Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Περὶ πραότητος

De mansuetudine sermo / О кротости

Τοῦ αὐτοῦ περὶ πραότητος.

αʹ. Οἶμαι πάντας ὑμᾶς ἐπίστασθαι σαφῶς, ὅτι προσήκει τοὺς τῶν λογίων τοῦ Θεοῦ συνετῶς ἀκούοντας, ἦθος ἀγαθὸν καὶ τρόπων ἀρετὴν ἀσκεῖν. Τοῦτο γάρ ἐστιν ᾧ μάλιστα διαφέρουσιν οἱ δοῦλοι τοῦ Χριστοῦ τῶν τὴν ἀλήθειαν ἀγνοούντων, τῷ χρηστότητι συζῇν καὶ βίον ἄξιον τῆς εὐσεβείας παρέχεσθαι. Τοὺς μὲν γὰρ τὸν Χριστὸν ἀγνοοῦντας οὐδὲν ἀπεικὸς πονηρούς τε εἶναι καὶ μοχθηροὺς τὸν τρόπον· ὁ δὲ τοῦ Χριστοῦ δοῦλος ἐκ τῆς τῶν ἠθῶν ἡμερότητος καλείσθω μᾶλλον, ἢ τοῦ παρὰ τῶν γονέων αὐτῷ τεθέντος ὀνόματος. Οὐ γὰρ οὕτως ἀγαπᾶ63.550 ται παρὰ τοῦ Θεοῦ τὸ τῶν ἀνθρώπων γένος, οὐκ ἀπὸ παρθενίας, οὐκ ἀπὸ νηστείας, οὐκ ἀπὸ τοῦ τῶν χρημάτων καταφρονεῖν, οὐκ ἀπὸ τοῦ προθύμως χεῖρα τοῖς δεομένοις ὀρέγειν, ὡς ἀπὸ τῆς ἡμερότητος καὶ τῆς τῶν ἠθῶν εὐταξίας· καίτοι καὶ τὸ προθύμως ἐπαρκεῖν τοῖς δεομένοις οὐκ ἄλλοθεν οὐδαμόθεν, ἀλλ' ἀπὸ τῆς χρηστότητος περιγίνεται πᾶσι τοῖς τὸν Χριστὸν ἀγαπῶσι. Καὶ ὥσπερ ἐκ τῶν πηγῶν οἱ ῥύακες, οὕτως ἡ πρόνοια τῶν πτωχῶν ἐκ τῆς τῶν ἠθῶν ἡμερότητος.

Πᾶς γὰρ ἐπιεικής τε καὶ πρᾶος ῥᾳδίως εἰς φιλανθρωπίαν καθέλκεται, καὶ 63.551 οὐκ ἀνάσχοιτο περιιδεῖν τοὺς ἐν ἐνδείᾳ καθεστηκότας, ἑαυτοῦ νομίζων συμφορὰν τὴν πενίαν τῶν ἄλλων. Ἔστι τοίνυν φθόνος μὲν ἁπάντων κάκιστος· ἀνὴρ δὲ χρηστὸς καὶ πρᾶος οὐ παραδέχεται τῇ ψυχῇ τὸ πονηρὸν τοῦτο νόσημα, ἀλλὰ τοὺς εὐδοκιμοῦντας ἀδελφοὺς ὁρῶν, συγχαίρει καὶ συνήδεται, ἑαυτοῦ νομίζων εὐδοξίαν τὴν τῶν ἄλλων εὐδοξίαν, κοινὰ τὰ τῶν φίλων ἡγούμενος, ἐν μὲν τοῖς ἀγαθοῖς συγχαίρων, ἐν δὲ τοῖς λυπηροῖς συναλγῶν. Τοιαῦτα τὰ τῆς πραότητος δῶρα, τοιοῦτος ὁ βίος τῶν ἐν ἐπιεικείᾳ συζώντων· ὁ πρᾶος ὀρφανῶν πατὴρ, χηρῶν προστάτης, πενίας κηδεμὼν, ἀδικουμένων βοηθὸς, πανταχοῦ ποιῶν τοῦ δικαίου τὸ κράτος. Καὶ παιδίῳ πατὴρ αἰδέσιμος ὁ πραότητι συζῶν, καὶ παῖς πατρὶ, καὶ δοῦλος δεσπότῃ, καὶ τὸν δεσπότην οὐδὲν ἕτερον τῆς παρὰ τῶν οἰκετῶν εὐνοίας ἀπολαύειν ποιεῖ. Ὅταν γὰρ ἴδωσιν αὐτὸν ἐπιεικείᾳ χαίροντα, καὶ πράως ἅπασι προσφερόμενον, περὶ πολλοῦ ποιοῦνται καὶ θαυμάζουσι, πατέρα μᾶλλον ἢ δεσπότην τὸν κεκτημένον νομίζοντες. Φέρε δὴ, κατὰ δύναμιν ἡ μετέραν ἀκριβῶς ἐζετάσωμεν, ὅσα τοῖς ἐπιεικέσιν ἐκ τῆς τῶν ἠθῶν ἡμερότητος ἀγαθὰ περιγίνεται.

Οὐκοῦν ὁ πρᾶος φίλος μὲν τοῖς ὁρῶσι, φίλος δὲ καὶ τοῖς ἀκοῇ γνωρίμοις· καὶ οὐδείς ἐστιν ὃς ἥμερον ἄνθρωπον ἐπαινούμενον ἀκούων, οὐκ ἂν ἐπιθυμήσειεν ἰδεῖν καὶ ἀσπάσασθαι καὶ συνεχῶς ὁρᾷν, ἐν κέρδους μέρει τὴν τοῦ τοιούτου φιλίαν ποιούμενος. Κἂν ὑπὲρ χρημάτων τινὲς πρὸς ἀλλήλους διενεχθῶσιν, ἐπὶ τὸν χρηστὸν καὶ πρᾶον ἐπείγονται, νομίζοντες πᾶσαν ἔριν καὶ φιλονεικίαν λυθήσεσθαι ταχέως ὑπὸ τῆς ἐκείνου χρηστότητος. Καὶ γὰρ ἂν συμβῇ τοὺς ἀνθρώπους φιλέχθρως ἔχειν πρὸς ἀλλήλους, ἡ τοῦ δικάζοντος ἡμερότης δυσωπεῖ γενέσθαι πράους τοὺς ῥᾳδίως εἰς ὀργὴν καὶ θυμὸν ἐκφερομένους. Ἂν δὲ ἄλλοι φανῶσί τινες εἰς φιλίαν ἄγειν τοὺς μαχομένους ἐθέλοντες, οὐκ ἂν δυνηθεῖεν αἰδέσιμοι φαίνεσθαι. Ἐφ' ἑκάστου γὰρ οἶμαι τῶν πραγμάτων σύμβουλος πιθανὸς ὁ πρῶτος τῶν πράξεων, ὧν ἔχεσθαι συνεβούλευσεν, ἁπτόμενος. Ὅταν οὖν ὁ τῆς ἐπιεικείας διδάσκαλος πρῶτος φανῇ τὰ παραγγέλματα βεβαιῶν, ἅμα τε ὤφθη καὶ τοὺς μεμηνότας ἡμέρωσε, καὶ οὐδὲν αὐτῷ δεῖ νουθεσίας καὶ λόγων, ἀλλὰ πρίν τι φθέγξασθαι, τὴν εἰρήνην εἰσήγαγεν. Καὶ ὥσπερ ἀκτὶς ἡλίου φανεῖσα, τὸ σκότος ἀπελαύνει ταχέως· οὕτως ὁ χρηστὸς καὶ πρᾶος τὴν ταραχὴν καὶ τὴν μάχην εἰς εἰρήνην καὶ ἡσυχίαν μεταῤῥυθμίζει ταχέως. Ἄξιον τοίνυν κἀκεῖνο ἐπισημήνασθαι, ὅτι μόνους τοὺς εἰρηνικοὺς τὸν τρόπον υἱοὺς εἶναι τοῦ Θεοῦ φησιν ὁ Χριστός.

Τίνος οὖν ἕνεκα τῆς προσηγορίας τῆς οἰκείας μόνοις ἐπιεικέσιν μετέδωκεν; Ὅτι μόνος ὁ φιλίας καὶ εἰρήνης αἴτιος τοῖς ἄλλοις καθιστάμενος, τὸν Υἱὸν τοῦ Θεοῦ μιμεῖται κατὰ δύναμιν. Ἐκεῖνος μὲν γὰρ ὡς Θεὸς καὶ τῶν ὅλων κύριος τοὺς ἁγίους ἀγγέλους ἐκπεπολεμωμένους τοῖς ἀνθρώποις εἰς φιλίαν συνεκέρασεν, ἐπιφανεὶς ἡμῖν διὰ τῆς θείας αὐτοῦ σαρκός· χρηστὸς δὲ ἄνθρωπος ἀδελφοὺς καὶ συγγενεῖς καὶ οἰκείους πολεμοῦντας ἀλλήλοις, αἰδεῖσθαι πείθει τοὺς νόμους τοῦ Θεοῦ, καὶ τὴν ἔχθραν ἀποῤῥίψαντας φιλεῖν ἀλλήλους κατὰ τὸ θεῖον ἐπίταγμα. Καὶ μὴν, ὅπερ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις τὰ νεῦρα, τοῦτο χρηστὸς ἄνθρωπος ἐν οἰκίᾳ καὶ ἐκκλησίᾳ καὶ πόλει. Σῶμα μὲν γὰρ καὶ μέλη ἀλλήλων ἔθος ὀνομάζειν τῷ Παύλῳ τοὺς ἀδελφούς· ὁ δὲ τοὺς διεσπασμένους καὶ μαχομένους εἰς φιλίαν ἄγων, ἐβεβαίωσε τοῦ Παύλου τὸν λόγον, πείθων ἅπαντας μὴ ἀγνοεῖν τὰ μέλη, μηδὲ κατεσθίειν ἀλλή63.552 λους. Οὐκοῦν ἀληθὴς ὁ λόγος ἐκεῖνος· ὥστε τὴν αὐτὴν ἔχει δύναμιν ἐν ἐκκλησίᾳ καὶ οἰκίᾳ καὶ πόλει ὁ τῆς εἰρήνης αἴτιος τοῖς ἀδελφοῖς καθιστάμενος, ἣν ἔχει δύναμιν ἐν τοῖς σώμασι τὰ νεῦρα, συγκολλῶν καὶ συνάπτων τοὺς διεσπασμένους καὶ πολεμοῦντας ἀλλήλοις. Ταύτην μέντοι λαμβάνει τὴν δύναμιν ἐπὶ τῶν ἄλλων ἕκαστος, ὅταν αὐτὸς φανῇ πρῶτος ἐπιεικείᾳ συζῶν· ὁ δὲ ῥᾳδίως εἰς ὀργὴν ἐκφερόμενος, καταγέλαστος εἶναι δόξειεν ἂν τοῖς πολλοῖς, ὅταν ἐπιχειρῇ τοὺς θυμουμένους πραΰνειν. Τί γὰρ ἂν γένοιτο χεῖρον ὀργῇ δουλευόντων ἀνθρώπων; τίς δὲ τὸν τοιοῦτον ὁρῶν, οὐκ ἀποστρέφει τοὺς ὀφθαλμούς; Ἀνὴρ ὀργίλος ἀηδὴς μὲν τοῖς ἀπαντῶσιν, ἀηδὴς δὲ τοῖς γείτοσι, κἂν εἰς χρείαν καταστῇ χρημάτων, οὐ ῥᾳδίως εὐπορεῖ τῶν κουφιζόντων τὴν πενίαν· κοινός ἐστι πολέμιος καὶ πολιτῶν καὶ ξένων, βοῶν καὶ κεκραγὼς, πληγὰς τοῖς ἀπαντῶσιν ἐντείνων, ῥητὰ καὶ ἄῤῥητα λέγων· τῷ τοιούτῳ τὸ βλέμμα ταράττεται, τὸ πρόσωπον οἰδαίνει, ἡ γλῶσσα λυσσᾷ, ῥᾳδίως αἱ χεῖρες ἐπὶ πάντα φέρονται, τὰ τῶν δαιμονώντων ὁ τοιοῦτος ἐργάζεται· καί τις ὁρῶν θυμούμενον ἄνθρωπον, ἀπορήσειεν ἂν εἴτε ὁ δαίμων ἐλαύνει τὸν ἄθλιον, εἴτε ἑκὼν εἰς τοσαύτην ἐξηνέχθη μανίαν.

Ὀργὴ δαίμων ἑκούσιος, αὐθαίρετος μανία, ἐρημία φρενῶν· ὁ θυμούμενος τοῦ διαβόλου παίγνιον, ἐργαστήριον δαιμόνων, τῆς ἐκείνων πονηρίας ὑπηρέτης ἄξιος. Εἰπέ μοι, τί μάλιστα βούλονται τοὺς ἀνθρώπους οἱ δαίμονες ἐργάζεσθαι; οὐχὶ γονέας ὑβρίζειν; οὐχὶ τὰς μιαρὰς χεῖρας τοῖς γεγεννηκόσιν ἐπάγειν; οὐχὶ βλασφημεῖν τὸν Θεόν; Ταῦτα τοίνυν ἅπαντα τῶν θυμουμένων ἔργα. Ὥστε καὶ ἀσεβείας ὁ θυμὸς ῥᾳδίως αἴτιος γίνεται τοῖς ὀργῇ δουλεύουσιν· οὐδὲ γὰρ κρατεῖν ἑαυτοὺς δύνανται ταχέως οἱ δεδωκότες ἑαυτοὺς τῷ θυμῷ· ἀλλ' ὥσπερ ἐν χειμῶνι καὶ ζάλῃ θαλάττης, κυβερνήτου μὴ παρόντος, παραλαμβάνοντα τὰ κύματα τὴν ναῦν ἔρημον ὑποβρύχιον ποιεῖ ταχέως· οὕτως ὁ θυμὸς ὥσπερ τις σκηπτὸς καὶ χειμὼν ἐμπεσὼν τῇ ψυχῇ, ἔκφρονα καὶ παραπλῆγα ποιεῖ ταχέως τὸν αὐτῷ δουλεύοντα. Τί οὖν, εὖ φρονούντων ἀνθρώπων ἐστὶ προαναστέλλειν τὸ νόσημα, καὶ πρὶν εἰς ὀργὴν ἐξενεχθῆναι, κατέχειν τὴν ψυχὴν, καὶ ταῖς ἀπὸ τῆς Γραφῆς νουθεσίαις κοιμίζειν τὸν θυμόν. Εἰ γὰρ τῶν γοήτων ἐπῳδαῖς εἴκει τὰ θηρία ῥᾳδίως, τί θαυμάζεις εἰ τὰ λόγια τοῦ Χριστοῦ ψυχὴν ἀγριαίνουσαν εἰς γαλήνην καὶ ἰσοψυχίαν μεταῤῥυθμίζει ταχέως; Πᾶσα, φησὶ, πικρία καὶ ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ· γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς· ἐάν τις πρός τινα ἔχῃ μομφὴν, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ. Ὁρᾶτε οἷός ἐστιν ὁ πρᾶος; τίνος ὀνομάζεται μιμητής; οὐκ ἀγγέλων, οὐκ ἀρχαγγέλων, ἀλλὰ τοῦ ∆εσπότου τῶν ὅλων. Καίτοι κἀκεῖνοι πραότατοι καὶ πάσης ἀρετῆς γέμοντες· ἀλλ' ὅμως ὁ Παῦλος ζηλωτὰς Θεοῦ τοὺς ἡμέρους ὠνόμασεν, ἵνα διὰ τοῦ μεγέθους τῆς τιμῆς πραοτάτους εἶναι παιδεύσῃ τοὺς ἀκούοντας, ἵνα πᾶς ὁ ὑβριζόμενος ἢ ἄλλο τι πάσχων δεινὸν, πράως ἐνέγκῃ τὰς λοιδορίας, καὶ κρατήσῃ τῆς ὀργῆς, ὡς τῷ Θεῷ μέλλων ἀκολουθεῖν ἐν τῷ κρατεῖν τῆς ὀργῆς. Τίνα γὰρ δὴ τὰ Θεοῦ; Ἄνωθεν μὲν ἅπαντα καὶ ὁρᾷ καὶ ἀκούει, ἐν δὲ τοῖς ἐπὶ γῆς καὶ λεγομένοις καὶ πραττομένοις ἀδικήματα πολλά. Εἰσὶ δέ τινες εἰς τοσοῦτον ἥκοντες ἀσεβείας, ὡς καὶ βλασφημεῖν τὸν Θεὸν, ὅταν τι παρὰ τῶν πραγμάτων λυπῶνται, καὶ βλέποντες εἰς τὸν οὐρανὸν, οὐδενὸς ἀπέχονται ῥήματος· ὁ δὲ Θεὸς ἀνέχε 63.553 ται, καὶ τοσαύτην ἔχων δύναμιν τοῦ λαμβάνειν δίκην παρὰ τῶν ἀσεβούντων, οὐ λαμβάνει; Εἰ δὲ πάντας τοὺς ἁμαρτάνοντας ἐκόλαζεν ὁ Θεὸς, σφόδρα ἂν ὀλίγον ἦν τὸ σωζόμενον, καὶ οὐδ' ἂν ἐξήρκουν οἱ ζῶντες πρὸς τὰς ταφάς. ∆ιὰ τοῦτό φησιν ὁ ∆αυΐδ· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι. Νῦν δὲ καὶ ἐν αὐτῷ τούτῳ δεικνύει τὴν ἑαυτοῦ φιλανθρωπίαν ὁ Θεὸς, τῷ μηδὲ δικαίως κολάζειν. Ὅστις οὖν ἐοικέναι βούλεται τῷ Θεῷ, κατὰ δύναμιν ἀνθρωπίνην πρᾶος ἔστω καὶ ἥμερος, καὶ φερέτω γενναίως, ὅταν τι πάσχῃ παρὰ τῶν ἄλλων δεινόν.

Ἀγαπᾶτε, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Πολλαὶ μὲν οὖν εἰσιν ἀρεταὶ Χριστιανοῖς ἀνδράσι πρέπουσαι, μείζων δὲ ἁπασῶν ἡ πραότης· τοὺς γὰρ ἐν ταύτῃ διαλάμποντας μόνους τοῦ Θεοῦ ζηλωτὰς ὁ Χριστὸς ὀνομάζει. Προσήκει τοίνυν ἡμᾶς, ὅταν ὑβρίζῃ τις ἢ τύπτῃ ἢ ἄλλο τι πράττῃ δεινὸν, ἡσυχαζούσῃ ψυχῇ πάντα γενναίως ὑπομένειν, ἐνθυμουμένους ὅτι τοῦ Θεοῦ μιμητὰς ἡ πραότης ποιεῖ. Καὶ γὰρ αὐτὸς ὁ ∆εσπότης καὶ Σωτὴρ ἡμῶν ὑβριζόμενος, πληγὰς λαμβάνων, προσηλούμενος, σταυρούμενος, πράως ἤνεγκε τὴν Ἰουδαίων μανίαν, καὶ τοσαύτην ἔχων δύναμιν τοῦ λαβεῖν δίκην παρὰ τῶν ἀσεβούντων, οὐκ ἔλαβεν, ἀλλὰ τὴν μὲν δύναμιν ἔδειξεν ἐν τῷ σεῖσαι τὴν γῆν καὶ νεκροὺς ἀναστῆσαι καὶ κρύψαι τὸν ἥλιον καὶ νύκτα τὴν ἡμέραν ποιῆσαι, τὴν δὲ πραότητα καὶ φιλανθρωπίαν ἐν τῷ μηδένα τῶν ἠσεβηκότων κολάσαι· ἵνα μάθωσιν ἅπαντες οἱ τὰς ἀσεβεῖς χεῖρας προσάγοντες τῷ ∆εσπότῃ, ὅτι ῥᾳδίως ἂν τοὺς μανέντας ἐκόλαζεν ὁ ῥᾳδίως οὕτω σείσας τὴν γῆν καὶ τὸν ἥλιον ἐξαίφνης ἀφανῆ γενέσθαι προστάξας· νῦν δὲ ἐπειδήπερ ἐστὶν ἥμερος, καὶ πράως φέρει τὴν μανίαν τῶν ἀσεβῶν, οὐκ αὐτὸς μόνος ἡμέρως ἠνέσχετο τῶν σταυρούντων, τῶν βλασφημούντων, ἀλλὰ καὶ τὸν Πατέρα παρεκάλει, μὴ χρήσασθαι κατὰ τῶν ἀσεβῶν τοῖς οὐρανίοις βέλεσιν. Ὅταν οὖν σοι πάσχοντι δεινὸν καὶ ἀφόρητόν τι ὀργὴ παραστῇ καὶ θυμὸς, ἀναμνήσθητι τῆς τοῦ Χριστοῦ πραότητος, καὶ ταχέως ἥμερος ἔσῃ καὶ πρᾶος, οὐκ αὐτὸς μόνος ἐκ τῆς ἡμερότητος τὰ μέγιστα κερδαίνων, ἀλλὰ καὶ τὸν ἐχθρὸν ὠφελῶν καὶ χρηστὸν εἶναι παιδεύων. Ὅταν γὰρ ἴδῃ σὲ τὸν τὰ ἔσχατα πάσχοντα πράως, τῆς ὀργῆς ἀνεχόμενον, ταχέως καὶ αὐτὸς ἐπιεικὴς ἔσται καὶ χρηστὸς, καὶ τὸν θυμὸν ἀποῤῥίψας, ζηλωτὴς ἐπιθυμήσει γενέσθαι τῆς σῆς ἡμερότητος.

Ὅστις οὖν ἐθέλοι τοὺς θυμουμένους νικᾷν, γενναίως φερέτω τὰς ὕβρεις καὶ τὰς πληγὰς, καὶ πολλὴν ὄψεται μεταβολὴν τοῦ μεμηνότος καὶ τύπτοντος· ἂν δὲ καὶ αὐτὸς ὑπὸ τῆς ὀργῆς ἡττηθεὶς, τοῖς ἴσοις ἀμύνασθαι σπουδάζῃ τὸν ἐχθρὸν, οὐδέποτε πέρας ἔσται τῆς ὀργῆς καὶ τῆς μάχης, ἀλλ' ἀεὶ μεμηνότες καὶ νικᾷν ἀλλήλους ἐπιθυμοῦντες ταῖς λοιδορίαις καὶ ταῖς πληγαῖς, εἰς ἀπέραντον πόλεμον καὶ μάχην ἐκφέρονται,

ἐπιβουλεύοντες ἀλλήλοις, συκοφαντίας ἀνάπτοντες, ἐπιορκεῖν τολμῶντες, ἃ μήτε ἑωράκασι μήτε ἀκηκόασι κατηγορεῖν μελετῶντες, ἐν ἡμέρᾳ μὲν ὥσπερ κύνες λυττῶντες, καὶ ζητοῦντες τὸν ἐχθρὸν, τῆς δὲ νυκτὸς τὸ πλεῖστον ἀναλίσκοντες ἐν τῷ βουλεύεσθαί τι κακὸν καὶ ῥάπτειν ἐπι 63.554 βουλάς. Τοῖς τοιούτοις οὐδὲ ὕπνος καθαρεύει παθημάτων, ἀλλὰ τὸν ἐχθρὸν παρεῖναι καὶ λοιδορεῖσθαι καὶ τύπτειν νομίζοντες, ἐκ τῶν ὕπνων ἀναπηδῶσιν, ἐρῶντες τῆς ἀλλήλων σφαγῆς πλέον ἢ τραπέζης· ἕτεροι δὲ ὑπὸ τῆς ὀργῆς μεθύοντες, συκοφάντας μισθούμενοι, καὶ πράγματα ἀμύθητα παρέχοντες ἀλλήλοις, ὅσῳ ἂν πλείω κακὰ παράσχωσιν ἀλλήλοις, τοσούτῳ μᾶλλον εἰς μανίαν ἐρεθιζόμενοι. Ὅπερ γάρ φασι τοὺς μεθύοντας πάσχειν, ὑπὸ τῆς ἀπλήστου μέθης εἰς χαλεπωτέραν δίψαν ἐκφέρεσθαι, τοῦτο πάσχουσιν οἱ δουλεύοντες ὀργῇ, ὑπὸ τῆς ἀμέτρου φιλονεικίας εἰς μείζω καὶ χαλεπωτέραν ἐκφερόμενοι μανίαν· ὁ μὲν δοῦλον ἐκάλεσεν, ὁ δὲ πόρνης υἱὸν, ὁ μὲν ἀνόητον, ὁ δὲ μαινόμενον, ὁ μὲν κλέπτην καὶ ἄδικον, ὁ δὲ πάσης πονηρίας ἀνάμεστον.

Εἶτα ὑπὸ τῆς ὀργῆς μεθύοντες, συμπλακέντες ἀλλήλοις, μικροῦ δεῖν τὰ θηρία μιμοῦνται, τύπτοντες, λακτίζοντες, δάκνοντες, κατακόπτοντες τὰ σώματα, οὐδενὸς φειδόμενοι μέρους, οὐκ ὀφθαλμῶν, οὐκ ὤτων, οὐ ῥινὸς, οὐ προσώπου, οὐκ ἄλλου μέλους τινὸς, ἀλλὰ συῤῥαγέντες ἀλλήλοις καὶ κατακόψαντες ἑαυτοὺς, καὶ τί κακὸν οὐ ποιήσαντες; ἀναχωροῦσιν ἐκ τῆς μάχης, οἱ μὲν ὀφθαλμὸν ἐκκοπέντες, οἱ δὲ χείλη, οἱ δὲ ἄλλο τι τοῦ σώματος μέρος· πλέον τὴν ψυχὴν ἢ τὸ σῶμα διεφθαρμένοι, μεμηνότες, παραφρονοῦντες, λυττῶντες, ἀγνοοῦντες τὸν νόμον τοῦ Θεοῦ καὶ Σωτῆρος, τὸν κελεύοντα ῥαπιζομένους καὶ τυπτομένους καὶ τὰ ἄλλα πάσχοντας, ἡσυχαζούσῃ τῇ ψυχῇ πάντα φέρειν γενναίως, καὶ νικᾷν τῇ πραότητι τὸν τῶν ἀδικούντων θυμόν. Ὁ γὰρ τοῦτο ποιῶν ἐπαινεῖται μὲν ὑπ' ἀνθρώπων, στεφανοῦται δὲ ὑπὸ Θεοῦ καὶ Σωτῆρος. ∆ιόπερ χρὴ καρτερεῖν, καὶ τῶν ὀργιζομένων ἡμέρως ἀνέχεσθαι, βλέποντας πρὸς τὸν στέφανον, ὃν ὁ Θεὸς ἑτοιμάζει τοῖς ἐπιεικέσι καὶ χρηστοῖς. Ἄτοπον γὰρ τοὺς μὲν γυμνικῶν ἀγώνων ἀθλητὰς καὶ κονιορτοῦ καὶ πληγῶν καὶ τραυμάτων ἀνέχεσθαι, πρὸς δόξαν κενὴν καὶ στέφανον οὐδενὸς ἄξιον βλέποντας· ἡμᾶς δὲ τοὺς ὑπὸ Χριστοῦ στεφανοῦσθαι μέλλοντας μὴ κρατεῖν ὀργῆς, μηδὲ πάντα φέρειν γενναίως, ἀλλὰ βραχεῖαν ἡδονὴν καὶ θυμὸν ἄδικον τῆς ἐν οὐρανοῖς προτιμᾷν τιμῆς τε καὶ εὐδοξίας. Καὶ μὴν κἀκεῖνό γε ἴσμεν, ὅτι πολλῶν ὄντων καὶ μεγάλων, οἷς ὁ τῶν δικαίων κεκόσμηται βίος, τοῦτο πρὸ τῶν ἄλλων λαμπροὺς πεποίηκε τοὺς ἄνδρας, τὸ χρηστότητι συζῇν καὶ τοῖς ἀδικοῦσιν ἡμέρως προσφέρεσθαι.

Τούτῳ μὲν γὰρ ὁ Μωϋσῆς πράως ἀνεχόμενος τῆς τῶν Ἰουδαίων μανίας, καὶ ταῖς εὐχαῖς τοὺς ἐχθροὺς διασώζων, τῆς ἐν οὐρανοῖς τιμῆς τε καὶ εὐδοξίας πρὸ τῶν ἄλλων ἀπήλαυσεν, καὶ τοῦ Θεοῦ φίλος ἐκλήθη· τούτῳ δὲ ὁ ∆αυῒδ τῶν ἐχθρῶν καὶ πολεμίων φεισάμενος, εἰς πολλὴν εὔνοιαν καὶ φιλίαν τὸν Θεὸν ἐπεσπάσατο. Ἅπαντα μὲν γὰρ ἄνθρωπον τοῦτο κοσμεῖν δύναται, διαφερόντως δὲ τοὺς ἐν ταῖς ἐξουσίαις. Τὸ γὰρ, πάντα ποιεῖν ἐπιτρεπούσης τῆς βασιλείας, κατέχειν ἑαυτὸν, καὶ τὸν τοῦ Θεοῦ νόμον ἡγεμόνα ποιεῖσθαι τῶν ἔργων, μέγα μὲν εἰς εὐφημίαν τε καὶ δόξαν. Καὶ μὴν καὶ Παῦλος καὶ Πέτρος τῆς οὐρανίας ἁψῖδος ἁψάμενοι διὰ τὴν ἀρετὴν, ᾗ συνέζησαν, ἀπὸ τῆς ἡμερότητος μᾶλλον ἢ τῶν ἄλλων ἐξέλαμψαν ἀγαθῶν, τοὺς λοιδοροῦντας τιμῶντες, τοὺς ἐχθροὺς εὖ ποιοῦντες. τοὺς καταλιθάσαντας πολλάκις ταῖς εὐχαῖς διασώζοντες· ᾔδεισαν γὰρ τοῦτο μάλιστα κεχαρισμένον τῷ Θεῷ ποιοῦντες, καὶ πρὸ τῶν ἄλλων ἀγαθῶν ἐν οὐρανοῖς θαυμαζόμενον. ∆ι' ὅπερ αὐτοί γε τὸν ἑαυτῶν βίον ἡμερό63.556 τητι κοσμοῦντες ἐφάνησαν, καὶ τοὺς ἄλλους ἀνθρώπους ἐπὶ ταύτην παρακαλοῦντες. Ἐπεὶ καὶ τὸν Στέφανον ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας κινδύνοις ὑπὲρ τῶν ἐχθρῶν ὁρῶντες εὐχόμενον, ὁμοίως ἐπί τε τῇ πραότητι καὶ τοῖς ἀγῶσι θαυμάζομεν.

Ἐπειδὴ τοίνυν τοσούτους καὶ τοιούτους ἡγεμόνας ἐπιεικείας ἔχομεν, παρακαλέσωμεν ἑαυτοὺς καὶ ἀλλήλους τοῖς ἐκείνων ἴχνεσιν ἕπεσθαι, καὶ διὰ πραότητος τῷ Θεῷ λειτουργεῖν, ὡς ταύτην μᾶλλον ἀσμένως δεχομένῳ τὴν λειτουργίαν, ἢ τὰς ἄλλας ἁπάσας ἀρετάς. Καὶ γὰρ ὁ θειότατος Παῦλος ἀρετὴν ἀποστόλου δεῖξαι βουλόμενος, ἐκ τῆς ἡμερότητος μάλιστα βούλεται τὸν τοῦ Χριστοῦ διάκονον φαίνεσθαι· καίτοι πολλὰ εἶχεν εἰπεῖν, εἴ γε λέγειν ἐβούλετο τὰ κοσμοῦντα τὸν ἀπόστολον, δαιμόνων ἔλασιν, νεκρῶν ἀνάστασιν· ἀλλ' ὅμως πάντα ὑπερβὰς ἐκεῖνα, τὴν ἐν τοῖς ἤθεσιν ἐπιείκειαν ἄνω καὶ κάτω διεξέρχεται, ὅπως ἡμέρως προσενήνεκται τοῖς ἐχθροῖς διεξιών τε καὶ λέγων, ἵνα πείσῃ καὶ ἡμᾶς τοῖς οἰκείοις ἴχνεσιν ἕπεσθαι, καὶ χρηστοὺς εἶναι καὶ πράους.

∆ίκαιον οὖν τοῖς ἁγίοις ἐκείνοις ἀκολουθεῖν, κἀκείνους ποιεῖσθαι τοῦ βίου παράδειγμα, ἵνα πᾶσι τοῖς καλοῖς ἐκλάμποντες, τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ Πνεύματι ἁγίῳ πᾶσα δόξα, τιμὴ, καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

7
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία