In illud: Exeuntes pharisaei Εἰς τὸ, "Ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον."
Ὅσοι τοῦ Ἠλία μαθηταὶ τυγχάνετε, τοῦ τὴν πενιχρὰν τράπεζαν τῆς χήρας μὴ ἐξουθενήσαντος, παρ' ἡμῖν αὐλίσθητε. Τοιαύτη γὰρ καὶ παρ' ἡμῖν λόγων μετρία ἡτοίμασται τράπεζα, ἕνα ἄρτον ἔχουσα ἐπ' αὐτῆς· οὐχ ὃν ὁ μύλος ἐλέπτυνε, καὶ χεῖρες ἐμάλαξαν καὶ πῦρ ἐτελείωσεν, ἀλλ' ὃν παρθένος ἄρουρα ἄνευ ἀρότρου καὶ σπέρματος ἤνθησε, καὶ σταυρὸς ὡρίμασε, καὶ Πατὴρ ἐτελείωσε, καὶ δώδεκα κόφινοι τῶν ἀποστόλων ἐτρύγησαν. Τοῦτον τὸν ἄρτον Μαρία μὲν ἐγέννησεν, ἡ Ἐκκλησία δὲ ὑπεδέξατο, καὶ καθ' ἑκάστην ἡμέραν ὑφ' ἡμῶν ἐσθίεται, καὶ ἀδαπάνητος μένει. Τοῦτον ὑμῖν τὸν ἄρτον ἐπὶ τῆς μετρίας μου τραπέζης ἐπιθεὶς, ἠβουλόμην τῇ σιωπῇ τὸ τῆς γλώττης μου ὄργανον περισφίγξαι· ἀλλ' ἡ τῶν θεομάχων Ἰουδαίων κατὰ τοῦ Σωτῆρος ἡμῶν ῥαπτομένη ἐπίβουλος ἐνέδρα καὶ τοὺς λίθους λαλεῖν ἀναγκάζει.
Τί γὰρ ἠκούομεν ἀρτίως ἀναγινωσκόμενον; Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι, συμβούλιον ἔλαβον κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ τίς ἡ αἰτία, δι' ἣν βουλεύονται ἀπολέσαι τὸν Κύριον; Ὅτι ἐν ἡμέρᾳ σαββάτων ἄνθρωπον ἐθεράπευσε, καὶ τὴν ἀργὴν καὶ ξηρὰν χεῖρα ἐν ἡμέρᾳ ἀργίας πρὸς ἔργον ἐξέτεινεν. Ὢ ἀναισθησία Ἰουδαίων τῶν μὴ νοούντων, ὅτι ἔδει τὴν ἐν τῷ παραδείσῳ δεξιὰν χεῖρα τοῦ Ἀδὰμ, ἁψαμένην τοῦ ξύλου καὶ ξηρανθεῖσαν τῇ παραβάσει, ταύτην πάλιν ὑπὸ τοῦ ἰδίου κεραμέως ἀναπλασθῆναι! ἢ ὅτι ἔδει τὴν ὑπὸ τοῦ διαβόλου διὰ τὴν τῶν ἀθέων εἰδώλων αἱμοχυσίαν δεξιὰν σπιλωθεῖσαν, διὰ τοῦ ἰδίου δημιουργοῦ πάλιν λαμπρὰν πρὸς οὐρανὸν ἐκταθῆναι! Ἀλλὰ λυποῦνται ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου καὶ σωτηρίᾳ ψυχῆς, καὶ τὴν μὲν ἀργίαν τοῦ σαββάτου ἐκδιδάσκουσι, τὴν δὲ θαυματουργίαν τοῦ Ἰησοῦ ἀγνοοῦσι. ∆ιὰ τί γὰρ, ὦ Φαρισαῖοι, οὐκ ἐλυπήθητε, ἢ τοιαῦτα οὐκ ἐμελετήσατε κατὰ τοῦ Μανασσῆ, ὅτε τὸν Ἡσαΐαν συνέπριζεν, ὅτε τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθυσίαζε τοῖς δαιμονίοις, καὶ τοὺς οἴκους τοῦ Θεοῦ τεμένη τῶν εἰδώλων καθίδρυσε; διὰ τί τοιαύτην βουλὴν οὐκ ἠγάγετε κατὰ τοῦ Ἡρώδου, ὅτε τοὺς νηπίους ἀδίκως ἀπέσφαξε, καὶ μητέρας ἠτέκνωσεν; ὅτε ἦν ἰδεῖν δίκην ἀσταχύων ἀώρων τοὺς νηπίους κατακειμένους ἐν μιᾷ τομῇ σιδήρου, μήπω τὸν κόκκον τῆς καρδίας στερεὸν ἔχοντας, μήτε μὴν τοὺς ἀνθέρικας τῶν τριχῶν ἡβήσαντας, ἀλλ' ἐν αὐτῇ τῇ ἁπαλωτάτῃ τοῦ γάλακτος τροφῇ τυγχάνοντας, βιαίῳ θυμῷ χαλάζης ὑπὸ Ἡρώδου φονευομένους; ὅτε οἰμωγαὶ καὶ κοπετοὶ ἀνδρογύνων ἐν ταῖς τῆς πόλεως πλατείαις καὶ ῥύμαις ἠκούοντο, ἐκεῖ πατέρων λυσιφρένων, καὶ μητέρων λυσικόμων δεινῶς ὀλοφυρομένων ἐπὶ τῇ τῶν ἀώρων τέκνων ἀδίκῳ σφαγῇ; ὅτε τοῖς τῶν νηπίων αἵμασιν ἡ Βηθλεὲμ ἐφοινίσσετο, καὶ ἀώρων βοτρύων γλεῦκος ἄωρον τοῖς τῶν γονέων θερμοῖς δάκρυσι συνεκιρνᾶτο; ὅτε ὄψις πατέρων ὀλολυγμῷ διεστρέφετο, καὶ μητέρων σπλάγχνα τοῖς πόνοις εἱλίσσετο, καὶ γαλακτοφόροι πηγαὶ μαστῶν παρὰ καιρὸν ἐξηραίνοντο; ὅτε ἐν τοῖς τῶν μητέρων στέρνοις τὸ πνεῦμα στενοχώρως εἱλούμενον, περὶ τοὺς μυκτῆρας ἀτάκτως ἐφέρετο; ὅτε πατέρων καὶ μητέρων ὀφθαλμοὶ πηγὰς ὑδάτων ἐμιμοῦντο, καὶ ἀργυροχρόους σταγόνας δακρύων καχλαζόντων ἀπὸ παρειῶν ἐπὶ ἔδαφος ἔῤῥιπτον; ὅτε τρίχωμα γυναικῶν τοῖς αὐτῶν ὄνυξιν ὑπὸ πολλῆς ἀνοίας τῷ σπαραγμῷ κατεξαίνετο, καὶ οὓς ἔδει κρύπτειν πλοκάμους, τούτους τῇ μέθῃ τῆς λύπης ἐπόμπευον;
Ἀλλὰ τοὐναντίον φρονοῦντες, τοὐναντίον καὶ ποιεῖτε· καὶ τοὺς μὲν φονεῖς καὶ ὑπευθύνους θανάτου ἀφίετε, τοὺς δὲ ἀθώους καὶ δικαίους κολάζετε, τοῦ νόμου λέγοντος· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Ὢ τάξις ἄτακτος, καὶ νόμος ἄνομος, παρὰ διαβόλου πεμπόμενος, παρὰ δαιμόνων γραφόμενος, ὑπὸ τῶν Ἰουδαίων μέχρι τοῦ νῦν φυλαττόμενος! Ποῖος οὗτος νόμος, τὸ τοὺς μὲν φονεῖς περισώζεσθαι, τοῦτον δὲ τὸν τοῖς φονευθεῖσι τὴν ζωὴν χαριζόμενον ἀπόλλυσθαι; Τὸν γὰρ Βαραββὰν ἐπὶ στάσει καὶ φόνῳ εὑρεθέντα ἠξίωσαν Πιλᾶτον ἀπολυθῆναι, τὸν δὲ Ἰησοῦν τὸν τοὺς ὑπὸ τοῦ διαβόλου φονευθέντας ζωοποιήσαντα ἠξίωσαν σταυρωθῆναι. Καὶ ἐξελθόντες, φησὶ, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ γνώμης ἀγνώμονος, καὶ βουλῆς ἀβουλίας μεμεστωμένης! Ἡ πηγὴ τῶν ἀγαθῶν ποταμηδὸν αὐτοῖς τὰς εὐεργεσίας ἔβλυζεν, οἱ δὲ καὶ ἀντλοῦντες τὴν χάριν, φονοκτόνους βουλὰς ἐν καρδίαις ἐρεύγοντο.
Οἱ τὰ τραύματα αὐτῶν ἔχοντες, ἰώμενοι τῶν ὀδυνῶν ἀπηλλάττοντο· ἐκεῖνοι δὲ ἐν μὲν τῷ σώματι μὴ ἔχοντες τραύματα, ὑπὸ τοῦ φθόνου κεντούμενοι ὠδυνῶντο. Οἱ πεινῶντες αὐτῶν ἐπ' ἐρημίαις, εἰς κόρον ἐτρέφοντο· κἀκεῖνοι ἐν εὐθηνίᾳ πίστεως ὑπὸ ἀπιστίας ἐφθείροντο. Τὸ ὕδωρ εἰς οἶνον μετεβάλλετο· κἀκεῖνοι τοῦ οἴνου μὴ γευσάμενοι, τῷ φθόνῳ μεθύοντες περι εφέροντο. Εἶδον τῆς αἱμοῤῥοούσης σταλείσας τὰς τοῦ αἵματος ῥύσεις· κἀκεῖνοι τῇ βασκανίᾳ τηκόμενοι κατέσταζον. Οἱ δαιμονιῶντες αὐτῶν, τῶν δαιμόνων ἐλευθερούμενοι ἐσωφρόνουν, κἀκεῖνοι ὑπὸ τοῦ φθόνου κινούμενοι χειρόνως τῶν δαιμονώντων ἐμαίνοντο· οἱ τυφλοὶ αὐτῶν ὀφθαλμοὺς μὴ ἔχοντες ἐφωτίζοντο, κἀκεῖνοι ὀφθαλμοὺς ἔχοντες ἐσκοτίζοντο. Τῶν κωφῶν, ὡς ἀρτίως ἠκούομεν, ὁ εἷλιξ τῆς ἀκοῆς ἠνοίγετο· κἀκείνων ἡ καρδία ἰλιγγοειδὴς βουλὰς φόνου περιέστρεφεν. Ἡ θάλασσα τὰ ἑαυτῆς κύματα καταστείλασα, πρὸς ἐπίβασιν ἑαυτὴν τοῦ ∆εσπότου ἡτοίμασε· κἀκείνων ἡ καρδία κύματα λογισμῶν θανατηφόρα διὰ στόματος ἤφριζε. Βαρύτατοι ἄνεμοι τὴν βιαίαν τοῦ πνεύματος θύελλαν εἰς πραεῖαν αὔραν ἐγαληνίαζον· κἀκεῖνοι τῇ ζάλῃ τοῦ φθόνου κλονούμενοι, σταυροῦ χειμῶνα ἐσύριζον. Ὦ φθόνε ῥίζα θανάτου, ἡ πολύπλοκος νόσος καρδίας, ὀξύτατε ἧλε! ποῖος γὰρ ἧλος ὀξύτατος οὕτω κεντᾷ, ὡς ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν καρδίαν τιτρώσκει; ποία δὲ νόσος οὕτω τὸ τῆς ὄψεως κάλλος ἀφανίζει, ὡς ὁ φθόνος τὸ τῆς ψυχῆς καλλίπνοον ἄνθος, τὴν ἀγάπην, μαραίνει; Τὸ πῦρ ὕδωρ σβέννυσι, τὸν δὲ φθόνον μυρίαι πηγαὶ διδασκάλων οὐ παύουσι· μία ἀκόνη τὸν ἰὸν τοῦ σιδήρου ἀποσμήχει, οἱ δὲ πέντε λίθοι τοῦ ∆αυῒδ τὸν φθόνον ἐν τῷ Σαοὺλ πλεῖον ἐξήγειραν.
Λέγεται εἶναι ἡ σαῦρα χλωρά· ἀλλ' οὐκ ἔστι τῶν φθονερῶν χλωροτέρα. Ὥσπερ γὰρ σκώληξ τὴν καρδίαν τοῦ δένδρου κατὰ μέρος ἐκτρώγων ξηραίνει, ὡσαύτως ὁ φθόνος τὴν καρδίαν τοῦ ἔχοντος αὐτὸν κατὰ μέρος ἐκβιβρώσκων μαραίνει. Καὶ ὅσα ἂν εἴπωμεν, ἀγαπητὲ, περὶ τοῦ φθόνου, οὔπω ἠρξάμεθα λέγειν αὐτοῦ τὴν κακίαν· κἂν γλῶσσαι ῥητόρων, κἂν λόγοι φιλοσόφων, κἂν ῥήσεις διδασκάλων, ἐξειπεῖν οὐκ ἰσχύσουσι. Πλήρωμα οὖν νόμου ἐστὶν ἀγάπη τοῦ λόγου, καὶ πλήρωμα φόνου ἐστὶν ἡ κακία τοῦ φθόνου. Ὦ φθόνε, πλοῖον πισσοειδὲς, ταρτάρινον, ναυαγιοφόρον! σὸς ναύκληρός ἐστιν ὁ διάβολος, κυβερνήτης ὁ ὄφις, καὶ Κάϊν πρωρεύς. Τὴν γὰρ ἐνθήκην σοι τῶν κακῶν ὁ διάβολος ἔδωκε· ὁ δὲ ὄφις κυβερνήσας τὸν Ἀδὰμ εἰς ναυάγιον θανάτου κατήνεγκε· Κάϊν δὲ πρωρεὺς, ἐπειδὴ διὰ σὲ, φθόνε, πρῶτος αὐτὸς τὸν φόνον εἰργάσατο. Σοὶ ἱστός ἐστιν ἀπ' ἀρχῆς ἐν παραδείσῳ ἡ τοῦ ξύλου παρακοὴ, σὰ σχοινία εἰσὶν αἱ σειραὶ τῶν ἁμαρτιῶν, σοὶ ἐπιβάται εἰσὶν οἱ φθονεροὶ, ναῦται οἱ δαίμονες, κῶπαι οἱ δόλοι, αὐχὴν ἡ ὑπόκρισις, παρασχαρῖται οἱ φθονεροί. Ὢ πλοῖον μυριοφόρον κακῶν!
Ἐὰν ζητήσῃς ὑπόκρισιν, ἐκεῖ εὑρίσκεται· ἐὰν δόλον, ἐκεῖ γεννᾶται. Φθόνος ἐκεῖ πολιτεύεται, ἔχθραι, μάχαι, ἀπάτη, φιλονεικία, λοιδορία, κακολογία, βλασφημία, καὶ ὅσα ἂν εἴπωμεν, καὶ ὅσα ἂν παραλείπωμεν, ταῦτα πάντα τὸ ταρτάρινον πλοῖον τοῦ φθόνου βαστάζει. Τοῦτο τὸ πλοῖον τοῦ φθόνου κατακλυσμὸς μὲν βυθίσαι οὐκ ἴσχυσεν, Ἰησοῦς δὲ αὐτὸ ἐν τῇ δυνάμει τοῦ Πνεύματος, ἐν τῇ πηγῇ τοῦ βαπτίσματος κατεπόντισεν. Εἶχε τοῦτο τὸ πλοῖον καὶ ἀγκύρας σιδηρᾶς, ἀλλ' εἰς τοὺς ἥλους τοῦ Χριστοῦ ἐχωνεύθησαν· εἶχε τοῦτο τὸ πλοῖον καὶ ἱστίον, ἀλλ' ὁ διάβολος λαβὼν αὐτὸ σταυρὸν ἐπελέκισεν· εἶχε τοῦτο τὸ πλοῖον καὶ σχοινία, ἀλλὰ ταῦτα λαβὼν Ἰούδας ἀπήγξατο. Εἰς τοῦτο τὸ πλοῖον ἐμβάντες οἱ Ἰουδαῖοι, τῇ πέτρᾳ προσκρούσαντες περὶ τὴν πίστιν ἐναυάγησαν. ∆ιὰ τοῦτο μέχρι τοῦ νῦν οἱ Ἰουδαῖοι ἐν τῷ βυθῷ τῆς ἀγνωσίας ἐννήχονται. Πλὴν ὅσοι αὐτῶν ἂν ἰσχύσωσι τῆς Χριστοφόρου ὁλκάδος κρατῆσαι, διασώζονται· οἱ δὲ ἄλλοι ἁλμυρῷ θανάτῳ ἀπιστίας ἀπόλλυνται. Καὶ εἴθε κἂν ἐν τῷ βυθῷ ὑπάρχοντες πρὸς Ἰωνᾶν εἰς τὸ κῆτος ἐξέτρεχον· ἴσως γὰρ ἂν παρ' αὐτοῦ μαθόντες τὴν ἐν Χριστῷ εὐσέβειαν, ζῶντες μετὰ τούτου, ὑπὸ τοῦ κήτους ἐν Νινευῒ ἐξεῤῥίπτοντο.
Νῦν δὲ τοὺς ὀφθαλμοὺς τῆς καρδίας καμμύσαντες, οὔτε τὸν λαμπροφόρον τῆς εὐσεβείας ἐν μέσῃ τῇ γῇ ἑστῶτα, καὶ τὴν πίστιν ἀστράπτοντα ὁρῶντες, πρὸς αὐτὸν καταφεύγουσιν· οὔτε πρὸς τὸν τῆς μετανοίας κήρυκα Ἰωάννην καταφεύγοντες ζῶσι. Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι. Πόθεν; Οὐκ ἐκ τοῦ φθόνου, ἀλλ' ἐκ τοῦ νόμου. Εἰ μὴ γὰρ ἐξῆλθον ἐκ τοῦ νόμου, οὐκ ἂν τὸν τοῦ νόμου Νομοθέτην ἐνύβριζον. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τοῦ νόμου τοῦ λέγοντος· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τῆς ἐντολῆς τοῦ Θεοῦ τῆς φωτιζούσης τοὺς ὀφθαλμοὺς τῆς καρδίας. Ἡ γὰρ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλ μούς. –Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τῆς ἐντολῆς, ἐκ τοῦ νόμου, ἐκ τῆς ζωῆς. Οἱ γὰρ ἄλλῳ θάνατον μελετῶντες, αὐτοὶ πρῶτοι τὸ τῆς ζωῆς ἀπολείπουσι φέγγος. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον. Καὶ οὐκ εἶπεν ὁ γράψας παρὰ τίνος, τὸν ἡμέτερον νοῦν ἀνακινῶν πρὸς τὴν ζήτησιν. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον. Παρὰ τίνος; Ἦ δῆλον ὅτι παρὰ τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου διαβόλου. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Τὸ, Ὅπως, ποίῳ τρόπῳ; ἆρα πέτρᾳ; ἆρα μαχαίρᾳ; ἆρα πυρὶ, ἢ ὕδατι; Ὁ δὲ σύμβουλος αὐτῶν διάβολος, ἀναπολήσας τὸ ξύλον τὸ ἐξ ἀρχῆς, δι' οὗ τὸν Ἀδὰμ ἐθανάτωσεν, εἰς αὐτὸ πάλιν καταφεύγει, καὶ συμβουλεύει ξύλῳ σταυρῶσαι τὸν Ἰησοῦν. Ἠγνόει δὲ ὅτι ἔμελλεν ἐκεῖνο τὸ ξύλον καὶ τὴν ἀρχαίαν τοῦ ξύλου παράβασιν παραλύειν, καὶ τὴν ζωὴν τοῖς ἀνθρώποις ἀνατεῖλαι. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ συμβουλία κακίστη διὰ φθόνου σπειρομένη, καὶ διὰ φθόνου ἐλεγχομένη! ὢ ματαία βουλή! Ἀγνοοῦσι γὰρ, ὅτι Θεὸς οὐκ ἀπόλλυται. Τὸν μὲν γὰρ ὀστράκινον λύχνον τοῦ σώματος διαλύσουσι, τὴν ἄσβεστον αὐτοῦ λαμπάδα τῆς θεότητος σβέσαι οὐ δύνανται. Ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ θαυμαστοῦ πράγματος, καὶ μυστηρίου καινοῦ! Ἦλθεν ὁ Ἰησοῦς ἀναζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, καὶ οὗτοι τὸν τῶν ἀπολωλότων εὑρέτην ἀπολέσαι ζητοῦσι.
∆ιὰ ποίαν αἰτίαν, εἴπατε ἡμῖν, Ἰουδαῖοι, κατ' αὐτοῦ τοιαῦτα βουλεύεσθε; Ἀλλ' ἐκεῖνοι μὲν αἰσχύνονται λέγειν· ἡμεῖς τὴν αὐτῶν αἰσχύνην πανταχῆ στηλιτεύσωμεν. ∆ιὰ τί γὰρ, φησὶ, νεκροὺς ἐγείρει; καὶ διὰ τί ἀσθενοῦντας ἰᾶται; διὰ τί καλὰ λαλεῖ; διὰ τί καλὰ πράττει; διὰ τί καλὰ διδάσκει; ∆ιὰ ταῦτα πάντα τὰ ἐγκλήματα βουλεύονται αὐτὸν ἀπολέσαι. Ὅταν ἐξέρχωνται νήπιοι παῖδες βαΐα λαμβάνοντες, διὰ τῶν βαΐων τὴν νίκην αὐτοῦ προαναφωνοῦντες, καὶ ἐν τῇ εὐφημίᾳ αὐτοῦ λέγοντες, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ἐκεῖνοι ἀπὸ τῶν ζιβήνων σφαττόμενοι ὑπὸ τοῦ φθόνου κεντοῦνται· οἱ γὰρ ἔπαινοι τῶν φθονουμένων, βέλη εἰσὶ τῶν φθονούντων. Καὶ προσέρχονται τῷ Ἰησοῦ, καὶ λέγουσιν αὐτῷ· Οὐκ ἀκούεις, τί οὗτοι λέγουσι; Καὶ οὐκ ἐγίνωσκον, ὅτι προφητικῶς ἐπληροῦτο τὸ γεγραμμένον, τὸ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ὅτε Ἰεζάβελ κατὰ τοῦ Ναβουθὲ τὰ πλαστὰ ἐποίει γράμματα, ἡδέως ἀνέχεσθε· ὅτε Πιλᾶτος γράφει ἐπὶ τοῦ τίτλου τὰ χρηστὰ γράμματα, ἀγανακτεῖτε, καὶ κωλύετε γράφεσθαι. Τί γὰρ λέγουσι; Μὴ γράφε, ὅτι Ὁ βασιλεὺς τῶν Ἰουδαίων. Μὴ γράφε, ἀντὶ τοῦ, Τὴν ἀλήθειαν, τοῦ, Μηδεὶς ὠφελείσθω, μηδεὶς ἄρτιος ἔστω πρὸς εὐσέβειαν. Πάντως οὐχ οὕτως ἠγανάκτουν κατὰ τῶν τὰ δράματα τῶν ὀρχηστῶν γραφόντων, οὐδ' ἂν ἔτι καὶ νῦν οἱ πολλοὶ τὰ τῶν δαιμόνων ἀκούωσι ᾄσματα. Καὶ περὶ μὲν ἐκείνων οὐκ ἀλγοῦσι, περὶ δὲ τῶν θεϊκῶν διδαγμάτων ὅτι γράφονται πονοῦσι.
Καὶ ἄρα οὐκ ἔστι παντὸς κακοῦ ὑπέρτερον, τὸ τὰς μὲν μωρολογίας Φιλιστίωνος γράφεσθαι, τὰς δὲ δοξολογίας Ἰησοῦ μὴ γράφεσθαι δι' ὧν εἰς οὐρανὸν ὁδηγούμεθα; Εἰ δὲ καὶ ἦν τις ἄρα διδασκάλων ἰδιώτης τῷ λόγῳ, ὅμως δὲ τὰ τοῦ Θεοῦ λέγων, οὐ μὴν ἄρα βέλτιον τὰ τούτου γράφεσθαι ὑπὲρ τὰς τῶν Ἑλλήνων δαιμονιώδεις μυθολογίας; Συμφέρει γὰρ τοῖς νεωτέροις ἐν ταῖς ῥήσεσι τῶν θεολόγων διδασκάλων, κἂν ἰδιωτικαὶ τυγχάνωσιν, ἐμμελῳδοῦντας παιδεύεσθαι, ἄμεμπτον ἔχοντας φρόνημα, καὶ μὴ ἐν ταῖς τῶν δαιμόνων διδασκαλίαις ἐνασχολουμένους εἰς ἀκολασίαν ἐκμαίνεσθαι. Μὴ γράφε. ∆ιὰ τί, Μὴ γράφε; τί γὰρ ὑμᾶς βλάπτει; ποίων δὲ ὑμᾶς χρημάτων ἀποστερεῖ ἡ τῆς ἀληθείας γραφή; Ἄλλος τῇ προθυμίᾳ τῶν γραφομένων οὐκ ἤλγει τὴν χεῖρα, κἀκεῖνοι τὰ στήθη ἔτυπτον. Ἀλλ' εἰ καὶ Φαρισαῖοι ταῦτα ἔλεγον πρὸς Πιλᾶτον, καὶ ἐκώλυον αὐτὸν γράφειν τὰ τῆς ἀληθείας γράμματα· ὁ δὲ εἰ καὶ ἐθνικὸς ὑπάρχων ἔλεγε πρὸς αὐτούς· Ὃ γέγραφα, γέγραφα. Ἁρμόζει καὶ ἡμῖν αὕτη ἡ διδασκαλία, ἵνα ὅταν οἱ αἱρετικοὶ ἡμῖν συμβουλεύσωσι μεθίστασθαι ἀπὸ τῆς δόξης, λέγωμεν πρὸς αὐτούς· Ὃ γεγράφαμεν, γεγράφαμεν. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν. Γνοὺς, οὐκ ἀπὸ ἄλλου μαθὼν, ἀλλ' ἀφ' ἑαυτοῦ ἐγνωκώς· καρδιογνώστης γὰρ ἦν, καὶ ἔστι, καθὼς καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει· Οὐ γὰρ χρείαν εἶχε, φησὶν, ἵνα τις εἴπῃ αὐτῷ περὶ τοῦ ἀνθρώπου. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν, οὐ τὸν θάνατον φοβούμενος, ἀλλὰ τὸν καιρὸν τοῦ σταυροῦ ἐκδεχόμενος.
Ἔδει γὰρ αὐτὸν πρῶτον νεκροὺς ἀνεγεῖραι, ἀσθενοῦντας ἰάσασθαι, πεινῶντας πολλοὺς ἐμπλῆσαι, πολλοὺς εἰς τὴν πίστιν στηρίξαι, καὶ τότε ἐλθεῖν ἐπὶ τὸν ἀοίδιμον θάνατον, μᾶλλον δὲ θάλαμον. Ἔδει πρῶτον αὐτὸν στῆσαι τὸ ξύλον τὸ τοῦ μυστηρίου τοῦ σταυροῦ, καὶ τότε θερμῷ τῷ πνεύματι ἐπὶ τοὺς ἐν τῷ ᾅδῃ κατακειμένους καταδραμεῖν. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν. Ὅπου δόλος οὐ φαίνεται, φεύγει· ὅπου φόνος τεκταίνεται, ἀναχωρεῖ· ὅπου ἀγάπη πλέκεται, καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα αὐλίζεται. Πλέξωμεν τοίνυν, ἀγαπητοὶ, τὴν τριπλεκῆ ἀγάπην, μὴ γλώσσαις ἀπατηλαῖς, ἀλλὰ παλάμαις ἐργαστικαῖς· ἵνα ᾖ μεθ' ἡμῶν ὁ Ἐμμανουὴλ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.