Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὸ «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς»

In illud Nolite thesaurizare vobis thesauros in terra / На слово: «Не собирайте себе сокровищ на земле»

In illud: Nolite thesaurizare vobis thesauros in terra (Κωδ. 27 συλλογῆς ἁγ. Σάββα φυλ. 27α–29β.) "Τοῦ αὐτοῦ εἰς τὸ "μὴ θησαυρίζετε ἑαυτοῖς θησαυροὺς ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς"

Ὁ φιλάνθρωπος δεσπότης, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Λόγος, ὁ ὅμοιος κατὰ πάντα τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ παναγίῳ, ἀφ' ὧν αὐτὸς διὰ φιλανθρωπίαν χαρίζεται, ἀπὸ τούτων καὶ ἡμᾶς εἰς φιλανθρωπίαν προσκαλεῖται· διὸ ἔλεγε "γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστὶν" "ὅστις ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους". Ὅταν δὲ εἴπῃ ὁ 630 τοῦ Πατρός, δῆλον ὅτι τὴν φύσιν τῆς ἁγ. Τριάδος κηρύττει. Καὶ γὰρ Θεὸς ὁ Πατήρ, Θεὸς ὁ Υἱός· οὔτε γὰρ ἀλλότριος τῆς φύσεως τοῦ Πατρὸς ὁ Υἱός· δῆλον ὅτι καὶ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον.

Πῶς γὰρ Πέτρος ἔλεγε πρὸς Ἀνανίαν "ἵνα τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; ... οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ"; Οὐκοῦν θεότητα τριάδος προσκυνήσωμεν, ἵνα μὴ θεότητος ἐκπέσωμεν. Ποῦ τοίνυν ἡμᾶς χειραγωγεῖ λέγων "μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι καὶ κλέπτουσι"; Ἐπεὶ καὶ ἐλεεινῶς ἡμᾶς προτρέπεται ἐπὶ φιλανθρωπίαν προσκαλούμενος καὶ λέγων· ᾔτησας καὶ ἔδωκα· ὅταν δὲ καὶ σὺ παρὰ τῶν πενήτων αἰτηθῇς χάρισαι Ἐζήτησας ὀλίγα καὶ ἔδωκά σοι πολλά. Καὶ σὺ ὅταν αἰτηθῇς πολλά, κἂν ὀλίγα χάρισαι. Ἀπηγόρευσεν ἡ γῆ παρ' ὀλίγον τὰς ἐλπίδας, ἀπηγόρευσε τὰ γεννήματα, τὸ οὐράνιον γάλα. Φόβος καὶ τρόμος τῶν ἀνθρώπων τὰς καρδίας διέσεισε. Ἀνέμεινα τὴν δόσιν, ἵνα σὺ ζητήσῃς τὴν δόσιν· ὑπερεθέμην τὴν χάριν, ἵνα σὺ προέλθῃς τῇ χάριτι. Ἠπείλησα πρὸς ὀλίγον, ἵνα μάθῃς τὸν βρέχοντα καὶ προσκυνήσῃς τὸν τρέφοντα, ἵνα ἐπιγνῷς τὸν ζωήν σοι παρέχοντα. Ἐγὼ ὡς ἐπεγνώσθην, παρεκλήθην. ∆έδωκας πλουσιωτέραν τὴν δωρεάν. Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν "ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν". Ἐπληθύνθη πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον δι' ὑμῶν τῶν λιτανευόντων ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, μᾶλλον δὲ σκεπάσαι τὰ γεννήματα. Καὶ βοᾷ πρὸ τῶν λόγων τὰ πράγματα. Τοιγαροῦν οἱ λαβόντες παρ' ἐμοῦ μεγάλα, κἂν μικρὰ τοῖς πένησι χαρίσασθε.

Ἐγὼ τὰ μεγάλα χαρίζομαι, δίδου σὺ τὰ μικρὰ ἀπὸ τῶν μεγάλων, ὧν ἔλαβες παρ' ἐμοῦ· τὰ ἐμὰ ἐμοὶ δός· ἐγὼ τὴν χάριν λογίζομαι, κἀγὼ αὐτὰ ποιήσω μετὰ πολλῆς προσθήκης. ∆ιὰ γὰρ τοῦτο ἐκάλεσά σε, φησί, καὶ ἑτέροις δοῦναι, ἵνα σὺ μᾶλλον ἀσφαλέστερα κατέχῃς· ὡς μὲν γὰρ αὐτὰ κατέχεις οὐδὲ οὕτως κατέχεις, ὅταν δὲ ἑτέροις δώσῃς δι' ἐμέ, τότε αὐτὰ ποιήσω μετὰ πάσης προσθήκης. Οὕτως ἡ φιλία τοῦ Θεοῦ πάντα ὑπερβαίνει. ∆ῶμεν τοίνυν τῷ 631 Θεῷ τῷ δεδωκότι. Ὁ γὰρ δοὺς ἡμῖν, μηδὲν λαβὼν παρ' ἡμῶν, πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν αὐτὸν δώσει μειζόνως. Ἐγὼ τὸ αἷμα ἐξέχεα ὑπὲρ σοῦ· σὺ κἂν ἀργύριον δὸς ὑπὲρ ἐμοῦ μὴ κατὰ τὸν Ἰούδαν εἰς προδοσίαν ἀλλὰ τῷ πένητι διὰ φιλανθρωπίαν.

Ἐγὼ Θεὸς ὢν ἄνθρωπος γέγονα διὰ σέ· σὺ τὸν ἄρτον χάρισαι διὰ σαυτὸν τῷ πένητι, οὐχ ἵνα πένητα θρέψῃς μόνον· ἀλλ' ἵνα κἀμὲ διὰ τοῦ πένητος θρέψῃς καὶ χορτάσῃς τὸν εἰπόντα· "ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν" καὶ "ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε". Οὕτω λέγει ὁ Θεὸς ὁ τῶν ὅλων ∆εσπότης· "ὅτι σοὶ ἐγκαταλέλειπται ὁ πτωχός". Ὥσπερ ἂν παιδίῳ δώσῃ ἀργύριόν τις, μετὰ πάσης ἀσφαλείας κατέχειν ἐπιτάττει καὶ λαβὼν μετὰ πάσης σπουδῆς ἀσφαλίζεται, οὕτω θέλει ὁ Θεός· δός, φησί, τῷ δεομένῳ, παράδος εἰς τὸν ἀσφαλέστερον κόλπον τοῦ πένητος, ἵνα μή τις ἁρπάσῃ, δὸς εἰς τὸν ἄσυλον θησαυρόν, ἵνα μή τις ἀποκλέψῃ, σκόρπισον εἰς τὴν εὐθαλεστέραν γῆν, ἵνα ἑκατονταπλασίονα λήψεσαι. Καὶ ποῦ ὁ τόκος εἰπέ, φησίν, ὦ δέσποτα; ὁ τόκος, φησί, ζωὴν αἰώνιον κληρονομήσετε. Ἀλλὰ πάλιν λέγει τις τῶν ἀφρόνων· διδάσκαλε, τίς τὰ ἐμὰ ἀπὸ τῶν ἐμῶν θησαυρῶν συλῆσαι δυνήσεται; τὰ κλεῖθρα κέκλεισται μετὰ πάσης ἀσφαλείας.

Φύλακες παρίστανται πολλοὶ καὶ πιστοί, οἱ τὰς ἐμὰς πεπιστευμένοι παραθήκας. Πανταχόθεν ἠσφαλισάμην τοῖχον καὶ δῶμα· κλεῖθρα σιδηρᾶ καὶ φυλακὴ πολλή. Ὢ τῆς ἀπονοίας! ὁ ταλαίπωρος χρυσὸς ἐν δεσμωτηρίῳ κατάκειται, μηδὲν ἁμαρτήσας καὶ οὐδὲ φωτὸς ἀξιοῦται, ὁ πάσης ὕλης τιμιώτερος ὧν νομίζομεν. Ναὶ ἡ τιμὴ ἐν ἀτιμίᾳ μετὰ ἀξιοπίστου φυλακῆς. Καὶ τίς τὰ ἐμὰ ἀπὸ τῶν ἐμῶν ἁρπάσαι δύναται, φησίν; ἀλλ' ἔλαθες ἑαυτὸν ὦ ἄνθρωπε φυλάττων ἀφυλάκτως τὸν χρυσόν, τὸν μηδέποτε πίστιν ἔχοντα. Πρόκειται γάρ, τοῖς πολλοῖς ἀπὸ τούτου πρὸς ἐκεῖνον ταχέως μεταβαίνων, πρόκειται τοῖς πολλοῖς ...... καὶ ἄρχουσι καὶ συκοφάνταις καὶ ταῖς τῶν δυναστευόντων ἐπιβουλαῖς καὶ κλέπταις καὶ λῃσταῖς καὶ τοιχωρύκταις. Ἐπείγομαι καταλείπειν σε καὶ εἰς ἑτέρων χεῖρας μεταβαίνειν· πολλὰ γὰρ πηδᾷ ὁ χρυσὸς ὡς ἀκρὶς ἀπὸ τόπου εἰς τόπον, ἀπὸ τούτου εἰς ἐκεῖνον.

Ὅταν δὲ διὰ 632 τούτων ἁπάντων μὴ δυνηθῇ σε καταλιπεῖν, τότε λοιπὸν ἀποθνήσκοντός σου οὐδέν σοι προσφέρει, οὐδὲ μέχρι τῶν τάφων συνέρχεται, ἀλλ' ἐπείγεται διὰ πολλοῦ χρόνου τὸ φῶς ἰδεῖν καὶ ταχέως εἰς τὰς ἑτέρων χεῖρας μεταπηδῆσαι. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης βοᾷ· "μὴ φοβοῦ ὅταν πλουτήσῃ ὁ ἄνθρωπος ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα". Ἀλλὰ καὶ φησὶν ὁ ἄνους· πλούσια γέγονε τὰ τέκνα μου· τί πρὸς σὲ ταλαίπωρε τὸν γυμνὸν καὶ πένητα ἀπερχόμενον; τί πρὸς σὲ τὸν ἀπαιτούμενον εὐθύνας ἐκεῖ ὑπὲρ τῶν ἐνταῦθα παρὰ σοῦ καταλειφθέντων; ∆ιπλᾶς γὰρ ἀπαιτηθήσει τὰς εὐθύνας ἐκεῖ ὑπὲρ ὧν κακῶς ἐθησαύρισας καὶ ὑπὲρ ὧν ἀφορμὴν δέδωκας τοῖς σοῖς κληρονόμοις εἰς ἀσωτείας καὶ γοητείας καὶ πορνείας καὶ συνθήκας παρανόμους δαπανῆσαί σου τοὺς καμάτους. ∆ιὰ τοῦτο καὶ ἡ Γραφὴ λέγει "τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν"· τισὶ δὲ καὶ ἐπακολουθοῦσι διὰ τῶν παρανόμων δαπανημάτων τῶν γινομένων ὑπὸ τῶν σῶν κληρονόμων. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγε· "μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς· ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ". Θέλεις μαθεῖν τούτου τὴν ἀσθένειαν καὶ τὴν ἰσχύν; πρόθες σεαυτῷ τοὺς θησαυροὺς ἐν μέσῳ καὶ κείμενος καὶ πυρέσσων καὶ κακῶς ἔσει περισφιγγόμενος πανταχόθεν καὶ πρὸς ἐκείνην τὴν ἀπαραίτητον ἀποδημίαν ἑλκόμενος. Καὶ πρόθες εἰς μέσον τὸν χρυσὸν καὶ εἰπέ· ὦ χρυσέ, ὁ ὀξὺς τοῖς ἀνθρώποις εἰς ἁμαρτίαν· πολλάκις ἐπιόρκησα διὰ σέ· πολλάκις ἐβλασφήμησα διὰ σέ· πολλάκις κινδύνους θαλάσσης ἐπέρασα διὰ σέ· τοὺς γεννήσαντας ἐξύβρισα διὰ σέ· τοὺς φίλους ἐμίσησα διὰ σέ· τοὺς ἀπὸ γένους ἀπεστράφην διὰ σέ· μυρίοις κακοῖς ὑπεύθυνος ἐγενόμην· διὰ σὲ ἁμαρτίας ἔχω· σὺ κἂν ἅπαξ μοι βοήθησον ἀντὶ τῶν πολλῶν μου κακῶν· κἂν ἅπαξ μοι εὐεργέτησον, κούφισόν μου τὸν πυρετόν, ἐλάφρυνόν μου τὴν νόσον, ἐξαγόρασόν μου τὸν θάνατον· ἐγὼ πεντήκοντα χρυσίνων ἄνθρωπον οἰκέτην ἠγόρασα.

Σὺ πορεύθητι μετὰ μυρίων χρυσίνων ἢ καὶ ἄλλων τοσούτων καὶ ἄνεσίν μοι ὠνήσατε. Οὐ λέγω σοι θάνατον τὸν ἐμὸν ἐξαγόρασον, οὐδὲ γὰρ δύνασαι. Ἀλλὰ κἂν ὀλίγων ἡμερῶν προθεσμίαν μοι ζωῆς ὠνήσατε. Κἀκεῖνος πρὸς σὲ ἀποκρίνεται. Τί ἄνθρωπε πλανᾶσαι; οὐκ ἔμαθές μου τὴν ἰσχύν, ὅτι μόνον ἐνταῦθα δι' ὀλίγου χρόνου ταραχὴν ἔχω; οὐκ εἶδες πολλάκις τὸν σήμερον πλούσιον αὔριον πένητα; οὐκ εἶδες πολλάκις τὸν σήμερον δικαστὴν αὔριον δεσμώτην; Οὐκ εἶδες πολλάκις 633 τὸν σήμερον πάντων ὑψηλότερον δεσπότην αὔριον πάντων ἐλαχιστότερον οἰκέτην; οὐκ εἶδες πολλάκις ὅτι πῶς τῶν αὐτῶν δεσμῶν ἀπηλαύσαμεν κἀγὼ καὶ ὁ κεκτημένος μοι; ὀλίγον χρόνον τὴν ταραχὴν καὶ τὸν θόρυβον ἐνταῦθα ἔχω. Μὴ γὰρ εἶδές μέ ποτε ἐκδημήσαντα; οὐχ ὡς ὁ πηλὸς οὗτος λελόγισμαι τῷ δεσπότῃ, μὴ δυνάμενος ὠφελῆσαί τινα τῶν κακῶν, εἰ μὴ ὅτε πρὸς τὰς χεῖρας τῶν πενήτων διασκορπισθῶ; Ἀλλὰ θέλεις βοηθήσω σοι ἄνθρωπε; Λῦσόν με τῶν δεσμῶν τῶν ἐνταῦθα κἀγὼ λύσω σε τῶν δεσμῶν τῶν ἐκεῖσε· ἀπόλυσόν με τῆς φυλακῆς, παράδος με τοῖς πένησι, σκόρπισόν με τοῖς πτωχοῖς· "Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα". Συγχώρησον μοι θρέψαι τοὺς ὀρφανούς, ὅλως εἰ θέλεις ἵν' ἀκολουθήσω σοι.

Συγχώρησόν μοι καλύψαι τοὺς γυμνητεύοντας κἀγὼ σὲ καλύπτω ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. "Μακάριος γὰρ ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητας, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος". Θέλεις βοηθήσω σοι; Ἄφες βοηθῆσαι τοῖς πένησι· ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. ∆ιπλῆν ἔχω τὴν δύναμιν καὶ τὴν ἰσχύν. Ἐὰν ἐνταῦθα φυλαχθῶ, γίνομαι δικαστὴς ἐκεῖ καὶ καταδικάζω τοὺς φυλάσσοντάς με. "Ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι τῷ μὴ ποιήσαντι ἔλεος". Ἐὰν ἐνταῦθα σκορπισθῶ, γίνομαι ἐλεημοσύνη καὶ ἐλεῶ τοὺς ἐλεοῦντάς με. "Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται". ∆ιὰ γὰρ τοῦτο ὁ Χριστὸς ἔλεγε· "ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵνα δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους μονὰς αὐτῶν". Οὐκοῦν συγχώρησόν μοι μεταβληθῆναι τὴν φύσιν καὶ γίνομαι ἀντὶ χρυσοῦ ἐλεημοσύνη καὶ εἰσέρχομαι εἰς τὸν βασιλέα τῶν βασιλευόντων καὶ γίνομαί σοι συνήγορος μετὰ πολλῆς παρρησίας καὶ συνηγορῶ σοι καθὼς συνηγόρησα Κορνηλίῳ. "Αἱ γὰρ προσευχαί σου καὶ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ".

Φυλάξωμεν ἑαυτοὺς ἀδελφοί, γενώμεθα ἐλεήμονες καθὼς καὶ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος ἐλεήμων ἐστίν· ὅτι αὐτῷ πρέπει τιμὴ καὶ κράτος ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

4
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать