Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Περὶ τῆς ἀρνήσεως Πέτρου

De negatione Petri / Об отречении Петра

De negatione Petri

Εἰς τὴν ἄρνησιν Πέτρου, καὶ εἰς τὸν σταυρὸν, καὶ πῶς ὁ Ἰωσὴφ τύπος ἐγένετο τοῦ Χριστοῦ, ὁμιλία.

αʹ. Ἀναγκαῖον ἐν τῷ παρόντι καιρῷ καὶ τὸ χρέος τοῦ Ἰωσὴφ ἀποτῖσαι, καὶ τὸ κλῆτος τοῦ σταυροῦ μηνῦσαι. Σήμερον καὶ Ἰωσὴφ στεφανοῦται, καὶ σταυρὸς φυτουργεῖται· σήμερον καὶ Πέτρος ἀρνεῖται, καὶ ὁ λῃστὴς εὐ 59.614 ωχεῖται· σήμερον καὶ ὁ νόμος πληροῦται, καὶ ὁ προφητευθεὶς Χριστὸς δοξολογεῖται· σήμερον κυρίως πληροῦται τὸ φάσκον ῥητὸν περὶ τοῦ Κυριακοῦ θανάτου, Ἐν τῇ παγίδι αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Καὶ τίς ὁ ἁμαρτωλός; Ὁ τῆς ἁμαρτίας εὑρετὴς διάβολος. Καὶ τίς ἡ ὑπ' αὐτοῦ κατασκευασθεῖσα παγίς; Ὁ σταυρὸς, 59.615 καὶ οὐδὲν ἕτερον· αὐτὸς γὰρ ἠρέθισε παῖδας Ἰουδαίων πελεκεῖσθαι τὸν σταυρὸν, δόξας σοφίζεσθαι τὸν ἀσόφιστον, καὶ τῷ θανάτῳ περιβάλλειν τὸν ἐν νεκροῖς ἐλεύθερον· μὴ συνιδὼν ὁ ἀλλότριος, ὅτι ὁ σταυρὸς τὸ κέντρον τῆς ἁμαρτίας ἀμβλυνεῖ, καὶ τὴν κεφαλὴν τῆς ἀλαζονείας αὐτοῦ συνθλάσει, καὶ τὸ στόμα τῆς βλασφημίας αὐτοῦ ἐμφράξει, καὶ τὰς πτέρυγας τῆς ἀντιθέσεως αὐτοῦ ἐκτιλεῖ, καὶ ἔρημον καὶ ἄπορον ἐρήμοις ἀποδεικνύει.

Σήμερον καὶ τοῦ προφήτου ∆αυῒδ πληροῦται τὸ λόγιον, Μαρτύριον ἐν τῷ Ἰωσήφ· τουτέστιν, ὁ Κύριος ἐν τῷ Ἰωσὴφ προανεζωγραφεῖτο, ἃ ἔμελλεν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐφίστασθαι. Πολλὰ γὰρ ἐν τῷ Ἰωσὴφ παραπλήσια τοῦ ∆εσπότου εὑρίσκεται· οἷόν τι λέγω· Ὁ Ἰωσὴφ ἐπεβουλεύετο ὑπὸ τῶν ἰδίων συγγενῶν ... ὁ Ἰωσὴφ ἀπέδυ τὸν ποικίλον χιτῶνα· ὁ Κύριος ὃν εἶχε τὸν ἄνωθεν ὑφανθέντα, λαβόντες οἱ στρατιῶται διενείμαντο. ∆ιεμερίσαντο γὰρ, φησὶν, τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ὁ Ἰωσὴφ πρὸς τὸν πατέρα διεβλήθη· ὁμοίως καὶ τὸν Κύριον πρὸς τὸν Πατέρα ἐσυκοφάντησαν, οἱ μὲν Ἰουδαῖοι τὸν υἱὸν τοῦ τέκτονος αὐτὸν λέγοντες, πάλιν δὲ οἱ τῶν Ἰουδαίων παράσιτοι αἱρετικῶν παῖδες, ἑτεροούσιον αὐτὸν δογματίζουσιν. Ὁ Ἰωσὴφ τοῖς Ἰσμαηλίταις ἐπράθη· ὁ Κύριοςὑπὸ Ἰούδα τοῖς Φαρισαίοις· ὁ Ἰωσὴφ εἰς κενὸν λάκκον ἐμβληθεὶς ἀνῆλθεν ἀτραυμάτιστος· ὁ Κύριος εἰς καινὸν μνημεῖον ταφεὶς, ἀνέστη τριήμερος. Τί δὲ μακρολογῶ; Ὁ Ἰωσὴφ τὴν Αἰγυπτίαν ἐστηλίτευσεν· ὁ Κύριος τὴν συναγωγὴν ἐδημοσίευσεν· ὁ Ἰωσὴφ τοῖς ἀδελφοῖς ἀνεγνωρίσθη· ὁ Κύριος μετὰ τὴν ἀνάστασιν τοῖς μαθηταῖς ἐνεφανίσθη· ὁ Ἰωσὴφ φυλακισθεὶς σὺν δυσὶν εὐνούχοις, τὰ ὀνείρατα αὐτοῖς ἐμήνυσεν· ὁ εἷς μὲν αὐτῶν ὀρνεόβρωτος ἐγένετο, ὁ δὲ ἕτερος εἰς τὴν ἰδίαν πατρίδα ἀποκαταστήσεται· ὁ Κύριος μετὰ δύο λῃστῶν σταυρωθεὶς, τὸν μὲν ἄπιστον βρώμασι γεέννης παρέπεμψε, τὸν δὲ πιστὸν ἀρχιπολίτην τοῦ παραδείσου κατέστησεν ... ὁ δὲ Κύριος τετράπωλον ἅρμα τῶν εὐαγγελιστῶν τῷ Πατρὶ ἐγνώρισεν· ὁ Ἰωσὴφ θηριότροφος ἐμηνύθη, καὶ ὡς βασιλεὺς ἐκηρύχθη· ὁ Κύριος ὡς ἄνθρωπος ἐσταυρώθη, καὶ ὡς Θεὸς ἐδοξάσθη. Ἄκουε δὲ καὶ ἑτέραν προφητείαν συντείνουσαν εἰς τὸν σταυρόν· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, καὶ δέδωκας δόματα τοῖς ἀνθρώποις. Τί τὸ ὕψος; τίς ὁ ἀναβάς; τίς ἡ αἰχμαλωσία; τί τὰ δόματα τοῖς ἀνθρώποις; Ὕψος, ὁ τίμιος σταυρὸς, διὰ τὸ ἀκατάληπτον μυστήριον· ὁ ἀναβὰς, ὁ ∆εσπότης Χριστός· Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβάς. Τί δέ ἐστιν, Ἠχμαλώτευσας αἰχμαλωσίαν; Τουτέστιν, Τοὺς προκατεχομένους ὑπὸ τῆς ἁμαρτίας ἐλθὼν ὁ Κύριος διὰ τῆς χάριτος ἀνεπλάσατο, δοὺς δόματα τοῖς ἀνθρώποις. Ποῖα δόματα; Τῶν ἁμαρτιῶν τὴν ἄφεσιν, τῆς υἱοθεσίας τὸ χάρισμα, τῆς βασιλείας τὴν κληρονομίαν, τῆς ἀθανασίας τὸ μήνυμα, καὶ τῆς ἐκ δεξιῶν καθέδρας τὸ ἐνέχυρον. Καὶ τίς ὁ τούτου μάρτυς; Αὐτὸς ὁ Κύριος λέγων· Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· τουτέστιν, ὅταν σταυρωθῶ, τότε πάντες εἰς ἐμὲ πιστεύσουσιν. Ἤκουες ἀρτίως ἄλλην ἐναργεστέραν μαρτυρίαν συντείνουσαν εἰς τὸν σταυρὸν, Ἡσαΐου προφήτου βοῶντος καὶ λέγοντος· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος. Τί τὸ πρόβατον; τίς ὁ ἀμνός; τίς ἡ σφαγή; τίς ἡ κούρευσις; τίνες οἱ σφαγιασταὶ καὶ κουρευταί; Πρόβατον καὶ ἀμνὸς ὁ ∆εσπότης Χριστὸς, τυπικῶς· πρόβατον, διὰ τὸν πόκον τοῦ βαπτίσματος· ἀμνὸς, διὰ τὴν ἔνσαρκον θυσίαν· σφαγὴ ἡ τῆς πλευρᾶς τὴν πλευρὰν ἰωμένη. Τίνες οἱ σφαγιασταὶ καὶ κουρευταί; Σαδδουκαῖοι καὶ Φαρισαῖοι· πρῶτον γὰρ παρεκούρευσαν τῇ βλασφημίᾳ, εἶθ' οὕτως ἐφόνευσαν τῇ βασκανίᾳ. Ὥσπερ γὰρ ἐν τοῖς παροῦσιν ἄνθρωπος ὁ κουρευόμενος καὶ ἀνώδυνος μένει καὶ ὡραιόμορφος εὑρίσκεται· οὕτω καὶ ὁ Χριστὸς τὴν πληγὴν δεχόμενος, ὡς κουρὰν ἐδέξατο, ὀδύνην μὴ ὑπομείνας, καὶ τὴν εὐμορφίαν τῆς ἀναστάσεως μηνύσας. Περὶ αὐτοῦ γέγραπται, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Συνῳδὰ δὲ καὶ τοῦ Ἡσαΐου Ἱερεμίας ἐφθέγξατο εἰπών· Ἐγὼ ὡς ἀρνίονἄκακον ἦλθον τοῦ θύεσθαι. Ἀρνὸς ἀναγκαίως προσηγο 59.616 ρεύθη, ὡς μὴ στασιάσας περὶ τὸ πάθος, ὡς μὴ λακτίσας περὶ τὴν σφαγήν. Ἀλλ' εἰ καὶ ὡς Ἰουδαῖοι ἔσφαξαν, ἡμεῖς δὲ ὠψωνίσαμεν· κἀκείνων μὲν τὸ ἔγκλημα, ἡμῶν δὲ τὸ κατόρθωμα· ἐκείνων τὸ ῥάπισμα, ἡμῶν δὲ ἡ ἐλευθερία· ἐκείνων ἡ τιμωρία, καὶ ἡμῶν ἡ εὐλογία. Τὸ φῶς παραγίνεται, ὁ Χριστὸς μνημονεύεται. Σήμερον πληροῦται καὶ τὸ τοῦ ∆αυῒδ προφητικὸν λόγιον, ἁρμόζον εἰς τὸν παρόντα σταυρόν. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Φέρε οὖν ἐν μνήμῃ, ἀγαπητὲ, ὡς ὁ Κύριος κρεμασθεὶς ἐν τῷ σταυρῷ ἐβόησε λέγων, ∆ιψῶ· καὶ εὐθέως εἷς δραμὼν, καὶ πληρώσας σπόγγον ὄξους καὶ χολῆς, προσήνεγκε τῷ Κυρίῳ. Καὶ τί δήποτε ὁ Κύριος τὴν δίψαν ἐβάλλετο, ὁ τὴν ἀκρότομον πέτραν λιμνᾶσθαι παρασκευάσας; Ἐπειδὴ ὃ ἦν γεγραμμένον, ἔδει καὶ πληρωθῆναι· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Τοιαῦτα τῆς Ἰουδαϊκῆς ἀμπέλου τὰ ὑπολήνια· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Ἐκείνων γὰρ τὰ ὑπολήνια, ὄξος καὶ πικρία, ὁ δὲ ἡμέτερος τρυγητὸς, γλυκύτης καὶ ἀθανασία. ∆ιὸ καὶ προτρεπόμενος ὁ προφήτης ἔλεγε· Γεύσασθε, καὶ ἴδετε. ὅτι χρηστὸς ὁ Κύριος.

βʹ. Τί οὖν λοιπὸν τὸ ζητούμενον; Ὁ δὲ Κύριος προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, εἶπε πρὸς αὐτοὺς κατὰ πρόσωπον· Ἐν τῇ νυκτὶ ταύτῃ σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ὁρᾷς, πῶς πάντα μεμαρτυρημένα εἰσὶ, πῶς πάντα βέβαια, πῶς οὐδὲν ἀργὸν, πῶς οὐδὲν ἄπρακτον; Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ὢ τῆς ἀκριβείας τοῦ ἁγίου Πνεύματος! Εἰ γὰρ καὶ ὁ προφήτης ἐβόησεν, ἀλλ' ὅμως τὸ Πνεῦμα ὑπηγόρευσε τὸ πρᾶγμα. Οὐκ εἶπε· Πατάξω τὸν ποιμένα, καὶ ἀπολοῦνται τὰ πρόβατα· ἀλλ' εἶπε, Καὶ διασκορπισθήσονται· τουτέστι, Πρὸς ὀλίγον σκανδαλισθήσονται· μετ' οὐ πολὺ δὲ τῆς πίστεως κρατήσουσι, ποιμένα τὸν Κύριον καλοῦντες· ἐπειδὴ αὐτὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα, καὶ ἐλθὼν ἐπὶ τὸ πεπλανημένον· τουτέστιν, ὁ καταλιπὼν τὰς ἐπουρανίους δυνάμεις, καὶ ἐλθὼν ἐπὶ τὸν πεπλανημένον Ἀδάμ. Πρόβατα δὲ καὶ οἱ ἀπόστολοι προσηγορεύθησαν, ὡς πειθόμενα τῇ σωτηρικῇ βακτηρίᾳ, καὶ χλοαζόμενα τὸ Κυριακὸν σῶμα, καὶ μανδρευόμενα εἰς τὰ πεδία τῆς τῶν οὐρανῶν βασιλείας. Ὥσπερ γὰρ ἐν τῷ παρόντι χωρήσαντος λύκου εἰς ἀγέλην, καὶ πρόβατον ἁρπάσαντος, τὰ λοιπὰ πρόβατα διασκορπίζονται, ἀποπηδῶσι, καὶ φεύγουσιν· ἐὰν δὲ μόνον ἀκούσωσι τοῦ ποιμένος συρίζοντος, πάλιν τρέχουσι, καὶ ἀλλήλοις συνάπτονται· οὕτω καὶ οἱ μαθηταὶ τοῦ Κυρίου, ὡς λύκον τὸν σταυρὸν θεωρήσαντες, ἀπέφυγον, ἀπεπήδησαν· μόνον δὲ ἤκουσαν τοῦ ∆εσπότου τὴν ἀνάστασιν, καὶ εὐθέως προσέδραμον, καὶ ἐγνώρισαν, καὶ τῆς μάνδρας τῶν οὐρανῶν οὐκ ἠλλοτριώθησαν.

Ταῦτα οὖν τοῦ Κυρίου λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς, ὅτι Πάντες σκανδαλισθήσεσθε τῇ νυκτὶ ταύτῃ ἐν ἐμοί· ὁ Πέτρος ἀλληγορήσας, ὡς θέλει αὐτὸν παραθέσθαι, καὶ τῶν λοιπῶν μαθητῶν φιλοδεσποτικώτερος εὑρεθῆναι, μᾶλλον δὲ τἀληθέστερον εἰπεῖν, δημοσιεῦσαι τὴν ἑαυτοῦ ἄρνησιν, πρὸς τὸν ∆εσπότην ἔφη, Τί λέγεις, ∆έσποτα; πάντες σκανδαλισθῶμεν ἐπὶ σοί; καὶ μετὰ πάντων κἀμὲ συνηρίθμησας; οὕτω μου θαῤῥεῖς τῇ στεῤῥότητι; κἀγὼ ἀπαρνήσομαί σε, ὁ ἐν τῇ θαλάσσῃ περιπατήσας; ὁ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως ἀξιωθείς; ὁ ἀγέλην δαιμόνων φυγαδεύων; ὁ πᾶν πάθος θεραπεύων; οὐχὶ ἐγώ σε πρὸ πάντων ἐγνώρισα, καὶ ἀνεβόησα, Σὺ εἶ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος; ∆ιὸ καὶ ἀποδεξάμενός μου τὴν μαρτυρίαν, ἐμακάρισας, καὶ πέτραν τῆς Ἐκκλησίας προσηγόρευσας λέγων· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐγὼ οὖν σε ἀπαρνήσομαι, ὁ κορυφαῖος τῶν ἀποστόλων, ὁ στῦλος τῆς Ἐκκλησίας; ∆ιὸ καὶ θαῤῥῶν ἐμαυτῷ, βοῶ· Κἂν πάντες σκανδαλι 59.617 σθήσωνται, ἐγὼ οὐ σκανδαλισθήσομαι. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Τί λέγεις καὶ ἀντιλέγεις, Πέτρε; τοῖς ῥήμασιν ἀντιτάσσῃ Θεῷ; ψευδολογοῦντά με εὗρες; οὐ παρακαλεῖς στηριχθῆναι, ἀλλ' ἐπαγγέλλῃ μὴ σαλευθῆναι; οὐχὶ ἡ αὐτή σου θερμότης πολλῷ παρεσκεύασέ σε χείρω; ταύτην σου τὴν προπέτειαν καὶ ἐπὶ τῆς θαλάσσης βαδίζων ἐνεδείξω, εἰ μὴ θᾶττον ἐγὼ τὴν χεῖρα ἐξέτεινα. Οὐχὶ καὶ ἐν τῷ ὄρει τῆς μεταμορφώσεως ἥμαρτες ἐν ἐμοὶ, τρεῖς σκηνὰς χαλκεύειν βουλόμενος, καὶ τοῖς φίλοις συντάττων ἐμὲ τὸν ∆εσπότην; οὐ παρεκάλεις μὴ ἀνελθεῖν με εἰς Ἱεροσόλυμα, μὴ φέρων τὴν ἀπειλὴν τῶν Ἰουδαίων; Ἐγὼ μὲν, Πέτρε, οὐκ ἤθελόν σε δημοσιεύειν, σὺ δὲ παρεγράψω τὸν προγνωστικὸν τῆς θεότητός μου ὀφθαλμόν. Ἴδε σοι λέγω ἃ μέλλεις διαπράττεσθαι, ὅπως ἐκ τῶν καθ' ἑαυτὸν γνῷς ὅστις εἶ. Ἀμὴν, ἀμὴν λέγω σοι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Ὁ δὲ Πέτρος πάλιν κλαπεὶς τὴν διάνοιαν, μὴ συνειδὼς τὸ τρεπτὸν τῆς ἀνθρωπίνης ἕξεως, ἀπεκρίνατο πρὸς τὸν Κύριον λέγων· Τί με φοβεῖς; οἶδα θανάτου καταφρονεῖν, καὶ οὐ μή σε ἀπαρνήσωμαι. Ὁ δὲ Κύριος πρὸς τὸν Πέτρον· Καλῶς μὲν οὖν συνετάξω, ἀλλ' οὐ μετὰ πολὺ γνώσῃ· ὁ γὰρ καιρὸς ἐπὶ θύραις, ὅπως φανερωθῇ καὶ ἡ σὴ σύνταξις, καὶ ἡ ἐμὴ πρόληψις.

Τί οὖν τὸ πέρας τοῦ λόγου; ἡ ἑσπέρα γὰρ ἐπίκειται. Τοῦ γὰρ Κυρίου κρατηθέντος, καὶ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως ἀχθέντος, καὶ πάντων τῶν μαθητῶν σκορπισθέντων, ὁ Πέτρος μόνος ἠκολούθει εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, ὡς δεῖν μέλλειν ποιεῖν τὰ συναχθέντα. Τοῦ δὲ Κυρίου ἐνδότερον ἀσφαλισθέντος, ὁ Πέτρος ἐν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ ἐκαθέζετο θαρσαλέος, ἀκαμπὴς, ὡς δὴ τὸ νῖκος ἀπενεγκάμενος. Τί οὖν; Ἐπὶ πολὺ καθεζομένου αὐτοῦ, μήτε ξίφος θεασαμένου ὀξυνόμενον, μήτε στομωτῆρας προκειμένους, μὴ δήμευσιν ἐπαγγελλομένην, μήτε ἐξορίαν ἐπιγραφομένην· μικρὰ δὲ παιδίσκη, ἀργυρώνητος, εὐτελὴς, προσελθοῦσα τῷ Πέτρῳ λέγει· Τί ποιεῖς ἐνταῦθα, ἄνθρωπε; ποῦ ἡ δύναμις τοῦ ∆ιδασκάλου σου; ἴδε συγκέκλεισται ἔνδον· ἴδε μέλλει σταυρῷ παραδίδοσθαι. Ὁ Πέτρος ἀποπτύσας τῆς μνήμης τὴν παῤῥησίαν, ἀπεκρίνατο λέγων, Τί με περιβομβίζεις, κοράσιον; Οὐκ οἶδα τὸν ἄνθρωπον. Ὢ τῶν πραγμάτων! ὁ λέγων, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, ἄρτι ἀπαρνεῖται. Ταύτης οὖν τῆς ἀρνήσεως πρώτης γενομένης, θορυβηθεὶς ὁ Πέτρος, ὡς ἀπὸ πυρὸς τῆς αὐλῆς ἐξεπήδησεν, ἔξω τοῦ πυλῶνος τρέχων. Καὶ τί; Πάλιν ἑτέρα παιδίσκη συνήντησεν αὐτῷ. Ὢ τῶν πραγμάτων! οὐδαμοῦ στρατιώτης, οὐδαμοῦ ξίφος, ἀλλ' εὐτελὲς κοράσιον συνήντησε τῷ Πέτρῳ· ἀντέβαλε πρὸς αὐτὸν λέγουσα· Τί θορυβῇ, ἄνθρωπε; ποῦ σπεύδεις; τί ἀγωνιᾷς; οὐχὶ πάντοτέ σε ἐθεώρουν μετὰ τοῦ Γαλιλαίου περιπατοῦντα; πῶς οὖν ἐξελθὼν τοῦ πυλῶνος τρέχεις; Ὁ δὲ Πέτρος λιτῶς οὐκ ἔτι ἀπεκρίνατο, ἀλλὰ μεθ' ὅρκου λέγει· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Εἶδες Θεοῦ πρόῤῥησιν, καὶ ἀνθρώπου ὄλισθον; Εἶτα τῆς δευτέρας ἀρνήσεως πληρωθείσης ἡ τρίτη ἄρνησις, περιέχει οὕτως· Μετὰ μικρὸν προσελθόντες οἱ παρεστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ καὶ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Ὁ δὲ Πέτρος ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Ποῦ ἡ παράσκεπτος τοῦ Πέτρου ἐπαγγελία; ὁ πρότερον εἰρηκὼς, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὧδε λέγεις· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον; Τάχα ὁ Πέτρος ἄκων περὶ τὴν λέξιν ταύτην ἐγρηγόρησεν· οὐκ εἶπεν, Οὐκ οἶδα τὸν Θεὸν Λόγον· ἀλλ' εἶπεν, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον.

Περὶ τὸ ὁρώμενον προσέκοψεν, οὐχὶ περὶ τὸ νοούμενον. ∆ιὸ καὶ ὁ Κύριος προειδὼς ἔλεγε· Πᾶς ὅστις εἴπῃ βλασφημίαν εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ. Τί οὖν ὁ Πέτρος; Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν· ὁ ἀπερίγραφος τοῦ Πέτρου κατήγορος, ὁ προαναφωνητὴς τῆς ∆εσποτικῆς ἀποφάσεως συνήγορος, ὁ τῆς ἀρνήσεως δημοσιευτὴς, καὶ τῆς προγνώσεως ἐμφανιστὴς, καὶ τῶν μετανοητικῶν δακρύων ὑπομνηματιστής. 59.618 γʹ. Καὶ ταῦτα μὲν ἀρκούντως εἰρήσθω· τὸν δὲ τῆς ἐλεημοσύνης λόγον γυμνάσωμεν, παραινοῦντες τὴν ὑμετέραν ἀγάπην, καὶ λέγοντες ὡς ἐν τῷ Εὐαγγελίῳ εἴρηται· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας· ἵνα, ὅταν ἐκλ[ε]ίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. Καλῶς εἶπεν, Αἰωνίους. Ἐνταῦθα μὲν γὰρ κἂν λαμπρὰν ἔχῃς οἰκίαν, ἀπόλλυται πάντως φθειρομένη τῷ χρόνῳ· μᾶλλον δὲ καὶ πρὸ τῆς κατὰ χρόνον φθορᾶς θάνατος ἐμπεσὼν ἐκβάλλει σε τῆς λαμπρᾶς ταύτης οἰκήσεως· πολλάκις δὲ καὶ πρὸ τοῦ θανάτου πραγμάτων τινῶν δυσκολίαι καὶ συκοφαντῶν ἔφοδοι καὶ ἐπιβουλαὶ ἐκπεσεῖν αὐτῆς παρεσκεύασαν. Ἐκεῖ δὲ οὐδὲν τούτων ἔστιν ὑποπτεῦσαι, οὐ φθορὰν, οὐ θάνατον, οὐ κατάπτωσιν, οὐ συκοφαντῶν ἐπήρειαν, οὐκ ἄλλο οὐδὲν, ἀλλ' ἀκίνητος καὶ ἀθάνατός ἐστιν ἡ οἴκησις.

∆ιὰ τοῦτο αἰωνίους αὐτὰς ἐκάλεσε. Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Ὁρᾷς, πόση φιλανθρωπία τοῦ ∆εσπότου, πόση χρηστότης καὶ ἐπιείκεια; οὐ γὰρ ἁπλῶς ταύτην ἔθηκε τὴν προσθήκην, ἀλλ' ἐπειδὴ πολλοῖς πλουσίοις πλοῦτος συνείλεκται ἐξ ἁρπαγῆς καὶ πλεονεξίας, κακῶς μὲν, φησὶν, οὐκ ἐχρῆν σε οὕτω συλλέξαι χρήματα· ἀλλ' ἐπειδὴ συνέλεξας, στῆθι τῆς ἁρπαγῆς καὶ τῆς πλεονεξίας, καὶ χρῆσαι εἰς δέον τοῖς χρήμασιν.

Οὐ λέγω, ἵνα ἁρπάζων ἐλεῇς, ἀλλ' ἵνα τῆς πλεονεξίας ἀποστὰς, πρὸς ἐλεημοσύνην καὶ φιλανθρωπίαν ἀποχρήσῃ τῷ πλούτῳ. Εἰ γάρ τις μὴ παύσαιτο τῆς ἁρπαγῆς, οὐδὲ ἐλεημοσύνην ἐργάσεται· ἀλλὰ κἂν μυρία καταβάλλῃ χρήματα εἰς τὰς τῶν δεομένων χεῖρας, τὰ ἑτέρων ἁρπάζων καὶ πλεονεκτῶν, τοῖς ἀνδροφόνοις ἐξίσης λελόγισται τῷ Θεῷ. ∆ιὸ χρὴ πλεονεξίας ἀποστάντα πρότερον, οὕτω τοὺς δεομένους ἐλεεῖν. Πολλὴ γὰρ τῆς ἐλεημοσύνης ἡ δύναμις. Ἀλλὰ μηδεὶς τὴν συνέχειαν τῆς ὑπομνήσεως κατηγορίαν ἡγείσθω τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας. Καὶ ἐγὼ τοίνυν ἐπειδὴ μετὰ πολλῆς ἀεὶ προθυμίας ὁρῶ τοὺς περὶ ἐλεημοσύνης δεχομένους λόγους ὑμᾶς, διὰ τοῦτο καὶ αὐτὸς συνεχέστερον τὴν ὑπὲρ τούτων κινῶ παραίνεσιν. Ἰατροὶ τῶν ψυχῶν ἡμῶν εἰσιν οἱ πένητες, εὐεργέται καὶ προστάται· οὐ γὰρ τοσοῦτον δίδως, ὅσον λαμβάνεις. ∆ίδως ἀργύριον, καὶ λαμβάνεις βασιλείαν οὐρανῶν· λύεις πενίαν, καὶ καταλλάττεις σεαυτῷ τὸν ∆εσπότην. Ὁρᾷς, ὅτι οὐκ ἴση ἡ ἀντίδοσις; Ταῦτα ἐπὶ γῆς, ἐκεῖνα ἐν οὐρανῷ· ταῦτα ἀπόλλυται, ἐκεῖνα μένει· ταῦτα φθείρεται, ἐκεῖνα πάσης ἐστὶν ἀνώτερα ἀπωλείας. ∆ιὰ τοῦτο καὶ πρὸ τῶν θυρῶν τῶν οἴκων τῶν εὐκτηρίων ἔστησαν τοὺς πένητας οἱ ἡμέτεροι πατέρες, ἵνα καὶ τὸν νωθρότατον καὶ ἀπανθρωπότατον αὕτη τῶν πενήτων ἡ ὄψις πρὸς ὑπόμνησιν ἐγείρῃ τῆς ἐλεημοσύνης. Ὅταν γὰρ εἰστήκῃ χορὸς γερόντων συγκεκυφότων, ῥάκια περιβεβλημένων, αὐχμώντων, ῥυπώντων, βακτηρίας ἐχόντων, μόλις στηρίζεσθαι δυναμένων, πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκομμένων, καὶ τῷ σώματι ἀναπήρων, τίς οὕτως ἀδάμας, ὡς καὶ τῆς ἡλικίας, καὶ τῆς ἀσθενείας, καὶ τῆς πηρώσεως, καὶ τῆς πενίας, καὶ τῆς εὐτελείας, καὶ πάντων ἁπλῶς πρὸς συμπάθειαν ἐπικλώντων αὐτὸν, ἀντιστῆναι, καὶ μεῖναι πρὸς ἅπαντα ταῦτα ἀνενδότως; ∆ιὰ ταῦτα πρὸ τῶν θυρῶν ἡμῶν εἱστήκασι, παντὸς τοῦ λόγου δυνατώτερον διὰ τῆς ὄψεως ἐπισπώμενοι πρὸς φιλανθρωπίαν τοὺς εἰσιόντας. Καθάπερ γὰρ κρήνας εἶναι ἐν ταῖς αὐλαῖς τῶν εὐκτηρίων οἴκων νενόμισται, ἵνα οἱ μέλλοντες εὔχεσθαι τῷ Θεῷ, πρότερον ἀπονιψάμενοι τὰς χεῖρας, οὕτως αὐτὰς εἰς εὐχὴν ἀνατείνωσιν· οὕτω καὶ τοὺς πένητας ἀντὶ πηγῶν καὶ κρηνῶν ἔστησαν οἱ πατέρες πρὸ τῶν θυρῶν, ἵνα, ὥσπερ ὕδατι τὰς χεῖρας ἀπονίπτομεν, οὕτω φιλανθρωπίᾳ τὴν ψυχὴν ἀποσμήχοντες πρότερον, οὕτως εὐχώμεθα. Οὐδὲ γὰρ ὕδατος φύσις, οὕτως ἀπονίπτει κηλῖδας σώματος, ὡς ἐλεημοσύνης δύναμις ἀποσμήχει ῥύπον ψυχῆς. Ὥσπερ οὖν οὐ τολμᾷς ἀνίπτοις χερσὶν εἰσελθὼν εὔξασθαι, καίτοι ἔλαττον τὸ ἔγκλημα ἐκεῖνο· οὕτω μηδὲ χωρὶς ἐλεημοσύνης ἐπ' εὐχὴν ἔλθῃς ποτέ. Καίτοι καὶ καθαρὰς πολλάκις ἔχοντες τὰς χεῖρας, ἂν μὴ πρότερον αὐτὰς ἀποπλύνωμεν ὕδατι, οὐκ ἀνατείνομεν εἰς εὐχήν· τοσοῦτόν ἐστιν ἡ συνήθεια. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν· κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδότες μέγα ἁμάρτημα, ὅμως ἀποσμήχωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης.

Πολλὰ ἀπὸ τῆς ἀγορᾶς ἐπεσπάσω δεινά· ἐχθρὸς παρώξυνε· δικαστὴς ἠνάγκασέ τι ποιῆσαι τῶν οὐ προσηκόντων πραγμάτων, ῥήματα πολλάκις ἐξέβαλες ἄτοπα, φίλος ἐδυσώπησεν ἐργάσασθαί τι τῶν ἁμαρτίαν ἐχόντων, ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον ὄντα προστρίβεσθαι ἐν ἀγορᾷ στρεφόμενον, δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα· ὑπὲρ τούτων ἁπάντων εἰσέρχῃ τὸν Θεὸν αἰτήσων συγγνώμην, καὶ ἀπολογησόμενος. Κατάβαλε τοίνυν ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ ἀπόσμηξον τὰς κηλῖδας ἐκείνας, ἵν' οὕτω μετὰ παῤῥησίας καλέσῃς τὸν δυνάμενόν σοι ἀφεῖναι ταῦτα τὰ ἁμαρτήματα. Ἂν ἐν συνηθείᾳ καταστήσῃς αὑτὸν, μηδέποτε χωρὶς ἐλεημοσύνης τῶν ἱερῶν τούτων προθύρων ἐπιβαίνειν, οὐδέποτε οὔτε ἑκὼν οὔτε ἄκων ὑστερήσεις τῆς καλῆς ταύτης ἐργασίας· τοιοῦτον γὰρ ἡ συνήθεια. Καὶ ὥσπερ οὐδ' ἂν ὁτιοῦν γένοιτο, χερσὶν ἀνίπτοις ὑπομένεις εὔξασθαι, ἐπειδὴ κατέστης εἰς συνήθειαν ἅπαξ· οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης ἂν τοιοῦτον σαυτῷ θήσῃς τὸν νόμον, καὶ ἑκὼν καὶ ἄκων καθ' ἑκάστην αὐτὸν ἐκπληρώσεις ἡμέραν, ὑπὸ τῆς συνηθείας ἑλκόμενος. Πῦρ ἐστιν ἡ εὐχὴ, μάλιστα ὅταν ἀπὸ νηφούσης καὶ διεγηγερμένης ἀναπέμπηται ψυχῆς· ἀλλὰ τὸ πῦρ τοῦτο καὶ ἐλαίου 59.620 δεῖται, ἵνα αὐτῶν ἅψηται τῶν οὐρανίων ἁψίδων· ἔλαιον δὲ τοῦ πυρὸς τούτου οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἐλεημοσύνη. Ἐπίχεε τοίνυν τὸ ἔλαιον δαψιλῶς, ἵνα εὐφραινόμενος ἐπὶ τῷ κατορθώματι, μετὰ παῤῥησίας πλείονος καὶ προθυμίας μείζονος τὰς εὐχὰς ἐπιτελῇς. Ὥσπερ γὰρ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, οὐδὲ εὔξασθαι μετὰ παῤῥησίας δύναιντ' ἄν· οὕτως οἱ κατορθώσαντές τι, καὶ μετὰ τὴν δικαιοσύνην ἐκείνην ἐπὶ τὴν εὐχὴν ἐρχόμενοι, τῇ μνήμῃ τοῦ κατορθώματος εὐφραινόμενοι μετὰ πλείονος τῆς προθυμίας ποιοῦνται τὴν ἱκετηρίαν.

Ἵν' οὖν κατὰ τοῦτο δυνατωτέρα ἡμῖν ἡ εὐχὴ γίνηται, γρηγορούσης ἡμῖν τῆς διανοίας ἐν ταῖς δεήσεσιν ἀπὸ τῆς τῶν κατορθωμάτων μνήμης, μετὰ τῆς ἐλεημοσύνης ἐπὶ τὰς εὐχὰς ἐρχώμεθα, καὶ μνημονεύσωμεν μετὰ ἀκριβείας ἅπαντα τὰ εἰρημένα· καὶ πρό γε τῶν ἄλλων πάντων ἐκείνην τὴν εἰκόνα τηρεῖτε διηνεκῶς, καθ' ἣν εἶπον τοὺς πένητας πρὸ τῶν θυρῶν ἑστάναι τῶν εὐκτηρίων οἴκων, ταύτην ἐπὶ τῆς ψυχῆς ἀναπληροῦντας τὴν χρείαν, ἣν ἐπὶ τοῦ σώματος ἡ κρήνη. Ἂν γὰρ τοῦτο ὦμεν διηνεκῶς μεμνημένοι, συνεχῶς ἀπονιπτόμενοι τὸν λογισμὸν, καθαρὰς μὲν δυνησόμεθα τὰς εὐχὰς ἐπιτελεῖν, πολλὴν δὲ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ τὴν παῤῥησίαν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

7
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία