Περὶ νηστείας· Κυριακῇ εʹ τῶν νηστειῶν.
Ἥκει καιρὸς, ἀδελφοὶ, πρὸς τὸ διὰ νηστείας ἡμᾶς δρέψασθαι τοὺς τῆς μετανοίας καρπούς. Καὶ γὰρ πρὸς τὴν τῶν καρπῶν συλλογὴν ἐπιτήδειον τὸ θέρος καὶ τὸ μετόπωρον, πρὸς δὲ τὸν σπόρον χειμὼν καὶ τὸ ἔαρ· πρὸς δὲ νηστείαν καὶ προσευχὴν πᾶς καιρὸς ἐπιτήδειος. Ἀρθήσεται γὰρ ἀπ' αὐτῶν ὁ νυμφίος. καὶ τότε νηστεύσουσιν. Εἰ οὖν πρὸς ταῖς λοιπαῖς ἡμέραις τοῦτο τὸ ἔργον παρέφυγεν ἡμᾶς, ἀλλ' ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος ἐργάσασθαι ἡμᾶς τὸ χωρίον. Χωρίον δὲ λέγω τὴν νηστείαν, ἐπειδὴ χωρεῖ πάντας ἡμᾶς πρὸς τὸν κάματον καὶ τὸν σπόρον· οὐ γυναῖκα ἀπωθεῖται, ἀλλ' οὐδὲ γέροντα, οὐ νεώτερον, οὐ παιδάρια μικρά· πᾶσιν ἀνοίγει τὰς θύρας, καὶ πάντας εἰσδέχεται, ἵνα πάντας σώσῃ, ὡς τοὺς Νινευΐτας.
Καλὸς τῆς νηστείας ὁ σπόρος, ὅτι καὶ τὰς ἁμαρτίας ἡμῶν ὡς ἀκάνθας ἀνασπᾷ, καὶ τὴν δικαιοσύνην ὡς ἄνθος ἀνιστᾷ καὶ βλαστάνει· καλὸς τῆς νηστείας ὁ κάματος, ὅτι κουφίζει τὴν ψυχὴν ἀπὸ βάρους τῶν ἁμαρτιῶν, καὶ φορτίον ἐλαφρὸν τῶν ἐντολῶν τοῦ Χριστοῦ χαρίζεται. Ἄρατε γὰρ τὸν ζυγόν μου ἐφ' ὑμᾶς· ὁ γὰρ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν. Ζυγὸς ἡ πίστις ἐστὶ πᾶσιν ἐπικειμένη· φορτίον, τῶν ἐντολῶν τὰ ποιήματα, ὤμοις ψυχῆς βασταζόμενα ἐν ἔργοις, ἐν οὐρανοῖς φανερούμενα.
∆ιὰ νηστείας ὁ νομοθέτης Μωϋσῆς ἐγένετο ἔνδοξος· νυχθήμερα τεσσαράκοντα ἄσιτος διαμείνας, εἶδε Θεὸν εἰς πρόσωπον αὐτοῦ ὁμιλοῦντα, νεφέλην ἐπισκιάζουσαν, καὶ δι' αὐτὴν τὸν Θεὸν λαλοῦντα αὐτῷ τὰ συμφέροντα, στῦλον πυρὸς λάμποντα ἐν νυκτὶ καθοδηγὸν παρεμβολῆς Ἰσραὴλ, οὐρανοῦ πύλας ἀνοιγομένας, ἀγγελικὸν ἐπὶ γῆς καταβαίνοντα ἄρτον, μάννα Θεοῦ μεταλαμβάνοντα ἄνθρωπον, πέτραν σχιζομένην ἐν ῥάβδῳ, καὶ προφέρουσαν ὕδατα, θάλασσαν γεννῶσαν ξένον βρῶμα, ὀρτυγομήτραν, καὶ τρέφουσαν τὸν λαόν. Πολλὰ καὶ ἕτερα σημεῖα εἶδε Μωϋσῆς διὰ τὸ προσέχειν νηστείᾳ. Ἀνατροπὴ θανάτου ἡ νηστεία. Εἶπεν ὁ Σωτήρ· Τοῦτο τὸ γένος τῶν δαιμόνων ἐν οὐδενὶ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ τῶν δαιμόνων χειρότερον οὐδέν· δυσμετάθετον ὄρος ὁ δαίμων· ὁ δαίμων ἁπάντων κακῶν χαλεπώτερον τραῦμα, ἐν ἀγοραῖς κατάγελως, ἐν οἴκοις ταπείνωσις, ἐν ἐκκλησίαις διατροπὴ, σαρκῶν κατάβρωμα, ψυχῆς ἀσθένεια, καθημερινὴ ὀδύνη, νοὸς ἐμπόδιον, ἔργων ἓν κώλυμα. Πολλὴ ἡ τοῦ δαίμονος ἐπήρεια. Ἀλλὰ τούτων πάντων περιγίνεται ἡ νηστεία καὶ ἡ προσευχή. Εὐχόμενος καὶ ψάλλων ὁ ∆αυῒδ, τὸν δαίμονα Σαοὺλ τοῦ βασιλέως ἀπήλασεν· Ἀπέστη γὰρ Πνεῦμα Θεοῦ ἀπὸ Σαοὺλ, καὶ ἐπνίγετο πνεύματι δαιμονίου πονηροῦ· καὶ ψάλλοντος τοῦ ∆αυῒδ, ἀνέψυξεν ὁ βασιλεύς. Ὅτι δὲ ἐνήστευσεν ὁ βασιλεὺς ∆αυῒδ, ἄκουε αὐτοῦ γράφοντος ἐν τοῖς Ψαλμοῖς· Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον. Εἰ ἐνήστευσεν ὁ Ἀδὰμ ἀπὸ τοῦ ξύλου, οὐκ ἂν τὸν παρά 62.732 δεισον ἀπώλεσεν· εἰ μὴ ἔφαγεν ἡ Εὔα ἀπατηθεῖσα ὑπὸ τοῦ ὄφεως, οὐκ ἂν θάνατον τῷ κόσμῳ ἐπήγαγεν· εἰ πρὸς νηστείαν ἔκλινεν Ἡσαῦ, οὐκ ἂν τὰ πρωτοτόκια ἀπώλεσε, διὰ μίαν βρῶσιν δόξαν ἀπώλεσε, καὶ δοῦλος ἐγένετο τοῦ ἀδελφοῦ αὐτοῦ. Θέλεις ἰδεῖν τῆς νηστείας τὴν ἰσχύν; δράμε πρὸς Νινευΐτας τοὺς χρησαμένους αὐτῇ εἰς κοινὸν κατόρθωμα. Ὅτε γὰρ ἠβουλήθη ὁ Θεὸς διὰ τὰς ἁμαρτίας αὐτῶν καταστρέψαι τὴν Νινευῒν, πέμπει Ἰωνᾶν τὸν προφήτην, καὶ λέγει αὐτοῖς· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται. Καὶ φιλανθρωπία Θεοῦ ὃ μέλλει ποιεῖν σαλπίζει, καὶ τοῖς χρεώσταις τούτου προλέγει τὸν θάνατον, οὐχ ἵνα φύγωσιν ἐκ τῆς πόλεως, ἀλλ' ἵνα μετανοήσωσιν ἐν τῇ πόλει, ἵνα διεγερθῶσι καὶ σπουδαιότεροι γένωνται πρὸς τὸν λόγον. Οὐκ εἶπε· Νηστεύσατε, καὶ σώζω ὑμᾶς· οὐκ ἐδήλωσε· Μετανοήσατε, καὶ ἐλεηθήσεσθε· ἀλλ' ἔκρυψε τὴν φιλανθρωπίαν, καὶ ἐκήρυξε τὴν ἀποτομίαν, ἵνα μή τις εἴπῃ· Ἠνάγκασεν αὐτοὺς νηστεῦσαι ἢ μετανοῆσαι, καὶ Θεὸν σέβειν. Καὶ τὸ ἐξ ἀνάγκης οὐκ ἔστιν εὐαπόδεκτον· Οὐ γὰρ ἐκ λύπης, οὐδ' ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Σύντομος ἡ ἀπειλὴ, ἄδικος προθεσμία κατὰ πόδας.
Τί ἥκεις ποιῆσαι; ἐκ ποίων κόλπων πηδῆσαι; στρατόπεδον ἰσχυρὸν ἀντιστήσω καὶ λέγοντι; τίς πρὸς Θεὸν ὁ ἀνταποκρινόμενος; ἀψευδὴς ὁ λαλῶν. Ἀλλ' εἰ Θεὸς ὁ ἀπειλῶν, λέγουσιν ἐν ἑαυτοῖς· Τίνα φυγὴν τοῦ κακοῦ εὑρήσομεν; ἐν ποίῳ παραταξόμεθα πολέμῳ; τίς πρόμαχος γενήσεται ἡμετέρων ψυχῶν; τίς δυσωπήσει τὸν Θεὸν κατὰ πάντων παῦσαι τὴν ὀργήν; ποῖον παρακλήτορα πέμψομεν πρὸς τὸν Θεὸν καταλλάξαι εἰς εἰρήνην; Ἡμεῖς πάντες ἁμαρτωλοὶ τυγχάνομεν· ἐχθροὶ ὄντες τοῦ Θεοῦ οὐκ εἰσακουόμεθα. Τί ποιῶμεν; ποῦ φύγωμεν ἀπὸ προσώπου Κυρίου; ∆εῦτε, δράμωμεν πρὸς νηστείαν, ὦ ἄνδρες Νινευῗται, λέγει ὁ βασιλεὺς, καὶ σποδὸν ὑποστρωσώμεθα, καὶ τὰ πρόβατα καὶ οἱ βόες μὴ νεμέσθωσαν, μηδὲ πινέτωσαν· καὶ ἴδωμεν, εἰ ἐλεήσει ἡμᾶς ὁ Θεός. Ταῦτα λογισάμενοι οἱ Νινευῗται, καὶ ποιήσαντες νηστείαν, ὡς ὀξύτατον βέλος, καὶ προσευχὴν ἑτοιμάσαντες, ὡς θυμίαμα εὐῶδες, δάκρυα μετανοίας, ὡς ποταμοὺς ὑδάτων καταγαγόντες, καὶ ὑποστρέψαντες ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ἐδυσώπησαν τὸν Θεὸν εἰς εἰρήνην καταλλάξαι. Αἱ τρεῖς ἡμέραι τῆς νηστείας ἀνῆλθον εἰς τοὺς οὐρανοὺς, ἤγγισαν τῷ ∆εσπότῃ, ἔλαβον παρ' αὐτοῦ σωτηρίαν. Ἐχαρίσατο πᾶσι ζωὴν, ἀνθρώποις καὶ κτήνεσιν. Ἡ μετάνοια ἔλαμψε, καὶ ἡ νηστεία. Ὅρα μὴ καταφρονῇς τοῦ κτίσματος, ἀλλὰ πρόσελθε, γρηγόρησον, καὶ ποίησον εἰς αὐτὸν καρπὸν εὐσεβείας. Εὐξώμεθα οὖν ὁμοθυμαδὸν πάντες, ἵνα καὶ ἡμεῖς ῥυσθῶμεν τῆς ἐπικειμένης ὀργῆς, καὶ ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.