναι δύναμαι. Οὐ γὰρ εὑρίσκω τὰ γράμματα, ἅπερ ἡμεῖς κατὰ Κυριακὴν ἐγγράφοντες ὑμῖν ἀφίεμεν· ἀλλ' ἕτερα ἀνθ' ἑτέρων, ἄσημα καὶ διεστραμμένα. Εἶτα, ὅταν ἐξαλείψαντες αὐτὰ γράψωμεν τὰ ἀπὸ τοῦ Πνεύματος, ἀπελθόντες ὑμεῖς, καὶ ταῖς διαβολικαῖς ἐνεργείαις δόντες τὰς καρδίας ὑμῶν, παρέχετε ἐκείνῳ πάλιν τὰ ἑαυτοῦ ἀντεγγράφειν ὑμῖν. Τί οὖν ἔσται τούτων τὸ πέρας, κἂν ἐγὼ μὴ λέξω, τὸ ἑκάστου συνειδὸς οἶδεν. Ἐγὼ μὲν γὰρ οὐ παύσομαι τὸ ἐμαυτοῦ ποιῶν, καὶ τὰ ὀρθὰ γράμματα ἐγγράφων. Εἰ δὲ ὑμεῖς λυμαίνεσθε ἡμῶν τὴν σπουδὴν, ἡμῖν μὲν ὁ μισθὸς ἀκίνητος, ὑμῖν δὲ οὐ μικρὸς ὁ κίνδυνος. Ἀλλ' οὐδὲν βούλομαι φορτικὸν εἰπεῖν.
ηʹ. Ἀλλὰ δέομαι πάλιν καὶ παρακαλῶ, κἂν τῶν παίδων τῶν μικρῶν μιμήσασθε τὴν περὶ ταῦτα σπουδήν. Καὶ γὰρ ἐκεῖνοι πρῶτον μὲν τὸν τύπον μανθάνουσι τῶν στοιχείων· ἔπειτα διεστραμμένα αὐτὰ διαγινώσκειν μελετῶσι· καὶ τότε καὶ ἐπὶ τῆς ἀναγνώσεως ὁδῷ βαδίζουσι τῇ ἐξ ἐκείνων. Οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν· διελόμενοι τὴν ἀρετὴν, μανθάνωμεν πρότερον τὸ μὴ ὀμνύναι, μηδὲ ἐπιορκεῖν, μηδὲ κακηγορεῖν· εἶτα, ἐπ' ἄλλον στίχον ἐλθόντες, τὸ μὴ βασκαίνειν, μηδὲ σωμάτων ἐρᾷν, μὴ γαστρίζεσθαι, μὴ μεθύσκεσθαι, μὴ ὠμοὶ, μὴ νωθεῖς· ἵνα ἀπὸ τούτων πάλιν εἰς τὰ πνευματικὰ μεταβάντες, μελετῶμεν ἐγκράτειαν καὶ γαστρὸς ὑπεροψίαν, σωφροσύνην, δικαιοσύνην, τὸ δόξης εἶναι κρείττους, καὶ ἐπιεικεῖς, καὶ τῇ διανοίᾳ συντετριμμένους, καὶ συνάπτωμεν ταῦτα ἀλλήλοις, καὶ ἐγγράφωμεν ἡμῶν τῇ ψυχῇ. Καὶ ταῦτα ἐπὶ τῆς οἰκίας, ἐπὶ τῶν φίλων, ἐπὶ τῆς γυναικὸς, ἐπὶ τῶν παίδων γυμνάζωμεν ἅπαντα. Καὶ τέως ἀπὸ τῶν πρώτων ἀρχώμεθα τῶν εὐκολωτέρων· οἷον, ἀπὸ τοῦ μὴ ὀμνύναι· καὶ τοῦτο συνεχῶς μελετῶμεν τὸ στοιχεῖον ἐπὶ τῆς οἰκίας. Καὶ γὰρ πολλοὶ οἱ ἐμποδίζοντες οἴκοι τῇ μελέτῃ ταύτῃ· καὶ γὰρ οἰκέτης παροξύνει, καὶ γυνὴ λυποῦσα εἰς ὀργὴν ἐμβάλλει, καὶ παιδίον ἀμαθαῖνον καὶ ἀτακτοῦν εἰς ἀπειλὴν καὶ ὅρκον ἐξάγει. Ἂν τοίνυν ἐπὶ τῆς οἰκίας συνεχῶς ὑπὸ τούτων παρακνιζόμενος κατορθώσῃς τὸ μὴ παρασύρεσθαι εἰς ὅρκους, εὐκόλως καὶ ἐπὶ τῆς ἀγορᾶς δυνήσῃ μεῖναι ἀνάλωτος. Ἀλλὰ μὴν καὶ τὸ μὴ ὑβρίζειν κατορθώσεις, μήτε τὴν γυναῖκα ὑβρίζων, μήτε τὸν οἰκέτην, μήτε τῶν ἐπὶ τῆς οἰκίας ἕτερόν τινα. Καὶ γὰρ γυνὴ πολλάκις ἐπαινοῦσα τὸν δεῖνα, καὶ ταλανίζουσα ἑαυτὴν, ἐξάπτει εἰς τὸ κακῶς ἐκεῖνον εἰπεῖν. Ἀλλὰ σὺ μὴ ἀναγκασθῇς κατηγορῆσαι τὸν ἐπαινούμενον, ἀλλὰ φέρε πάντα γενναίως· κἂν τοὺς οἰκέτας ἑτέρους ἐπαινοῦντας δεσπότας ἴδῃς, μὴ ταραχθῇς, ἀλλὰ στῆθι γενναίως, Ἀγὼν ἔστω καὶ παλαίστρα ἀρετῆς ἡ οἰκία, ἵνα ἐκεῖ καλῶς γυμνασάμενος, μετὰ πολλῆς τῆς ἐπιστήμης τοῖς ἐν ἀγορᾷ προσβάλλῃς. Τοῦτο καὶ ἐπὶ τῆς κενοδοξίας ποίει. Ἂν γὰρ μελετήσῃς μὴ κενοδοξεῖν ἐπὶ τῆς γυναικὸς καὶ τῶν οἰκετῶν, ἐπ' οὐδενὸς λοιπὸν ἑτέρου ῥᾳδίως ἁλώσῃ τούτῳ τῷ πάθει. Πανταχοῦ μὲν γὰρ τὸ νόσημα τοῦτο χαλεπὸν καὶ τυραννικὸν, μάλιστα δὲ ὅταν γυνὴ παρῇ. Ἂν τοίνυν ἐκεῖ καταλύσωμεν αὐτοῦ τὴν ἰσχὺν, ῥᾳδίως αὐτοῦ καὶ ἐν τοῖς ἄλλοις περιεσόμεθα. Καὶ ἐπὶ τῶν ἄλλων δὲ παθῶν τὸ αὐτὸ τοῦτο ποιῶμεν, ἐπὶ τῆς οἰκίας γυμναζόμενοι κατ' αὐτῶν, καὶ καθ' ἑκάστην ἀλειφόμενοι τὴν ἡμέραν. Καὶ ἵνα εὐκολωτέρα ἡμῖν ἡ γυμνασία γένηται, καὶ ἐπιτίμιον καθ' ἑαυτῶν ἐκφέρωμεν, ὅταν τι τῶν προκειμένων παραβῶμεν. Ἔστω δὲ καὶ τὸ ἐπιτίμιον πάλιν μὴ ζημίαν, ἀλλὰ μισθὸν ἔχον, καὶ κέρδος προξενοῦν μέγιστον· τοῦτο δέ ἐστιν, ἂν νηστείαις ἐπιτεταμέναις ἑαυτοὺς καταδικάζωμεν, καὶ χαμευνίαις, καὶ ἑτέρᾳ τοιαύτῃ σκληραγωγίᾳ. Οὕτω γὰρ πάντοθεν ἡμῖν πολλὰ ἥξει τὰ κέρδη, καὶ ἐνταῦθα τὸν ἡδὺν τῆς ἀρετῆς βιωσόμεθα βίον, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, καὶ τοῦ Θεοῦ διηνεκῶς ἐσόμεθα φίλοι. Ἀλλ' ὅπως ἂν μὴ τὰ αὐτὰ γένηται πάλιν, καὶ θαυμάσαντες ἐνταῦθα τὰ εἰρημένα, ἀπελθόντες, ἁπλῶς καὶ ὡς ἔτυχε τὴν δέλτον τῆς διανοίας ὑμῶν ῥίψαντες, παράσχητε τῷ διαβόλῳ ταῦτα ἐξαλεῖψαι, ἀναχωρήσας οἴκαδε ἕκαστος, καλείτω τὴν γυναῖκα τὴν ἑαυτοῦ, καὶ ἀπαγγελλέτω ταῦτα, καὶ λαμβανέτω βοηθὸν, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας εἰς τὴν καλὴν ταύτην εἰσίτω παλαίστραν, ἐλαίῳ τῇ τοῦ Πνεύματος χρώμενος χορηγίᾳ. Κἂν ἅπαξ, κἂν δὶς, κἂν πολλάκις καταπέσῃς γυμναζόμενος, μὴ ἀπογνῷς, ἀλλὰ στῆθι πάλιν καὶ πάλαισον· καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν λαμπρὸν ἀναδήσῃ κατὰ τοῦ διαβόλου τὸν στέφανον, καὶ ἐν ἀσύλῳ θησαυρῷ λοιπὸν τῆς ἀρετῆς ἀποθῇ τὴν κτῆσιν. Ἂν γὰρ ἐν συνηθείᾳ τῆς καλῆς ταύτης σαυτὸν καταστήσῃς φιλοσοφίας, οὐδὲ ῥᾳθυμῶν λοιπὸν δυνήσῃ παραβῆναί τι τῶν ἐπιτεταγμένων, τῆς συνηθείας τὴν τῆς φύσεως μιμουμένης στεῤῥότητα. Ὥσπερ γὰρ τὸ καθεύδειν εὔκολον, καὶ ἐσθίειν, καὶ πίνειν, καὶ ἀναπνεῖν· οὕτως ἔσται καὶ τὰ τῆς ἀρετῆς ἡμῖν ῥᾴδια, καὶ τὴν εἰλικρινῆ καρπωσόμεθα ἡδονὴν, ἐν ἀκυμάντῳ λιμένι καθήμενοι, καὶ γαλήνης διηνεκοῦς ἀπολαύοντες, καὶ μετὰ πολλοῦ τοῦ φόρτου τὸ πλοῖον εἰς ἐκείνην ὁρμίζοντες τὴν πόλιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ τῶν ἀκηράτων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΒʹ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ.
αʹ. Μετὰ τῶν δούλων ὁ ∆εσπότης, μετὰ τῶν ὑπευθύνων ὁ Κριτὴς ἔρχεται βαπτισθησόμενος. Ἀλλὰ μὴ θορυβηθῇς· ἐν γὰρ τοῖς ταπεινοῖς τούτοις μάλιστα διαλάμπει αὐτοῦ τὸ ὑψηλόν. Ὁ γὰρ κυοφορηθῆναι τοσοῦτον χρόνον ἐν μήτρᾳ καταδεξάμενος παρθενικῇ, καὶ προελθεῖν ἐκεῖθεν μετὰ τῆς ἡμετέρας φύσεως, καὶ ῥαπισθῆναι, καὶ σταυρωθῆναι, καὶ τὰ ἄλλα παθεῖν ἅπερ ἔπαθε, τί θαυμάζεις εἰ καὶ βαπτίσασθαι κατεδέξατο, καὶ μετὰ τῶν ἄλλων ἐλθεῖν πρὸς τὸν δοῦλον; Τὸ γὰρ ἐκπλῆττον ἐκεῖνο ἦν, τὸ Θεὸν ὄντα βουληθῆναι γενέσθαι ἄνθρωπον· τὰ δὲ ἄλλα λοιπὸν κατὰ λόγον ἕπεται ἅπαντα. ∆ιά τοι τοῦτο καὶ ὁ Ἰωάννης προλαβὼν ἔλεγεν ἐκεῖνα ἅπερ εἶπεν, ὅτι οὐκ ἔστιν ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος, καὶ τὰ ἄλλα πάντα. οἷον ὅτι κριτής ἐστι, καὶ τὰ κατ' ἀξίαν ἀποδίδωσιν ἑκάστῳ, καὶ Πνεῦμα παρέξει δαψιλὲς ἅπασιν· ἵνα ὅταν ἴδῃς αὐτὸν ἐπὶ τὸ βάπτισμα ἐρχόμενον, μηδὲν ταπεινὸν ὑποπτεύσῃς. ∆ιὰ τοῦτο καὶ παρόντα αὐτὸν διακωλύει λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ἐπειδὴ γὰρ τὸ βάπτισμα μετανοίας ἦν, καὶ εἰς κατηγορίαν τῶν πεπλημμελημένων ἐνῆγεν, ἵνα μή τις νομίσῃ, ὅτι καὶ αὐτὸς μετὰ τῆς τοιαύτης γνώμης ἐπὶ τὸν Ἰορδάνην ἔρχεται, προδιορθοῦται αὐτὸ, τῷ τε Ἀμνὸν καλέσαι, καὶ λυτρωτὴν τῆς κατὰ τὴν οἰκουμένην ἁμαρτίας ἁπάσης. Ὁ γὰρ τὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἁμαρτήματα δυνάμενος ἀνελεῖν, πολλῷ μᾶλλον αὐτὸς ἀναμάρτητος ἦν. ∆ιὰ δὴ τοῦτο οὐκ εἶπεν· Ἴδε ὁ ἀναμάρτητος· ἀλλ' ὃ πολλῷ πλέον ἦν, Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἵνα μετὰ τούτου κἀκεῖνο μετὰ πάσης δέξῃ πληροφορίας, καὶ δεξάμενος ἴδῃς, ὅτι ἕτερά τινα οἰκονομῶν ἐπὶ τὸ βάπτισμα ἔρχεται. ∆ιὸ καὶ ἐλθόντι αὐτῷ ἔλεγεν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; Καὶ οὐκ εἶπε, Καὶ σὺ βαπτίζῃ ὑπ' ἐμοῦ; καὶ γὰρ καὶ τοῦτο ἔδεισεν εἰπεῖν· ἀλλὰ τί; Καὶ σὺ ἔρχῃ πρὸς μέ; Τί οὖν ὁ Χριστός; Ὅπερ ἐπὶ τοῦ Πέτρου πεποίηκεν ὕστερον, τοῦτο καὶ τότε ἐποίησε. Καὶ γὰρ καὶ ἐκεῖνος διεκώλυεν αὐτὸν νίψαι τοὺς πόδας· ἀλλ' ἐπειδὴ ἤκουσεν· Ὃ ποιῶ, νῦν σὺ οὐκ οἶδας, γνώσῃ δὲ μετὰ ταῦτα· καὶ ὅτι Οὐκ ἔχεις μέρος μετ' ἐμοῦ· ταχέως ἀπέστη τοῦ τόνου, καὶ πρὸς τὸ ἐναντίον μετέστη. Καὶ οὗτος ὁμοίως πάλιν, ἀκούσας· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· εὐθέως ὑπήκουσεν. Οὐ γὰρ ἀμέτρως ἦσαν φιλόνεικοι, ἀλλὰ καὶ τὴν ἀγάπην ἐπεδείκνυντο καὶ τὴν ὑπακοὴν, καὶ πάντα πείθεσθαι ἐμελέτων τῷ ∆εσπότῃ. Σκόπει δὲ πῶς ἐντεῦθεν αὐτὸν ἐνάγει, ἀφ' ὧν μάλιστα ὑπώπτευε τὸ γινόμενον· οὐδὲ γὰρ εἶπεν, Οὕτω δίκαιόν ἐστιν, ἀλλ', Οὕτω πρέπον ἐστίν. Ἐπειδὴ γὰρ ἀνάξιον αὐτοῦ μάλιστα εἶναι ἐνόμιζε τοῦτο, τὸ παρὰ τοῦ δούλου βαπτισθῆναι, τοῦτο μάλιστα τέθεικε τὸ πρὸς ἐκεῖνο ἀντιδιαστελλόμενον, ὡσανεὶ ἔλεγεν· Οὐχ ὡς ἀπρεπὲς τοῦτο φεύγεις καὶ διακωλύεις; δι' αὐτὸ μὲν οὖν τοῦτο ἄφες, ὅτι καὶ μάλιστα πρέπον ἐστίν. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἄφες· ἀλλὰ τὸ, ἄρτι, προσέθηκεν. Οὐ γὰρ διηνεκῶς ταῦτα ἔσται, φησὶν, ἀλλ' ὄψει με ἐν τούτοις οἷς ἐπιθυμεῖς· ἄρτι μέντοι ὑπόμεινον τοῦτο. Εἶτα καὶ δείκνυσι πῶς τοῦτο πρέπον. Πῶς οὖν πρέπον ἐστίν; Ὅτι τὸν νόμον πληροῦμεν ἅπαντα· ὅπερ οὖν δηλῶν ἔλεγε, Πᾶσαν δικαιοσύνην. ∆ικαιοσύνη γάρ ἐστιν ἡ τῶν ἐντολῶν ἐκπλήρωσις. Ἐπεὶ οὖν πάσας τὰς ἄλλας ἐντολὰς ἠνύσαμεν, φησὶ, τοῦτο δὲ ὑπολέλειπται μόνον, δεῖ προστεθῆναι καὶ τοῦτο. Καὶ γὰρ ἦλθον λῦσαι τὴν ἀρὰν τὴν ἐπὶ τῇ παραβάσει τοῦ νόμου κειμένην. ∆εῖ τοίνυν πρότερον ἐμὲ αὐτὸν πάντα πληρώσαντα, καὶ ἐξελόμενον ὑμᾶς τῆς καταδίκης, οὕτως αὐτὸν ἀναπαῦσαι. Πρέπον οὖν ἐστιν ἐμοὶ πληρῶσαι τὸν νόμον ἅπαντα· ἐπειδὴ καὶ πρέπον ἐστὶ λῦσαι τὴν καθ' ὑμῶν ἐν τῷ νόμῳ γεγραμμένην κατάραν. ∆ιὰ γὰρ τοῦτο καὶ σάρκα ἀνέλαβον καὶ παρεγενόμην. Τότε ἀφίησιν αὐτόν. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ' αὐτόν.
βʹ. Ἐπειδὴ γὰρ πολλοὶ μείζονα αὐτοῦ τὸν Ἰωάννην εἶναι ἐνόμιζον, διὰ τὸ τὸν μὲν ἐν ἐρήμῳ πάντα τραφῆναι τὸν χρόνον, καὶ υἱὸν ἀρχιερέως εἶναι, καὶ στολὴν περικεῖσθαι τοιαύτην, καὶ πάντας ἐπὶ τὸ βάπτισμα καλεῖν, καὶ ἀπὸ στείρας τετέχθαι· τὸν δὲ Ἰησοῦν καὶ ἀπὸ εὐτελοῦς κόρης εἶναι (ὁ γὰρ τῆς παρθενίας τόκος οὐδέπω πᾶσι κατάδηλος ἦν), καὶ διὰ τὸ ἐν οἰκίᾳ τραφῆναι, καὶ μετὰ πάντων ἀναστρέφεσθαι, καὶ τὴν κοινὴν ταύτην ἐσθῆτα περικεῖσθαι, ἐλάττονα αὐτοῦ εἶναι ὑπώπτευον, οὐδὲν οὐδέπω τῶν ἀποῤῥήτων εἰδότες ἐκείνων. Συνέβη δὲ καὶ βαπτισθῆναι αὐτὸν ὑπὸ τοῦ Ἰωάννου· ὅπερ ταύτην μᾶλλον ἐβεβαίου τὴν ὑπόνοιαν, εἰ καὶ μηδὲν τῶν προτέρων ἦν· ἐνενόουν γὰρ ὅτι οὗτος μὲν τῶν πολλῶν εἷς· οὐδὲ γὰρ εἰ μὴ τῶν πολλῶν εἷς ἦν, οὐκ ἂν μετὰ τῶν πολλῶν ἐπὶ τὸ βάπτισμα ἦλθεν· ἐκεῖνος δὲ μείζων αὐτοῦ καὶ πολλῷ θαυμαστότερος· ἵν' οὖν μὴ αὕτη κρατήσῃ παρὰ τοῖς πολλοῖς ἡ δόξα, καὶ οἱ οὐρανοὶ ἀνοίγονται, βαπτισθέντος αὐτοῦ, καὶ τὸ Πνεῦμα κάτεισι, καὶ φωνὴ μετὰ τοῦ Πνεύματος κηρύττουσα τοῦ Μονογενοῦς τὴν ἀξίαν. Ἐπειδὴ γὰρ ἡ φωνὴ ἡ λέγουσα, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, παρὰ τοῖς πολλοῖς μᾶλλον ἁρμόττειν ἐδόκει τῷ Ἰωάννῃ· οὐ γὰρ προσέθηκεν, Οὗτος ὁ βαπτιζόμενος, ἀλλ' ἁπλῶς, Οὗτος· καὶ τῶν ἀκροατῶν ἕκαστος περὶ τοῦ βαπτίζοντος μᾶλλον, ἢ τοῦ βαπτιζομένου εἰρῆσθαι αὐτὴν ὑπενόει, διά τε αὐτὸ τοῦ Βαπτιστοῦ τὸ ἀξίωμα, διά τε τὰ εἰρημένα ἅπαντα· ἦλθε τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς τὴν φωνὴν ἕλκον ἐπὶ τὸν Ἰησοῦν, καὶ πᾶσι δῆλον ποιοῦν, ὅτι τὸ, Οὗτος, οὐ περὶ Ἰωάννου τοῦ βαπτίζοντος, ἀλλὰ περὶ Ἰησοῦ τοῦ βαπτιζομένου εἴρηται. Καὶ πῶς, φησὶν, οὐκ ἐπίστευσαν τούτων γινομένων; Ὅτι καὶ ἐπὶ Μωϋσέως πολλὰ γέγονε θαύματα, εἰ καὶ μὴ τοιαῦτα· καὶ μετὰ πάντα ἐκεῖνα, καὶ τὰς φωνὰς, καὶ τὰς σάλπιγγας, καὶ τὰς ἀστραπὰς, καὶ μόσχον ἐχάλκευσαν, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Καὶ αὐτοὶ δὲ οὗτοι οἱ τότε παρόντες, καὶ τὸν Λάζαρον ἀναστάντα ἰδόντες, τοσοῦτον ἀπέσχον πιστεῦσαι τῷ ταῦτα ἐργασαμένῳ, ὅτι καὶ αὐτὸν ἀνελεῖν ἐπεχείρησαν πολλάκις. Εἰ τοίνυν πρὸ ὀφθαλμῶν ὁρῶντες νεκρῶν ἀνάστασιν, οὕτως ἦσαν πονηροὶ, τί θαυμάζεις, εἰ φωνὴν οὐκ ἐδέξαντο φερομένην ἄνωθεν; Ὅταν γὰρ ἀγνώμων ᾖ ψυχὴ καὶ διεστραμμένη, καὶ τῷ τῆς βασκανίας κατεχομένη νοσήματι, οὐδενὶ εἴκει τούτων· ὥσπερ οὖν ὅταν εὐγνώμων ᾖ, μετὰ πίστεως ἅπαντα δέχεται, καὶ τούτων οὐ σφόδρα δεῖται. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὅτι οὐκ ἐπίστευσαν· ἀλλ' ἐκεῖνο ζήτει, εἰ μὴ πάντα γέγονεν, ἀφ' ὧν αὐτοὺς πιστεῦσαι ἐχρῆν. Καὶ γὰρ διὰ τοῦ προφήτου ὑπὲρ τῶν καθ' ἑαυτὸν ἁπάντων τοῦτον συντίθησι τὸν τρόπον τῆς ἀπολογίας ὁ Θεός. Ἐπειδὴ γὰρ ἀπόλλυσθαι ἔμελλον Ἰουδαῖοι, καὶ ἐσχάτῃ παραδίδοσθαι κολάσει, ἵνα μή τις ἀπὸ τῆς ἐκείνων πονηρίας τὴν αὐτοῦ διαβάλῃ πρόνοιαν, φησὶν, ὅτι Τί με ἔδει ποιῆσαι τῷ ἀμπελῶνι τούτῳ, καὶ οὐκ ἐποίησα; Τοῦτο δὴ καὶ ἐνταῦθα σκόπει· τί ἔδει γενέσθαι, καὶ οὐκ ἐγένετο; Καὶ εἴποτε δὲ λόγοι γίνοιντο περὶ τῆς τοῦ Θεοῦ προνοίας, τούτῳ κέχρησο τῷ τρόπῳ τῆς ἀπολογίας πρὸς τοὺς ἀπὸ τῆς τῶν πολλῶν κακίας διαβάλλειν αὐτὴν ἐπιχειροῦντας. Ὅρα γοῦν οἷα παράδοξα γίνεται, καὶ τῶν μελλόντων προοίμια· οὐκέτι γὰρ παράδεισος, ἀλλ' οὐρανὸς ἀνοίγεται. Ἀλλ' ὁ μὲν πρὸς Ἰουδαίους λόγος, εἰς ἕτερον ἡμῖν ὑπερκείσθω καιρόν· νυνὶ δὲ, τοῦ Θεοῦ συνεργοῦντος ἡμῖν, ἐπὶ τὰ προκείμενα τὸν λόγον ἀγάγωμεν. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς, εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί. Τίνος ἕνεκεν ἀνεῴχθησαν οἱ οὐρανοί; Ἵνα μάθῃς ὅτι καὶ σοῦ βαπτιζομένου τοῦτο γίνεται, πρὸς τὴν ἄνω πατρίδα τοῦ Θεοῦ σε καλοῦντος, καὶ πείθοντος μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν. Εἰ δὲ μὴ ὁρᾷς, μὴ ἀπιστήσῃς. Καὶ γὰρ ἐν προοιμίοις ἀεὶ τῶν παραδόξων καὶ πνευματικῶν πραγμάτων αἰσθηταὶ φαίνονται ὄψεις καὶ σημεῖα τοιαῦτα, διὰ τοὺς ἀνοητότερον διακειμένους καὶ χρῄζοντας ὄψεως αἰσθητῆς, καὶ μηδεμίαν ἔννοιαν ἀσωμάτου φύσεως λαβεῖν δυναμένους, πρὸς δὲ τὰ ὁρατὰ μόνον ἐπτοημένους· ἵνα κἂν μετὰ ταῦτα μὴ γένηται ταῦτα τὰ ἐξ αὐτῶν δηλωθέντα ἅπαξ καὶ ἐν ἀρχῇ παραδέξῃ τῇ πίστει. Καὶ γὰρ ἐπὶ τῶν ἀποστόλων ἦχος ἐγένετο πνοῆς βιαίας, καὶ ὄψεις γλωσσῶν πυρίνων ἐφάνησαν· ἀλλ' οὐ διὰ τοὺς ἀποστόλους, ἀλλὰ διὰ τοὺς παρόντας τότε Ἰουδαίους. Ἀλλ' ὅμως εἰ καὶ μὴ αἰσθητὰ γίνεται σημεῖα, τὰ ἐξ αὐτῶν δηλωθέντα ἅπαξ καταδεχόμεθα. Ἐπεὶ καὶ ἡ περιστερὰ διὰ τοῦτο τότε ἐφάνη, ἵν' ὥσπερ ἀντὶ δακτύλου τινὸς δείξῃ τοῖς παροῦσι καὶ τῷ Ἰωάννῃ τὸν Υἱὸν τοῦ Θεοῦ. Οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλ' ἵνα καὶ σὺ μάθῃς, ὅτι καὶ ἐπὶ σὲ βαπτιζόμενον τὸ Πνεῦμα ἔρχεται.
γʹ. Λοιπὸν δὲ ἡμῖν αἰσθητῆς οὐ χρεία ὄψεως, τῆς πίστεως ἀντὶ πάντων ἀρκούσης· τὰ γὰρ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις. ∆ιατί δὲ ἐν εἴδει περιστερᾶς; Ἥμερον τὸ ζῶον καὶ καθαρόν. Ἐπεὶ οὖν καὶ τὸ Πνεῦμα πραότητός ἐστι πνεῦμα, διὰ τοῦτο ἐν τούτῳ φαίνεται. Ἄλλως δὲ καὶ παλαιᾶς ἡμᾶς ἀναμιμνήσκει ἱστορίας. Καὶ γὰρ ναυαγίου ποτὲ κοινοῦ τὴν οἰκουμένην καταλαβόντος ἅπασαν, καὶ τοῦ γένους ἡμῶν κινδυνεύοντος ἀφανισθῆναι, τοῦτο ἐφάνη τὸ ζῶον, καὶ τὴν λύσιν τοῦ χειμῶνος ἔδειξε, καὶ κλάδον φέρον ἐλαίας, τὴν κοινὴν τῆς οἰκουμένης γαλήνην εὐηγγελίσατο· ἅπερ πάντα τύπος τῶν μελλόντων ἦν. Καὶ γὰρ τότε πολλῷ χεῖρον τὰ τῶν ἀνθρώπων διέκειτο, καὶ πολλῷ μείζονος ἄξιοι τιμωρίας ἦσαν. Ἵν' οὖν μὴ ἀπογνῷς, ἀναμιμνήσκει σε τῆς ἱστορίας ἐκείνης. Καὶ γὰρ τότε τῶν πραγμάτων ἀπογνωσθέντων, γέγονε λύσις τις καὶ διόρθωσις· ἀλλὰ τότε διὰ τιμωρίας, νῦν δὲ διὰ χάριτος καὶ δωρεᾶς ἀφάτου. ∆ιὰ τοῦτο καὶ ἡ περιστερὰ φαίνεται, οὐ κλάδον ἐλαίας φέρουσα, ἀλλὰ τὸν πάντων τῶν κακῶν ἐλευθερωτὴν ἡμῖν δεικνύουσα, καὶ χρηστὰς ὑποτείνουσα τὰς ἐλπίδας. Οὐδὲ γὰρ ἀπὸ κιβωτοῦ ἄνθρωπον ἐξάγει ἕνα, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν εἰς τὸν οὐρανὸν ἀνάγει φανεῖσα, καὶ ἀντὶ θαλλοῦ ἐλαίας τὴν υἱοθεσίαν τῷ κοινῷ τῆς οἰκουμένης κομίζει γένει. Ἐννοήσας τοίνυν τὸ μέγεθος τῆς δωρεᾶς, μηδὲ ἐλάττονα αὐτοῦ τὴν ἀξίαν νομίσῃς εἶναι, διὰ τὸ ἐν τοιαύτῃ φανῆναι ὄψει. Καὶ γὰρ ἀκούω τινῶν λεγόντων, ὅτι ὅσον ἀνθρώπου καὶ περιστερᾶς τὸ μέσον, τοσοῦτον τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος, ἐπειδὴ ὁ μὲν ἐν τῇ ἡμετέρᾳ φύσει, τὸ δὲ ἐν ὄψει περιστερᾶς ἐφάνη. Τί οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν; Ὅτι ὁ μὲν Υἱὸς τοῦ Θεοῦ, φύσιν ἀνθρώπου ἀνέλαβε· τὸ δὲ Πνεῦμα, οὐ φύσιν ἀνέλαβε περιστερᾶς. ∆ιὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι ἐν φύσει περιστερᾶς, ἀλλ' ἐν εἴδει περιστερᾶς· οὐκοῦν οὐδὲ μετὰ ταῦτα ἐν τούτῳ ὤφθη τῷ σχήματι, ἀλλὰ τότε μόνον. Εἰ δὲ διὰ τοῦτο ἐλάττονα αὐτοῦ τὴν ἀξίαν φὴς εἶναι, εὑρεθήσεται καὶ τὰ Χερουβὶμ κατὰ τὸν λόγον τοῦτον ἀμείνω πολλῷ, καὶ τοσοῦτον ὅσον περι στερᾶς ἀετός· καὶ γὰρ εἰς ταύτην κἀκεῖνα ἐσχηματίσθη τὴν ὄψιν· καὶ οἱ ἄγγελοι δὲ ἀμείνους πάλιν· καὶ γὰρ ἐν σχήματι ἀνθρώπων πολλάκις ἐφάνησαν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καὶ γὰρ ἕτερον οἰκονομίας ἀλήθεια, καὶ ὄψεως προσκαίρου συγκατάβασις. Μὴ τοίνυν ἀχάριστος γίνου περὶ τὸν εὐεργέτην, μηδὲ τοῖς ἐναντίοις ἀμείβου τὸν τὴν πηγήν σοι τῆς μακαριότητος δωρησάμενον. Ὅπου γὰρ υἱοθεσίας ἀξίωμα, ἐκεῖ καὶ ἡ τῶν κακῶν ἀναίρεσις, καὶ ἡ τῶν ἀγαθῶν ἁπάντων δόσις. ∆ιὰ δὴ τοῦτο τὸ μὲν Ἰουδαϊκὸν παύεται βάπτισμα, τὸ δὲ ἡμέτερον ἀρχὴν λαμβάνει. Καὶ ὅπερ ἐπὶ τοῦ Πάσχα γέγονε, τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος συμβαίνει. Καὶ γὰρ καὶ ἐκεῖ ἀμφότερα μετελθὼν, τὸ μὲν ἔπαυσε, τῷ δὲ ἀρχὴν δέδωκε· καὶ ἐνταῦθα πληρώσας τὸ Ἰουδαϊκὸν βάπτισμα, ὁμοῦ καὶ τοῦ τῆς Ἐκκλησίας τὰς θύρας ἀνοίγνυσιν, ὥσπερ ἐν μιᾷ τραπέζῃ τότε, οὕτως ἐν ἑνὶ ποταμῷ νῦν, καὶ τὴν σκιὰν ὑπογράψας, καὶ τὴν ἀλήθειαν προσθείς. Πνεύματος γὰρ χάριν τοῦτο ἔχει τὸ βάπτισμα μόνον· τὸ δὲ Ἰωάννου, ταύτης ἔρημον τῆς δωρεᾶς ἦν. ∆ιὰ δὴ τοῦτο ἐπὶ μὲν τῶν ἄλλων τῶν βαπτιζομένων οὐδὲν τοιοῦτον συνέβη, ἐπὶ δὲ αὐτοῦ μόνου τοῦ μέλλοντος τοῦτο παραδιδόναι· ἵνα μετὰ τῶν εἰρημένων καὶ τοῦτο μάθῃς, ὅτι οὐχ ἡ καθαρότης τοῦ βαπτίζοντος, ἀλλ' ἡ δύναμις τοῦ βαπτιζομένου τοῦτο ἐποίησε. Τότε γοῦν καὶ οἱ οὐρανοὶ ἀνεῴχθησαν, καὶ τὸ Πνεῦμα ἐπῆλθεν. Ἀπὸ γὰρ τῆς παλαιᾶς λοιπὸν ἐπὶ τὴν καινὴν ἐξάγει πολιτείαν ἡμᾶς, τάς τε πύλας ἡμῖν ἀνοιγνὺς τὰς ἄνω, καὶ Πνεῦμα πέμπων ἐκεῖθεν, καλοῦν εἰς τὴν ἐκεῖ πατρίδα· καὶ οὐχ ἁπλῶς καλοῦν, ἀλλὰ καὶ μετὰ ἀξιώματος τοῦ μεγίστου. Οὐ γὰρ ἀγγέλους καὶ ἀρχαγγέλους ἐποίησεν, ἀλλὰ υἱοὺς Θεοῦ κατασκευάσας καὶ ἀγαπητοὺς, οὕτως ἕλκει πρὸς ἐκείνην τὴν λῆξιν ἡμᾶς.
δʹ. Ταῦτ' οὖν ἐννοήσας ἅπαντα, καὶ τῆς ἀγάπης τοῦ καλοῦντος, καὶ τῆς πολιτείας τῆς ἐκεῖ, καὶ τῆς τιμῆς τῆς δοθείσης ἄξιον ἐπίδειξαι βίον· τῷ κόσμῳ σταυρωθεὶς, καὶ σταυρώσας αὐτὸν σεαυτῷ, τὴν τῶν οὐρανῶν πολιτεύου πολιτείαν μετὰ ἀκριβείας ἁπάσης· μηδὲ ἐπειδὴ τὸ σῶμά σου μὴ μετέστη πρὸς τὸν οὐρανὸν, νομίσῃς ἔχειν τι κοινὸν πρὸς τὴν γῆν· τὴν γὰρ κεφαλὴν ἄνω καθημένην ἔχεις· Καὶ διὰ τοῦτο δὲ πρότερον ἐνταῦθα παραγενόμενος ὁ ∆εσπότης, καὶ τοὺς ἀγγέλους ἀγαγὼν, τότε σε ἀναλαβὼν ἀπῆλθεν ἐκεῖ, ἵνα καὶ πρὸ τῆς ἀνόδου τῆς ἐκεῖσε μάθῃς, ὅτι δυνατόν σοι τὴν γῆν ὡς τὸν οὐρανὸν οἰκεῖν. Μένωμεν τοίνυν τὴν εὐγένειαν τηροῦντες, ἢν ἐδεξάμεθα ἐξ ἀρχῆς, καὶ τὰ ἐκεῖ βασίλεια καθ' ἑκάστην ἐπιζητῶμεν τὴν ἡμέραν, καὶ πάντα τὰ ἐνταῦθα σκιὰν καὶ ὄναρ εἶναι νομίζωμεν. Οὐδὲ γὰρ εἰ βασιλεύς τις τῶν ἐπὶ τῆς γῆς πτωχὸν ὄντα σε καὶ προσαιτοῦντα λαβὼν, υἱὸν ἐξαίφνης ἐποιήσατο, τὴν καλύβην καὶ τὴν εὐτέλειαν τῆς καλύβης τῆς σῆς ἐνενόησας ἄν· καίτοιγε οὐ πολὺ τὸ μέσον ἐκεῖ. Μὴ τοίνυν μηδὲ ἐνταῦθα λογίζου τι τῶν προτέρων· καὶ γὰρ ἐπὶ πολλῷ μείζοσιν ἐκλήθης. Ὅ τε γὰρ καλῶν, ὁ τῶν ἀγγέλων ∆εσπότης ἐστί· τά τε διδόμενα ἀγαθὰ, καὶ λόγον καὶ διάνοιαν ὑπερβαίνει πᾶσαν. Οὐ γὰρ ἀπὸ γῆς εἰς γῆν σε μεθίστησι, καθάπερ ὁ βασιλεὺς, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανὸν, καὶ ἀπὸ φύσεως θνητῆς εἰς ἀθάνατον καὶ δόξαν ἄῤῥητον, τότε δυναμένην μόνον φανῆναι καλῶς, ὅταν αὐτῆς ἀπολαύσωμεν. Τοιούτων τοίνυν μέλλων μετέχειν ἀγαθῶν, χρημάτων μοι μέμνησαι, καὶ τῆς ἐνταῦθα φαντασίας ἀντέχῃ; καὶ οὐ νομίζεις ἅπαντα τὰ ὁρώμενα τῶν τοῦ προσαιτοῦντος ῥακίων εὐτελέστερα εἶναι; Καὶ πῶς ἄξιος φανήσῃ ταύτης τῆς τιμῆς; ποίαν δὲ ἔξεις ἀπολογίαν εἰπεῖν, μᾶλλον δὲ ποίαν οὐ δώσεις δίκην, μετὰ τοσαύτην δωρεὰν ἐπὶ τὸν πρότερον ἐμετὸν τρέχων; Οὐκέτι γὰρ ὡς ἄνθρωπος ἁπλῶς, ἀλλ' ὡς υἱὸς Θεοῦ ἁμαρτὼν κολάζῃ, καὶ γίνεταί σοι τὸ τῆς τιμῆς μέγεθος ἐφόδιον τιμωρίας μείζονος. Καὶ γὰρ καὶ ἡμεῖς οὐχ ὁμοίως δούλους ἁμαρτάνοντας, καὶ υἱοὺς τὸ αὐτὸ πλημμελοῦντας κολάζομεν· καὶ μάλιστα ὅταν μεγάλα παρ' ἡμῶν εὐεργετημένοι τύχωσιν. Εἰ γὰρ ὁ παράδεισον λαχὼν, διὰ μίαν παρακοὴν τοσαῦτα μετὰ τὴν τιμὴν ὑπέστη δεινά· οἱ τὸν οὐρανὸν ἀπολαβόντες ἡμεῖς, καὶ τῷ Μονογενεῖ γενόμενοι συγκληρονόμοι, τίνα ἕξομεν συγγνώμην, τῷ ὄφει μετὰ τὴν περιστερὰν προστρέχοντες; Οὐκέτι γὰρ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ, Ἐργᾷ τὴν γῆν, καὶ τὰ πρότερα ἀκουσόμεθα ἐκεῖνα, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, τὸ σκότος τὸ ἐξώτερον, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸν βρυγμὸν τῶν ὀδόντων· καὶ μάλα εἰκότως. Ὁ γὰρ μηδὲ εὐεργεσίᾳ τοσαύτῃ γενόμενος βελτίων, δικαίως ἂν τὴν ἐσχάτην καὶ χαλεπωτέραν δῴη δίκην. Ἤνοιξέ ποτε καὶ ἔκλεισε τὸν οὐρανὸν Ἠλίας, ἀλλ' ὥστε ὑετὸν κατενεγκεῖν καὶ ἀναστεῖλαι· σοὶ δὲ οὐχ οὕτως ἀνοίγεται ὁ οὐρανὸς, ἀλλ' ὥστε ἀναβῆναί σε ἐκεῖ· καὶ τὸ δὴ μεῖζον, οὐχ ὥστε ἀναβῆναι, ἀλλ' ὥστε καὶ ἑτέρους ἀναγαγεῖν, εἰ βουληθείης· τοσαύτην σοι παῤῥησίαν καὶ ἐξουσίαν ἐν τοῖς ἑαυτοῦ ἔδωκεν ἅπασιν. Ἐπεὶ οὖν ἐκεῖ ἡμῶν ἡ οἰκία, ἐκεῖ πάντα ἀποθώμεθα, καὶ μηδὲν ἐνταῦθα καταλίπωμεν, ἵνα μὴ αὐτὰ ἀπολέσωμεν. Ἐνταῦθα μὲν γὰρ κἂν κλεῖν ἐπιθῇς, κἂν θύρας καὶ μοχλοὺς, κἂν μυρίους ἐπιστήσης οἰκέτας, καὶ πάντων περιγένῃ τῶν κακούργων, κἂν τοὺς τῶν βασκάνων διαφύγῃς ὀφθαλμοὺς, κἂν τοὺς σῆτας, κἂν τὴν ἀπὸ τοῦ χρόνου γινομένην ἀπώλειαν, ὅπερ ἀδύνατον, τὸν γοῦν θάνατον οὐ διαφεύξῃ ποτὲ, ἀλλ' ἀφαιρεθήσῃ ἅπαντα ἐκεῖνα ἐν μιᾷ καιροῦ ῥοπῇ· καὶ οὐκ ἀφαιρεθήσῃ μόνον, ἀλλὰ καὶ εἰς τὰς τῶν ἐχθρῶν πολλάκις παραπέμψεις χεῖρας. Ἂν δὲ εἰς ἐκείνην παραπέμψῃς τὴν οἰκίαν, πάντων ἀνώτερος ἔσῃ. Οὔτε γὰρ κλεῖν, οὔτε θύρας καὶ μοχλοὺς ἐπιθεῖναι δεῖ· τοιαύτη τῆς πόλεως ἐκείνης ἡ δύναμις· οὕτως ἄσυλον τὸ χωρίον ἐστὶ, καὶ φθορᾷ καὶ πονηρίᾳ πάσῃ ἄβατον τοῦτο ὑφέστηκε.
εʹ. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, ἔνθα μὲν ἀπόλλυται καὶ διαφθείρεται τὰ ἀποτιθέμενα, σωρεύειν ἅπαντα, ἔνθα δὲ ἀνέπαφα μένει, καὶ πλείω γίνεται, ἐνταῦθα μηδὲ τὸ πολλοστὸν ἀποτίθεσθαι μέρος, καὶ ταῦτα τὸν ἅπαντα μέλλοντας ἐκεῖ βιώσεσθαι χρόνον; ∆ιὰ τοῦτο καὶ Ἕλληνες ἀπιστοῦσι τοῖς παρ' ἡμῶν λεγομένοις· ἀφ' ὧν γὰρ πράττομεν, οὐκ ἀφ' ὧν λέγομεν, τὴν παρ' ἡμῶν ἀπόδειξιν λαμβάνειν ἐθέλουσι· καὶ ἐπειδὰν ἴδωσιν οἰκίας οἰκοδομουμένους λαμπρὰς, καὶ παραδείσους κατασκευάζοντας καὶ λουτρὰ, καὶ ἀγροὺς ὠνουμένους, οὐκ ἐθέλουσι πιστεῦσαι, ὅτι πρὸς ἑτέραν παρασκευαζόμεθα πόλεως ἀποδημίαν. Εἰ γὰρ τοῦτο ἦν, φησὶν, ἅπαντα τὰ ἐνταῦθα ἂν ἐξαργυρίσαντες, ἐκεῖ προαπέθεντο· καὶ τοῦτο ἀπὸ τῶν ἐνταῦθα γινομένων στοχάζονται. Καὶ γὰρ ὁρῶμεν τοὺς σφόδρα εὐπόρους ἐν ἐκείναις μάλιστα ταῖς πόλεσιν οἰκίας καὶ ἀγροὺς καὶ τὰ ἄλλα πάντα κεκτημένους, ἐν αἷς διατρίβειν μέλλουσιν. Ἀλλ' ἡμεῖς τοὐναντίον ποιοῦμεν· καὶ τὴν μὲν γῆν, ἢν μικρὸν ὕστερον ἀφιέναι μέλλομεν, μετὰ πολλῆς κτώμεθα τῆς σπουδῆς, οὐχὶ χρήματα μόνον, ἀλλὰ καὶ τὸ αἷμα αὐτὸ προϊέμενοι ὑπὲρ πλέθρων καὶ οἰκημάτων ὀλίγων· ὑπὲρ δὲ τοῦ τὸν οὐρανὸν πρίασθαι οὐδὲ τὰ περιττὰ τῆς χρείας ἀνεχόμεθα δοῦναι, καὶ ταῦτα ὀλίγης αὐτὸν μέλλοντες ὠνεῖσθαι τιμῆς, καὶ διαπαντὸς ἔχειν, εἴγε αὐτὸν ὠνησαίμεθα. ∆ιά τοι τοῦτο τὴν ἐσχάτην δώσομεν δίκην, γυμνοὶ καὶ πένητες ἀπιόντες ἐκεῖ· μᾶλλον δὲ οὐχ ὑπὲρ τῆς ἡμετέρας πτωχείας, ἀλλὰ καὶ ὑπὲρ ὧν ἄλλους τοιούτους ποιοῦμεν, τὰς ἀνηκέστους ὑποστησόμεθα συμφοράς. Ὅταν γὰρ ἴδωσιν Ἕλληνες περὶ ταῦτα σπουδάζοντας τοὺς τοσούτων ἀπολαύσαντας μυστηρίων, πολλῷ μᾶλλον αὐτοὶ τῶν παρόντων ἀνθέξονται. Ὅθεν πολὺ καὶ ἐντεῦθεν ἐπὶ τὴν ἡμετέραν κεφαλὴν σωρεύομεν πῦρ. Ὅταν γὰρ οἱ διδάσκειν αὐτοὺς ὀφείλοντες ὑπερορᾷν τῶν φαινομένων ἁπάντων, αὐτοὶ μάλιστα πάντων αὐτοὺς εἰς τὴν τούτων ἐμβάλλωμεν ἐπιθυμίαν, πότε δυνησόμεθα σωθῆναι, τῆς ἑτέρων ἀπωλείας τὰς εὐθύνας ὑπέχοντες; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος, ὅτι ἀντὶ ἁλῶν καὶ λαμπάδων ἀφῆκεν ἡμᾶς εἶναι ἐν τῷ κόσμῳ τούτῳ, ἵνα καὶ τοὺς διαῤῥέοντας ὑπὸ τρυφῆς ἐπισφίγγωμεν, καὶ τοὺς τῇ μερίμνῃ τῶν χρημάτων ἐσκοτωμένους φωτίζωμεν; Ὅταν οὖν καὶ εἰς σκότος αὐτοὺς ἐμβάλλωμεν πλεῖον, καὶ χαυνοτέρους ποιῶμεν, τίς ἔσται σωτηρίας ἡμῖν ἐλπίς; Οὐκ ἔστιν οὐδεμία· ἀλλ' οἰμώζοντες, καὶ τοὺς ὀδόντας βρύχοντες, καὶ δεδεμένοι πόδας καὶ χεῖρας εἰς τὸ τῆς γεέννης ἀπελευσόμεθα πῦρ, μετὰ τὸ κατεργασθῆναι καλῶς ταῖς τοῦ πλούτου φροντίσι. Ταῦτ' οὖν ἐννοήσαντες ἅπαντα, τὰ δεσμὰ λύσωμεν τῆς τοιαύτης ἀπάτης, ἵνα μηδὲ εἰς ἐκεῖνα ἐμπέσωμεν τὰ τῷ πυρὶ παραδιδόντα ἡμᾶς τῷ ἀσβέστῳ. Ὁ μὲν γὰρ χρήμασι δουλεύων, καὶ ταῖς ἐνταῦθα ἁλύσεσι καὶ ταῖς ἐκεῖ διηνεκῶς ἔσται ὑπεύθυνος· ὁ δὲ ταύτης ἀπηλλαγμένος τῆς ἐπιθυμίας, ἑκατέρας τεύξεται τῆς ἐλευθερίας· ἧς ἵνα καὶ ἡμεῖς ἐπιτύχωμεν, τὸν χαλεπὸν τῆς φιλοχρηματίας συντρίψαντες ζυγὸν, πτερώσωμεν ἑαυτοὺς πρὸς τὸν οὐρανὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ ΙΓʹ. Τότε ἀνήχθη ὁ Ἰησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
αʹ. Τότε· πότε; Μετὰ τὴν τοῦ Πνεύματος κάθοδον, μετὰ τὴν φωνὴν ἄνωθεν ἐνεχθεῖσαν καὶ λέγουσαν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδό κησα. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου· τοῦτο γὰρ αὐτὸν ἀνάγειν ἐνταῦθά φησιν. Ἐπειδὴ γὰρ πάντα πρὸς διδασκαλίαν ἡμῶν ἔπραττε καὶ ὑπέμενεν, ἀνέχεται καὶ τῆς ἐκεῖσε ἀναγωγῆς, καὶ τῆς πρὸς τὸν διάβολον πάλης· ἵνα ἕκαστος τῶν βαπτιζομένων, εἰ μετὰ τὸ βάπτισμα μείζονας ὑπομείνειε πειρασμοὺς, μὴ ταράττηται, ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γινομένου, ἀλλὰ μένῃ γενναίως πάντα φέρων, ὡς κατὰ ἀκολουθίαν τούτου συμβαίνοντος. Καὶ γὰρ διὰ τοῦτο ἔλαβες ὅπλα, οὐχ ἵνα ἀργῇς, ἀλλ' ἵνα πολεμῇς. ∆ιὰ τοῦτο οὐδὲ ἐπιόντας κωλύει τοὺς πειρασμοὺς ὁ Θεός· πρῶτον μὲν ἵνα μάθῃς ὅτι πολλῷ γέγονας ἰσχυρότερος· ἔπειτα ἵνα μένῃς μετριάζων, μηδὲ τῷ μεγέθει τῶν δωρεῶν ἐπαρθῇς, τῶν πειρασμῶν συστέλλειν σε δυναμένων· πρὸς τούτοις, ἵνα ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὁ τέως ἀμφιβάλλων περὶ τῆς σῆς ἀποστάσεως, ἀπὸ τῆς βασάνου τῶν πειρασμῶν πληροφορηθῇ, ὅτι τέλεον αὐτὸν ἐγκαταλιπὼν ἀπέστης· τέταρτον, ἵνα ἰσχυρότερος καὶ σιδήρου παντὸς εὐτονώτερος ταύτῃ κατασκευασθῇς· πέμπτον, ἵνα ἀπόδειξιν λάβῃς σαφῆ τῶν πιστευθέντων σοι θησαυρῶν. Οὐδὲ γὰρ ἂν ἐπῆλθεν ὁ διάβολος, εἰ μή σε ἐν μείζονι γενόμενον εἶδε τιμῇ. Ἐντεῦθεν γοῦν καὶ ἐξ ἀρχῆς ἐπανέστη τῷ Ἀδὰμ, ἐπειδὴ πολλῆς αὐτὸν εἶδεν ἀπολαύσαντα τῆς ἀξίας. ∆ιὰ τοῦτο παρετάξατο πρὸς τὸν Ἰὼβ, ἐπειδὴ στεφανούμενον αὐτὸν καὶ ἀνακηρυττόμενον ἐθεάσατο παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Καὶ πῶς οὖν φησιν· Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν; ∆ιὰ τοῦτο οὐκ ἀνιόντα αὐτὸν ἁπλῶς δείκνυσί σοι τὸν Ἰησοῦν, ἀλλὰ ἀναγόμενον κατὰ τὸν τῆς οἰκονομίας λόγον, αἰνιττόμενος διὰ τούτων, ὅτι οὐκ αὐτοὺς ἐπιπηδᾷν χρὴ, ἀλλ' ἑλκομένους ἑστάναι γενναίως. Καὶ ὅρα ποῦ λαβὼν αὐτὸν τὸ Πνεῦμα ἀνήγαγεν· οὐκ εἰς πόλιν καὶ ἀγορὰν, ἀλλ' εἰς ἔρημον. Ἐπειδὴ γὰρ τὸν διάβολον ἐπισπάσασθαι ἐβούλετο, οὐ διὰ τῆς πείνης μόνον, ἀλλὰ καὶ διὰ τοῦ τόπου δίδωσιν αὐτῷ λαβήν. Τότε γὰρ μάλιστα ἐπιτίθεται ὁ διάβολος, ὅταν ἴδῃ μεμονωμένους καὶ καθ' ἑαυτοὺς ὄντας. Οὕτω καὶ τῇ γυναικὶ παρὰ τὴν ἀρχὴν ἐπέθετο, μόνην αὐτὴν ἀπολαβὼν, καὶ τοῦ ἀνδρὸς χωρὶς οὖσαν εὑρών. Ὅταν μὲν γὰρ μεθ' ἑτέρων ὄντας ἴδῃ καὶ συγκεκροτημένους, οὐχ ὁμοίως θαῤῥεῖ, οὐδὲ ἔπεισι. ∆ιὸ χρὴ μάλιστα καὶ διὰ τοῦτο μετ' ἀλλήλων ἀγελάζεσθαι συνεχῶς, ὥστε μὴ εὐχειρώτους εἶναι τῷ διαβόλῳ. Εὑρὼν τοίνυν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἐρήμῳ ἀβάτῳ (ὅτι γὰρ τοιαύτη ἡ ἔρημος ἦν, ὁ Μάρκος ἐδήλωσεν εἰπὼν, ὅτι Μετὰ τῶν θηρίων ἦν)· ὅρα μεθ' ὅσης προσέρχεται κακουργίας καὶ πονηρίας, καὶ ποῖον παρατηρεῖ καιρόν. Οὐδὲ γὰρ νηστεύοντι, ἀλλὰ πεινῶντι προσέρχεται· ἵνα σὺ μάθῃς, ἡλίκον ἡ νηστεία καλὸν, καὶ πῶς ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου μέγιστον, καὶ ὅτι μετὰ τὸ λουτρὸν οὐ τρυφῇ καὶ μέθῃ καὶ τραπέζῃ πληθούσῃ, ἀλλὰ νηστείᾳ προσέχειν δεῖ. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς ἐνήστευσεν, οὐκ αὐτὸς ταύτης δεόμενος, ἀλλ' ἡμᾶς παιδεύων. Ἐπειδὴ γὰρ τὰ ἁμαρτήματα τὰ πρὸ τοῦ λουτροῦ τὸ γαστρὶ δουλεύειν εἰσήγαγεν· ὥσπερ ἂν εἴ τις νοσοῦντα ὑγιῆ ποιήσας, κελεύοι μὴ ποιεῖν ἐκεῖνα, ἐξ ὧν ἡ νόσος γέγονεν· οὕτω δὴ καὶ ἐνταῦθα καὶ αὐτὸς μετὰ τὸ λουτρὸν νηστείαν εἰσήγαγε. Καὶ γὰρ καὶ τὸν Ἀδὰμ ἡ ἀκρασία τῆς γαστρὸς ἐξέβαλε τοῦ παραδείσου, καὶ τὸν κατακλυσμὸν τὸν ἐπὶ τοῦ Νῶε αὕτη πεποίηκε, καὶ τοὺς Σοδόμων κεραυνοὺς αὕτη κατήγαγεν. Εἰ γὰρ καὶ πορνείας ἔγκλημα ἦν, ἀλλ' ὅμως ἑκατέρας τῆς κολάσεως ἡ ῥίζα ἐντεῦθεν ἐφύη· ὅπερ καὶ ὁ Ἰεζεκιὴλ αἰνιττόμενος ἔλεγε· Πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν ὑπερηφανίᾳ καὶ ἐν πλησμονῇ ἄρτων, καὶ ἐν εὐθηνίαις ἐσπατάλων. Οὕτω καὶ Ἰουδαῖοι τὰ μέγιστα εἰργάσαντο κακὰ, ἀπὸ τῆς μέθης καὶ τῆς τρυφῆς ἐπὶ τὴν ἀνομίαν ἐξοκείλαντες.
βʹ. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς νηστεύει τεσσαράκοντα ἡμέρας, ἡμῖν τὰ φάρμακα τῆς σωτηρίας δεικνὺς, καὶ οὐ προέρχεται περαιτέρω, ὥστε μὴ πάλιν τῇ ὑπερβολῇ τοῦ θαύματος ἀπιστηθῆναι τῆς οἰκονομίας τὴν ἀλήθειαν. Νῦν μὲν γὰρ οὐκ ἂν τοῦτο ἐγένετο, ἐπειδὴ καὶ Μωϋσῆς καὶ Ἠλίας προλαβόντες εἰς τοσοῦτον ἴσχυσαν ἐξελθεῖν μῆκος, τῇ τοῦ Θεοῦ κραταιούμενοι δυνάμει. Εἰ δὲ περαιτέρω προέβη, πολλοῖς ἂν καὶ ἐντεῦθεν ἄπιστος ἔδοξεν εἶναι ἡ τῆς σαρκὸς ἀνάληψις. Νηστεύσας τοίνυν τεσσαράκοντα ἡμέρας καὶ νύκτας τοσαύτας, Ὕστερον ἐπείνασε· λαβὴν αὐτῷ παρέχων εἰς τὸ προσελθεῖν, ἵνα συμπλακεὶς δείξῃ πῶς δεῖ περιγίνεσθαι καὶ νικᾷν. Οὕτω δὴ καὶ ἀθληταὶ ποιοῦσι· τοὺς γὰρ μαθητὰς τοὺς ἑαυτῶν διδάσκοντες περιγίνεσθαι καὶ νικᾷν, ἑκόντες ἐν ταῖς παλαίστραις συμπλέκονται ἑτέροις, ἐν τοῖς τῶν ἀντιπάλων σώμασι παρέχοντες τούτοις θεωρεῖν καὶ παιδεύεσθαι τῆς νίκης τὸν τρόπον. Ὃ δὴ καὶ τότε ἐγένετο. Ἐπειδὴ γὰρ ἐβούλετο αὐτὸν ἐπισπάσασθαι εἰς τοῦτο, καὶ τὸ πεινῇν αὐτῷ κατάδηλον ἐποίησε, καὶ προσελθόντα ἐδέξατο, καὶ δεξάμενος, ἅπαξ καὶ δὶς καὶ τρὶς αὐτὸν κατέῤῥαξε μετ' εὐκολίας τῆς αὐτῷ προσηκούσης. Ἀλλ' ἵνα μὴ παρατρέχοντες τὰς νίκας ταύτας, λυμαινώμεθα ὑμῶν τὴν ὠφέλειαν, ἀπὸ τῆς πρώτης ἀρξάμενοι προσβολῆς ἑκάστην μετὰ ἀκριβείας ἐξετάσωμεν. Ἐπειδὴ γὰρ ἐπείνασε, φησὶ, Προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ἐπειδὴ γὰρ ἤκουσε φωνῆς ἄνωθεν φερομένης καὶ λεγούσης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· ἤκουσε δὲ καὶ Ἰωάννου τοσαῦτα περὶ αὐτοῦ μαρτυροῦντος, εἶτα εἶδε πεινῶντα· ἐν ἀμηχανίᾳ λοιπὸν ἦν, καὶ οὔτε ὅτι ἄνθρωπος ἦν ψιλὸς πιστεῦσαι ἡδύνατο, διὰ τὰ περὶ αὐτοῦ λεχθέντα· οὐδ' αὖ πάλιν παραδέξασθαι, ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ, διὰ τὸ βλέπειν αὐτὸν πεινῶντα. Ὅθεν ἐν ἀμηχανίᾳ γενόμενος, ἀμφιβόλους ἀφίησι φωνάς. Καὶ ὥσπερ τῷ Ἀδὰμ προσελθὼν παρὰ τὴν ἀρχὴν, πλάττει τὰ μὴ ὄντα, ἵνα μάθῃ τὰ ὄντα· οὕτω δὴ καὶ ἐνταῦθα, οὐκ εἰδὼς σαφῶς τὸ ἀπόῤῥητον τῆς οἰκονομίας μυστήριον, καὶ τίς ποτέ ἐστιν ὁ παρὼν, ἕτερα ἐπιχειρεῖ πλέκειν δίκτυα, δι' ὧν ᾤετο εἴσεσθαι τὸ κεκρυμμένον καὶ ἀσαφές. Καὶ τί φησιν; Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Οὐκ εἶπεν, Ἐπειδὴ πεινᾷς, ἀλλ', Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ· νομίζων ὑποκλέπτειν αὐτὸν τοῖς ἐγκωμίοις. ∆ιὸ καὶ τὴν πεῖναν ἐσίγησεν, ἵνα μὴ δόξῃ προφέρειν αὐτῷ τοῦτο καὶ ὀνειδίζειν. Οὐ γὰρ εἰδὼς τῶν οἰκονομουμένων τὸ μέγεθος, αἰσχρὸν αὐτῷ τοῦτο ἐνόμιζεν εἶναι. ∆ιὸ κολακεύων αὐτὸν ὑπούλως, τῆς ἀξίας μέμνηται μόνης. Τί οὖν ὁ Χριστός; Τὸν τῦφον αὐτοῦ καθαιρῶν, καὶ δεικνὺς οὐκ αἰσχύνης ἄξιον ὂν τὸ συμβὰν, οὐδὲ ἀνάξιον τῆς αὐτοῦ σοφίας, ὅπερ κολακεύων αὐτὸν ἐκεῖνος ἀπεσίγησε, τοῦτο εἰς μέσον αὐτὸς προφέρει καὶ τίθησι, λέγων· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος. Ὅθεν ἄρχεται ἀπὸ τῆς κατὰ τὴν γαστέρα ἀνάγκης. Σὺ δέ μοι σκόπει τοῦ πονηροῦ δαίμονος ἐκείνου τὴν κακουργίαν, καὶ πόθεν ἄρχεται τῶν παλαισμάτων, καὶ πῶς τῆς οἰκείας οὐκ ἐπιλανθάνεται τέχνης. Ἀφ' ὧν γὰρ καὶ τὸν πρῶτον ἐξέβαλεν ἄνθρωπον, καὶ ἑτέροις περιέβαλε κακοῖς, ἀπὸ τούτων καὶ ἐνταῦθα πλέκει τὸν δόλον, τῆς κατὰ τὴν γαστέρα ἀκρασίας λέγω. Πολλῶν γοῦν καὶ νῦν ἔστιν ἀκοῦσαι ἀνοήτων, λεγόντων τὰ μυρία διὰ τὴν κοιλίαν κακά. Ὁ δὲ Χριστὸς δεικνὺς, ὅτι τὸν ἐνάρετον οὐδὲ αὕτη ἡ τυραννὶς καταναγκάζει τι τῶν μὴ προσηκόντων ποιεῖν, καὶ πεινᾷ, καὶ οὐχ ὑπακούει τῷ ἐπιτάγματι, παιδεύων ἡμᾶς ἐν μηδενὶ πείθεσθαι τῷ διαβόλῳ. Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος ἐντεῦθεν καὶ τῷ Θεῷ προσέκρουσε, καὶ νόμον παρέβη, ἐκ περιουσίας σε διδάσκει, κἂν μὴ παράβασις ᾖ τὸ παρ' αὐτοῦ κελευόμενον, μηδὲ οὕτω πείθεσθαι. Καὶ τί λέγω παράβασιν; Κἂν γάρ τι χρήσιμον λέγωσιν οἱ δαίμονες, φησὶ, μηδὲ οὕτω πρόσεχε αὐτοῖς. Οὕτω γοῦν καὶ τοὺς δαίμονας ἐπεστόμισεν ἐκείνους, κηρύττοντας αὐτὸν Υἱὸν Θεοῦ. Καὶ ὁ Παῦλος δὲ πάλιν αὐτὸ τοῦτο βοῶσιν ἐπετίμησε καίτοι τὸ λεγόμενον χρήσιμον ἦν· ἀλλ' ἐκ περιουσίας ἀτιμάζων αὐτοὺς, καὶ ἀποτειχίζων τὴν καθ' ἡμῶν ἐπιβουλὴν, καὶ σωτήρια δόγματα κηρύττοντας ἤλαυνεν, ἐμφράττων αὐτῶν τὰ στόματα, καὶ σιγᾷν κελεύων. Καὶ διὰ τοῦτο οὐδὲ ἐνταῦθα τοῖς λεγομένοις ἐπένευσεν· ἀλλὰ τί φησιν; Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ∆ύναται ὁ Θεὸς καὶ ῥήματι θρέψαι τὸν πεινῶντα, ἀπὸ τῆς Παλαιᾶς φέρων αὐτῷ μαρτυρίαν Γραφῆς, καὶ παιδεύων, κἂν λιμώττωμεν, κἂν ὁτιοῦν πάσχωμεν, μηδέποτε ἀφίστασθαι τοῦ ∆εσπότου.
γʹ. Εἰ δὲ λέγοι τις, ὅτι καὶ μὴν ἐπιδείξασθαι ἐχρῆν, ἐροίμην ἂν αὐτόν· Τίνος ἕνεκεν καὶ διὰ τί; Οὐδὲ γὰρ ἵνα πιστεύσῃ, ταῦτα ἔλεγεν ἐκεῖνος, ἀλλ' ἵνα, ὡς ᾤετο, εἰς ἀπιστίαν ἐλέγξῃ. Ἐπεὶ καὶ τοὺς πρώτους οὕτως ἠπάτησε καὶ ἤλεγξεν, οὐ σφόδρα πιστεύοντας τῷ Θεῷ. Ἐναντία γὰρ ὧν εἶπεν ὁ Θεὸς, ἐκεῖνος ὑποσχόμενος, καὶ κεναῖς αὐτοὺς φυσήσας ἐλπίσι, καὶ εἰς ἀπιστίαν ἐμβαλὼν, οὕτω καὶ ὧν εἶχον ἀγαθῶν ἐξέβαλεν. Ἀλλ' ὁ Χριστὸς δείκνυσιν ἑαυτὸν, μήτε τούτῳ τότε, μήτε ὕστερον τοῖς τὰ αὐτοῦ φρονοῦσιν Ἰουδαίοις σημεῖα αἰτοῦσιν ἐπινεύσας, πανταχοῦ παιδεύων ἡμᾶς, κἂν δυνώμεθά τι ποιεῖν, μηδὲν πράττειν εἰκῆ καὶ μάτην, μηδὲ ἀνάγκης ἐπικειμένης πείθεσθαι τῷ διαβόλῳ. Τί οὖν ὁ μιαρὸς οὗτος; Ἡττηθεὶς καὶ πεῖσαι μὴ δυνηθεὶς τὸ κελευόμενον ποιῆσαι, καὶ ταῦτα πείνης ἐπικειμένης τοσαύτης, ἐφ' ἕτερον πρόεισι, λέγων· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γάρ· Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε Τί δήποτε καθ' ἑκάστην πεῖραν τοῦτο προστίθησιν, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ; Ὅπερ ἐπὶ τῶν προτέρων ἐποίησε, τοῦτο καὶ νῦν ποιεῖ. Ὥσπερ γὰρ τότε διέβαλε τὸν Θεὸν, λέγων, ὅτι Ἧ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί· διὰ τούτων δεῖξαι βουλόμενος, ὅτι ἠπάτηνται καὶ παρελογίσθησαν, καὶ οὐδέν εἰσιν εὐηργετημένοι· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο αἰνίττεται λέγων, ὅτι Εἰκῆ σε ἐκάλεσεν Υἱὸν, καὶ ἠπάτησε τῇ δωρεᾷ· ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, παράσχου ἡμῖν ἀπόδειξιν τοῦ τῆς δυνάμεως εἶναι ἐκείνης. Εἶτα, ἐπειδὴ ἀπὸ Γραφῶν αὐτῷ διελέχθη, καὶ αὐτὸς τοῦ προφήτου παράγει μαρτυρίαν. Πῶς οὖν ὁ Χριστός; Οὐκ ἠγανάκτησεν, οὐ παρωξύνθη, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας πάλιν ἀπὸ τῶν Γραφῶν αὐτῷ διαλέγεται λέγων· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου· παιδεύων ἡμᾶς, ὅτι τοῦ διαβόλου οὐ διὰ σημείων, ἀλλὰ δι' ἀνεξικακίας καὶ μακροθυμίας περιγίνεσθαι χρὴ, καὶ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν καὶ φιλοτιμίαν ἁπλῶς. Σκόπει δὲ αὐτοῦ τὸ ἀνόητον καὶ ἀπὸ τῆς μαρτυρίας αὐτῆς, ἧς παρήγαγεν. Αἱ μὲν γὰρ παρὰ τοῦ Κυρίου παρενεχθεῖσαι μαρτυρίαι σφόδρα ἁρμοδίως ἀμφότεραι εἴρηνται· οἱ δὲ παρ' ἐκείνου ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ οὐδὲ τοῖς προκειμένοις τὸ προσῆκον ἀντεπήγετο. Οὐ γὰρ δὴ τὸ γεγράφθαι, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, παραινεῖ ῥιπτεῖν ἑαυτὸν καὶ κρημνίζειν· ἄλλως δὲ οὐδὲ περὶ τοῦ Κυρίου τοῦτο εἰρημένον ἐστίν. Ἀλλὰ τοῦτο μὲν τέως οὐκ ἤλεγξε, καίτοι γε καὶ ὑβριστικῶς αὐτοῦ χρησαμένου τῷ λόγῳ, καὶ σφόδρα ἐναντίως. Οὐδεὶς γὰρ παρὰ Υἱοῦ τοῦ Θεοῦ ταῦτα αἰτεῖ, ἀλλὰ διαβόλου καὶ δαιμόνων τὸ βάλλειν ἑαυτὸν κάτω· τοῦ Θεοῦ δὲ, καὶ τοὺς κειμένους ἀνιστᾷν. Εἰ γὰρ δύναμιν ἐπιδείξασθαι ἔδει, οὐχ ἑαυτὸν ῥιπτοῦντα εἰκῆ καὶ κρημνίζοντα, ἀλλ' ἑτέρους σώζοντα. Τὸ δὲ ἑαυτοὺς ῥιπτεῖν εἰς φάραγγας καὶ κρημνοὺς, τῆς ἐκείνου φάλαγγός ἐστιν. Οὕτω γοῦν ὁ παρ' αὐτοῖς πλάνος ποιεῖ πανταχοῦ. Ἀλλ' ὁ Χριστὸς, καὶ τούτων εἰρημένων, οὐδέπω ἑαυτὸν ἐκκαλύπτει, ἀλλ' ὡς ἄνθρωπος τέως αὐτῷ διαλέγεται. Τὸ γὰρ εἰπεῖν, Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, καὶ τὸ, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, οὐ σφόδρα ἑαυτὸν ἐκκαλύπτοντος ἦν, ἀλλ' ἕνα τῶν πολλῶν δεικνύντος. Μὴ θαυμάσῃς δὲ, εἰ τῷ Χριστῷ διαλεγόμενος περιτρέπεται πολλάκις. Καθάπερ γὰρ οἱ πυκτεύοντες, ὅταν καιρίας δέξωνται πληγὰς, αἵματι περιῤῥεόμενοι πολλῷ καὶ σκοτούμενοι περιφέρονται· οὕτω δὴ καὶ αὐτὸς ἀπὸ τῆς προτέρας καὶ δευτέρας πληγῆς σκοτωθεὶς, ἁπλῶς τὰ ἐπιόντα φθέγγεται· καὶ πρόεισιν ἐπὶ τὴν τρίτην προσβολήν. Καὶ ἀναγαγὼν αὐτὸν εἰς ὄρος ὑψηλὸν, δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας, καί φησι· Πάντα σοι ταῦτα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ἐπειδὴ γὰρ λοιπὸν εἰς τὸν Πατέρα ἡμάρτανε, τὰ ἐκείνου πάντα αὐτοῦ λέγων εἶναι, καὶ θεὸν ἐσπούδαζεν ἑαυτὸν ἀποφῆναι, ὡς δημιουργὸν τοῦ παντὸς, τότε ἐπετίμησε καὶ οὐδὲ τότε μετὰ σφοδρότητος, ἀλλ' ἁπλῶς· Ὕπαγε, Σατανᾶ· ὅπερ καὶ πρόσταγμα μᾶλλον ἦν, ἢ ἐπιτίμησις. Ὁμοῦ τε γὰρ εἶπεν αὐτῷ, Ὕπαγε, καὶ δραπετεῦσαι αὐτὸν ἐποίησεν· οὔτε γὰρ ἑτέρους πειρασμοὺς προσήγαγε.
δʹ. Καὶ πῶς ὁ Λουκᾶς φησιν, ὅτι πάντα συνετέλεσε πειρασμόν; Ἐμοὶ δοκεῖ τὰ κεφάλαια τῶν πειρασμῶν εἰπὼν, πάντα εἰρηκέναι, ὡς καὶ τῶν ἄλλων ἐν τούτοις περιειλημμένων. Τὰ γὰρ μυρία συνέχοντα κακὰ, ταῦτά ἐστι· τὸ γαστρὶ δουλεύειν, τὸ πρὸς κενοδοξίαν τι ποιεῖν, τὸ μανίᾳ χρημάτων ὑπεύθυνον εἶναι. Ὅπερ οὖν καὶ ὁ μιαρὸς οὗτος συνιδὼν, τὸ πάντων ἰσχυρότερον ὕστερον τέθεικε, τὴν τοῦ πλείονος ἐπιθυμίαν· ἄνωθεν μὲν καὶ ἐξ ἀρχῆς ὠδίνων ἐλθεῖν ἐπὶ τοῦτο, ἔσχατον δὲ τοῦτο τηρῶν, ὡς τῶν ἄλλων δυνατώτερον ὄν. Καὶ γὰρ οὗτος αὐτοῦ τῆς πάλης ὁ νόμος, τὰ δοκοῦντα μᾶλλον ὑποσκελίζειν, ταῦτα ἔσχατα προσάγειν. Ὅπερ καὶ ἐπὶ τοῦ Ἰὼβ ἐποίησε. ∆ιὸ δὴ καὶ ἐνταῦθα ἀπὸ τῶν δοκούντων εἶναι εὐτελεστέρων καὶ ἀσθενεστέρων ἀρξάμενος, ἐπὶ τὸ ἰσχυρότερον πρόεισι. Πῶς οὖν τούτου περιγενέσθαι δεῖ; Οὕτως ὡς ὁ Χριστὸς ἐπαίδευσεν, ἐπὶ τὸν Θεὸν καταφεύγοντας, καὶ μήτε ἐν λιμῷ ταπεινοῦσθαι, πιστεύοντας τῷ δυναμένῳ καὶ διὰ λόγου τρέφειν, μήτε ἐν οἷς ἂν λαμβάνωμεν ἀγαθοῖς πειράζειν τὸν δεδωκότα, ἀλλ' ἀρκεῖσθαι τῇ ἄνωθεν δόξῃ, τῆς ἀνθρωπίνης οὐδένα ποιουμένους λόγον, καὶ πανταχοῦ τῆς χρείας τὸ περιττὸν ἀτιμάζειν. Οὐδὲν γὰρ οὕτως ὑποπίπτειν τῷ διαβόλῳ ποιεῖ, ὡς τὸ τοῦ πλείονος ἐφίεσθαι, καὶ πλεονεξίας ἐρᾷν. Καὶ τοῦτο καὶ ἀπὸ τῶν νῦν γινομένων ἔστιν ἰδεῖν. Καὶ γὰρ καὶ νῦν εἰσιν οἱ λέγοντες· Ταῦτά σοι πάντα δώσομεν, ἐὰν πεσὼν προσκυνήσῃς· ἄνθρωποι μὲν ὄντες τὴν φύσιν, ὄργανα δὲ ἐκείνου γενόμενοι. Ἐπεὶ καὶ τότε οὐ δι' ἑαυτοῦ μόνον, ἀλλὰ καὶ δι' ἑτέρων αὐτῷ προσῄει. Ὅπερ καὶ ὁ Λουκᾶς δηλῶν ἔλεγεν, ὅτι Ἕως καιροῦ ἀπέστη ἀπ' αὐτοῦ· δηλῶν ὅτι μετὰ ταῦτα διὰ τῶν οἰκείων ὀργάνων αὐτῷ προσῄει. Καὶ ἰδοὺ ἄγγελοι προσῆλθον, καὶ διηκόνουν αὐτῷ. Ἡνίκα γὰρ τὰ τῆς προσβολῆς ἐγίνετο, οὐκ εἴασεν αὐτοὺς φαίνεσθαι, ὥστε μὴ ταύτῃ σοβῆσαι τὴν ἄγραν· ἐπειδὴ δὲ αὐτὸν ἐν ἅπασιν ἤλεγξε, καὶ δραπετεῦσαι παρεσκεύασε, τότε φαίνονται ἐκεῖνοι· ἵνα καὶ σὺ μάθῃς, ὅτι καὶ σὲ μετὰ τὰς κατ' ἐκεῖνον νίκας ἄγγελοι δέξονται, κροτοῦντες καὶ δορυφοροῦντες ἐν ἅπασιν. Οὕτω γοῦν καὶ τὸν Λάζαρον μετὰ τὴν κάμινον τῆς πτωχείας καὶ τοῦ λιμοῦ καὶ τῆς στενοχωρίας ἁπάσης, ἄγγελοι λαβόντες ἀπῆλθον. Ὅπερ γὰρ ἔφθην εἰπὼν πολλὰ ὁ Χριστὸς ἐπιδείκνυται νῦν, ὧν καὶ ἡμεῖς ἀπολαύειν μέλλομεν. Ἐπεὶ οὖν ταῦτα πάντα διὰ σὲ γέγονε, ζήλωσον καὶ μίμησαι τὴν νίκην. Κἂν προσέλθῃ σοί τις τῶν τοῦ δαίμονος ἐκείνου θεραπευτῶν, καὶ τὰ ἐκείνου φρονούντων, ὀνειδίζων καὶ λέγων· Εἰ θαυμαστὸς εἶ καὶ μέγας, μετάστησον τὸ ὄρος· μὴ ταραχθῇς, μηδὲ θορυβηθῇς· ἀλλὰ μετὰ ἐπιεικείας ἀπόκριναι, καὶ εἰπὲ ὅπερ τοῦ ∆εσπότου σου ἤκουσας λέγοντος· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Κἂν ἐκεῖνος δόξαν καὶ δυναστείαν προβαλλόμενος, καὶ χρημάτων πλῆθος ἄπειρον, κελεύῃ προσκυνεῖν, στῆθι πάλιν γενναίως. Οὐδὲ γὰρ ἐπὶ τοῦ κοινοῦ ∆εσπότου πάντων ἡμῶν τοῦτο πεποίηκεν ὁ διάβολος μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν ἐφ' ἑκάστου τῶν ἐκείνου δούλων ταύτας προσάγει τὰς μηχανάς· οὐκ ἐν ὄρεσι μόνον καὶ ἐν ἐρημίαις, οὐδὲ δι' ἑαυτοῦ, ἀλλὰ καὶ ἐν πόλεσι, καὶ ἐν ἀγοραῖς, καὶ ἐν δικαστηρίοις, καὶ διὰ τῶν συγγενῶν ἡμῖν ἀνθρώπων. Τί οὖν δεῖ ποιεῖν; Ἀπιστεῖν αὐτῷ καθόλου, καὶ τὰς ἀκοὰς ἀποφράττειν, καὶ κολακεύοντα μισεῖν, καὶ ὅταν μείζονα ἐπαγγέλληται, τότε μειζόνως ἀποστρέφεσθαι. Ἐπεὶ καὶ τὴν Εὔαν, ὅτε μάλιστα ἐπῆρε ταῖς ἐλπίσι, τότε κατέβαλε, καὶ τὰ μέγιστα εἰργάσατο κακά. Καὶ γὰρ ἐχθρός ἐστιν ἄσπονδος, καὶ πόλεμον ἀκήρυκτον ἀνεδέξατο πρὸς ἡμᾶς. Καὶ οὐχ οὕτως ἡμεῖς σπουδάζομεν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ὡς ἐκεῖνος ὑπὲρ τῆς ἀπωλείας τῆς ἡμετέρας. Ἀποστραφῶμεν τοίνυν αὐτὸν, μὴ ῥήμασι μόνον, ἀλλὰ καὶ ἔργοις· μὴ διανοίᾳ, ἀλλὰ καὶ πράξεσι· καὶ μηδὲν ποιῶμεν τῶν ἐκείνῳ δοκούντων· οὕτω γὰρ πάντα ποιήσομεν τὰ τῷ Θεῷ δοκοῦντα. Καὶ γὰρ καὶ ἐπαγγέλλεται πολλὰ, οὐχ ἵνα δῷ, ἀλλ' ἵνα λάβῃ. Ἐπαγγέλλεται ἐξ ἁρπαγῆς, ἵνα ἀφέληται βασιλείαν καὶ δικαιοσύνην· καὶ τίθησιν ὥσπερ τινὰς παγίδας καὶ θήρατρα θησαυροὺς ἐν τῇ γῇ, ἵνα καὶ τούτων καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀποστερήσῃ θησαυρῶν· καὶ βούλεται ἐνταῦθα πλουτεῖν, ἵνα μὴ πλουτήσωμεν ἐκεῖ. Κἂν μὴ δυνηθῇ διὰ πλούτου τῆς ἐκεῖ λήξεως ἡμᾶς ἐκβαλεῖν, ἑτέραν ἔρχεται τὴν διὰ τῆς πενίας ὁδόν· ὅπερ ἐπὶ τοῦ Ἰὼβ πεποίηκεν. Ἐπειδὴ γὰρ εἶδεν, ὅτι οὐδὲν αὐτὸν ὁ πλοῦτος ἠδίκησε, διὰ τῆς πενίας πλέκει τὰ δίκτυα, ἐκεῖθεν αὐτοῦ περιέσεσθαι προσδοκῶν· οὗ τί γένοιτ' ἂν ἀνοητότερον; Ὁ γὰρ πλοῦτον δυνηθεὶς ἐνεγκεῖν σωφρόνως, πολλῷ μᾶλλον πενίαν οἴσει γενναίως· καὶ ὁ παρόντων οὐκ ἐπιθυμῶν χρημάτων, οὐδὲ ἀπόντα ζητήσει· ὥσπερ οὖν οὐδὲ ὁ μακάριος τότε ἐκεῖνος, ἀλλ' ἀπὸ τῆς πενίας λαμπρότερος ἐγίνετο πάλιν. Τὰ μὲν γὰρ χρήματα ἴσχυσεν ἀφελέσθαι ὁ πονηρὸς δαίμων ἐκεῖνος· τὴν δὲ ἀγάπην τὴν πρὸς τὸν Θεὸν οὐ μόνον ἀφελεῖν οὐκ ἠδυνήθη, ἀλλὰ καὶ δυνατωτέραν ἐποίησε, καὶ πάντων αὐτὸν γυμνώσας, πλείοσιν ἐποίησε κομᾷν ἀγαθοῖς· διὸ καὶ ἐν ἀμηχανίᾳ ἦν. Ὅσῳ γὰρ πλείους ἐπήγαγε πληγὰς, τοσούτῳ τότε δυνατώτερον ἑώρα γινόμενον. ∆ιὸ δὴ πάντα ἐπελθὼν καὶ διακωδωνίσας, ἐπειδὴ πλέον οὐδὲν ἤνυσεν, ἐπὶ τὸ παλαιὸν ὅπλον ἔδραμε, τὴν γυναῖκα, καὶ προσωπεῖον ὑποδύεται κηδεμονίας, καὶ τὰς συμφορὰς ἐκτραγῳδεῖ τὰς ἐκείνου σφόδρα ἐλεεινῶς, καὶ προσποιεῖται ὑπὲρ ἀπαλλαγῆς τῶν ἐκείνου κακῶν τὴν ὀλεθρίαν ἐκείνην εἰσάγειν συμβουλήν. Ἀλλ' οὐδὲ οὕτως ἐκράτησε· καὶ γὰρ συνεῖδεν αὐτοῦ τὸ δέλεαρ ὁ θαυμαστὸς ἐκεῖνος ἀνὴρ, καὶ μετὰ πολλῆς τῆς συνέσεως τὴν ἐξ ἐκείνου φθεγγομένην γυναῖκα ἐπεστόμισεν.
εʹ. Ὃ δὴ καὶ ἡμᾶς χρὴ ποιεῖν· κἂν ἀδελφὸν, κἂν φίλον γνήσιον, κἂν γυναῖκα, κἂν ὁντιναοῦν τῶν ἀναγκαιοτάτων ἡμῖν ὑποδὺς, φθέγγηταί τι τῶν οὐ προσηκόντων, μὴ ἀπὸ τοῦ προσώπου τοῦ ταῦτα λέγοντος δέχεσθαι τὴν συμβουλὴν, ἀλλ' ἀπὸ τῆς συμβουλῆς τῆς ὀλεθρίας τὸν ταῦτα λέγοντα ἀποστρέφεσθαι. Καὶ γὰρ καὶ νῦν πολλὰ τοιαῦτα ποιεῖ, καὶ συμπαθείας προβάλλεται προσωπεῖον· καὶ δοκεῖ μὲν εἶναι εὔνους, τὰ δὲ ὀλέθρια καὶ δηλητηρίων χαλεπώτερα ἐνίησι ῥήματα. Τὸ μὲν γὰρ ἐπὶ βλάβῃ κολακεύειν, ἐκείνου· τὸ δὲ ἐπὶ τῷ συμφέροντι παιδεύειν, Θεοῦ. Μὴ δὴ παραλογιζώμεθα, μηδὲ ἐκ παντὸς τρόπου τὸν ἄνετον ἐπιζητῶμεν βίον. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, φησίν. Ὥστε ὅταν εὐημερίας ἀπολαύωμεν ἐν πονηρίᾳ ζῶντες, τότε μάλιστα ἀλγῶμεν. Ἀεὶ μὲν γὰρ ἁμαρτάνοντας δεδοικέναι χρή· μάλιστα δὲ, ὅταν μηδὲν πάσχωμεν δεινόν. Ὅταν μὲν γὰρ κατὰ μέρος ἀπαιτῇ τὰς τιμωρίας ὁ Θεὸς, κούφην ἡμῖν ποιεῖ τὴν ὑπὲρ τούτων ἔκτισιν· ὅταν δὲ ἐφ' ἑκάστου τῶν πλημμελουμένων μακροθυμῇ, εἰς μεγάλην ἡμᾶς τοῖς τοιούτοις ἐπιμένοντας ταμιεύεται δίκην. Εἰ γὰρ τοῖς κατορθοῦσιν ἀναγκαῖον ἡ θλῖψις, πολλῷ μᾶλλον τοῖς ἁμαρτάνουσιν. Ὅρα γοῦν πόσης μακροθυμίας ἀπολαύσας ὁ Φαραὼ, ἐσχάτην ὑπὲρ πάντων ὕστερον ἔδωκε δίκην· πόσα ὁ Ναβουχοδονόσορ πλημμελήσας, πρὸς τῷ τέλει τὸ πᾶν ἐξέτισε· καὶ ὁ πλούσιος, ἐπεὶ μηδὲν ἔπαθεν ἐνταῦθα δεινὸν, δι' αὐτὸ τοῦτο μάλιστα γέγονεν ἄθλιος, ὅτι τρυφήσας ἐν τῷ παρόντι βίῳ, ἀπῆλθεν ἐκεῖ πάντων τούτων δώσων δίκην, ἔνθα οὐδὲ παραμυθίαν ἦν εὑρεῖν τοῦ κακοῦ. Ἀλλ' ὅμως εἰσί τινες οὕτω ψυχροὶ καὶ ἀνόητοι, ὡς τὰ ἐνταῦθα ἐπιζητεῖν ἀεὶ μόνον, καὶ τὰ καταγέλαστα ἐκεῖνα λέγειν ῥήματα· Ἀπολαύσω τῶν παρόντων τέως πάντων, καὶ τότε σκέψομαι περὶ τῶν ἀδήλων· χαρίσομαι τῇ γαστρὶ, δουλεύσω ταῖς ἡδοναῖς, παραχρήσομαι τῷ παρόντι βίῳ· δίδου μοι τὴν σήμερον, καὶ λάμβανε τὴν αὔριον. Ὢ ὑπερβολὴ ἀνοίας! Καὶ τί τράγων καὶ χοίρων οἱ ταῦτα λέγοντες διαφέρουσιν; Εἰ γὰρ τοὺς ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζοντας οὐκ ἀφίησιν ὁ προφήτης ἀνθρώπους νομίζεσθαι, τίς ἡμῖν ἐγκαλέσει τούτους τράγους καὶ χοίρους καὶ ὄνων ἀνοητοτέρους εἶναι νομίζουσιν, οἳ τὰ τῶν ὁρωμένων φανερώτερα ταῦτα ἄδηλα εἶναι νομίζουσιν· Εἰ γὰρ μηδενὶ τῶν ἄλλων πιστεύεις, παράστηθι δαίμοσι μαστιζομένοις, τοῖς ἐπὶ τῇ βλάβῃ τῇ ἡμετέρᾳ ἅπαντα καὶ λέγειν καὶ πράττειν μεμελετηκόσιν. Οὐ γὰρ δὴ πρὸς τοῦτο ἀντερεῖς, ὅτι οὐ πάντα ὥστε αὐξῆσαι τὴν ῥᾳθυμίαν ἡμῶν πράττουσι, καὶ τὸν τῆς γεέννης ἐκλῦσαι φόβον, καὶ ἀπιστηθῆναι τὰ ἐκεῖ δικαστήρια. Ἀλλ' ὅμως οἱ ταῦτα βουλόμενοι, βοῶντες καὶ ὀλολύζοντες πολλάκις τὰς ἐκεῖ βασάνους ἀνακηρύττουσι. Πόθεν οὖν ταῦτα λέγουσι, καὶ ἐναντία ὧν βούλονται φθέγγονται; Οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἐκ τοῦ πλείονα ὑπομένειν ἀνάγκην. Οὐ γὰρ ἂν ἠβουλήθησαν ἑκόντες ὁμολογεῖν, οὐδ' ὅτι ὑπὸ νεκρῶν ἀνθρώπων βασανίζονται, οὐδ' ὅτι ὅλως πάσχουσί τι δεινόν. Πρὸς τί οὖν μοι ταῦτα εἴρηται; Ὅτι δαίμονες ὁμολογοῦσι γέενναν, οἱ βουλόμενοι ἀπιστεῖσθαι γέενναν· σὺ δὲ, ὁ τοσαύτης ἀπολαύων τιμῆς, καὶ ἀποῤῥήτων κοινωνήσας μυστηρίων, οὐδὲ ἐκείνους μιμῇ, ἀλλὰ καὶ τούτων ἀγνωμονέστερος γέγονας. Καὶ τίς ἦλθεν ἐκ τῶν ἐν ᾅδου, φησὶ, καὶ ταῦτα ἀπήγγειλεν; Ἀπὸ γὰρ τῶν οὐρανῶν τίς παρεγένετο, καὶ εἶπεν ὅτι Θεός ἐστιν ὁ τὰ πάντα δημιουργήσας; Ὅτι δὲ ψυχὴν ἔχομεν, πόθεν δῆλον; Εἰ γὰρ δὴ τοῖς ὁρωμένοις μέλλεις πιστεύειν, καὶ περὶ Θεοῦ, καὶ περὶ ἀγγέλων, καὶ περὶ νοῦ, καὶ περὶ ψυχῆς ἀμφιβαλεῖς, καὶ οὕτω σοι πάντα οἰχήσεται τὰ τῆς ἀληθείας δόγματα. Καίτοιγε εἰ τοῖς φανεροῖς πιστεύειν βούλει, τοῖς ἀοράτοις μᾶλλον ἢ τοῖς ὁρωμένοις πιστεύειν δεῖ. Εἰ καὶ παράδοξον τὸ εἰρημένον, ἀλλ' ὅμως ἀληθὲς, καὶ παρὰ τοῖς νοῦν ἔχουσι σφόδρα ὡμολογημένον. Οἱ μὲν γὰρ ὀφθαλμοὶ πολλὰ σφάλλονται, οὐκ ἐν τοῖς ἀοράτοις μόνον (ἐκεῖνα γὰρ οὐδὲ ἴσασιν), ἀλλὰ καὶ ἐν αὐτοῖς οἷς δοκοῦσιν ὁρᾷν, καὶ διαστήματος, καὶ ἀέρος, καὶ διανοίας ἀλλαχοῦ τετραμμένης, καὶ θυμοῦ, καὶ φροντίδος, καὶ μυρίων ἑτέρων ἐμποδιζόντων αὐτῶν τὴν ἀκρίβειαν· ὁ δὲ τῆς ψυχῆς λογισμὸς, ἂν τὸ φῶς δέξηται τῶν θείων Γραφῶν, ἀκριβέστερον καὶ ἀνεξαπάτητον τῶν ὄντων ἔσται κριτήριον. Μὴ δὴ μάτην ἑαυτοὺς ἀπατῶμεν, μηδὲ πρὸς τῇ ῥᾳθυμίᾳ τοῦ βίου, τῇ διὰ τῶν τοιούτων τικτομένῃ δογμάτων, καὶ ὑπὲρ αὐτῶν τῶν δογμάτων χαλεπώτερον ἑαυτοῖς ἐπισωρεύωμεν πῦρ. Εἰ γὰρ μὴ ἔστι κρίσις, μηδὲ εὐθύνας δώσομεν τῶν πεπραγμένων, οὐδὲ τιμὰς τῶν πεπονημένων ληψόμεθα. Ἐννόησον οἷ τείνει τὰ τῆς βλασφημίας ὑμῶν, ὅταν λέγητε τὸν δίκαιον Θεὸν καὶ φιλάνθρωπον καὶ ἥμερον τοσούτους πόνους καὶ ἱδρῶτας ὑπερορᾷν. Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Εἰ γὰρ μηδαμόθεν ἄλλοθεν, ἀπὸ γοῦν τῶν κατὰ τὴν οἰκίαν τὴν σὴν ταῦτα συλλογίζου, καὶ τότε ὄψει τὸ ἄτοπον. Κἂν γὰρ μυριάκις ᾖς αὐτὸς ὠμὸς καὶ ἀπάνθρωπος, καὶ θηρίων αὐτῶν ἀγριώτερος, οὐκ ἂν ἕλοιο τὸν οἰκέτην τὸν εὔνουν γενόμενον τελευτῶν ἀφεῖναι ἄτιμον, ἀλλὰ καὶ ἐλευθερίᾳ ἀμείβῃ, καὶ χρημάτων δωρεᾷ· καὶ ἐπειδὴ αὐτὸς λοιπὸν ἀπιὼν οὐδὲν δύνασαι εἰς αὐτὸν ἐργάσασθαι ἀγαθὸν, τοῖς μέλλουσί σου κληρονομεῖν τῆς οὐσίας ἐπισκήπτεις ὑπὲρ αὐτοῦ, δεόμενος, παρακαλῶν, πάντα ποιῶν, ὥστε μὴ μεῖναι αὐτὸν ἀγέραστον. Εἶτα σὺ μὲν, ὁ πονηρὸς, οὕτω χρηστὸς καὶ φιλάνθρωπος γίνῃ πρὸς τὸν οἰκέτην· ἡ δὲ ἄπειρος ἀγαθότης, ὁ Θεὸς, ἡ ἄφατος φιλανθρωπία, ἡ τοσαύτη χρηστότης, τοὺς οἰκέτας τοὺς ἑαυτοῦ τοὺς περὶ Πέτρον καὶ Παῦλον καὶ Ἰάκωβον καὶ Ἰωάννην, τοὺς καθ' ἑκάστην ἡμέραν δι' αὐτὸν λιμώξαντας, δεσμευθέντας, μαστιχθέντας, καταποντισθέντας, θηρίοις παραδοθέντας, ἀποθνήσκον τας, τοσαῦτα παθόντας ἃ μηδὲ ἀριθμῆσαι ἔνι, ἀστεφανώτους περιόψεται; Καὶ ὁ μὲν ἀγωνοθέτης τὸν Ὀλυμπιονίκην ἀνακηρύττει καὶ στεφανοῖ, καὶ ὁ δεσπότης τὸν οἰκέτην, καὶ ὁ βασιλεὺς τὸν στρατιώτην, καὶ ἕκαστος ἁπλῶς τὸν θεραπεύσαντα αὐτὸν, οἷς δύναται ἀμείβεται καλοῖς· ὁ δὲ Θεὸς μόνος, μετὰ τοὺς τοσούτους ἱδρῶτας καὶ πόνους, οὐ μικρὸν, οὐ μέγα αὐτοῖς ἀγαθὸν ἀποδίδωσιν, ἀλλ' οἱ δίκαιοι καὶ εὐσεβεῖς ἐκεῖνοι, καὶ πᾶσαν ἀρετὴν ἐπελθόντες, ἐν τοῖς αὐτοῖς κείσονται τοῖς μοιχοῖς, καὶ πατραλοίαις, καὶ ἀνδροφόνοις, καὶ τυμβωρύχοις; Καὶ ποῦ ταῦτα ἂν ἔχοι λόγον; Εἰ γὰρ μηδὲν μετὰ τὴν ἐντεῦθέν ἐστιν ἀποδημίαν, ἀλλὰ μέχρι τῶν παρόντων τὰ ἡμέτερα, ἐν τοῖς αὐτοῖς ἐκεῖνοι τούτοις· μᾶλλον δὲ οὐδὲ ἐν τοῖς αὐτοῖς. Εἰ γὰρ καὶ μετὰ ταῦτα ἐν τοῖς αὐτοῖς, κατὰ τὸν σὸν λόγον, ἀλλ' ἐνταῦθα ἐν ἀνέσει μὲν οὗτοι, ἐν κολάσει δὲ ἐκεῖνοι τὸν πάντα γεγόνασι χρόνον. Καὶ ποῖος τοῦτο τύραννος, τίς ὠμὸς ἄνθρωπος καὶ ἀπηνὴς οὕτω περὶ τῶν αὐτοῦ ποτε ἐβουλεύσατο θεραπόντων καὶ ὑπηκόων; Εἶδες τῆς ἀτοπίας τὴν ὑπερβολὴν, καὶ ποῦ τελευτᾷ ὁ λόγος οὗτος; Οὐκοῦν εἰ καὶ μηδαμόθεν ἄλλοθεν βούλει, ἀπὸ τούτων τῶν λογισμῶν παιδευθεὶς, ἀπαλλάγηθι τῆς πονηρᾶς ταύτης ὑπονοίας, καὶ φεῦγε κακίαν, καὶ τῶν ὑπὲρ ἀρετῆς ἀντέχου πόνων· καὶ τότε εἴσῃ σαφῶς, ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα ἕστηκε. Κἄν τις ἔρηταί σε, Τίς ἐλθὼν ἐκεῖθεν ἀπήγγειλε τὰ ἐκεῖ; εἰπὲ πρὸς αὐτόν· Ἀνθρώπων μὲν οὐδὲ εἷς· ἦ γὰρ ἂν καὶ ἠπιστήθη πολλάκις, ἅτε κομπάζων καὶ ἐπαίρων τὸ πρᾶγμα· ὁ δὲ τῶν ἀγγέλων ∆εσπότης πάντα μετὰ ἀκριβείας ἐκεῖνα ἀπήγγειλε. Τί τοίνυν ἡμῖν δεῖ ἀνθρώπου, τοῦ μέλλοντος ἡμᾶς εὐθύνας ἀπαιτεῖν καθ' ἑκάστην ἡμέραν βοῶντος, ὅτι καὶ γέενναν ἡτοίμασε, καὶ βασιλείαν παρεσκεύασε, καὶ τούτων ἡμῖν ἀποδείξεις παρασχομένου σαφεῖς; Εἰ γὰρ μὴ ἔμελλε κρίνειν, οὐδ' ἂν ἐνταῦθα δίκην ἀπῄτησε. Καὶ γὰρ καὶ αὐτὸ τοῦτο πῶς ἂν ἔχοι λόγον, τὸ τῶν πονηρῶν τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ μὴ προσωπολήπτης ἐστὶν ὁ Θεὸς, ὥσπερ οὖν οὐδέ ἐστι, τί δήποτε τὸν μὲν ἀπῄτησε δίκην, τὸν δὲ ἀφῆκεν ἀτιμώρητον ἀπελθεῖν; Τοῦτο γὰρ τοῦ προτέρου πάλιν ἐστὶν ἀπορώτερον. Ἀλλ' εἰ βούλεσθε μετ' εὐγνωμοσύνης ἀκούειν τῶν λεγομένων, καὶ ταύτην διαλύσομεν τὴν ἀπορίαν. Τίς οὖν ἐστιν ἡ λύσις; Οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην, ἵνα μὴ ἀπογνῷς τὴν ἀνάστασιν, καὶ ἀπελπίσῃς τὴν κρίσιν, ὡς πάντων ἐνταῦθα διδόντων λόγον· οὔτε πάντας ἀφίησιν ἀτιμωρητὶ ἀπελθεῖν, ἵνα μὴ πάλιν ἀπρονόητα εἶναι τὰ πάντα νομίσῃς· ἀλλὰ καὶ κολάζει, καὶ οὐ κολάζει· δι' ὧν μὲν κολάζει, δεικνὺς ὅτι καὶ ἐκεῖ τοὺς οὐ κολασθέντας ἐνταῦθα ἀπαιτήσει λόγον· δι' ὧν δὲ οὐ κολάζει, παρασκευάζων σε πιστεύειν, ὅτι ἔστι τι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν κριτήριον φοβερόν. Εἰ δὲ καθόλου τῶν προτέρων ἠμέλει, οὐδ' ἂν ἐκόλασέ τινας ἐνταῦθα, οὐδ' ἂν εὐηργέτησε. Νῦν δὲ ὁρᾷς αὐτὸν διὰ σὲ καὶ οὐρανὸν τείνοντα, καὶ ἥλιον ἀνάπτοντα, καὶ γῆν θεμελιοῦντα, καὶ θάλατταν χέοντα, καὶ ἀέρα ἁπλοῦντα, καὶ σελήνῃ τάττοντα δρόμους, καὶ ταῖς ὥραις τοῦ ἔτους ἀκινήτους τιθέντα νόμους, καὶ τὰ ἄλλα δὲ ἅπαντα τῷ νεύματι τῷ ἐκείνου τὸν ἑαυτῶν μετὰ ἀκριβείας ἀνύοντα δρόμον. Καὶ γὰρ ἡ φύσις ἡ ἡμετέρα, καὶ ἡ τῶν ἀλόγων, τῶν ἑρπόντων, τῶν βαδιζόντων, τῶν πετομένων, τῶν νηχομένων, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν ὄρεσι, τῶν ἐν νάπαις, τῶν ἐν οἰκίαις, τῶν ἐν ἀέρι, τῶν ἐν πεδίοις, καὶ φυτὰ, καὶ σπέρματα, καὶ δένδρα, τά τε ἄγρια, τά τε ἥμερα, τά τε ἔγκαρπα καὶ ἄκαρπα, καὶ πάντα ἁπλῶς ὑπὸ τῆς ἀκαμάτου κινούμενα χειρὸς ἐκείνης, τὴν ἡμετέραν οἰκονομεῖ ζωὴν, οὐ πρὸς χρείαν μόνον, ἀλλὰ καὶ πρὸς φιλοτιμίαν τὴν διακονίαν ἡμῖν ἐξ αὐτῶν παρεχόμενα. Τοσαύτην τοίνυν ὁρῶν εὐταξίαν, καίτοιγε οὐδὲ τὸ πολλοστὸν εἴπομεν μέρος, τολμᾷς εἰπεῖν, ὅτι ὁ τοσαῦτα καὶ τηλικαῦτα ἐργασάμενος διὰ σὲ, ἐν τοῖς καιρίοις σε παρόψεται, καὶ μετὰ τῶν ὄνων καὶ τῶν χοίρων ἀφήσει τελευτήσαντα κεῖσθαι, καὶ δώρῳ σε τιμήσας τοσούτῳ, τῷ τῆς εὐσεβείας, ᾧ καὶ τῶν ἀγγέλων ἐποίησεν ἴσον, περιόψεταί σε μετὰ τοὺς μυρίους πόνους καὶ ἱδρῶτας; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Ταῦτα γὰρ, κἂν ἡμεῖς σιγήσωμεν, οἱ λίθοι κεκράξονται· οὕτω σαφῆ καὶ δῆλα, καὶ τῆς ἀκτῖνος αὐτῆς ἐστι φανότερα. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, καὶ πείσαντες τὴν ἑαυτῶν ψυχὴν, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν καὶ βήματι παραστησόμεθα φοβερῷ, καὶ λόγον δώσομεν τῶν πεπραγμένων ἁπάντων, καὶ εὐθύνας ὑφέξομεν, καὶ δίκην ὑποστησόμεθα, ἂν μένωμεν πλημμελοῦντες, καὶ στεφάνων ἀπολαυσόμεθα καὶ ἀγαθῶν ἀποῤῥήτων, ἂν μικρὸν ἑαυτοῖς προσέχειν βουληθῶμεν, τούς τε ἀντιλέγοντας ἐπὶ τούτοις ἐπιστομίζωμεν, καὶ αὐτοὶ τὴν τῆς ἀρετῆς ὁδὸν ἑλώμεθα, ἵνα μετὰ παῤῥησίας τῆς προσηκούσης εἰς ἐκεῖνο τὸ δικαστήριον ἀπελθόντες, ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ι∆ʹ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
αʹ. Τίνος ἕνεκεν ἀναχωρεῖ; Πάλιν παιδεύων ἡμᾶς, μὴ ὁμόσε χωρεῖν τοῖς πειρασμοῖς, ἀλλ' εἴκειν καὶ παραχωρεῖν. Οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. Τοῦτο τοίνυν διδάσκων, καὶ τὸν φθόνον τὸν Ἰουδαϊκὸν παραμυθούμενος, ἀναχωρεῖ εἰς τὴν Καπερναοὺμ, ὁμοῦ μὲν πληρῶν τὴν προφητείαν, ὁμοῦ δὲ καὶ τοὺς διδασκάλους τῆς οἰκουμένης ἁλιεῦσαι σπεύδων, ἐπειδήπερ ἐκεῖ διέτριβον τῇ τέχνῃ χρώμενοι. Σὺ δέ μοι σκόπει, πῶς πανταχοῦ μέλλων ἐπὶ τὰ ἔθνη ἀπιέναι, παρὰ Ἰουδαίων λαμβάνει τὰς αἰτίας. Καὶ γὰρ ἐνταῦθα ἐπιβουλεύσαντες τῷ Προδρόμῳ, καὶ εἰς δεσμωτήριον ἐμβαλόντες, ὠθοῦσιν αὐτὸν εἰς τὴν Γαλιλαίαν τῶν ἐθνῶν. Ὅτι γὰρ οὔτε ἀπὸ μέρους λέγει τὸ ἔθνος τὸ Ἰουδαϊκὸν, οὔτε πάσας αἰνίττεται τὰς φυλὰς, σκόπει πῶς διορίζει τὸ χωρίον ἐκεῖνο ὁ προφήτης, οὕτω λέγων· Γῆ Νεφθαλεὶμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς εἶδε μέγα· σκότος ἐνταῦθα οὐ τὸ αἰσθητὸν καλῶν, ἀλλὰ τὴν πλάνην καὶ τὴν ἀσέβειαν. ∆ιὸ καὶ ἐπήγαγε· Τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. Ἵνα γὰρ μάθῃς ὅτι οὔτε φῶς, οὔτε σκότος αἰσθητόν φησι, περὶ μὲν τοῦ φωτὸς διαλεγόμενος, οὐχ ἁπλῶς φῶς ἐκάλεσεν, ἀλλὰ φῶς μέγα, ὃ ἀλλαχοῦ ἀληθινόν φησιν· τὸ δὲ σκότος ἐξηγούμενος, σκιὰν θανάτου ὠνόμασεν. Εἶτα δεικνὺς ὅτι οὐκ αὐτοὶ ζητήσαντες εὗρον, ἀλλ' ὁ Θεὸς αὐτοῖς ἄνωθεν ἐπεφάνη, φησὶ, Φῶς ἀνέτειλεν αὐτοῖς, τουτέστιν, αὐτὸ τὸ φῶς ἀνέτειλε καὶ ἔλαμψεν· οὐκ αὐτοὶ πρότεροι τῷ φωτὶ προσέδραμον. Καὶ γὰρ ἐν ἐσχάτοις τὰ ἀνθρώπινα ἦν πρὸ τῆς Χριστοῦ παρουσίας. Οὐδὲ γὰρ ἐβάδιζον ἐν σκότει, ἀλλ' ἐκάθηντο ἐν σκότει· ὅπερ σημεῖον ἦν τοῦ μηδὲ ἐλπίζειν αὐτοὺς ἀπαλλάττεσθαι· ὥσπερ γὰρ οὐδὲ εἰδότες, ποῦ δεῖ προβῆναι, οὕτω καταληφθέντες ὑπὸ τοῦ σκότους ἐκάθηντο, μὴ δυνάμενοι μηδὲ στῆναι λοιπόν. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέ γειν· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ἀπὸ τότε· πότε; Ἐξ οὗ ἐνεβλήθη Ἰωάννης. Καὶ διατί μὴ ἐξ ἀρχῆς αὐτοῖς ἐκήρυξε; τί δὲ ὅλως Ἰωάννου ἔδει, τῆς τῶν ἔργων μαρτυρίας αὐτὸν κηρυττούσης; Ἵνα κἀντεῦθεν αὐτοῦ τὴν ἀξίαν μάθῃς, ὅτι καθάπερ ὁ Πατὴρ, οὕτω καὶ αὐτὸς προφήτας ἔχει· ὅπερ καὶ ὁ Ζαχαρίας ἔλεγε· Καὶ σὺ, παιδίον, Προφήτης Ὑψίστου κληθήση· καὶ ἵνα μηδεμίαν τοῖς ἀναισχύντοις αἰτίαν καταλίπῃ Ἰουδαίοις· ὅπερ οὖν καὶ αὐτὸς τέθεικε λέγων· Ἦλθεν Ἰωάννης μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· ∆αιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς. Ἄλλως δὲ καὶ ἀναγκαῖον ἦν παρ' ἑτέρου πρότερον λεχθῆναι τὰ περὶ αὐτοῦ, καὶ μὴ παρ' αὐτοῦ. Εἰ γὰρ καὶ μετὰ τοσαύτας καὶ τηλικαύτας μαρτυρίας τε καὶ ἀποδείξεις ἔλεγον· Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής· εἰ μηδὲν εἰρηκότος Ἰωάννου παρελθὼν εἰς μέσους πρῶτος αὐτὸς ἐμαρτύρησε, τί οὐκ ἂν ἐφθέγξαντο; ∆ιὰ τοῦτο οὔτε ἐκήρυξε πρὸ ἐκείνου, οὔτε ἐθαυματούργησεν, ἕως ἐνέπεσεν εἰς τὸ δεσμωτήριον ἐκεῖνος, ἵνα μὴ ταύτῃ τὸ πλῆθος σχίζηται. ∆ιὰ τοῦτο οὐδὲ σημεῖον οὐδὲν ἐποίησεν Ἰωάννης, ἵνα καὶ ἐντεῦθεν τὸ πλῆθος τῷ Ἰησοῦ παραδῷ, τῶν θαυμάτων πρὸς ἐκεῖνον ἑλκόντων αὐτούς. Εἰ γὰρ καὶ τοσούτων οἰκονομηθέντων, καὶ πρὸ τοῦ δεσμωτηρίου, καὶ μετὰ τὸ δεσμωτήριον, ζηλοτύπως πρὸς αὐτὸν εἶχον οἱ μαθηταὶ Ἰωάννου· καὶ οἱ πολλοὶ δὲ οὐχὶ αὐτὸν, ἀλλὰ τὸν Ἰωάννην ὑπώπτευον εἶναι τὸν Χριστόν· εἰ μηδὲν τούτων ἐγένετο, τί οὐκ ἂν συνέβη; ∆ιὰ τοῦτο καὶ ὁ Ματθαῖος ἐπισημαίνεται, ὅτι ἀπὸ τότε ἤρξατο κηρύσσειν· καὶ ἀρξάμενος τὸ κήρυγμα, ὃ ἐκεῖνος ἐκήρυττε, τοῦτο καὶ αὐτὸς ἐδίδασκε, καὶ οὐδὲν οὐδέπω περὶ ἑαυτοῦ τὸ κήρυγμα ὃ ἐκήρυττε λέγει. Καὶ γὰρ καὶ τοῦτο τέως ἀγαπητὸν ἦν παραδεχθῆναι, ἐπεὶ μηδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον.
βʹ. ∆ιὰ τοῦτο καὶ ἀρχόμενος οὐδὲν φορτικὸν τίθησι καὶ ἐπαχθὲς, οἷον ἐκεῖνος, ἀξίνην, καὶ δένδρον κοπτόμενον, καὶ πτύου καὶ ἅλωνος καὶ πυρὸς ἀσβέστου μνημονεύων· ἀλλὰ χρηστὰ προοιμιάζεται, τοὺς οὐρανοὺς καὶ τὴν βασιλείαν τὴν ἐκεῖ τοῖς ἀκούουσιν εὐαγγελιζόμενος. Καὶ περιπατῶν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφοὺς, Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν (ἦσαν γὰρ ἁλιεῖς), καὶ λέγει αὐτοῖς· ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ. Καίτοι Ἰωάννης φησὶν ἑτέρως αὐτοὺς κεκλῆσθαι. Ὅθεν δῆλον, ὅτι δευτέρα αὕτη ἡ κλῆσις ἦν· καὶ πολλαχόθεν τοῦτο ἄν τις συνίδοι. Ἐκεῖ μὲν γάρ φησιν, ὅτι οὔπω βληθέντος Ἰωάννου εἰς τὴν φυλακὴν προσῆλθον· ἐνταῦθα δὲ, μετὰ τὸ ἐμπεσεῖν αὐτόν. Κἀκεῖ μὲν ὁ Ἀνδρέας καλεῖ τὸν Πέτρον· ἐνταῦθα δὲ ἀμφοτέρους ὁ Ἰησοῦς. Καὶ Ἰωάννης μέν φησιν, ὅτι Ἰδὼν ὁ Ἰησοῦς τὸν Σίμωνα ἐρχόμενον, λέγει· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ὁ δὲ Ματθαῖός φησιν, ὅτι ἤδη τοῦτο κεκλημένος ἦν τὸ ὄνομα· Ἰδὼν γὰρ, φησὶ, Σίμωνα τὸν λεγόμενον Πέτρον. Καὶ ἀπὸ τοῦ τόπου δὲ, ὅθεν ἐκλήθησαν, καὶ πολλαχόθεν ἄλλοθεν ἄν τις τοῦτο συνίδοι, καὶ ἐκ τοῦ ῥᾳδίως ὑπακοῦσαι, καὶ ἐκ τοῦ πάντα ἀφεῖναι. Ἤδη γὰρ ἦσαν προπεπαιδευμένοι καλῶς. Ἐκεῖ μὲν γὰρ εἰς τὴν οἰκίαν φαίνεται ὁ Ἀνδρέας ἐρχόμενος, καὶ πολλὰ ἀκούων· ἐνταῦθα δὲ ψιλὸν ῥῆμα ἀκούσαντες, εὐθέως ἠκολούθησαν. Καὶ γὰρ εἰκὸς ἀκολουθήσαντας ἐξ ἀρχῆς ἀφεῖναι πάλιν, τόν τε Ἰωάννην ἰδόντας εἰς δεσμωτήριον ἐμπεσόντα καὶ αὐτὸν ἀναχωροῦντα, καὶ ἐπὶ τὴν οἰκείαν πάλιν τέχνην ἐπανελθεῖν. Οὕτω γοῦν αὐτοὺς καὶ εὑρίσκει ἁλιεύοντας. Αὐτὸς δὲ οὔτε βουλομένους ἀναχωρῆσαι τὴν ἀρχὴν ἐκώλυσεν, οὔτε ἀναχωρήσαντας εἰς τέλος ἀφῆκεν· ἀλλ' ἐνδοὺς ὅτε ἀπεπήδησαν, ἔρχεται πάλιν αὐτοὺς ἀνακτησόμενος· ὅπερ μέγιστος τρόπος ἁλείας ἐστί. Σκόπει δὲ αὐτῶν καὶ τὴν πίστιν καὶ τὴν ὑπακοήν. Καὶ γὰρ ἐν μέσοις τοῖς ἔργοις ὄντες (ἴστε δὲ πῶς λίχνον ἡ ἁλεία), ἀκούσαντες αὐτοῦ κελεύοντος, οὐκ ἀνεβάλοντο, οὐχ ὑπερέθεντο, οὐκ εἶπον· Ὑποστρέψαντες οἴκαδε διαλεχθῶμεν τοῖς προσήκουσιν· ἀλλὰ πάντα ἀφέντες εἴποντο, καθάπερ καὶ Ἐλισσαῖος ἐπὶ Ἠλίου ἐποίησε. Τοιαύτην γὰρ ὁ Χριστὸς ὑπακοὴν ζητεῖ παρ' ἡμῶν, ὥστε μηδὲ ἀκαριαῖον ἀναβάλλεσθαι χρόνον, κἂν σφόδρα τι τῶν ἀναγκαιοτάτων ἡμᾶς κατεπείγῃ. ∆ιὸ καὶ ἕτερόν τινα προσελθόντα καὶ ἀξιοῦντα θάψαι τὸν ἑαυτοῦ πατέρα, οὐδὲ τοῦτο ποιῆσαι ἀφῆκε, δεικνὺς ὅτι πάντων τὴν ἀκολούθησιν τὴν ἑαυτοῦ προτιμᾷν δεῖ. Εἰ δὲ λέγοις, ὅτι μεγίστη ἡ ὑπόσχεσις· καὶ διὰ τοῦτο μάλιστα αὐτοὺς θαυμάζω, ὅτι μηδὲν μηδέπω σημεῖον ἰδόντες, μεγέθει τοσούτῳ ἐπαγγελίας ἐπίστευσαν, καὶ πάντα δεύτερα ἔθεντο τῆς ἀκολουθήσεως ἐκείνης. Καὶ γὰρ δι' ὧν ἡλιεύθησαν λόγων, ἐπίστευσαν ὅτι καὶ ἑτέρους διὰ τούτων ἁλιεύειν δυνήσονται. Τούτοις μὲν οὖν τοῦτο ὑπέσχετο· τοῖς δὲ περὶ Ἰάκωβον καὶ Ἰωάννην οὐδὲν τοιοῦτόν φησιν. Ἡ γὰρ τῶν προφθασάντων ὑπακοὴ προωδοποίησε λοιπὸν τούτοις. Ἄλλως δὲ καὶ πολλὰ ἦσαν πρότερον ἀκηκοότες περὶ αὐτοῦ. Θέα δὲ πῶς καὶ τὴν πενίαν αὐτῶν ἡμῖν μετὰ ἀκριβείας αἰνίττεται. Εὗρε γὰρ αὐτοὺς ῥάπτοντας τὰ δίκτυα αὐτῶν. Τοσαύτη ἦν τῆς πτωχείας ἡ ὑπερβολὴ, ὡς τὰ πεπονηκότα διορθοῦν, μὴ δυναμένους ὠνήσασθαι ἕτερα. Οὐ μικρὰ δὲ τέως καὶ αὕτη ἔνδειξις ἀρετῆς, τὸ πενίαν φέρειν εὐκόλως, τὸ ἀπὸ δικαίων τρέφεσθαι πόνων, τὸ συνδεδέσθαι ἀλλήλοις τῇ τῆς ἀγάπης δυνάμει, τὸ τὸν πατέρα ἔχειν μεθ' ἑαυτῶν καὶ θεραπεύειν. Ἐπειδὴ τοίνυν αὐτοὺς ἡλίευσε, τότε ἄρχεται παρόντων θαυματουργεῖν, δι' ὧν ποιεῖ τὰ ὑπὸ Ἰωάννου περὶ αὐτοῦ εἰρημένα βεβαιῶν. Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπεχωρίαζε, καὶ ἐντεῦθεν αὐτοὺς παιδεύων, ὅτι οὐκ ἔστιν ἀντίθεός τις καὶ πλάνος, ἀλλὰ συμφωνῶν τῷ Πατρὶ παραγέγονεν. Ἐπιχωριάζων δὲ, οὐκ ἐκήρυττε μόνον, ἀλλὰ καὶ σημεῖα ἐπεδείκνυτο.
γʹ. Καὶ γὰρ πανταχοῦ εἴ πού τι ξένον γίνεται καὶ παράδοξον, καὶ πολιτείας τινὸς εἰσαγωγὴ, σημεῖα ποιεῖν εἴωθεν ὁ Θεὸς, ἐνέχυρα τῆς αὐτοῦ δυνάμεως παρέχων τοῖς τοὺς νόμους δέχεσθαι μέλλουσιν. Οὕτω γοῦν ὅτε τὸν ἄνθρωπον ποιεῖν ἔμελλε, τὸν κόσμον ἔκτισεν ἅπαντα, καὶ τότε αὐτῷ τὸν νόμον ἐκεῖνον ἔδωκε τὸν ἐν τῷ παραδείσῳ. Καὶ ὅτε τῷ Νῶε νομοθετεῖν ἔμελλε, πάλιν μεγάλα ἐπεδείξατο θαύματα, δι' ὧν ἅπασαν ἀνεστοιχείου τὴν κτίσιν, καὶ τὸ φοβερὸν ἐκεῖνο πέλαγος ἐπ' ἐνιαυτὸν ὁλόκληρον ἐποίει κρατεῖν, καὶ δι' ὧν ἐν τοσαύτῃ ζάλῃ τὸν δίκαιον ἐκεῖνον διέσωσε. Καὶ ἐπὶ τοῦ Ἀβραὰμ δὲ πολλὰ σημεῖα παρέσχετο· οἷον, τὴν νίκην τὴν ἐν τῷ πολέμῳ, τὴν πληγὴν τὴν κατὰ τοῦ Φαραὼ, τὴν ἐκ τῶν κινδύνων ἀπαλλαγήν. Καὶ Ἰουδαίοις νομοθετεῖν μέλλων, τὰ θαυμαστὰ ἐκεῖνα καὶ μεγάλα τεράστια ἐπεδείξατο, καὶ τότε τὸν νόμον ἔδωκεν. Οὕτω δὴ καὶ ἐνταῦθα μέλλων ὑψηλήν τινα εἰσάγειν πολιτείαν, καὶ ἃ μηδέποτε ἤκουσαν λέγειν αὐτοῖς, τῇ τῶν θαυμάτων ἐπιδείξει βεβαιοῖ τὰ λεγόμενα. Ἐπειδὴ γὰρ ἡ κηρυττομένη βασιλεία οὐκ ἐφαίνετο, ἀπὸ τῶν φαινομένων τὴν ἄδηλον ποιεῖ φανεράν. Καὶ σκόπει τὸ ἀπέριττον τοῦ εὐαγγελιστοῦ, πῶς οὐ καθ' ἕκαστον ἡμῖν διηγεῖται τῶν θεραπευομένων, ἀλλὰ βραχέσι ῥήμασι νιφάδας παρατρέχει σημείων. Προσήνεγκαν γὰρ αὐτῷ, φησὶ, πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικοὺς, καὶ ἐθεράπευσεν αὐτούς. Ἀλλὰ τὸ ζητούμενον ἐκεῖνό ἐστι· Τί δήποτε παρ' οὐδενὸς αὐτῶν πίστιν ἐπεζήτησεν; Οὐδὲ γὰρ εἶπεν ὃ μετὰ ταῦτα φαίνεται λέγων· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; ὅτι οὐδέπω τῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν ἦν δεδωκώς. Ἄλλως δὲ καὶ αὐτὸ τὸ προσιέναι καὶ προσάγειν οὐ τὴν τυχοῦσαν ἐπεδείκνυτο πίστιν. Καὶ γὰρ πόῤῥωθεν αὐτοὺς ἔφερον, οὐκ ἂν ἐνεγκόντες, εἰ μὴ μεγάλα ἦσαν περὶ αὐτοῦ πεπεικότες ἑαυτούς. Ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ ἡμεῖς· καὶ γὰρ νοσήματα πολλὰ ἔχομεν ψυχῶν, καὶ ταῦτα προηγουμένως βούλεται θεραπεύειν. ∆ιὰ γὰρ τοῦτο κἀκεῖνα διορθοῦται, ἵνα ταῦτα ἐξορίσῃ τῆς ψυχῆς τῆς ἡμετέρας. Προσέλθωμεν τοίνυν αὐτῷ, καὶ μηδὲν βιωτικὸν αἰτῶμεν, ἀλλ' ἁμαρτημάτων ἄφεσιν· καὶ γὰρ δίδωσι καὶ νῦν, ἐὰν σπουδάζωμεν. Τότε μὲν γὰρ εἰς τὴν Συρίαν ἐξῆλθεν αὐτοῦ ἡ ἀκοή· νῦν δὲ εἰς τὴν οἰκουμένην ὅλην. Κἀκεῖνοι μὲν ἀκούσαντες, ὅτι δαιμονῶντας ἐθεράπευσε, συνέτρεχον· σὺ δὲ πολλῷ πλείονα πεῖραν αὐτοῦ λαβὼν τῆς δυνάμεως καὶ μείζονα, οὐ διανίστασαι καὶ τρέχεις; ἀλλ' ἐκεῖνοι μὲν καὶ πατρίδα ἀφῆκαν, καὶ φίλους, καὶ συγγενεῖς· σὺ δὲ οὐδὲ οἰκίαν ἀφεῖναι ἀνέχῃ ὑπὲρ τοῦ προσελθεῖν, καὶ πολλῷ μειζόνων τυχεῖν; Μᾶλλον δὲ οὐδὲ τοῦτο ἀπαιτοῦμεν παρὰ σοῦ· ἀλλὰ συνήθειαν ἄφες πονηρὰν μόνον, καὶ μένων οἴκοι μετὰ τῶν σεαυτοῦ δυνήσῃ σωθῆναι ῥᾳδίως. Νῦν δὲ ἂν μὲν σωματικὸν ἔχωμεν πάθος, πάντα ποιοῦμεν καὶ πραγματευόμεθα, ὥστε ἀπαλλαγῆναι τοῦ λυποῦντος ἡμᾶς· τῆς δὲ ψυχῆς ἡμῶν κακῶς διακειμένης, μέλλομεν καὶ ἀναδυόμεθα, ∆ιὰ τοῦτο οὐδὲ ἐκείνων ἀπαλλασσόμεθα· ἐπειδὴ τὰ μὲν ἀναγκαῖα ἡμῖν πάρεργα γίνεται, τὰ δὲ πάρεργα ἀναγκαῖα· καὶ τὴν πηγὴν τῶν κακῶν ἀφέντες, τοὺς ῥύακας ἐκκαθαίρειν ἐθέλομεν. Ὅτι γὰρ τῶν ἐν τῷ σώματι κακῶν ἡ πονηρία τῆς ψυχῆς αἰτία, καὶ ὁ παραλελυμένος τριάκοντα καὶ ὀκτὼ ἔτη, καὶ ὁ διὰ τοῦ στέγους χαλασθεὶς, καὶ πρὸ τούτων δὲ ὁ Κάϊν ἐδήλωσε· καὶ πολλαχόθεν δὲ ἑτέρωθεν τοῦτο ἄν τις κατίδοι. Ἀνέλωμεν τοίνυν τῶν κακῶν τὴν πηγὴν, καὶ πάντα στήσεται τῶν νοσημάτων τὰ ῥεύματα. Οὐ γὰρ τὸ παραλελύσθαι μόνον νόσημα, ἀλλὰ καὶ τὸ ἁμαρτάνειν· καὶ τοῦτο μᾶλλον ἢ ἐκεῖνο, ὅσῳ καὶ ψυχὴ σώματος ἀμείνων. Προσέλθωμεν τοίνυν αὐτῷ καὶ νῦν, παρακαλέσωμεν ἵνα σφίγξῃ τὴν ψυχὴν ἡμῶν παραλελυμένην, καὶ τὰ βιωτικὰ ἀφέντες πάντα τῶν πνευματικῶν μόνον ποιώμεθα λόγον. Εἰ δὲ καὶ τούτων ἀντέχῃ, μετ' ἐκεῖνα αὐτῶν φρόντιζε. Μηδ' ὅτι οὐκ ἀλγεῖς ἁμαρτάνων καταφρόνει, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα στέναξον, ἐπειδὴ οὐκ αἰσθάνῃ τῆς ὀδύνης τῶν πλημμελημάτων. Οὐ γὰρ παρὰ τὸ μὴ δάκνειν τὴν ἁμαρτίαν τοῦτο γίνεται, ἀλλὰ παρὰ τὸ ἀναίσθητον εἶναι τὴν πλημμελοῦσαν ψυχήν. Ἐννόησον γοῦν τοὺς αἰσθανομένους τῶν οἰκείων ἁμαρτημάτων, πῶς τῶν τεμνομένων καὶ καιομένων πικρότερον ὀλολύζουσι, πόσα πράττουσι, πόσα πάσχουσι, πόσα πενθοῦσι καὶ ὀδύρονται, ὥστε ἀπαλλαγῆναι τοῦ πονηροῦ συνειδότος· ὅπερ οὐκ ἂν ἐποίησαν, εἰ μὴ σφόδρα ἤλγουν κατὰ ψυχήν.
δʹ. Τὸ μὲν οὖν ἄμεινον, τὸ μηδὲ ὅλως ἁμαρτάνειν· τὸ δὲ μετ' ἐκεῖνο, τὸ ἁμαρτάνοντας αἰσθάνεσθαι καὶ διορθοῦσθαι. Εἰ δὲ μὴ τοῦτο ἔχοιμεν, πῶς δεησόμεθα τοῦ Θεοῦ, καὶ ἄφεσιν αἰτησόμεθα ἁμαρτημάτων, οἱ τούτων μηδένα ποιούμενοι λόγον; Ὅταν γὰρ σὺ αὐτὸς ὁ πεπλημμεληκὼς μηδὲ αὐτὸ τοῦτο, ὅτι ἥμαρτες, εἰδέναι ἐθέλῃς, ὑπὲρ ποίων παρακαλέσεις τὸν Θεὸν πλημμελημάτων; ὑπὲρ ὧν οὐκ οἶδας; καὶ πῶς εἴσῃ τῆς εὐεργεσίας τὸ μέγεθος; Εἰπὲ τοίνυν σου τὰ πλημμελήματα κατ' εἶδος, ἵνα μάθῃς τίνων λαμβάνεις συγχώρησιν, ἵν' οὕτως εὐγνώμων γένῃ περὶ τὸν εὐεργέτην. Σὺ δὲ ἄνθρωπον μὲν παροξύνων, καὶ φίλους καὶ γείτονας καὶ θυρωροὺς παρακαλεῖς, καὶ χρήματα δαπανᾷς, καὶ πολλὰς ἀναλίσκεις ἡμέρας προσιὼν καὶ δεόμενος, κἂν ἅπαξ, κἂν δὶς, κἂν μυριάκις σε διακρούσηται ὁ παροξυνθεὶς, οὐκ ἀναπίπτεις, ἀλλ' ἐναγώνιος μᾶλλον γενόμενος, πλείονα τὴν ἱκετηρίαν τίθης· τοῦ δὲ τῶν ὅλων Θεοῦ παροξυνομένου, χασμώμεθα, καὶ ἀναπίπτομεν, καὶ τρυφῶμεν, καὶ μεθύομεν, καὶ τὰ κατὰ συνήθειαν πάντα πράττομεν. Καὶ πότε αὐτὸν δυνησόμεθα ἵλεων ποιῆσαι; πῶς δὲ οὐκ αὐτῷ τούτῳ μειζόνως παροξυνοῦμεν; Τοῦ γὰρ ἁμαρτάνειν τὸ μηδὲ ἀλγεῖν ἁμαρτάνοντας μᾶλλον ἀγανακτεῖν αὐτὸν ποιεῖ καὶ ὀργίζεσθαι. ∆ιόπερ εἰς αὐτὴν λοιπὸν ἄξιον καταδῦναι τὴν γῆν, καὶ μηδὲ τὸν ἥλιον ὁρᾷν τοῦτον, μηδὲ ἀναπνεῖν ὅλως, ὅτι οὕτως εὐκατάλλακτον ∆εσπότην ἔχοντες, παροξύνομέν τε αὐτὸν, καὶ παροξύνοντες οὐδὲ μετανοοῦμεν; καίτοιγε αὐτὸς, οὐδὲ ὅταν ὀργίζηται, μισῶν καὶ ἀποστρεφόμενος ἡμᾶς τοῦτο ποιεῖ, ἀλλ' ἵνα κἂν οὕτως ἡμᾶς ἐπισπάσηται πρὸς ἑαυτόν. Εἰ γὰρ ὑβριζόμενος διηνεκῶς εὐηργέτει, μᾶλλον ἂν κατεφρόνησας. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἀποστρέφεται πρὸς ὀλίγον, ἵνα διαπαντός σε ἔχῃ μεθ' ἑαυτοῦ. Θαῤῥήσωμεν τοίνυν αὐτοῦ τῇ φιλανθρωπίᾳ, καὶ μετάνοιαν ἐπιδειξώμεθα μεμεριμνημένην, πρὶν ἢ τὴν ἡμέραν ἐπιστῆναι τὴν οὐκ ἐῶσαν ἡμᾶς κερδᾶναι ἐκ τούτου. Νῦν μὲν γὰρ ἐφ' ἡμῖν τὸ πᾶν κεῖται· τότε δὲ ὁ δικάζων μόνος τῆς ψήφου γίνεται κύριος. Προφθάσωμεν τοίνυν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, κλαύσωμεν, θρηνήσωμεν. Ἂν γὰρ δυνηθῶμεν παρακαλέσαι τὸν δικαστὴν πρὸ τῆς κυρίας ἀφεῖναι ἡμῖν τὰ ἁμαρτήματα, οὐδὲ εἰσόδου χρεία λοιπόν· ὥσπερ οὖν ἐὰν μὴ τοῦτο γένηται, δημοσίᾳ τῆς οἰκουμένης παρούσης ἡμῶν ἀκούσεται, καὶ οὐδεμία ἡμῖν ἔσται λοιπὸν συγγνώμης ἐλπίς. Οὐδεὶς γὰρ τῶν ἐνταῦθα μὴ διαλυσαμένων τὰ ἁμαρτήματα, ἀπελθὼν ἐκεῖ δυνήσεται τὰς ἐπὶ τούτοις εὐθύνας διαφυγεῖν· ἀλλ' ὥσπερ οἱ ἀπὸ τῶν δεσμωτηρίων τούτων μετὰ τῶν ἁλύσεων προσάγονται εἰς τὸ δικαστήριον, οὕτως αἱ ψυχαὶ πᾶσαι, ὅταν ἐντεῦθεν ἀπέλθωσι, τὰς ποικίλας περικείμενοι σειρὰς τῶν ἁμαρτημάτων, ἐπὶ τὸ βῆμα ἄγονται τὸ φοβερόν. Καὶ γὰρ δεσμωτηρίου οὐδὲν ἄμεινον ὁ παρὼν βίος διάκειται· ἀλλ' ὥσπερ εἰς τὸ οἴκημα εἰσελθόντες ἐκεῖνο, πάντας ὁρῶμεν ἁλύσεις περικειμένους· οὕτω καὶ νῦν, ἂν τῆς φαντασίας τῆς ἔξωθεν ἑαυτοὺς ἀποστήσαντες, εἰς τὸ ἑκάστου βίον εἰσέλθωμεν, εἰς τὴν ἑκάστου ψυχὴν, ὀψόμεθα σιδήρου χαλεπώτερα δεσμὰ περικειμένην· καὶ μάλιστα ἂν εἰς τὰς τῶν πλουτούντων εἰσέλθῃς ψυχάς· ὅσῳ γὰρ ἂν πλείονα ὦσι περιβεβλημένοι, τοσούτῳ μᾶλλόν εἰσι δεδεμένοι. Ὥσπερ οὖν τὸν δεσμώτην ἐπειδὰν ἴδῃς καὶ ἐπὶ τοῦ νώτου, καὶ ἐπὶ τῶν χειρῶν, πολλάκις δὲ καὶ ἐπὶ τῶν ποδῶν σεσιδηρωμένον, διὰ τοῦτο μάλιστα ταλανίζεις· οὕτω καὶ τὸν πλούσιον, ὅταν θεάσῃ μυρία περιβεβλημένον πράγματα, μὴ διὰ ταῦτα πλούσιον, ἀλλὰ δι' αὐτὰ μὲν οὖν ταῦτα ἄθλιον εἶναι νόμιζε· μετὰ γὰρ τῶν δεσμῶν τούτων καὶ δεσμοφύλακα ἔχει χαλεπὸν, τὸν πονηρὸν ἔρωτα τῶν χρημάτων· ὃς οὐκ ἀφίησιν ὑπερβῆναι τοῦτο τὸ δεσμωτήριον, ἀλλὰ μυρίας αὐτῷ κατασκευάζει πέδας καὶ φύλακας καὶ θύρας καὶ μοχλοὺς, καὶ εἰς τὴν ἐνδοτέραν αὐτὸν ἐμβαλὼν φυλακὴν, πείθει καὶ ἥδεσθαι τοῖς δεσμοῖς τούτοις, ἵνα μηδὲ ἐλπίδα τινὰ ἀπαλλαγῆς εὕρῃ τῶν ἐπικειμένων κακῶν. Κἂν ἀποκαλύψῃς τῷ λογισμῷ τὴν ψυχὴν ἐκείνου, οὐ δεδεμένην μόνον, ἀλλὰ καὶ αὐχμῶσαν καὶ ῥυπῶσαν καὶ φθειρῶν γέμουσαν ὄψει. Οὐδὲν γὰρ ἐκείνων ἀμείνους αἱ τῆς τρυφῆς ἡδοναὶ, ἀλλὰ καὶ βδελυρώτεραι, καὶ μᾶλλον τὸ σῶμα αὐτῶν λυμαίνονται μετὰ καὶ τῆς ψυχῆς, καὶ τούτῳ κἀκείνῃ μυρίας ἐπιφέρουσι νοσημάτων πληγάς. ∆ιὰ δὴ ταῦτα πάντα τὸν Λυτρωτὴν τῶν ψυχῶν τῶν ἡμετέρων παρακαλέσωμεν, ἵνα καὶ τὰ δεσμὰ διαῤῥήξῃ, καὶ τὸν χαλεπὸν ἡμῶν τοῦτον ἀποστήσῃ φύλακα, καὶ τοῦ φορτίου τῶν σιδηρῶν ἐκείνων ἁλύσεων ἀπαλλάξας, πτεροῦ κουφότερον ἡμῖν ποιήσῃ τὸ φρόνημα. Παρακαλοῦντες δὲ αὐτὸν, καὶ τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν, σπουδὴν καὶ γνώμην καὶ προθυμίαν ἀγαθήν. Οὕτω γὰρ δυνησόμεθα καὶ ἐν βραχεῖ καιρῷ τῶν κατεχόντων ἡμᾶς ἀπαλλαγῆναι κακῶν, καὶ μαθεῖν ἐν οἷς ἧμεν τὸ πρότερον, καὶ τῆς προσηκούσης ἀντιλαβέσθαι ἐλευθερίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΕʹ. Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μα θηταὶ αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδί δασκεν αὐτοὺς, λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.»
αʹ. Ὅρα τὸ ἀφιλότιμον καὶ ἀκόμπαστον. Οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ' ἑαυτοῦ, ἀλλ' ὅτε μὲν θεραπεῦσαι ἔδει, αὐτὸς περιῄει πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος· ὅτε δὲ πολὺς ὄχλος γέγονεν, ἐν ἑνὶ καθέζεται χωρίῳ· καὶ οὐκ ἐν πόλει καὶ ἀγορᾷ μέσῃ, ἀλλ' ἐν ὄρει καὶ ἐρημίᾳ, παιδεύων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπαλλάττεσθαι, καὶ μάλιστα ὅταν φιλοσοφεῖν δέῃ, καὶ περὶ ἀναγκαίων διαλέγεσθαι πραγμάτων. Ἀναβάντος δὲ αὐτοῦ καὶ καθίσαντος, προσῆλθον οἱ μαθηταί. Εἶδες αὐτῶν τὴν ἐπίδοσιν τῆς ἀρετῆς, καὶ πῶς ἀθρόον βελτίους ἐγένοντο; Οἱ μὲν γὰρ πολλοὶ, τῶν θαυμάτων ἦσαν θεαταί· οὗτοι δὲ καὶ ἀκοῦσαί τι λοιπὸν ἐπεθύμουν μέγα καὶ ὑψηλόν· ὅπερ οὖν αὐτὸν καὶ εἰς τὴν διδασκαλίαν ἐνέβαλε, καὶ τῶν λόγων ἄρξασθαι τούτων ἐποίησεν. Οὐδὲ γὰρ σώματα ἐθεράπευε μόνον, ἀλλὰ καὶ ψυχὰς διώρθου, καὶ πάλιν ἀπὸ τῆς τούτων ἐπιμελείας ἐπὶ τὴν ἐκείνων μετέβαινε θεραπείαν, ποικίλλων τε ὁμοῦ τὴν ὠφέλειαν, καὶ ἀναμιγνὺς τῇ τῶν λόγων διδασκαλίᾳ τὴν ἀπὸ τῶν ἔργων ἐπίδειξιν, καὶ τὰ ἀναίσχυντα τῶν αἱρετικῶν ἐμφράττων στόματα, δι' ὧν ἑκατέρας οὐσίας ἐκήδετο, δεικνὺς ὅτι ὁλοκλήρου τοῦ ζώου αὐτός ἐστι ∆ημιουργός. ∆ιὸ καὶ πολλῆς ἑκατέρᾳ τῇ φύσει μετεδίδου προνοίας, νῦν μὲν ἐκείνην, νῦν δὲ ταύτην διορθούμενος. Ὃ δὴ καὶ τότε ἐποίει. Ἀνοίξας γὰρ, φησὶ, τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτούς. Καὶ τίνος ἕνεκεν πρόσκειται τὸ, Ἀνοίξας τὸ στόμα αὐτοῦ; Ἵνα μάθῃς ὅτι καὶ σιγῶν ἐπαίδευεν, οὐχὶ φθεγγόμενος μόνον, ἀλλὰ νῦν μὲν τὸ στόμα ἀνοίγων, νῦν δὲ τὴν ἀπὸ τῶν ἔργων ἀφιεὶς φωνήν. Ὅταν δὲ ἀκούσῃς, ὅτι Ἐδίδασκεν αὐτοὺς, μὴ τοῖς μαθηταῖς αὐτὸν διαλέγεσθαι νόμιζε μόνον, ἀλλὰ καὶ δι' ἐκείνων ἅπασιν. Ἐπειδὴ γὰρ τὸ πλῆθος δημῶδες ἦν, ἔτι δὲ καὶ τῶν χαμαὶ συρομένων, τῶν μαθητῶν τὸν χορὸν ὑποστησάμενος, πρὸς ἐκείνους ποιεῖται τοὺς λόγους, ἐν τῇ πρὸς αὐτοὺς διαλέξει καὶ τοῖς λοιποῖς ἅπασι, τοῖς σφόδρα ἀποδέουσι τῶν λεγομένων, ἀνεπαχθῆ γίνεσθαι παρασκευάζων τῆς φιλοσοφίας τὴν διδασκαλίαν. Ὅπερ οὖν καὶ ὁ Λουκᾶς αἰνιττόμενος ἔλεγεν, ὅτι τὸν λόγον ἀπέστρεψε πρὸς αὐτούς· καὶ ὁ Ματθαῖος δὲ αὐτὸ τοῦτο δηλῶν ἔγραφεν, ὅτι Προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ αὐτοὺς ἐδίδασκεν. Οὕτω γὰρ καὶ οἱ λοιποὶ προσέχειν ἔμελλον προθυμότερον, ἢ εἰ πρὸς ἅπαντας ἀπετείνατο. Πόθεν οὖν ἄρχεται, καὶ ποῖα θεμέλια τίθησι τῆς καινῆς πολιτείας ἡμῖν; Ἀκούσωμεν μετὰ ἀκριβείας τῶν λεγομένων· εἴρηται μὲν γὰρ πρὸς ἐκείνους, ἐγράφη δὲ καὶ διὰ τοὺς μετὰ ταῦτα ἅπαντας. ∆ιὰ δὴ τοῦτο προσεῖχε μὲν τοῖς μαθηταῖς δημηγορῶν· οὐκ εἰς ἐκείνους δὲ περιίστησι τὰ λεγόμενα, ἀλλ' ἀδιορίστως προσάγει τοὺς μακαρισμοὺς ἅπαντας. Οὐδὲ γὰρ εἶπε, Μακάριοί ἐστε ὑμεῖς, ἐὰν πτωχοὶ γένησθε, ἀλλὰ, Μακάριοι οἱ πτωχοί. Καίτοι καὶ εἰ ἐκείνους εἰρήκει, κοινὰ τὰ τῆς συμβουλῆς ἔμελλε γίνεσθαι. Καὶ γὰρ ὅταν λέγῃ· Ἰδοὺ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέ ρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· οὐ πρὸς ἐκείνους διαλέγεται μόνους, ἀλλὰ καὶ δι' ἐκείνων πρὸς τὴν οἰκουμένην ἅπασαν· καὶ ὅταν αὐτοὺς μακαρίζῃ διωκομένους καὶ ἐλαυνομένους καὶ τὰ ἀνήκεστα πάσχοντας, οὐκ ἐκείνοις μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς τὰ αὐτὰ κατορθοῦσι πλέκει τὸν στέφανον. Πλὴν ἀλλ' ἵνα καὶ σαφέστερον τοῦτο γένηται, καὶ μάθῃς ὅτι πρὸς σὲ ἔχει κοινωνίαν πολλὴν τὰ λεγόμενα, καὶ πρὸς τὴν φύσιν δὲ ἅπασαν τὴν ἀνθρωπίνην, εἴ τις βούλοιτο προσέχειν, ἄκουσον πῶς τῶν θαυμασίων τούτων ἄρχεται λόγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Τί ἐστιν, Οἱ πτωχοὶ τῷ πνεύματι; Οἱ ταπεινοὶ καὶ συντετριμμένοι τὴν διάνοιαν. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν καὶ τὴν προαίρεσιν εἴρηκεν. Ἐπειδὴ γάρ εἰσι πολλοὶ ταπεινοὶ, οὐχ ἑκόντες, ἀλλ' ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης βιαζόμενοι, ἀφεὶς ἐκείνους (οὐδὲ γὰρ ἂν εἴη τοῦτο ἐγκώμιον), τοὺς ἀπὸ προαιρέσεως ἑαυτοὺς ταπεινοῦντας καὶ καταστέλλοντας μακαρίζει πρώτους. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Οἱ ταπεινοὶ, ἀλλ', Οἱ πτωχοί; Ὅτι τοῦτο ἐκείνου πλέον. Τοὺς γὰρ κατεπτηχότας ἐνταῦθά φησι, καὶ τρέμοντας τοῦ Θεοῦ τὰ ἐπιτάγματα, οὓς καὶ διὰ Ἡσαΐου τοῦ προφήτου σφόδρα ἀποδεχόμενος ὁ Θεὸς, ἔλεγεν· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; βʹ. Καὶ γὰρ πολλοὶ τῆς ταπεινοφροσύνης οἱ τρόποι· καὶ ὁ μέν ἐστι ταπεινὸς συμμέτρως, ὁ δὲ μεθ' ὑπερβολῆς ἁπάσης Ταύτην καὶ ὁ μακάριος προφήτης ἐπαινεῖ τὴν ταπεινοφροσύνην, οὐ τὴν ἁπλῶς κατεσταλμένην ἡμῖν διάνοιαν ὑπογράφων, ἀλλὰ τὴν σφόδρα συντεθραυμένην, δι' ὧν φησι· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ταύτην ἀντὶ θυσίας μεγάλης προσάγουσι τῷ Θεῷ, λέγοντες· Ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Ταύτην καὶ ὁ Χριστὸς μακαρίζει νῦν. Ἐπειδὴ γὰρ τὰ μέγιστα τῶν κακῶν καὶ τὴν οἰκουμένην λυμηνάμενα ἅπασαν ἐξ ἀπονοίας εἰσῆλθεν· ὅ τε γὰρ διάβολος οὐκ ὢν πρὸ τούτου τοιοῦτος, οὕτω διάβολος γέγονεν· ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ὅ τε πρῶτος ἄνθρωπος ταύταις παρὰ τοῦ διαβόλου φυσηθεὶς ταῖς ἐλπίσιν ἐξετραχηλίσθη καὶ θνητὸς ἐγένετο· προσδοκήσας γὰρ ἔσεσθαι θεὸς, καὶ ὅπερ εἶχεν ἀπώλεσεν· ὅπερ οὖν καὶ ὁ Θεὸς ὀνειδίζων αὐτῷ, καὶ τὴν ἄνοιαν αὐτοῦ κωμῳδῶν, ἔλεγεν· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. Καὶ ἕκαστος δὲ τῶν μετὰ ταῦτα ἐντεῦθεν εἰς ἀσέβειαν ἐξώκειλεν, ἰσοθεΐαν φαντασθείς· ἐπεὶ οὖν αὕτη τῶν κακῶν ἡ ἀκρόπολις ἦν, καὶ ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς πονηρίας ἁπάσης, τῷ νοσήματι τὸ κατάλληλον κατασκευάζων φάρμακον, ὥσπερ θεμέλιον ἰσχυρόν τινα καὶ ἀσφαλῆ τοῦτον πρῶτον κατεβάλετο τὸν νόμον. Ταύτης γὰρ ὑποκειμένης, μετὰ ἀσφαλείας ἅπαντα τὰ ἄλλα ἐπιτίθησιν ὁ οἰκοδομῶν· ταύτης δὲ ἀνῃρημένης, κἂν μέχρι τῶν οὐρανῶν φθάσῃ πολιτευόμενος, ἅπαντα ὑποσύρεται ῥᾳδίως, καὶ εἰς χαλεπὸν καταστρέφει τέλος. Κἂν νηστείαν, κἂν εὐχὴν, κἂν ἐλεημοσύνην, κἂν σωφροσύ νην, κἂν ἄλλ' ὁτιοῦν συναγάγῃς ἀγαθὸν, ταπεινοφροσύνης χωρὶς, διαῤῥεῖ καὶ ἀπόλλυται ἅπαντα. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Φαρισαίου γέγονε. Καὶ γὰρ μετὰ τὸ φθάσαι εἰς αὐτὴν τὴν κορυφὴν, πάντα ἀπολέσας κατέβη, ἐπειδὴ τὴν μητέρα τῶν ἀγαθῶν οὐκ εἶχεν. Ὥσπερ γὰρ ἡ ἀπόνοια πηγὴ κακίας ἁπάσης ἐστὶν, οὕτως ἡ ταπεινοφροσύνη φιλοσοφίας ἁπάσης ἀρχή. ∆ιὸ καὶ ἐντεῦθεν ἄρχεται, πρόῤῥιζον ἀνασπῶν τὴν ἀλαζονείαν ἐκ τῆς τῶν ἀκουόντων ψυχῆς. Καὶ τί τοῦτο πρὸς τοὺς μαθητὰς, φησὶ, τοὺς πάντοθεν ὄντας ταπεινούς; Οὐδὲ γὰρ εἶχον ἀφορμὴν ἀπονοίας τινὰ, ἁλιεῖς καὶ πένητες ὄντες, καὶ ἄσημοι καὶ ἰδιῶται. Εἰ καὶ μὴ πρὸς τοὺς μαθητὰς ταῦτα, ἀλλὰ πρός γε τοὺς παρόντας τότε, καὶ τοὺς μετὰ ταῦτα μέλλοντας αὐτοὺς ὑποδέχεσθαι, ἵνα μὴ διὰ ταῦτα αὐτῶν καταφρονῶσι· μᾶλλον δὲ καὶ πρὸς τοὺς μαθητάς. Εἰ γὰρ καὶ μὴ τότε, ἀλλ' ὕστερον ἔμελλον δεῖσθαι τῆς ὠφελείας ταύτης, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα, καὶ τὴν τῆς οἰκουμένης τιμὴν, καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν. Οὔτε γὰρ πλοῦτος, οὔτε δυναστεία, οὐκ αὐτὴ ἡ βασιλεία οὕτως ἐπᾶραι ἦν ἱκανὴ, ὡς τὰ ἐκείνοις ὑπάρξαντα. Ἄλλως δὲ καὶ πρὸ τῶν σημείων εἰκὸς ἦν αὐτοὺς καὶ τότε ἐπαρθῆναι, τὸ πλῆθος ὁρῶντας καὶ τὸ θέατρον ἐκεῖνο τὸ περιεστηκὸς τὸν διδάσκαλον, καὶ παθεῖν τι ἀνθρώπινον. ∆ιόπερ αὐτῶν εὐθέως καταστέλλει τὸ φρόνημα. Καὶ οὐκ εἰσάγει ἐν τάξει παραινέσεων τὰ λεγόμενα καὶ ἐπιταγμάτων, ἀλλ' ἐν τάξει μακαρισμοῦ, ἀνεπαχθέστερον τὸν λόγον ποιῶν, καὶ πᾶσιν ἀνοίγων τὸ τῆς διδασκαλίας στάδιον. Οὐ γὰρ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ', Οἱ ταῦτα ποιοῦντες μακάριοι πάντες. Ὥστε κἂν δοῦλος ᾖς, κἂν πτωχὸς, κἂν πένης, κἂν ξένος, κἂν ἰδιώτης, οὐδέν ἐστι τὸ κωλύον σε ἔσεσθαι μακάριον, ἂν τὴν ἀρετὴν ταύτην ζηλώσῃς. Ἀρξάμενος τοίνυν ἐντεῦθεν, ὅθεν μάλιστα ἐχρῆν, πρόεισιν ἐφ' ἑτέραν ἐντολὴν, ἀπεναντίας δοκοῦσαν εἶναι τῇ τῆς οἰκουμένης ψήφῳ. Ἁπάντων γὰρ τοὺς χαίροντας ζηλωτοὺς εἶναι νομιζόντων, τοὺς δὲ ἐν ἀθυμίᾳ καὶ πενίᾳ καὶ πένθει ἀθλίους, αὐτὸς τούτους ἀντ' ἐκείνων μακαρίζει, λέγων οὕτω· Μακάριοι οἱ πενθοῦντες. Καίτοιγε ἅπαντες αὐτοὺς ταλανίζουσι. ∆ιὰ γὰρ τοῦτο προλαβὼν τὰ σημεῖα εἰργάσατο, ἵνα τοιαῦτα νομοθετῶν ἀξιόπιστος ᾖ. Καὶ ἐνταῦθα δὲ πάλιν οὐχ ἁπλῶς τοὺς πενθοῦντας τέθεικεν, ἀλλὰ τοὺς ὑπὲρ ἁμαρτημάτων τοῦτο ποιοῦντας· ὡς τό γε ἕτερον καὶ σφόδρα ἐστὶ κεκωλυμένον, τὸ ἐπί τινι τῶν βιωτικῶν θρηνεῖν. Ὅπερ οὖν καὶ ὁ Παῦλος ἐδήλου λέγων, ὅτι Ἡ μὲν τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται· ἡ δὲ κατὰ Θεὸν, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.
γʹ. Τούτους τοίνυν καὶ αὐτὸς ἐνταῦθα μακαρίζει τοὺς οὕτω λυπουμένους· καὶ οὐδὲ ἁπλῶς τοὺς λυπουμένους τέθεικεν, ἀλλὰ τοὺς μετ' ἐπιτάσεως. ∆ιόπερ οὐδὲ εἶπεν, Οἱ λυπούμενοι, ἀλλὰ, Οἱ πενθοῦντες. Καὶ γὰρ αὕτη πάλιν ἡ ἐντολὴ πάσης ἐστὶ φιλοσοφίας διδάσκαλος. Εἰ γὰρ οἱ παῖδας, ἢ γυναῖκα, ἢ ἄλλον τινὰ τῶν προσηκόντων ἀπελθόντα πενθοῦντες, οὐ χρη μάτων, οὐ σωμάτων ἐρῶσι κατ' ἐκεῖνον τῆς ὀδύνης τὸν καιρὸν, οὐ δόξης ἐφίενται, οὐχ ὕβρεσι παροξύνονται, οὐχ ὑπὸ βασκανίας ἁλίσκονται, οὐχ ὑπὸ ἄλλου πολιορκοῦνταί τινος πάθους, τοῦ πένθους γινόμενοι μόνου· πολλῷ μᾶλλον οἱ τὰ ἁμαρτήματα πενθοῦντες τὰ ἑαυτῶν, ὡς πενθεῖν ἄξιον, μείζονα ταύτης ἐπιδείξονται φιλοσοφίαν. Εἶτα, τί τὸ ἔπαθλον αὐτοῖς; Ὅτι αὐτοὶ παρακληθήσονται, φησίν. Ποῦ παρακληθήσονται; εἰπέ μοι. Καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ἐπειδὴ γὰρ τὸ ἐπίταγμα σφόδρα ἦν φορτικὸν καὶ ἐπαχθὲς, ὃ μάλιστα αὐτὸ κοῦφον ἐποίει, τοῦτο ὑπέσχετο δώσειν. Ὥστε εἰ θέλεις παρακαλεῖσθαι, πένθει. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον. Ὅταν γὰρ ὁ Θεὸς παρακαλῇ, κἂν μυρίαι νιφάδες ἐπέλθωσι λυπηρῶν, πάντων ἀνώτερος ἔσῃ. Καὶ γὰρ πολλῷ μείζους ἀεὶ τῶν πόνων δίδωσι τὰς ἀμοιβὰς ὁ Θεός· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε, μακαρίους ἀποφαίνων τοὺς πενθοῦντας, οὐ κατὰ τὴν τοῦ πράγματος ἀξίαν, ἀλλὰ κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν. Οἱ γὰρ πενθοῦντες, πλημμελήματα πενθοῦσι· τοῖς δὲ τοιούτοις ἀρκεῖ τὸ συγγνώμης ἀπολαῦσαι καὶ ἀπολογίας τυχεῖν. Ἀλλ' ἐπειδὴ αὐτὸς σφόδρα ἐστὶ φιλάνθρωπος, οὐδὲ ἐν τῇ τῶν κολάσεων ἀναιρέσει, οὐδὲ ἐν τῇ τῶν ἁμαρτημάτων ἀπαλλαγῇ τὴν ἀντίδοσιν ἵστησιν, ἀλλὰ καὶ μακαρίους ποιεῖ, καὶ πολλῆς μεταδίδωσι παρακλήσεως. Πενθεῖν δὲ ἡμᾶς οὐχ ὑπὲρ τῶν οἰκείων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων κελεύει πλημμελημάτων· οἷαι τῶν ἁγίων ἦσαν αἱ ψυχαί· οἵα ἦν ἡ τοῦ Μωϋσέως· οἵα ἡ τοῦ Παύλου, ἡ τοῦ ∆αυΐδ· καὶ γὰρ καὶ οὗτοι πάντες ἀλλότρια πολλάκις ἐπένθησαν κακά. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ποίαν γῆν; εἰπέ μοι. Τινὲς νοητήν φασιν. Ἀλλ' οὐκ ἔστι τοῦτο· οὐδαμοῦ γὰρ εὑρίσκομεν ἐν τῇ Γραφῇ γῆν νοητήν. Ἀλλὰ τί ποτέ ἐστι τὸ εἰρημένον; Αἰσθητὸν τίθησιν ἔπαθλον, ὥσπερ καὶ ὁ Παῦλος. Εἰπὼν γὰρ, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἐπήγαγεν, Οὕτω γὰρ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ αὐτὸς τῷ λῃστῇ πάλιν· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὔτε γὰρ ἀπὸ τῶν μελλόντων ἀγαθῶν προτρέπει μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων, διὰ τοὺς παχυτέρους τῶν ἀκροωμένων καὶ πρὸ τῶν μελλόντων ἐκεῖνα ζητοῦντας. ∆ιὰ τοῦτο γοῦν καὶ προϊὼν ἔλεγεν· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου. Εἶτα τῆς τοιαύτης φιλοσοφίας τὸ ἔπαθλον τίθησι, καί φησι· Μή ποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ. Ὁρᾷς πόθεν ἐφόβησεν; Ἀπὸ τῶν αἰσθητῶν, ἀπὸ τῶν παρὰ πόδας συμβαινόντων. Καὶ πάλιν· Ὃς ἐὰν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ. Καὶ ὁ Παῦλος δὲ αἰσθητὰ τιθεὶς ἔπαθλα πολύς ἐστι, καὶ ἀπὸ τῶν παρόντων προτρέπων· οἷον ὡς ὅταν περὶ παρθενίας διαλέγηται· οὐδὲν γὰρ περὶ τῶν οὐρανῶν εἰπὼν ἐκεῖ, τέως ἀπὸ τῶν παρόντων ἐνάγει, λέγων· ∆ιὰ τὴν ἐνεστῶσαν ἀνάγκην· καὶ, Ἐγὼ δὲ ὑμῶν φείδομαι· καὶ, Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Οὕτω δὴ καὶ ὁ Χριστὸς τοῖς πνευματικοῖς τὰ αἰσθητὰ ἀνέμιξεν. Ἐπειδὴ γὰρ νομίζεται ὁ πρᾶος ἅπαντα ἀπολλύναι τὰ ἑαυτοῦ, τὸ ἐναντίον ὑπισχνεῖται λέγων, ὅτι οὗτος μὲν οὖν ἐστιν ὁ μετὰ ἀσφαλείας τὰ ὄντα κεκτημένος, ὁ μὴ θρασὺς, μηδὲ ἀλαζών· ὁ δὲ τοιοῦτος καὶ τῶν πατρῴων ἐκστήσεται πολλάκις, καὶ αὐτῆς τῆς ψυχῆς. Ἄλλως δὲ καὶ ἐπειδὴ ἐν τῇ Παλαιᾷ συνεχῶς ὁ Προφήτης, Οἱ γὰρ πραεῖς κληρονομήσουσι γῆν, ἔλεγεν, ἀπὸ τῶν συντρόφων αὐτοῖς ῥημάτων ἐνυφαίνει τὸν λόγον, ὥστε μὴ πανταχοῦ ξενοφωνεῖσθαι. Ταῦτα δὲ λέγει, οὐ μέχρι τῶν παρόντων ἱστὰς τὰς ἀμοιβὰς, ἀλλὰ μετὰ τούτων κἀκεῖνα παρέχων. Ἄν τε γὰρ πνευματικὸν εἴπῃ τι, οὐκ ἀφαιρεῖται τὰ ἐν τῷ παρόντι βίῳ· ἄν τε τῶν ἐν τῷ βίῳ τι πάλιν ὑπόσχηται, οὐ μέχρι τούτου τὴν ὑπόσχεσιν ἵστησι. Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· καὶ πάλιν· Ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει. –Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Ποίαν δικαιοσύνην; Ἢ τὴν καθόλου φησὶν ἀρετὴν, ἢ τὴν μερικὴν ταύτην τὴν ἀπεναντίας τῇ πλεονεξίᾳ κειμένην. Ἐπειδὴ γὰρ μέλλει περὶ ἐλεημοσύνης ἐπιτάττειν, δεικνὺς πῶς ἐλεεῖν χρὴ, οἷον ὅτι οὐκ ἐξ ἁρπαγῆς, οὐδὲ ἐκ πλεονεξίας, μακαρίζει τοὺς δικαιοσύνης ἀντιποιουμένους.
δʹ. Καὶ ὅρα μεθ' ὅσης αὐτὸ τίθησιν ὑπερβολῆς. Οὐ γὰρ εἶπε, Μακάριοι οἱ δικαιοσύνης ἀντεχόμενοι, ἀλλὰ, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην· ἵνα μὴ ἁπλῶς, ἀλλὰ μετὰ ἐπιθυμίας ἁπάσης αὐτὴν μετίωμεν. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἴδιον τῆς πλεονεξίας ἐστὶ, καὶ οὐχ οὕτως ἐρῶμεν σιτίων καὶ ποτῶν, ὡς τοῦ πλείονα κτᾶσθαι καὶ περιβάλλεσθαι· τὴν ἐπιθυμίαν ταύτην περὶ τὸ μὴ πλεονεκτεῖν μεταθεῖναι ἐκέλευσεν. Εἶτα πάλιν αἰσθητὸν τὸ ἔπαθλον ὁρίζει, λέγων· Ὅτι αὐτοὶ χορτασθήσονται. ∆ιὰ γὰρ τὸ νομίζεσθαι τὴν πλεονεξίαν εὐπόρους ποιεῖν τοὺς πολλοὺς, λέγει ὅτι τοὐναντίον μὲν οὖν ἐστιν· ἡ γὰρ δικαιοσύνη τοῦτο ἐργάζεται. Μὴ τοίνυν δίκαια πράττων φοβοῦ πενίαν, μηδὲ τρέμε λιμόν. Οἱ γὰρ ἁρπάζοντες, οὗτοι μάλιστά εἰσιν οἱ πάντων ἐκπίπτοντες· ὡς ὁ γοῦν δικαιοσύνης ἐρῶν, τὰ πάντων αὐτὸς ἔχει μετὰ ἀσφαλείας. Εἰ δὲ οἱ τῶν ἀλλοτρίων μὴ ἐφιέμενοι τοσαύτης ἀπολαύουσιν εὐπορίας, πολλῷ μᾶλλον οἱ τὰ ἑαυτῶν προϊέμενοι. Μακάριοι οἱ ἐλεήμονες. Ἐνταῦθα οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον ἐμοὶ δοκεῖ λέγειν, ἀλλὰ καὶ τοὺς διὰ πραγμάτων. Ποικίλος γὰρ ὁ τῆς ἐλεημοσύνης τρόπος, καὶ πλατεῖα αὕτη ἡ ἐντολή. Τί οὖν αὐτῆς τὸ ἔπαθλον; Ὅτι αὐτοὶ ἐλεηθήσονται. Καὶ δοκεῖ μὲν ἀντίδοσις εἶναί τις ἴση· ἔστι δὲ πολὺ μεῖζον τοῦ κατορθώματος. Αὐτοὶ μὲν γὰρ ἐλεοῦσιν ὡς ἄνθρωποι, ἐλεοῦνται δὲ παρὰ τοῦ τῶν ὅλων Θεοῦ. Οὐκ ἔστι δὲ ἴσος ἀνθρώπινος ἔλεος καὶ θεῖος, ἀλλ' ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον οὗτος ἐκείνου διέστηκε. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ἰδοὺ πάλιν πνευματικὸν τὸ ἔπαθλον. Καθαροὺς δὲ ἐνταῦθά φησιν, ἤτοι τοὺς καθολικὴν ἀρετὴν κεκτημένους, καὶ μηδὲν ἑαυτοῖς συνειδότας πονηρὸν, ἢ τοὺς ἐν σωφροσύνῃ διάγοντας· οὐδενὸς γὰρ ἡμῖν οὕτω δεῖ πρὸς τὸ τὸν Θεὸν ἰδεῖν, ὡς τῆς ἀρετῆς ταύτης. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὄψιν δὲ ἐνταῦθά φησιν, ἣν ἀνθρώπῳ δυνατὸν ἰδεῖν. Ἐπειδὴ γὰρ πολλοὶ ἐλεοῦσι μὲν, καὶ οὐχ ἁρπάζουσιν, οὐδὲ πλεονεκτοῦσι, πορνεύουσι δὲ καὶ ἀσελγαίνουσι· δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ πρότερον, καὶ τοῦτο προσέθηκεν. Ὅπερ δὴ καὶ ὁ Παῦλος Μακεδόσιν ἐμαρτύρησε, Κορινθίοις ἐπιστέλλων, ὅτι οὐ μόνον ἐν ἐλεημοσύνῃ ἐπλούτουν, ἀλλὰ καὶ ἐν τῇ ἄλλῃ ἀρετῇ· εἰπὼν γὰρ περὶ τῆς φιλοτιμίας αὐτῶν τῆς ἐν τοῖς χρήμασι, φησὶν, ὅτι καὶ Ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ καὶ ἡμῖν. – Μακάριοι οἱ εἰρηνοποιοί. Ἐνταῦθα οὐ τὸ μὴ στασιάζειν αὐτοὺς μόνον καὶ ἀπεχθάνεσθαι πρὸς ἀλλήλους ἀναιρεῖ, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιζητεῖ, ἵνα καὶ ἑτέρους στασιάζοντας συνάγωμεν· καὶ πάλιν πνευματικὸν ἐπάγει τὸ ἔπαθλον. Ποῖον δὴ τοῦτο; Ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Καὶ γὰρ τοῦ Μονογενοῦς ἔργον ἐγένετο τοῦτο, συναγαγεῖν τὰ διεστῶτα, καὶ καταλλάξαι τὰ ἐκπεπολεμωμένα. Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι πανταχοῦ ἡ εἰρήνη καλὸν, ἐπήγαγε· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· τουτέστι, τῆς ἀρετῆς ἕνεκεν, τῆς ὑπὲρ ἑτέρων προστασίας, τῆς εὐσεβείας. ∆ικαιοσύνην γὰρ εἴωθεν ἀεὶ τὴν ἅπασαν λέγειν τῆς ψυχῆς φιλοσοφίαν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε. Οἷον, Κἂν γόητας, κἂν πλάνους, κἂν λυμεῶνας, κἂν ὁτιοῦν ἕτερον καλέσωσι, μακάριοί ἐστε, φησί. Τί τούτων καινότερον γένοιτ' ἂν τῶν ἐπιταγμάτων, ὅταν τὰ τοῖς ἄλλοις φευκτὰ, ταῦτα ποθεινὰ εἶναι λέγῃ· τὸ πτωχεύειν λέγω, καὶ πενθεῖν, καὶ διώκεσθαι, καὶ κακῶς ἀκούειν; Ἀλλ' ὅμως καὶ εἶπε, καὶ ἔπεισεν, οὐχὶ δύο καὶ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν καὶ χιλίους ἀνθρώπους, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν. Καὶ ἀκούοντες τὰ φορτικὰ καὶ ἐπαχθῆ καὶ ἀπεναντίας τῇ τῶν πολλῶν συνηθείᾳ, ἐξεπλήττοντο οἱ ὄχλοι. Τοσαύτη ἡ τοῦ λέγοντος δύναμις ἦν.
εʹ. Πλὴν ἀλλ' ἵνα μὴ νομίσῃς, ὅτι τὸ κακῶς ἀκούειν ἁπλῶς μακαρίους ποιεῖ, δύο τέθεικε διορισμοὺς, ὅταν καὶ δι' αὐτὸν, καὶ ψευδῆ ᾖ τὰ λεγόμενα. Ἐπεὶ ἐὰν μὴ ταῦτα προσῇ, οὐ μόνον οὐ μακάριος, ἀλλὰ καὶ ἄθλιος ὁ κακῶς ἀκούων. Εἶτα ὅρα τὸ ἔπαθλον πάλιν· Ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Σὺ δὲ, εἰ καὶ μὴ καθ' ἕκαστον τῶν μακαρισμῶν βασιλείαν ἀκούεις δωρουμένην, μὴ ἀθύμει. Εἰ γὰρ καὶ διαφόρως ὀνομάζει τὰς ἀμοιβὰς, ἀλλὰ πάντας εἰς τὴν βασιλείαν εἰσάγει. Καὶ γὰρ ὅταν εἴπῃ, Παρακληθήσονται οἱ πενθοῦντες, καὶ ἐλεηθήσονται οἱ ἐλεοῦντες, καὶ τὸν Θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ υἱοὶ Θεοῦ κληθήσονται οἱ εἰρηνοποιοὶ, οὐδὲν ἄλλο ἢ τὴν βασιλείαν διὰ τούτων ἁπάντων αἰνίττεται· οἱ γὰρ τούτων ἀπολαύοντες, ἐκείνης ἐπιτεύξονται πάντως. Μὴ τοίνυν τῶν τῷ πνεύματι πτωχῶν μόνων νόμιζε εἶναι τὸ ἔπαθλον, ἀλλὰ καὶ τῶν πεινώντων τὴν δικαιοσύνην, καὶ τῶν πράων, καὶ τῶν ἄλλων ἁπάντων ἁπαξαπλῶς. ∆ιὰ γὰρ τοῦτο ἐπὶ πάντων τὸν μακαρισμὸν ἔθηκεν, ἵνα μηδὲν αἰσθητὸν ἀναμένῃς. Οὐδὲ γὰρ ἂν εἴη μακάριος ὁ ἐν τούτοις στεφανούμενος, ἃ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ σκιᾶς ταχύτερον παρατρέχει. Εἰπὼν δὲ, Ὅτι ὁ μισθὸς ὑμῶν πολὺς, ἐπήγαγε καὶ ἑτέραν παράκλησιν, λέγων· Οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. Ἐπειδὴ γὰρ ἐκεῖνο ἔμελλε, τὸ τῆς βασιλείας, καὶ ἐν ἐλπίσιν ἦν, ἐντεῦθεν αὐτοῖς παρέχεται τὴν παραμυθίαν, ἀπὸ τῆς κοινωνίας τῶν πρὸ αὐτῶν πεπονθότων κακῶς. Μὴ γὰρ νομίσητε, φησὶν, ὅτι ἐναντία τινὰ λέγοντες καὶ νομοθετοῦντες, ταῦτα πάσχετε· ἢ ὅτι πονηρῶν δογμάτων ὄντες διδάσκαλοι, μέλλετε ἐλαύνεσθαι παρ' αὐτῶν. Οὐ γὰρ τῆς πονηρίας τῶν λεγομένων, ἀλλὰ τῆς κακίας τῶν ἀκουόντων αἱ ἐπιβουλαὶ καὶ οἱ κίνδυνοι. Ὅθεν οὐδὲ ὑμᾶς τοὺς κακῶς πάσχοντας διαβάλλουσιν, ἀλλὰ τοὺς κακῶς ποιοῦντας ἐκείνους. Καὶ μαρτυρεῖ τούτοις ἅπας ὁ ἔμπροσθεν χρόνος. Οὐδὲ γὰρ τοῖς προφήταις παρανομίαν καὶ ἀντίθεον φρόνημα ἐγκαλοῦντες, τοὺς μὲν ἐλίθαζον, τοὺς δὲ ἤλαυνον, τοὺς δὲ μυρίοις ἑτέροις περιέβαλλον κακοῖς. Μὴ δὴ τοῦτο θορυβείτω ὑμᾶς· ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ τὰ νῦν ἅπαντα πράττουσιν. Εἶδες πῶς τὰ φρονήματα αὐτῶν ἀνέστησεν, ἐγγὺς τῶν περὶ Μωϋσέα καὶ Ἠλίαν στήσας αὐτούς; Οὕτω καὶ ὁ Παῦλος Θεσσαλονικεῦσι γράφων, φησίν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ γὰρ καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Ὃ δὴ καὶ ἐνταῦθα κατεσκεύασεν ὁ Χριστός. Καὶ ἐπὶ μὲν τῶν ἄλλων μακαρισμῶν ἔλεγε, Μακάριοι οἱ πτωχοὶ, καὶ οἱ ἐλεήμονες· ἐνταῦθα δὲ οὐκ ἀδιορίστως αὐτὸ τέθεικεν, ἀλλὰ πρὸς αὐτοὺς τρέπει τὸν λόγον, λέγων· Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα· δεικνὺς ὅτι αὐτῶν τοῦτο μάλιστα ἐξαίρετόν ἐστι, καὶ ὑπὲρ τοὺς ἄλλους ἅπαντας τῶν διδασκάλων ἴδιον τοῦτο. Ὁμοῦ δὲ καὶ τὸ αὐτοῦ ἀξίωμα ἐνταῦθα αἰνίττεται, καὶ τὴν πρὸς τὸν γεγεννηκότα ὁμοτιμίαν. Ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸν Πατέρα, φησὶν, οὕτω καὶ ὑμεῖς δι' ἐμὲ ταῦτα πείσεσθε. Ὅταν δὲ εἴπῃ, Τοὺς προφήτας τοὺς πρὸ ὑμῶν, δείκνυσι καὶ αὐτοὺς προφήτας ἤδη γεγενημένους. Εἶτα δηλῶν ὅτι τοῦτο μάλιστα αὐτοὺς ὠφελεῖ καὶ ποιεῖ λαμπροὺς, οὐκ εἶπεν, ὅτι Κακῶς μὲν ἐροῦσι καὶ διώξουσιν, ἐγὼ δὲ κωλύσω τοῦτο· οὐ γὰρ ἐν τῷ μὴ ἀκούειν κακῶς, ἀλλ' ἐν τῷ κακῶς ἀκούοντας φέρειν γενναίως, καὶ διὰ τῶν ἔργων αὐτοὺς ἐλέγχειν, τὴν ἀσφάλειαν αὐτοῖς βούλεται εἶναι· πολλῷ γὰρ τοῦτο ἐκείνου μεῖζον· ὥσπερ τοῦ μὴ πλήττεσθαι τὸ πληττόμενον μηδὲν πάσχειν δεινὸν πολλῷ μεῖζόν ἐστιν. Ἐνταῦθα μὲν οὖν φησιν, ὅτι Ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· ὁ δὲ Λουκᾶς καὶ ἐπιτεταμένως καὶ μετὰ πλείονος αὐτὸν παραμυθίας τοῦτο εἰρηκέναι φησίν. Οὐ γὰρ δὴ μόνον τοὺς κακῶς ἀκούοντας διὰ τὸν Θεὸν μακαρίζει, ἀλλὰ καὶ τοὺς παρὰ πάντων καλῶς ἀκούοντας ταλανίζει· Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Καίτοι καὶ τοὺς ἀποστόλους καλῶς ἔλεγον· ἀλλ' οὐ πάντες. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ὅταν καλῶς ὑμᾶς εἴ πωσιν οἱ ἄνθρωποι, ἀλλ', Ὅταν πάντες. Οὐδὲ γὰρ δυνατὸν τοὺς ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς. Καὶ πάλιν φησίν· Ὅταν ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, χαίρετε καὶ σκιρτήσατε. Οὐδὲ γὰρ τῶν κινδύνων μόνον, ὧν ὑπέμενον, ἀλλὰ καὶ τῆς κακηγορίας πολλὴν ὁρίζει τὴν ἀντίδοσιν. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ὅταν ἐλάσωσιν ὑμᾶς καὶ ἀποκτείνωσιν, ἀλλ', Ὅταν ὀνειδίσωσι, καὶ εἴπωσι πᾶν πονηρόν. Μάλιστα γὰρ τῶν πραγμάτων αὐτῶν χαλεπώτερον δάκνουσιν αἱ κακηγορίαι. Ἐν μὲν γὰρ τοῖς κινδύνοις πολλὰ τὰ κουφίζοντα τὸν πόνον ἐστίν· οἷον, τὸ παρὰ πάντων ἀλείφεσθαι, τὸ πολλοὺς ἔχειν τοὺς κροτοῦντας καὶ στεφανοῦντας καὶ ἀνακηρύττοντας· ἐνταῦθα δὲ ἐν τῇ κακηγορίᾳ καὶ αὕτη ἀνῄρηται ἡ παραμυθία. Οὐ γὰρ δοκεῖ τι μέγα εἶναι τὸ κατόρθωμα, καὶ μᾶλλον τῶν κινδύνων δάκνει τὸν ἁγωνιζόμενον. Πολλοὶ γοῦν καὶ ἐπὶ βρόχον ἦλθον, πονηρὰν οὐ φέροντες δόξαν. Καὶ τί θαυμάζεις ἐπὶ τῶν ἄλλων; Τὸν γὰρ προδότην ἐκεῖνον, τὸν ἀναίσχυντον καὶ μιαρὸν καὶ πρὸς πάντα ἀπερυθριάσαντα ἁπλῶς, τοῦτο μάλιστα ἐπὶ βρόχον ὁρμῆσαι παρεσκεύασε. Καὶ ὁ Ἰὼβ δὲ, ὁ ἀδάμας, καὶ πέτρας στεῤῥότερος, ἡνίκα μὲν τὰ χρήματα ἀφῄρητο καὶ τὰ ἀνήκεστα ἔπασχε δεινὰ, καὶ ἄπαις ἐξαίφνης ἐγένετο, καὶ πηγὴν σκωλήκων τὸ σῶμα ἀναβλύζον ἑώρα, καὶ τὴν γυναῖκα ἐπικειμένην, διεκρούσατο μετ' εὐκολίας ἅπαντα· ἐπειδὴ δὲ εἶδε τοὺς φίλους ὀνειδίζοντας καὶ ἐπεμβαίνοντας, καὶ πονηρὰν δόξαν περὶ αὐτοῦ ἔχοντας, καὶ λέγοντας ὑπὲρ ἁμαρτημάτων ταῦτα πάσχειν, καὶ κακίας διδόναι δίκην· τότε ἐθορυβήθη, τότε ἐταράχθη ὁ γενναῖος καὶ μέγας ἀνήρ. ʹ. Καὶ ὁ ∆αυῒδ δὲ ἅπαντα ἀφεὶς ἅπερ ἔπαθεν, ἀντὶ τῆς κακηγορίας μόνης ἀμοιβὴν ἐζήτει παρὰ τοῦ Θεοῦ· Ἄφες γὰρ αὐτὸν καταρᾶσθαι, φησὶν, ὅτι Κύριος ἐνετείλατο αὐτῷ, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀντὶ τῆς κατάρας τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ. Καὶ ὁ Παῦλος δὲ οὐχὶ τοὺς κινδυνεύοντας μόνον, οὐδὲ τοὺς ἀφαιρουμένους τὰ ὄντα, ἀλλὰ καὶ τούτους ἀνακηρύττει, οὕτω λέγων· Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι. ∆ιὰ δὴ τοῦτο καὶ τὸν μισθὸν πολὺν τέθεικεν ὁ Χριστός. Εἶτα ἵνα μή τις λέγῃ· Ἐνταῦθα οὐκ ἀμύνεις, οὐδὲ ἀποῤῥάπτεις αὐτῶν τὰ στόματα, κἀκεῖ μισθὸν δίδως; τέθεικε τοὺς προφήτας, δεικνὺς ὅτι οὐδὲ ἐκεῖ ἤμυνεν ὁ Θεός. Εἰ δὲ ὅπου παρὰ πόδας ἦσαν αἱ ἀντιδόσεις, ἀπὸ τῶν μελλόντων αὐτοὺς ἤλειψε· πολλῷ μᾶλλον νῦν, ὅτε τρανοτέρα αὕτη γέγονεν ἡ ἐλπὶς, καὶ μείζων ἡ φιλοσοφία. Θέα δὲ καὶ μετὰ πόσας ἐντολὰς αὐτὸ τέθεικεν. Οὐδὲ γὰρ ἁπλῶς αὐτὸ πεποίηκεν, ἀλλὰ δηλῶν ὅτι οὐκ ἔνι τὸν μὴ πᾶσιν ἐκείνοις κατεσκευασμένον καὶ συγκεκροτημένον πρὸς τούτους ἐκβῆναι τοὺς ἀγῶνας. ∆ιά τοι τοῦτο ἀπὸ τῆς προτέρας ἀεὶ τῇ ἐπιούσῃ προοδοποιῶν ἐντολῇ, σειρὰν ἡμῖν τινα χρυσῆν ὕφηνεν. Ὅ τε γὰρ ταπεινὸς, καὶ τὰ οἰκεῖα πάντως πενθήσει ἁμαρτήματα· ὁ πενθῶν, καὶ πρᾶος ἔσται καὶ δίκαιος καὶ ἐλεήμων· ὁ ἐλεήμων, καὶ δίκαιος καὶ κατανενυγμένος, πάντως καὶ καθαρὸς τῇ καρδίᾳ ὁ δὲ τοιοῦτος. καὶ εἰρηνοποιός. Ὁ δὲ ταῦτα πάντα κατωρθωκὼς, καὶ πρὸς κινδύνους ἔσται παρατεταγμένος, καὶ οὐ ταραχθήσεται ἀκούων κακῶς, καὶ μυρία πάσχων δεινά. Παραινέσας τοίνυν ἃ προσῆκε, πάλιν ἀναπαύει τοῖς ἐγκωμίοις αὐτούς. Ἐπειδὴ γὰρ ὑψηλὰ τὰ ἐπιτάγματα ἦν, καὶ πολλῷ μείζονα τῶν ἐν τῇ Παλαιᾷ, ἵνα μὴ θορυβῶνται καὶ ταράττωνται, καὶ λέγωσι· Πῶς δυνησόμεθα ταῦτα κατορθοῦν; ἄκουσον τί φησιν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· δεικνὺς ὅτι ἀναγκαίως ταῦτα ἐπιτάττε· Οὐ γὰρ ὑπὲρ τῆς καθ' ἑαυτοὺς ζωῆς, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης, φησὶν, ἁπάσης ὁ λόγος ἔσται ὑμῖν. Οὐδὲ γὰρ εἰς δύο πόλεις, καὶ δέκα, καὶ εἴκοσιν, οὐδὲ εἰς ἓν ἔθνος ὑμᾶς ἀποστέλλω, καθάπερ τοὺς προφήτας, ἀλλ' εἰς γῆν καὶ θάλατταν καὶ τὴν οἰκουμένην ἅπασαν, καὶ ταύτην κακῶς διακειμένην. Τῷ γὰρ εἰπεῖν, Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς, ἔδειξε μωρανθεῖσαν ἅπασαν τὴν ἀνθρωπίνην φύσιν, καὶ κατασαπεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων. ∆ιά τοι τοῦτο ταύτας παρ' αὐτῶν ἐπιζητεῖ τὰς ἀρετὰς, αἳ μάλιστα πρὸς τὴν τῶν πολλῶν ἐπιμέλειάν εἰσιν ἀναγκαῖαι καὶ χρήσιμοι. Ὅ τε γὰρ πρᾶος καὶ ἐπιεικὴς καὶ ἐλεήμων καὶ δίκαιος, οὐκ εἰς αὐτὸν συγκλείει τὰ κατορθώματα μόνον, ἀλλὰ καὶ εἰς τὴν ἑτέρων ὠφέλειαν τὰς καλὰς ταύτας ὑπερχεῖσθαι παρασκευάζει πηγάς. Ὁ δ' αὖ καθαρὸς τὴν καρδίαν καὶ εἰρηνοποιὸς, καὶ ἐλαυνόμενος ὑπὲρ τῆς ἀληθείας, πάλιν πρὸς τὸ κοινῇ συμφέρον τὸν βίον καθίσταται. Μὴ τοίνυν νομίσητε, φησὶν, ἐπὶ τοὺς τυχόντας ἀγῶνας ἕλκεσθαι, μηδὲ ὑπὲρ μικρῶν τινων εἶναι τὸν λόγον ὑμῖν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Τί οὖν; τὰ σεσηπότα αὐτοὶ διώρθωσαν; Οὐδαμῶς. Οὔτε γὰρ δυνατὸν τὰ διεφθορότα ἤδη ἐπιπάσσοντας ἅλας ὠφελεῖν. Οὐ δὴ τοῦτο ἐποίουν· ἀλλὰ ἀνανεωθέντα πρότερον καὶ παραδοθέντα αὐτοῖς, καὶ τῆς δυσωδίας ἀπαλλαγέντα ἐκείνης, τότε ἥλιζον, κατέχοντες καὶ διατηροῦντες ἐν τῇ νεαρότητι ταύτῃ, ἣν παρὰ τοῦ ∆εσπότου παρέλαβον. Τὸ μὲν γὰρ ἀπαλλαγῆναι τῆς σηπεδόνος τῶν ἁμαρτημάτων, τοῦ Χριστοῦ κατόρθωμα γέγονε· τὸ δ' αὖ πάλιν μηκέτι ἐπ' ἐκείνην ἐπανελθεῖν, τῆς τούτων σπουδῆς καὶ ταλαιπωρίας ἔργον ἦν. Ὁρᾷς πῶς κατὰ μικρὸν δείκνυσι καὶ τῶν προφητῶν ὄντας βελτίους; Οὐ γὰρ τῆς Παλαιστίνης διδασκάλους εἶναί φησιν, ἀλλὰ τῆς γῆς ἁπάσης· καὶ οὐχ ἁπλῶς διδασκάλους, ἀλλὰ καὶ φοβερούς. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ κολακεύοντες, οὐδὲ θεραπεύοντες, ἀλλ' ἐπιστύφοντες ὥσπερ τὸ ἅλας, οὕτω ποθεινοὶ πᾶσι γεγόνασι. Μὴ τοίνυν θαυμάσητε, φησὶν, εἰ τοὺς ἄλλους ἀφεὶς ὑμῖν διαλέγομαι, καὶ πρὸς τοσούτους ἕλκω κινδύνους. Ἐννοήσατε γὰρ ὅσαις πόλεσι καὶ δήμοις καὶ ἔθνεσι μέλλω πέμπειν ὑμᾶς ἐπιστάτας. ∆ιὰ τοῦτο οὐχ ὑμᾶς εἶναι βούλομαι φρονίμους μόνον, ἀλλὰ καὶ ἑτέρους τοιούτους ποιεῖν. Τοὺς δὲ τοιούτους πολὺ δεῖ συνετοὺς εἶναι, ἐν οἷς ἡ τῶν ἄλλων κινδυνεύεται σωτηρία, καὶ τοσαύτην αὐτοῖς τὴν περιουσίαν εἶναι τῆς ἀρετῆς, ὡς καὶ ἄλλοις μεταδιδόναι τῆς ὠφελείας. Εἰ γὰρ τοιοῦτοι μὴ γένοισθε, οὐδὲ ὑμῖν αὐτοῖς ἀρκέσετε.
ζʹ. Μὴ τοίνυν δυσχεράνητε, ὡς ἐπαχθῶν ὄντων τῶν λεγομένων. Τοῖς μὲν γὰρ ἄλλοις μωρανθεῖσι δυνατὸν ἐπανελθεῖν δι' ὑμῶν· ὑμεῖς δὲ, εἰ τοῦτο πάθοιτε, μεθ' ἑαυτῶν καὶ ἑτέρους προσαπολεῖτε. Ὥστε ὅσῳ μεγάλα ἐγχειρίζεσθε πράγματα, τοσούτῳ καὶ μείζονος δεῖσθε σπουδῆς. ∆ιό φησιν· Ἂν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω, καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἄλλοι μυριάκις πίπτοντες, δύνανται τυχεῖν συγγνώμης· ὁ δὲ διδάσκαλος, ἐὰν τοῦτο πάθῃ, πάσης ἀπεστέρηται ἀπολογίας, καὶ τὴν ἐσχάτην δώσει τιμωρίαν. Ἵνα γὰρ μὴ ἀκούοντες, Ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, δειλιάσωσιν εἰς μέσον προελθεῖν, λέγει, ὅτι Ἂν μὴ πρὸς ταῦτα ἦτε παρατεταγμένοι, εἰκῆ ἐξελέγητε. Οὐ γὰρ τὸ κακῶς ἀκούειν χρὴ δεδοικέναι, ἀλλὰ τὸ συνυποκρινομένους φαίνεσθαι· τότε γὰρ μωρανθήσεσθε καὶ καταπατηθήσεσθε. Ἐὰν δὲ μένητε αὐτοὺς ἐπιστύφοντες, εἶτα κακῶς ἀκούητε, χαίρετε. Τοῦτο γὰρ ἁλὸς ἔργον ἐστὶ, τὸ δάκνειν καὶ λυπεῖν τοὺς χαύνους. Ὥστε ἀναγκαίως ἡ κακηγορία ἕπεται, οὐδὲν ὑμᾶς βλάπτουσα, ἀλλὰ καὶ μαρτυροῦσα ὑμῶν τῇ στεῤῥότητι. Ἂν δὲ φοβηθέντες αὐτὴν, προδῶτε τὴν προσήκουσαν ὑμῖν σφοδρότητα, πολλῷ χαλεπώτερα πείσεσθε, καὶ κακῶς ἀκούοντες καὶ καταφρονούμενοι παρὰ πάντων. Τοῦτο γάρ ἐστι, καταπατεῖσθαι. Εἶτα ἐφ' ἕτερον ὑψηλότερον ἄγει παράδειγμα· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Πάλιν τοῦ κόσμου, οὐκ ἔθνους ἑνὸς, οὐδὲ εἴκοσι πόλεων, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης· καὶ φῶς, νοητὸν, καὶ τῆς ἀκτῖνος ταύτης πολὺ βέλτιον, ὥσπερ οὖν καὶ ἅλας πνευματικόν. Καὶ πρότερον ἅλας, καὶ τότε φῶς· ἵνα μάθῃς ἡλίκον τῶν κατεστυμμένων ῥημάτων τὸ κέρδος, καὶ τῆς σεμνῆς διδασκαλίας τὸ ὄφελος. Καὶ γὰρ σφίγγει, καὶ οὐκ ἀφίησι διαῤῥεῦσαι, καὶ διαβλέψαι ποιεῖ πρὸς ἀρετὴν χειραγωγοῦσα. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον. Πάλιν αὐτοὺς διὰ τούτων εἰς ἀκρίβειαν ἄγει βίου, παιδεύων ἐναγωνίους εἶναι, ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κειμένους, καὶ ἐν μέσῳ τῷ τῆς οἰκουμένης ἀγωνιζομένους θεάτρῳ. Μὴ γὰρ δὴ τοῦτο ἴδητε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἐσμὲν μέρει· οὕτω γὰρ κατάδηλοι ἔσεσθε πᾶσιν, ὡσανεὶ πόλις ὑπὲρ κορυφῆς ὄρους κειμένη, ὡσανεὶ λύχνος ἐν οἰκίᾳ ὑπὲρ τῆς λυχνίας φαίνων. Ποῦ νῦν οἱ τῇ δυνάμει τοῦ Χριστοῦ διαπιστοῦντες; Ἀκουέτωσαν ταῦτα, καὶ τῆς προφητείας τὴν δύναμιν ἐκπλαγέντες, προσκυνείτωσαν αὐτοῦ τὴν ἰσχύν. Ἐννόησον γὰρ ἡλίκα ὑπέσχετο τοῖς οὐδὲ ἐν τῇ χώρᾳ γνωρίμοις οὖσι τῇ αὐτῶν· ὅτι γῆ καὶ θάλαττα αὐτοὺς εἴσεται, καὶ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἥξουσι τῇ φήμῃ· μᾶλλον δὲ οὐδὲ τῇ φήμῃ, ἀλλὰ καὶ τῇ τῆς εὐεργεσίας ἐνεργείᾳ. Οὐδὲ γὰρ ἡ φήμη φέρουσα πανταχοῦ δήλους αὐτοὺς ἐποίησεν, ἀλλὰ καὶ αὐτὴ ἡ διὰ τῶν ἔργων ἐπίδειξις. Καθάπερ γὰρ ὑπόπτεροι γενόμενοι, τῆς ἀκτῖνος σφοδρότερον τὴν γῆν ἐπέδραμον ἅπασαν, σπείροντες τῆς εὐσεβείας τὸ φῶς. Ἐνταῦθα δέ μοι αὐτοὺς καὶ πρὸς παῤῥησίαν ἀλείφειν δοκεῖ· τὸ μὲν γὰρ εἰπεῖν, Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, τὴν αὐτοῦ δύναμίν ἐστιν ἐμφαίνοντος· ὥσπερ γὰρ ἐκείνην κρυβῆναι ἀμήχανον, οὕτω τὸ κήρυγμα ἀδύνατον σιγηθῆναι καὶ λαθεῖν. Ἐπειδὴ γὰρ εἶπε διωγμοὺς καὶ κακηγορίας καὶ ἐπιβουλὰς καὶ πολέμους, ἵνα μὴ νομίσωσιν ὅτι ταῦτα αὐτοὺς ἐπιστομίσαι δυνήσεται, θαῤῥύνων αὐτούς φησιν, ὅτι οὐ μόνον οὐ λήσεται, ἀλλὰ καὶ καταλάμψει τὴν οἰκουμένην ἅπασαν· καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἔσονται λαμπροὶ καὶ ἐπίσημοι. Τούτῳ μὲν οὖν τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται· τῷ δὲ ἑξῆς τὴν παῤῥησίαν ἀπαιτεῖ τὴν παρ' αὐτῶν, οὕτω λέγων· Οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἐγὼ μὲν γὰρ ἧψα τὸ φῶς, φησί· τὸ δὲ μεῖναι καιόμενον, τῆς ὑμετέρας γενέσθω σπουδῆς· οὐ δι' ὑμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐγῆς ἀπολαύειν ταύτης, καὶ πρὸς τὴν ἀλήθειαν χειραγωγεῖσθαι. Οὐ γὰρ δὴ δυνήσονται αἱ κακηγορίαι συσκιάσαι ὑμῶν τὴν λαμπηδόνα, ἐὰν ὑμεῖς ἦτε μετὰ ἀκριβείας βιοῦντες, καὶ οὕτως ὡς μέλλοντες ἅπασαν ἐπιστρέφειν τὴν οἰκουμένην. Ἄξιον τοίνυν τῆς χάριτος ἐπιδείξασθε βίον, ἵν' ὥσπερ ἐκείνη πανταχοῦ κηρύττεται, οὕτω καὶ αὕτη ἐκείνῃ συντρέχῃ. Εἶτα καὶ ἕτερον κέρδος τίθησι μετὰ τῆς τῶν ἀνθρώπων σωτηρίας, ἱκανὸν αὐτοὺς ἐναγωνίους ποιῆσαι, καὶ εἰς πᾶσαν ἀγαγεῖν σπουδήν. Οὐ γὰρ δὴ τὴν οἰκουμένην διορθώσετε, φησὶ, μόνον, ὀρθῶς βιοῦντες, ἀλλὰ καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάσετε· ὥσπερ οὖν τὰ ἐναντία ποιοῦντες, καὶ τοὺς ἀνθρώπους ἀπολεῖτε, καὶ τοῦ Θεοῦ τὸ ὄνομα βλασφημεῖσθαι ποιήσετε.
ηʹ. Καὶ πῶς, φησὶν, ὁ Θεὸς δοξασθήσεται δι' ἡμῶν, εἴγε μέλλοιεν ἡμᾶς κακηγορεῖν οἱ ἄνθρωποι; Ἀλλ' οὐ πάντες· κἀκεῖνοι δὲ αὐτοὶ οἱ ἐν βασκανίᾳ τοῦτο ποιοῦντες, κατὰ τὸ συνειδὸς ὑμᾶς θαυμάσονται καὶ ἀποδέξονται· ὥσπερ οὖν οἱ φανερῶς κολακεύοντες τοὺς ἐν πονηρίᾳ ζῶντας κατὰ νοῦν διαβάλλουσι. Τί οὖν; πρὸς ἐπίδειξιν ἡμᾶς κελεύεις ζῇν καὶ πρὸς φιλοτιμίαν; Ἄπαγε, οὐ τοῦτό φημι. Οὐδὲ γὰρ εἶπον, Σπουδάζετε ὑμεῖς εἰς μέσον φέρειν τὰ κατορθώματα ὑμῶν· οὐδὲ εἶπον, ∆είξατε αὐτά· ἀλλὰ, Λαμψάτω τὸ φῶς ὑμῶν· τουτέστι, πολλὴ ἔστω ἡ ἀρετὴ, καὶ δαψιλὲς τὸ πῦρ, καὶ τὸ φῶς ἄφατον. Ὅταν γὰρ τοσαύτη ᾖ ἡ ἀρετὴ, ἀδύνατον αὐτὴν λαθεῖν, κἂν μυριάκις ὁ μετιὼν αὐτὴν συσκιάσῃ. Ἄληπτον αὐτοῖς παράσχεσθε βίον, καὶ μηδεμίαν ἐχέτωσαν ἀληθῆ κατηγορίας ἀφορμήν· καὶ, κἂν μυρίοι οἱ κατηγοροῦντες ὦσιν, οὐδεὶς ὑμῖν ἐπισκιάσαι δυνήσεται. Καὶ καλῶς εἶπε, Τὸ φῶς. Οὐδὲν γὰρ οὕτως ἐπίσημον ἄνθρωπον ποιεῖ, κἂν μυριάκις λανθάνειν βούληται, ὡς ἀρετῆς ἐπίδειξις. Ὥσπερ γὰρ αὐτὴν τὴν ἀκτῖνα περιβεβλημένος, οὕτως αὐτῆς φαιδρότερος λάμπει, οὐκ εἰς γῆν τὰς μαρμαρυγὰς ἀφιεὶς, ἀλλὰ καὶ αὐτὸν ὑπερβαίνων τὸν οὐρανόν. Ἐντεῦθεν καὶ παραμυθεῖται αὐτοὺς μειζόνως. Εἰ γὰρ καὶ ἀλγεῖτε, φησὶ, βλασφημούμενοι, ἀλλ' ἕξετε πολλοὺς τοὺς δι' ὑμᾶς θαυμάζοντας τὸν Θεόν. Ἑκατέρωθεν δὲ ὁ μισθὸς ὑμῖν συλλέγεται, καὶ δοξαζομένου τοῦ Θεοῦ δι' ὑμᾶς, καὶ βλασφημουμένων ὑμῶν διὰ τὸν Θεόν. Ἵνα γὰρ μὴ ἐπιτηδεύωμεν κακῶς ἀκούειν, μαθόντες ὅτι μισθὸν ἔχει τὸ πρᾶγμα, οὔτε ἐκεῖνο ἁπλῶς τέθεικε, ἀλλὰ μετὰ δύο διορισμῶν· οἷον, ὅταν ψευδῆ λέγηται, καὶ ὅταν διὰ τὸν Θεόν· καὶ δείκνυσιν, ὅτι οὐκ ἐκεῖνο μόνον, ἀλλὰ καὶ τὸ καλῶς ἀκούειν πολὺ φέρει τὸ κέρδος, τῆς δόξης εἰς τὸν Θεὸν διαβαινούσης· καὶ χρηστὰς αὐτοῖς ὑποτείνει τὰς ἐλπίδας. Οὐ γὰρ τοσοῦτον, φησὶν, ἰσχύει ἡ κακηγορία τῶν πονηρῶν, ὡς καὶ τοῖς ἄλλοις ἐπισκοτεῖν εἰς τὸ ἰδεῖν ὑμῶν τὸ φῶς. Ὅταν γὰρ μωρανθῆτε, τότε ὑμᾶς καταπατήσουσι μόνον, οὐχ ὅταν τὰ ὀρθὰ πράττοντες διαβάλησθε. Τότε γὰρ καὶ πολλοὶ ἔσονται οἱ θαυμάζοντες, οὐχ ὑμᾶς μόνον, ἀλλὰ δι' ὑμᾶς καὶ τὸν Πατέρα τὸν ὑμέτερον. Καὶ οὐκ εἶπε, τὸν Θεὸν, ἀλλὰ, τὸν Πατέρα, τῆς μελλούσης αὐτοῖς δίδοσθαι εὐγενείας ἤδη προκαταβάλλων τὰ σπέρματα. Εἶτα δεικνὺς τὸ ὁμότιμον, ἀνωτέρω μὲν ἔλεγε· Μὴ λυπεῖσθε ὅταν κακῶς ἀκούητε· ἀρκεῖ γὰρ ὑμῖν τὸ δι' ἐμὲ ταῦτα ἀκούειν· ἐνταῦθα δὲ τὸν Πατέρα τίθησι, πανταχοῦ τὸ ἴσον δηλῶν. Εἰδότες τοίνυν τὸ ἀπὸ τῆς σπουδῆς ταύτης κέρδος, καὶ τῆς ῥᾳθυμίας τὸν κίνδυνον (τῆς γὰρ ἡμετέρας ἀπωλείας πολλῷ χεῖρον τὸ τὸν ∆εσπότην τὸν ἡμέτερον βλασφημεῖσθαι δι' ἡμᾶς), «Ἀπρόσκοποι γινώμεθα καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ·» τόν τε βίον ἡλίου λαμπρότερον παρεχόμενοι, κἄν τις βούληται κακηγορεῖν, μὴ τῷ κακῶς ἀκούειν ἀλγοῦντες, ἀλλὰ τῷ δικαίως ἀκούειν κακῶς. Ἂν μὲν γὰρ ἐν πονηρίᾳ ζῶμεν, κἂν μηδεὶς ὁ κακηγορῶν ᾖ, πάντων ἐσμὲν ἀθλιώτεροι· ἂν δὲ ἀρετῆς ἐπιμελώμεθα, κἂν ἡ οἰκουμένη λέγῃ κακῶς, τότε πάντων ἐσόμεθα ζηλωτότεροι, καὶ πάντας ἐπισπασόμεθα τοὺς σώζεσθαι προαιρουμένους· οὐδὲ γὰρ τῇ κακηγορίᾳ τῶν πονηρῶν, ἀλλὰ τῇ ἀρετῇ τοῦ βίου προσέξουσι. Καὶ γὰρ σάλπιγγος ἁπάσης λαμπροτέρα ἡ διὰ τῶν ἔργων ἐπίδειξις, καὶ τοῦ φωτὸς αὐτοῦ φανότερος βίος καθαρὸς, κἂν μυρίοι οἱ διαβάλλοντες ὦσιν. Ἂν γὰρ τὰ προειρημένα ἅπαντα ἔχωμεν, καὶ πρᾶοι καὶ ταπεινοὶ καὶ ἐλεήμονες ὦμεν, καὶ καθαροὶ καὶ εἰρηνοποιοὶ, καὶ κακῶς ἀκούοντες μὴ ἀνθυβρίζωμεν, ἀλλὰ καὶ χαίρωμεν, τῶν σημείων οὐκ ἔλαττον ἐπισπασόμεθα τοὺς θεωροῦντας ἡμᾶς, καὶ ἡδέως ἅπαντες πρὸς ἡμᾶς ἕξουσι, κἂν θηρίον, κἂν δαίμων τις ᾖ, κἂν ὁτιοῦν, Εἰ δὲ εἶέν τινες καὶ οἱ κακηγοροῦντες, μηδὲν ἐντεῦθεν θορυβηθῇς, μηδ' ὅτι σε δημοσίᾳ ὑβρίζουσιν ἴδῃς, ἀλλ' ἐξέτασον αὐτῶν τὸ συνειδὸς, καὶ ὄψει κροτοῦντάς σε καὶ θαυμάζοντας, καὶ μυρίους ἀριθμοῦντας ἐπαίνους. Ὅρα γοῦν πῶς ὁ Ναβουχοδονόσορ ἐπαινεῖ τοὺς παῖδας τοὺς ἐν τῇ καμίνῳ· καίτοιγε ἐχθρὸς ἦν καὶ πολέμιος· ἀλλ' ἐπειδὴ εἶδε γενναίως ἑστῶτας, ἀνακηρύττει καὶ στεφανοῖ, δι' ἕτερον μὲν οὐδὲν, ὅτι δὲ αὐτοῦ παρήκουσαν, καὶ τοῦ νόμου ἤκουσαν τοῦ Θεοῦ. Ὁ γὰρ διάβολος, ὅταν ἴδῃ ἑαυτὸν μηδὲν ἀνύοντα, ἀφίσταται λοιπὸν, δεδοικὼς μὴ πλειόνων ἡμῖν στεφάνων αἴτιος γένηται· ἐκείνου δὲ ἀποστάντος, κἂν μιαρὸς ᾖ τις καὶ διεφθαρμένος, γνώσεται τὴν ἀρετὴν, τῆς ἀχλύος ἐκείνης ἀναιρεθείσης. Ἂν δὲ καὶ ἄνθρωποι παραλογίσωνται, παρὰ τοῦ Θεοῦ ἕξεις τὸν ἔπαινον καὶ τὸ θαῦμα μεῖζον.
θʹ. Μὴ τοίνυν ἄλγει, μηδὲ κατάπιπτε· ἐπεὶ καὶ οἱ ἀπόστολοι τοῖς μὲν ὀσμὴ θανάτου ἦσαν, τοῖς δὲ ὀσμὴ ζωῆς. Ἂν γὰρ σὺ μηδεμίαν παράσχῃς λαβὴν, πάντων ἀπήλλαξαι τῶν ἐγκλημάτων· μᾶλλον δὲ καὶ μακαριώτερος γέγονας. Λάμπε τοίνυν κατὰ τὸν βίον, καὶ τῶν κακηγορούντων μηδένα ποιοῦ λόγον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἀρετῆς ἐπιμελόμενον μὴ πολλοὺς ἔχειν ἐχθρούς. Ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν ἐνάρετον· διὰ γὰρ τῶν τοιούτων λαμπρότερος ἔσται μειζόνως. Ταῦτ' οὖν ἐννοοῦντες, ἓν μόνον σκοπῶμεν, μετὰ ἀκριβείας τὸν ἑαυτῶν οἰκονομεῖν βίον· οὕτω γὰρ καὶ πρὸς τὴν ἐκεῖ χειραγωγήσομεν ζωὴν τοὺς ἐν σκότῳ καθημένους. Τοιαύτη γὰρ τοῦ φωτὸς τούτου ἡ δύνα μις, ὡς μὴ ἐνταῦθα μόνον λάμπειν, ἀλλὰ καὶ ἐκεῖ ἐφοδηγεῖν τοὺς ἑπομένους. Ὅταν γὰρ ἴδωσι πάντων τῶν παρόντων καταφρονοῦντας, καὶ πρὸς τὸ μέλλον παρασκευαζομένους, πρὸ λόγου παντὸς τοῖς ἔργοις ἡμῶν πεισθήσονται. Τίς γὰρ οὕτως ἀνόητος, ὡς ὁρῶν τὸν χθὲς καὶ πρώην τρυφῶντα καὶ πλουτοῦντα, πάντα ἀποδυόμενον, καὶ πτερούμενον, καὶ πρὸς λιμὸν καὶ πενίαν, καὶ πρὸς σκληραγωγίαν ἅπασαν, καὶ πρὸς κινδύνους, καὶ πρὸς αἷμα, καὶ πρὸς σφαγὴν, καὶ πρὸς πάντα τὰ δοκοῦντα εἶναι δεινὰ παρατεταγμένον, μὴ σαφῆ λαβεῖν τῶν μελλόντων ἐντεῦθεν ἀπόδειξιν; Ἂν δὲ τοῖς παροῦσιν ἑαυτοὺς ἐμπλέκωμεν, καὶ ἐνδοτέρω ὠθῶμεν, πῶς δυνήσονται πεισθῆναι, ὅτι πρὸς ἀποδημίαν ἐπειγόμεθα ἑτέραν; Τίς δὲ ἡμῖν ἔσται ἀπολογία λοιπὸν, ὅταν ὅσον ἴσχυσεν ἡ ἀνθρωπίνη δόξα παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, μὴ ἰσχύῃ παρ' ἡμῖν ὁ τοῦ Θεοῦ φόβος; Καὶ γὰρ ἐκείνων τινὲς καὶ χρήματα ἀπεδύσαντο, καὶ θανάτου κατεφρόνησαν, ἵνα ἀνθρώποις ἐπιδείξωνται· διὸ καὶ κεναὶ γεγόνασιν αὐτῶν αἱ ἐλπίδες. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται λόγος, ὅταν τοσούτων προκειμένων, καὶ τοσαύτης φιλοσοφίας ἡμῖν ἀνοιχθείσης, μηδὲ τὰ αὐτὰ δυνηθῶμεν ἐκείνοις, ἀλλὰ καὶ ἑαυτοὺς καὶ ἑτέρους προσαπόλλυμεν; Οὐδὲ γὰρ οὕτω βλάπτει Ἕλλην παράνομα πράσσων, ὡς Χριστιανὸς ταῦτα ποιῶν· καὶ μάλα εἰκότως. Ἐκείνων μὲν γὰρ διεφθαρμένη ἡ δόξα· ἡ δὲ ἡμετέρα διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ παρὰ τοῖς ἀσεβέσι σεμνὴ καὶ περιφανής. ∆ιὸ ὅταν μάλιστα ἡμῖν ὀνειδίσαι βούλωνται, καὶ τὴν κατηγορίαν αὐξῆσαι, τοῦτο ἐπιλέγουσιν, οἷον, Ὁ Χριστιανός· οὐκ ἂν εἰπόντες, εἰ μὴ μεγάλην περὶ τοῦ δόγματος ἔσχον ὑπόνοιαν Οὐκ ἤκουσας πόσα ὁ Χριστὸς ἐπέταξε καὶ ἡλίκα; Πότε οὖν δυνήσῃ μίαν ἐκείνων ἀνύσαι τῶν ἐντολῶν, ὅταν πάντα ἀφεὶς περιέρχῃ τόκους συλλέγων, δανείσματα ῥάπτων, πραγματείας συντιθεὶς, ἀγέλας ἀνδραπόδων ὠνούμενος, ἀργυρᾶ σκεύη κατασκευάζων, ἀγροὺς καὶ οἰκίας καὶ ἔπιπλα ἀγοράζων μυρία; Καὶ εἴθε τοῦτο μόνον. Ὅταν δὲ ταῖς ἀκαίροις ταύταις σπουδαῖς καὶ ἀδικίαν προστιθῇς, γῆν ἀποτεμνόμενος, οἰκίας ἀποσπῶν, πενίαν ἐπιτρίβων, λιμὸν αὔξων, πότε δυνήσῃ τῶν προθύρων ἐπιβῆναι τούτων; Ἀλλ' ἔστιν ὅτε καὶ πένητας ἐλεεῖς. Οἶδα κἀγώ· ἀλλὰ καὶ ἐκεῖ πολλὴ πάλιν ἡ λύμη. Ἢ γὰρ μετὰ τύφου, ἢ μετὰ κενοδοξίας τοῦτο ποιεῖς, ἵνα μηδὲ ἐν τοῖς ἀγαθοῖς κερδάνῃς· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον, ὅταν καὶ ἐν τῷ λιμένι ναυαγῇς; Ἵν' οὖν μὴ τοῦτο γένηται, ποιήσας τι καλὸν, μὴ ζήτει παρ' ἐμοῦ τὴν χάριν, ἵνα τὸν Θεὸν ἔχῃς ὀφειλέτην. ∆ανείζετε γὰρ, φησὶ, παρ' ὧν μὴ προσδοκᾶτε λήψεσθαι. Ἔχεις χρεώστην· τί ἐκεῖνον ἀφεὶς, ἐμὲ ἀπαιτεῖς, ἄνθρωπον πένητα καὶ ταλαίπωρον; Μὴ γὰρ ἀγανακτεῖ ὁ χρεώστης ἀπαιτούμενος; μὴ γὰρ πένης ἐστί; μὴ γὰρ οὐ βούλεται καταθεῖναι; Οὐχ ὁρᾷς αὐτοῦ τοὺς ἀφάτους θησαυρούς; οὐχ ὁρᾷς τὴν ἀνεκδιήγητον φιλοτιμίαν; Αὐτὸν τοίνυν κάτασχε καὶ ἀπαίτησον· οὕτω γὰρ ἀπαιτούμενος χαίρει. Ὅτι ἂν ἕτερον ἀπαιτούμενον ἴδῃ ἀνθ' ὧν αὐτὸς ὀφείλει, ὡς ὑβρισθεὶς οὕτω διακείσεται· καὶ οὐκέτι σοι ἀποδίδωσιν, ἀλλὰ καὶ ἐγκαλεῖ δικαίως. Ποίαν γάρ μου ἀγνωμοσύνην κατέγνως; φησί· ποίαν μοι πενίαν σύνοιδας, ὅτι παραδραμὼν ἐμὲ ἐφ' ἑτέρους ἔρχῃ; Ἄλλῳ ἐδάνεισας, καὶ ἄλλον ἀπαιτεῖς; Εἰ γὰρ καὶ ἄνθρωπος ὑπεδέξατο, ἀλλ' ὁ Θεὸς ἐκέλευσε καταβαλεῖν· καὶ αὐτὸς καὶ πρωτότυπος ὀφειλέτης καὶ ἐγγυητὴς εἶναι βούλεται, μυρίας σοι παρέχων ἀφορμὰς τοῦ πάντοθεν αὐτὸν ἀπαιτεῖν. Μὴ δὴ οὖν τοσαύτην εὐκολίαν καὶ εὐπορίαν ἀφεὶς, παρ' ἐμοῦ ζήτει λαβεῖν τοῦ μηδὲν ἔχοντος. Τίνος γὰρ ἕνεκεν ἐμοὶ ἐπιδείκνυσαι ἐλεῶν πένητα; Μὴ γὰρ ἐγώ σοι εἶπον, ∆ός; μὴ γὰρ παρ' ἐμοῦ ἤκουσας, ἵνα καὶ παρ' ἐμοῦ ἀπαιτήσῃς; Αὐτὸς εἶπεν· Ὁ ἐλεῶν πένητα, δανείζει Θεῷ. Θεῷ ἐδάνεισας· αὐτῷ περίθες. Ἀλλ' οὐκ ἀποδίδωσι τὸ πᾶν νῦν. Καὶ τοῦτο ὑπὲρ σοῦ ποιεῖ. Τοιοῦτος γάρ ἐστιν ὀφειλέτης· οὐχ ὡς πολλοὶ τὸ δανεισθὲν σπουδάζουσιν ἀποδοῦναι μόνον, ἀλλ' ὥστε καὶ τὸ δοθὲν ἐν ἀσφαλείᾳ καταθεῖναι, πάντα πραγματεύεται καὶ ποιεῖ. ∆ιά τοι τοῦτο τὰ μὲν ἐνταῦθα καταβάλλει, τὰ δὲ ἐκεῖ ταμιεύεται.
ιʹ. Ταῦτ' οὖν εἰδότες πολὺν ποιῶμεν τὸν ἔλεον, καὶ πολλὴν τὴν φιλανθρωπίαν ἐπιδειξώμεθα, καὶ διὰ χρημάτων, καὶ διὰ πραγμάτων. Κἂν ἴδωμέν τινα κακῶς πάσχοντα καὶ τυπτόμενον ἐν ἀγορᾷ, κἂν ἀργύριον δυνατὸν καταβαλεῖν, ποιῶμεν· κἂν λόγοις δυνατὸν διαλῦσαι, μὴ ὀκνῶμεν. Ἔστι γὰρ καὶ λόγου μισθὸς, μᾶλλον δὲ καὶ στεναγμῶν· καὶ τοῦτο ὁ μακάριος Ἰὼβ ἔλεγεν· Ἐγὼ δὲ ἔκλαυσα ἐπὶ παντὶ ἀδυνάτῳ, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. Εἰ δὲ δακρύων καὶ στεναγμῶν ἔστι μισθὸς, ὅταν καὶ λόγοι καὶ σπουδὴ, καὶ πολλὰ ἕτερα προσῇ, ἐννόησον ἡλίκη ἡ ἀντίδοσις γίνεται. Καὶ γὰρ καὶ ἡμεῖς ἐχθροὶ ἦμεν τῷ Θεῷ· καὶ ὁ Μονογενὴς ἡμᾶς κατήλλαξε, μέσον ἑαυτὸν ἐμβαλὼν, καὶ πληγὰς ὑπὲρ ἡμῶν δεξάμενος, καὶ θάνατον ὑπὲρ ἡμῶν ὑπομείνας. Σπουδάσωμεν τοίνυν καὶ ἡμεῖς τοὺς ἐμπίπτοντας μυρίων ἀπαλλάττειν κακῶν, ἀλλὰ μὴ, ὡς νῦν ποιοῦμεν, ἐπειδὰν ἴδωμέν τινας συγκρουομένους καὶ συῤῥηγνυμένους ἀλλήλοις, ἑστήκαμεν εὐφραινόμενοι ταῖς ἑτέρων ἀσχημοσύναις, καὶ θέατρον περιιστῶντες διαβολικόν· οὗ τί γένοιτ' ἂν ὠμότερον; Ὁρᾷς κακῶς ἀκούοντας, διαῤῥηγνυμένους, κατατέμνοντας τὴν ἐσθῆτα, συγκοπτομένους τὸ πρόσωπον, καὶ ὑπομένεις ἡσυχῆ παρεστάναι; Μὴ γὰρ ἄρκτος ἐστὶν ὁ μαχόμενος; μὴ γὰρ θηρίον; μὴ γὰρ ὄφις; Ἄνθρωπός ἐστιν ὁ πανταχοῦ σοι κοινωνῶν, ἀδελφός ἐστι, μέλος ἐστί. Μὴ θεώρει, ἀλλὰ διάλυε· μὴ τέρπου, ἀλλὰ διόρθου· μὴ ἑτέρους παρακίνει ἐπὶ τὴν ἀσχημοσύνην, ἀλλὰ καὶ τοὺς συνειλεγμένους ἀποσόβει καὶ διάλυε. Ἀναισχύντων γὰρ καὶ οἰκοτρίβων τὸ χαίρειν ταῖς τοιαύταις συμφοραῖς, καὶ καθαρμάτων καὶ ὄνων ἀλόγων. Ὁρᾷς ἄνθρωπον ἀσχημονοῦντα, καὶ οὐχ ἡγῇ αὐτὸς ἀσχημονεῖν; οὐδὲ εἰσέρχῃ μέσος, καὶ διασκεδάζεις τοῦ διαβόλου τὴν φάλαγγα, καὶ τὰ ἀνθρώπινα διαλύεις κακά; Ἵνα καὶ αὐτὸς πληγὰς λάβω, φησί· καὶ σὺ τοῦτο κελεύεις; Μάλιστα μὲν οὐδὲ τοῦτο πείσῃ· ἂν δὲ καὶ τοῦτο πάθῃς, μαρτύριόν σοι τὸ πρᾶγμά ἐστι· διὰ γὰρ τὸν Θεὸν ἔπαθες. Εἰ δὲ πληγὰς ὀκνεῖς λαβεῖν, ἐννόησον ὅτι ὁ ∆εσπότης σου σταυρὸν οὐκ ὤκνησεν ὑπομεῖναι διὰ σέ. Ἐκεῖνοι μὲν γὰρ μεθύουσι καὶ ἐσκότωνται, τοῦ θυμοῦ τυραννοῦντος καὶ στρατηγοῦντος αὐτοῖς, δέονται δέ τινος ὑγιαίνοντος τοῦ βοηθήσοντος αὐτοῖς, ὅ τε ἀδικῶν, ὅ τε ἀδικούμενος· ὁ μὲν, ἵνα ἀπαλλαγῇ πάσχων κακῶς, ὁ δὲ, ἵνα παύσηται ποιῶν κακῶς. Πάρελθε τοίνυν καὶ χεῖρα ὄρεξον, ὁ νήφων τῷ μεθύοντι. Ἔστι γὰρ καὶ ὀργῆς μέθη, καὶ τῆς ἐκ τοῦ οἴνου χαλεπωτέρα. Οὐχ ὁρᾷς τοὺς ναύτας, οἳ ὅταν ναυαγίῳ τινὰς περιπεσόντας ἴδωσι, τὰ ἱστία πετάσαντες μετὰ πολλῆς ἀπέρχονται σπουδῆς, ὥστε τοὺς ὁμοτέχνους ἐξαρπάσαι τοῦ κλύδωνος; Εἰ δὲ τέχνης κοινωνοὶ τοσαύτην ἐπιδείκνυνται προστασίαν, πόσῳ μᾶλλον τοὺς τῆς φύσεως κοινωνοὺς ταῦτα πάντα ποιεῖν δίκαιον; Καὶ γὰρ καὶ ἐνταῦθα ναυάγιόν ἐστιν ἐκείνου χαλεπώτερον. Ἢ γὰρ ἐβλασφήμησεν ἐπηρεασθεὶς, καὶ πάντα ἐκένωσεν· ἢ ἐπιώρκησεν ὑπὸ τοῦ θυμοῦ τυραννούμενος, καὶ πάλιν εἰς γέενναν ἐνέπεσεν· ἢ πληγὴν δίδωσι καὶ φόνον ἐργάζεται, καὶ τὸ αὐτὸ τοῦτο πάλιν ὑπομένει ναυάγιον. Ἄπελθε τοίνυν, καὶ στῆσον τὸ κακὸν, καὶ καταποντιζομένους ἀνάσπασον, εἰς αὐτὸ τῆς ζάλης τὸ πέλαγος καταβάς· καὶ διαλύσας τοῦ διαβόλου τὸ θέατρον, καὶ κατ' ἰδίαν λαβὼν ἕκαστον, παραίνεσον καταστεῖλαι τὴν φλόγα, καὶ τὰ κύματα κοιμίσαι. Εἰ δὲ μείζων ἡ πυρὰ, καὶ χαλεπωτέρα γίνεται ἡ κάμινος, μὴ φοβηθῇς· πολλοὺς γὰρ ἔχεις τοὺς συνεφαπτομένους καὶ χεῖρα ὀρέγοντας, ἂν ἀρχὴν παράσχῃς μόνον, καὶ πρό γε πάντων τὸν τῆς εἰρήνης Θεόν. Κἂν πρῶτος διατινάξῃς τὴν φλόγα, πολλοὶ καὶ ἕτεροι ἀκολουθήσουσι, καὶ τῶν ὑπ' ἐκείνων κατορθουμένων αὐτὸς λήψῃ τὸν μισθόν. Ἄκουσον τί παρῄνεσεν ὁ Χριστὸς τοῖς Ἰουδαίοις τοῖς χαμαὶ ἕρπουσιν· Ἂν τὸ ὑποζύγιον ἴδῃς τοῦ ἐχθροῦ σου, φησὶ, καταπῖπτον, μὴ παραδράμῃς, ἀλλ' ἀνάστησον. Καίτοι τοῦ κείμενον ὑποζύγιον ἀναστῆσαι πολὺ κουφότερον τὸ μαχομένους ἀνθρώπους διαλῦσαι καὶ διαλλάξαι. Εἰ δὲ ἐχθρῶν ὄνον, πολλῷ μᾶλλον φίλων ψυχὰς συνδιανιστάναι χρή· καὶ μάλιστα ὅταν χαλεπώτερον ᾖ τὸ πτῶμα· οὐ γὰρ εἰς βόρβορον αὗται πίπτουσιν, ἀλλ' εἰς τὸ τῆς γεέννης πῦρ, τὸ φορτίον οὐ φέρουσαι τοῦ θυμοῦ. Σὺ δὲ ὁρῶν τὸν ἀδελφὸν ὑπὸ τὸν γόμον κείμενον, καὶ τὸν διάβολον ἐφεστῶτα καὶ τὴν πυρὰν ἀνάπτοντα, παρατρέχεις ὠμῶς καὶ ἀνηλεῶς· ὅπερ οὐδὲ ἐπ' ἀλόγῳ ποιῆσαι ἀκίνδυνον.
ιαʹ. Καὶ ὁ μὲν Σαμαρείτης τραυματίαν ἰδὼν ἀγνῶτα καὶ οὐδὲν αὐτῷ προσήκοντα, καὶ ἐπέστη, καὶ ἐπὶ ὑποζύγιον ἀνεβίβασε, καὶ εἰς τὸ πανδοχεῖον κατήγαγε, καὶ ἰατρὸν ἐμισθώσατο, καὶ τὸ μὲν ἔδωκεν ἀργύριον, τὸ δὲ ὑπέσχετο. Σὺ δὲ οὐ λῃσταῖς περιπεσόντα βλέπων, ἀλλὰ δαιμόνων φάλαγγι καὶ θυμοῦ πολιορκίᾳ, οὐκ ἐν ἐρημίᾳ, ἀλλ' ἐν ἀγορᾷ μέσῃ, οὐ χρήματα ἀναλίσκειν μέλλων, οὐδὲ ὑποζύγιον μισθοῦσθαι, οὐδὲ μακρὰν προπέμπειν ὁδὸν, ἀλλὰ ῥήματα φθέγγεσθαι μόνον, ὀκνεῖς καὶ ἀναδύῃ, καὶ παρατρέχεις ὠμῶς καὶ ἀνηλεῶς; Καὶ πῶς προσδοκᾷς τὸν Θεὸν καλῶν ἵλεών ποτε ἕξειν; Εἴπω δὲ καὶ πρὸς ὑμᾶς τοὺς ἀσχημονοῦντας δημοσίᾳ, πρὸς τὸν ἐπηρεάζοντα καὶ ἀδικοῦντα. Πληγὰς ἐντείνεις, εἰπέ μοι, καὶ λακτίζεις, καὶ δάκνεις; Ὗς ἄγριος ἐγένου, καὶ ὄνος ἄγριος; Καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς, ἐκθηριούμενος, καὶ τὴν οἰκείαν εὐγένειαν προδιδούς; Εἰ γὰρ πένης εἶ, ἀλλ' ἐλεύθερος· εἰ γὰρ χειροτέχνης εἶ, ἀλλὰ Χριστιανός. ∆ι' αὐτὸ μὲν οὖν τοῦτο ὅτι πένης εἶ, ἀναγκαῖον ἡσυχάζειν. Τῶν γὰρ πλουτούντων ἐστὶ τὸ μάχεσθαι, οὐ τῶν πενήτων· τῶν πλουτούντων, τῶν πολλὰς ἐχόντων ἀνάγκας πολέμων. Σὺ δὲ τὴν ἡδονὴν οὐκ ἔχων τοῦ πλούτου, τὰ κακὰ τοῦ πλούτου περιέρχῃ συνάγων σεαυτῷ, ἔχθρας καὶ φιλονεικίας καὶ μάχας· καὶ ἀποπνίγεις τὸν ἀδελφὸν, καὶ ἄγχεις, καὶ καταβάλλεις δημοσίᾳ ἁπάντων ὁρώντων· καὶ οὐχ ἡγῇ μᾶλλον αὐτὸς ἀσχημονεῖν, τῶν ἀλόγων μιμούμενος τὰς ὁρμὰς, μᾶλλον δὲ καὶ ἐκείνων χείρων γινόμενος; Πάντα γὰρ ἐκείνοις κοινὰ, καὶ συναγελάζονται ἀλλήλοις, καὶ συμ βαδίζουσιν· ἡμῖν δὲ οὐδὲν κοινὸν, ἀλλὰ πάντα ἄνω καὶ κάτω, μάχαι, φιλονεικίαι, λοιδορίαι, καὶ ἀπέχθειαι, καὶ ὕβρεις. Καὶ οὔτε τὸν οὐρανὸν αἰδούμεθα, εἰς ὃν ἐκλήθημεν κοινῇ ἅπαντες, οὐδὲ τὴν γῆν ἢν κοινὴν πᾶσιν ἀνῆκεν, οὐκ αὐτὴν τὴν φύσιν· ἀλλὰ πάντα ὁ θυμὸς καὶ ὁ τῶν χρημάτων ἔρως παρασύρας οἴχεται. Οὐκ εἶδες ἐκεῖνον τὸν τὰ μυρία τάλαντα ὀφείλοντα, εἶτα μετὰ τὴν ἐκείνων ἄφεσιν ἀποπνίγοντα τὸν ἑαυτοῦ σύνδουλον ὑπὲρ ἑκατὸν δηναρίων. ὅσα ὑπέστη κακὰ, καὶ πῶς ἀθανάτῳ παρεδόθη κολάσει; Οὐ δέδοικας τὸ ὑπόδειγμα; οὐ φοβῇ μὴ καὶ αὐτὸς τὰ αὐτὰ πάθῃς; Καὶ γὰρ καὶ ἡμεῖς ὀφείλομεν τῷ ∆εσπότῃ πολλὰ καὶ μεγάλα ὀφλήματα· ἀλλ' ὅμως ἀνέχεται καὶ μακροθυμεῖ, καὶ οὔτε ἐπίκειται, καθάπερ ἡμεῖς τοῖς συνδούλοις, οὔτε ἄγχει καὶ ἀποπνίγει· καίτοιγε εἰ καὶ τὸ πολλοστὸν μέρος αὐτῶν ἡμᾶς ἐβουλήθη ἀπαιτῆσαι, πάλαι ἂν ἀπολώλειμεν. Ταῦτ' οὖν ἐννοοῦντες, ἀγαπητοὶ, ταπεινωθῶμεν, καὶ χάριν ἔχωμεν τοῖς ὀφείλουσιν ἡμῖν· γίνονται γὰρ ἡμῖν, ἂν φιλοσοφῶμεν, ἀφορμὴ συγχωρήσεως μεγίστης, καὶ ὀλίγα διδόντες, πολλὰ ληψόμεθα. Τί τοίνυν ἀπαιτεῖς μετὰ βίας, δέον, εἰ καὶ ἐκεῖνος ἐβούλετο δοῦναι, αὐτὸν συγχωρῆσαι, ἵνα παρὰ τοῦ Θεοῦ τὸ πᾶν λάβῃς; Νυνὶ δὲ πάντα ποιεῖς καὶ βιάζῃ καὶ φιλονεικεῖς, ὥστε σοι μηδὲν ἀφεθῆναι τῶν σῶν· καὶ δοκεῖς μὲν ἐπηρεάζειν τῷ πλησίον, κατὰ δὲ σαυτοῦ τὸ ξίφος ὠθεῖς, αὔξων τὴν ἐν τῇ γεέννῃ κόλασιν· εἰ δὲ μικρὸν ἐνταῦθα φιλοσοφήσεις, ἡμέρους σαυτῷ τὰς εὐθύνας ποιεῖς. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο ἡμᾶς βούλεται ἄρχεσθαι τῆς τοιαύτης φιλοτιμίας, ἵνα ἀφορμὴν λάβῃ τοῦ πλείονα ἡμῖν ἀντιδοῦναι. Ὅσους τοίνυν ὀφειλέτας ἔχεις καὶ χρημάτων καὶ ἁμαρτημάτων, πάντας ἀφεὶς ἐλευθέρους, τὸν Θεὸν ἀπαίτει τῆς τοιαύτης μεγαλοψυχίας τὴν ἀμοιβήν. Ἕως μὲν γὰρ ἂν ἐκεῖνοί σοι ὦσιν ὀφείλοντες, οὐχ ἕξεις τὸν Θεὸν ὀφειλέτην· ἐὰν δὲ ἐκείνους ἀφῇς, δυνήσῃ τὸν Θεὸν κατασχεῖν, καὶ ἀπαιτῆσαι μετὰ πολλῆς τῆς φιλοτιμίας τῆς τοσαύτης φιλοσοφίας τὴν ἀμοιβήν. Εἰ γὰρ ἄνθρωπος παρελθὼν καὶ ἰδών σε τὸν ὑπεύθυνον κατέχοντα, καὶ κελεύσας ἐκεῖνον μὲν ἀφεῖναι, πρὸς δὲ αὐτὸν ἔχειν τὸν ὑπὲρ ἐκείνου λόγον, οὐκ ἂν ἕλοιτο ἀγνωμονῆσαι μετὰ τὴν ἄφεσιν, ἅτε ἐφ' ἑαυτὸν τὸ πᾶν μεταθείς· πῶς ὁ Θεὸς οὐ πολλαπλασίονα καὶ μυριοπλασίονα ἀποδώσει, ὅταν διὰ τὸ αὐτοῦ πρόσταγμα τοὺς ὑπευθύνους ἡμῖν ὄντας, μὴ μικρὸν, μὴ μέγα ἐγκαλέσαντες, ἀφῶμεν ἀπελθεῖν ἀνευθύνους γενομένους; Μὴ δὴ τὴν πρόσκαιρον ἐννοῶμεν ἡδονὴν τὴν ἐγγινομένην ἡμῖν ἐκ τοῦ τοὺς ὑπευθύνους ἀπαιτεῖν, ἀλλὰ τὴν ζημίαν, ὅσην εἰς τὸ μέλλον ἐντεῦθεν ὑπομενοῦμεν, ἐν τοῖς ἀθανάτοις ἑαυτοὺς καταβλάπτοντες. Πάντων οὖν ἀνώτεροι γενόμενοι, χαρισώμεθα καὶ χρήματα καὶ πλημμελήματα τοῖς ὑπευθύνοις ἡμῖν, ἵνα ἡμέρους αὐτοῖς ἡμῖν τὰς εὐθύνας κατασκευάσωμεν· καὶ ὅπερ οὐκ ἰσχύσαμεν διὰ τῆς ἄλλης ἀρετῆς ἀνύσαι, τούτου διὰ τοῦ μὴ μνησικακεῖν τοῖς πλησίον ἐπιτυχόντες, τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ιʹ. Μὴ νομίσητε,
ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας.
αʹ. Τίς γὰρ τοῦτο ὑπώπτευσεν ἢ τίς ἐνεκάλεσεν ἵνα πρὸς τοῦτο ποιήσηται τὴν ἀπάντησιν; Οὐδὲ γὰρ ἐκ τῶν εἰρημένων τοιαύτη τις ὑποψία ἐτίκτετο· τὸ γὰρ κελεύειν πράους εἶναι, καὶ ἐπιεικεῖς, καὶ ἐλεήμονας, καὶ καθαροὺς τῇ καρδίᾳ, καὶ ὑπὲρ δικαιοσύνης ἀγωνίζεσθαι, οὐδὲν τοιοῦτον ἐνεδείκνυτο, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Τί δήποτε οὖν τοῦτο εἴρηκεν; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ· ἀλλ' ἐπειδὴ μείζονα τῶν παλαιῶν ἔμελλε νομοθετεῖν παραγγελμάτων, λέγων· Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν· Μηδὲ ὀργίζεσθε· καὶ θείας τινὸς καὶ οὐρανίου πολιτείας τέμνειν ὁδόν· ἵνα μὴ τὸ ξένον ταράξῃ τῶν ἀκουόντων τὰς ψυχὰς, καὶ διαστασιάζειν παρασκευάσῃ πρὸς τὰ λεγόμενα, ταύτῃ κέχρηται τῇ προδιορθώσει. Εἰ γὰρ καὶ μὴ ἐπλήρουν τὸν νόμον, ἀλλ' ὅμως πολλῇ κατείχοντο πρὸς αὐτὸν συνειδήσει, καὶ τοῖς πράγμασιν αὐτὸν καθ' ἑκάστην παραλύοντες τὴν ἡμέραν, τὰ γράμματα ἤθελον μένειν ἀκίνητα, καὶ μηδένα προσθεῖναι πλέον αὐτοῖς· μᾶλλον δὲ προστιθέντων μὲν ἠνείχοντο τῶν ἀρχόντων, οὐκ ἐπὶ τὸ κρεῖττον δὲ, ἀλλ' ἐπὶ τὸ χεῖρον. Καὶ γὰρ τὴν εἰς τοὺς γονέας τιμὴν οὕτω παρέλυον ταῖς ἑαυτῶν προσθήκαις· καὶ ἕτερα δὲ πλείονα τῶν ἐγκειμένων ἐξέλυον τοῖς ἀκαίροις τούτοις πλεονασμοῖς. Ἐπεὶ οὖν ὁ Χριστὸς οὔτε ἐξ ἱερατικῆς φυλῆς ἐτύγχανεν ὢν, καὶ ἅπερ ἔμελλεν εἰσηγεῖσθαι, προσθήκη τις ἦν, οὐ μὴν ἐλαττοῦσα, ἀλλ' ἐπιτείνουσα τὴν ἀρετήν· προειδὼς ἀμφότερα ταῦτα μέλλοντα αὐτοὺς ταράττειν, πρὶν ἢ τοὺς θαυμαστοὺς ἐκείνους ἐγγράψαι νόμους, ἐκβάλλει τὸ μέλλον αὐτῶν ὑφορμεῖν τῇ διανοίᾳ. Τί δὲ ἦν τὸ ὑφορμοῦν καὶ ἀντικροῦον; Ἐνόμιζον αὐτὸν ταῦτα λέγοντα ἐπ' ἀναιρέσει τῶν παλαιῶν νομίμων ποιεῖν. Ταύτην τοίνυν ἰᾶται τὴν ὑπόνοιαν. Καὶ οὐκ ἐνταῦθα τοῦτο ποιεῖ μόνον, ἀλλὰ καὶ ἑτέρωθι πάλιν. Ἐπειδὴ γὰρ ἀντίθεον ἐντεῦθεν αὐτὸν ἐνόμιζον εἶναι, ἀπὸ τοῦ τὸ Σάββατον μὴ τηρεῖν, θεραπεύων αὐτῶν τὴν τοιαύτην ὑποψίαν, κἀκεῖ πάλιν τίθησιν ἀπολογίας, τὰς μὲν ἑαυτῷ πρεπούσας, ὥσπερ ὅταν λέγῃ, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· τὰς δὲ πολὺ τὸ συγκαταβατικὸν ἐχούσας, οἷον ὡς ὅταν εἰς μέσον παράγῃ πρόβατον ἀπολλύμενον ἐν Σαββάτῳ, καὶ δεικνύῃ διὰ τὴν ἐκείνου σωτηρίαν τὸν νόμον κινούμενον, καὶ περιτομῆς μνημονεύῃ τὸ αὐτὸ τοῦτο ποιούσης πάλιν. ∆ιὸ δὴ καὶ ταπεινότερα φθέγγεται πολλάκις ῥήματα, ἵνα τὸ δοκεῖν εἶναι ἀντίθεος ἀνέλῃ. ∆ιὰ τοῦτο ὁ μυρίους νεκροὺς ἐγείρας λόγῳ μόνῳ, ἡνίκα τὸν Λάζαρον ἐκάλει, καὶ εὐχὴν προσέθηκεν· εἶτα, ἵνα μὴ τοῦτο ἐλάττονα αὐτὸν δείξῃ τοῦ γεγεννηκότος, διορθούμενος τὴν ὑπόνοιαν, ἐπήγαγεν, ὅτι Ταῦτα εἶπον διὰ τὸν ὄχλον τὸν περιεστῶτα, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Καὶ οὔτε πάντα ὡς αὐθεντῶν ἐργάζεται, ἵνα τὴν ἐκείνων ἀσθένειαν διορθώσηται· οὔτε πάντα εὐχόμενος ποιεῖ, ἵνα μὴ τοῖς μετὰ ταῦτα καταλίπῃ πονηρᾶς ὑποψίας ὑπόθεσιν, ὡς ἀσθενῶν καὶ ἀδυνάτως ἔχων· ἀλλὰ μίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις. Καὶ οὐδὲ τοῦτο ἁπλῶς ποιεῖ, ἀλλὰ μετὰ τῆς αὐτῷ προσηκούσης συνέσεως. Τὰ γὰρ μείζονα ἐξουσιαστικῶς ποιῶν, ἐν τοῖς ἐλάττοσιν εἰς τὸν οὐρανὸν ἀναβλέπει. Ἁμαρτήματα μὲν γὰρ λύων, καὶ τὰ ἀπόῤῥητα ἀποκαλύπτων, καὶ παράδεισον ἀνοιγνὺς, καὶ δαίμονας ἀπελαύνων, καὶ λεπροὺς καθαρίζων, καὶ θάνατον χαλινῶν, καὶ νεκροὺς ἐγείρων μυρίους, ἐξ ἐπιτάγματος πάντα ἐποίει. Ἡνίκα δὲ, ὃ πολλῷ τούτων ἔλαττον ἦν, ἄρτους ἐξ ὀλίγων πολλοὺς παρεσκεύαζε πηγάζειν, τότε εἰς οὐρανὸν ἀνέβλεπε, δεικνὺς ὅτι οὐ δι' ἀσθένειαν τοῦτο ἐργάζεται. Ὁ γὰρ τὰ μείζονα δυνηθεὶς μετ' ἐξουσίας ποιῆσαι, πῶς ἂν ἐν τοῖς ἐλάττοσιν εὐχῆς ἐδεήθη; Ἀλλ', ὅπερ ἔφην, ἵνα ἐκείνων ἐπιστομίσῃ τὴν ἀναισχυντίαν, τοῦτο ποιεῖ. Τὸ αὐτὸ τοίνυν καὶ ἐν τοῖς ῥήμασιν, ὅταν ἀκούσῃς αὐτοῦ ταπεινὰ φθεγγομένου, λογίζου. Καὶ γὰρ πολλαὶ καὶ τῶν ῥημάτων καὶ τῶν πραγμάτων τῶν τοιούτων εἰσὶν αἰτίαι· οἷον, τὸ μὴ νομίζεσθαι ἀλλότριον εἶναι τοῦ Θεοῦ, τὸ πάντας παιδεύειν αὐτὸν καὶ θεραπεύειν, τὸ ταπεινοφροσύνην διδάσκειν, τὸ σάρκα περικεῖσθαι, τὸ μὴ δύνασθαι Ἰουδαίους πάντα ἀθρόως ἀκούειν, τὸ διδάσκειν μηδὲν μέγα περὶ ἑαυτῶν φθέγγεσθαι. ∆ιὰ τοῦτο πολλὰ ταπεινὰ αὐτὸς περὶ ἑαυτοῦ πολλάκις εἰπὼν, τὰ μεγάλα ἑτέροις ἀφίησι λέγειν.
βʹ. Αὐτὸς μὲν γὰρ Ἰουδαίοις διαλεγόμενος ἔλεγε· Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι· ὁ μαθητὴς δὲ αὐτοῦ οὐχ οὕτως, ἀλλ', Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάλιν, ὅτι οὐρανὸν καὶ γῆν καὶ θάλατταν αὐτὸς ἐποίησε, καὶ τὰ ὁρώμενα καὶ τὰ ἀόρατα πάντα, αὐτὸς μὲν οὐδαμοῦ σαφῶς εἴρηκεν· ὁ δὲ μαθητὴς μετὰ πολλῆς τῆς παῤῥησίας, οὐδὲν ὑποστειλάμενος, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις τοῦτό φησι, Πάντα δι' αὐτοῦ ἐγένετο, γράφων· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν· καὶ, Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο. Καὶ τί θαυμάζεις, εἰ ἕτεροι μείζονα περὶ αὐτοῦ εἰρήκασιν, ὧν αὐτὸς εἴρηκεν, ὅπου γε πολλὰ διὰ τῶν πραγμάτων ἐπιδεικνύμενος, διὰ τῶν ῥημάτων σαφῶς οὐκ ἔλεγεν; Ὅτι γὰρ τὸν ἄνθρωπον αὐτὸς ἐποίησεν, ἔδειξε σαφῶς καὶ διὰ τοῦ τυφλοῦ· ἡνίκα δὲ περὶ τῆς ἐν ἀρχῇ πλάσεως ὁ λόγος ἦν αὐτῷ, οὐκ εἶπεν, ὅτι Ἐγὼ ἐποίησα, ἀλλ', Ὁ ποιήσας, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Πάλιν, ὅτι τὸν κόσμον ἐδημιούργησε καὶ τὰ ἐν αὐτῷ, διὰ τῶν ἰχθύων, διὰ τοῦ οἴνου, διὰ τῶν ἄρτων, διὰ τῆς γαλήνης τῆς ἐν τῇ θαλάσσῃ, διὰ τῆς ἀκτῖνος, ἣν ἀπέστρεψεν ἐν τῷ σταυρῷ, διὰ πλειόνων ἑτέρων ἀπέδειξε· ῥήμασι δὲ οὐδαμοῦ τοῦτο σαφῶς εἶπεν, ἀλλ' οἱ μαθηταὶ συνεχῶς τοῦτο φθέγγονται, καὶ Ἰωάννης, καὶ Παῦλος καὶ Πέτρος. Εἰ γὰρ ἐκεῖνοι, οἱ νύκτωρ καὶ μεθ' ἡμέραν ἀκούοντες αὐτοῦ διαλεγομένου, καὶ θαυματουργοῦντα βλέποντες, καὶ οἷς κατ' ἰδίαν πολλὰ ἐπέλυσε, καὶ τοσαύτην ἔδωκε δύναμιν, ὡς καὶ νεκροὺς ἐγείρειν, καὶ οὕτως ἀπηρτισμένους εἰργάσατο, ὡς πάντα ἀφεῖναι δι' αὐτὸν, μετὰ τὴν τοσαύτην ἀρετὴν καὶ φιλοσοφίαν οὐκ ἴσχυον τὰ πάντα βαστάσαι πρὸ τῆς τοῦ Πνεύματος χορηγίας· πῶς δῆμος Ἰουδαϊκὸς, καὶ συνέσεως ἄμοιρος, καὶ τῆς τοσαύτης ἀρετῆς ἀπολιμπανόμενος, καὶ ἐκ τοῦ παρατυγχάνοντος παραγινόμενος τοῖς γινομένοις ἢ τοῖς λεγομένοις ποτὲ, μὴ ἀλλότριον αὐτὸν εἶναι τοῦ τῶν ὅλων Θεοῦ ἐπείσθη, εἰ μὴ τοσαύτῃ συγκαταβάσει διὰ πάντων ἐχρήσατο; ∆ιὰ γάρ τοι τοῦτο, καὶ ὅτε τὸ Σάββατον ἔλυεν, οὐ προηγουμένως τὴν τοιαύτην εἰσῆγε νομοθεσίαν, ἀλλὰ ποικίλας καὶ πολλὰς συντίθησιν ἀπολογίας. Εἰ δὲ μίαν ἐντολὴν μέλλων ἀναπαύειν, τοσαύτῃ κέχρηται λόγων οἰκονομίᾳ, ἵνα μὴ πλήξῃ τοὺς ἀκούοντας· πολλῷ μᾶλλον προσθεὶς ὁλοκλήρῳ τῷ νόμῳ ὁλόκληρον ἑτέραν νομοθεσίαν, πολλῆς ἐδεῖτο τῆς κατασκευῆς καὶ τῆς θεραπείας, ὥστε μὴ θορυβῆσαι τοὺς ἀκροωμένους τότε. ∆ιὰ δὴ τοῦτο οὐδὲ περὶ τῆς θεότητος τῆς αὐτοῦ πανταχοῦ φαίνεται σαφῶς παιδεύων. Εἰ γὰρ ἡ τοῦ νόμου προσθήκη τοσοῦτον αὐτοὺς ἐθορύβει, πολλῷ μᾶλλον τὸ Θεὸν ἑαυτὸν ἀποφαίνειν. ∆ιὰ τοῦτο πολλὰ καταδεέστερα τῆς οἰκείας φθέγγεται ἀξίας· καὶ ἐνταῦθα μέλλων ἐκβαίνειν εἰς τὴν τοῦ νόμου προσθήκην, πολλῇ τῇ προδιορθώσει κέχρηται. Οὐδὲ γὰρ ἅπαξ εἶπεν, ὅτι Οὐ λύω τὸν νόμον, ἀλλὰ καὶ δεύτερον αὐτὸ πάλιν ἀνέλαβε, καὶ ἕτερον προσέθηκε μεῖζον. Εἰπὼν γὰρ, Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι, ἐπήγαγεν, Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Τοῦτο δὲ οὐκ Ἰουδαίων ἐμφράττει τὴν ἀναισχυντίαν μόνον, ἀλλὰ καὶ τῶν αἱρετικῶν ἀποῤῥάπτει τὰ στόματα, τῶν ἐκ τοῦ διαβόλου λεγόντων εἶναι τὴν Παλαιάν. Εἰ γὰρ καταλῦσαι τὴν ἐκείνου τυραννίδα παρεγένετο ὁ Χριστὸς, πῶς ταύτην οὐ μόνον οὐ καταλύει, ἀλλὰ καὶ πληροῖ; Οὐ γὰρ μόνον εἴρηκεν, ὅτι Οὐ καταλύω· καίτοι ἤρκει τοῦτο· ἀλλ' ὅτι καὶ Πληρῶ· ὅπερ οὐ μόνον οὐκ ἐναντιουμένου ἦν, ἀλλὰ καὶ συγκροτοῦντος αὐτήν. Καὶ πῶς οὐ κατέλυσε; φησί· πῶς δὲ καὶ ἐπλήρωσεν, ἢ τὸν νόμον, ἢ τοὺς προφήτας; Τοὺς προφήτας μὲν, δι' ὧν τὰ περὶ αὐτοῦ λεχθέντα ἅπαντα τοῖς ἔργοις ἐβεβαίωσε· διὸ καὶ καθ' ἕκαστον ὁ εὐαγγελιστὴς ἔλεγεν· Ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου· καὶ ἡνίκα ἐτέχθη, καὶ ἡνίκα τὰ παιδία τὸν θαυμαστὸν ὕμνον ᾖδεν εἰς αὐτὸν, καὶ ἡνίκα ἐπὶ τῆς ὄνου ἐκάθισε, καὶ ἐφ' ἑτέρων δὲ πλειόνων τὸ αὐτὸ τοῦτο ἐπλήρωσεν· ἅπερ πάντα ἔμελλον ἀπλήρωτα εἶναι, εἰ μὴ παρεγένετο. Τὸν δὲ νόμον οὐχ ἑνὶ μόνον, ἀλλὰ καὶ δευτέρῳ καὶ τρίτῳ ἐπλήρωσε τρόπῳ. Ἑνὶ μὲν, τῷ μηδὲν παραβῆναι τῶν νομίμων. Ὅτι γὰρ πάντα αὐτὸν ἐπλήρωσεν, ἄκουσον τί φησι τῷ Ἰωάννῃ· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Καὶ Ἰουδαίοις δὲ ἔλεγε· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Καὶ τοῖς μαθηταῖς δὲ πάλιν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Καὶ ὁ προφήτης δὲ ἄνωθεν ἔλεγεν, ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν. Ἑνὶ μὲν οὖν αὐτὸν ἐπλήρωσε τούτῳ τῷ τρόπῳ· ἑτέρῳ δὲ, τῷ καὶ δι' ἡμῶν τοῦτο ποιῆσαι. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ μόνον αὐτὸς ἐπλήρωσεν, ἀλλὰ καὶ ἡμῖν ἐχαρίσατο τοῦτο. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅτι Τέλος νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Καὶ τὴν ἁμαρτίαν δὲ αὐτὸν ἔλεγε Κρῖναι ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι. Καὶ πάλιν· Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο. Ἀλλὰ νόμον ἱστῶμεν. Ἐπειδὴ γὰρ ὁ νόμος τοῦτο ἐσπούδαζε, δίκαιον ποιῆσαι τὸν ἄνθρωπον, ἠτόνει δὲ, ἐλθὼν αὐτὸς, καὶ τρόπον εἰσαγαγὼν δικαιοσύνης τὸν διὰ τῆς πίστεως, ἔστησε τοῦ νόμου τὸ βούλημα· καὶ ὅπερ οὐκ ἴσχυσε διὰ γραμμάτων ἐκεῖνος, τοῦτο αὐτὸς διὰ τῆς πίστεως ἤνυσε. ∆ιὰ τοῦτό φησιν· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον.
γʹ. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἕτερον τρίτον τρόπον εὑρήσει, καθ' ὃν τοῦτο γέγονε. Ποῖον δὴ τοῦτον; Τὸν τῆς μελλούσης νομοθεσίας, ἥνπερ ἔμελλε παραδιδόναι. Οὐ γὰρ ἀναίρεσις τῶν προτέρων, ἀλλ' ἐπίτασις καὶ πλήρωσις ἦν τὰ λεγόμενα. Τοῦ γὰρ μὴ φονεύειν οὐκ ἀναίρεσις τὸ μὴ ὀργίζεσθαι, ἀλλὰ πλήρωσις καὶ πλείων ἀσφάλεια· καὶ τῶν ἄλλων ἁπάντων. ∆ιὸ δὴ καὶ τὰ σπέρματα τούτων προκαταβαλό μενος ἀνυπόπτως τότε, ὅτε σαφέστερον ἔμελλεν ἐκ τῆς παραθέσεως τῶν παλαιῶν καὶ νέων νομίμων ἐπὶ ἐναντιώσει ὑποπτεύεσθαι, τῇ προδιορθώσει κέχρηται. Αἰνιγματωδῶς μὲν γὰρ αὐτὰ καὶ ἤδη κατεβάλετο διὰ τῶν εἰρημένων. Τὸ γὰρ, Μακάριοι οἱ πτωχοὶ, ταὐτόν ἐστι τῷ μὴ ὀργίζεσθαι· καὶ τὸ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, τῷ μὴ ἐμβλέψαι εἰς γυναῖκα πρὸς ἐπιθυμίαν· καὶ τὸ μὴ θησαυρίζειν θησαυροὺς ἐπὶ τῆς γῆς, τῷ, Μακάριοι οἱ ἐλεήμονες, συνᾴδει· καὶ τὸ πενθεῖν δὲ, καὶ τὸ διώκεσθαι, καὶ ὀνειδίζεσθαι, ἴσον ἐστὶ τῷ διὰ τῆς στενῆς πύλης εἰσιέναι· καὶ τὸ πεινᾷν καὶ διψᾷν τὴν δικαιοσύνην, οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἐκεῖνο, ὃ μετὰ ταῦτά φησιν, ὅτι Ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Καὶ τὸν εἰρηνοποιὸν μακαρίσας, πάλιν τὸ αὐτὸ σχεδὸν εἴρηκεν, ὅτε ἐκέλευσεν ἀφεῖναι τὸ δῶρον, καὶ ἐπὶ τὴν καταλλαγὴν σπεύδειν τοῦ λελυπημένου, καὶ τὸ εὐνοεῖν τῷ ἀντιδίκῳ. Ἀλλ' ἐκεῖ μὲν τὰ ἔπαθλα τῶν κατορθούντων τέθεικεν, ἐνταῦθα δὲ τῶν μὴ ποιούντων τὰς τιμωρίας. ∆ιόπερ ἐκεῖ μὲν ἔλεγεν, ὅτι οἱ πραεῖς κληρονομήσουσι γῆν· ἐνταῦθα δὲ, ὁ μωρὸν καλῶν τὸν ἀδελφὸν αὐτοῦ, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός. Καὶ ἐκεῖ μὲν, ὅτι τὸν Θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ· ἐνταῦθα δὲ, ὅτι μοιχός ἐστιν ἀπηρτισμένος ὁ ἀκολάστως ἰδών· καὶ τοὺς εἰρηνοποιοὺς υἱοὺς Θεοῦ καλέσας ἐκεῖ, ἐνταῦθα ἑτέρωθεν φοβεῖ λέγων· Μή ποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ. Οὕτω καὶ τοὺς πενθοῦντας καὶ τοὺς διωκομένους μακαρίζων ἐν τοῖς ἔμπροσθεν, ἐν τοῖς μετὰ ταῦτα τὸ αὐτὸ τοῦτο κατασκευάζων, ἀπώλειαν ἀπειλεῖ τοῖς μὴ ταύτην ἐρχομένοις τὴν ὁδόν· οἱ γὰρ διὰ τῆς πλατείας βαδίζοντες, φησὶν, ἐκεῖ καταστρέφουσι. Καὶ τὸ, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ, ἴσον εἶναί μοι δοκεῖ τῷ, Μακάριοι οἱ ἐλεήμονες, καὶ, Οἱ πεινῶντες τὴν δικαιοσύνην. Ἀλλ', ὅπερ ἔφην, ἐπειδὴ μέλλει τρανότερον αὐτὰ λέγειν, καὶ οὐ τρανότερον μόνον, ἀλλὰ καὶ πλείονα τῶν εἰρημένων προστιθέναι πάλιν (οὐκέτι γὰρ ἐλεήμονα ζητεῖ μόνον, ἀλλὰ καὶ τοῦ χιτωνίσκου ἐξίστασθαι κελεύει· οὐδὲ πρᾶον ἁπλῶς, ἀλλὰ καὶ τὴν ἑτέραν σιαγόνα στρέφειν τῷ βουλομένῳ ῥαπίζειν), τὴν δοκοῦσαν ἀντίθεσιν εἶναι πρότερον ἀναιρεῖ. ∆ιὰ δὴ τοῦτο, ὅπερ ἔφθην εἰπὼν, οὐδὲ ἅπαξ τοῦτο εἴρηκεν, ἀλλὰ καὶ δεύτερον. Εἰπὼν γὰρ, Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι, ἐπήγαγεν· Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν· Ἐὰν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀμήχανον ἀτέλεστον μεῖναι, ἀλλὰ καὶ τὸ βραχύτατον αὐτοῦ πληρωθῆναι δεῖ. Ὅπερ αὐτὸς ἐποίησε, μετὰ ἀκριβείας αὐτὸν ἁπάσης ἀπαρτίσας. Ἐνταῦθα δὲ ἡμῖν αἰνίττεται, ὅτι καὶ ὁ κόσμος ἅπας μετασχηματίζεται. Καὶ οὐχ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλ' ἵνα ἐπάρῃ τὸν ἀκροατὴν, καὶ δείξῃ δικαίως ἑτέραν εἰσαγαγὼν πολιτείαν· εἴγε μέλλοι καὶ τὰ τῆς κτίσεως ἅπαντα μετασχηματίζεσθαι, καὶ τὸ τῶν ἀνθρώπων γένος πρὸς ἑτέραν καλεῖσθαι πατρίδα, καὶ βίου παρασκευὴν ὑψηλοτέραν. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἐπειδὴ γὰρ ἀπήλλαξεν ἑαυτὸν τῆς πονηρᾶς ὑποψίας, καὶ τοὺς βουλομένους ἀντιλέγειν ἐπεστόμισε, τότε λοιπὸν καὶ φοβεῖ, καὶ ἀπειλὴν τίθησι μεγίστην ὑπὲρ τῆς μελλούσης νομοθεσίας. Ὅτι γὰρ οὐχ ὑπὲρ τῶν παλαιῶν νόμων εἴρηκεν, ἀλλ' ὑπὲρ ὧν αὐτὸς ἔμελλε νομοθετεῖν, ἄκουσον τῶν ἑξῆς. Λέγω γὰρ ὑμῖν, φησίν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ περὶ τῶν παλαιῶν ἠπείλει νόμων, πῶς ἔλεγεν, Ἐὰν μὴ περισσεύσῃ; Τοὺς γὰρ τὰ αὐτὰ ποιοῦντας, ἅπερ ἐποίουν ἐκεῖνοι, οὐκ ἦν περισσεῦσαι κατὰ τὸν τῆς δικαιοσύνης λόγον. Ἀλλὰ ποῖον ἦν τὸ περισσόν; Τὸ μὴ ὀργισθῆναι, τὸ μηδὲ ἐμβλέψαι εἰς γυναῖκα ἀκολάστως.
δʹ. Τίνος οὖν ἕνεκεν ἐλαχίστας αὐτὰς ἐκάλεσε, καίτοι οὕτω μεγάλας καὶ ὑψηλὰς οὔσας; Ἐπειδὴ αὐτὸς τὴν νομοθεσίαν εἰσάγειν ἔμελλεν. Ὥσπερ γὰρ ἑαυτὸν ἐταπείνωσε, καὶ μέτρια πολλαχοῦ περὶ ἑαυτοῦ φθέγγεται· οὕτω καὶ περὶ τῆς ἑαυτοῦ νομοθεσίας, παιδεύων ἡμᾶς κἀν τούτῳ πανταχοῦ μετριάζειν. Ἄλλως δὲ καὶ ἐπειδὴ καινοτομίας ἐδόκει τις ὑποψία εἶναι, ὑπεσταλμένως τέως κέχρηται τῷ λόγῳ. Ὅταν δὲ ἀκούσῃς ἐλάχιστον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μηδὲν ἄλλο ὑπόπτευε ἢ γέενναν καὶ κόλασιν. Βασιλείαν γὰρ οἶδεν οὐχὶ τὴν ἀπόλαυσιν μόνον λέγειν, ἀλλὰ καὶ τὸν καιρὸν τῆς ἀναστάσεως, καὶ τὴν παρουσίαν ἐκείνην τὴν φοβεράν. Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, τὸν μὲν εἰπόντα τὸν ἀδελφὸν μωρὸν, καὶ μίαν παραβάντα ἐντολὴν, εἰς τὴν γέενναν ἐμπεσεῖν· τὸν δὲ ὅλας λύοντα, καὶ ἑτέρους εἰς τοῦτο ἐνάγοντα, ἐν τῇ βασιλείᾳ εἶναι; Οὐ τοίνυν τοῦτό φησιν, ἀλλ' ὅτι ἐν ἐκείνῳ τῷ καιρῷ ἐλάχιστος ἔσται, ἀπεῤῥιμμένος, ἔσχατος· ὁ δὲ ἔσχατος πάντως εἰς τὴν γέενναν ἐμπεσεῖται τότε. Καὶ γὰρ Θεὸς ὢν προῄδει τὴν τῶν πολλῶν ῥᾳθυμίαν, καὶ ὅτι μέλλουσί τινες ὑπερβολῆς νομίζειν εἶναι τὰ εἰρημένα μόνης, καὶ συλλογίζεσθαι τοὺς νόμους, καὶ λέγειν· Ἐὰν οὖν τις μωρὸν καλέσῃ, κολάζεται; ἐὰν οὖν ἴδῃ τις ἁπλῶς, μοιχὸς γίνεται; ∆ιὸ δὴ ταύτην προαναιρῶν τὴν ὀλιγωρίαν, ἀπειλὴν τέθεικε μεγίστην ἑκατέροις, καὶ τοῖς παραβαίνουσι, καὶ τοῖς ἑτέρους εἰς τοῦτο ἐνάγουσιν. Εἰδότες τοίνυν τὴν ἀπειλὴν, μήτε αὐτοὶ παραβαίνωμεν, μήτε τοὺς βουλομένους ταῦτα φυλάττειν ἐκλύωμεν. Ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, φησὶ, μέγας κληθήσεται. Οὐ γὰρ ἑαυτοῖς δεῖ χρησίμους εἶναι μόνον, ἀλλὰ καὶ ἑτέροις. Καὶ γὰρ οὐκ ἴσος ὁ μισθὸς τῷ ἑαυτὸν κατορθοῦντι, καὶ τῷ μεθ' ἑαυτοῦ καὶ ἕτερον προστιθέντι. Ὥσπερ γὰρ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν, κρίνει τὸν διδάσκοντα (Ὁ γὰρ διδάσκων, φησὶν, ἕτερον, σεαυτὸν οὐ διδάσκεις;)· οὕτω τὸ ποιεῖν μὲν, ἑτέροις δὲ μὴ ὑφηγεῖσθαι, ἐλαττοῖ τὸν μισθόν. ∆εῖ τοίνυν ἐν ἑκατέροις ἄκρον εἶναι, καὶ πρότερον ἑαυτὸν κατορθώσαντα, οὕτω καὶ ἐπὶ τὴν τῶν ἄλλων ἐκβῆναι ἐπιμέλειαν. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς τὴν ποίησιν πρὸ τῆς διδασκαλίας ἔθηκε, δεικνὺς ὅτι οὕτω μάλιστά τις διδάξαι δυνήσεται, ἑτέρως δὲ οὐδαμῶς. Ἀκούσεται γάρ· Ἰατρὲ, θεράπευσον σεαυτόν. Ὁ γὰρ ἑαυτὸν διδάξαι μὴ δυνηθεὶς καὶ ἑτέρους ἐπιχειρῶν διορθοῦν, πολλοὺς ἕξει τοὺς κωμῳδοῦντας αὐτόν· μᾶλλον δὲ οὐδὲ διδάξαι ὁ τοιοῦτος δυνήσεται, τῶν πραγμάτων ἀντιφθεγγομένων αὐτῷ. Ἂν δὲ ἑκατέρωθεν ἀπηρτισμένος ᾖ, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Λέγω γὰρ ὑμῖν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐνταῦθα δικαιοσύνην τὴν πᾶσαν ἀρετὴν λέγει, ὥσπερ καὶ περὶ τοῦ Ἰὼβ διαλεγόμενος ἔλεγε· Καὶ ἦν ἄνθρωπος ἄμεμπτος, δίκαιος. Κατὰ τοῦτο καὶ ὁ Παῦλος τὸ σημαινόμενον δίκαιον ἐκεῖνον ἐκάλεσεν, ᾧ μηδὲ νόμον κεῖσθαι ἔλεγε· ∆ικαίῳ γὰρ νόμος οὐ κεῖται, φησί. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ τοῦτο τὸ ὄνομα ἐπὶ τῆς ἀρετῆς τῆς καθόλου κείμενον εὕροι τις ἄν. Σὺ δέ μοι σκόπει τῆς χάριτος τὴν ἐπίδοσιν, ὅπου τοὺς μαθητὰς τοὺς νεήλυδας τῶν ἐν τῇ Παλαιᾷ διδασκάλων κρείττους εἶναι βούλεται. Γραμματέων γὰρ ἐνταῦθα καὶ Φαρισαίων οὐχ ἁπλῶς εἶπε τῶν παρανόμων, ἀλλὰ τῶν κατορθούντων· οὐ γὰρ ἂν, εἰ μὴ κατώρθουν, ἔφησεν ἔχειν δικαιοσύνην, οὐδὲ ἂν τὴν οὐκ οὖσαν παρέβαλε τῇ οὔσῃ. Ὅρα δὲ καὶ ἐνταῦθα πῶς συνίστησι τὴν Παλαιὰν, σύγκρισιν ποιούμενος ταύτης πρὸς ἐκείνην· ὅπερ δείκνυσιν ὁμόφυλον αὐτὴν οὖσαν καὶ συγγενῆ· τὸ γὰρ πλέον καὶ ἔλαττον τοῦ αὐτοῦ γένους ἐστίν. Οὐ τοίνυν διαβάλλει τὴν Παλαιὰν, ἀλλ' ἐπιταθῆναι αὐτὴν βούλεται. Εἰ δὲ ἦν πονηρὰ, οὐκ ἂν τὸ πλέον ἐζήτησεν, οὐδ' ἂν αὐτὴν διώρθωσεν, ἀλλ' ἐξέβαλεν ἄν. Καὶ πῶς. φησὶν, εἰ τοιαύτη ἐστὶν, εἰς τὴν βασιλείαν οὐκ εἰσάγει; Νῦν οὐκ εἰσάγει τοὺς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πολιτευομένους, ἅτε δὴ πλείονος ἀπολελαυκότας δυνάμεως, καὶ μείζονα ὀφείλοντας ἀγωνίζεσθαι· ἐπεὶ τούς γε αὐτῆς τροφίμους εἰσάγει ἅπαντας. Καὶ γὰρ Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, φησὶ, καὶ ἀνακλιθήσονται εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ὁ Λάζαρος δὲ τῶν μεγάλων ἀπολαύων ἐπάθλων, ἐν τοῖς ἐκείνου κόλποις φαίνεται ἐνδιαιτώμενος. Καὶ πάντες ὅσοι μεθ' ὑπερβολῆς ἔλαμψαν ἐν τῇ Παλαιᾷ, διὰ ταύτης ἔλαμψαν ἅπαντες. Καὶ ὁ Χριστὸς δὲ, εἰ πονηρά τις ἦν καὶ ἀλλοτρία, οὐκ ἂν αὐτὴν ἐπλήρωσεν ἐλθὼν ἅπασαν. Εἰ γὰρ ὑπὲρ τοῦ τοὺς Ἰουδαίους ἐπισπάσασθαι τοῦτο ἐποίει μόνον, καὶ οὐχ ὥστε δεῖξαι συγγενῆ ταύτην οὖσαν τῇ Καινῇ καὶ συμβαίνουσαν· τίνος ἕνεκεν οὐχὶ καὶ τὰ τῶν Ἑλλήνων ἐπλήρου νόμιμά τε καὶ ἔθη, ἵνα Ἕλληνας ἐπισπάσηται; εʹ. Ὥστε πανταχόθεν δῆλον, ὅτι οὐ διὰ τὸ πονηρὰ εἶναι οὐκ εἰσάγει, ἀλλὰ διὰ τὸ μειζόνων ἐντολῶν εἶναι καιρόν. Εἰ δὲ ἀτελεστέρα ἐστὶ τῆς Καινῆς, οὐδὲ τοῦτο δείκνυσιν αὐτὴν πονηράν· ἐπεὶ κατὰ τοῦτο καὶ ἡ Καινὴ τὸ αὐτὸ τοῦτο πείσεται. Καὶ γὰρ ἡ ταύτης γνῶσις πρὸς τὴν μέλλουσαν συγκρινομένη, μερική τίς ἐστι καὶ ἀτελὴς, καὶ καταργεῖται ἐκείνης ἐλθούσης· Ὅταν γὰρ ἔλθῃ, φησὶ, τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται· ὅπερ ἔπαθεν ἡ Παλαιὰ παρὰ τῆς Καινῆς. Ἀλλ' οὐ διὰ τοῦτο αὐτὴν διαβαλοῦμεν, καίτοι καὶ αὕτη ὑπεξίσταται, ὅταν τῆς βασιλείας ἐπιτύχωμεν· Τότε γὰρ τὸ ἐκ μέρους καταργηθήσεται, φησίν· ἀλλ' ὅμως μεγάλην αὐτὴν εἶναί φαμεν. Ἐπεὶ οὖν καὶ μείζονα τὰ ἔπαθλα, καὶ πλείων ἡ παρὰ τοῦ Πνεύματος δύναμις, εἰκότως καὶ μείζονα ἀπαιτεῖ τὰ χαρίσματα. Οὐκέτι γὰρ γῆ ῥέουσα γάλα καὶ μέλι, οὐδὲ γῆρας λιπαρὸν, οὐδὲ πολυπαιδία, οὐδὲ σῖτος καὶ οἶνος, καὶ ποίμνια καὶ βουκόλια· ἀλλ' οὐρανὸς, καὶ τὰ ἐν οὐρανοῖς ἀγαθὰ, καὶ υἱοθεσία, καὶ ἀδελφότης ἡ πρὸς τὸν Μονογενῆ, καὶ κοινωνία κληρονομίας, καὶ τὸ συνδοξασθῆναι καὶ συμβασιλεῦσαι, καὶ τὰ μυρία ἔπαθλα ἐκεῖνα. Ὅτι δὲ καὶ πλείονος βοηθείας ἀπελαύσαμεν, ἄκουσον τοῦ Παύλου λέγοντος· Οὐδὲν ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Ἀπειλήσας τοίνυν τοῖς παραβαίνουσι, καὶ μεγάλα ἔπαθλα θεὶς τοῖς κατορθοῦσι, καὶ δείξας ὅτι δικαίως πλέον ἡμᾶς ἀπαιτεῖ τῶν προτέρων μέτρων, ἄρχεται τῆς νομοθεσίας λοιπὸν, οὐχ ἁπλῶς, ἀλλὰ κατὰ σύγκρισιν τῶν παλαιῶν νομίμων· δύο ταῦτα δεῖξαι βουλόμενος, ὅτι τε οὐ μαχόμενος τοῖς προτέροις, ἀλλὰ καὶ σφόδρα συμφωνῶν ταῦτα νομοθετεῖ, καὶ ὅτι εἰκότως καὶ σφόδρα εὐκαίρως τὰ δεύτερα ἐκείνοις προστίθησιν. Ὅπερ ἵνα καὶ σαφέστερον γένηται, αὐτῶν ἐπακούσωμεν τῶν τοῦ νομοθέτου ῥημάτων. Τί οὖν αὐτός φησιν; Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις. Καίτοι ὁ καὶ ἐκεῖνα δοὺς, αὐτός ἐστιν· ἀλλὰ τέως ἀπροσώπως αὐτὰ τίθησιν. Εἴτε γὰρ εἶπεν, ὅτι Ἠκούσατε ὅτι εἶπον τοῖς ἀρχαίοις, δυσπαράδεκτος ὁ λόγος ἐγίνετο, καὶ πᾶσιν ἂν προσέστη τοῖς ἀκούουσιν· εἴτε αὖ πάλιν εἰπὼν, ὅτι Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις παρὰ τοῦ Πατρός μου, ἐπήγαγεν, Ἐγὼ δὲ λέγω, μείζων ἂν ἔδοξεν εἶναι ὁ αὐθαδιασμός. ∆ιὸ δὴ ἁπλῶς αὐτὸ τέθεικεν, ἓν μόνον ἀπ' αὐτοῦ κατασκευάζων, τὸ δεῖξαι ὅτι εἰς καιρὸν ἦλθε τὸν προσήκοντα ταῦτα λέγων. Τῷ γὰρ εἰπεῖν, Ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, ἐνέφηνε πολὺν τὸν χρόνον, ἐξ οὗ τὴν ἐντολὴν ταύτην ἔλαβον. Τοῦτο δὲ ἐποίησεν, ἵνα ἐντρέψῃ τὸν ἀκροατὴν τὸν ἀναδυόμενον πρὸς τὰ ὑψηλότερα ἐκβῆναι τῶν ἐπιταγμάτων· ὡσανεὶ διδάσκαλος παιδίῳ ῥᾳθυμοῦντι λέγοι· Οὐκ οἶσθα πόσον ἀνήλωσας χρόνον συλλαβὰς μελετῶν; Τοῦτο δὲ καὶ αὐτὸς αἰνιττόμενος τῷ τῶν ἀρχαίων ὀνόματι, ἐκκαλεῖται λοιπὸν αὐτοὺς πρὸς τὰ μείζονα τῶν διδαγμάτων, ὡσανεὶ ἔλεγεν· Ἀρκοῦντα ἔχετε χρόνον ταῦτα μελετῶντες, καὶ δεῖ λοιπὸν πρὸς τὰ ὑψηλότερα τούτων ἐπείγεσθαι. Εὖ δὲ καὶ τὸ μὴ συγχεῖν τὴν τάξιν τῶν ἐντολῶν, ἀλλ' ἀπὸ τῆς προτέρας ἄρξασθαι πρώτης, ἀφ' ἧς καὶ ὁ νόμος ἤρξατο· καὶ γὰρ καὶ τοῦτο δεικνύντος ἐστὶ τὴν συμφωνίαν. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Εἶδες ἐξουσίαν ἀπηρτισμένην; εἶδες σχῆμα νομοθέτῃ πρέπον; Τίς γὰρ προφητῶν οὕτω ποτὲ ἐφθέγξατο; τίς δικαίων; τίς πατριαρχῶν; Οὐδείς· ἀλλὰ, Τάδε λέγει Κύριος. Ἀλλ' οὐχ ὁ Υἱὸς οὕτως. Ἐκεῖνοι γὰρ τὰ τοῦ ∆εσπότου διήγγελλον, οὗτος δὲ τὰ τοῦ Πατρός. Ὅταν δὲ εἴπω τὰ τοῦ Πατρὸς, τὰ αὐτοῦ λέγω· Τὰ γὰρ ἐμὰ, φησὶ, σά ἐστι, καὶ τὰ σὰ, ἐμά. Καὶ οἱ μὲν τοῖς ὁμοδούλοις, ὁ δὲ τοῖς αὐτοῦ δούλοις ἐνομοθέτει. Ἐρωτήσωμεν τοίνυν τοὺς τὸν νόμον ἐκβάλλοντας· Τὸ μὴ ὀργίζεσθαι τοῦ μὴ φονεύειν ἐναντίον, ἢ μᾶλλον ἐκείνου τελείωσις τοῦτο καὶ κατασκευή; Εὔδηλον ὅτι τοῦτο ἐκείνου πλήρωσις, καὶ μεῖζον τούτου ἕνεκεν. Ὁ γὰρ πρὸς ὀργὴν οὐκ ἐκφερόμενος, πολλῷ μᾶλλον φόνου ἀφέξεται· καὶ ὁ θυμὸν χαλινῶν, πολλῷ μᾶλλον τὰς χεῖρας καθέξει παρ' ἑαυτῷ. Ῥίζα γὰρ τοῦ φόνου, θυμός. Ὁ τοίνυν τὴν ῥίζαν ἐκκόπτων, πολλῷ μᾶλλον ἀναιρήσει τοὺς κλάδους· μᾶλλον δὲ οὐδὲ φῦναι τὴν ἀρχὴν ἐάσει. ʹ. Οὐκοῦν οὐκ ἐπ' ἀναιρέσει τοῦ νόμου, ἀλλ' ἐπὶ πλείονι ταῦτα ἐνομοθέτει φυλακῇ. Τί γὰρ βουλόμενος ὁ νόμος ταῦτα ἐπέταξεν; Οὐχ ἵνα μηδεὶς φονεύῃ τὸν πλησίον; Οὐκοῦν τοῦ μαχομένου τῷ νόμῳ, τὸ κελεύειν φονεύειν ἦν· τὸ γὰρ φονεύειν τοῦ μὴ φονεύειν ἐναντίον· εἰ δὲ μηδὲ ὀργίζεσθαι ἐπιτρέπει, ὅπερ ὁ νόμος ἐβούλετο, τοῦτο μᾶλλον ἵστησιν. Οὐ γὰρ ὁμοίως ἀφέξεται φόνου ὁ μελετῶν μὴ φονεύειν τῷ καὶ τὴν ὀργὴν ἀνῃρηκότι· ποῤῥωτέρω γὰρ οὗτος ἕστηκε τοῦ τολμήματος. Ἵνα δὲ καὶ ἑτέρως αὐτοὺς ἕλωμεν, εἰς μέσον ἃ λέγουσιν ἀγάγωμεν ἅπαντα. Τίνα οὖν ἐστιν ἅ φασι; Λέγουσιν, ὅτι ὁ τὸν κόσμον ποιήσας Θεὸς, ὁ τὸν ἥλιον ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, πονηρός τίς ἐστιν. Οἱ δὲ ἐπιεικέστεροι δῆθεν αὐτῶν τοῦτο μὲν παραιτοῦνται, δίκαιον δὲ αὐτὸν εἶναι λέγοντες ἀποστεροῦσι τοῦ εἶναι ἀγαθόν· ἕτερον δέ τινα, τὸν οὐκ ὄντα, οὔτε ποιήσαντά τι τῶν ὄντων, Πατέρα διδόασι τῷ Χριστῷ. Καὶ τὸν μὲν οὐκ ἀγαθὸν ἐν τοῖς αὐτοῦ μένειν, καὶ τὰ αὐτοῦ διατηρεῖν φασι· τὸν δὲ ἀγαθὸν τῶν ἀλλοτρίων ἐφίεσθαι, καὶ ὧν οὐκ ἐγένετο δημιουργὸς, τούτων ἐξαίφνης βούλεσθαι γενέσθαι σωτῆρα. Εἶδες τοῦ διαβόλου τὰ τέκνα, πῶς ἀπὸ τῆς πηγῆς τοῦ πατρὸς φθέγγονται, ἀλλοτριοῦντες τοῦ Θεοῦ τὴν δημιουργίαν, τοῦ Ἰωάννου βοῶντος, ὅτι Εἰς τὰ ἴδια ἦλθε· καὶ, Ὁ κόσμος δι' αὐτοῦ ἐγένετο; Εἶτα τὸν νόμον ἐξετάζοντες τὸν ἐν τῇ Παλαιᾷ, τὸν κελεύοντα ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκβάλλειν, ἐπεμβαίνουσιν εὐθέως λέγοντες· Καὶ πῶς ἂν δύναιτο ἀγαθὸς εἶναι ὁ ταῦτα λέγων; Τί οὖν πρὸς ταῦτά φαμεν; Ὅτι μέγιστον εἶδος φιλανθρωπίας ἐστίν. Οὐ γὰρ ἵνα τοὺς ἀλλήλων ἐκκόπτωμεν ὀφθαλμοὺς, τὸν νόμον ἔθηκε τοῦτον· ἀλλ' ἵνα φόβῳ τοῦ μὴ παθεῖν ὑφ' ἑτέρων, ἀπεχώμεθα τοῦ δρᾶσαί τι τοιοῦτον ἑτέρους. Ὥσπερ οὖν τοῖς Νινευΐταις ἠπείλησε καταστροφὴν, οὐχ ἵνα αὐτοὺς ἀνέλῃ (εἰ γὰρ τοῦτο ἐβούλετο, σιγᾷν ἐχρῆν), ἀλλ' ἵνα τῷ φόβῳ βελτίους ποιήσας, παύσῃ τὴν ὀργήν· οὕτω καὶ τοῖς προχείρως ἐπιπηδῶσι τοῖς ἑτέρων ὀφθαλμοῖς τιμωρίαν ἔθηκεν, ἵνα κἂν ἀπὸ προαιρέσεως ἀγαθῆς μὴ βούλωνται ἀπέχεσθαι τῆς ὠμότητος, ἀπὸ τοῦ φόβου κωλυθῶσι λυμαίνεσθαι ταῖς τῶν πλησίον ὄψεσιν. Εἰ δὲ ἐκεῖνο ὠμότητος, καὶ τὸ κατέχεσθαι τὸν ἀνδροφόνον, καὶ τὸ κωλύεσθαι τὸν μοιχόν. Ἀλλ' ἀνοήτων ταῦτα τὰ ῥήματα, καὶ τὴν ἐσχάτην μαινομένων μανίαν. Ἐγὼ γὰρ τοσούτου δέω ταῦτα ὠμότητος εἶναι λέγειν, ὡς τἀναντία τούτοις φάναι εἶναι παράνομα κατὰ ἀνθρώπινον λογισμόν. Σὺ μὲν γὰρ λέγεις, ὅτι ἐπειδὴ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐκβάλλειν ἐκέλευσε, διὰ τοῦτο ὠμός· ἐγὼ δὲ λέγω, ὅτι εἰ μὴ τοῦτο ἐκέλευσε, τότε ἂν ἔδοξε παρὰ τοῖς πολλοῖς τοῦτο εἶναι ὃ φῂς σύ. Θῶμεν γὰρ τῷ λόγῳ λελύσθαι τὸν νόμον ἅπαντα, καὶ μηδένα τὴν ἐκ τούτου δεδοικέναι τιμωρίαν, ἀλλ' ἐξεῖναι τοῖς πονηροῖς ἅπασι μετὰ ἀδείας ἁπάσης αὐτῶν κεχρῆσθαι τῷ τρόπῳ, καὶ τοῖς μοιχοῖς, καὶ τοῖς ἀνδροφόνοις, καὶ τοῖς κλέπταις, καὶ τοῖς ἐπιόρκοις, καὶ τοῖς πατραλοίαις· ἆρα οὐκ ἂν πάντα ἄνω καὶ κάτω γέγονε, καὶ μυρίων μιασμάτων καὶ φόνων πόλεις, καὶ ἀγοραὶ, καὶ οἰκίαι, καὶ γῆ, καὶ θάλαττα, καὶ πᾶσα ἐνεπλήσθη ἡ οἰκουμένη; Παντί που δῆλον. Εἰ γὰρ νόμων ὄντων καὶ φόβου καὶ ἀπειλῆς, μόλις αἱ πονηραὶ ἐπέχονται γνῶμαι· εἰ καὶ αὕτη ἀνῄρητο ἡ ἀσφάλεια, τί τὸ κωλύον τὴν κακίαν αἱρεῖσθαι; πόση δὲ οὐκ ἂν εἰσεκώμασεν εἰς τὸν ἀνθρώπινον βίον ἡ λύμη; Οὐδὲ γὰρ τοῦτο ὠμότητος μόνον, τὸ συγχωρεῖν τοῖς κακοῖς ἃ βούλονται πράττειν· ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου, τὸ τὸν ἠδικηκότα μὲν οὐδὲν, κακῶς δὲ πάσχοντα εἰκῆ καὶ μάτην, περιορᾷν ἀπρονόητον. Εἰπὲ γάρ μοι, εἴ τις ἀνθρώπους μοχθηροὺς πανταχόθεν συναγαγὼν, καὶ ξίφεσιν ὁπλίσας, ἐκέλευσε κατὰ τὴν πόλιν περιιέναι πᾶσαν, καὶ τοὺς ἀπαντῶντας κατασφάττειν ἅπαντας, ἆρα ἂν ἦν τι τούτου θηριωδέστερον; Τί δέ; εἴ τις ἕτερος τοὺς μὲν ὑπ' ἐκείνου καθοπλισθέντας ἔδησε καὶ καθεῖρξε μετὰ σφοδρότητος πάσης, τοὺς δὲ ἀποσφάττεσθαι μέλλοντας τῶν ἀνόμων ἐκείνων ἐξήρπασε χειρῶν· ἆρα ἂν ἦν τι τούτου φιλανθρωπότερον; Ταῦτα τοίνυν καὶ ἐπὶ τὸν νόμον μετάθες τὰ ὑποδείγματα. Ὁ μὲν γὰρ κελεύων ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐξορύττειν, ὥσπερ τινὰ δεσμὸν ἰσχυρὸν τὸν φόβον ταῖς τῶν πονηρῶν ἐνέβαλε ψυχαῖς, κἀκείνῳ προσέοικε τῷ τοὺς ξιφήρεις ἐκείνους καθειργνύντι· ὁ δὲ μηδεμίαν τιμωρίαν αὐτοῖς τιθεὶς, μονονουχὶ ὁπλίζει τῇ ἀδείᾳ, κἀκεῖνον μιμεῖται τὸν ἐγχειρίσαντα αὐτοῖς τὰ ξίφη, καὶ κατὰ τῆς πόλεως ἀφέντα πάσης.
ζʹ. Ὁρᾷς πῶς οὐ μόνον ὠμότητος, ἀλλὰ καὶ πολλῆς φιλανθρωπίας ἐστὶ τὰ ἐπιτάγματα; Εἰ δὲ βαρὺν διὰ ταῦτα καλεῖς τὸν νομοθέτην καὶ φορτικὸν, ποῖον ἐπιπονώτερον, εἰπέ μοι, καὶ βαρύτερον; τὸ μὴ φονεύειν, ἢ τὸ μηδὲ ὀργίζεσθαι; τίς σφοδρότερος, ὁ τοῦ φόνου δίκας ἀπαιτῶν, ἢ ὁ καὶ τῆς ὀργῆς, ὁ τὸν μοιχὸν μετὰ τὴν πρᾶξιν ὑποβάλλων τῇ τιμωρίᾳ, ἢ ὁ καὶ τῆς ἐπιθυμίας αὐτῆς κελεύων δίκας διδόναι, καὶ δίκας ἀθανάτους; Ὁρᾶτε ὅτι εἰς τοὐναντίον αὐτοῖς ὁ λόγος περιετράπη; καὶ ὁ μὲν τῆς Παλαιᾶς Θεὸς, ὅν φασιν ὠμὸν εἶναι, εὑρεθήσεται ἥμερος καὶ πρᾶος· ὁ δὲ τῆς Καινῆς, ὃν ἀγαθὸν ὁμολογοῦσι, φορτικὸς καὶ βαρὺς κατὰ τὴν ἐκείνων ἄνοιαν. Ἡμεῖς γὰρ ἕνα καὶ τὸν αὐτόν φαμεν ἑκατέρων τῶν ∆ιαθηκῶν νομοθέτην, πρὸς τὸ δέον πάντα οἰκονομήσαντα, καὶ τῇ τῶν καιρῶν διαφορᾷ τὴν διαφορὰν ἑκατέρας τῆς νομοθεσίας ἁρμόσαντα. Οὐκοῦν οὔτε ἐκεῖνα ὠμὰ τὰ ἐπιτάγματα, οὔτε ταῦτα ἐπαχθῆ καὶ φορτικὰ, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς κηδεμονίας ἅπαντα. Ὅτι γὰρ καὶ τὴν Παλαιὰν αὐτὸς ἔδωκεν, ἄκουσον τί φησιν ὁ Προφήτης· μᾶλλον δὲ τί (χρὴ λέγειν) ἐκεῖνος καὶ οὗτος· ∆ιαθήσομαι ὑμῖν διαθήκην, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Εἰ δὲ οὐ δέχεται ταῦτα ὁ τὰ Μανιχαίων νοσῶν, ἀκουέτω τοῦ Παύλου λέγοντος τὸ αὐτὸ τοῦτο πάλιν· Ἀβραὰμ γὰρ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Αὗται δέ εἰσι δύο διαθῆκαι. Ὥσπερ οὖν ἐκεῖ διάφοροι μὲν αἱ γυναῖκες, εἷς δὲ ὁ ἀνήρ· οὕτω καὶ ἐνταῦθα δύο μὲν αἱ διαθῆκαι, εἷς δὲ ὁ νομοθέτης. Καὶ ἵνα μάθῃς ὅτι μιᾶς καὶ τῆς αὐτῆς ἡμερότητος ἦν, ἐκεῖ μέν φησιν, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ· ἐνταῦθα δὲ, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ὥσπερ γὰρ ἐκεῖ τῷ φόβῳ τοῦ πάθους σωφρονίζει τὸν ἀδικοῦντα, οὕτω καὶ ἐνταῦθα. Καὶ πῶς, φησὶν, ὁ κελεύων αὐτῷ καὶ τὴν ἄλλην παρέχειν; Καὶ τί τοῦτο; Οὐ γὰρ τὸν φόβον ἐκλύων τοῦτο ἐπέταξεν, ἀλλὰ αὐτῷ κελεύων παρέχειν τοῦ παντὸς ἐμφορεῖσθαι· οὐδὲ εἶπεν, ὅτι Ἀτιμώρητος ἐκεῖνος μένει, ἀλλὰ, Σὺ μὴ κολάσῃς· ὁμοῦ καὶ τὸν πλήττοντα μειζόνως φοβῶν ἐπιμένοντα, καὶ τὸν πληττόμενον παραμυθούμενος. Ἀλλὰ ταῦτα μὲν, ὡς ἄν τις εἴποι, ἐν παρόδῳ περὶ πασῶν τῶν ἐντολῶν ἡμῖν εἴρηται. Ἀναγκαῖον δὲ ἐπὶ τὸ προκείμενον ἐλθεῖν, καὶ τῆς ἀκολουθίας ἔχεσθαι τῶν ἔμπροσθεν εἰρημένων. Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει, φησίν. Οὐ γὰρ πάντη τὸ πρᾶγμα ἀνεῖλε· πρῶτον μὲν, ὅτι οὐκ ἔστιν ἄνθρωπον ὄντα παθῶν ἀπηλλάχθαι· ἀλλὰ κρατεῖν μὲν δυνατὸν, ἐκτὸς δὲ αὐτῶν παντελῶς εἶναι ἀμήχανον· ἔπειτα, ὅτι καὶ χρήσιμον τουτὶ τὸ πάθος, ἂν μετὰ τοῦ προσήκοντος εἰδῶμεν αὐτῷ κεχρῆσθαι καιροῦ. Σκόπει γοῦν ἡλίκα εἰργάσατο ἀγαθὰ ἡ τοῦ Παύλου ὀργὴ, ἡ κατὰ Κορινθίων τότε γενομένη. Καὶ γὰρ καὶ ἐκείνους αὕτη μεγάλης λύμης ἀπήλλαξε· καὶ τὸ Γαλατῶν δὲ ἔθνος ταύτῃ πάλιν ἐκπεπτωκὸς ἀνεκτήσατο, καὶ ἑτέρους δὲ πλείους τούτων. Τίς οὖν ὁ προσήκων τῆς ὀργῆς καιρός; Ὅταν μὴ ἑαυτοῖς ἀμύνωμεν, ἀλλ' ἑτέρους σκιρτῶντας ἀνέχωμεν, καὶ ῥᾳθυμοῦντας ἐπιστρέφωμεν. Τίς δὲ ὁ μὴ προσήκων; Ὅταν ἑαυτοὺς ἐκδικοῦντες τοῦτο ποιῶμεν. Ὅπερ οὖν καὶ ὁ Παῦλος κωλύων ἔλεγε Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Ὅταν περὶ χρημάτων μαχώμεθα. Καὶ γὰρ καὶ τοῦτο ἀνεῖλεν εἰπών· ∆ιατί οὐ μᾶλλον ἀδικεῖσθε; διατί οὐ μᾶλλον ἀποστερεῖσθε; Ὥσπερ γὰρ αὕτη περιττὴ, οὕτως ἐκείνῃ ἀναγκαία καὶ λυσιτελής. Ἀλλ' οἱ πολλοὶ τοὐναντίον ποιοῦσιν, ἐκθηριούμενοι μὲν, ἡνίκα ἂν ἀδικῶνται, ἐκλυόμενοι δὲ καὶ μαλακιζόμενοι, ἡνίκα ἂν ἕτερον ἐπηρεαζόμενον βλέπωσιν· ἅπερ ἀμφότερα ἀπεναντίας ἐστὶ τοῖς νόμοις τοῖς εὐαγγελικοῖς. Οὐ τοίνυν τὸ ὀργίζεσθαι παράνομον, ἀλλὰ τὸ ἀκαίρως τοῦτο ποιεῖν. ∆ιὰ τοῦτο καὶ ὁ Προφήτης ἔλεγεν· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. –Ὃς δ' ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ. Συνέδριον ἐνταῦθα τὸ δικαστήριον τῶν Ἑβραίων φησί· τέθεικε δὲ αὐτὸ νῦν, ἵνα μὴ πανταχοῦ δόξῃ ξενίζειν καὶ καινοτομεῖν. Τὸ δὲ Ῥακὰ τοῦτο οὐ μεγάλης ἐστὶν ὕβρεως ῥῆμα, ἀλλὰ μᾶλλον καταφρονήσεως καὶ ὀλιγωρίας τινὸς τοῦ λέγοντος. Καθάπερ γὰρ ἡμεῖς ἢ οἰκέταις, ἤ τισι τῶν καταδεεστέρων ἐπιτάττοντες λέγομεν· Ἄπελθε σὺ, εἰπὲ τῷ δεῖνι σύ· οὕτω καὶ οἱ τῇ Σύρων κεχρημένοι γλώττῃ Ῥακὰ λέγουσιν, ἀντὶ τοῦ, Σὺ, τοῦτο τιθέντες. Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς καὶ τὰ μικρότατα ἀνασπᾷ, καθηκόντως ἡμᾶς κεχρῆσθαι ἀλλήλοις κελεύων, καὶ μετὰ τῆς προσηκούσης τιμῆς, καὶ ἵνα διὰ τούτων καὶ τὰ μείζονα ἀναιρῆται. Ὃς δ' ἂν εἴπῃ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Πολλοῖς τοῦτο βαρὺ καὶ φορτικὸν ἔδοξεν εἶναι τὸ ἐπίταγμα, εἴγε ῥήματος ψιλοῦ τοσαύτην μέλλομεν διδόναι δίκην· καί τινες αὐτὸ καὶ ὑπερβολικῶς μᾶλλον εἰρῆσθαί φασιν. Ἀλλὰ δέδοικα μὴ λόγοις ἑαυτοὺς ἐνταῦθα ἀπατήσαντες, τοῖς ἔργοις ἐκεῖ τὴν ἐσχάτην ὑπομείνωμεν τιμωρίαν.
ηʹ. ∆ιατί γὰρ, εἰπέ μοι, φορτικὸν εἶναι δοκεῖ τὸ ἐπίταγμα; Οὐκ οἶσθα, ὅτι αἱ πλείους τῶν τιμωριῶν καὶ τῶν ἁμαρτημάτων ἀπὸ ῥημάτων ἔχουσι τὴν ἀρχήν· Καὶ γὰρ βλασφημίαι διὰ ῥημάτων, καὶ ἀρνήσεις διὰ ῥημάτων, καὶ λοιδορίαι, καὶ ὕβρεις, καὶ ἐπιορκίαι, καὶ τὸ ψευδομαρτυρεῖν [καὶ ἀναιρεῖν]. Μὴ τοίνυν ὅτι ῥῆμά ἐστι ψιλὸν ἴδῃς· ἀλλ' εἰ μὴ πολὺν ἔχει τὸν κίνδυνον, τοῦτο ἐξέταζε. Ἢ ἀγνοεῖς, ὅτι ἐν τῷ τῆς ἔχθρας καιρῷ, τῆς ὀργῆς ἐκκαιομένης, καὶ τῆς ψυχῆς ἐμπιπραμένης, καὶ τὸ μικρότατον μέγα φαίνεται, καὶ τὸ μὴ λίαν ὑβριστικὸν φορτικὸν εἶναι δοκεῖ; Καὶ πολλάκις τὰ μικρὰ ταῦτα καὶ φόνον ἔτεκε, καὶ πόλεις ὁλοκλήρους ἀνέτρεψεν. Ὥσπερ γὰρ, φιλίας οὔσης, καὶ τὰ ἐπαχθῆ κοῦφα· οὕτως, ἔχθρας ὑποκειμένης, καὶ τὰ μικρὰ ἀφόρητα φαίνεται· κἂν ἁπλῶς λεχθῇ, μετὰ πονηρᾶς ὑπονοίας εἰρῆσθαι νομίζεται. Καὶ καθάπερ ἐπὶ πυρὸς, ἂν μὲν μικρὸς σπινθὴρ ᾖ, κἂν μυρία παρακέηται ξύλα, οὐ ῥᾳδίως αὐτῶν ἐπιλαμβάνεται· ἂν δὲ σφοδρὰ καὶ ὑψηλὴ γένηται ἡ φλὸξ, οὐ ξύλων μόνον, ἀλλὰ καὶ λίθων καὶ πάσης εὐκόλως τῆς ἐμπεσούσης ὕλης ἀντέχεται, καὶ δι' ὧν εἴωθε σβέννυσθαι, διὰ τούτων ἀνάπτεται μειζόνως· (τινὲς γάρ φασιν, ὅτι τὸ τηνικαῦτα οὐχὶ ξύλα μόνον καὶ στυππεῖον καὶ τὰ ἄλλα τὰ καυστικὰ, ἀλλὰ καὶ ὕδωρ ἐξακοντιζόμενον μᾶλλον αὐτῆς ἀναῤῥιπίζει τὴν δύναμιν)· οὕτω δὴ καὶ ἐπὶ τῆς ὀργῆς· ὅπερ ἂν φθέγξηταί τις, τροφὴ γέγονεν εὐθέως τῇ πονηρᾷ ταύτῃ πυρᾷ. Ἅπερ ἅπαντα προαναστέλλων ὁ Χριστὸς, τὸν μὲν ὀργιζόμενον εἰκῆ κατεδίκασε τῇ κρίσει (διὰ τοῦτο καὶ εἴρηκεν, Ὁ ὀργιζόμενος ἔνοχος ἔσται τῇ κρίσει), τὸν δὲ λέγοντα, Ῥακὰ, τῷ συνεδρίῳ. Ἀλλ' οὔπω ταῦτα μεγάλα· ἐνταῦθα γὰρ αἱ τιμωρίαι. ∆ιὰ τοῦτο τῷ μωρὸν ὀνομάζοντι τὸ τῆς γεέννης προσέθηκε πῦρ, νῦν πρῶτον γεέννης ὄνομα εἰπών. Πρότερον γὰρ περὶ βασιλείας πολλὰ διαλεχθεὶς, τότε ταύτης ἐμνήσθη· δεικνὺς ὅτι ἐκείνη μὲν τῆς αὐτοῦ φιλανθρωπίας καὶ γνώμης ἐστὶν, αὕτη δὲ τῆς ἡμετέρας ῥᾳθυμίας. Καὶ ὅρα πῶς κατὰ μικρὸν πρόεισιν ἐν ταῖς τιμωρίαις, μονονουχὶ ἀπολογούμενός σοι, καὶ δεικνὺς ὅτι αὐτὸς μὲν οὐδὲν βούλεται τοιοῦτον ἀπειλεῖν, ἡμεῖς δὲ αὐτὸν εἰς τὰς τοιαύτας ἕλκομεν ἀποφάσεις. Σκόπει γάρ· Εἶπον, φησί· Μὴ ὀργισθῇς μάτην, ἐπεὶ ἔνοχος εἶ τῇ κρίσει. Κατεφρόνησας τοῦ προτέρου. Ὅρα τί ἔτεκεν ἡ ὀργή· εἰς ὕβριν σε εὐθέως ἐξήγαγε· Ῥακὰ γὰρ ἐκάλεσας τὸν ἀδελφόν. Πάλιν ἔθηκα ἑτέραν τιμωρίαν, τὸ συνέδριον. Ἂν καὶ ταύτην παριδὼν ἐπὶ τὸ χαλεπώτερον προέλθῃς, οὐκέτι σε τοῖς συμμέτροις τούτοις τιμωροῦμαι, ἀλλὰ τῇ τῆς γεέννης ἀθανάτῳ κολάσει, ἵνα μὴ λοιπὸν καὶ πρὸς φόνον ἀποπηδήσῃς. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ὕβρεως ἀφορητότερον, καὶ ὃ μάλιστα δύναται δάκνειν ἀνθρώπου ψυχήν. Ὅταν δὲ καὶ αὐτὸ τὸ ῥῆμα τῆς ὕβρεως πληκτικώτερον ᾖ, διπλῆ γίνεται ἡ πυρά. Μὴ τοίνυν τὸ τυχὸν νομίσῃς εἶναι τὸ καλέσαι μωρόν. Ὅταν γὰρ ᾧ τῶν ἀλόγων διεστήκαμεν, καὶ ᾧ μάλιστά ἐσμεν ἄνθρωποι, τῷ νῷ καὶ τῇ συνέσει, τοῦτο ἀφέλῃ τὸν ἀδελφὸν, πάσης αὐτὸν ἀπεστέρησας τῆς εὐγενείας. Μὴ δὴ τοῖς ῥήμασιν ἁπλῶς προσέχωμεν, ἀλλ' ἐπὶ τῶν πραγμάτων αὐτῶν γενόμενοι καὶ τοῦ πάθους, λογισώμεθα ὅσην ἐργάζεται τὸ ῥῆμα τοῦτο πληγὴν, καὶ εἰς ὅσον πρόεισι κακόν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος οὐ τοὺς μοιχοὺς μόνον καὶ τοὺς μαλακοὺς, ἀλλὰ καὶ τοὺς λοιδόρους τῆς βασιλείας ἐξέβαλε· καὶ μάλα εἰκότως. Ὁ γὰρ ὑβριστὴς τὸ τῆς ἀγάπης καλὸν λυμαίνεται, καὶ μυρίοις τὸν πλησίον περιβάλλει δεινοῖς, καὶ διηνεκεῖς ἀπεχθείας ἐργάζεται, καὶ τὰ τοῦ Χριστοῦ διασπᾷ μέλη, καὶ τὴν τῷ Θεῷ ποθεινὴν εἰρήνην καθ' ἑκάστην ἀπελαύνει τὴν ἡμέραν, πολλὴν τῷ διαβόλῳ διὰ τῶν ὕβρεων διδοὺς τὴν εὐρυχωρίαν, καὶ ἰσχυρότερον ἐκεῖνον ποιῶν. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τὰ νεῦρα τῆς ἐκείνου δυνάμεως ἐκκόπτων, τοῦτον τὸν νόμον εἰσήγαγε. Καὶ γὰρ πολὺς αὐτῷ τῆς ἀγάπης ὁ λόγος. Ἡ γὰρ τῶν ἀγαθῶν μήτηρ ἁπάντων, καὶ τὸ τῶν μαθητῶν γνώρισμα, καὶ ἡ πάντα συνέχουσα τὰ καθ' ἡμᾶς, αὕτη μάλιστα πάντων ἐστίν. Εἰκότως οὖν τὰς ῥίζας τῆς λυμαινομένης αὐτὴν ἀπεχθείας καὶ τὰς πηγὰς μετὰ πολλῆς ἀναιρεῖ τῆς σφοδρότητος. Μὴ τοίνυν ὑπερβολῆς τινος εἶναι νόμιζε τὰ λεγόμενα, ἀλλ' ἐννοήσας τὰ ἐξ αὐτῶν κατορθούμενα, θαύμασον τῶν νόμων τούτων τὴν ἡμερότητα. Οὐδὲν γὰρ τῷ Θεῷ περισπούδαστον, ὡς τὸ ἡνῶσθαι καὶ συνδεδέσθαι ἡμᾶς ἀλλήλοις. ∆ιὰ τοῦτο καὶ δι' ἑαυτοῦ καὶ διὰ τῶν μαθητῶν αὐτοῦ, καὶ τῶν ἐν τῇ Καινῇ καὶ τῶν ἐν τῇ Παλαιᾷ, πολὺν ὑπὲρ τῆς ἐντολῆς ταύτης ποιεῖται τὸν λόγον, καὶ σφοδρός ἐστιν ἔκδικος καὶ τιμωρὸς τῶν τοῦ πράγματος καταφρονούντων. Καὶ γὰρ οὐδὲν οὕτω τὴν πονηρίαν εἰσάγει πᾶσαν καὶ ῥιζοῖ, ὡς ἡ τῆς ἀγάπης ἀναίρεσις. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Οὕτως ὁ Κάϊν ἀδελφοκτόνος ἐγένετο, οὕτως ὁ Ἡσαῦ, οὕτως οἱ τοῦ Ἰωσὴφ ἀδελφοί· οὕτω τὰ μυρία εἰσεκώμασε κακὰ, ταύτης διασπωμένης. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς τὰ λυμαινόμενα ταύτην μετὰ πολλῆς πάντοθεν ἀναιρεῖ τῆς ἀκριβείας.
θʹ. Καὶ οὐδὲ μέχρι τῶν εἰρημένων ἵσταται μόνον, ἀλλὰ καὶ ἕτερα τῶν εἰρημένων ἐπάγει πλείονα, δι' ὧν δείκνυσιν ὅσον αὐτῆς ποιεῖται λόγον. Ἀπειλήσας γὰρ διὰ τοῦ συνεδρίου καὶ τῆς κρίσεως καὶ τῆς γεέννης, ἐπήγαγε πάλιν ἕτερα συνῳδὰ τοῖς προτέροις, οὕτω λέγων· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Ὢ τῆς ἀγαθότητος! ὢ τῆς φιλανθρωπίας τῆς ὑπερβαλλούσης! Τῆς εἰς αὐτὸν καταφρονεῖ τιμῆς ὑπὲρ τῆς εἰς τὸν πλησίον ἀγάπης· δεικνὺς ὅτι οὐδὲ τὰ πρότερα, ἅπερ ἠπείλησεν, ἐξ ἀπεχθείας τινὸς, οὐδὲ ἐπιθυμίᾳ κολάσεως ἠπείλησεν, ἀλλ' ἐκ φιλοστοργίας πολλῆς. Τί γὰρ ἂν γένοιτο τούτων ἡμερώτερον τῶν ῥημάτων; Ἐγκοπτέσθω, φησὶν, ἡ ἐμὴ λατρεία, ἵνα ἡ σὴ ἀγάπη μένῃ· ἐπεὶ καὶ τοῦτο θυσία, ἡ πρὸς τὸν ἀδελφὸν καταλλαγή. ∆ιὰ γὰρ τοῦτο οὐκ εἶπε, Μετὰ τὸ προσενεγκεῖν, ἢ Πρὶν ἢ προσενεγκεῖν· ἀλλ' αὐτοῦ τοῦ δώρου κειμένου, καὶ τῆς θυσίας ἀρχὴν ἐχούσης, πέμπει διαλλαγησόμενον τῷ ἀδελφῷ· καὶ οὔτε συνελόντα τὰ προκείμενα, οὔτε πρὶν ἢ προθεῖναι, ἀλλ' ἐν τῷ μέσῳ κειμένης κελεύει τρέχειν ἐκεῖσε. Τίνος ἕνεκεν οὕτω κελεύει τοῦτο ποιεῖν, καὶ διατί; ∆ύο ταῦτα, ὡς ἐμοὶ δοκεῖ, διὰ τούτων αἰνιττόμενος καὶ κατασκευάζων· ἓν μὲν, ὅπερ ἔφην, δεῖξαι θέλων, ὅτι πολλοῦ τιμᾶται τὴν ἀγάπην, καὶ ταύτην μεγίστην ἡγεῖται εἶναι τὴν θυσίαν, καὶ ταύτης ἄνευ οὐδὲ ἐκείνην προσδέχεται· ἕτερον δὲ, ἀνάγκην ἐπιτιθεὶς ἀπαραίτητον τῆς καταλλαγῆς. Ὁ γὰρ κελευσθεὶς μὴ πρότερον προσενεγκεῖν, ἕως ἂν καταλλαγῇ, κἂν μὴ διὰ τὴν πρὸς τὸν πλη σίον ἀγάπην, διὰ γοῦν τὸ μὴ κεῖσθαι ἀτέλεστον, ἐπειχθήσεται δραμεῖν πρὸς τὸν λελυπημένον, καὶ καταλῦσαι τὴν ἔχθραν. ∆ιὰ τοῦτο καὶ ἐμφαντικώτατα ἅπαντα εἴρηκε, φοβῶν αὐτὸν καὶ διεγείρων. Εἰπὼν γὰρ, Ἄφες τὸ δῶρόν σου, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπήγαγεν, Ἔμπροσθεν τοῦ θυσιαστηρίου (καὶ ἀπὸ τοῦ τόπου πάλιν εἰς φρίκην αὐτὸν ἐμβάλλων), καὶ ἄπελθε. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἄπελθε, ἀλλὰ προσέθηκε, Πρῶτον, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· διὰ πάντων τούτων δηλῶν, ὅτι οὐ δέχεται τοὺς ἀπεχθῶς πρὸς ἀλλήλους ἔχοντας αὕτη ἡ τράπεζα. Ἀκουέτωσαν οἱ μεμυημένοι, ὅσοι μετὰ ἔχθρας προσέρχονται· ἀκουέτωσαν καὶ οἱ ἀμύητοι· καὶ γὰρ καὶ πρὸς τούτους ἔχει τι κοινὸν ὁ λόγος. Προσάγουσι γὰρ καὶ αὐτοὶ δῶρον καὶ θυσίαν, εὐχὴν λέγω καὶ ἐλεημοσύνην. Ὅτι γὰρ καὶ τοῦτο θυσία, ἄκουσον τί φησιν ὁ Προφήτης· Θυσία αἰνέσεως δοξάσει με· καὶ πάλιν, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως· καὶ, Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Ὥστε κἂν εὐχὴν μετὰ τοιαύτης γνώμης προσάγῃς, βέλτιον ἀφεῖναι τὴν εὐχὴν, καὶ ἐπὶ τὴν καταλλαγὴν ἐλθεῖν τοῦ ἀδελφοῦ, καὶ τότε τὴν εὐχὴν προσφέρειν. ∆ιὰ γὰρ τοῦτο πάντα ἐγένετο· διὰ τοῦτο καὶ ὁ Θεὸς ἄνθρωπος γέγονε, καὶ πάντα ἐκεῖνα ἐπραγματεύσατο, ἵνα ἡμᾶς συναγάγῃ. Ἐνταῦθα μὲν οὖν τὸν ἠδικηκότα πέμπει πρὸς τὸν ἠδικημένον· ἐν δὲ τῇ εὐχῇ τὸν ἠδικημένον ἄγει πρὸς τὸν ἠδικηκότα, καὶ καταλλάσσει. Ἐκεῖ μὲν γάρ φησιν· Ἄφετε τοῖς ἀνθρώποις τὰ ὀφειλήματα αὐτῶν· ἐνταῦθα δέ· Ἐὰν ἔχῃ τι κατὰ σοῦ, ἄπελθε πρὸς αὐτόν. Μᾶλλον δὲ κἀνταῦθα μοι δοκεῖ τὸν ἠδικημένον ἀποστέλλειν· διόπερ οὐδὲ εἶπεν, Κατάλλαξον σεαυτὸν τῷ ἀδελφῷ σου, ἀλλὰ, Καταλλάγηθι· καὶ δοκεῖ μὲν ὑπὲρ τοῦ λελυπηκότος εἶναι τὸ λεγόμενον, τὸ δὲ πᾶν ὑπὲρ τοῦ λελυπημένου ἐστίν. Ἂν γὰρ ἐκείνῳ καταλλαγῇς, φησὶ, διὰ τῆς εἰς ἐκεῖνον ἀγάπης καὶ ἐμὲ ἕξεις ἵλεων, καὶ μετὰ πολλῆς δυνήσῃ τῆς παῤῥησίας τὴν θυσίαν προσαγαγεῖν. Εἰ δὲ φλεγμαίνεις ἔτι, ἐννόησον ὅτι κἀγὼ ἡδέως τὰ ἐμὰ καταφρονεῖσθαι κελεύω, ἵνα ὑμεῖς φίλοι γένησθε· καὶ ταῦτά σοι γενέσθω παραμυθία τῆς ὀργῆς. Καὶ οὐκ εἶπεν, Ὅταν τὰ μεγάλα ἠδικημένος ᾖς, τότε καταλλάγηθι· ἀλλὰ, Κἂν τὸ τυχὸν ἔχῃ τι κατὰ σοῦ. Καὶ οὐ προσέθηκεν, Εἴτε δικαίως, εἴτε ἀδίκως· ἀλλ' ἁπλῶς, Ἐὰν ἔχῃ τι κατὰ σοῦ. Κἂν γὰρ δικαίως, οὐδὲ οὕτως ἐπιτείνειν δεῖ τὴν ἔχθραν· ἐπεὶ καὶ ὁ Χριστὸς δικαίως ἡμῖν ὠργίζετο, ἀλλ' ὅμως ἑαυτὸν ὑπὲρ ἡμῶν ἐξέδωκεν εἰς σφαγὴν, μὴ λογισάμενος ἐκεῖνα τὰ παραπτώματα.
ιʹ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἑτέρῳ τρόπῳ πρὸς τὰς καταλλαγὰς ἐπείγων ἡμᾶς, ἔλεγεν· Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ὥσπερ γὰρ ἐντεῦθεν ἀπὸ τῆς θυσίας ὁ Χριστὸς, οὕτως ἀπὸ τῆς ἡμέρας ἐκεῖ συνωθεῖ πρὸς τὸ αὐτὸ τοῦτο ὁ Παῦλος. Καὶ γὰρ δέδοικε τὴν νύκτα, μή ποτε μόνον ἀπολαβοῦσα τὸν πεπληγότα, μεῖζον τὸ ἕλκος ἐργάσηται. Ἐν ἡμέρᾳ μὲν γὰρ πολλοὶ οἱ περισπῶντες καὶ ἀνθέλκοντες· ἐν νυκτὶ δὲ, ἐπειδὰν μόνος γένηται, καὶ καθ' ἑαυτὸν ἀναλογίζηται, ὀγκοῦται τὰ κύματα, καὶ μείζων ἡ ζάλη γίνεται. ∆ιὰ τοῦτο οὖν προκαταλαμβάνων ὁ Παῦλος, καταλλαγέντα βούλεται παραδοῦναι τῇ νυκτὶ, ἵνα μηδεμίαν ἀπὸ τῆς ἐρημίας ἀφορμὴν ἔχῃ λοιπὸν ὁ διάβολος εἰς τὸ τὴν κάμινον ἀνάψαι τῆς ὀργῆς, καὶ ποιῆσαι σφοδροτέραν. Οὕτω καὶ ὁ Χριστὸς οὐκ ἀφίησιν οὐδὲ μικρὸν ὑπερτίθεσθαι, ἵνα μὴ τῆς θυσίας πληρωθείσης, ῥᾳθυμότερος ὁ τοιοῦτος γένηται, ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενος. Οἶδε γὰρ τὸ πάθος πολλῆς δεόμενον τῆς ταχυτῆτος· καὶ καθάπερ σοφὸς ἰατρὸς οὐ μόνον τὰ προφυλακτικὰ τῶν νοσημάτων τίθησιν, ἀλλὰ καὶ τὰ διορθωτικά· οὕτω καὶ αὐτὸς ποιεῖ. Τὸ μὲν γὰρ κωλύειν καλεῖν μωρὸν, προφυλακτικόν ἐστι τῆς ἔχθρας· τὸ δὲ κελεύειν καταλλαγῆναι, τῶν μετὰ τὴν ἔχθραν γινομένων νοσημάτων ἀναιρετικόν. Καὶ ὅρα πῶς ἑκάτερον μετὰ σφοδρότητος κεῖται. Ἐκεῖ μὲν γὰρ γέενναν ἠπείλησεν, ἐνταῦθα δὲ τὸ δῶρον οὐ δέχεται πρὸ τῆς καταλλαγῆς, πολλὴν ἐνδεικνύμενος τὴν ὀργὴν, καὶ διὰ πάντων τούτων καὶ τὴν ῥίζαν καὶ τὸν καρπὸν ἀναιρῶν. Καὶ πρῶτον μέν φησι, Μὴ ὀργίζου· μετὰ δὲ ταῦτα, Μὴ λοιδόρει. Καὶ γὰρ ἀμφότερα ταῦτα δι' ἀλλήλων αὔξεται· ἀπὸ τῆς ἔχθρας ἡ λοιδορία, ἀπὸ τῆς λοιδορίας ἡ ἔχθρα. ∆ιὰ δὴ τοῦτο νῦν μὲν τὴν ῥίζαν, νῦν δὲ τὸν καρπὸν ἰᾶται· κωλύων μὲν καὶ φῦναι τὴν ἀρχὴν τὸ κακὸν, ἂν δ' ἄρα βλαστήσῃ καὶ καρπὸν ἐνέγκῃ τὸν πονηρότατον, πάντοθεν αὐτὸν κατακαίων μειζόνως. ∆ιά τοι τοῦτο καὶ κρίσιν εἰπὼν, καὶ συνέδριον, καὶ γέενναν, καὶ περὶ τῆς αὐτοῦ θυσίας διαλεχθεὶς, καὶ ἕτερα προστίθησι πάλιν οὕτω λέγων· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ. Ἵνα γὰρ μὴ λέγῃς· Τί οὖν, ἂν ἀδικῶμαι; τί οὖν, ἂν ἁρπάζωμαι, καὶ εἰς δικαστήριον ἕλκωμαι; καὶ ταύτην ἀνεῖλε τὴν ἀφορμὴν καὶ τὴν πρόφασιν· κελεύει γὰρ μηδὲ οὕτως ἐχθραίνειν. Εἶτα, ἐπειδὴ τοῦτο μέγα ἦν τὸ ἐπίταγμα, ἀπὸ τῶν παρόντων ποιεῖται τὴν συμβουλὴν, ἃ τοὺς παχυτέρους μᾶλλον τῶν μελλόντων κατέχειν εἴωθε. Τί γὰρ λέγεις; φησίν· ὅτι δυνατώτερός ἐστι, καὶ ἀδικεῖ; Οὐκοῦν μᾶλλόν σε ἀδικήσει, ἐὰν μὴ καταλύσῃς, ἀλλὰ ἀναγκασθῇς εἰς δικαστήριον ἐλθεῖν. Τότε μὲν γὰρ χρημάτων ἀποστὰς, τὸ σῶμα ἕξεις ἐλεύθερον· ὑπὸ δὲ τῇ ψήφῳ γενόμενος τοῦ δικαστοῦ, καὶ δεσμευθήσῃ, καὶ τὴν ἐσχάτην δώσεις δίκην. Ἂν δὲ φύγῃς τὴν ἐκεῖ μάχην, δύο καρπώσῃ καλά· καὶ τὸ μηδὲν παθεῖν ἀηδὲς, καὶ τὸ σὸν γενέσθαι τὸ κατόρθωμα λοιπὸν, καὶ μηκέτι τῆς ἐκείνου βίας. Εἰ δὲ οὐ βούλει πεισθῆναι τοῖς λεγομένοις, οὐκ ἐκεῖνον ἀδικεῖς τοσοῦτον, ὅσον σαυτόν. Ὅρα δὲ καὶ ἐνταῦθα πῶς αὐτὸν ἐπείγει· εἰπὼν γὰρ, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἐπήγαγε, Ταχύ· καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ταύτης τῆς ταχυτῆτος ἑτέραν ἐζήτησεν ἐπίτασιν, εἰπών· Ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ· διὰ τούτων ὠθῶν αὐτὸν καὶ κατεπείγων μετὰ πολλῆς τῆς σφοδρότητος. Οὐδὲν γὰρ οὕτω τὸν βίον ἀνατρέπει τὸν ἡμέτερον, ὡς τὸ μέλλειν καὶ ἀναβάλλεσθαι ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ. Πολλάκις γοῦν τοῦτο καὶ ἐκπεσεῖν ἡμᾶς τοῦ παντὸς ἐποίησεν. Ὥσπερ οὖν καὶ ὁ Παῦλός φησιν· Πρὶν ἢ τὸν ἥλιον δῦναι, λῦσον τὴν ἔχθραν· καὶ ἐν τοῖς ἔμπροσθεν αὐτός· Πρὶν ἢ τὴν προσφορὰν ἀπαρτισθῆναι, καταλλάγηθι· οὕτω καὶ ἐνταῦθά φησι· Ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ· πρὶν ἐπὶ τὰς θύρας ἐλθεῖν τοῦ δικαστηρίου, πρὶν ἢ τῷ βήματι παραστῆναι, καὶ γενέσθαι λοιπὸν ὑπὸ τῇ τοῦ δικάζοντος ἐξουσίᾳ. Πρὸ μὲν γὰρ τῆς εἰσόδου, σὺ κύριος εἶ τοῦ παντός· ἐὰν δὲ ἐπιβῇς ἐκείνων τῶν προθύρων, οὐδὲ σφόδρα σπουδάζων δυνήσῃ τὰ καθ' ἑαυτὸν ὡς βούλει διαθεῖναι, ὑπὸ τὴν ἑτέρου γενόμενος ἀνάγκην. Τί δέ ἐστιν, εὐνοεῖν; Ἢ τοῦτό φησιν, ὅτι Καταδέχου μᾶλλον ἀδικεῖσθαι· ἢ Οὕτω δίκασον τῇ δίκῃ, ὡσανεὶ τὴν ἐκείνου τάξιν ἔχων· ἵνα μὴ τῇ φιλαυτίᾳ τὸ δίκαιον διαφθείρῃς, ἀλλ' ὡς περὶ οἰκείου τοῦ ἀλλοτρίου βουλευόμενος πράγματος, ἵνα ταύτην ἐξενέγκῃς τὴν ψῆφον. Εἰ δὲ μέγα τοῦτο, μὴ θαυμάσῃς. ∆ιὰ γὰρ τοῦτο πάντας ἐκείνους ἔθηκε τοὺς μακαρισμοὺς, ἵνα προλεάνας καὶ προπαρασκευάσας τοῦ ἀκροατοῦ τὴν ψυχὴν, ἐπιτηδειοτέραν ἐργάσηται πρὸς τὴν ὑποδοχὴν τῆς νομοθεσίας ταύτης ἁπάσης.
ιαʹ. Τινὲς μὲν οὖν τὸν διάβολον αὐτὸν αἰνίττεσθαί φασι τῇ τοῦ ἀντιδίκου προσηγορίᾳ, καὶ κελεύειν μηδὲν ἔχειν τῶν ἐκείνου· τοῦτο γὰρ εἶναι τὸ εὐνοεῖν αὐτῷ· ὡς οὐκ ἐνὸν διαλύσασθαι μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, τῆς ἀπαραιτήτου λοιπὸν ἡμᾶς ἐκδεχομένης κολάσεως. Ἐμοὶ δὲ περὶ τῶν ἐνταῦθα δοκεῖ λέγειν δικαστῶν, καὶ τῆς ἐπὶ τὸ δικαστήριον ὁδοῦ, καὶ τοῦ δεσμωτηρίου τούτου. Ἐπειδὴ γὰρ ἀπὸ τῶν ὑψηλοτέρων ἐνέτρεψε καὶ τῶν μελλόντων, καὶ ἀπὸ τῶν ἐν τῷ παρόντι βίῳ φοβεῖ. Ὅπερ οὖν καὶ ὁ Παῦλος ἐργάζεται, ἀπό τε τῶν μελλόντων, ἀπό τε τῶν παρόντων ἐνάγων τὸν ἀκροατήν. Οἷον ὡς ὅταν ἀπάγων κακίας, τὸν ἄρχοντα ὁπλιζόμενον δεικνύῃ τῷ πονηρευομένῳ, οὕτω λέγων· Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστι. Καὶ πάλιν ὑποτάσσεσθαι κελεύων αὐτῷ, οὐ τὸν τοῦ Θεοῦ φόβον τίθησι μόνον, ἀλλὰ καὶ τὴν ἀπειλὴν τὴν ἐκείνου καὶ τὴν κηδεμονίαν· Ἀνάγκη γὰρ ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Τοὺς γὰρ ἀλογωτέρους, ὅπερ ἔφθην εἰπὼν, ταῦτα μᾶλλον εἴωθε διορθοῦν, τὰ φαινόμενα καὶ παρὰ πόδας. ∆ιὸ καὶ ὁ Χριστὸς οὐ γεέννης μόνον ἐμνημόνευσεν, ἀλλὰ καὶ δικαστηρίου, καὶ ἀπαγωγῆς, καὶ δεσμωτηρίου, καὶ τῆς ἐκεῖ ταλαιπωρίας ἁπάσης, διὰ πάντων τούτων τὰς ῥίζας ἀναιρῶν τοῦ φόνου. Ὁ γὰρ μήτε λοιδορούμενος, μήτε δικαζόμενος, μήτε ἔχθραν ἐκτείνων, πῶς φονεύσει ποτέ; Ὥστε κἀντεῦθεν δῆλον, ὅτι ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ ἡμέτερον κεῖται συμφέρον. Ὁ γὰρ τῷ ἀντιδίκῳ εὐνοῶν, πολλῷ μεῖζον ἑαυτὸν ὠφελήσει, δικαστηρίων καὶ δεσμωτηρίων καὶ τῆς ἐκεῖ ταλαιπωρίας ἑαυτὸν ἀπαλλάττων. Πειθώμεθα τοίνυν τοῖς λεγομένοις, καὶ μὴ ἀντιτείνωμεν, μηδὲ ἀντιφιλονεικῶμεν· μάλιστα μὲν γὰρ καὶ πρὸ τῶν ἐπάθλων ἐν ἑαυτοῖς ἔχει τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν τὰ ἐπιτάγματα ταῦτα. Εἰ δὲ τοῖς πολλοῖς ἐπαχθῆ εἶναι δοκεῖ, καὶ πολὺν παρέχειν τὸν πόνον, ἐννόησον ὅτι διὰ τὸν Χριστὸν ταῦτα ποιεῖς, καὶ τὸ λυπηρὸν ἔσται ἡδύ. Ἐὰν γὰρ τὸν λογισμὸν τοῦτον ἔχωμεν διαπαντὸς, οὐδενὸς πειρασόμεθα φορτικοῦ, ἀλλὰ πολλὴν πάντοθεν καρπωσόμεθα τὴν ἡδονήν. Ὁ γὰρ πόνος οὐκέτι πόνος φανεῖται, ἀλλ' ὅσῳπερ ἂν ἐπιτείνηται, τοσούτῳ γλυκύτερος καὶ ἡδίων γίνεται. Ὅταν τοίνυν ἐπιμένῃ ἡ συνήθειά σε τῶν κακῶν γοητεύουσα, καὶ ἡ τῶν χρημάτων ἐπιθυμία, ἀντιστράτευσον αὐτῇ τὸν λογισμὸν ἐκεῖνον τὸν λέγοντα, ὅτι πολὺν ληψόμεθα τὸν μισθὸν, τῆς προσκαίρου καταφρονήσαντες ἡδονῆς· καὶ εἰπὲ πρὸς τὴν ψυχήν· Πάνυ ἀθυμεῖς, ὅτι σε ἡδονῆς ἀποστερῶ; ἀλλ' εὐφραίνου, ὅτι σοι τὸν οὐρανὸν προξενῶ. Οὐ δι' ἄνθρωπον ποιεῖς, ἀλλὰ διὰ τὸν Θεόν. Ἀνάσχου τοίνυν μικρὸν, καὶ ὄψει τὸ κέρδος ἡλίκον· καρτέρησον κατὰ τὸν παρόντα βίον, καὶ λήψῃ παῤῥησίαν ἄφατον. Ἂν γὰρ τοιαῦτα αὐτῇ διαλεγώμεθα, καὶ μὴ μόνον τὸ φορτικὸν ἐννοῶμεν τῆς ἀρετῆς, ἀλλὰ καὶ τὸν ἐξ αὐτῆς λογιζώμεθα στέφανον, ταχέως αὐτὴν κακίας ἀποστήσομεν ἁπάσης. Εἰ γὰρ ὁ διάβολος, δεικνὺς τὸ μὲν ἡδὺ πρόσκαιρον, τὸ δὲ ὀδυνηρὸν διηνεκὲς, ὅμως ἰσχύει καὶ περιγίνεται· ὅταν ἀντιστρόφως παρ' ἡμῖν ταῦτα γένηται, τὸ μὲν ἐπίπονον, πρόσκαιρον, τὸ δὲ ἡδὺ καὶ χρήσιμον, ἀθάνατον, τίς ἡμῖν ἔσται λόγος μὴ μετιοῦσιν ἀρετὴν μετὰ τοσαύτην παραμυθίαν; Ἀρκεῖ γὰρ ἡμῖν ἀντὶ πάντων ἡ τῶν πόνων ὑπόθεσις, καὶ τὸ πεπεῖσθαι σαφῶς ὅτι διὰ τὸν Θεὸν ὑπομένομεν ταῦτα πάντα. Εἰ γὰρ τὸν βασιλέα ἔχων τις ὀφειλέτην, ἀρκοῦσαν εἰς πάντα νομίζει τὸν βίον ἀσφάλειαν ἔχειν· ἐννόησον ἡλίκος ἔσται ὁ τὸν φιλάνθρωπον καὶ ἀεὶ ζῶντα Θεὸν καὶ μικρῶν καὶ μεγάλων κατορθωμάτων χρεώστην ἑαυτῷ καταστήσας. Μὴ τοίνυν προβάλλου μοι πόνους καὶ ἱδρῶτας· οὐδὲ γὰρ τῇ τῶν μελλόντων ἐλπίδι μόνον, ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ κούφην τὴν ἀρετὴν ἐποίησεν ὁ Θεὸς, συνεφαπτόμενος ἡμῖν πανταχοῦ καὶ συναντιλαμβανόμενος. Κἂν βουληθῇς μόνον ὀλίγην εἰσενεγκεῖν προθυμίαν, τὰ ἄλλα πάντα ἕπεται. ∆ιὰ γὰρ τοῦτο βούλεται καὶ σὲ μικρὰ πονεῖν, ἵνα καὶ σὴ ἡ νίκη γένηται. Καὶ καθάπερ βασιλεὺς βούλεται μὲν τὸν ἑαυτοῦ παῖδα παρεῖναι ἐπὶ τῆς παρατάξεως, καὶ φαίνεσθαι, ὥστε αὐτῷ λογισθῆναι τὸ τρόπαιον, τὸ δὲ πᾶν αὐτὸς ἀνύει· οὕτω καὶ ὁ Θεὸς ἐν τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου ποιεῖ. Ἓν γὰρ ἀπαιτεῖ παρὰ σοῦ μόνον, ὥστε ἔχθραν πρὸς ἐκεῖνον ἐπιδείξασθαι γνησίαν· κἂν ταῦτα αὐτῷ παράσχῃς, αὐτὸς πάντα ἀνύει τὸν πόλεμον. Κἂν ὀργὴ φλέγῃ, κἂν χρημάτων ἐπιθυμία, κἂν ὁτιοῦν ἕτερον πάθος τυραννικὸν, παραγίνεται ταχέως, ἂν ἴδῃ σε μόνον πρὸς αὐτὸν ἀποδυόμενον καὶ παρεσκευασμένον, καὶ ῥᾴδια πάντα ποιεῖ, καὶ ἀνώτερον ἵστησι τῆς φλογὸς, καθάπερ τοὺς παῖδας τότε ἐκείνους ἐπὶ τῆς Βαβυλωνίας καμίνου· καὶ γὰρ ἐκεῖνοι πλέον οὐδὲν τῆς γνώμης εἰσήνεγκαν. Ἵν' οὖν καὶ ἡμεῖς πᾶσαν κάμινον ἡδονῆς ἀτάκτου καταλύσαντες ἐνταῦθα, τὴν ἐκεῖ διαφύγωμεν γέενναν, ταῦτα καθ' ἑκάστην ἡμέραν καὶ βουλευώμεθα καὶ μεριμνῶμεν καὶ πράττωμεν, τῇ τε περὶ τὰ ἀγαθὰ προθέσει καὶ ταῖς πυκναῖς εὐχαῖς τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπώμενοι. Οὕτω γὰρ καὶ τὰ δοκοῦντα ἀφόρητα εἶναι νῦν, ῥᾷστα ἔσται καὶ κοῦφα καὶ ἐπέραστα. Ἕως μὲν γὰρ ἂν ἐν τοῖς πάθεσιν ὦμεν, τραχεῖαν καὶ δύσκολον καὶ ἀνάντη τὴν ἀρετὴν εἶναι νομίζομεν, τὴν δὲ κακίαν ποθεινὴν καὶ ἡδίστην· ἂν δὲ μικρὸν ἀποστῶμεν τούτων, τότε κἀκείνη φανεῖται βδελυρὰ καὶ δυσειδὴς, καὶ αὕτη ῥᾳδία καὶ εὔκολος καὶ ποθεινή. Καὶ ταῦτα ἐκ τῶν κατωρθωκότων ἔστι σαφῶς μαθεῖν. Ἄκουσον γοῦν πῶς ὁ Παῦλος ἐκεῖνα μὲν καὶ μετὰ τὴν ἀπαλλαγὴν αἰσχύνεται λέγων· Τίνα γὰρ καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; ταύτην δὲ καὶ μετὰ τὸν πόνον κούφην εἶναί φησι, τὸ ἐπίπονον τῆς θλίψεως παραυτίκα καὶ ἐλαφρὸν καλῶν, καὶ χαίρων ἐν τοῖς παθήμασι, καὶ ἀγαλλόμενος ἐν ταῖς θλίψεσι, καὶ μέγα φρονῶν ἐπὶ τοῖς στίγμασι τοῖς διὰ Χριστόν. Ἵν' οὖν καὶ ἡμεῖς ἐν ταύτῃ καταστῶμεν τῇ ἕξει, τοῖς εἰρημένοις καθ' ἑκάστην ἡμέραν ἑαυτοὺς ῥυθμίζοντες, καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, πρὸς δὲ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι, διώκωμεν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.