Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Περὶ τοῦ Φαρισαίου

De pharisaeo / О фарисее

Εἰς τὸν Φαρισαῖον ὁμιλία.

Ὥσπερ πατὴρ φιλότεκνος προσομιλεῖν τοῖς ἑαυτοῦ φιλτάτοις ὑπὸ τῆς οἰκείας ἀγάπης ἑλκόμενος, καὶ ὄντων νηπίων μὴ δυναμένων ἀκούειν τελείων ῥημάτων διὰ τὸ νηπιῶδες τῆς ἕξεως, ὁ πατὴρ ὑπαλλάξας τὴν φωνὴν, καὶ τὸ τροχαλὸν τῆς εὐγλωττίας ἀποθέμενος, ψελλίζειν αὐτοῖς ἄρχεται, ἐκ τοῦ λέγειν καὶ ἀκούειν πρὸς μείζονα ῥημάτων κατάληψιν τοὺς φιλτάτους ἑαυτοῦ ἐνάγων· τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος ἡμῶν διὰ πολλὴν τὴν περὶ τὸ ἴδιον πλάσμα ἀγάπην Θεὸς Λόγος ὑπάρχων, ἀνθρώπινον λόγον ἀναλαβὼν ἐλήλυθε πρὸς ἡμᾶς, ἵνα ἐκ τοῦ ὁμι λεῖν αὐτὸν καὶ συνδιατρίβειν, οὐράνιον ἀποκάλυψιν ἐπιδείξας ἐπὶ τὴν οὐράνιον κλίμακα, τουτέστιν, τῆς ἐλπίδος, ἡμᾶς ὁδηγήσῃ.

Καλεῖται γοῦν εἰς ἄριστον ὑπὸ Φαρισαίου, ὡς ἀρτίως ἠκούσαμεν τοῦ Εὐαγγελίου κηρύττοντος, καὶ οὐκ ἀποστρέφεται τὸν καλοῦντα· οὐ γὰρ ἦλθε τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ δεῖξαι, ἀλλὰ τὴν πεπτωκυῖαν ἀνθρωπότητα ἐκ τῶν καταχθονίων ῥύσασθαι. Καλεῖται εἰς ἄριστον ὑπὸ Φαρισαίου, καὶ οὐ παραιτεῖται, ἵνα καὶ πλουσίους παιδεύσῃ μὴ ὑπερορᾷν τραπέζας πενήτων, καὶ δικαίους διδάξῃ μὴ διαπτύειν τραπέζας ἁμαρτωλῶν. 59.591 Πολλοὶ γὰρ παρ' ἑαυτοῖς δοκοῦντες εἶναι δίκαιοι, καταπτύουσι τραπέζας ἁμαρτωλῶν, καὶ οἱ πλούσιοι τῶν πενήτων. Βουλόμενος γὰρ ὁ Κύριος πάντας εἶναι φιλτάτους, φιλαδέλφους, ἀγαπητικοὺς, ταπεινόφρονας, πρῶτος ἄρχεται τοῦ ἔργου, ἵνα ἐκ τοῦ ποιῆσαι διδάξῃ. ∆ιὸ λέγει· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Σὺ οὖν ὁ ἐν εὐλαβείᾳ ἀσκούμενος, ὁπόταν κληθῇς ὑπό τινος ἁμαρτωλοῦ, μὴ παραιτήσῃ· κἂν ὀνειδίζῃ ὑπό τινος λέγοντος, ∆ιὰ τί μετὰ ἁμαρτωλῶν ἐσθίεις καὶ πίνεις; ἀνταποκρίθητι λέγων· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. ∆ίκαιος γάρ εἰμι, οὐχ ἵνα δικαίους σώσω, ἀλλὰ ἁμαρτωλοὺς ἐπιστρέψω. Καλεῖται εἰς ἄριστον ὁ Κύριος, καὶ οὐ παραιτεῖται, ὁ ἐκ πέντε ἄρτων πέντε χιλιάδας εἰς κόρον διαθρέψας ἐν τῇ ἐρήμῳ, ὁ τὴν ἀπόρευτον καταξηράνας θάλασσαν, καὶ καθάπερ διὰ χλοηφόρου πεδίου τῆς θαλάσσης τὸν Ἰσραὴλ διαγαγὼν, ὁ οὐρανόθεν αὐτοῖς τὸ μάννα ἐπομβρίσας, καὶ ὅλην τὴν ἡμέραν ἐκ τῆς λαμπρότητος τοῦ μάννα χιόνας. Καλεῖται εἰς ἄριστον ὁ Κύριος, καὶ οὐ παραιτεῖται, ἐν τοῖς ἀρίστοις τὰ ἄριστα τῶν μαθημάτων τοὺς καλοῦντας αὐτὸν ἐκδιδάσκων· ἀπέρχεται γὰρ εἰς ἄριστον, οὐχ ἵνα τῶν Φαρισαίου βρωμάτων ἐμφορηθῇ, ἀλλ' ἵνα ὁ Φαρισαῖος τῶν τοῦ Κυρίου διδαγμάτων ἐμπλησθῇ. Καλεῖται εἰς ἄριστον, καὶ ἔρχεται εἰς οἶκον τοῦ Φαρισαίου, καλύπτων τὴν θεότητα ἀνθρωπότητι, ἵνα μὴ ἄφνω θεασάμενος τὴν ἐξαστράπτουσαν αἴγλην τῆς θεότητος, φύγῃ ἐκ τοῦ οἴκου ὁ καλέσας τὸν ∆εσπότην.

Εἰσέρχεται εἰς τὸν τοῦ Φαρισαίου οἶκον, ὁ οὐράνιος βασιλεὺς πρὸς τὸν αἰχμάλωτον, καὶ καλύπτει τὸ βασιλικὸν ἀξίωμα τῷ δερματίνῳ καταφράκτῳ τῆς σαρκὸς, ἵνα μὴ θεωρήσας τὸν οὐράνιον βασιλέα τρομάξῃ ὁ αἰχμάλωτος, καὶ εἰς γῆν καταδύσῃ. Εἰσέρχεται εἰς τὸν τοῦ Φαρισαίου οἶκον ὁ Ἥλιος τῆς δικαιοσύνης, τὰς χρυσαυγαζούσας τῶν ἀκτίνων λαμπηδόνας καλύπτων τῇ νεφέλῃ τοῦ σώματος, ἵνα μὴ θεωρήσας ὁ ἄνθρωπος, ἀπολέσῃ τὴν ὅρασιν. Εἰσέρχεται εἰς τὸν οἶκον τοῦ Φαρισαίου ὁ οὐράνιος ποιμήν· ἐάσας ἐπὶ τῶν ὀρέων τὰ ἐνενήκοντα ἐννέα πρόβατα, ἔρχεται ἐπὶ τὸ ἀπολωλός· εἰσέρχεται εἰς τὴν μάνδραν αὐτοῦ καλύπτων τὸν ποιμένα ἐν τῷ ἀρνείῳ τοῦ σώματος. Οὐ βακτηρίαν ἐπιφέρεται, οὐ ῥάβδον ἀπειλοῦσαν τὴν προτέραν πλάνην, ἵνα μὴ δειλιάσαν καὶ πτοηθὲν τὸ πρόβατον πάλιν ἀποδράσῃ τοῦ ἰδίου ποιμνίου· ἀλλ' εἰσέρχεται εἰς τὸν οἶκον τοῦ Φαρισαίου, οὐχ ὡς Θεὸς, οὐχ ὡς βασιλεὺς, οὐχ ὡς Ἥλιος δικαιοσύνης, ἀλλ' ὡς ἄνθρωπος πρὸς ἄνθρωπον, ὡς ἀρνίον πρὸς ἀρνίον. Συνδιαιτᾶται αὐτῷ, συννέμεται, συγκαθέζεται, εἰσέρχεται, συναναπίπτει τῷ ἤδη πεπτωκότι ὑπὲρ τὴν ἁμαρτίαν, ἵνα ἐν τῷ συναναπεσεῖν αὐτῷ τὸν ἤδη πεπτωκότα συνανεγείρῃ. Καὶ εἰσελθὼν οὐκ ἐβαπτίσθη κατὰ τὸ ἔθος τῶν Φαρισαίων. Τοῦτο δὲ ἐποίει κατὰ δύο τρόπους, ἵνα δώσῃ ἀφορμὴν τῷ προβάτῳ λαλεῖν πρὸς τὸν ποιμένα· ἔτι δὲ καὶ δόγμα Ἰουδαϊκὸν καταλύσῃ, καὶ βεβαιώσῃ πνευματικόν. Εἶδε γὰρ, φησὶν, ὁ Φαρισαῖος, καὶ ἐθαύμασεν, ὅτι οὐ πρῶτον ἐβαπτίσθη, οὐκ ἐπαινῶν τὸν διδάσκαλον, ἀλλὰ ἀπορῶν τὸ γινόμενον, οὐκ ἐπαινῶν, ἀλλὰ κρίνων. Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, τὸν ζωοπλάστην ὑπὸ τοῦ πλάσματος κρινόμενον, καὶ τὸν κεραμέα ὑπὸ τοῦ πηλοῦ διορθούμενον.

Τοῦτο ἔπασχεν ὁ Φαρισαῖος μὴ θεωρῶν τοῖς κρυπτοῖς ὀφθαλμοῖς τῆς καρδίας τὸν ἔνδοθεν τῶν ἀγγέλων ταξίαρχον. Εἰ ἐθεάσατο τοῦτον, προσέπεσεν ἂν τοῖς γό59.592 νασι, καὶ τοῖς δάκρυσιν ἔπλυνεν αὐτοῦ τοὺς πόδας, καὶ ἔλεγεν, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Ἔλεγε γὰρ ἄν· Σὺ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών· τῷ σῷ λόγῳ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τῷ σῷ αἱ δυνάμεις αὐτῶν συνέστησαν. Σὺ συνάγεις ὡς εἰς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους· ἀπὸ σοῦ φοβεῖται πᾶσα ἡ οἰκουμένη. Ἀλλ' οὐδὲν τούτων οὔτε ἐννοήσας, οὔτε εἰρηκὼς ἔκρινε τὸν ∆εσπότην· ὁ δὲ Κύριος πρόφασιν δεδωκὼς, ὥσπερ ἐκείνῃ τῇ Σαμαρείτιδι, ἐκ τοῦ αἰτῆσαι παρ' αὐτῆς ὕδωρ, ἔδωκε καιρὸν τοῦ αἰτῆσαι παρ' αὐτοῦ τὸ οὐράνιον ὕδωρ. Ἄρχεται οὖν ὁ Κύριος ἠρέμα ἐπιστρέφειν τὸ πρόβατον, καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν αὐτὸν χειραγωγεῖν. Ἄρτι γὰρ ὑμεῖς, οἱ Φαρισαῖοι, πλύνετε τὸ ἔξω τοῦ ποτηρίου καὶ τοῦ πίνακος· τὸ δὲ ἔσωθεν γέμει ἁρπαγῆς καὶ δόλου· τουτέστιν, Ὑμεῖς νῦν τὸ μὲν σῶμα καλλωπίζετε, τὰς δὲ ψυχὰς κακίζετε. Πῶς δὲ καὶ τέρψῃ, χρυσοῦν ἂν ᾖ τὸ ποτήριον, ὅταν ἔνδον ἔχῃ θανατηφόρον ποτόν; Οὐχὶ τοιαῦται αἱ πόρναι, τὰς ὄψεις αὐτῶν τοῖς χρώμασιν ἀνθίζουσαι, τὰς ψυχὰς ἀφανίζουσιν; ἢ γὰρ οὐχὶ τὰς ὄψεις αὐτῶν φοίνικι ἐρυθραίνουσαι, εἴδωλον τῆς μελλούσης αὐτὰς ὑποδέχεσθαι φλογὸς οἰκείοις δακτύλοις ἐργάζονται; δέον αὐτὰς τῷ αἵματι τοῦ Ἰησοῦ τὰς καρδίας ῥαντίζειν, μᾶλλον δὲ ῥοδίζειν, καὶ τῷ πνεύματι τὰς καρδίας αὐτῶν λευκαίνειν· ἵνα τὸ ἄνθος τῆς ψυχῆς ἀστράπτον καθάπερ ῥόδον ἐν κρίνῳ μεμιγμένον ὑπάρχῃ. Νῦν δὲ τὰς ὄψεις αὐτῶν ἐκφλογίζουσιν, ἵνα τὰς τῶν νέων καρδίας πρὸς μανίαν ἐκκαύσωσιν. Νῦν ὑμεῖς, οἱ Φαρισαῖοι, τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος πλύνετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας· ὡσανεὶ ἔλεγε, ∆ιὰ τί τὸ μὲν σῶμα ὕδατι λούετε, τὰ δὲ πταίσματα ἐν τῷ πνεύματι οὐ λούετε;

Τολμῶ γὰρ εἰπεῖν, ἀγαπητοὶ, οὐδὲν ὠφεληθήσεται ἄνθρωπος, κἂν τὸ σῶμα πλύνῃ, ἐὰν μὴ πνεῦμα ἔχῃ συνεργὸν, καὶ σύνδρομον τὴν ἐλεημοσύνην. Ὥσπερ γὰρ ποτήριον καὶ ἔξωθεν πλυθὲν καὶ ἔσωθεν, μὴ ἔχον δὲ ποτὸν, οὐκ ἂν ἰάσηται τοῦ διψῶντος τὴν ἐπιθυμίαν, ὁμοίως δὲ καὶ πινάκιον· οὕτω καὶ ἄνθρωπος, κἂν ἔσωθεν ᾖ πεπλυμένος καὶ ἔξωθεν, οὐ τέρψει τὸν Κύριον, ἐὰν μὴ θρέψῃ τὸν σύνδουλον. ∆ιὸ ἐπιφέρει ὁ Κύριος, καὶ λέγει· Πλὴν τὰ ἐνόντα, δότε ἐλεημοσύνην· καὶ ἰδοὺ πάντα καθαρὰ ἔσται ὑμῖν. Πλὴν τὰ ἐνόντα, λέγει· οὐ γὰρ τῇ τῶν πολυχρύσων προσκομιδῇ τέρπεται, ὅσον τῇ τῶν ἀδόλων ἀνυποκρίτῳ προσφορᾷ. Μὴ ζητήσῃς σὺ ὁ πένης, ὅτι οὐκ ἔχεις χρυσὸν, καὶ ἀργύρου τοσάσδε ὁλκάδας· ῥῖψον εἰς τὸ γαζοφυλάκιον ὃ ἔχεις· καὶ δύο λεπτὰ δικαιοῖ. Μνήσθητι τὸ τῆς χήρας ἐκείνης, ὅτι ἐδικαιώθη ὑπὲρ τοὺς πολυχρύσους. Ὁ γὰρ Θεὸς χρήματα οὐκ οἶδε σταθμίζειν, ἀλλὰ συνείδησιν δοκιμάζει. Ἡ ἐλεημοσύνη σπίλους ψυχῶν ἀποσμήχει, καὶ μισθοὺς ἀγαθῶν θησαυρίζει· ἡ ἐλεημοσύνη ψυχῆς ζωτικὴ χορηγία, ἡ ἐλεημοσύνη τὰς ψυχὰς ἐκλευκαίνει, ἡ ἐλεημοσύνη ψυχῆς παῤῥησία, καλὴ στρατηγία. Ῥίψατε χρυσὸν, καὶ λάβετε Κύριον· δότε ἀργύριον, καὶ λάβετε τὸ ἅγιον· σκορπίσατε χαλκὸν, καὶ συνεξελεύσεται αὐτῷ ὁ ἰὸς τῆς ἁμαρτίας· δροσίσατε τὴν κάμινον, καὶ δότε ἱμάτια ἵνα λάβητε ἰάματα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

7
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία