Περὶ εὐχῆς
∆εῦτε πάντες, ἀδελφοὶ, γνωρίσωμεν τὸν ποιήσαντα ἡμᾶς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καὶ οἰκτίρμονα, τὸν μὴ θέλοντα τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Οἱ πάντες γρηγορεῖτε καὶ γίνεσθε ἕτοιμοι, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται· δεῦτε, ἀκούσατε αὐτοῦ λέγοντος· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Λοιπὸν, ἀδελφοὶ, ἐφ' ὅσον ἐπὶ θύραις ἡ κρίσις ἐστὶ, πολλῶν δακρύων, πολλοῦ ὀδυρμοῦ, πολλῆς εὐχῆς χρεία, εὐχῆς οὐ σήμερον καὶ αὔριον γενομένης.
Εὐχὴ γὰρ θησαυρὸς ἀνέκλειπτος παντὸς ἀγαθοῦ, λιμὴν ἀχείμαστος, γαλήνης ὑπόθεσις, ψυχῆς ἰατρεῖον· εὐχὴ ψαλμῳδία, ἁγιασμὸς ψυχῆς καὶ σώματος· καὶ, ἁπλῶς εἰπεῖν, εὐχὴ πύλας οὐρανοῦ ἀνοίγουσα, Θεῷ προσάγει πάντα ἄνθρωπον μικρόν τε καὶ μέγαν, πλούσιον καὶ πένητα, τὸν ὁλόψυχον καθ' ἑκάστην ἡμέραν εὐχόμενον μείζονα ἀγγέλων ἐργάζεται. Ἀλλὰ τίς ὁ ψυχρὸς τῶν πολλῶν ὁ λόγος; Ἁμαρτωλός εἰμι, φησὶ, καὶ ἀπαῤῥησίαστος, αἰσχύνης γέμων, καὶ οὐ δύναμαι ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, ὅτι πολλὰ ἥμαρτον καὶ ἐν λόγοις καὶ ἐν ἔργοις καὶ κατὰ διάνοιαν, καὶ πᾶσαν ἡμέραν καὶ ὥραν ἐδαπάνησα ἐν ἀσωτίᾳ τὴν ζωήν μου, καὶ ποίῳ προσώπῳ ἢ παῤῥησίᾳ εἰσέλθω εἰς τὴν ἐκκλησίαν; πῶς ἀνοίξω τὸ πονηρὸν καὶ ἀκάθαρτόν μου στόμα; πῶς τὰ χείλη μου κινήσω, ἢ παρακαλέσω ὑπὲρ ποίων μου πονηρῶν πράξεων πρῶτον τὸν Θεόν; Οὕτως οὖν σατανικὰ ταῦτα τὰ ῥήματα λέγεις; Μάθε, τίνας καλεῖ ὁ Χριστὸς ἐλθὼν ἐπὶ τῆς γῆς, δικαίους, ἢ ἁμαρτωλούς· λέγει γὰρ οὕτως· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ἁμαρ 62.738 τωλός εἰμι, φησὶ, καὶ πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν ἵνα γένωμαι δίκαιος; Καλὰ λέγεις· ὅτι ἀκούω, καὶ οὐ φυλάττω· καὶ τί μοι τὸ ὄφελος; Κἀγὼ πάλιν λέγω σοι· κἂν φυλάττῃς, κἂν οὐ φυλάττῃς, μόνον εἴσελθε εἰς τὴν ἐκκλησίαν, ἀκούεις τῶν θείων Γραφῶν, ἄκουε τῆς ἀναγνώσεως.
Οἶδα ἀληθῶς, ὅτι ἐὰν εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ ἀκούεις τῶν θείων Εὐαγγελίων, καὶ τῶν διδασκάλων τῶν ἀποστόλων, καὶ τῶν θείων πατέρων, κἂν λιθίνην καρδίαν ἔχῃς, κἂν θηρίου γνώμην καὶ ἀγριότητα, ὀψέ ποτε καὶ ῥᾳδίως κατανυγῆναι ἔχεις. Ἁμαρτωλὸς εἶ; εἴσελθε εἰς τὴν ἐκκλησίαν, πρόπεσον, κλαῦσον, θρήνησον, στέναξον, δάκρυσον. Ἥμαρτες; ἐξομολόγησαι Θεῷ τὰς ἁμαρτίας σου· εἰπὲ μόνον τὸ, Ἥμαρτον· εἰπὲ τῷ Θεῷ τῷ εἰδότι πρὶν γενέσεως αὐτοῦ· εἰπὲ τῷ Θεῷ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς· εἰπὲ ἐνταῦθα, ἵνα μὴ ἐκεῖ ὑπὸ μυριάδων ἀγγέλων καὶ ἀνθρώπων αἰσχυνόμενος ἐλεγχθῇς. Εἰπέ μοι, τί ἐστι κάλλιον ὧδε ἐν ἐκκλησίᾳ τῷ Θεῷ μόνῳ ἐξομολογήσασθαι καὶ τῷ πνευματικῷ σου πατρὶ, ἢ ἐκεῖ ὑπὸ τοσούτων μυριάδων δημοσιεύεσθαι; Ἁμαρτωλὸς εἶ; εἰπὲ μόνον, οὐδὲν ἄλλο σε ἀπαιτῶ, μόνον στέναξον. Ποία ἀνάγκη τοῦτο; ποία θλῖψις; ποία χρημάτων δαπάνη; Ποία δυσκολία εἰπεῖν μόνον τὸ, Ἥμαρτον; Ἀλλὰ λέγεις, ὅτι Αἰσχύνομαι. Ἄθλιε καὶ ταλαίπωρε, ὅτε ἐποίεις τὴν ἁμαρτίαν, οὐκ ᾐσχύνου, καὶ ὅτε μετανοῆσαι καὶ σωθῆναι θέλεις, αἰσχύνῃ; ὅτε περιεπλέκου τὴν πόρνην τὴν πονηρὰν, καὶ πονηρὰν πρᾶξιν ποιῶν, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; ὅτε ἡμάρτανες, ὅτε ἐπόρνευες καὶ ἐμοίχευες, οὐκ ᾐσχύνου, καὶ ὅταν μετανοήσῃς καὶ θέλῃς σωθῆναι, τότε αἰσχύνῃ; ὅτε ἥρπαζες τὰ ἀλλότρια, ὅτε χήρας ἔθλιβες καὶ κατ 62.739 εφρόνεις πένητας, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; ὅτε ὤμνυες τὸ φρικτὸν ὄνομα τοῦ Θεοῦ, καὶ ἐψευδομαρτύρεις, ὅτε ἐπιώρκεις, ὅτε πᾶν κακὸν καὶ πονηρὰ ἔργα, ἃ μισεῖ ὁ Θεὸς, ἔπραττες, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; Ὢ ποῖον, ἀγαθὲ, ∆εσπότην ἔχοντες καὶ ἡμεῖς ἀμελοῦμεν καὶ οὐκ ἐπιστρέφομεν; Ὁ Χριστὸς συμβουλεύει, Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, καὶ τὸν πλησίον σου ὡς ἑαυτὸν ἀγάπα· γενοῦ ἥμερος, ἀγαθὸς, ἐλεήμων, μακρόθυμος· γενοῦ ἄμαχος, εἰρηνικὸς, ἵνα καταξιωθῇς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ οὐδείς ἐστιν ὁ συνιὼν, οὐδεὶς ὁ ὑπακούων, οὐδεὶς ὁ προσέχων, ἀλλὰ πάντες ῥᾳθυμοῦμεν. Συμβουλεύει δὲ ὁ διάβολος τὰ ἐναντία, λέγων· Γενοῦ μοιχὸς, φόνευσον, ἐπιόρκησον, κλέψον, γενοῦ ἀπάνθρωπος, βλάσφημος, ἀνελεήμων, ἄσπλαγχνος, φθορεύς· γενοῦ φιλάργυρος, μισάνθρωπος, μᾶλλον δὲ μισόθεος· γενοῦ πανοῦργος, ἀδικητὴς, πλεονέκτης· γενοῦ ἅρπαξ, κατάλαλος, μυθολόγος, λοίδορος, ἐπίορκος. Καὶ οἴδαμεν ὅσοι τὰ τοιαῦτα πράττοντες ὑπακούομεν· ὅτι ὥσπερ δοῦλοι δεδεμένοι χεῖρας καὶ πόδας, οὕτω τρέχομεν καὶ ὑποτασσόμεθα τὴν φύσιν.
Ἰδοὺ ἡμεῖς πᾶσαν τὴν νεότητα ἡμῶν μετὰ δαιμόνων ἀνηλώσαμεν· ἰδοὺ ἐγηράσαμεν, καὶ συνειθίσαμεν ἐν ἁμαρτίαις. Τὸ ἀγαθὸν πρᾶξαι μὲν οὐ δυνάμεθα, ὅπως τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν· ὁ δὲ διάβολος προξενεῖ τὸ πῦρ καὶ τὴν κόλασιν αἰώνιον, καὶ ἡμεῖς πρὸς τὸν διάβολον τρέχομεν. Τί σοι ποιήσομεν, ἄνθρωπε; τί θέλεις; τί ἐπιθυμεῖς; τὸ εἶναι μετὰ τοῦ Χριστοῦ, ἢ τὸ εἶναι μετὰ τῶν δαιμόνων; Ἐπιθυμεῖς εἶναι μετὰ τοῦ Χριστοῦ; κἂν τοῦ λοιποῦ παῦσαι τοῦ τρυφᾷν, παῦσαι τοῦ σπαταλᾷν, παῦσαι τοῦ πορνεύειν, παῦσαι τοῦ κλέπτειν, παῦσαι τοῦ μεθύσασθαι, παῦσαι τοῦ ἁρπάζειν τὰ ἀλλότρια, παῦσαι τοῦ καταγελᾷν, τοῦ ψεύδεσθαι, τοῦ μετεωρίζεσθαι. Μηδείς σε ἀπατάτω· οὐδεὶς γὰρ τῶν τοιούτων εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ ἐπιθυμεῖς τοῦ εἶναι μετὰ τῶν δαιμόνων, εἰ τὴν γέενναν τοῦ πυρὸς εἰσελθεῖν, κἂν πράττῃς ὡς θέλεις, πολιτεύου ὡς βούλῃ, ὁ κωλύων οὐδείς· ἀπόλαβε τὸν κόσμον, καὶ τὰς αἰσχρὰς ἐπιθυμίας αὐτοῦ, τὴν πορνείαν, μοιχείαν, μέθην, ἀκρασίαν, καὶ πᾶσαν ἡδονὴν δαιμονικήν· ὁ ἐμποδίζων οὐδείς. Σὲ γὰρ Εὐαγγέλια οὐ πείθει, νόμος οὐ σωφρονίζει, προφῆται οὐκ ἐπισκήπτουσιν, ἀπόστολοι οὐ δυσωποῦσι, πατέρων νουθεσίαι οὐκ ὠφελοῦσι, συνοδία ἀδελφῶν οὐκ ἀποτρέπει· ἀπανῃσχύντησας πάντως, ὄψις πόρνης ἐγένετό σοι. Λοιπὸν ἀπόλαβε τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· ἐκεῖ μὲν οὖν μηδὲ σωτηρίαν, μηδὲ κληρονομίαν ἐν τῇ μελλούσῃ τοῦ Χριστοῦ ἡμέρᾳ μὴ προσδόκησον. Ἐκφεύξεταί σοι γὰρ τότε ἡ ὥρα, ὅταν γυμνὸς καὶ τετραχηλισμένος παραστήσῃ τῷ βήματι τοῦ Χριστοῦ, ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων θεατριζόμενος. Ἐκεῖ φανήσῃ, οἷος εἶ· ἐκεῖ ἐλεγχθήσεταί σου πᾶσα ἡ ἀδικία· ὁ Θεὸς οὐ χλευάζεται· καὶ τότε ἀκούσεις τῆς ὀδυνηρᾶς ἐκείνης φωνῆς· ∆ήσατε αὐτοῦ τὰς χεῖρας καὶ πόδας, καὶ ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τίς λοιπὸν οὐ θρηνήσει τὸν τοιοῦτον; τίς οὐ κλαύσει τὸν διὰ τὴν ἀπόλαυσιν πρόσκαιρον αἰωνίως βασανιζόμενον;
Μὴ πλανᾶσθε; Θεὸς οὐ μυκτηρίζεται· γέγραπται γὰρ, ὅτι Οὔτε πόρναι, οὔτε μοιχοὶ, οὔτε λοίδοροι, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὔτε ἄδικοι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε εἰδωλολάτραι, οὔτε βλάσφημοι, οὔτε φιλάργυροι, οὔτε τις τῶν τοιούτων ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ταῦτα πάντα ἐννοοῦντες, ἀδελφοὶ, τῶν τοιούτων πονηρῶν πράξεων ἀπεχώμεθα, καὶ ἐξ ὅλων τῶν ψυχῶν μετανοῆσαι μὴ βραδύνωμεν, ἵνα καὶ φύγωμεν ἀπὸ τῆς μελλούσης ὀργῆς, καὶ τῶν οὐρανίων καὶ αἰωνίων ἀγαθῶν ἐφικώμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.