Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Περὶ νηστείας (Λόγοι 1-7)

De jejunio sermones 1-7 / О посте (Слова 1-7)

Εἰς κήρυγμα νηστείας. Λόγος αʹ.

Ἐπὶ θεραπείαν τήμερον ὁ Θεὸς τὸ γένος καλεῖ. Ἰατρείαν γὰρ διὰ τοῦ προφήτου τὴν νηστείαν ὡρίσατο, Ἁγιάσατε, λέγων, νηστείαν, κηρύξατε θεραπείαν. Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς ἐκ παραδείσου πολυτραυμάτιστον τὸν Ἀδὰμ βληθέντα, θεραπείαν τούτῳ τὴν νηστείαν ἀπένειμε· καλῶς. Τί γὰρ οὐκ ἰατρεύει νηστεία; Ποῖον δὲ πάθος οὐκ ἀφανίζει τοῦ νοῦ; Τὸν τῆς ἀκρασίας κόρον ἀποδιώξασα, ἀνακαινίζει καρδίαν· τοῦ βίου τὸ ὑγρὸν ἐκκενώσασα, τοῦ θυμοῦ τὰς φλεγμονὰς καταστέλλει, τοῦ φθόνου τὴν σκληρότητα καταπλάττει, τῶν ἐπιθυμιῶν τοὺς ὄγκους χειρουργεῖ, τῶν ἡδονῶν τοὺς πυρετοὺς ἀφανίζει, τῆς κενοδοξίας τὰς φαντασίας ἐλαύνει, τῆς μερίμνης τὰς ἀγρυπνίας ἀποδιώκει, ὀφθαλμῶν τὰς λήμας καθαίρει, σώματος καὶ ψυχῆς τὰς αἰσθήσεις ἐκκαθαίρει· τεχνῖτις γὰρ αὕτη ἄνωθεν τὸ ἰατρεύειν δεξαμένη παρὰ τοῦ κτίσαντος. Ὁ τοίνυν ὑγιείας ἐραστὴς ἑτοίμως τῇ νηστείᾳ ἑαυτὸν ἐπιδότω· οὐ γὰρ ἀπαιτεῖ ἰατρεύσασα ἰατρικὰ, ἀλλὰ καὶ προσδίδωσι μισθόν. Ὁποῖον οὖν προσδίδωσι τὸν μισθόν; καλὸν γὰρ καὶ τοῦτο μαθεῖν. ∆ίδωσι μισθὸν, οὐκ ὀβολοὺς, ἀλλὰ σώφρονας λογισμούς· οὐ χρυσὸν, ἀλλ' ἦθος χρηστόν· οὐκ ἄργυρον, ἀλλὰ καθαρότητα μελῶν· οὐ λίθους τιμίους, ἀλλ' εὐλαβεῖς λογισμούς· οὐκ ἐσθῆτας λαμπρὰς, ἀλλ' ἀπταίστους τῆς σαρκὸς τὰς αἰσθήσεις.

∆ίδωσι πόρναις μισθὸν τὴν σεμνότητα, μεθύσοις τὸ νηφάλιον, σμικρολόγοις τὸ φιλότιμον, φιλαργύροις τὸ φιλόπτωχον, μισαδέλφοις τὸ φιλάδελφον καὶ φιλόξενον, μικροψύχοις τὸ μακρόθυμον· τὸ δὲ μεῖζον, ζωώσασα συνάπτει Θεῷ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄλλως ὁμιλῆσαι Θεῷ, μὴ πρότερον τῷ τῆς νηστείας φαρμάκῳ προσομιλήσαντας. Οὕτω γὰρ ἐξ αἰῶνος οἱ μὲν ἐχθροὶ, οἱ δὲ φίλοι ἐδείχθησαν Θεοῦ, ἀκρασίας καὶ ἐγκρατείας ἐργασαμένης ἑκάτερον. Φαγὼν γὰρ Ἀδὰμ ἔφυγε Θεὸν ὡς ἐχθρός· τῶν πρωτείων Κάϊν οὐ παραχωρήσας Θεῷ, ἔστενε καὶ ἔτρεμε, ὡς ἄφιλος Θεῷ· σπαταλήσαντες οἱ ἐπὶ Νῶε ἤγειραν καθ' ἑαυτῶν τῆς κρίσεως τὸν κριτήν· θρέψαντες τὰς ἡδονὰς οἱ ἐν Σοδόμοις, ὥσπερ ἐχθροὶ τοῦ Θεοῦ, τοὺς ἄνωθεν ἐδέξαντο κεραυνούς· βρῶσις οὐ συνεχώρησε τὸν Ἡσαῦ λέγεσθαι ἀγαπητὸν καὶ πρωτότοκον· βρῶσις καὶ πόσις κατέστησεν ἐχθρὸν τοῦ Ἰσραὴλ τὸν ἐν σημείοις καὶ τέρασιν ὁδηγήσαντα· δι' οἶνον καὶ σίκερα ὁ προφήτης κατηγόρησε τοῦ λαοῦ· οἶνος καὶ μέθη τῆς Ἰωάννου καὶ τῆς Χριστοῦ φιλίας τὸν Ἡρώδην ἐστέρη 60.712.20 σεν. Ἔγνως τοὺς δι' ἀκρασίας ἐχθροὺς γενομένους τοῦ Θεοῦ· μάνθανε καὶ τοὺς διὰ νηστείας φίλους κατασταθέντας τοῦ Θεοῦ. Οὐ γὰρ γευσάμενος, ἀλλὰ προσενέγκας Ἄβελ Θεῷ, φιλοφρονήσας ἐφάνη Θεόν· νηστεύσας Μωϋσῆς φίλος ὀνομαστὸς καὶ πιστὸς ἐκλήθη· νηστεύσας Ἠλίας, ὡς φίλος ἀνελήφθη· νηστεύσαντες προφῆται ἔγνωσαν τὰ τοῦ Θεοῦ, ὡς φίλοι, μυστήρια· νηστεύσας Ἡσαΐας ἱστόρησε τὰ ἑξαπτέρυγα Σεραφίμ· ἄσιτος γενόμενος Ἰεζεκιὴλ κατενόησε τὰ πολυόμματα Χερουβίμ· νηστεύσαντας τοὺς ἐν Βαβυλῶνι ὡς φίλους ἐπέσκεπεν ὁ Θεὸς, τοῖς μὲν ἐν τῇ καμίνῳ τὸν ἄγγελον, τῷ δὲ ἐν τῷ λάκκῳ ἀποστείλας τὸν Ἀμβακούμ· φίλοι ἐξ ἐχθρῶν Νινευῖται διὰ νηστείας ἐγένοντο· φίλος ἐξ ἐχθροῦ ὁμοίως καὶ ∆αυΐδ. Ὅτε μὲν γὰρ τῆς τοῦ Οὐρίου ἤρα γυναικὸς, ἤχθραινε Θεῷ· ὅτε δὲ ἐταπείνου ἐν νηστείᾳ τὴν ψυχὴν, Ηὗρον, ἤκουσε, ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ὁ Ζαχαρίου Ἰωάννης τοῦ νυμφίου φίλος, διὰ τί; Ἐπειδὴ ἐν τῇ ἐρήμῳ ἔμεινεν ἀκρίδας συλλέγων, καὶ μέλι ἄγριον τρυγῶν. Ἄννα διὰ τί; Ἐπειδὴ ἐν νηστείαις καὶ δεήσεσι λατρεύουσα, νύκτα καὶ ἡμέραν ἐλειτούργει Θεῷ. Πέτρος καὶ Ἰωάννης φίλοι διὰ τί; Ἐπειδὴ ἄσιτοι ἀνέβαινον ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην πρὸς τὸ ἱερόν. Παῦλος φίλος διὰ τί; Ἐπειδὴ ὑποπιέζων ἐδουλαγώγει τὴν σάρκα. Φίλος Τιμόθεος διὰ τί; Ἐπειδὴ ὑδροποσίᾳ τῶν ἡδονῶν ἔσβεσε τὴν πυράν. Φίλος Κορνήλιος διὰ τί; Ἐπειδὴ ἄσιτος τὴν διὰ Πέτρου σωτηρίαν ἐξεδέχετο. Φίλοι οἱ Χριστοῦ μάρτυρες διὰ τί; Ἐπειδὴ σαρκὸς καὶ προσκαίρου κατεφρόνησαν ζωῆς. Ὁρᾷς ὡς οὐ μόνον ἐπὶ θεραπείαν, ἀλλὰ καὶ θείαν φιλίαν Θεὸς διὰ νηστείας καλεῖ τὸ γένος, ἅγιον καὶ ὑγιῆ σπεύδων ἐργάσασθαι τὸν Ἀδὰμ, σώφρονα, φίλον, ἐγκρατῆ καὶ κοινωνικὸν, σεμνὸν καὶ συγγενῆ; Τί γάρ ἐστι τὸ φίλον εἶναι Θεοῦ, ἢ Θεοῦ γενέσθαι συγγενῆ; Γίνου τοίνυν διὰ νηστείας φίλος Θεοῦ, γίνου διὰ νηστείας Θεοῦ συγγενής. Μὴ μείνῃς ἀκρατὴς, μὴ μείνῃς ἐχθρὸς, μὴ μείνῃς ἄῤῥωστος, μὴ μείνῃς τραυματίας, μὴ μείνῃς παράλυτος. Ἰδοὺ γάρ σοι καὶ τήμερον ἐπέστη Χριστὸς ἐν τῇ καλῇ ταύτῃ ἐκκλησίᾳ, τῇ νέᾳ Ἱερουσαλήμ· ἰδοὺ, ἐπέστη τεσσαρακοστὴ πνευματικήν σοι κολυμβήθραν δεικνύουσα, οὐχ ἕνα ἐτησίῳ κύκλῳ ἄῤῥωστον ἰατρεύουσαν, ἀλλ' ὁλόκληρον λαόν. Ἰδοὺ Ἱερουσαλὴμ, ἰδοὺ ὁ Χριστὸς, ἰδοὺ ἡ τεσσαρακοστὴ, κολυμβήθρα πνευματική. Ἐπίβηθι χαίρων, τῶν αὐτῆς ναμάτων ἀπόλαυε γεγηθὼς, πλῦνον σάρκα, ἀπόπλυνον καρδίαν, σμῆξον ψυχὴν, καθαρὸν νοῦν ἔσωθεν καὶ ἔξωθεν τοῦ τῆς ἁμαρτίας 60.713 ῥύπου· ἀπόπλυνον τὸν Ἀδὰμ, ἀκούσας λέγοντος τοῦ Χριστοῦ, Ἔγειρε, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Στῆθι, πόδας ἔχων εὐαγγελικοὺς, λογισμοὺς φιλοθέους, χεῖρας φιλοτίμους, γόνατα ἀκλινῆ, μηροὺς ἀμοίρους ἡδονῶν, νεφροὺς ἐλευθέρους ἐπιθυμιῶν, ὀσφὺν καὶ κοιλίαν ἀσφαλισθείσας, μελέτην νόμου Θεοῦ, στῆθος, καρδίαν καθαρὰν, τράχηλον, τρόπον εὐπειθῆ, ψυχὴν, γνώμην εὐλαβῆ, στόμα σεμνὸν, κόρην οὐκ ἐκκλίνουσαν, ἀκοὴν εὐσταθοῦσαν, χείλη προφέροντα τὰ φίλα Χριστῷ.

Τοιοῦτος γίνου τῆς τεσσαρακοστῆς, ὡς κολυμβήθρας πνευματικῆς πεῖραν λαβών. ∆ιὰ ταύτης γάρ σε θέλει ἐπὶ πλεῖον πλῦναι ἀπὸ τῆς ἀνομίας σου Ἰησοῦς· διὰ ταύτης ἀπὸ τῆς ἁμαρτίας καθᾶραι ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· διὰ ταύτης ἰατρεῦσαι, διὰ ταύτης ἀνακαινίσαι, διὰ ταύτης ἁγνίσαι, διὰ ταύτης πάλιν εἰς μέτρον ἡλικίας ἀγαγεῖν. Καὶ ἵνα σοι καί τι εἴπω κρύφιον ἀλλὰ μὴ τοῦτό σε κατεχέτω, διὰ τὸ τοῦ κριτοῦ φιλότιμον, ἐν νυσταγμῷ· εἴπω τι κρύφιον; ∆ιὰ νηστείας σε θέλει Χριστὸς τὸν ἅπαξ ἀναγεννηθέντα ὕδατι καὶ Πνεύματι καὶ θείῳ πυρὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν ἀναγαγεῖν. Ἰδού σοι τοῦ ἰατροῦ καὶ κριτοῦ τὸ μυστήριον ἀπεκάλυψα. ∆ιό σε λιτανεύω καὶ δέομαι, μὴ ὡς ἑτοίμως ἔχων τὸ φάρμακον, μείνῃς 60.714 κόπτων συχνά· μὴ ὡς ἑτοίμην ἔχων τὴν μεσῖτιν μετάνοιαν, μείνῃς πράττων τὰ οὐ φίλα Θεῷ, κόσμῳ ἐγκυλινδούμενος, καὶ τὴν πρὸς Θεὸν φιλίαν ἀναβαλλόμενος· μὴ ὡς ἔχων τὸ καθάρσιον, ἀναβάλλου. Ἄδηλον γὰρ τὸ μέλλον, ἄδηλος ἡ αὔριον, ἄδηλος ἡ σήμερον, ἄδηλον τὸ παρόν· ὁδοιπόροι ἐσμὲν ἐν κόσμῳ· οὐ δεσπόται, ἀλλὰ ξένοι, καὶ παρεπίδημοι ἡμεῖς καλούμενοι. Ἐκκαλεῖσθαι τὸν κριτὴν οὐκ ἰσχύομεν, παριστάμενοι τὴν ψυχήν· ἀπαιτούμενοι, χρόνον καὶ καιροῦ ῥοπὴν δανείσασθαι οὐχ εὑρίσκομεν. Μὴ τοίνυν, ὃν τρόπον εὐθυμούμενος ὁ πλούσιος, εὕρωσιν ἡμᾶς οἱ τὴν ψυχὴν ἀπαιτοῦντες παρ' ἡμῶν, ἐν ἀκρασίας νυκτὶ, ἐν κακίας ζόφῳ, ἐν πλεονεξίας σκότῳ· ἀλλ' ἐν ἡμέρᾳ νηστείας, ἐν ἡμέρᾳ σεμνότητος, ἐν ἡμέρᾳ φιλαδελφίας, ἐν φωτὶ θεοσεβείας, ἐν ὄρθρῳ πίστεως, ἐλεημοσύνης τε καὶ εὐχῆς· ἵνα ἡμᾶς εὑρόντες υἱοὺς ἡμέρας, προσαγάγωσι τῷ τῆς δικαιοσύνης Ἡλίῳ, οὐ καταλύσαντας τῆς κακίας τὰς ἀποθήκας, ἀλλ' ἐκκενώσαντας καὶ καταλύσαντας, ἑαυτοὺς δὲ διὰ μετανοίας καὶ νηστείας ἀνακαινίσαντας, χάριτι τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ νηστείας. Λόγος βʹ.

Πάλιν ἡμᾶς ἡ ἁγία νηστεία πρὸς ἀπόλαυσιν ἀγαθῶν καλεῖ, πάλιν ἀγωνιστὰς κατασκευάζει, πάλιν ἀνδρείους βούλεται εἶναι, ὅπως νικητὰς τῶν παθῶν ἀναδείξῃ, καὶ τὸ κάλλος τῆς ψυχῆς λαμπρότερον ἀποδείξῃ, καὶ διὰ τῶν πόνων στεφάνους ἡμῶν πλέξῃ ταῖς κορυφαῖς. Τί γάρ ἐστι νηστεία, ἢ ἀγώνων στέφανος, καὶ μισθῶν πρόξενος, καὶ σωτηρίας ὁδός; Νηστεία γὰρ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησιν, ἀπὸ αἰχμαλωσίας εἰς τὴν πατρίδα ἐπανάγει· νηστεία τὰ τραύματα τῆς ψυχῆς ἰᾶται, νηστεία σαθρωθεῖσαν ψυχὴν ταῖς ἁμαρτίαις ἀνακαινίζει, νευροῖ τὴν ψυχὴν, ἀνδρειοῖ τὸ φρόνημα, τὸν φόβον τοῦ Θεοῦ εἰσάγει, ἐκπορθεῖ τὰ πάθη, γαληνιᾷ τοὺς λογισμούς. Ἐν ἡμέραις νηστειῶν ἡδοναὶ σβέννυνται, καὶ ἀρεταὶ ἀνθοῦσι, καὶ σωφροσύνης τὸ κάλλος καθαρώτατον δείκνυται, καὶ σῶμα εἰς ψυχὴν μεταβαίνει, πνευματικὸν γενόμενον ὑπὲρ φύσιν. Χαῖρε ἐν νηστείᾳ, καὶ μὴ στύγναζε, ὡς οἱ ὑποκριταί· ἀφανίζουσι τὰ πρόσωπα πρὸς θέαν ἀνθρωπίνην, ἀπολλύντες τὸν μισθὸν τῆς νηστείας. Τοῦ γὰρ Σωτῆρός ἐστιν ὁ λόγος· Ἐν νηστείᾳ ἄλειψόν σου τὴν κεφαλὴν, νίψον τὸ πρόσωπον τῇ εὐποιίᾳ, λάμψον ταῖς ἀρεταῖς, ὅπως ἐμοὶ μόνῳ φαίνῃ νηστεύων, τῷ τὰ κρυπτὰ καθορῶντι. Μὴ δυσχεράνῃς, ἀγαπητὲ, πρὸς τὴν νηστείαν, τὴν τῶν ἀρετῶν μητέρα, τὴν ῥίζαν τῶν ἀγαθῶν, τὴν πηγὴν τῆς σωφροσύνης, τὴν φύλακα τῆς εὐσεβείας, τὴν τῶν ἁγίων σύντροφον, τὴν τῶν ἀγγέλων ὁμόσκηνον, τὴν διαβόλου ἔχθραν, τὴν τοῦ Πνεύματος φίλην· δι' ἧς αἱ ἡδοναὶ ἡμᾶς φεύγουσι καὶ δαίμονες ὑπαναχωροῦσι, καὶ θυμὸς ἀτονεῖ, καὶ ἐπιθυμία νεκροῦται, καὶ ἀρεταὶ ζῶσι καὶ λάμπουσιν ἐν ἡμῖν· δι' ἧς τὰ πάθη ἠρεμεῖ, καὶ καταστέλλεται τῶν ἡδονῶν ὁ τάραχος, καὶ ὡς ἐν γαλήνῃ πλεῖ ὁ νοῦς, τῶν τρικυμιῶν τοῦ χειμῶνος τῆς πονηρίας διὰ τῆς ἐγκρατείας ταύτης καλῶς διανύσας, καὶ τῷ λιμένι τῆς ἀρετῆς τὴν ὁλκάδα προσορμίσας. Ἔχεις λοιπὸν τὸ κέρδος ἀσύλητον, τὸν φόρτον ἀναυάγητον, ὅταν ταῖς ἐντολαῖς τοῦ Πνεύματος ἐμπορεύσῃ, ὅταν τὸν λογισμὸν τῷ φόβῳ τοῦ Θεοῦ στηρίξας καὶ τὰ παρόντα διακρούσῃ, ἀκούων τῆς θείας Γραφῆς λεγούσης· Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Μὴ ἀγαπήσωμεν τοῦ κόσμου τούτου τὴν τρυφὴν, ἥτις ὡς φόρτος βαρὺς τῷ σκάφει τῆς ψυχῆς γινομένη ὑποβρύχιον αὐτὸ ἀπεργάζεται. Ἢ οὐκ οἶδας, ὅτι μέχρι φάρυγγος ἵσταται, καὶ ἀργεῖ λοιπὸν μετὰ τὸν φάρυγγα πᾶσα τρυφή· ἡ δὲ ἐξ αὐτῆς τικτομένη τιμωρία ἀτελεύτητον ἔχει τὴν βάσανον; Τοὺς μὴ νήφοντας σκοτοῖ ἡ τρυφὴ, τὸ κάλλος τῆς ψυχῆς ἀμαυροῖ, νεκρὸν ἔμπνουν ἀπεργάζεται· ὅσα οὐ θέμις, ἐκεῖνα πράττειν παρασκευάζει, διεγείρει τῆς ἡδονῆς τὰ ὄργανα, τὸν πόλεμον αὔξει, διυπνίζει τὰς ἐπιθυμίας· ἀνενέργητος εἶ λοιπὸν πρὸς ἀρετήν.

Τῶν γὰρ μελῶν λυθέντων, καὶ τῇ πολυοινίᾳ τὴν φρένα κλαπεὶς οὐκ ἰσχύεις ἔτι ἀνταγωνίσασθαι, καὶ εὐεπιχείρητος τοῖς ἐχθροῖς γίνῃ, ὥσπερ ναῦς ὑπὸ πνεύματος ἐλαυνομένη, μὴ ἔχουσα κυβερνήτην δυνάμενον ταῖς προσβολαῖς τῶν κυμάτων ἀντιμαχήσασθαι, ἥτις ὧδε κἀκεῖσε βάλλεται, καὶ οὐδὲν ἕτερον αὐτῇ ὑπάρχει, εἰ μὴ ναυαγίαν προσδοκᾷν. Μὴ τοίνυν, παρακαλῶ, μὴ μετὰ τὴν νηστείαν τρυφῇ σχολάσωμεν, μηδὲ τοὺς πολλοὺς πόνους ἀμελείᾳ κατασβέσωμεν· ἀλλὰ πόνους πόνοις συνάπτοντες, οὕτω προσδοκήσωμεν τὴν ἀντίδοσιν. Ὅταν γάρ τις μισθὸν μισθῷ συνάψῃ, ἔχει πολὺ κέρδος τεθησαυρισμένον. Μὴ σβέσωμεν τῆς νηστείας τὸ ἄνθος, μηδὲ τρυφῇ ναυαγῆσαι τὴν φρένα πρὸς ἡδονὰς παραχωρήσωμεν, ἵνα μὴ ἀνιάτοις κακοῖς τὴν ψυχὴν ταμιεύσωμεν. Κἂν μετὰ τὴν νηστείαν βούλῃ θεραπεῦσαι τὸ σῶμα ὡς ἀσθενὲς τυγχάνον, τῇ συμμετρίᾳ θεράπευσον· ἵνα, ὥσπερ ὁλκὰς ἐλαφρὸν φορτίον ἄγουσα, ὑψηλοτέρα ᾖ τῶν κυμάτων τῆς πονηρίας ἡ ψυχή· κἂν οἱ πειρασμοὶ διεγερθῶσι τῶν ἐπιθυμιῶν, νῆψαι δυνηθῇ πρὸς ἀνταγώνισιν, πρὸς κυβέρνησιν λογισμῶν, ἵνα τὸ σκάφος ἀναυάγητον διαφυλάξωμεν. Ἔχομεν γὰρ ἀδελφὴν τῆς νηστείας σύμμαχον πρὸς βοήθειαν, εὐχὴν λέγω· κἂν θάνατος ᾖ, κἂν πειρασμὸς, ἢ ἕτερόν τι τῶν κακῶν, εὐχῇ καὶ νηστείᾳ διαλύεται. Καὶ τί λέγω; Νηστεία δαίμονας φυγαδεύει, καὶ τὴν τοῦ διαβόλου τυραννίδα καταλύει, μάλιστα εἰ τὴν εὐχὴν ἔχει συνεργοῦσαν· νηστεία καὶ εὐχὴ τὸν Ἠλίαν εἰς οὐρανοὺς ἀνήγαγε, Νινευΐτας ἐκ θανάτου ἐῤῥύσατο, νηστεία τὸν ∆ανιὴλ ἐκ τῶν λεόντων ἀβλαβῆ διεφύλαξε, νηστεία τοὺς τρεῖς παῖδας ἀκεραίους ἐν μέσῳ τῆς καμίνου διετήρησε, νηστεία Μωϋσέα τῆς ἀθεάτου δόξης ἠξίωσε, νηστεία Ἑλισσαῖον ἄρχοντα τῶν προφητῶν ἀπετέλεσε. Καὶ τί ἔτι λέγω; Εἰ μὴν ἦν φάρμακον σωτηρίας καὶ πρόξενον ζωῆς, οὐκ ἂν ἐξ ἀρχῆς ὁ Θεὸς νηστεύειν ἐνετείλατο. Εἰ γὰρ ἐνήστευσεν Ἀδὰμ, οὐκ ἂν αὐτῷ θάνατος ἤγγιζεν, οὐκ ἂν ἐξέπιπτε τῆς ἀξίας τῆς δοθείσης αὐτῷ παρὰ Θεοῦ, καὶ τοῦ παραδείσου τῆς τρυφῆς ἐξεβάλλετο, καὶ τὴν ἐπίμοχθον ταύτην ζωὴν κατεδικάζετο· ἀλλ' ἐπειδὴ νόμῳ γαστρὸς ὑπήκουσε, διὰ τοῦτο εἰς θάνατον κατήντησε. Νηστεία ἀγγέλων ὑπάρχει δίαιτα· καὶ τὸ δὴ μεῖζον, ὁ Σωτὴρ ἐνήστευσεν, οὐκ αὐτὸς δεόμενος τοῦ φαρμάκου τῆς νηστείας, ἀλλ' ἵνα ὑπογραμμοὺς ἡμῖν νηστείας ἐγκατασπείρῃ πρὸς σωτηρίαν. Λάβε τοίνυν τὴν νηστείαν ὅλου τοῦ βίου συνέμπορον, ἵνα σε διαφυλάξῃ, ἵνα σε ἐκ θανάτου ῥύσηται, ἵνα σε ἐκ πειρασμῶν διασώσῃ, καὶ εἰσάξῃ σε εἰς τὸν τῆς βασιλείας τῶν οὐρανῶν λιμένα, χάριτι τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ νηστείας Λόγος γʹ.

Πρώην, ἐξ ὧν ἀκηκόατε, μεμαθήκατε ὅπως φιλότιμον τὸ τῆς νηστείας προοίμιον, ἀδελφοί. Ἀσιτοῦντες γὰρ, τοῖς τοῦ κόσμου στοιχείοις ὡς ὄψοις εἱστιάθημεν, οὐ μικρῶς, μᾶλλον δὲ σφοδρῶς θεασάμενοι Θεὸν ψυχῆς ὀφθαλμῷ ἐκτείνοντα τὸν οὐρανὸν, καλλωπίζοντα τὸ στερέωμα, χαλινοῦντα θάλασσαν, τροφοφοροῦντα ἐκ γῆς. Καὶ σκόπει μοι τὸ παράδοξον τὰ μὲν γὰρ γύναια τίκτει βρέφος, καὶ τότε προσφέρει τροφήν· ὡς ἐὰν μὴ βρέφος προέλθῃ, ἄκαρπος ἡ θήλη· γῆ δὲ, πρὶν ἢ γενέσθαι τὸν Ἀδὰμ, προήγαγε τροφὴν, καὶ πρὸ τόκου τράπεζα προὔκειτο τῷ παιδὶ, πρὸ τόκου τῷ πρωτοπλάστῳ προὔκειτο τράπεζα. Βλαστησάτω γὰρ, φησὶν ὁ Θεὸς, βοτάνην, καὶ τότε ἔπλασε τὸν ἄνθρωπον, χοῦν· οὐκ ἀργῶς, ἀλλ' ἵνα ἐκ τῆς γῆς προελθὼν, καὶ ἐπὶ τῆς γῆς περιπατῶν, καὶ ταύτην τὴν μητέρα καλῶν, καὶ εἰς ταύτην ὁρῶν, μὴ ἐπαίρηται, ἀλλὰ τὴν Ἀβραμιαίαν ἐκείνην Θεῷ προσφέρῃ φωνὴν λέγων· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ταύτην γὰρ τὴν ὁμολογίαν Θεῷ ποτε πρεσβεύων προσήνεγκεν ὁ φιλόξενος· ταύτην καὶ ἡμᾶς προσφέρειν καλόν. Αὕτη γὰρ ἡ φωνὴ τῆς φύσεως ἀσφαλέστατος χαλινός· αὕτη ἄτακτα βαίνειν οὐ συγχωρεῖ, ἄν τις ἀνάσχοιτο ἐρασθῆναι γῆς, τυγχάνων γῆ αὐτός. Εἰ γὰρ γῆς ἐρᾷ, κτῆμα κεκτήσθω τὸ ἴδιον σῶμα, καρποφόρον δεικνύτω ἑαυτὸν, τὰς ἀρετὰς ὡς εἰσφορὰς ἀποδιδότω τῷ τῆς κτίσεως γεωργῷ. Ὁ πατήρ μου, φησὶν, ὁ γεωργός. Πότε δέ τις ἐπιθυμήσει χρυσοῦ, ὁ γῆν ἐπιστάμενος ἑαυτόν; πότε δὲ ἐρασθείη ἐσθῆτος λαμπρᾶς ὁ κόνιν καλῶν ἑαυτόν; πότε εἰς πόθον ἀξίας ἐλθεῖν σπουδάσει, γῆν ὁμολογήσας ἑαυτόν, Ὅτι γὰρ ὁ ταύτην μελετήσας τὴν φωνὴν οὐκ ἐρεῖ τῷ πλησίον κακῶς, οὐ κινήσει κατὰ τοῦ πέλας γλῶτταν ἢ δεξιὰν, παντί που δῆλόν ἐστιν. Οὕτω σοφή τις καὶ θεία ἡ τοῦ φιλοξένου φωνή· Ἐγὼ γὰρ, ἔλεγε, φησὶν, εἰμὶ, οὐ πλάσμα σὸν, ὅπερ ἦν ἀληθὲς, οὐκ εἰκὼν σὴ, ὅπερ ἀψευδὲς, οὐκ ἐμφύσημα θεῖον, ὅπερ ἀκριβὲς, οὐ λογικὸς ἀνδριὰς, ὅπερ ἀσφαλές· ἀλλὰ ταῦτα πάντα δι' εὐλάβειαν σιγήσας καὶ λήθῃ παραδοὺς, γῆν ἐπὶ τοῦ κριτοῦ καὶ σποδὸν καλεῖ ἑαυτόν. Ταύτην τὴν φωνὴν λογισάμενός τις ἐπιείκειαν ἀσκείτω, ταπεινοφροσύνην ζηλούτω, τῷ πλησίον τῶν πρωτείων παραχωρείτω, ἐν ἀξίᾳ μὴ ἐπαιρέσθω, ἐν δυναστείᾳ μὴ φλεγμαινέτω, ἐν ζώνῃ μὴ ὀφρυούσθω, ἐν πλούτῳ μὴ ἐλπιζέτω, ἐν ὑγιείᾳ μὴ λακτιζέτω, ἐν εὐγλωττίᾳ μὴ ἀλαζονευέσθω. Ὁ γὰρ τήμερον ἐν τιμῇ, αὔριον ἐν γῇ· ὁ τήμερον ἐν δόξῃ, αὔριον ἐν θήκῃ· ὁ τήμερον ἐν θρόνῳ, αὔριον ἐν θρήνῳ· ὁ τήμερον ἐν τύφῳ, αὔριον ἐν τάφῳ· ὁ τήμερον ἐπὶ βήματος, αὔριον ἐπὶ μνήματος· ὁ τήμερον στρατηγὸς, αὔριον σποδός· ὁ τήμερον λαμπρὸς, αὔριον πηλός· ὁ τήμερον ἐπίβλεπτος, αὔριον βδελυκτός· ὁ τήμερον ἐμφανὴς, αὔριον ἀφανής· ὁ τήμερον σοβῶν, αὔριον σπάργανα περικείμενος ἐπιτάφια καὶ δεσμά· ὁ τήμερον εὔγλωττος, αὔριον ἄφωνος· ὁ τήμερον ὑπὸ κολάκων δορυφορούμενος, αὔριον ὑπὸ σκωλήκων δαπανώμενος· ὁ τήμερον εὐειδὴς, αὔριον δυσειδής· ὁ τήμερον ἐπαχθὴς, αὔριον εἰδεχθής. Καλῶς ἔλεγεν ὁ σοφὸς, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Ταῦτα εἰδυῖα Ἄννα ἡ τοῦ προφήτου μήτηρ Σαμουὴλ εὐχομένη ἔλεγε, τὸν παῖδα προσφέρουσα Θεῷ· Μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ' ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον. Μὴ καυχάσθω, φησὶν, ὁ σοφός· σποδὸς γὰρ γινόμενος, ἄσοφος ὁ σοφός. Μὴ καυχάσθω ὁ ἰσχυρός· πηλὸς γὰρ ἐν τάφῳ φανεὶς, ὃν τρόπον χόρτος, ἀποβάλλει τοῦ σώματος τὸ ἄνθος. Μὴ καυχάσθω ὁ πλούσιος· πάροικος γὰρ οὗτος τοῦ πλούτου καὶ παρεπίδημος, καθὼς ὁ ψάλλων ἔλεγε ∆αυΐδ. Ὅταν δὲ εἴπῃ, ὁ σοφὸς, ὁ ἰσχυρὸς, ὁ πλούσιος, πάντων 60.716 τὴν ὀφρὺν ἐχάλασε τῶν ἠλπικότων ἐπὶ τὴν τοῦ παρόντος κλύδωνος ἀδηλότητα. Κλύδων γὰρ ὡς ἀληθῶς τὰ παρόντα καὶ θάλαττα, καὶ τὸ ἑκάστου πέρας ἄδηλον, ὡς ἡ πεῖρα διδάσκαλος· κλύδων τὰ παρόντα καὶ θάλαττα· καὶ ἀλλεπάλληλα κύματα καθ' ἑκάστην τῆς ψυχῆς τὴν ζάλην ἐγείροντα. Τὸν μὲν γὰρ ἐπὶ τιμῇ, τὸν δὲ ἐπὶ ζώνῃ φυσᾷ, ἄλλον ἐπὶ δυναστείαν ἐκτραχηλίζει, ἕτερον πλούτῳ ἢ κάλλει ἄγει κατὰ κρημνοῦ· πάντας δὲ, ὡς εἰπεῖν, ἐν ἐπιθυμίαις πνεύματος εἰς τὸν τῶν παθῶν ὤθησε βυθόν. Ἀλλὰ σὺ, πιστὲ, κατὰ τὸν Ἀπόστολον, ἄνθρωπε τοῦ Θεοῦ, φεῦγε τῆς ἐπιθυμίας τὰ κύματα, ἔκκλινε τῶν τοῦ βίου κλυδώνων· ἀνώτερος δὲ τῶν παθῶν, ὡς κυμάτων γενόμενος, πλέε τοῦ βίου τὴν θάλασσαν, σωτηρίῳ ξύλῳ ἐμπιστεύσας τῆς ψυχῆς τὸ ἐφόλκιον. Ἱστός σοι γινέσθω σταυρὸς, ἄγκυρα πίστις, σχοῖνος ἐλπὶς, κώπη εὐχὴ, οἴακες ὀρθοὶ λογισμοὶ, ὀθόνη Χριστὸς, οὐριοδρόμον Πνεῦμα τὸ ἅγιον, κυβερνήτης ὁ τῶν ὅλων Πατήρ.

Ἂν οὕτω πλέῃς, οὐκ ἄδηλόν σοι τὸ τοῦ βίου συμπέρασμα. Οὕτω γὰρ πλεύσας Νῶε ἀβλαβῶς τὸ οἰκουμενικὸν ἐκεῖνο διέπλευσε πέλαγος· οὕτω πλεύσας Ἀβραὰμ τῶν πρωτείων παρεχώρει τῷ Λὼτ, καὶ γῆν ὠνόμαζεν ἑαυτὸν, καὶ τούτου χάριν ἅμα Ἰσαὰκ ἔτυχεν ὧν ἐπόθησεν· οὕτω πλεύσας Ἰακὼβ ἄπλαστος μεμένηκε καὶ ἀχείμαστος, ἄρτον μόνον καὶ ἱμάτιον παρὰ Θεοῦ, οὐ πλοῦτον αἰτῶν· οἱ γὰρ σπεύδοντες πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμόν. Οὕτω πλεύσας Ἰωσὴφ, τῆς ἐπιβουλῆς καὶ τῆς ἡδονῆς τὴν ζάλην διέφυγεν· οὕτω πλεύσας Μωϋσῆς, Ἰησοῦς τε καὶ ὁ λοιπὸς τῶν προφητῶν χορὸς καὶ δικαίων, ὡς εἰς ὅρμον ἀκύμαντον, ἐν τῇ τοῦ ∆ημιουργοῦ δεξιᾷ, καθάπερ σκάφος παρέθεντο ἑαυτούς· ∆ικαίων, γὰρ, φησὶ, ψυχαὶ ἐν χειρὶ Θεοῦ, μετὰ τοῦ πλεῖν καλῶς τὸν ὅρμον ἐχόντων τὴν θείαν δεξιὰν, τῶν ὁμιλούντων Θεῷ, καὶ γῆν καὶ σποδὸν καλούντων ἑαυτούς. Ἀλλὰ γὰρ, ὢ τῆς παραπληξίας, ὢ τῆς τῶν φρενῶν ἐκστάσεως· Θεῷ γὰρ ὁμιλεῖ Ἀβραὰμ, πατὴρ κεχειροτόνητο ἐθνῶν, τῆς ἐπαγγελίας κληρονόμος ὁ πάροικος, ὡς πρόβατον προσέφερε τὸν πρωτότοκον, καὶ γῆν καὶ σποδὸν ἐκάλει ἑαυτόν· οἱ δὲ νῦν βραχυτάτης γῆς οὐ δεσπόται, ἀλλ' οἰκονόμοι γενόμενοι, προσκαίρου ἢ ἐφημέρου ἀξίας ἠξιωμένοι κυρίως γὰρ ἀξίωμα θεοσέβεια, ζώνην πρόσκαιρον περικείμενοι, ἐπίκαιρον δυναστείαν κτησάμενοι, βασιλεῖ ἂν ἄρα ἢ ὑπάρχῳ ὁμιλήσαντες, οὐ Θεῷ, ἐκκλησίᾳ προσενέγκαντες τῆς πλεονεξίας δῶρα, ἢ ὀλίγον πτωχοῖς καταβάλλοντες κερμάτιον, εὐθὺς ἀνασπῶσι τὰς ὀφρῦς, καὶ ὡς ἐξ οὐρανοῦ προκύψαντες, ἡμῖν διαλέγονται, οἱ κυρίως γῆ τυγχάνοντες καὶ σποδός· μᾶλλον δὲ οἱ γῆ ὑπάρχοντες ἄκαρπος. Ἀκανθῶν γὰρ χωρίον, ἀδελφοὶ, ἡ τοῦ πλεονέκτου ψυχὴ, ἄκαρπος ἀγρὸς τὸ τοῦ φιλαργύρου ψυχάριον, ἀπροσόδευτος κτῆσις ἡ τῶν ἀλλοτρίων ἀπόλαυσις, ἔρημον γεώργιον τὸ τοῦ πόρνου σωμάτιον, πολύκρημνος χῶρος τῶν ὑπερηφάνων λογισμὸς, ἀκερδὴς ἐμπορία τῶν κατηγόρων τὰ ῥήματα, κενὴ πραγματεία, διαβόλου κοινωνὸς ὁ τοῦ πλησίον ἐπίβουλος. Ταῦτα ἐπ' ἐκκλησίας μεμαθηκότες, μισήσωμεν ἅρπαγας, ἀσκήσωμεν ἀρετὰς, φύγωμεν κακίαν, ἀγάπην ζηλώσωμεν, ἐκκλίνωμεν ἡδονὴν, ἁγνείαν ἀγκαλισώμεθα, ἀποστραφῶμεν δόλον, ἁπλότητα κοινωνήσωμεν· Τὸν γὰρ καταλαλοῦντα, φησὶ, λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καρποφόρον γῆν ἑαυτοὺς ἀποδείξωμεν, τὸν τῆς δικαιοσύνης ἐκφύοντες βλαστὸν, τὸν τῆς φιλανθρωπίας καὶ σωφροσύνης ἅμα τε καὶ ἐπιεικείας προσφέροντες καρπὸν, τὸν τῆς ἐξομολογήσεως πέπειρον βότρυν προσφέροντες Θεῷ. Ὅταν γὰρ, φησὶ, ταῦτα πάντα ποιήσητε, εἴπατε ὅτι ∆οῦλοι ἀχρειοί ἐσμεν. Αὕτη ἡ φωνὴ τοῦ ∆εσπότου Χριστοῦ ἐστιν αὐτῷ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ νηστείας. Λόγος δʹ.

Αἱ τῶν ὑδάτων πηγαὶ ἀντλούμεναι καθαρώτερον τὸ ὕδωρ βλυστάνουσι, καὶ πάντων τὴν χρείαν καὶ τὴν δίψαν πληροῦσαι ἄπαυστον ἐκ λαγόνων τὸ νᾶμα πη 60.716 γάζουσιν. Ἔξεστιν οὖν πᾶσι κατὰ τὴν οἰκείαν χρείαν τὸ νᾶμα τῆς δίψης ἐκεῖθεν ἀρύσασθαι, πλουσίῳ τε καὶ πένητι, σοφῷ τε καὶ ἰδιώτῃ· καὶ πᾶσιν αἱ πηγαὶ τὸν 60.717 πότον πλουσίως παρέχουσαι, ἀνεξάντλητον ἔχουσι τὸν θησαυρόν. Καθάπερ οὖν μία πηγὴ τὰ τῶν πολλῶν στόματα ποτίζει· οὕτω καὶ μία Γραφὴ τῶν πολλῶν νοήματα φωτίζει. ∆εῦτε τοίνυν καὶ ὑμεῖς, ἀγαπητοὶ, ἐπὶ τὴν τοῦ προλαβόντος πηγὴν ὁρμήσωμεν, καὶ τῆς διδασκαλίας τῶν νηστειῶν κοινωνήσωμεν. Καὶ γὰρ καὶ τοῦτο ὡς πλουσίῳ ἐπήρκεσε, καὶ ἡμῖν ὡς πένησιν οὐκ ἐξέλειπε. Νηστεύσας Ἠλίας ὁ ἁρματηλάτης, μηλωτῇ καὶ ῥάβδῳ τὸν ποταμὸν ἐδίχασεν. Ὁ αὐτὸς νηστεύσας οὐρανοὺς ἔκλεισε· ῥήματι γὰρ τὰς ὀμβροτόκους νεφέλας ἐκλειδούχησεν. Ὁ αὐτὸς νηστεύσας πυρίνους ἵππους ἡνίαις χαλινώσας, φλογίνῳ ἅρματι εἰς οὐρανοὺς ἡνιόχησε. Νηστεύσας Μωϋσῆς ὁ τοῦ Θεοῦ θεράπων φοβερὸν πέλαγος ἔῤῥηξε, καὶ τὴν ἰχθυοφόρον εἰς ἄρουραν μετέστρεψε, καὶ τοὺς Ἑβραίους ἄρας ἔσωσε, καὶ τοὺς Αἰγυπτίους κατεπόντισε. Νηστεία Μωϋσέως δεξιὰν ῥάβδῳ ἁγίᾳ χαριτώσασα, καὶ δι' αὐτῆς τὴν πέτραν πατάξασα, ὕδωρ πότιμον καρποφορῆσαι παρεσκεύασε. Νηστεία τὸν ∆ανιὴλ σοφίσασα, τῶν ἀψηλαφήτων ἐνυπνίων μυσταγωγὸν ἀπεδείκνυεν. Ὁ αὐτὸς νηστεύσας τοὺς ἐν λάκκῳ θῆρας ἐφίμωσε, καὶ τῶν λεόντων ποιμὴν γενόμενος, εἰς οὐρανοὺς ἀναβλέπειν τούτους ἐπαιδαγώγησε. Νηστεία τῶν τριῶν παίδων τὰ σώματα ἀδιάφθορα τηρήσασα, τὴν παμφάγον φλόγα τῆς Βαβυλωνίας καμίνου εἰς δρόσον μετέβαλε· νηστείᾳ Ἰωνᾶς ὁ προφήτης τὸ κῆτος χαλινώσας, καθάπερ ὑποζυγίῳ χρησάμενος, εἰς τὴν Νινευὶ ἐπορεύετο. Οὐ γὰρ ὅπου ἤθελε τὸ ζῶον, ἀπήρχετο, ἀλλ' ὅπου ὁ ἔνδον ἡνιοχῶν ἐβούλετο, ἐκεῖ τὸ κῆτος ἐπορεύετο. Νηστεύσαντες Νινευῖται τὴν πόλιν διέσωσαν, καὶ τὸ φυτὸν τοῦ προφήτου ἐμάραναν. Νηστεία Θεοῦ χάρισμα, νηστεία ἀγγέλων τροφή· νηστεία τὸν Μωϋσῆν ἐμυσταγώγησε, νηστεία τὸν Ἀβραὰμ ἐπιστώσατο, νηστεία τὸν Ἰσαὰκ ἐδικαίωσε, νηστεία σὺν τῷ Ἰακὼβ ἐξενίτευσε, νηστεία τὸν Ἰωσὴφ ἐσέμνυνε, νηστεία τὸν Μελχισεδὲχ ὕψωσε, νηστεία τὸν Λὼτ ἐκ Σοδόμων ἥρπασε, νηστεία σὺν τῷ Ἰὼβ ἤθλησε, νηστεία προφήτας ἐσό 60.718 φισε, νηστεία βασιλεῖς ἐδυνάμωσε, νηστεία ἱερεῖς ἐτελείωσε, νηστεία Μωϋσῆν ἐλαμπαδούχησε, νηστεία σὺν τῷ Ἀαρὼν ἱεράτευσε, νηστεία Ἰησοῦ Ναυὴ συνεστρατήγησε, νηστεία τὸν Γεδεὼν ὥπλισε, νηστεία τὸν Σαμψὼν ἠνδρείωσε, νηστεία τὸν Σαμουὴλ ἐκύησε, νηστεία σὺν τῷ Σαοὺλ ἐπολέμησε, νηστεία τὸν Ἡσαΐαν εὐλόγησε, νηστεία τὸν Ἱερεμίαν ἐστόμωσε, νηστεία τὸν Ζαχαρίαν ἡγίασε, νηστεία τὸν Ἰωάννην ἐσόφισε, νηστεία Πέτρῳ ἐπήρκεσε, νηστεία Παύλῳ ἐβράβευσε, νηστεία τὴν οἰκουμένην ἐσφράγισε, νηστεία δύναμιν πυρὸς κατεπάτησε, νηστεία ἔθνος λεόντων ἐμάρανε, νηστεία γαυρίαμα δρακόντων κατέσβεσε, νηστεία ποταμοὺς ἐξήρανε· νηστεία τοῦ παραδείσου ἀποκατάστασις, νηστεία ἐπὶ τοῖς εἰρημένοις κεφάλαιον, τὸ σῶμα τοῦ Χριστοῦ ὀχυρώσασα, τὰς προσβολὰς τοῦ διαβόλου σφοδρῶς ὑπεδέξατο. Νηστεία παρθένων συνόμιλος, νηστεία οἴκων αὔξησις, νηστεία μετανοούντων συνήγορος, νηστεία προσευχῆς ὁμόζυγος, νηστεία πλούτου ἀρχὴ, νηστεία πενήτων παράκλησις, νηστεία καταπονουμένων βοηθὸς, νηστεία ὕπνον ἐλαύνουσα, καὶ ὕμνον ἐπάγουσα, νηστεία ὕδωρ ἡμᾶς ποτίζουσα, καὶ ἀθανασίας πηγὴν ἡμῖν καταρτίζουσα. Ὢ νηστεία, ἡ ἄρτῳ τὰς ψυχὰς ἡμῶν πρὸς εὐσέβειαν εὐτρεπίζουσα, καὶ ἅλατι τὴν δυσωδίαν τῶν ἁμαρτημάτων ἡμῶν ἀποσμήχουσα· ὢ νηστεία τεσσαράκοντα ἡμέρας τὸν ἀέρα βαθμώσασα, καὶ ἡμᾶς εἰς οὐρανοὺς δι' ἐκείνων ἄγουσα· ὢ νηστεία διὰ στόματος νηστευόντων ἔλεον καὶ κρίσιν τῷ Θεῷ κελαδοῦσα, ὡς νῦν ἠκούσαμεν τῶν εἰρημένων. ∆αυῒδ γὰρ, ὁ τῶν ἁγίων προφητῶν ὁ χορὸς, δικαιοκρισίαν ἐλέῳ μεμιγμένην, τὴν μέλλουσαν κρίσιν ἀρτίως ἡμῖν ὑπογράφων, ἔλεγε πρὸς τὸν Θεόν· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Νηστεία τῶν Χερουβὶμ ὁμοδίαιτος, νηστεία τῶν Σεραφὶμ σύσκηνος, νηστεία τὸν Ἐνὼχ εἰς παράδεισον ᾤκισεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ νηστείας. Λόγος εʹ.

Σήμερον, ἀγαπητοὶ, τὸν ἰατρὸν προσκυνήσωμεν. Ἰδοὺ γὰρ ἐφίσταται ἡ νηστεία, ἡ ψυχῶν καὶ σωμάτων σωτηρίαν χαριζομένη, ὡς ἀνάστασιν παρεχομένη παράδοξον, ὡς πρὸς πνευματικοὺς ἡμᾶς ἀγῶνας ἔλαιον ἀλείφεσθαι. Εὐχὴ καὶ νηστεία τὸ τῶν ἀγγέλων ἔργον, νηστεία παραδείσου πύλη, νηστεία ἁμαρτωλῶν καθάρσιον, νηστεία παῤῥησία πρὸς Θεὸν, νηστεία καθαρότης καρδίας, νηστεία πάντων τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν ἀγαθῶν τὸ κεφάλαιον, νηστεία ἁγιασμὸς ψυχῆς, νηστεία ὑγεία σώματος, νηστεία οἴκου ἀσφάλεια, νέων παιδαγωγὸς, νηπίων φύλαξ, γερόντων σωφρονισμὸς, γυναικῶν εὐκοσμία καὶ κατάστασις. Ἀλλ' ὅτε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ καὶ ἐλεημοσύνῃ συμπάρεστι, τότε πλούσιος κατὰ Θεὸν ὁ τῆς εὐσεβείας ἐργάτης εὑρίσκεται. Θεῷ γὰρ δανείζει ὁ παρέχων τῷ πένητι. Εἶδες Θεὸν ἐγγυητὴν ὑπὲρ ἀνθρώπων γενόμενον; ∆ιὰ τοῦτο καὶ ὁ προφήτης τοῖς Ἰουδαίοις, ὡς μὴ τελοῦσι τὴν νηστείαν ἐξ ὅλης δυνάμεως, ὀνειδίζων ἔλεγεν· Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, τὸ ταπεινοῦν τὸν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ. Τί γὰρ ὄφελος, νηστεύειν στόματι, καὶ φονεύειν τοῖς ἔργοις; τί τὸ ὄφελος, βρωμάτων ἀπέχεσθαι, καὶ τῇ πορνείᾳ μιαίνεσθαι; Κρέας οὐκ ἐσθίεις, ἀλλὰ κατατρώγεις σάρκας τοῦ ἀδελφοῦ σου. Ποῖον κέρδος, οἴνῳ μὴ εὐφραίνεσθαι, καὶ μεθύσκεσθαι χρήμασι; τί τὸ ὄφελος, ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ· ποῖον κέρδος, νηστείᾳ μαραίνεσθαι, καὶ λοιδορεῖν τὸν πλησίον; τίς ἡ ὠφέλεια, ἐγκρατεύεσθαι βρωμάτων, καὶ ἁρπάζειν τὰ ἀλλότρια; τίς ἡ ἀνάγκη, τὸ σῶμα ξηραίνειν, καὶ πεινῶντας μὴ τρέφειν; τίς ἡ ὠφέλεια, τὰ μέλη συντρίβειν, καὶ χήρας μὴ ἐλεεῖν καὶ ὀρφανούς; τίς ὄνησις, ἐν φροντίσι καὶ μερίμναις διάγειν, καὶ ὀρφανοὺς χειμαζομένους μὴ ῥύεσθαι; Οὐδὲν ὄφελος τοῖς ἀνθρώποις, ὄνομα μόνον Χριστιανῶν ἐπιφέρεσθαι, ἔργα δὲ ἀγαθὰ μὴ κεκτημένοις· οὐ γὰρ ἀξιώματα παρὰ τῷ Θεῷ τιμῶνται, ἀλλ' ἔργα ζητοῦνται. Ἐπεὶ καὶ Ἰούδας ἐν τοῖς ἀποστόλοις ὑπῆρχε, καὶ τῆς ἴσης τιμῆς ἀπήλαυσε μετὰ τῶν ἄλλων· ἀλλὰ φιλαργυρίαν ἀγαπήσας ἀγχόνην ἐδέξατο· ὡς καὶ ἄρτι πολλοὶ φοροῦσι προβάτων ἐνδύματα, ἀλλ' ἔσωθεν λύκοι εἰσὶν ἅρπαγες. Ἐὰν βούλῃ νηστεύειν, μίσησον 60.718 φιλαργύριον· τὸ μέγα κακόν ἐστιν ἡ φιλαργυρία. Νηστεύεις; Φύγε μοιχείαν, φύγε πορνείαν, φύγε καταλαλιὰν, ψεῦδος, λοιδορίαν, ἔχθραν, βλασφημίαν καὶ πᾶσαν περιεργίαν. Νηστεύεις; Φύγε πλεονεξίαν, ἁρπαγὴν, ἔριν καὶ τὸν ψυχόλεθρον φθόνον. Νηστεύεις; Φύγε ὀργὴν, πορνείαν, ζῆλον, ἐπιορκίαν καὶ πᾶσαν ἀδικίαν. Νηστεύεις; Φύγε γαστριμαργίαν τὴν γεννήτειραν πάσης κακίας, τὴν χωρίζουσαν ἡμᾶς καὶ ἀπ' αὐτοῦ τοῦ Θεοῦ· γαστριμαργίαν τὴν κατάγουσαν ἡμᾶς ἕως τῶν ἀβύσσων τῆς ἀπωλείας. Ἐὰν νηστεύῃς διὰ τὸν Θεὸν, φύγε πᾶν πρᾶγμα ὃ μισεῖ ὁ Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν. Μετανοίας γὰρ ὁ παρὼν καιρὸς, οὐχὶ δὲ ἀνέσεως· μετάνοια τὴν πεπτωκυῖαν ψυχὴν ἀνιστᾷ, τὴν ἀλλοτριωθεῖσαν φίλην τῷ Θεῷ καθίστησι· μετάνοια τὴν κατεῤῥαγμένην ψυχὴν διεγείρει, τὴν χωλεύουσαν ἀνορθοῖ, τὴν συντετριμμένην ἰᾶται, τὴν τετραυματισμένην ὑγιάζει. ∆ράμωμεν τοίνυν πρὸς τὴν μετάνοιαν, ἀδελφοὶ, δράμωμεν. Καιρὸς γὰρ τοῦ μετανοῆσαι, οὐχὶ δὲ τοῦ σπαταλᾷν καὶ ἀναπεσεῖν· καιρὸς θρηνεῖν καὶ δακρύειν, οὐχὶ δὲ τὸ κινίζειν καὶ μετεωρίζεσθαι· καιρὸς ἐξομολογήσεως καὶ πένθους καὶ στεναγμῶν, οὐχὶ δὲ ἀμελείας καὶ ῥᾳθυμίας. Μετάνοια γάρ ἐστι βασιλείας οὐρανῶν πρόξενος, καὶ εἴσοδος παραδείσου, καὶ τρυφῆς αἰωνίου ἀπόλαυσις· μετάνοια τῶν ἁμαρτημάτων λυτήριον, τῶν σπιλωμάτων καθαρτήριον· μετάνοια, σωτηρίας μήτηρ, διαβόλου σκελισμὸς, παθῶν ἀφανισμός· ἡ μετάνοια τὰ δεσμὰ τῶν ἁμαρτημάτων διαλύει, τὰς ἀπηλπισμένας ψυχὰς διασώζει, τοὺς ἐσκοτισμένους φωταγωγεῖ, τοὺς μεμακρυμμένους πρὸς Θεὸν ἐπιστρέφει, τοὺς πεπλανημένους ἀνακαλεῖται· μετάνοια πάντων τῶν ἀπεγνωσμένων ψυχαγωγία καὶ παραμύθιον· μετάνοια πάσης ψυχικῆς καὶ σωματικῆς ἀσθενείας ἰατρεῖον καὶ σωτήριον φάρμακον. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Νηστεύεις; Πένητα μὴ παρίδῃς. Νηστεύεις; Βλέπε τῆς χήρας τὰ δάκρυα. Νηστεύεις; Γυμνὸν περίβαλλε. Νηστεύεις; Βλέπε ὀρφανοὺς στενάζοντας. Νηστεύεις; Ἐὰν ἔχῃς, ἐλέησον· εἰ 60.719 δὲ οὐκ ἔχεις, κἂν μὴ ἁρπάζῃς τὰ ἀλλότρια. Νηστεύεις; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον, καὶ ἀρκεῖ σοι εἰς σωτηρίαν. Νηστεύεις; Μὴ ἀφανίσῃς τὸ πρόσωπόν σου, ὥσπερ οἱ ὑποκριταὶ, μὴ σκυθρωπάσῃς, ἀλλ' ἄλειψόν σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς. Ἐὰν νηστεύῃς, οὕτω νήστευε ὡς ὁ Χριστὸς ἐκέλευσεν, ἵνα μὴ καὶ τὸν κόπον ὑπομείνῃς, καὶ τὸν μισθὸν ἀπολέσῃς. Ἐὰν γὰρ νηστεύῃς, βλέπε μὴ δανείσῃς τὸ ἀργύριόν σου ἐπὶ τόκῳ. Νηστεύεις; ∆ιάῤῥηξον βιαίων συναλλαγμάτων χειρόγραφον· συγχώρησον, ἵνα συγχωρῇ σοι· τῷ ἀδελφῷ σου τὴν λύπην ἄφες, ἵνα ἀφεθῇς· ἐλέησον, ἵνα ἐλεηθῇς· ἄφες τῷ πλησίον τὸ σφάλμα. Νηστεύεις; Ἐλέησον ὃν ἠδίκησας, μὴ φθονήσῃς ποτὲ ἀδελφῷ, μήτε πάλιν μισήσῃς τινά. Νηστεύεις; Μὴ κενοδοξήσῃς. Νηστεύεις; Φύγε πορνείαν, τὴν μιαίνουσαν ἡμῶν τὴν ψυχὴν καὶ τὸ σῶμα· πορνείαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ἁγίων· πορνείαν, τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός. Νηστεύεις; Μὴ συκοφαντήσῃς πένητα, ἵνα μὴ παροργίσῃς τὸν ποιήσαντα αὐτόν. Νηστεύεις; Θρέψον πεινῶντας, πότισον δι 60.720 ψῶντας, γυμνοὺς ἔνδυσον, ξένους παραμύθησαι, ἀσθενοῦντας ἐπίσκεψαι, τῶν ἐν φυλακῇ μὴ ἐπιλάθῃς, καταπονουμένους ἐλέησον, θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι, γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, εἰρηνοποιός· γενοῦ μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, ἄμαχος, εὐλαβὴς, ἵνα ὁ Θεὸς τὴν νηστείαν σου ἀποδέξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι. Οὐδὲν γὰρ ἀδελφὸς δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ὡς ἡ μετάνοια καὶ ἡ ἐλεημοσύνη. Ταῦτα παρακαλῶ, ἀδελφοὶ, ἵνα ἀσφαλῶς τηρήσωμεν, καὶ μισθὸν κομισώμεθα παρὰ τοῦ Θεοῦ· ἵν' ἀκούσωμεν τῆς μακαρίας φωνῆς ἐκείνης τῆς λεγούσης· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ ἀσθενὴς καὶ γυμνὸς καὶ ἐν φυλακῇ, καὶ διηκονήσατέ μοι. Ἧς τῆς φωνῆς ἀξιωθείημεν πάντες ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ νηστείας. Λόγος ʹ.

Πάλιν νηστείας καιρὸς, πάλιν τρυφῆς ἀφορμὴ, πάλιν ἀγώνων ὄψις, πάλιν ἡ τοῦ Χριστοῦ σάλπιγξ τὸν ἀγῶνα τὸν καλὸν κηρύσσουσα, τοὺς ἀγωνιστὰς ἐπὶ τὸ σκάμμα συνεκρότησε· πάλιν ἡ ἐνιαύσιος τοῦ Χριστοῦ παρουσία κηρύττεται. Πάντες ἑαυτοὺς καθάρωμεν, ἵνα αὐτὸν ὑποδεξώμεθα. Εἰ γὰρ παρουσία βασιλέως θνητοῦ κηρυττομένη, τοὺς μέλλοντας ὑποδέχεσθαι ἀναγκάζει μετὰ φόβου καὶ τρόμου τὰς οἰκίας εὐτρεπίζειν, ὅπως ἄξια κατασκευάσωσι τὰ οἰκήματα τοῦ μέλλοντος ἐνοικεῖν· πόσῳ μᾶλλον οἱ τὸν ἀληθινὸν βασιλέα ὑποδέχεσθαι μέλλοντες ὀφείλομεν ἑαυτοὺς ἀξίους παρασκευάζειν τοῦ μέλλοντος ἐν ἡμῖν οἰκεῖν;

Παρίτω σήμερον ἡμῖν Ἱερεμίας ὁ προφήτης, ὃς ἀπεστάλη παρὰ τοῦ Κυρίου, ἀκούσας· Ἰδοὺ τέθεικά σε σήμερον προφήτην εἰς τὰ ἔθνη, ἐκριζοῦν καὶ καταφυτεύειν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν. Ὑπακούσωμεν τοῦτον· αὐτός ἐστιν ὁ παρασκευάζων τοὺς ναοὺς τοῦ μεγάλου βασιλέως. Ἐκριζώσωμεν ἡδονὰς, καὶ καταφυτεύσωμεν ἐγκράτειαν· κατασκάψωμεν κακίαν, καὶ ἀνοικοδομήσωμεν ἀρετάς· ἀποδιώξωμεν ψεῦδος, καὶ καρπωσώμεθα ἀλήθειαν· ῥίψωμεν ὑπερηφανίαν, ἀναλάβωμεν μετάνοιαν· ἐκκόψωμεν ὀργὴν, καὶ δεξώμεθα πραότητα. Φησὶ γὰρ ὁ Χριστός· Ἐπὶ τίνα ἀναπαύσομαι; Ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους. Μὴ εὐτρεπίσῃς ἐκ λίθων οἰκίαν· Οὐ γὰρ ὁ Ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ. Εὐτρέπισον ναὸν λογικόν· κόσμησον αὐτὸν ἀρεταῖς· συμβάλλεταί σοι ὁ παρὼν καιρός. Περὶ τούτου Παῦλος λέγει· Ἰδοὺ ὁ καιρὸς συνεσταλμένος ἐστίν· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐ χρῄζει χρυσοῦ οὔτε ἀργύρου, οὐ χρῄζει λίθων πολυτελῶν οὔτε οἰκοδομιῶν μεγάλων, ἀλλὰ χρῄζει ψυχῆς φαιδρυνομένης, μετανοίας ἀνοθεύτου. Οἱ τοῦ ἐπιγείου βασιλέως πρόδρομοι οἱ ἀπαγγέλλοντες τὴν τούτου παρουσίαν, οὐδὲν οὐράνιον βαστάζουσιν, ἀλλὰ πάντα ἐπίγεια· ὃς μὲν ἀσπίδα, ἄλλος θώρακα, ἄλλος χρυσοῦς δράκοντας, ἄλλος ἱμάτια διάχρυσα· αὐτὸς δὲ ὁ βασιλεὺς φέρει τὴν τῶν πάντων ἐξουσίαν ἐν ἑαυτῷ, τὴν πορφύραν καὶ τὸ διάδημα. Οἱ δὲ πρόδρομοι τοῦ ἐπουρανίου βασιλέως οὐδὲν γήϊνον φέρουσιν, ἀλλὰ πάντα ἄξια τοῦ βασιλέως· Μωϋσῆς νόμον τὸν βασιλικὸν ἀπαγγέλλων, Ἡσαΐας νηστείαν, Ἱερεμίας προσευχὴν, Ἰωάννης βάπτισμα μετανοίας· αὐτὸς δὲ ὁ βασιλεὺς φέρει τὴν πορφυρίδα καὶ τὸ διάδημα, δι' ὧν τοὺς πάντας ἐλευθεροῖ· Ἔστι γὰρ αὐτῷ πορφύρα· πορφυρὶς τὸ σῶμα, καὶ τὸ διάδημα ὁ λόγος. Τοῦτον ἰδὼν Ἰωάννης βοᾷ καὶ λέγει· Ἡμεῖς πάντες ἐκ μέρους.

Μωϋσῆς τῷ Ἰσραὴλ νομοθετεῖ, Ἡσαΐας τῷ Ἰσραὴλ προφητεύει, Ἱερεμίας ὡσαύ 60.720 τως, ἐγὼ δὲ βάπτισμα μετανοίας τῷ κόσμῳ· ἀλλ' οὐδεὶς ἐλευθεροῖ. Ἦλθεν ὁ τῶν πάντων ἔχων τὴν ἐξουσίαν· αὐτός ἐστιν ὁ παρ' ἡμῶν κηρυττόμενος, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης· αὐτὸς οὐκ ἔθνει ἑνὶ χαρίζεται, ἀλλὰ ὅλῳ τῷ κόσμῳ σωτηρία γίνεται. Ἀμνὸν εἶχεν ὁ νόμος· ἀλλ' ὑπὲρ ἑνὸς ἔθνους ἐσφάζετο, ἀλλ' οὐκ ἀφῆκεν ἁμαρτίας· τύπος γὰρ ἦν. Μετὰ τοῦτον τὸν ἀμνὸν Ἡσαΐας κηρύττει· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτὸν, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἡ κρίσις αὐτοῦ ἀπ' αὐτοῦ ἤρθη. Οὗτός ἐστιν ὁ ἀληθινὸς ἀμνὸς, ὁ διὰ λόγων κηρυττόμενος, καὶ νῦν δι' ἔργων φαινόμενος· οὗτός ἐστιν ὑπὲρ ὅλου τοῦ κόσμου ἑαυτὸν ἐκδούς· οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, Οἱ προφῆται διὰ γραμμάτων τὰ μέλλοντα προεφήτευσαν, οὐ τὰ πράγματα ἔδειξαν· ἐὰν γένηται τὰ πράγματα, ἀληθινὰ ποιεῖ τὰ γράμματα. Προεφήτευσε ∆αυῒδ περὶ τῶν μελλόντων εἰς τὸν Ἰησοῦν γίνεσθαι· ἀλλὰ μηδέπω παρόντων τῶν πραγμάτων, τὰ γράμματα σκιὰν ἔσχον, τοῦτο οἰκονομήσαντος τοῦ Θεοῦ. Εἰ γὰρ ἐγνώκεισαν οἱ Ἰουδαῖοι τὸ διὰ γραμμάτων πράγμασι φαινόμενον, τὰ γράμματα ἦσαν ἀπαλείψαντες, δεδοικότες τὸν ἐκ πραγμάτων ἔλεγχον. Ἔλεγε γὰρ ὁ ∆αυῒδ ἐν τῷ δευτέρῳ ψαλμῷ· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; τοῦ Ἡρώδου καὶ τοῦ Καϊάφα τὴν ἀπόνοιαν· Συνήχθησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες ἐπὶ τὸ αὐτό· τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ ∆εσπότου λέγει Κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. ∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὰ τοῦ σταυροῦ δὲ λέγων, ἐν εἰκοστῷ πρώτῳ ἔλεγε· Περιεκύκλωσάν με κύνες πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

Καὶ εἶχον σκιὰν τὰ γράμματα· ὅτε δὲ ἦλθε τὰ πράγματα, τότε ἡ σκιὰ ἀνεχώρει, καὶ ὁρῶσιν οἱ Ἰουδαῖοι τὰς χεῖρας καὶ τοὺς πόδας ἡλωθέντας οἴκοθεν, αὐτῶν τὸν ἔλεγχον ἐν τοῖς ἑαυτῶν βιβλίοις ταῦτα περιέχοντα· καὶ οὐκ ἔτι δύνανται ἐξαλεῖψαι τὰ γράμματα. Πρόδηλα γὰρ γεγόνασι τὰ ἀμφότερα· τὰ γράμματα τοῖς πράγμασι συνεφώνησεν. Ἔλεγεν Ἡσαΐας Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐνώπιον τοῦ κείροντος αὐτὸν, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἰουδαῖοι ἀνεγίνωσκον τὰ γράμματα, καὶ οὐκ ἐνενόουν τὰ πράγματα· Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν 60.721 τὴν εἰκόνα. Ὅτε δὲ ἦλθεν ὁ καιρὸς τοῦ τὰ πράγματα φανερὰ γενέσθαι, καὶ ὁ ἀληθινὸς ἀμνὸς ἐπὶ σφαγὴν ἤγετο, καὶ τὸ ἀληθινὸν πρόβατον ὑπὲρ ὅλου τοῦ κόσμου ἐθύετο, καὶ ἡ ἀληθινὴ κάθαρσις τῶν ἀνθρώπων ἐγίνετο, καὶ τὸ ἀληθινὸν αἷμα ὑπὲρ σωτηρίας ὅλου τοῦ κόσμου ἐξεχύνετο, καὶ τὰ ὑπὸ Ἰουδαίων ἐδραματουργεῖτο· καὶ τῆς προφητείας τοῦ Ἡσαΐου πληρουμένης κατῃσχύνθησαν οἱ Ἰουδαῖοι. Ἐὰν γὰρ θελήσωσιν οἱ Ἰουδαῖοι ἀρνήσασθαι, ἀναγινώσκω αὐτοῖς τὸν ∆αυῒδ, ἀναγινώσκω τὸν Ἡσαΐαν, οἴκοθεν αὐτῶν τὸν ἔλεγχον προφέρω.

Ἔρχεται καὶ Μωϋσῆς συνηγορῶν μοι περὶ τοῦ σταυρωθέντος· ὃς βουλόμενος αὐτοῖς κηρῦξαι τὸν μέλλοντα σταυροῦσθαι, διὰ γραμμάτων ἐκήρυξε. ∆ιὰ τοῦτο ἔφη· Κἂν ἐγὼ σιωπήσω, τὰ ἔργα κράζουσι. Ποῖα ἔργα; Ἀγνοοῦσιν οἱ Ἰουδαῖοι· ἡ γὰρ σκιὰ τοῦ νόμου ἐπίκειται. Ἔρχεται δὲ ὁ καιρὸς, ὅτε τὰ πράγματα φανερὰ γίνεται, καὶ ἡ σκιὰ ὑποχωρεῖ, καὶ τὰ πράγματα γράμματα συνιστῶσιν. Ἐξῆλθόν ποτε ὄφεις ἐν τῇ ἐρήμῳ, καὶ ἔδακνον τοὺς ἀνθρώπους· καὶ ἐποίησε Μωϋσῆς χαλκοῦν ὄφιν καὶ ἐσταύρωσε, καὶ προσέταξε πάντα τὸν δακνόμενον προσέρχεσθαι καὶ ἰάσεως τυγχάνειν· τοῦτο τοῦ Θεοῦ προοικονομήσαντος ἐν τύπῳ, ἵν', ὅταν ἔλθῃ ἡ ἀλήθεια, ἡ σκιὰ ἀναχωρήσῃ καὶ τύπος δείξῃ τὴν ἀλήθειαν. Ὅτι δὲ τύπος ἦν τῆς ἀληθείας τὸ γινόμενον, οὕτως ἔλεγε Μωϋσῆς· Οὐκ ἔστι τοῦτο ἀλήθεια· τύπος ἐστί· μέλλει ἡ ἀλήθεια. Ὄψεσθε γὰρ τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας, καὶ οὐ πιστεύσετε ἐπὶ τὴν ζωὴν ὑμῶν· Χριστὸν λέγων τὴν ζωὴν κρεμαμένην ἔμπροσθεν τῶν Ἰουδαίων, καὶ μὴ 60.722 πιστεύοντας Ἰουδαίους ὅτι δὴ αὐτός ἐστιν ἡ ζωή. ∆ιὰ τί δὲ ὄφιν ἐκρέμασε Μωϋσῆς ἐπὶ τοῦ σταυροῦ; Εἰς τύπον τοῦ Χριστοῦ, ἐπειδὴ δι' ὄφεως καὶ ξύλου ἁμαρτία ἐγένετο· ἔδει δὲ τὸν Χριστὸν διὰ τοῦ ξύλου τὴν διὰ τοῦ ξύλου ἁμαρτίαν λῦσαι, καὶ τὴν κατάραν τὴν διὰ τοῦ ὄφεως εἰς ἑαυτὸν ἀνασπάσαντα ἀφανίσαι· ἵνα γενόμενος ὑπὲρ ἡμῶν κατάρα, Θεοῦ δικαιοσύνην ἡμῖν χαρίσηται. Καὶ γὰρ οὐκ ἔγνω ἁμαρτίαν, καὶ ὑπὲρ ἡμῶν ἐσταυρώθη, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη. Ὁ δὲ ὄφις ἐπὶ τοῦ σταυροῦ κρεμάμενος οὐκ ἦν ἀλήθεια· τύπος ἦν· ἡ δὲ σκιὰ τὴν ἀλήθειαν ἔκρυβεν. Ἦλθεν ἡ ἀλήθεια, Χριστός· ἀνέβη ἐπὶ τὸ ξύλον. Τότε Ἰουδαίοις ἀναγινώσκω τὸ Μωϋσέως, καὶ ἀποφράσσω αὐτῶν τὰ στόματα· Καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας, καὶ οὐ πιστεύσετε ἐπὶ τὴν ζωὴν ὑμῶν. Ὁ δὲ μακάριος ∆αυῒδ πῶς ὑμῖν ἔλεγε περὶ αὐτοῦ; Ἀνέβη εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις. Ἀνέβη εἰς ὕψος ἐπὶ τοῦ σταυροῦ· ᾐχμαλώτευσε τὸν διάβολον, ἔλυσε τὸν θάνατον, προσήλωσε τὴν ἁμαρτίαν, ἔῤῥιψε τὴν κατάραν καὶ τὸν ὄφιν ἀπὸ τοῦ ξύλου. Τῆς ἀληθείας ἐλθούσης, οἱ τύποι ῥίπτονται· αὐτὸς τρόπαιον ἱστᾷ κατὰ τοῦ διαβόλου, καὶ δίδωσι καὶ τοῖς ὑπ' αὐτὸν ὑπηκόοις τὴν κατὰ τοῦ διαβόλου ἐξουσίαν, λέγων πρὸς αὐτούς· ∆ι' ὑμᾶς ὑπὸ κατάραν, δι' ὑμᾶς ὑπὸ νόμον, δι' ὑμᾶς ὑπὸ μαρτυρίαν· δι' ὑμᾶς πόλεμος, δι' ὑμᾶς νίκη. Ἰδοὺ, δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ νηστείας. Λόγος ζʹ.

Ἧκε καὶ σήμερον Ἱερεμίας ὁ προφήτης, ὁ τοὺς ναοὺς παρασκευάζων τοῦ μεγάλου βασιλέως, καὶ διαλέγεται ἡμῖν λέγων· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις. Νῦν ἀδιαφόρως τοῖς πᾶσι διαλέγεται, παιδευθεὶς παρὰ τοῦ ∆εσπότου. Πάλαι γὰρ πρὸς ἀπειθῆ λαὸν φθέγγεσθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα, ἅπερ αὐτὸς διηγήσατο. Ὁρῶν γὰρ τὸ γένος τῶν ἀνθρώπων ἐν ἁμαρτίαις ἐμπεφυρμένον, οὐκ ἠβούλετο λαλεῖν, λέγων· Ἄρα φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ διὰ τοῦτο ἐπέχω τὸν λόγον, ἕως αὑτοὺς ἐκκαθάρωσιν. Ὥσπερ δοῦλος πιστὸς ἐμπιστευθεὶς τὸ πολύτιμον μύρον, οὐ καταβάλλεται τοῦτο ἐν ἀγγείῳ βεβορβορωμένῳ, ἵνα μὴ τὸ μύρον τὴν εὐωδίαν ἀπολέσῃ· τὸν αὐτὸν τρόπον καὶ ὁ προφήτης ἔχων τὸν λόγον τοῦ μύρου τιμιώτερον, ὁρῶν τοὺς ἀνθρώπους βεβορβορωμένους, ἐπέχει κατασπεῖραι τὸν λόγον. Ὧ δὴ τοῦτο γίνεται ὡς πῦρ καιόμενον ἐν τοῖς ἐγκάτοις αὐτοῦ, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Ἔλεγε γὰρ πρὸς αὐτὸν ὁ Θεός· Ἀπεστάλης κηρύττειν· διὰ τί σιωπᾷς; ἀπεστάλης σπεῖραι· διὰ τί τὸν σπόρον ἐπέχεις; Σπεῖρον ἀδιαφόρως ὅ σοι ἐνεπίστευσα, σπεῖραι καὶ ἐπὶ τὰς ἀκάνθας, σπεῖραι καὶ ἐπὶ τὰ πετρώδη, σπεῖραι καὶ ἐπὶ τὴν καλὴν γῆν. Τοῦ σπεῖραι σὺ χρεώστης, καὶ ἡ γῆ τοῦ καρποφορῆσαι. Ἐὰν ἀναβῶσιν ἄκανθαι, καὶ πνίξωσι τὸν σπόρον, σὺ οὐκ ἔσῃ αἴτιος· ἐὰν ἡ καλὴ γῆ καρποφορήσῃ, ἀποδίδωσι καὶ τῆς καλῆς γῆς τὸν σπόρον. ∆οῦλος εἶ· ἐνεπίστευσά σοι τὸ ἀργύριον· δὸς αὐτὸ τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἀπαιτήσω αὐτὸ παρὰ τῶν τραπεζιτῶν. Ἐάν μοι προσενέγκωσι διπλοῦν ὃ ἐνεπίστευσα αὐτοῖς, καταστήσω αὐτοὺς ἀπὸ μικρῶν ἐπὶ τὰ μεγάλα, ἀπὸ τῶν γηΐνων ἐπὶ τὰ πνευματικά. Ἐὰν δὲ ὑποδεξάμενοι τὸν σπόρον, μὴ ἀξίους ἑαυτοὺς παρασκευάσωσι τοῦ καρποφορῆσαι, ἀλλὰ παραδέξωνται τὰς μερίμνας τοῦ κόσμου, ὅ ἐστιν ἄκανθαι, πυρὸς ἄξιοι γενήσονται. Ἐὰν δὲ καὶ εἰς τὰ πετρώδη μὴ εὑρεθῇ βάθος γῆς· τουτέστιν, ἐὰν εὑρεθῇ σκληροκάρδιος, καὶ μὴ ἔχῃ πίστιν, ἀλλ' ἀποξηράνῃ τὸν σπόρον· ἐκεῖνος δίκην ἀπαιτηθήσεται τῆς σκληροκαρδίας αὐτοῦ. Τὸν αὐτὸν τρόπον καὶ οἱ ἐμπιστευόμενοι τὸ ἀργύριον, ὅσοι διπλοῦν προσάγουσι, τὰ μείζονα ἐμπιστευθήσονται· ὃς δὲ προσενέγκῃ τὸ τάλαντον μόνον, ὃ ἐπιστεύθη, τιμωρίᾳ καταδικασθήσεται. Σὺ δὲ κήρυττε ἀδιαφόρως· τοῖς γὰρ ἀσθενέσιν ἰατρὸς ἀπεστάλης. Καὶ γὰρ ὁ γεωργὸς τὴν ἀγεώργητον γῆν γεωργεῖ, καὶ τὴν ἄσπορον σπείρει. Οὐ γὰρ ἡ 60.722 γεωργηθεῖσα γῆ καὶ ἐσπαρμένη χρείαν ἔχει τοῦ γεωργεῖσθαι, ἢ σπείρεσθαι ἐν δευτέρῳ, οὐδὲ ὁ ὑγιὴς χρείαν ἔχει τοῦ ἰατροῦ· οὕτως οὐδὲ ὁ δίκαιος τῆς διδασκαλίας. Οὐ γὰρ ὁ βλέπων βούλεται ἀναβλέψαι, ἀλλὰ ὁ τυφλός. Οὕτω γάρ φησιν ὁ ∆εσπότης ἐν τοῖς Εὐαγγελίοις· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Ἀκολούθως καὶ Παῦλος ἔλεγε· Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Οὕτως ἔλεγε καὶ Πέτρος ἐν ταῖς Πράξεσιν· Ἄνδρες ἀδελφοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ τοῦ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Καὶ μὴ λέγετε· Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι δυνατός ἐστιν ὁ Θεὸς ἐκ τῶν λίθων τούτων τέκνα ἐγεῖραι τῷ Ἀβραάμ. ∆ιὰ τοῦτο παιδευθεὶς ὁ προφήτης ἀδιαφόρως κηρύττειν, ἐβόα· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις. Ὥσπερ γὰρ ἡ ἀγεώργητος γῆ νεάζεται ἐν ξύλῳ καὶ σιδήρῳ ἑλκόντων τῶν βοῶν, καὶ οὕτως ὁ γεωργὸς τὸν σπόρον ἐγκαταβάλλει· οὕτω καὶ ἐπὶ τῶν ἀνθρώπων λάβωμεν καὶ ἡμεῖς τὸ ξύλον καὶ τὸν σίδηρον καὶ τὰς βόας ἑλκούσας. Ἤτω ἡμῖν τὸ ξύλον, ὁ σταυρός· ὁ σίδηρος, οἱ ἧλοι· αἱ βόες, ὁ νόμος καὶ οἱ προφῆται, ἕλκοντες ἡμᾶς τῇ διδασκαλίᾳ ἐπὶ τὸν κρεμασθέντα ἐπὶ τοῦ σταυροῦ· ἵνα ἰδὼν μὲν ἡμᾶς παρεσκευασμένους, καταπέμψῃ τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἁγιασμὸν τῶν ὑδάτων, καὶ εἰς ἀναγέννησιν τῶν νενεασμένων διὰ τῆς διδασκαλίας, κατὰ τὸν μακάριον ∆αυῒδ λέγοντα· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Κυρίως ὁ ἄνθρωπος προσηγορεύετο, ὅτι Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Λέγει δὲ καὶ ∆αυΐδ· Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.

Καὶ πάλιν ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς προσκαλεσάμενος τοὺς μαθητὰς, ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτῶν· Λάβετε Πνεῦμα ἅγιον. Νεώσωμεν ἑαυτοῖς νεώματα, ἀπόθου τὴν παλαιὰν κακίαν, ἐκρίζωσον τὰς ἀκάνθας τῆς παρακοῆς· ἡνίκα γὰρ παρήκουσεν Ἀδὰμ, ἐξεβλήθη τοῦ παραδείσου. Τοῦτο ἐδέξατο παρὰ τοῦ ∆εσπότου· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Τοῦτο συνειδὼς ὁ προφήτης ἐκήρυττε· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις· ἐμφαίνων διὰ τοῦ λόγου, ὥστε ἡμᾶς ἀνανεῶσαι αὑτοὺς 60.723 τῇ μετανοίᾳ, καὶ ἐκριζῶσαι τῆς παρακοῆς τὸ ἐπιτίμιον, τὰς ἀκάνθας. Εἰσὶ δὲ ἄκανθαι ἐν τῷ ἀνθρώπῳ ἔρις, ζῆλος, θυμὸς, διχοστασίαι, ἀκαθαρσίαι, πλεονεξίαι, μοιχεῖαι, ἀνδροφονίαι. Εὐθὺς ἡ Εὔα συλλαβοῦσα γεννᾷ Κάϊν, ὅστις ζήλου ἀρχηγὸς γέγονε, φόνων εὑρετὴς, ὑποκρίσεως πατὴρ, δημιουργὸς ψεύδους. Ἐρωτώμενος γὰρ παρὰ τοῦ ∆εσπότου· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἕτοιμος ψεῦδος γεννᾷ λέγων· Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; Ὁ δὲ Θεὸς βουλόμενος αὐτὸν ἀπὸ τῶν πραγμάτων πεῖσαι, ὡς τὰ πάντα ἐπίσταται, ἔφη· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Οὐ τὸ αἷμα λόγῳ βοᾷ· λόγου γὰρ οὐ μετέχει· ἀλλὰ τὸ πρᾶγμα διὰ τῆς ὠμότητος τὸν ἀδελφοκτόνον θριαμβεύει. ∆ιὰ τοῦτο βοᾷ ὁ προφήτης· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Ἠκούσατε ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων Σίμωνα τὸν Μάγον, ὅπως μὴ νεώσας μηδὲ ἐκριζώσας τὰς ἀκάνθας, προσῆλθε τοῖς ἀποστόλοις λαβεῖν τὸ βάπτισμα. Καὶ οἷος κατῆλθε, τοιοῦτος καὶ ἀνῆλθεν, οὐκ ἀτονοῦντος τοῦ βαπτίσματος, ἀλλὰ τούτου ἀπειθήσαντος τῷ σταυρωθέντι, τῷ προσηλωθέντι. Οὐκ ἐπίστευσε τοῖς προφήταις, οἵτινες ὡς βόες ἕλκουσι τοῦ σταυροῦ τὰ σύμβολα, τὸν σίδηρον καὶ τὸ ξύλον, καὶ ἀνανεοῦσι τῇ διδασκαλίᾳ τὸ τῶν ἀνθρώπων γένος. ∆ιὰ τοῦτο οὐ λύεται ἀπὸ τῆς κατάρας τῆς τοῦ Ἀδὰμ, ἀλλὰ πάλιν λαμβάνει δευτέραν κατάραν, καὶ προστίθεται ἀνομία ἐπὶ τὴν ἀνομίαν αὐτοῦ, ἵνα μὴ εἰσέλθῃ ἐν δικαιοσύνῃ Θεοῦ· ὡς οὐδὲν γὰρ αὐτὸν ὠφέλησε τὸ βάπτισμα. Προσῆλθε τοῖς ἀποστόλοις, λέγων· Λάβετε χρυσίον, καὶ δότε μοι τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧτινι δ' ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον. Ὁ δὲ Πέτρος αὐτῷ εἶπεν· Οὐκ ἔστι σοι μέρος, οὐδὲ κλῆρος ἐν τῷ μέρει τούτῳ, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἠβουλήθης διὰ χρημάτων κτήσασθαι. Οὗτος οὐχ ὑπήκουσε τοῖς προφήταις, οὐκ ἐνέωσε τὴν λογικὴν αὐτοῦ χώραν· οὗτος οὐδὲ ἔτυχε τοῦ ἁγίου Πνεύματος τοῦ ὑπὸ τῶν προφητῶν κηρυχθέντος. Φοβήθητε τὸ ὑπόδειγμα, καὶ νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Ἐὰν ἐκκόψῃς τὰς ἀκάνθας, καταδέξῃ τὸν σπόρον, καρποφορεῖς, καὶ μέτοχος γένῃ τοῦ ἁγίου Πνεύματος. Οὕτως ὑπακούσας τῷ 60.724 προφήτῃ ὁ Κορνήλιος ἐνέωσεν ἑαυτὸν, ἐξέκοψε τὰς ἀκάνθας, καὶ ἐκαρποφόρει τῷ Θεῷ. Ὤφθη γὰρ αὐτῷ ἄγγελος λέγων· Κορνήλιε, αἱ ἐλεημοσύναι σου ἀνῆλθον ἐνώπιον τοῦ Θεοῦ. Οὗτος ὁ καλὸς γεωργὸς ἐξεῤῥίζωσε τὰς ἀκάνθας, ἐνέωσε τὸν ἑαυτοῦ ἄνθρωπον, ἀνέβη αὐτοῦ ὁ καρπὸς ἐνώπιον τοῦ Θεοῦ, Ὁρᾷς καρπὸν μετανοίας; Ἀπὸ γῆς εἰς οὐρανὸν ἀνῆλθε, καὶ ἐνώπιον τοῦ Θεοῦ μετὰ παῤῥησίας ἕστηκεν. Ὥσπερ γὰρ τὰ καλὰ ἔργα μετὰ παῤῥησίας πρεσβεύει, οὕτω καὶ τὰ ἄλλως ἔχοντα μετὰ σπουδῆς κατηγορεῖ. Ἤκουσας τὰ καλὰ ἔργα ὑπὲρ τοῦ Κορνηλίου πρεσβεύοντα· ἄκουσον καὶ τὸν φόνον τοῦ Κάϊν μετὰ σπουδῆς κατηγοροῦντα· οὕτω γάρ φησιν ὁ Θεὸς πρὸς τὸν Κάϊν· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· καὶ τὴν ἐπιτιμίαν ὁριζομένην, ὅτι Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Ἄκουσον καὶ τὸν μισθὸν τῆς ἐλεημοσύνης καὶ τῆς προσευχῆς, τί φησιν ὁ ἄγγελος· Ἀπόστειλον εἰς Ἰόππην, καὶ μετάπεμψαι τὸν Πέτρον, καὶ οὗτός σε διδάξει τί σε δεῖ ποιεῖν. Ἦλθε Πέτρος, καὶ ἐν τῷ ἄρξασθαι αὐτὸν λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτὸν, ὥσπερ καὶ ἐπὶ τοὺς ἀποστόλους. Ὁρᾷς, ὁ μισθὸς τῆς νηστείας καὶ τῆς προσευχῆς καὶ τῆς ἐλεημοσύνης τὸ Πνεῦμα τὸ ἅγιον διδόμενον; Οὗτος ὁ καιρὸς τῆς νηστείας καὶ τῆς ἐλεημοσύνης· τοῦτον τὸν καιρὸν προϊδὼν Ἠλίας, ἐνήστευσε τεσσαράκοντα ἡμέρας· διὰ τοῦτο ἅρματι πυρίνῳ ἀναλαμβάνεται, καὶ μέχρι σήμερον ἐν σώματί ἐστι. Τοῦτον τὸν καιρὸν προεφήτευσε Μωϋσῆς, νηστεύσας τεσσαράκοντα ἡμέρας· διὰ τοῦτο νόμον ἔλαβε πρὸς διόρθωσιν τῶν ὁμοφύλων. Τοῦτον τὸν καιρὸν ἐδίδαξεν ἡμᾶς ὁ Χριστὸς, νηστεύσας τεσσαράκοντα ἡμέρας· ἵν' ἡμᾶς παιδεύσῃ προθύμως καταδέχεσθαι τὴν αἰτίαν ταύτην, δι' ἧς νεάζεται ἡ λογικὴ χώρα, δι' ἧς ἐκτίλλονται ἄκανθαι, δι' ἧς σβέννυνται ἐπιθυμίαι, δι' ἧς καταλύεται τὰ ἔργα τοῦ διαβόλου, δι' ἧς ἡγίασται τὰ ὕδατα τοῦ Ἰορδάνου, δι' ἧς ἀναγεννᾶται ἄνθρωπος, δι' ἧς κατέρχεται τὸ Πνεῦμα τὸ ἅγιον, δι' ἧς ζωὴ καὶ ἀνάστασις. Ταύτην οἱ προφῆται προεφήτευσαν, ταύτην ὁ Χριστὸς ἐδίδαξε· ταύτην ἀγαπήσωμεν, ταύτην καταδεξώμεθα· προσθῶμεν ἐλεημοσύνην καὶ προσευχὴν, ἵνα τύχωμεν τοῦ ἁγίου Πνεύματος, ὥσπερ καὶ ὁ Κορνήλιος· καὶ δοξάζωμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα. Αὐτῷ ἡ δόξα εἰς τοῦς αἰῶνας. Ἀμήν.

7
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία