In illud: Diligentibus deum omnia cooperantur in bonum Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, "Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν," καὶ περὶ ὑπομονῆς, καὶ ὅσον τῶν θλίψεων τὸ κέρδος.
αʹ. Ὡς διὰ μακροῦ τοῦ χρόνου πρὸς ὑμᾶς παραγενόμενος, οὕτω διάκειμαι σήμερον. Εἰ γὰρ καὶ οἴκοι καθειργμένος ἐτύγχανον διὰ τὴν τοῦ σώματος ἀῤῥωστίαν, ἀλλ' ὡς μακράν που ἀπῳκισμένος τῆς ὑμετέρας ἀγάπης, οὕτω διεκείμην. Ὁ γὰρ φιλεῖν εἰδὼς ἀκριβῶς, ὅταν μὴ ἐξῇ τῷ φιλουμένῳ συγγίνεσθαι, κἂν τὴν αὐτὴν πόλιν οἰκῇ, τῶν ἐν ἀλλοτρίᾳ διατριβόντων οὐδὲν ἔλαττον διακείσεται. Καὶ τοῦτο ἴσασιν ὅσοι φιλεῖν ἴσασι. Σύγγνωτε τοίνυν ἡμῖν, παρακαλῶ· οὐ γὰρ ἀπὸ ῥᾳθυμίας ἡμῖν ὁ χωρισμὸς οὗτος γέγονεν, ἀλλ' ἀσθενείας σώματος ἦν ἡ σιγή. Καὶ οἶδα μὲν ὅτι χαίρετε νῦν πάντες ὑμεῖς ὅτι ἀπεθέμεθα τὴν ἀῤῥωστίαν· ἐγὼ δὲ χαίρω, οὐχ ὅτι τὴν ἀῤῥωστίαν μόνον ἀπεθέμην, ἀλλ' ὅτι καὶ τὰ ποθούμενα ὑμῶν πρόσωπα πάλιν ὁρᾷν δύναμαι, καὶ ἐντρυφᾷν ὑμῶν τῇ κατὰ Θεὸν ἀγάπῃ. Καὶ καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων, μετὰ τὴν ἀπαλλαγὴν τῆς ἀῤῥωστίας, φιάλας καὶ ποτήρια καὶ ψυχρὰ νάματα ἐπιζητοῦσιν· οὕτως ἐμοὶ πάσης εὐφροσύνης ἡδυτέρα καθέστηκεν ἡ συνουσία ἡ ὑμετέρα, καὶ τοῦτό μοι καὶ ὑγιείας ὑπόθεσις, καὶ εὐφροσύνης ἀφορμή. Φέρε οὖν, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν ἀλλήλους ἀπελάβομεν, ἀποδῶμεν ὑμῖν τὸ χρέος τῆς ἀγάπης, εἴ γε ἔστιν ἀποδοθῆναι τοῦτό ποτε. Τοῦτο γὰρ μόνον τὸ ὄφλημα τέλος οὐκ ἐπίσταται· ἀλλ' ὅσῳ ἀποδίδοται, τοσούτῳ τὸ ὄφλημα ἐπιτείνεται· καὶ καθάπερ ἐπὶ τῶν χρημάτων τοὺς μηδὲν ὀφείλοντας ἐπαινοῦμεν, οὕτως ἐνταῦθα τοὺς πολλὰ ὀφείλοντας μακαρίζομεν.
∆ιὰ τοῦτο καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος Παῦλος γράφων ἔλεγε· Μηδενὶ μηδὲν ὀφείλετε, ἀλλ' ἢ τὸ ἀγαπᾷν ἀλλήλους, βουλόμενος ἡμᾶς τοῦτο τὸ χρέος καὶ ἀεὶ ἀποδιδόναι, καὶ ἀεὶ ὀφείλειν, καὶ μηδέποτε τὴν ὀφειλὴν ταύτην καταλύειν, μέχρις ἂν τὴν παροῦσαν ζωὴν καταλύσωμεν. Ὥσπερ οὖν τὰ χρήματα ὀφείλειν, βαρὺ καὶ ἐπαχθὲς, οὕτω τὸ τὴν ὀφειλὴν ταύτην μὴ ἀεὶ ὀφείλειν, κατηγορίας ἄξιον. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο οὕτως ἔχει, ἄκουε τῆς σοφίας τοῦ θαυμαστοῦ τούτου διδασκάλου, ὅπως τὴν παραίνεσιν εἰσήγαγε. Πρότερον γὰρ εἰπών· Μηδενὶ μηδὲν ὀφείλετε· τότε ἐπήγαγεν· Εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους· βουλόμενος πᾶσαν ἡμῶν τὴν ὀφειλὴν ἐνταῦθα κενοῦσθαι, καὶ τοῦτο τὸ χρέος θέλων ἀδιάλυτον μένειν διηνεκῶς. Τοῦτο γάρ ἐστι μάλιστα τὸ συγκροτοῦν καὶ συσφίγγον τὴν ζωὴν τὴν ἡμετέραν. Ἐπεὶ οὖν ἔγνωμεν ὅσον τῆς ὀφειλῆς ταύτης τὸ κέρδος, καὶ ὅτι ἐν τῷ ἀποδίδοσθαι μᾶλλον αὔξεται, φέρε, καὶ ἡμεῖς τὴν ὀφειλὴν, ἣν ὀφείλομεν ὑμῖν, οὐκ ἀπὸ ῥᾳθυμίας οὐδὲ ἀπὸ ἀγνωμοσύνης τινὸς, ἀλλ' ἀπὸ τῆς συμβάσης ἀῤῥωστίας, σήμερον, καθ' ὅσον οἷόν τε, ἐκτῖσαι σπουδάζωμεν, μικρά τινα διαλεχθέντες πρὸς τὴν ὑμετέραν ἀγάπην, ὑπόθεσιν τῆς διαλέξεως ποιησάμενοι αὐτὸν τοῦτον τὸν θαυμαστὸν τῆς οἰκουμένης διδάσκαλον· καὶ ἅπερ σήμερον γράφων Ῥωμαίοις διελέγετο, ταῦτα εἰς μέσον ἀγαγόντες ἀναπολήσωμεν, καὶ διὰ μακροῦ τοῦ χρόνου τὴν ἑστίασιν τὴν πνευματικὴν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ. Τίνα δέ ἐστι τὰ ἀναγνωσθέντα, ἀναγκαῖον εἰπεῖν, ἵν' ὑπομνησθέντες τῶν εἰρημένων, μετὰ πλείονος τῆς εὐκολίας δέξησθε τὰ παρ' ἡμῶν λεγόμενα. Οἴδαμεν, φησὶν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.
Τί βούλεται αὐτὸ τοῦτο τὸ προοίμιον; Οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ φθέγγεται ἡ μακαρία αὕτη ψυχὴ, ἀλλὰ κατάλληλα ἀεὶ τοῖς ὑποκειμένοις πάθεσι προσάγει τὰ φάρμακα τὰ πνευματικά. Τί οὖν ἐστιν ὅ φησιν; Ἐπειδὴ πολλοὶ πανταχόθεν οἱ πειρασμοὶ περιεστοιχίζοντο τοὺς τότε τῇ πίστει προσιόντας, καὶ ἐπάλληλα ἦν τὰ παρὰ τοῦ ἐχθροῦ μηχανήματα, καὶ συνεχεῖς αἱ ἐπιβουλαὶ, καὶ οὐκ ἠρέμουν οἱ τῷ κηρύγματι πολεμοῦντες, τοὺς μὲν εἰς δεσμωτήρια ἐμβάλλοντες, τοὺς δὲ εἰς ἀπαγωγὰς, τοὺς δὲ εἰς μυρία ἕτερα βάραθρα καθέλκοντες· διὰ τοῦτο καθάπερ στρατηγὸς ἄριστος, ὁρῶν μετὰ πολλοῦ θυμοῦ πνέοντα τὸν ἀντίπαλον, περιιὼν τοὺς οἰκείους πανταχόθεν διεγείρει, νευροῖ, ἀλείφει, θαρσαλεωτέρους καθίστησι, προθυμοτέρους ποιεῖ πρὸς τὸ τὰς χεῖρας ἀντᾶραι κατὰ τοῦ πολεμίου, καὶ μὴ δεδοικέναι τὰς ἐκείνου καταδρομὰς, ἀλλὰ στεῤῥῷ τῷ φρονήματι ἐξ ἐναντίας ἱσταμένους καὶ αὐτὴν αὐτοῦ συγκόπτειν, εἰ οἷόν τε, τὴν ὄψιν, καὶ μὴ καταπλήττεσθαι τὴν πρὸς αὐτὸν ἀντίστασιν τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ μακάριος οὗτος, ἡ οὐρανομήκης ψυχὴ, διεγεῖραι βουλόμενος τῶν πιστῶν τὰ φρονήματα, καὶ κάτω κείμενον, ὡς εἰπεῖν, αὐτῶν τὸν λογισμὸν ἀνορθῶσαι ἐπειγόμενος, οὕτως ἤρξατο λέγων· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ὁρᾷς τὴν σύνεσιν τὴν ἀποστολικήν;
Οὐκ εἶπεν, Οἶδα, ἀλλ', Οἴδαμεν, καὶ αὐτοὺς εἰς συγκατάθεσιν ἐφελκόμενος τῶν λεγομένων, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Σκόπει ἀκρίβειαν ῥημάτων ἀποστολικῶν. Οὐκ εἶπεν, Οἱ ἀγαπῶντες τὸν Θεὸν διαφεύγουσι τὰ δεινὰ, ἐλευθεροῦνται τῶν πειρασμῶν· ἀλλ', Οἴδαμεν, φησὶ, τουτέστι, πεπείσμεθα, πεπληροφορήμεθα, δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας τὰς ἀποδείξεις εἰλήφαμεν· Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.
βʹ. Πόσην οἴεσθε δύναμιν ἔχειν τὴν βραχεῖαν ταύτην λέξιν; Πάντα, φησὶ, συνεργεῖ εἰς ἀγαθόν· μὴ γάρ μοι τὰ χρηστὰ ἐνταῦθα εἴπῃς, μηδὲ τὴν ἄνεσιν καὶ τὴν ἄδειαν μόνον λογίσῃ, ἀλλὰ καὶ τὰ ἐναντία, τὰ δεσμωτήρια, τὰς θλίψεις, τὰς ἐπιβουλὰς, τὰς καθημερινὰς ἐφόδους, καὶ τότε ὄψει μετὰ ἀκριβείας τοῦ ῥήματος τὴν δύναμιν. Καὶ ἵνα μὴ μακράν που ἀγάγω τὴν ὑμετέραν ἀγάπην, εἰ βούλεσθε, μικρά τινα τῶν τῷ μακαρίῳ τούτῳ συμβάντων εἰς μέσον ἀγάγωμεν, καὶ ὄψεσθε τοῦ ῥήματος τὴν ἰσχύν. Ἐπειδὴ γὰρ περιιὼν πανταχοῦ, σπείρων τὸν τῆς εὐσεβείας λόγον, τὰς ἀκάνθας ἀνασπῶν, καὶ τὴν ἀλήθειαν ἐν τῇ ἑκάστου ψυχῇ καταφυτεύειν ἐπειγόμενος, γενόμενος κατά τινα πόλιν τῆς Μακεδονίας, καθὼς ὁ μακάριος Λουκᾶς, ὁ τὸ τῶν Πράξεων βιβλίον συνθεὶς, ἡμῖν διηγήσατο, παιδίσκην τινὰ πνεῦμα πονηρὸν ἔχουσαν, καὶ σιγᾷν οὐκ ἀνεχομένην, ἀλλὰ περιιοῦσαν καὶ πανταχοῦ καταδήλους αὐτοὺς διὰ τοῦ δαίμονος ποιεῖν βουλομένην, μετὰ πολλῆς τῆς ἐξουσίας, λόγῳ καὶ ἐπιτάγματι, καθάπερ τινὰ μαστιγίαν ἀπελάσας, ἠλευθέρωσεν ἐκείνην τοῦ πονηροῦ δαίμονος· δέον τοὺς τὴν πόλιν ἐκείνην οἰκοῦντας, ὡς εὐεργέτας λοιπὸν καὶ σωτῆρας βλέπειν τοὺς ἀποστόλους, καὶ παντὶ θεραπείας τρόπῳ περὶ αὐτοὺς χρησαμένους ἀμείψασθαι τῆς τοσαύτης εὐεργεσίας, οἱ δὲ τοῖς ἐναντίοις ἀμείβονται. Καὶ ἄκουε τίσιν αὐτοῖς ἀμείβονται. Ἰδόντες, φησὶν, οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσήγαγον αὐτοὺς τοῖς στρατηγοῖς, καὶ πολλὰς ἐπιθέντες ἐκείνοις πληγὰς, ἔβαλον εἰς φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς.
Εἴδετε πονηρίας ὑπερβολὴν τῶν τὴν πόλιν ἐκείνην οἰκούντων; εἴδετε τῶν ἀποστόλων ὑπομονὴν καὶ καρτερίαν; Μικρὸν ἀναμείνατε, καὶ ὄψεσθε καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Σοφὸς γὰρ ὢν καὶ εὐμήχανος, οὐκ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις λύει τὰ δεινὰ, ἀλλ' ὅταν αὐξηθῇ πάντα τὰ παρὰ τῶν ἐναντίων, καὶ δειχθῇ διὰ τῶν πραγμάτων τῶν αὐτοῦ ἀθλητῶν ἡ ὑπομονὴ, τότε καὶ τὴν οἰκείαν ῥοπὴν ἐπιδείκνυται· ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι διὰ τοῦτο ἐπιπηδῶσι τοῖς κινδύνοις, διὰ τὸ θαῤῥεῖν ὅτι οὐδὲν ἀηδὲς πείσονται. ∆ιά τοι τοῦτό τινας μὲν καὶ ἐναφίησι τοῖς δεινοῖς, ἀποῤῥήτῳ τινὶ σοφίᾳ χρώμενος, τινὰς δὲ καὶ ἐξαρπάζει, ἵνα διὰ πάντων μάθῃς αὐτοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, καὶ ὅτι μείζους αὐτοῖς τὰς ἀμοιβὰς ταμιευόμενος, συγχωρεῖ πολλάκις ἐπιτείνεσθαι τὰ δεινά. Οὕτως οὖν καὶ ἐνταῦθα ποιεῖ. Μετὰ γὰρ τὴν τοσαύτην θαυματουργίαν καὶ τὴν εὐεργεσίαν, ἣν ἐπεδείξαντο ἀπελάσαντες τὸν ἀναίσχυντον ἐκεῖνον δαίμονα, συνεχώρησε καὶ μαστιχθῆναι καὶ εἰς δεσμωτήριον ἐμβληθῆναι. Ἐντεῦθεν γὰρ μάλιστα διεδείκνυτο καὶ ἡ τοῦ Θεοῦ δύναμις. ∆ιὸ καὶ ὁ μακάριος οὗτος ἔλεγεν· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμοὶ ἡ δύναμις τοῦ Χριστοῦ. Καὶ πάλιν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, ἀσθένειαν τοὺς πειρασμοὺς λέγων τοὺς ἐπαλλήλους. Ἀλλ' ἴσως ἄν τις διαπορήσειεν ἐνταῦθα, τίνος ἕνεκεν ἀπήλασαν τὸν δαίμονα οὐδὲν ἐναντίον αὐτοῖς λέγοντα, ἀλλὰ μᾶλλον καὶ καταδήλους αὐτοὺς ποιοῦντα· ἐπὶ πολλὰς γὰρ ἡμέρας ἐβόα λέγων, ὅτι Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. Μὴ ξενισθῇς, ἀγαπητέ· καὶ τοῦτο γὰρ τῆς συνέσεως ἦν τῆς ἀποστολικῆς καὶ τῆς τοῦ Πνεύματος χάριτος. Εἰ γὰρ καὶ μηδὲν αὐτοῖς ἐναντίον ἔλεγεν, ἀλλ' ἵνα μὴ ἐντεῦθεν ἀξιόπιστος γενόμενος ὁ δαίμων, καὶ ἐν τοῖς ἄλλοις ὑποσύρειν δύνηται τοὺς ἀφελεστέρους, διὰ τοῦτο ἐπιστομίσας αὐτὸν ἀπήλασεν, οὐ συγχωρήσας αὐτῷ τὰ ὑπὲρ τὴν ἀξίαν φθέγγεσθαι. Τοῦτο δὲ ἐποίει, ἀκολουθῶν τῷ οἰκείῳ ∆εσπότῃ· ἐπεὶ καὶ ἐκείνῳ προσιόντες ἔλεγον, Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ· καὶ ὅμως ταῦτα λέγοντας αὐτοὺς ἀπήλαυνεν. Ἐγίνετο δὲ τοῦτο εἰς κατηγορίαν τῶν ἀναισχύντων Ἰουδαίων, ὅτι ἐκεῖνοι μὲν καθ' ἑκάστην ἡμέραν θαύματα ὁρῶντες καὶ μυρία παράδοξα γινόμενα, ἠπίστουν, οἱ δὲ δαίμονες ἐπεγίνωσκον, καὶ Υἱὸν αὐτὸν τοῦ Θεοῦ ὡμολόγουν.
γʹ. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου. Ἵνα τοίνυν μάθητε ὅπως τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, ἀναγκαῖον πᾶσαν ὑμῖν ἀναγνῶναι ταύτην τὴν ἱστορίαν, ἵνα καὶ ἐντεῦθεν γνῶτε, ὅπως μετὰ τὰς πληγὰς, μετὰ τὸ δεσμωτήριον, εἰς ἀγαθὸν ἅπαντα αὐτοῖς μετέβαλεν ἡ τοῦ Θεοῦ χάρις. Ἀλλ' ἴδωμεν πῶς τοῦτο δείκνυσιν ὁ μακάριος Λουκᾶς λέγων· Παραγγελίαν δὲ τοιαύτην εἰληφὼς ὁ δεσμοφύλαξ ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Σκόπει πῶς ἐπιτείνεται τὰ δεινὰ, ἵνα καὶ ἡ ὑπομονὴ τῶν ἀποστόλων λαμπροτέρα γένηται, καὶ ἡ ἄφατος τοῦ Θεοῦ δύναμις κατάδηλος ἅπασι καταστῇ. Ἄκουε δὲ καὶ τὸ ἑξῆς. Ἐπάγει γὰρ, Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν. Ὅρα ψυχὴν ἐπτερωμένην, ὅρα διάνοιαν νήφουσαν· μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὸ εἰρημένον. Οὐ γὰρ εἰκῆ καὶ τὸν καιρὸν ἡμῖν ἐπεσημήνατο, εἰπὼν, Κατὰ δὲ τὸ μεσονύκτιον, ἀλλὰ βουλόμενος δεῖξαι, ὅτι, ὅτε τοῖς ἄλλοις ἅπασιν ἡδὺς ὁ ὕπνος ἐφίσταται καὶ κοιμίζει τὰ βλέφαρα, μάλιστα δὲ τοὺς ἐν ὀδύναις πολλαῖς καθεστῶτας εἰκὸς κατὰ τὸν καιρὸν ἐκεῖνον τοῦ ὕπνου καθέλκεσθαι, τότε τοίνυν, φησὶν, ὅτε πάντοθεν περιεγένετο ἡ τοῦ ὕπνου τυραννὶς, τότε ἐκεῖνοι Προσευχόμενοι ὕμνουν τὸν Θεὸν, τῆς περὶ αὐτὸν ἀγάπης μέγιστον δεῖγμα τοῦτο ποιούμενοι.
Καθάπερ γὰρ ἡμεῖς ὑπὸ ἀλγημάτων σωματικῶν ἐνοχλούμενοι, τὴν τῶν γνησίων συνουσίαν ἐπιζητοῦμεν, ἵνα ἐκ τῆς πρὸς ἐκείνους διαλέξεως τὴν ἐπίτασιν τῆς ὀδύνης παραμυθησώμεθα· οὕτω καὶ οἱ ἅγιοι οὗτοι τῷ πόθῳ τῷ περὶ τὸν ∆εσπότην πυρούμενοι, καὶ τοὺς ἱεροὺς ὕμνους ἀναφέροντες, οὐδὲ αἴσθησιν ἐλάμβανον τῶν ὀδυνῶν ἐκείνων, ἀλλ' ὅλοι τῆς ἱκετηρίας ἐγίνοντο, καὶ τὴν θαυμαστὴν ἐκείνην ὑμνῳδίαν ἀνέφερον, καὶ λοιπὸν ἐκκλησία ἐγένετο τὸ δεσμωτήριον, καὶ ὁ τόπος ἅπας ἡγιάζετο διὰ τῆς ὑμνῳδίας τῶν ἁγίων ἐκείνων. Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα, ἀνθρώπους τῷ ξύλῳ προσδεδεμένους, καὶ οὐδὲν ἐμποδιζομένους πρὸς τὴν ὑμνῳδίαν. Τὸν γὰρ νήφοντα, καὶ ἐγρηγορότα, καὶ ζέοντα πόθον ἔχοντα περὶ τὸν Θεὸν, οὐδὲν κωλῦσαι δυνήσεταί ποτε τῆς πρὸς τὸν ∆εσπότην συνουσίας· Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ πάλιν ἀλλαχοῦ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Ἔνθα γὰρ ἂν ᾖ διάνοια νήφουσα, πτεροῦται ὁ λογισμὸς καὶ ἀπαλλάττεται, ὡς εἰπεῖν, τοῦ συνδέσμου τοῦ σώματος, καὶ πρὸς τὸν ποθούμενον ἀνίπταται, καὶ τῆς γῆς ὑπερορᾷ. καὶ τῶν ὁρωμένων ἀνωτέρω γενόμενος, πρὸς ἐκεῖνον ἐπείγεται· ὃ δὴ καὶ ἐπὶ τῶν ἁγίων τούτων γεγένηται. Ὅρα γὰρ τὴν παραχρῆμα τῶν ὕμνων ἐνέργειαν, καὶ ὅπως καὶ ἐν δεσμωτηρίῳ γενόμενοι καὶ τῷ ξύλῳ προσδεδεμένοι, καὶ μετὰ γοήτων καὶ δεσμίων συναναμιγέντες, οὐ μόνον οὐδὲν παρεβλάβησαν, ἀλλὰ καὶ ταύτῃ μᾶλλον ἐξέλαμψαν, καὶ τῷ φωτὶ τῆς οἰκείας ἀρετῆς κατηύγασαν ἅπαντας τοὺς τὸ δεσμωτήριον οἰκοῦντας. Ἡ γὰρ φωνὴ τῶν ἱερῶν ὕμνων ἐκείνων εἰς τὴν ἑκάστου τῶν δεσμωτῶν εἰσιοῦσα ψυχὴν, μετέπλαττεν αὐτὴν, ὡς εἰπεῖν, καὶ μετεῤῥύθμιζεν. Ἄφνω γὰρ, φησὶ, σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι ἅπασαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Εἶδες τῶν ὕμνων τῶν εἰς τὸν Θεὸν τὴν δύναμιν; Οὐ μόνον αὐτοὶ παρακλήσεως ἀπέλαυσαν οἱ τοὺς ὕμνους ἀναφέροντες, ἀλλὰ καὶ πάντων τὰ δεσμὰ λυθῆναι παρεσκεύασαν· ἵνα δειχθῇ διὰ τῶν πραγμάτων αὐτῶν, ὅπως Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ἰδοὺ γὰρ καὶ πληγαὶ, καὶ δεσμωτήριον, καὶ ξύλον, καὶ μετὰ τῶν δημίων διαγωγὴ, καὶ ὅμως ταῦτα ἀγαθῶν ὑπόθεσις γεγένηται καὶ εὐδοκιμήσεως ἀφορμὴ, οὐκ αὐτοῖς μόνον, οὐδὲ τοῖς οἰκοῦσι τὸ δεσμωτήριον δεσμίοις, ἀλλὰ καὶ αὐτῷ τῷ δεσμοφύλακι.
Ἔξυπνος γὰρ, φησὶ, γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν τὰς θύρας ἀνεῳγμένας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίσας ἐκπεφευγέναι τοὺς δεσμίους. Ὅρα μοι ἐνταῦθα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν πάντα λόγον ὑπερβαίνουσαν. Τίνος γὰρ ἕνεκεν κατὰ τὸ μεσονύκτιον ἅπαντα ταῦτα γίνεται; Οὐδενὸς ἑτέρου χάριν, ἀλλ' ἵνα ἀθόρυβον καὶ ἐν ἡσυχίᾳ τὸ πρᾶγμα οἰκονομηθῇ, καὶ τὴν σωτηρίαν πραγματεύσωνται τοῦ δεσμοφύλακος. Τοῦ γὰρ σεισμοῦ γενομένου καὶ τῶν θυρῶν ἀνοιχθεισῶν, τὰ δεσμὰ ἀνέθη πάντων τῶν αὐτόθι, καὶ οὐδεὶς αὐτῶν ἐκπηδῆσαι συνεχωρήθη. Σκόπει μοι καὶ ἄλλην ἐνταῦθα Θεοῦ σοφίαν. Τὰ μὲν γὰρ ἄλλα πάντα γέγονεν, ὁ σεισμὸς, λέγω, καὶ ἡ τῶν θυρῶν ἄνοιξις, ἵνα μάθωσι διὰ τῶν ἔργων ἅπαντες, τίνες ἦσαν οἱ τότε τὸ δεσμωτήριον οἰκοῦντες, καὶ ὅτι οὐχ οἱ τυχόντες εἰσὶν ἄνθρωποι· οὐδενὶ δὲ ἐξελθεῖν ἐγένετο, ἵνα μὴ κινδύνων ἀφορμὴ γένηται τοῦτο τῷ δεσμοφύλακι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον πῶς, ὅτε μόνον ὑπώπτευσε τοῦτο γεγενῆσθαι ὁ δεσμοφύλαξ, καὶ ἐνόμισέ τινας ἐκπεφευγέναι, καὶ τῆς ζωῆς αὐτῆς κατεφρόνησε. Σπασάμενος γὰρ, φησὶ, μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν. Ἀλλ' ὁ πανταχοῦ νήφων καὶ ἐγρηγορῶν, ὁ μακάριος Παῦλος, τῇ οἰκείᾳ φωνῇ ἐξήρπασε τῆς φάρυγγος τοῦ θηρίου τὸ ἀρνίον. Ἐφώνησε γὰρ φωνῇ μεγάλῃ, λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Ὢ ταπεινοφροσύνης ὑπερβολή! οὐκ ἐφρόνησε μέγα ἐπὶ τοῖς γεγενημένοις, οὐ κατεξανέστη τοῦ δεσμοφύλακος. οὐδὲν ὑπέρογκον φθέγξασθαι κατεδέξατο· ἀλλὰ μετὰ τῶν δεσμωτῶν, μετὰ τῶν δημίων, μετὰ τῶν κακούργων ἑαυτὸν κατηρίθμησε, λέγων· Ἅπαντές ἐσμεν ἐνθάδε. Εἶδες αὐτὸν πολλῇ τῇ ταπεινοφροσύνῃ χρώμενον, καὶ οὐδὲν πλέον ἑαυτῷ νέμοντα τῶν αὐτόθι κακούργων; Ὅρα καὶ τὸν δεσμοφύλακα λοιπὸν, οὐχ ὡς ἑνὶ τῶν ἄλλων προσιόντα. Θαῤῥήσας γὰρ καὶ αἰτήσας φῶτα, εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω, ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Εἴδετε πῶς Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν; εἴδετε τοῦ διαβόλου τὴν μηχανὴν, ὅπως διελύθη; ὅπως ἄκυρα αὐτοῦ γέγονε τὰ μηχανήματα; Ἐπειδὴ γὰρ ἀπήλασαν τὸν δαίμονα, παρεσκεύασεν εἰς τὸ δεσμωτήριον αὐτοὺς ἐμβληθῆναι, νομίζων ἐμποδίζειν τὸν δρόμον τοῦ κηρύγματος διὰ τούτου. Ἀλλ' ἰδοὺ καὶ τὸ δεσμωτήριον ἐμπορίας αὐτοῖς ὑπόθεσις γεγένηται πνευματικῆς.
δʹ. Ἄρα καὶ ἡμεῖς, ἂν νήφωμεν, οὐ μόνον ἐν ἀνέσει ὄντες, ἀλλὰ καὶ ἐν θλίψεσι, κερδαίνειν δυνάμεθα, καὶ τότε μᾶλλον, ἢ ἐν ἀνέσει. Ἡ γὰρ ἄνεσις, ὡς ἐπὶ τὸ πλεῖστον, ῥᾳθυμοτέρους ἐργάζεται· ἡ δὲ θλίψις νήφειν παρασκευάζουσα, ἀξιοῦσθαι ποιεῖ καὶ τῆς ἄνωθεν ῥοπῆς, καὶ μάλιστα, ὅταν διὰ τὴν εἰς τὸν Θεὸν ἐλπίδα τὴν ὑπομονὴν ἐπιδεικνύμεθα καὶ τὴν καρτερίαν ἐν πάσαις ταῖς ἐπαγομέναις θλίψεσι. Μὴ τοίνυν ἀλγῶμεν, ἐπειδὰν θλιβώμεθα, ἀλλὰ μᾶλλον χαίρωμεν· τοῦτο γὰρ ἡμῶν ἡ τῆς εὐδοκιμήσεως ὑπόθεσις. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν, Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ἀλλ' ἴδωμεν τὴν ζέουσαν ψυχὴν τῶν ἁγίων τούτων. Ἐπεὶ οὖν ἤκουσαν τοῦ δεσμοφύλακος λέγοντος, Τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; ἆρα ὑπερέθεντο; ἆρα ἀνεβάλοντο; ἆρα ἠμέλησαν πρὸς τὴν κατήχησιν; Οὐδαμῶς· ἀλλὰ τί πρὸς αὐτὸν ἐκεῖνοι; Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ, καὶ πᾶς ὁ οἶκός σου.
Ὅρα κηδεμονίαν ἀποστολικήν. Οὐκ ἀρκοῦνται τῇ αὐτοῦ σωτηρίᾳ, ἀλλὰ δι' ἐκείνου βούλονται καὶ τοὺς προσήκοντας αὐτῷ πάντας σαγηνεῦσαι εἰς τὸν τῆς εὐσεβείας λόγον, καιρίαν διδόντες τῷ διαβόλῳ τὴν πληγήν. Καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Ἐντεῦθεν παιδευόμεθα μηδέποτε ἐν τοῖς πνευματικοῖς μηδὲ τὸ τυχὸν ἀναβάλλεσθαι, ἀλλὰ πάντοτε καιρὸν ἐπιτήδειον ἡγεῖσθαι τὸν παραπίπτοντα. Εἰ γὰρ νυκτὸς οὔσης οἱ ἅγιοι οὗτοι ὑπερθέσθαι οὐκ ἠνέσχοντο, ποίαν ἕξομεν ἀπολογίαν ἡμεῖς, ἐν ἑτέρῳ καιρῷ παρατρέχοντες πνευματικὸν κέρδος; Εἶδες ἐκκλησίαν τὸ δεσμωτήριον γινόμενον; εἶδες τὸ καταγώγιον τῶν δημίων, εὐκτήριον οἶκον ἐξαίφνης ἀποδειχθέντα, καὶ τὴν μυσταγωγίαν ἐκεῖ τελουμένην; Τοσοῦτόν ἐστι τὸ νήφειν, καὶ μηδέποτε παρατρέχειν τὰ πνευματικὰ κέρδη, ἀλλὰ πάντα καιρὸν ἐπιτήδειον ποιεῖσθαι πρὸς τὴν τοιαύτην ἐμπορίαν. Καλῶς ἄρα ἔλεγεν ὁ μακάριος οὗτος γράφων, Ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ταύτην τὴν ῥῆσιν, παρακαλῶ, καὶ ἡμεῖς ἐγκεκολαμμένην ἔχοντες τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, μηδέποτε ἀσχάλλωμεν, ἐπειδὰν λυπηροῖς τισι κατὰ τὸν βίον τοῦτον περιπέσωμεν, ἢ περιστάσεσιν, ἢ ἀῤῥωστίαις σωματικαῖς, ἢ ἑτέροις τισὶ λυπηροῖς πράγμασιν· ἀλλὰ πολλῇ κεχρημένοι τῇ φιλοσοφίᾳ, ἀντέχωμεν πρὸς πάντα πειρασμὸν, εἰδότες ὅτι, ἂν νήφωμεν, πανταχόθεν κερδαίνειν δυνάμεθα, καὶ μᾶλλον ἀπὸ τῶν πειρασμῶν ἢ ἀπὸ τῶν ἀνέσεων· καὶ μηδέποτε ἀλύωμεν, ἐννοοῦντες ὅσον τῆς ὑπομονῆς τὸ κέρδος, ἀλλὰ μηδὲ ἀπεχθῶς ἔχωμεν πρὸς τοὺς ἐπάγοντας ἡμῖν τοὺς πειρασμούς. Εἰ γὰρ κἀκεῖνοι τὸν οἰκεῖον σκοπὸν πληροῦντες τοῦτο ποιοῦσιν, ἀλλ' ὁ κοινὸς ∆εσπότης συγχωρεῖ, βουλόμενος ἡμᾶς καὶ διὰ τούτων ἐμπορεύσασθαι τὴν πνευματικὴν ἐμπορίαν, καὶ τῆς ὑπομονῆς λαβεῖν τὸν μισθόν. Ἐὰν οὖν δυνηθῶμεν εὐχα ρίστως ἐνεγκεῖν τὰ ἐπαγόμενα, οὐ μικρὸν μέρος τῶν πεπλημμελημένων ἡμῖν διαλύσομεν.
Εἰ γὰρ τὸν θησαυρὸν τοῦτον καὶ τῆς οἰκουμένης διδάσκαλον, καθ' ἑκάστην ἡμέραν κινδύνοις περιπίπτοντα ὁρῶν ὁ ∆εσπότης ἠνείχετο, οὐ περιορῶν τὸν οἰκεῖον ἀθλητὴν, ἀλλὰ τὰ σκάμματα αὐτῷ μακρότερα κατασκευάζων, ἵνα τοὺς στεφάνους αὐτῷ λαμπροτέρους ἀπεργάσηται, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μυρίων γέμοντες ἁμαρτημάτων, καὶ διὰ ταῦτα πολλάκις τοῖς πειρασμοῖς περιπίπτοντες, ἵνα τὴν ὑπὲρ τούτων δίκην ἐνταῦθα δόντες, μικρᾶς γοῦν φιλανθρωπίας ἀξιωθῶμεν, ἐπὶ τῆς φοβερᾶς ἐκείνης ἡμέρας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀπολαύσαντες; Τοῦτο δὲ λογιζόμενοι παρ' ἑαυτοῖς, πρὸς ἅπαντα γενναίως ἀντέχωμεν, ἵνα καὶ τῆς ὑπομονῆς τὸν μισθὸν δεξώμεθα ἀπὸ τοῦ φιλανθρώπου ∆εσπότου, καὶ τὸ πλῆθος τῶν ἡμῖν ἡμαρτημένων ὑποτεμέσθαι δυνηθῶμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.