1. Περὶ ὑπομονῆς, καὶ τοῦ μὴ πικρῶς κλαίειν τοὺς τελευτῶντας.
Φέρε σήμερον μάλιστα τῶν προτέρων ἡμερῶν σπουδαιότερον ἐπὶ τὸν λόγον τῆς διδασκαλίας εἰσέλθωμεν· οἶδε γὰρ πολλάκις ὁ λόγος παραμυθήσασθαι τὸν πόνον· δύναται καὶ διδασκαλία σύμμετρος διαλῦσαι τὴν ἀθυμίαν. Καὶ γὰρ πολλοὺς τῶν χθὲς ὄντων μεθ' ὑμῶν νῦν οὐχ ὁρῶ ὄντας μεθ' ὑμῶν, ἀλλ' εἴτε πρὸς τὸν ∆εσπότην μετακληθέντας, ἢ καὶ ἐν κλίναις κατακειμένους, καὶ τούτους πάντας ἐκδεχομένους τὸν θάνατον. ∆ιὸ καὶ παρ' ὑμῶν τὸν θρῆνον ὁρῶ, πολὺν ἐν τῇ πόλει τὸν θόρυβον, πολλὴν ἐν τῇ Ἐκκλησίᾳ τὴν ταραχὴν, ἄμετρα τῶν πενθούντων τὰ δάκρυα, ἄτοπα τῶν πολλῶν τὰ ἤθη καὶ τὰ πράγματα. Καὶ γὰρ πολλάκις ὑμᾶς περὶ τούτου παρεκάλεσα καὶ ὑπέμνησα τοῦ πράγματος· λέγω δὴ τοῦ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ὑποφέρειν τῶν τέκνων καὶ τῶν ἰδίων καὶ συγγενῶν τὴν κοίμησιν, καὶ μὴ οὕτως ἀσχημονεῖν, μηδὲ ὡς ἀπολωλότας τοὺς πρὸς Θεὸν ἀπιόντας λογίζεσθαι· καὶ μάλιστα, ὅπου δ' ἂν νήπιοί τινες καὶ ἄφθοροι τὸν βίον κατέλιπον. ∆ιὸ μὴ ἐκείνους στενάξωμεν, ἀλλὰ μᾶλλον ἑαυτοὺς τοὺς ἐν ἁμαρτίαις ζῶντας θρηνήσωμεν. Εἰ γὰρ σήμερον μὴ νήψωμεν, πότε λοιπὸν ἐπιστρέψωμεν; εἰ μὴ ὁ θάνατος τοῦ ἀδελφοῦ σου σωφρονίσει σε, τίς λοιπὸν ἐπιστρέψει σε; εἰ μὴ νεκρὸν κείμενον βλέπων διορθώσῃ τὸν βίον, πότε λοιπὸν δυσωπήσεις τὸν Θεόν; Ἰδοὺ τοίνυν ὁρῶμεν, ἰδοὺ αὐτῇ τῇ πείρᾳ μανθάνομεν. ∆ιὸ φεισώμεθα, παρακαλῶ, μηδὲ εἰκῆ καὶ μάτην ταραττώμεθα, μηδὲ ὡς ἀθάνατοι φανταζώμεθα. Μία γὰρ ἡ ὁδὸς τοῦ θανάτου, καὶ οὐκ ἄλλη ὁδός· κοινὸν τὸ ποτήριον, καὶ πᾶσι διδόμενον· ἡ μόνη ὥρα, καὶ πονηρὰ ὥρα· ἡ μόνη γέφυρα, καὶ πάροδον οὐκ 60.724 ἔχουσα· τὸ πάντων χρέος, ἡ μόνη ἀπαρχὴ, καὶ πάντων τέλος· ἡ θεία μάχαιρα, καὶ ὄψιν μὴ λαμβάνουσα. Οὐ γὰρ βασιλέα φρίττει ὁ θάνατος, οὐκ ἀρχιερέα τιμᾷ, οὐ πολιὰν οἰκτείρει, οὐ κάλλος ἐλεεῖ, οὐ νεότητος φείδεται, οὐ μονογενῆ σπλαγχνίζεται, οὐ δάκρυσιν ἐπικάμπτεται, οὐκ ἄρχοντα τρέμει, οὐ τυράννους δέδοικεν, οὐ χρήμασιν ἐξαγοράζεται, οὐ λαμβάνει τινὸς πρόσωπον, οὐδὲ πάλιν ἀντιπρόσωπον, ἀλλὰ πᾶσιν ἴσος ἐπέρχεται ὁ θάνατος. Οἱ σήμερον μεθ' ἡμῶν, αὔριον ἐκεῖ πρὸ ἡμῶν· οἱ σήμερον φιλικῶς ἡμᾶς ἀσπαζόμενοι, αὔριον ἐλεεινῶς ὑφ' ἡμῶν προπεμπόμενοι· οἱ σήμερον ἐν τῷ βίῳ, αὔριον ἐν τῷ μνημείῳ· οἱ σήμερον ἐμφανεῖς ὄντες, αὔριον σκωληκιῶντες· οἱ σήμερον μυριζόμενοι, αὔριον ὀζόμενοι· οἱ σήμερον ὧδε τρυφῶντες, αὔριον ἐκεῖ πενθοῦντες· καὶ, ἁπλῶς εἰπεῖν, οἱ σήμερον παρασιτούμενοι, αὔριον ἐκεῖ καταδικαζόμενοι. Οὓς καὶ πολλάκις ἐπιζητοῦντες, καὶ τὴν ἐκείνων κοίμησιν ἀγνοοῦντες πρὸς ἀλλήλους λέγομεν· Ποῦ ὁ δεῖνα ὁ ἄρχων; καὶ ἀκούομεν· Παρῆλθε λοιπόν· καὶ, Ποῦ ὁ δυναστὴς ἐκεῖνος; ἀλλήλους ἐρωτῶμεν, καὶ μανθάνομεν· Ἀπέθανε· καὶ, Ποῦ ὁ ὑπερήφανος βασιλεύς; Ἐκεῖ, φησὶ, προέλαβε· καὶ, Ποῦ ὁ ἑταῖρος ὁ δεῖνα; Ἐκεῖ ἐπέρασεν. Ἐκεῖ, ποῦ; Ὅπου ὁ ∆ικαστὴς τῶν δικαστῶν· ἐκεῖ, ὅπου ὁ φοβερὸς τῶν φοβερῶν ἰσχυρότερος· ἐκεῖ, ὅπου Βασιλεὺς αἰώνιος καὶ Κριτὴς ἀπαραίτητος. Ἐκεῖ; Ποῦ ἄρα, ἢ πῶς, ἢ ἐν ποίῳ τόπῳ, ἢ ἐν ποίῳ τρόπῳ οἱ παραλαβόντες τυγχάνουσιν; Οὐδεὶς εἰπεῖν ἐδυνήθη· ἀλλ' ἢ μόνον τοῦτο οἴδαμεν, ὅτι ἐκεῖ, ὅπου ὁ μόνος αἰώνιος καὶ μόνος ἀθάνατος, ὅπου ὁ μόνος ἀγαθὸς καὶ μόνος φιλάνθρωπος, ὁ ποιητὴς τῶν ψυχῶν καὶ τῶν σωμάτων. Εἰς ἐκεῖνο τὸ μέγα καὶ φοβερὸν δικαστή60.725 ριον, ὅπου οὐκ ἕνι γέλως, ἀλλὰ θρῆνος· ὅπου οὐκ ἔνι καλλωπισμὸς, ἀλλὰ σκοτισμός· ὅπου οὐκ ἔνι περισπασμὸς, ἀλλ' ἐξετασμός· ὅπου οὐκ ἔνι λοιδορία, ἀλλὰ ἀπολογία· ὅπου οὐκ ἔνι πλουτῆσαι, ἀλλὰ φρῖξαι· ὅπου οὐκ ἔνι προσωποληψία. ἀλλὰ δικαιοκρισία· ὅπου πάντες γυμνοὶ παριστάμεθα, δοῦλοι καὶ ἐλεύθεροι, εὐγενεῖς καὶ ἄδοξοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες· οἱ μὲν αἰσχυνόμενοι, οἱ δὲ στεφανούμενοι. Ποῦ ἐκεῖ τῶν βασιλέων ἡ φαντασία; Ποῦ τῶν ἀρχόντων ἡ ὑπερηφανία; Ποῦ τῶν πλουτούντων ἡ ἀσπλαγχνία; ποῦ τῶν δικαζόντων ἡ προσωποληψία; ποῦ τὸ κάλλος τῆς νεότητος τὸ πολυφάνταστον; νεότης, ἡ ἀναίσθητος, ἡ μακρὰς ἐλπίδας ζωῆς ἔχουσα· νεότης, ἡ στασιώδης καρδία, ἡ πολυμέριμνος ἡδονή· νεότης, ἡ πολλὰ καὶ πολλάκις συμπίπτουσα, ἡ κακῶς τὴν σάρκα κολακεύουσα· νεότης, ἡ πρὸς ἀπάτην κολακευομένη, ἡ πηλὸς, ἡ ταλαίπωρος, ὁ χόρτος ὁ εὐμάραντος, ὁ στάχυς ὁ ἑτοιμόφθορος· νεότης, τὸ ἐνύπνιον τὸ εὐληθάργητον, ἡ σκιὰ ἡ ἀνυπόστατος· νεότης, ἡ ἄθεος κεῖρα, ἡ ἄπονος καρδία, ὁ ἀνατεταμένος ὀφθαλμὸς, ὁ λύχνος ὁ ἑτοιμόσβεστος· νεότης, ὁ βρασμὸς τῶν αἱμάτων καὶ συνήθεια τῶν σπιλωμάτων· νεότης, ὁ δυσήνιος ἵππος καὶ πρὸς πᾶσαν ἐξολόθρευσιν ἐπιτήδειος. Ὅμως ὁ ἐνταῦθα σοβαρὸς, ἐκεῖ ἐλεεινός· ὁ ἐνταῦθα μεθυσκόμενος, ἐκεῖ σταγόνος ὕδατος δεόμενος· ὁ ὧδε πρὸς λοιδορίαν ἕτοιμος, ἐκεῖ τὴν γλῶσσαν φλεγόμενος· ὁ ὧδε σηρικοῖς ἱματίοις ἀμφιεζόμενος, ἐκεῖ γυμνὸς παριστάμενος. Μή μοι λέγε· ∆ός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον· οὐ γὰρ ὧδέ σε σκοπῶ, τίς εἶ, ἀλλ' ἐκεῖ σε προσδοκῶ, ποῦ εἶ. Μή μοι λέγε· Φιλάνθρωπος ὁ Θεὸς, κἂν ἁμαρτήσω, συμπάσχει μοι· ἀλλὰ κἀκεῖνο βλέπε, ὅτι ὧδε ἐλεεῖ, ἐκεῖ ἐτάζει· ὧδε παρορᾷ, ἐκεῖ ἐρευνᾷ· ὧδε ἐκδέχεται τὴν ἐπιστροφὴν, ἐκεῖ παραδίδωσι τῷ πυρί. Ποῦ σοφὸς ἐκεῖ, ἀδελφοί; ποῦ δυνάστης· ποῦ ἡ ταραχή; ποῦ τὰ ἄριστα τὰ πολυτελῆ; ποῦ τὰ δεῖπνα; ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες; ποῦ ἡ παρασιτία καὶ τὰ θέατρα, καὶ ταῦτα τῶν ἀδελφῶν ἡμῶν πεινώντων καὶ διψώντων, δυστυχούντων καὶ κακοπαθούντων, γυμνητευόντων, δακρυόντων, τὸν θάνατον ἐπιποθούντων, καὶ τοῦτον ἐξ ἀθυμίας ἐπιζητούντων; Βαβαί! τὸ ποτήριον τὸ πᾶσι φρικτὸν γίνεται τοῖς ἐν ἀνάγκῃ ἐπιθυμητὸν, καὶ ὁ βίος ὁ παρὰ πᾶσι ποθούμενος γέγονε παρ' ἐκείνοις μισούμενος, καὶ τὸ φῶς τοῦτο τὸ παρ' ἡμῖν ποθητὸν γέγονε παρ' ἐκείνοις βδελυκτόν! Εὐλογητὸς ὁ Θεὸς ὁ πάντα πρὸς τὸ συμφέρον ἐργαζόμενος. Οὐ πονηρὸς, ὦ ἀδελφοὶ, ἀλλὰ καὶ ὠφέλιμος ὁ θάνατος. Οὐκ ἐμὸς ὁ λόγος· Θάνατος ἀνδρὶ ἀνάπαυσις, ὁ θεῖος Ἰὼβ διηγόρευσεν· ὅτι ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, καὶ πέπαυται τῆς τοῦ βίου πλεονεξίας, καὶ ἔπαυσε τοῦ προσθεῖναι κακὸν τῷ κακῷ, καὶ ἐνέδωκε τοῦ ἐπαύξειν τὸ φορτίον αὐτοῦ, καὶ ἠρέμησε τοῦ μὴ παροργίζειν τὸν Θεὸν αὐτοῦ. Ἄκουε συνετῶς· θάνατος νηπίοις παράκλησις, θάνατος δούλοις ἄνεσις, κοπιώντων ἀνάψυξις, χρεωστούντων πλήρωσις· θάνατος μεριμνώντων λύσις, καταπονουμένων ἐπίσκεψις· θάνατος ἁμαρτίας ἐμπόδιον. Εἰ μὴ ὁ θάνατος προέκειτο, ἑαυτοὺς ἂν κατησθίομεν· εἰ μὴ κριτὴν ἐρχόμενον εἴχομεν, ζωῆς ἐλπίδα οὐκ ἂν εἴχομεν· εἰ μὴ κόλασιν ἐξεδεχόμεθα, οὐδαμῶς τῶν κακῶν ἐπαυόμεθα, οὐδὲ τὴν ἐκ παραβάσεως φθορὰν ἀπετιθέμεθα. Εἶδες ∆εσπότου φιλανθρωπίαν; Τὸ ἐκ παραβάσεως ἐπιτίμιον γέγονε σωτήριον. Εἰ μὲν γὰρ δίκαιος ὁ θανὼν, χαῖρε, διότι θαῤῥῶν πρὸς τὸν ∆εσπότην ἐν ἀνέσει πορεύεται· εἰ δὲ καὶ ἁμαρτωλὸς, μὴ λυποῦ· ἐκέρδησε γὰρ ἑαυτῷ, ἃ προσθεῖναι ἔμελλε κακά. Εἰ μὲν οὖν ἡμεῖς ἐνταῦθα ἐμένομεν, δικαίως ἂν τοὺς τεθνεῶτας ἐκλαίομεν· εἰ δὲ πάντες πάντως ἐκεῖ πορευόμεθα, μὴ οὕτω τοὺς μικρὸν προλαβόντας ὀδυρώμεθα· μὴ τὰ, ἅπερ καλῶς ἐπὶ τοὺς τεθνεῶτας ἐπιτελοῦμεν, ταῦτα δι' ὧν κακῶς ἐπιτηδεύομεν, καταργῶμεν. Οὐχ ὁρᾷς τί ἐπὶ τοῖς προλαβοῦσι πράττομεν; Ψαλμοῖς καὶ ὕμνοις αὐτοὺς προπέμπομεν, διὰ τοῦτο τὴν πρὸς τὸν ∆εσπότην εὐχαριστίαν σημαίνοντες· καὶ καινοῖς ἱματίοις αὐτοὺς ἀμφιέζομεν, τὸ καινὸν ἔνδυμα τῆς ἀφθαρσίας ἡμῶν προμηνύοντες. Μύρον καὶ ἔλαιον ἐπιχέομεν, καὶ χρίσμα τοῦ βαπτίσματος συμπορευόμενον αὐτοῖς εἰς ἐφόδιον πιστεύοντες· θυμιάμασι καὶ κηρίοις αὐτοὺς συνοδεύομεν, δεικνύντες ὅτι τοῦ σκοτεινοῦ βίου λυθέντες, πρὸς τὸ φῶς τὸ ἀληθινὸν ἐπορεύθησαν· πρὸς ἀνατολὰς τὴν σορὸν κειμένην σχηματίζομεν, τὴν ἀνάστασιν αὐτῷ διὰ τοῦ σχήματος προσημαίνοντες. Μὴ τοίνυν οἱ τὴν ἀνάστασιν πιστεύοντες, οὕτω λυπώμεθα, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ 60.726 ἔχοντες ἐλπίδα. Ὁ γὰρ τὴν ἀνάστασιν μὴ ἐλπίζων, δικαίως ὡς ἀπολωλότα τὸν τεθνεῶτα λογίζεται. Ἀλλὰ ταῦτα μὲν παιζέτωσαν Ἑλλήνων παῖδες, ταῦτα ποιησάτωσαν Σαμαρειτῶν δῆμοι· ἡμεῖς δὲ Χριστοῦ ἀκούωμεν, καὶ πιστεύωμεν, Ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται, καὶ ἀναστήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ ἀνακαινισθήσεται ἡ γῆ. Οὐκοῦν εἰ ἀναστήσονται οἱ νεκροὶ, ὥσπερ πάντως καὶ ἀναστήσονται, μὴ οὕτως ἀσχημονῶμεν ἐπὶ τοῖς κεκοιμημένοις, παρακαλῶ· μὴ οἱ πιστοὶ τοὺς ἀπίστους ζηλώσωμεν· μὴ τοὺς χιτῶνας ἡμῶν διαῤῥήξωμεν, ἀλλὰ μᾶλλον τὴν ψυχὴν κατανύξωμεν, ὅτι καὶ ἡμᾶς τὸ αὐτὸ ἀναμένει ποτήριον. Μὴ τοὺς βραχίονας τύψωμεν, ἵνα μὴ τοὺς Ἕλληνας ζηλώσωμεν· μὴ τὰς θρηνούσας συγκαλέσωμεν, ἵνα μὴ πλέον τὸν θυμὸν τοῦ Θεοῦ κινήσωμεν· μὴ τὰς τρίχας τῆς κεφαλῆς γυμνώσωμεν, ἵνα μὴ τὴν κεφαλὴν ἡμῶν Χριστὸν καταισχύνωμεν· μὴ μακρὰς ἡμέρας θρηνήσωμεν, ἵνα μὴ τὴν ἀνάστασιν ἀπιστήσωμεν· μὴ τῇ γλώττῃ βλάσφημόν τι λαλήσωμεν, ἵνα μὴ καὶ τὸν κοιμηθέντα καὶ ἑαυτοὺς βλάψωμεν. ∆έδωκας παῖδα; Εὐχαρίστησον, ὕμνησον, προσκύνησον τὸν λαβόντα, ὅ σοι παρέθετο· δόξασον τὸν ἐκλεξάμενον ὃν ἔπλασε, καὶ προσδεξάμενον τὸν καρπὸν τῆς κοιλίας σου ἄφθορον· δόξασον τὸν σώζοντα τῶν σῶν σπλάγχνων τὸ ἔγγονον· προσκύνησον κατὰ τὸν Ἰὼβ τὸν μεγαλόψυχον· εὐχαρίστησον, ὅτι ὅλως προσήγαγες τῷ ∆εσπότῃ ἄμωμον θυσίαν, ἁγνὸν θῦμα, καθαρὰν προσφορὰν, νέον Ἰσαὰκ, ὥς ποτε Ἀβραάμ. Χριστὸς ἔλαβε, προσκυνήσωμεν· ὁ πλάσας ἀνέπλασε, μὴ γογγύζωμεν· ὁ κτίστης τὸ κτίσμα ἐζήτησε, μὴ μαχησώμεθα· οὐδὲ γὰρ δυνάμεθα. ∆έδωκας ἀδελφόν; Προσκύνησον τὸν λαβόντα Χριστὸν, ὅτι διὰ σὲ θνητὸς γέγονέ ποτε. Νήπιον παρέσχες; Εὐχαρίστησον αὐτῷ, ὅτι ποτὲ διὰ σὲ νήπιος γέγονεν ἐν φάτνῃ. ∆οῦλον ἀπὸ σοῦ ἔλαβεν; Ὕμνησον αὐτὸν, ὅτι διὰ σὲ μορφὴν δούλου ἀνέλαβεν ὁ ποιητὴς τῶν ἁπάντων. Μονογενῆ υἱὸν ἔθαψας; ∆όξασον, πρόσπεσον, αἰδέσθητι, μνήσθητι, ὅτι διὰ σὲ ὁ Θεὸς τὸν μονογενῆ αὐτοῦ Υἱὸν παρέδωκε σαρκὶ εἰς θάνατον. Θαλαμευομένην κόρην δέδωκας; Εὐχαρίστησον, μή πως ἀγανακτῶν καὶ ἑτέραν δώσῃς. Γαμετὴν προέπεμψας παίδων μητέρα; Ὕμνησον, ἀσφαλίσθητι, μὴ τῷ ∆εσπότῃ προσκρούσῃς, μή πως καὶ σὺ ἀπέλθῃς. Τί ποιεῖς, ἄνθρωπε; πάλιν γὰρ τὸ αὐτὸ ἀναλαμβάνομεν. Νεκρὸν κείμενον ὁρᾷς, καὶ βλασφημῆσαι τολμᾷς; μυστηρίῳ τοιούτῳ παρίστασαι, καὶ τῷ χωρίσαντι τὴν ψυχὴν μάχεσαι; Ἀνάπαυσον, τῷ Θεῷ λέγεις, καὶ σὺ τὸν Θεὸν ὑβρίζεις; Τί δικάζῃ τῷ δικαστῇ; τί προσκρούεις τῷ ἀνικήτῳ; τί ταράττῃ τῷ θυμῷ; τί μεθύεις τῇ λύπῃ; οὐχ ὁρᾷς οἷον τοῦτο τὸ μέγα μυστήριον; οὐχ ὁρᾷς οἷον καὶ ἡμᾶς ἀναμένει πέραμα χαλεπόν; Κἂν δὲ χαλεπὸν, δι' αὐτοῦ παρερχόμεθα. Οὐχ ὁρᾷς ὅτι βαρεῖα ἡ ὁδός; Ἀλλὰ πάντες δι' αὐτῆς βαδίζομεν. Ἀνάνηψον, ὦ ἄνθρωπε. Ὁ κείμενος τρέμει, καὶ σὺ παίζεις; ἐκεῖνος ἐξετάζεται, καὶ σὺ φαντάζῃ; ἐκεῖνος τρέμει, καὶ σὺ οὐκ εὐτρεπίζῃ; ἐκεῖνος ἐκθαμβεῖται, ὅλος θορυβεῖται, ὁρῶν ἅπερ οὐδέποτε εἶδε, καὶ ἀκούων ἅπερ οὐδέποτε ἤκουσε. ∆ιὸ καὶ ἱδροῖ, ὡς οἱ ἐν ἀγρῷ θερίζοντες, καὶ πᾶσιν ἡμῖν συντάσσεται, καὶ πάντας ἀσπάζεται, ἕως οὗ ἡ γλῶττα φθέγγεσθαι δύναται. Ἔῤῥωσθε, φησὶν, ἔῤῥωσθε, ἀδελφοὶ, καὶ ὑπὲρ ἐμοῦ εὔξασθε. Εἰς ὁδὸν γὰρ ὑπάγω, ἣν οὐδέποτε ὥδευσα, καὶ εἰς κόσμον ψυχῶν, ὅθεν οὐδεὶς ἐπανέλυσε, καὶ εἰς μονὰς φοβερὰς, ὅπου οὐδεὶς ὁ συνοδεύων μοι, καὶ εἰς κριτήριον φοβερὸν, ὅθεν οὐκ οἶδα τί συμβαίνει μοι, καὶ εἰς πράγματα ξένα, περὶ ὧν οὐδεὶς διηγήσατο. Ἰδοὺ ζητῶ βοηθὸν, καὶ οὐδεὶς ὁ βοηθός· ἰδοὺ ζητῶ τὸν λυτρούμενον, καὶ οὐδεὶς ὁ ἐξαιρούμενος· ἰδοὺ ζητῶ τὸν συνοδεύοντα, καὶ οὐδεὶς ὁ συμπάσχων μοι. Ποῦ πατὴρ ὁ γεννήσας; ποῦ μήτηρ ἡ ὠδίνουσα; ποῦ ἀδελφός; Ὅπου ἀδελφὸς ἀδελφὸν οὐ λυτροῦται, πῶς λυτρώσεται ἄνθρωπος ἄνθρωπον; Ταῦτα πρὸς ἡμᾶς φθέγγονται οἱ ἀφιέντες ἡμᾶς, καὶ λοιπὸν πορεύονται τὴν αἰώνιον ὁδὸν αὐτῶν. Τίς γάρ ἐστιν ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον; ἢ Τίς ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; Εὐλογητὸς ὁ Θεὸς, ὅτι ἄνθρωπος, ἀδελφοὶ, ἰδοὺ κεῖται, καὶ οὐδενὶ λοιπὸν τῶν τοῦ βίου πρόσκειται· ἰδοὺ ἡσύχασεν, ἰδοὺ τῶν ματαίων ἐπαύσατο. Μικρὸς πυρετὸς, καὶ πάντα ἤργησαν· μία ὥρα, καὶ ὁ φανεὶς ὡς μὴ φανεὶς γίνεται· μία ῥοπὴ, καὶ Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐξ ἧς ἐλήφθη. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται 60.727 πάντες οἱ διαλογισμοὶ ἡμῶν· ἐν ἐκείνῃ τῇ ὥρᾳ καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, φίλους καὶ συγγενεῖς, υἱοὺς καὶ θυγατέρας, καὶ πορεύσεται μόνος. μεμονωμένος, τὴν αἰώνιον ὁδὸν αὐτοῦ. Συνέλθωμεν τοῖς πρὸ ἡμῶν ὁδεύουσι, πρὶν καὶ ἡμεῖς ἀπέλθωμεν· καθίσατε, καὶ τῷ κειμένῳ μὴ ἐνοχλήσητε· ἡσυχάσατε, καὶ τὸν θόρυβον λύσατε· ἠρεμήσατε ἑαυτοὺς, ἐμβλέψατε, καὶ τὸ μέγα μυστήριον ἴδετε· φρίξατε, καὶ τὸ αὐτὸ ἐκδέξασθε· βασιλεῖς, θεάσασθε, καὶ μήκετι μέγα φρονήσητε· ἄρχοντες, ἐμβλέψατε, καὶ μηκέτι μέγα φαντάζησθε· βλέπετε τὸν κείμενον τοῦ βίου χωριζόμενον, καὶ λοιπὸν μὴ βασιλέα ἢ ἄρχοντα ἑαυτὸν γνωρίσῃς. Ποῖος γὰρ βασιλεὺς, ὅπου ἑαυτὸν οὐ λυτροῦται; Ἀλλ' ἰδοὺ καὶ αὐτὸς τὸ ποτήριον τρέμει· ἰδοὺ ὡς εἷς τῶν πάντων ἀγωνιᾷ· ἰδοὺ ὅλος γέγονεν ἐλεεινὸς, ὁ πρὸ μικροῦ φοβερὸς γέγονε νεκρός· ἰδοὺ ἀπάγεται ὡς κατάδικος, ὃν χθὲς ἔτρεμον οἱ κατάδικοι, ἰδοὺ ἐταράχθη, ἰδοὺ ὅλος ἐσαλεύθη, ἰδοὺ πᾶσα ἡ σοφία καὶ ἡ δυναστεία κατεπόθη, ἰδοὺ ὅλος ἔκθαμβος γέγονεν. Εἶδε γὰρ ἐξουσίας ἀγγελικὰς, καὶ τῆς ἑαυτοῦ ἐξουσίας ἐπελάθετο· εἶδε στρατιὰς ἀγγέλων φοβερὰς, καὶ τὴν ἑαυτοῦ ἐξουσίαν ὡς ἀράχνην ἐλογίσατο· εἶδε μορφὰς δεσποτικὰς, καὶ τὴν μορφὴν ἠλλοιώσατο· ἤκουσεν ἀπόφασιν ψυχῆς, καὶ ὅλος ἐτρόμαξε τῇ σαρκὶ, καὶ οἷα εἰς ἑαυτὸν διανοεῖται, θαμβούμενος καὶ ἐννοούμενος ποῦ τῶν βασιλέων ἡ φαντασία, ποῦ τῶν ἀρχόντων ἡ ἐξουσία. Βαβαί! ἰδοὺ τάξις ἀληθὴς, ἰδοὺ δύναμις κραταιὰ, ἰδοὺ ἐξουσία ἀψευδὴς, ἰδοὺ μορφαὶ φοβεραὶ, ἰδοὺ ἀθάνατος στρατιά. Ταῦτα καὶ τὰ τούτοις ὅμοια καὶ ἀποῤῥητότερα ἐννοούμενοι, ἅπερ μόνοι οἱ προλαβόντες καὶ πειραθέντες ἐπίστανται, οἱ μὲν ἐν τῇ κλίνῃ κείμενοι ἀναπηδῶσι, φυγεῖν μὲν βουλόμενοι, οὐ δυνάμενοι δέ· οἱ δὲ τοὺς ὀδόντας βρύχουσιν, ἄλλοι τὰς σιαγόνας κόπτουσιν, ἕτεροι τοὺς ὀφθαλμοὺς ἐλεεινῶς περιστρέφουσιν, ὡς ὁρῶσι τὰς δυνάμεις κατ' ὀλίγον τοῦ σώματος ληγούσας, τὴν γλῶτταν φθεγγομένην, καὶ τὴν παρακαταθήκην βεβαίως ἀνυομένην, τὰς δυνάμεις τὰς ἐναντίας παρισταμένας λογοθετούσας, κατηγορούσας, ἁρπάσαι ἐπιχειρούσας, εἶτα καὶ τὸν κλέπτην εἰσελθόντα καὶ μηνύσαντα καὶ τοῦ σώματος τὴν ψυχὴν διαῤῥήξαντα. Πολλῶν ἡμῖν δεῖ τότε τῶν εὐχῶν, πολλῶν τῶν πράξεων τῶν ἀγαθῶν, πολλῆς ἡμῖν τότε τῆς τῶν ἀγγέλων προστασίας, πολλῆς ἡμῖν τῆς ἐν τῇ τοῦ ἀέρος ἀναβάσει χειραγωγίας. Εἰ γὰρ εἰς χώραν καὶ ξένην πόλιν ἐνταῦθα πορευόμενοι δεόμεθα τοῦ χειραγωγοῦντος, πόσων ἡμῖν δεῖ τῶν βοηθῶν καὶ χειραγωγῶν τοῦ διασῶσαι καὶ διαπεράσαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοὺς ἀφανεῖς τοῦ ἀέρος τούτου, οὓς διώκτας καὶ τελώνας καὶ φορολόγους ὀνομάζει ἡ θεία Γραφή; Καλὴ τότε συνοδοιπόρος ἡμῖν ἡ ἐλεημοσύνη καὶ ἡ συμπάθεια, δυνάμεναι ἀσιάντως ἡμᾶς εἰς τὴν τῶν οὐρανῶν πύλην ὁδηγῆσαι καὶ διασῶσαι· καλοὶ ἡμῖν ἐκεῖ συνήγοροι οἱ πένητες, οὓς ἐνταῦθα πρὸ θανάτου ἠλεήσαμεν. ∆ιὸ προφθάσωμεν πρὸ τοῦ προφθασθῶμεν, δράμωμεν πρὸ τοῦ καταληφθῶμεν. Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ, τὸ τέλος ἐγγὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ λύων οὐδείς. Ἐξέλθωμεν ἐν τῷ μνήματι, ἕως ἐσμὲν ἐν τῷ σώματι· ἴδωμεν τὸ μάταιον ἡμῶν φρόνημα, ποῦ ἔχει τὸ οἴκημα· ἴδωμεν τί μετ' ὀλίγον γινόμεθα, καὶ μὴ πλανώμεθα· ἴδωμεν πῶς διαλυόμεθα, καὶ ἑαυτοὺς διορθωσώμεθα· ἴδωμεν εἰς τί καταλήγομεν, καὶ τοῦ τέλους φροντίσωμεν. Ὅσοι τὰ κάλλη κατασκοπεῖτε, ἐν τῷ τάφῳ ταῦτα πολυπραγμονεῖτε· ὅσοι εἰς ἀρχὰς καὶ ἐξουσίας ἐπαίρεσθε, ἐν ταῖς σοροῖς ἐμβλέψατε, καὶ τὸν Θεὸν φοβήθητε· ὅσοι λύπας καὶ μνησικακίας πρὸς ἀλλήλους συνάγετε, καὶ οὐ διαλύεσθε, δεῦτε, ἴδετε πῶς διαλύεσθε. Ἔγκυψον ἐπιμελῶς τῇ σορῷ· ἴδε κειμένους ἐκεῖ τούς ποτε βασιλεῖς, ἴδε τούς ποτε ἄρχοντας ἐν τοῖς λειψάνοις, ἴδε τὴν φοβερὰν θεωρίαν τῶν λειψάνων, καὶ εἰπέ· Ποῖος ἐκεῖ ὁ βασιλεὺς, καὶ ποῖος ὁ ἄρχων; ποῖος ὁ στρατιώτης, καὶ ποῖος ὁ στρατιάρχης; ποῖος ὁ πλούσιος, καὶ ποῖος ὁ πένης; ποῖος ὁ νεώτερος, καὶ ποῖος ὁ γέρων; ποῖος ὁ εὐειδὴς, καὶ ποῖος ὁ Αἰθίοψ; Μὴ ἔχεις εἰπεῖν, ὅτι οὐ πάντα κόνις; οὐ πάντα τέφρα; οὐ πάντα δυσωδία; Οὐ πάντα τά ποτε φιλητὰ, νῦν ὁρῶνται βδελυκτά; Ὢ τῆς ἀφροσύνης! Τί τοῦτο τὸ μέγα περὶ ἐμὲ μυστήριον; Ὁ χθές μοι ποθητὸς, νῦν πρόκειταί μοι βδελυκτός· τὸ χθές μοι μέλος, νῦν ὡς ἀλλότριον βλέπω· ὃν πρὸ μικροῦ ἐνηγκαλιζόμην, νῦν οὐδὲ προσψαῦσαι βούλομαι· τοῖς δάκρυσι βρέχω ὡς ἐμὸν, καὶ τὸν ἰχῶρα φεύγω ὡς οὐκ ἐμόν. Προσελθεῖν τῷ ὀδωδότι ὑπὸ 60.728 τῶν σπλάγχνων βιάζομαι, ἀλλ' ὑπὸ τῆς φθορᾶς καὶ τῶν σκωλήκων τούτου ἐμποδίζομαι. Τὴν πρὸ μικροῦ εἰκόνα τοῦ κειμένου ἐννοῶ, ἀλλ' οὐδαμοῦ ταύτην ἐν αὐτῷ καθορῶ. Ποῦ τὸ κάλλος τοῦ προσώπου; Ἰδοὺ μεμελάνωται. Ποῦ οἱ διανεύοντες ὀφθαλμοὶ καὶ εὐειδεῖς; Ἰδοὺ ἐτάκησαν. Ποῦ τῶν τριχῶν ἡ εὐπρέπεια; Ἰδοὺ ἀπέπεσε. Ποῦ ὁ ἀνατεταμένος τράχηλος; Ἰδοὺ συντέτριπται. Ποῦ ἡ γλῶσσα ἡ γοργή; Ἰδοὺ ἡσύχασε. Ποῦ τῶν χειρῶν ὁ καλλωπισμός; Ἰδοὺ λέλυται. Ποῦ τὸ μέγεθος τῆς ἡλικίας; Ἰδοὺ ἐξέῤῥευσε. Ποῦ τῶν ἱματίων ἡ πολυτέλεια; Ἰδοὺ σέσηπται. Ποῦ τὰ μύρα καὶ τὰ ἀρώματα; Ἰδοὺ ἐξώζεσαν. Ποῦ ἡ τῆς νεότητος ἀφροσύνη; Ἰδοὺ παρῆλθε. Καὶ ἁπλῶς ποῦ ὁ πολυφάνταστος ἄνθρωπος; Ἰδοὺ πάλιν ὁ χοῦς, χοῦς γέγονεν. Ὅμως μὴ μέχρι τοῦ μνήματος τὸν λογισμὸν στήσῃς, ἀλλ' ἐκεῖθεν μετάβηθι ἐπὶ τὴν ἀνάστασιν· καὶ ἐννόησον ἅμα καὶ πίστευσον, ὅτι ὁ παρὼν κείμενος. πάλιν ἔσται ἀνιστάμενος, καὶ ἡ γλῶσσα ἡ νῦν σιγῶσα, πάλιν λαλήσει τότε, ὅταν καμφθῇ τῷ Θεῷ πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται. Καὶ καθά φησιν ὁ ∆ανιὴλ, Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισεν. Ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Πολὺς ὡς ἀληθῶς ὁ φόβος ἐκεῖ, πολὺς ὁ τρόμος, ἀδιήγητος ἡ ἀνάγκη, ἀκατάπαυστον δάκρυον, ἀσίγητοι στεναγμοί. Ὅτε ἥξει ἐξαίφνης ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, τότε ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, τὰ ἄστρα σκορπίζονται, αἱ δυνάμεις τῶν ἀγγέλων προτρέχουσι, τὰ μνημεῖα ἀνοίγονται, τὰ σώματα ἀνίστανται, αἱ πηγαὶ ξηραίνονται, αἱ ἄβυσσοι σαλεύονται, ἡ γῆ πᾶσα κλονίζεται. Ποταποὺς δεῖ εἶναι ἡμᾶς τότε; ποταποὺς ἄρα, διδόντας λόγον ὑπὲρ πράξεων, ὑπὲρ ἐννοιῶν, ὑπὲρ λόγου ἀργοῦ, ὑπὲρ τῶν ἐν νυκτὶ, ὑπὲρ τῶν ἐν ἡμέρᾳ, ὑπὲρ τῶν ἑκουσίων καὶ ἀκουσίων; Τοῦτο μεριμνᾷν ἀναγκαῖον, τοῦτο νυκτὸς καὶ ἡμέρας σκοπεῖν καλόν. Τί τὸ εὔλογον εἴπωμεν τότε; τί ἀπολογησώμεθα, εἰπέ μοι, ὦ ἄνθρωπε; Ἰδοὺ τρυφᾷς πεντήκοντα ἔτη ἢ ἑκατὸν, καὶ πλουτεῖς, καὶ τεκνοποιεῖς, καὶ προικίζεις καὶ ἐγγαμίζεις υἱοὺς καὶ θυγατέρας, καὶ ἄρχεις καὶ βασιλεύεις ἐθνῶν καὶ λαῶν· καὶ μετὰ ταῦτα θάνατος, καὶ μετὰ θάνατον κρίσις τέλος οὐκ ἔχουσα οὐδὲ μετάνοιαν. Οὐκ ἔστι γὰρ, φησὶν, ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ὄντως οὐδείς. Κἂν γὰρ μυρία ταραττώμεθα, καὶ πολλὰ δεώμεθα, ἀλλ' οὐδεὶς ὁ ἐξαιρούμενος. ∆ιὰ τοῦτο μάλιστα μακαρίζομεν τοὺς νηπίους ἀποθνήσκοντας· διὰ τοῦτο πάντες λέγομεν· Εἴθε νήπιοι ὄντες ἀπεθάνομεν! Μὴ οὖν, ὅπερ ἡμεῖς ἐπιθυμοῦμεν, ὁρῶντες ἐν τοῖς ἰδίοις τέκνοις, ἀθυμῶμεν. Τὸ γὰρ ἡμῖν τοῦ θανάτου ποτήριον ἐπικίνδυνόν ἐστι, παρὰ δὲ τοῖς νηπίοις σωτήριον· καὶ τὸ παρὰ πᾶσι φρικτὸν, ἔστιν ἐκείνοις ἐπαινετόν· καὶ ὅπερ ἡμεῖς ἔχομεν εἰς ἀρχὴν τῆς ἐκεῖ τιμωρίας, ἔστι παρ' ἐκείνοις ἀρχὴ σωτηρίας. Ὑπὲρ τίνος γὰρ λογοθετηθῶσιν οἱ μηδὲ ὅλως ἁμαρτίας δεξάμενοι πεῖραν; ὑπὲρ τίνος τιμωρηθῶσιν οἱ καλοῦ ἢ κακοῦ γνῶσιν μὴ φθάνοντες; Ὢ μακαρίων νηπίων μακαρία καὶ ἡ κοίμησις! ὢ θάνατος ἀφθόρων, ἀρχὴ τῆς ὄντως ζωῆς αἰωνίου ὑπαρχούσης! ὢ τέλος ἀρχὴ ἀτελευτήτου χαρᾶς! Ἀλλὰ τί φασιν οἱ ὀλιγόψυχοι; Παῖς μοι, φησὶν, ὑπῆρχε μονογενὴς ἅμα καὶ εὐειδὴς καὶ εὐγενής· οὗτος ἦν τοῦ ἐμοῦ γένους ἡ διαδοχὴ, οὗτος ἦν τῆς οὐσίας ὁ κληρονόμος, οὗτος τῆς ἐμῆς ἀθυμίας ἡ παραμυθία, οὗτός μου ἦν τοῦ γήρους ἡ βακτηρία, οὗτος τῆς πατρίδος τὸ καύχημα, οὗτος τῆς ἐμῆς ῥίζης ὁ κλάδος, ὅλος τῷ εἴδει φαιδρὸς ὑπάρχων, ὅλος προσηνὴς καὶ ἐπιδέξιος, εὐπροσήγορος, ἐπιθυμητὸς τοῖς ἰδίοις καὶ τοῖς ξένοις, τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσιν· οὗτος ὁ τοσοῦτος ἐξαίφνης ἀνάρπαστος τῶν ἐμῶν χειρῶν ἐπήρθη, καὶ ὁ πρὸ μικροῦ ὁρώμενος, οὐ πάρεστι θεωρούμενος, ἀλλὰ καταλιπὼν τὸν γεννήσαντα, ἀπῆλθε πρὸς τὸν πλάσαντα· ἐάσας με τὸν θρέψαντα, ἐπορεύθη πρὸς τὸν καλέσαντα· χωρισθεὶς σπλάγχνων μητρὸς, κατῆλθεν εἰς μνῆμα γῆς τῆς πάντων μητρός. Οὐ μὴ κλαύσω τοῦτον, εἰπέ μοι; μὴ θρηνήσω, μηδὲ ὡς κόρην ὀφθαλμοῦ ζητήσω; Οὐ δύναμαι, φησὶν, οὐ δύναμαι· κἂν γὰρ μυρία εἰσενέγκῃς μοι δόγματα, κἂν μυριάκις παραινεῖν δοκιμάσῃς τοῦ μὴ θρηνεῖν γονεῖς τὰ ἑαυτῶν τέκνα, οὐ πεί60.729 σεις, διὰ τὸν Θεὸν τὸν ὁρίσαντα οὕτω, καὶ τὸν δεσμὸν τῆς φύσεως συνδήσαντα, καὶ τὸ πῦρ πρὸς τὰ τέκνα περὶ τῶν σπλάγχνων τῶν γονέων ἐνθήσαντα. Οὐ τοῦτο λέγω, ἄνθρωπε, οὐδὲ τοῦτο νομοθετῶ, μηδὲ ὅλως δακρύειν ἐπὶ τοῖς τέκνοις· κἂν γὰρ εἴπω, ἀδύνατον λέγω. Καὶ γὰρ κἀγὼ νόμοις φύσεως πείθομαι, καὶ τῷ καιρῷ τῆς συμπαθείας οὐκ ἀντιτάσσομαι· ἐπεὶ κἀγὼ βροτὸς, ἐπεὶ κἀγὼ ἐκ μητρὸς γεγένημαι, καὶ τῆς αὐτῆς ὑπάρχω φύσεως. Οἶδα πατέρων τὸν ὀδυρμὸν, οἶδα μητέρων τὸν στεναγμὸν, οἶδα αὐτῶν τὴν θάλασσαν τῆς ἀθυμίας, οἶδα αὐτῶν τῆς ταραχῆς τὴν ἀδημονίαν· ἐπίσταμαι τὴν ἔνδον αὐτῶν ἐπὶ τέκνοις φαντασίαν, πῶς ὡς παρόντα τὸν οὐ παρόντα παῖδα ἐν ἑαυτοῖς ἀναζωγραφοῦσι, τὴν ἐκείνων εἰκόνα σὺν δάκρυσιν ἐννοούμενοι, τὰ ἐκείνων ἤθη καὶ ῥήματα καὶ πράγματα πάντα κατ' ὀφθαλμοὺς τιθέντες. Ἀλλ' ὁ Ἰὼβ ὁ θαυμάσιος οὐχ οὕτως· ἐκείνου γὰρ τῶν τέκνων καὶ παίδων καὶ βοῶν καὶ καμήλων καὶ πάντων τῶν προσόντων αὐτῷ πρὸς ὄλεθρον γενομένων, οὐκ ἐθορυβήθη, οὐκ ἐδυσφήμησεν, ὡς οἱ πολλοὶ, ἀλλ' ἀνίστατο, καὶ εἰς τὴν γῆν πεσὼν, ἐξ ἧς ἐλήφθη, τῷ ∆εσπότῃ προσκυνῶν ἔλεγεν· Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξε, οὕτω καὶ ἐγένετο. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. ∆οῦλός εἰμι, καὶ ὑπόκειμαι, καὶ τῷ ποιήσαντι οὐκ ἀντιτάσσομαι· οὐ γὰρ ξένον τὸ πρᾶγμα· τέθνηκαν οἱ παῖδες. ἀλλ' οὐκ ἀπόλωλαν. Ποῖος γὰρ ποιμὴν οὐκ ἐξουσιάζει ἐν τῷ ποιμνίῳ αὐτοῦ; Ὁ ποιμὴν ὁ καλὸς ἐξελέξατο τὰ πρόβατα αὐτοῦ. Μικρὸν, καὶ ἡμεῖς ἀπερχόμεθα. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ οὕτως ἀμέτρως ὀδυρώμεθα. Ὡς πιστοὶ κλαύσωμεν, καὶ μὴ ὡς ἄπιστοι ἀσχημονήσωμεν· ὡς ὁ Χριστὸς τὸν Λάζαρον ἔκλαυσεν, οὕτω κλαύσωμεν· σοὶ γὰρ μέτρα καὶ ὅρους δεικνύων, ἐδάκρυσε. Πῶς γὰρ δακρύειν ἔχρησεν, ὃν μετ' ὀλίγον ἐγείρειν ἔμελλεν; Ἀλλ' ἵνα σὺ μάθῃς μέχρι πόσου δακρύειν, ἵνα καὶ τὸ τῆς φύσεως συμπαθὲς ἐνδειξώμεθα, καὶ τὴν τῶν ἀπίστων μίμησιν ἀποκρουσώμεθα· λοιπὸν δὲ κἀκεῖνο εὐξώμεθα, τῆς αὐτῆς μερίδος τῶν ἐν ἀρετῇ τῆς ἡλικίας χρόνον τὸν βίον χωριζομένων ἔσεσθαι· καὶ μὴ ἐκεῖ ἀπελθόντας ἡμᾶς τοὺς μὲν ἑαυτῶν παῖδας ἐν ἀνέσει ὄψεσθαι, ἡμᾶς δὲ ἐν ἀφορήτῳ κολάσει ἔσεσθαι. Ὅσοι γὰρ πρὸ ῥύπου καὶ φθορᾶς τῆς δυσχεροῦς ταύτης καὶ πολυστενάκτου σαρκὸς ἐχωρίσθησαν νήπιοι, φωνὰς ἀποφθέγγονται τοιαύτας, πρὸς τοὺς τεκόντας, εἰ καὶ μὴ τοῖς ῥήμασιν, ἀλλὰ τοῖς πράγμασι· Μὴ δὴ ἐφ' ἡμῖν δακρύετε, πατέρες, μηδὲν ὠφελοῦντες· ὑμεῖς γὰρ ἐβουλεύεσθε σὺν ὑμῖν ἔχειν ἡμᾶς ἐν τῷ ματαίῳ βίῳ, ἔνθα πάντα ἀτερπῆ καὶ ἐπώδυνα, ἔνθα πάντα ἄπιστα καὶ ἀσύστατα, ἔνθα οὐδὲν μόνιμον οὐδὲ βέβαιον· ἀλλ' ὁ ∆εσπότης ἡμῶν καὶ Θεὸς ἀγαπήσας ἡμᾶς, ὡς ἐκ στόματος λέοντος, οὕτως ἐκ τοῦ ματαίου βίου ἥρπασεν ἡμᾶς· ὡς ἐξ ἀκανθῶν ῥόδα, οὕτω τῶν ἁμαρτιῶν τοῦ 60.730 αἰῶνος τούτου χωρίσας ἡμᾶς· ὡς ἀρνία φίλτατα, οὕτως ὁ ποιμὴν ὁ καλὸς ἀφώρισεν ἡμᾶς ἐξ ὑμῶν, ὡς ἐκ σκότους εἰς φῶς. Καὶ ἐν τῇ χώρᾳ τῶν ζώντων διάγομεν, ἔνθα πάντα ἤρεμα καὶ ἀστασίαστα, ἔνθα πάντα φωτεινὰ καὶ θεάρεστα, ὅπου οὐδεὶς ἀδικῶν οὐδὲ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία οὐδὲ μελάνωσις, ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἀνεκλάλητος, ἔνθα οὐκ ἔνι πόνος οὐδὲ δάκρυα, ἔνθα οὐκ ἔνι φροντὶς οὐδὲ μέριμνα, οὐ στεναγμὸς οὐδὲ ὀδυρμὸς, ἀλλ' ἢ μόνος Θεὸς αἰνούμενος καὶ δοξαζόμενος. Ἡμᾶς οἱ ἅγιοι ἄγγελοι εἰρηνικῶς. διεχώρισαν ἀπὸ τοῦ σώματος· ἡμεῖς ἀσιάντως τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ ἀέρος παρήλθομεν· ἀγαθοὺς γὰρ ὁδηγοὺς ἔσχομεν. Οὐ γὰρ εὗρον ἐν ἡμῖν ἅπερ ἐζήτουν, οὐδὲν εἶδον ἐν ἡμῖν ὧνπερ ἤλπιζον. Εἶδον τὸ σῶμα ἄσπιλον, καὶ ᾐσχύνθησαν· εἶδον τὴν ψυχὴν ἄκακον καὶ καθαρὰν, καὶ ἐνετράπησαν· εἶδον τὴν γλῶτταν ἄσπιλον καὶ καθαρὰν καὶ ἄμωμον, καὶ ἐφιμώθησαν· παρήλθομεν, καὶ εὐτελίσαμεν αὐτούς· διέβημεν δι' αὐτῶν, καὶ κατεψάλλομεν αὐτῶν· Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ὅθεν καὶ οἱ ὑπαντῶντες ἡμᾶς ἔχαιρον ἄγγελοι, δίκαιοι ἠσπάζοντο, ὅσιοι ἐτέρποντο λέγοντες· Καλῶς ἦλθον τὰ ἀρνία τοῦ Χριστοῦ. Ἠνοίχθη ἡμῖν τοῦ παραδείσου ἡ τρυφὴ, ἐδείχθη ἡμῖν ὁ κόλπος τοῦ Ἀβραάμ· δεξιῶς γὰρ ἡμᾶς ὁ ∆εσπότης ἐδέξατο· ἱλαρὰν φωνὴν πρὸς ἡμᾶς ἀπεφθέγξατο· ἱλαρῷ ὄμματι ἡμᾶς ἐθεάσατο· διὸ καὶ ἐν τῇ βίβλῳ τῆς ζωῆς ἡμᾶς ἀπεγράψατο. Πρὸς γὰρ Κριτὴν φιλάνθρωπον εἴπομεν· ∆ικαιοκρίτα Κύριε, ἐστέρησας ἡμᾶς τῶν ἐπιγείων, μὴ στερήσῃς ἡμᾶς τῶν ἐπουρανίων· ἐχώρισας ἡμᾶς γονέων, μὴ χωρίσῃς ἡμᾶς τῶν ἁγίων· σώαν σου τὴν σφραγῖδα ἔχομεν τοῦ βαπτίσματος, ἄσπιλον τὸ σῶμά σοι προσηνέγκαμεν διὰ πολλὴν νηπιότητα. Μὴ οὖν φθονήσητε ἡμῖν ὡς πρὸ καιροῦ τὴν σωτηρίαν ἡμῶν ἄμωμον, μηδὲ δακρύετε, ὅτι ἐκ τοῦ χείρονος εἰς τὸ κρεῖττον μετηνέχθημεν, εἴπερ ἀντὶ φθαρτῶν ἐλάβομεν τὰ ἄφθαρτα. Ἡμεῖς μετὰ ἀγγέλων ὑμνοῦμεν, μετὰ τῶν ἁγίων χορεύομεν· ἀλλὰ καὶ ὑπὲρ ὑμῶν τῶν ἐν ἁμαρτίαις ὄντων πρεσβεύομεν· ἡμεῖς μετὰ τῶν ὑπὸ Ἡρώδου διὰ Χριστὸν ἀναιρεθέντων νηπίων συνηριθμήθημεν· ἡμεῖς μετὰ τῶν τοῦ Ἰὼβ υἱῶν ἀγαλλιώμεθα. ∆ιὸ ὑπὲρ ἡμῶν μὴ μεριμνᾶτε, ἀλλὰ μᾶλλον ἑαυτοὺς θρηνεῖτε· καὶ γὰρ τῆς ἑαυτῶν τελευτῆς τὴν ἀπολογίαν σκοπεῖτε· καὶ ὡς γινώσκοντες καὶ βεβαίως πιστεύοντες, ὅτι πρὸς τὸ συμφέρον ἡμῖν ὁ ∆εσπότης ἡμῶν ἐξελέξατο, καὶ ἐν τῇ μερίδι τῶν σωζομένων κατέταξεν ἡμᾶς, ὁπηνίκα ἂν νέοι παῖδες καὶ ἄφθοροι ἐξ ὑμῶν ἐνταῦθα παραγίνωνται πρὸς ἡμᾶς, χαίρετε καὶ εὐφραίνεσθε, καὶ μετὰ τοῦ δικαίου Ἰὼβ ψάλλετε· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.
2. Περὶ ὑπομονῆς.
Οἱ διψῶντες ὁδοιπόροι ἀποῦσαν τὴν πηγὴν κατὰ διάνοιαν φαντάζονται, καὶ τῷ ἐκείνης πόθῳ ὀξεῖ τῷ κινήματι σπεύδουσιν, ὥστε τὸ ἴαμα τῆς δίψης εὑρεῖν, καὶ τὴν ἔνδον ἐκκαιομένην φλόγα διὰ τῶν ναμάτων δροσίσαι. Τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, ἀγαπητοὶ, διψῶντες τὸν τῆς ἀληθείας λόγον, μετὰ προθυμίας ἔρχεσθε πρὸς τὴν ἀληθινὴν πηγὴν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· καὶ πάλιν αὐτός φησι· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Ταύτης τῆς πηγῆς ἐπιποθῶν ὁ μακάριος ∆αυῒδ ἐκελάδει λέγων· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Ἀλλ' ἵνα μὴ δόξωμεν ἔξω τῶν Γραφῶν μένειν διὰ τῶν προοιμίων τούτων, φέρε δὴ ἁψώμεθα τῶν λόγων· οὕτω γὰρ ἡμῖν λαμπρότερος ὁ λόγος ἀποδειχθήσεται, καὶ φαιδρὰ ἡμῖν ἡ Ἐκκλησία δείκνυται. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τί οὖν ἦν τὸ ἄρτι ἀκηκόαμεν τοῦ μακαρίου ∆αυῒδ λέγοντος· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου; Μέγα ἡμῖν ἀνεφάνη τρόπαιον ἡ ὑπομονή· καὶ γὰρ πάντας τοὺς ἁγίους εὕρομεν ἐστεμμένους τῇ ὑπομονῇ, καὶ ταύτην διδάσκαλον 60.730 ἔχοντες ἔνδον εἰδέναι τὸν μακάριον Ἀβραὰμ, τὸν ἑκατονταετῆ γενόμενον καὶ μήπω τεκνογονήσαντα, ἀλλὰ τῇ ὑπομονῇ τούτου ὁ καρπὸς πρὸ ὀφθαλμῶν τετρυγημένος ἦν. Τὸ δένδρον ἀπέβαλε τὰ φύλλα, καὶ ἡ ῥίζα ἐβρίθετο· ἐπαλαιώθη ἡ σὰρξ, καὶ τὸ φρόνημα αὐτοῦ ἤκμαζεν· ἀλλ' ὅμως τῇ ὑπομονῇ ἐκαρποῦτο τὸν Ἰσαάκ. Ἰδέ μοι τὸν μακάριον Ἰὼβ τὸν τῆς οἰκουμένης ἀγωνιστὴν, τὸν παλαίσαντα καὶ διασπάσαντα τὴν δύναμιν τοῦ διαβόλου· πόσα ἐπάλαισεν ὁ διάβολος, καὶ τὸν ἀθλητὴν οὐκ ἔῤῥηξε; Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσε, τὰ μηχανήματα προσήγαγε, καὶ τὸν πύργον οὐκ ἐσάλευσε· τὰ κύματα ἤγειρε, καὶ τὸ σκάφος οὐ κατεπόντισε· τοὺς κλάδους κατέκλασε, καὶ τὴν ῥίζαν οὐκ ἀνέσπασε· τὰς τρικυμίας ἤγειρε, καὶ τὴν πέτραν οὐκ ἐσάλευσεν. Εἶδες ὑπομονὴν δικαίου; εἶδες ἄθλησιν ἀγωνιστοῦ; εἶδες πέτραν ἐστηριγμένην; εἶδες τὸν στρατιώτην παραταττόμενον; εἶδες τὸν πύργον ἑστῶτα; εἶδες τὸν δίκαιον δοξαζόμενον καὶ διάβολον μετ' αἰσχύνης δραπετεύοντα; Ἰδέ μοι, εἰ δοκεῖ, καὶ τὴν κορωνίδα τῆς ὑπομονῆς αὐτοῦ. Μετὰ γὰρ τὴν τῶν βοῶν αἰχμαλωσίαν, καὶ τῶν προβάτων τὸν ἀφανισμὸν, καὶ τῆς οἰκίας τὴν πτῶσιν, καὶ τὴν τῶν παίδων συμφοράν εἶδε γὰρ αὐτοὺς διαφόρως μὲν τεχθέντας κατὰ τὸν χρόνον, κοινῇ δὲ ὑπελθόντας ἅπαντας τοῦ 60.731 βίου τὸ τέλος· μετὰ τοσαύτην οὖν ἀνάλωσιν ἐπεμβαίνει καὶ ἡ γυνὴ λέγουσα· Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον μικρὸν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων· σὺ δὲ αὐτὸς ἐπὶ σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος, κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων, καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ἀλλ' εἰπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα. Ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπε τὴν ἀοίδιμον καὶ παρὰ πᾶσιν ᾀδομένην φωνήν· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Εἶδες ὑπομονῆς πέλαγος; εἶδες διδασκαλίαν ἄπτωτον; Οὐκ ἐχαύνωσεν αὐτοῦ τὴν ὑπομονὴν ἡ τῶν ἐπελθόντων ἀφορία, ἀλλὰ τοσούτων ἐπελθόντων ὥσπερ κυμάτων ἀλλεπαλλήλων, τὸ σκάφος ὑποβρύχιον οὐκ ἐγίνετο. Εἶδες ὑπομονὴν δικαίου; εἶδες στέφανον πλεκόμενον τῷ δικαίῳ δι' ὑπομονῆς; Ἴδε μοι καὶ τὸν πτωχὸν Λάζαρον, μᾶλλον δὲ πλουσίων εὐπορώτερον, πῶς καὶ οὗτος δι' ὑπομονῆς ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἐπαναπαύεται. Οὗτος γὰρ ὁ Λάζαρος παρὰ τὸν πυλῶνα τοῦ πλουσίου καθέζετο τῷ λιμῷ τηκόμενος· κἀκεῖνος μὲν ὁ πλούσιος διαφόροις ἐδέσμασι καθ' ἑκάστην ἡμέραν ἐμπιπλῶν τὴν κοιλίαν· ὁ δὲ Λάζαρος οὔτε ἄρτου τὴν κοιλίαν αὐτοῦ χορτάσαι εἶχεν· οὗτος παρασίτους ἔτρεφε, καὶ οὗτος ὑπὸ κυνῶν ἐλείχετο· οὗτος ἐστεμμένους εἶχε κρατῆρας οἴνου, κἀκεῖνος τὰ τραύματα ἐθώπευεν· οὗτος εἶχεν οἰκίαν χρυσόροφον καὶ μάρμαρα Λακεδαιμόνια καὶ περικεφαλαίας χρυσᾶς, καὶ Λάζαρος καλύβην οὐκ εἶχεν· οὗτος περιεβάλλετο σηρικὰ καὶ λαγῷα, καὶ Λάζαρος οὐκ εἶχε ῥάκος. Ἀλλ' ὅρα μοι τὸ τέλος τῆς ὑπομονῆς. Ἀπέθανεν οὖν ὁ πλούσιος τοῦ γὰρ πλουσίου ὁ θάνατος, θάνατος· θάνατος γὰρ ἁμαρτωλῶν πονηρός· ἀπέθανε δὲ καὶ ὁ Λάζαρος, μᾶλλον δὲ μετετέθη. Οὗτος ὑπ' ἀγγέλων εἵλκετο, οὗτος ἐν οὐρανῷ ἐπολιτεύετο, κἀκεῖνος ἐν τῇ γεέννῃ κατεφλέγετο· οὗτος ὑπεραπήλαυε τῶν ὑδάτων, κἀκεῖνος ἐν τῇ γεέννῃ κατεφλέγετο, ῥανίδος ἐπεθύμει· οὗτος ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἐπανεπαύετο, κἀκεῖνος ὑπὸ τοῦ σκώληκος τοῦ ἀκοιμήτου ἐνύγετο. Καὶ ὅρα, εἰ δοκεῖ, τὴν ὑπομονὴν τοῦ μακαρίου Λαζάρου. Οὐκ εἶπεν ἐν ἑαυτῷ, ὅτι Ἐγὼ ζῶν ἐν ἀρετῇ πένομαι, καὶ οὗτος ἐν ἀδικίᾳ ζῶν πλουτεῖ· παῖδες τούτῳ παρειστήκεισαν ἀπαραίτητον λειτουργίαν προσφέροντες· οὗτος μακαρίζεται ὑπὸ ἀνθρώπων, καὶ οὗτος ἐταλανίζετο· μάγειροι τούτῳ ποικίλῃ τέχνῃ ὑπηρέτουν, σιτοποιοὶ, ἀρχισιτοποιοί· λουτρὰ ἐν πόλει, καὶ λουτρὰ κατὰ χώρας, καὶ κῆποι καὶ παράδεισοι. Οὗτος καθ' ἑκάστην ἡμέραν ὑπεραπήλαυε τιμῆς· ἡ γῆ ἀπαραιτήτως αὐτῷ προσέφερε, καὶ οὗτος οὐ μετεδίδου τοῖς ἐνδεέσι· τὰ δένδρα τὸν καρπὸν βαρούμενα εἰς τὴν γῆν ἔβλεπον, κἀκεῖνος τῷ βάρει τῶν κακῶν εἰς οὐρανὸν οὐκ ἀνέβλεπεν· ὁ δὲ Λάζαρος κατὰ μόνας ἐκάθητο, τῇ ὑπομονῇ ἀπωθούμενος τὴν ζάλην τῆς πενίας. Εἶδες ὑπομονὴν δικαίου; εἶδες ὠμότητα πλουσίου; εἶδες καρτερίαν πένητος; εἶδες ἀπανθρωπίαν τοῦ πλουσίου; εἴδετε οἷον ὀψώνιον ἤνθησεν ἡ ὑπομονή; Ἴδε μοι καὶ τοὺς τρεῖς παῖδας ἐν καμίνῳ διατρίβοντας, καὶ τὴν κάμινον ὡς λεπτὸν ἀέρα καταπατοῦντας τῇ ὑπομονῇ, πῶς οὗτοι οἱ νέοι κατετόλμησαν τῆς τοσαύτης βασάνου, καὶ οὐκ ἐλογίσαντο τὴν ἀπειλὴν τῆς φλογὸς, οὐδ' ὅσα τούτοις πικρὰ βασανιστήρια ἔμελλον ἔρχεσθαι; ἀλλὰ τοσοῦτον ἦσαν ὑψηλοὶ τῷ φρονήματι τῆς ὑπομονῆς, ὥστε λέγειν αὐτούς· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ἀλλ' ὅμως κατετόλμησαν αὐτοῦ τῶν βασάνων, καὶ περιεπάτουν ἐν τῇ καμίνῳ καὶ ὕμνουν τὸν Θεὸν, ὥσπερ ἐν λειμῶνι καὶ παραδείσῳ ἤ τινι χλοηφόρῳ· καὶ ὥσπερ τις ἐν τρυφῇ διάγων, οὕτω περιεπάτουν, καὶ ἔλεγον· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Καὶ ὅρα βλαστάνουσαν ὑπομονὴν ταπεινοφροσύνην ἐπάγουσαν ἑξῆς· Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν. Καίτοι εἰ καὶ ἁμαρτίας ἦσαν πεποιηκότες, πάσας ἀπέσμηξεν ἡ τῆς 60.732 φλογὸς δύναμις· ἀλλ' ὅμως τῇ ὑπομονῇ ἔλεγον· Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν. Εἶδες ὑπομονὴν δικαίων; Οὐκ ἐλογίσαντο, ὅτι πυρὶ ἤμελλον προσομιλεῖν τὰ τούτων σώματα, ἀλλὰ καὶ ἀδάμαντος στερεώτεροι ηὑρέθησαν, καὶ τοσοῦτον ἀνδρεῖοι, ὥστε μὴ ἐν ἑνὶ τόπῳ ἑστάναι αὐτοὺς ἐν τῇ καμίνῳ. Καὶ περιπατοῦντες ηὐλόγουν τὸν Θεὸν καὶ ἐδόξαζον. Καὶ οὐ μόνον αὐτοὶ μόνοι, ἀλλὰ καὶ αὐτοὶ τὴν κτίσιν πᾶσαν μεθ' ἑαυτῶν ἐκάλουν, τὸν ἥλιον καὶ τὴν σελήνην, τὰ ἄστρα τοῦ οὐρανοῦ, θάλασσαν καὶ ποταμοὺς, πηγὰς καὶ λίμνας καὶ τὴν γῆν, τὰ ὄρη, τοὺς βουνοὺς, τὰς νάπας, τὰς πεδιάδας, τὰς νύκτας, τὰς ἡμέρας. Καὶ ὅρα μοι τὸ θαυμαστόν· τῇ τάξει ὕμνουν καὶ ἐδόξαζον τὸν Θεόν. Ἀνάγνωθί μοι τὴν κοσμοποιίαν, εὑρήσεις ἐν αὐτῇ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶτα τῇ ἑξῆς ἐπάγει τὴν κτίσιν. Οὕτω καὶ οἱ παῖδες νόμον ἐπιστάμενοι καὶ Θεὸν γινώσκοντες οὕτως ἔλεγον· Εὐλογεῖτε, οὐρανοὶ, τὸν Κύριον, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν Κύριον, ἥλιος καὶ σελήνη, τὸν Κύριον. Καὶ ὅρα μοι τὸ θαυμαστὸν ὕστερον πάντων· Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Ὥσπερ γὰρ ἐν τῇ κοσμοποιίᾳ ὁ νομοθέτης ἱστοριογραφῶν ἔλεγε μετὰ τὸ τὴν κτίσιν τελεσιουργηθῆναι, Ποιήσωμεν ἄνθρωπον κατ' ἰδίαν εἰκόνα καὶ καθ' ὁμοιότητα ἡμετέραν· οὕτω καὶ οὗτοι τελευταῖον πάντων ποιησάμενοι τῆς ὑμνολογίας τὴν ἀναπλήρωσιν, λέγουσιν ἑξῆς, Εὐλογεῖτε· Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Εἶδες ὑπομονὴν δικαίων; εἶδες στέφανον πλεκόμενον; εἶδες ἀνδρείων ἰσχὺν τῶν νέων; εἶδες ζῆλον πυρὸς σφοδρότερον; εἶδες στόμα ὁμοδίαιτον τῶν ἀγγέλων; εἶδες γλῶτταν συλλειτουργὸν τῶν ἀγγέλων; εἶδες ὑπομονὴν ἀθλητῶν; Οὐκ ἐδειλίασαν πρὸς θάνατον, οὐκ ἠλλοιώθη αὐτῶν τὸ πρόσωπον διὰ τῆς μελλούσης ἔσεσθαι αὐτοῖς τιμωρίας, ἀλλὰ φαιδροὶ καὶ γεγανωμένοι τῷ ἄνθει ἔλεγον· Ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Εἶδες πῶς πανταχοῦ ἡ ὑπομονὴ πρόξενος γίνεται τῆς βασιλείας τῶν οὐρανῶν; Ἴδε μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον ∆ανιὴλ τὸν εἰς λάκκον λεόντων βληθέντα, καὶ τοὺς λέοντας διδάξαντα νηστεύειν. Οὐ γὰρ ἐτόλμων οἱ θῆρες τῶν προφητικῶν ἀπογεύεσθαι κρεῶν, διὰ τὸ ὑπομονῇ αὐτὸν ἐκτραφῆναι. Οὗτος οὖν ὁ μακάριος ∆ανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων εἰσελθὼν οὐκ ἐδειλίασεν, ἀλλὰ προσηύξατο τῷ Θεῷ· τῇ ὑπομονῇ καὶ αὐτὸς τὴν θηριωδίαν εἰς ἡμερότητα μετέβαλε, καὶ ἡ φύσις τῆς ἀγριότητος εἰς ἡμερότητα προβάτου μετεβάλλετο, καὶ ἦν ἑστηκὼς ∆ανιὴλ ὡς ποιμὴν μετὰ ἀρνῶν. Εἶδες φύσιν μεταβαλλομένην; Καὶ ὁ τύραννος κατῃσχύνετο, καὶ ἦν ἰδεῖν ξένον καὶ παράδοξον πρᾶγμα· οἱ λέοντες ἡμερώτεροι τοῦ βασιλέως ἐγίνοντο. Ἐκεῖνοι μὲν γὰρ παραδεξάμενοι τὴν τροφὴν, καὶ τοσούτῳ λιμῷ περιπεσόντες, οὐκ ἐτόλμησαν προφητικῶν κρεῶν ἀπογεύεσθαι, καὶ τῆς τραπέζης αὐτοῖς παρακειμένης, καὶ τοῦ ὀψωνίου, ἠρνήσαντο αὐτῶν τὴν φύσιν διὰ τὴν ὑπομονὴν τοῦ προφήτου, καὶ οὐδὲν αὐτὸν ἠδίκησεν ἡ τῶν θηρίων ἔφοδος, διὰ τὸ ἐλπίζειν αὐτὸν ἐπὶ Κύριον· οἶδε γὰρ καὶ ἡ φύσις τῶν ἀγρίων αἰδεῖσθαι τὴν εἰκόνα τοῦ Θεοῦ. ∆ιὰ τοῦτο σαφῶς ἐπιστάμενος ∆αυῒδ, ὅτι ὁ ἐλπίζων ἐπὶ Κύριον, οὐδὲν αὐτῷ φρικτὸν ἐπ' ὄψεσι, λέγει· Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα· καὶ πάλιν ὁ Κύριος· Ἰδοὺ, δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ· καὶ πάλιν ὁ ∆αυῒδ, Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ. Ἴδε μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον Ἠλίαν, τῷ λόγῳ τὸν οὐρανὸν κλείσαντα ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, πῶς καὶ οὗτος τῇ ὑπομονῇ ἔμεινεν, ἄρτον μὴ φαγὼν, μηδὲ ὕδατος ἐμφορηθείς· ἀλλὰ περιεπάτει τὴν ἔρημον καὶ τὰς νάπας περιερχόμενος διὰ τὸν φόβον τῆς Ἰεζάβελ, καὶ ὁ τοσοῦτος ἀνὴρ τῇ ὑπομονῇ διὰ κόρακος ἐτρέφετο. Παρὰ τὸν ποταμὸν τὸν Χοραζεὶν ἐκάθητο τῇ ὑπομονῇ προσκαρτερῶν, καὶ ὑπὸ κόρακος τρεφόμενος· καίτοι ὁ κόραξ νομικὸν ἀκάθαρτον. Παρέστω ὁ Ἰουδαῖος. Πῶς ὁ προφήτης σου ὑπὸ ἀκαθάρτου ἐτρέφετο; πῶς τοῦτο, εἰπέ μοι; Ὁ μὲν Μωϋσῆς ἀκάθαρτον ἔλεγεν εἶναι τὸν κόρακα· ὁ δὲ προφήτης σου ὑπὸ ἀκαθάρτου τὴν τροφὴν ἐδέχετο. Οὐχ ὑπῆρχε γὰρ ἕτερον πετεινόν; οὐκ ἦν ἐν τῇ χώρᾳ οὐ τρυγὼν, οὐ περιστερὰ, διότι ὑπὸ κόρακος ἐτρέφετο; 60.733 Ἑρμήνευσόν μοι, ὦ Ἰουδαῖε, τὴν τοῦ πετεινοῦ ζήτησιν. Οὐ Μωϋσῆς ἐνομοθέτει περὶ τοῦ κόρακος, καὶ ἐν τοῖς ἀκαθάρτοις αὐτὸν τέθεικε; πῶς οὖν ὁ προφήτης, ὃν προσδοκᾷς ἔρχεσθαι, ὁ ἐπιβεβηκὼς ἐπὶ ἅρματος πυρίνου, καὶ τὸν οὐρανὸν κλείσας ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, πῶς οὗτος ὁ δι' εὐχῆς ἐγείρας νεκροὺς, ὑπὸ κόρακος ἐτρέφετο; οὐκ ἠδύνατο γὰρ ὁ τὸν οὐρανὸν κλείσας ἄρτους ἑαυτῷ κατενεγκεῖν; Ἀλλ' ἵνα σοι δείξῃ, ὅτι ἡ Παλαιὰ τὰ τοῦ νόμου ἀνέτρεπε. Καὶ οὗτος διὰ μακροθυμίας καὶ ὑπομονῆς ἀθλήσας διῆγε, καὶ ἅπαντας τοὺς ἁγίους εὕρομεν δι' ὑπομονῆς ἀθλήσαντας. Θέασαι δέ μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον ∆αυῒδ τὸν ἔσχατον τῶν ἀνθρώπων γενόμενον καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὕστερον δὲ βασιλεύσαντα τῶν ἀδελφῶν αὐτοῦ· καὶ τὸν τηλικοῦτον πολέμιον λίθῳ κατέβαλε, καὶ τὴν φάλαγγα αὐτοῦ καταστρέψας, καὶ τὴν δύναμιν αὐτοῦ ὡς ἀράχνην διασπάσας· καὶ τούτου τοῦ οὕτως ἀθλήσαντος, οὕτως ἐπολεμεῖτο ὑπὸ τοῦ Σαούλ. Καίτοι εὐεργετῶν ἦν αὐτὸν ∆αυῒδ, καὶ ψάλλοντος αὐτοῦ τὸ δαιμόνιον ἐδραπέτευε, καὶ πολλάκις εὑρόντος αὐτὸν τοῦ ∆αυῒδ εἰς σφαγὴν ἕτοιμον, ἀλλ' ὅμως πάλιν τῇ ἀνεξικακίᾳ ὑπερορᾷ· καὶ πολλάκις αὐτῷ ἐπελθόντος τοῦ Σαοὺλ ὥστε αὐτὸν θανατῶσαι, πάλιν ∆αυῒδ πρὸς τὸν Θεὸν τὸ πᾶν ἐδίδου. Ὅρα δέ μοι καὶ τὸν μακάριον Ἰωσὴφ, τὸν τῆς σωφροσύνης ἀγωνιστὴν, πῶς καὶ οὗτος τῇ ὑπομονῇ ἐφιλοσόφησε· πρῶτον μὲν γὰρ ἐπιβουλευόμενος ὑπὸ τῶν ἀδελφῶν διὰ τὰ ὀνείρατα. Καὶ ὅρα βασκανίαν ἀδελφῶν. Εἰ μὲν ἀληθῆ τὰ ἐνύπνια, τίς μηχανὴ πῶς οὐχὶ πάντως ἐκβῆναι τὰ προοραθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνειράτων ὄψεις, τί βασκαίνετε τῷ σφαλλομένῳ; Καὶ ὅρα τὸ θαυμαστὸν, ἀγαπητέ· Εἶδεν ἑαυτὸν ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἕνδεκα ἀστέρων προσκυνούμενον. Ἤκουσαν τοῦτο οἱ τούτου ἀδελφοὶ, μᾶλλον δὲ οἱ τοῦ διαβόλου μαθηταὶ, οἱ παρὰ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου διδαχθέντες φθόνον καὶ φόνον, τὰς ἀδελφὰς αὐτῶν ἀνομίας, ἃς καὶ Παῦλος συνέζευξεν, εἰπών· Μεστοὺς φθόνου, φόνου. Ἤκουσαν τὴν μέλλουσαν διαδέχεσθαι αὐτῶν βασιλείαν, καὶ ἐνύττοντο τοῦ θανατῶσαι αὐτόν.
Ὁ δὲ μακάριος Ἰωσὴφ τὴν ἄθλησιν ὑπέμεινε, καὶ ἀπελθόντων βόσκειν τῶν ἀδελφῶν αὐτοῦ πρόβατα εἰς Συχὲμ, εἶπεν ὁ πατὴρ αὐτοῦ· Οὐκ ἰδοὺ οἱ ἀδελφοί σου βόσκουσιν εἰς Συχέμ; ∆εῦρο ἀποστείλω σε, καὶ βλέπε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. Πορευομένου δὲ αὐτοῦ, εἶδον αὐτὸν μακρόθεν ἐρχόμενον, καὶ εἶπον πρὸς ἀλλήλους· Ἴδε ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ ἴδωμεν τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Εἶδες συμβουλίαν ἀδελφοκτονίαν βουλομένων ἐργάσασθαι; Πάλιν ὁ διάβολος τούτοις σύμβουλος ἐγένετο, κἀκεῖνοι τὰ μαθήματα ὀξύτερον ἐμάνθανον. Ἦλθεν ὁ ἀδελφὸς πρὸς αὐτοὺς, καὶ ἀπέκδυσαν αὐτοῦ τὸν χιτῶνα· ἀλλ' οὐκ ἐγένετο γυμνὸς τῆς ὑπομονῆς. Εἰ γὰρ καὶ τὸ κάλυμμα τῆς σαρκὸς ἀπέθετο, ἀλλὰ τὴν σωφροσύνην αὐτοῦ καὶ τὴν ἐλπίδα τὴν εἰς τὸν Θεὸν οὐκ ἀπέθετο, ἣ καὶ ἀνέφερεν αὐτοῦ τὴν δίκην. Ἔσφαξαν ἔριφον, ἔπλησαν τὸν τούτου χιτῶνα αἵματος, καὶ προσήνεγκαν τῷ πατρὶ λέγοντες· Ἐπίγνωθι τίνος ὁ χιτὼν οὗτος Ἐπέγνω ὁ πατὴρ τὸν τοῦ υἱοῦ ποικίλον χιτῶνα, ἤρξατο πενθεῖν καὶ ὀδύρεσθαι, καὶ θρηνῶν ἔλεγε· Θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ. Θῆρες γὰρ ἀληθῶς καὶ πονηροὶ οἱ τοῦτο ποιήσαντες, μᾶλλον δὲ καὶ τῶν θηρίων ἀγριώτεροι, ἅτε τὸν ἴδιον ἀδελφὸν θανατῶσαι συμβουλευσάμενοι καὶ ἀδελφοκτονίαν βουλόμενοι ἐργάσασθαι. Ἀλλ' ὅμως ὁ μακάριος Ἰωσὴφ ἠγωνίζετο τῇ ὑπομονῇ· ἐβλήθη ἐν τῷ λάκκῳ, καὶ τοῦτο ὑπέμεινεν. Εἴπατε δέ μοι, ὦ μιαροὶ, διὰ τί τοσαύτην ἀπανθρωπίαν ἐβάλεσθε εἰς τὸν ἴδιον ἀδελφόν; οὐκ ἤρκεσεν ὑμῖν ἡ τοῦ χιτῶνος ἀπόδυσις, ἀλλὰ καὶ αὐτὸν ἐῤῥίψατε ἐν τῷ λάκκῳ; οὐκ ἐλογίζεσθε, ὅτι ὁ Θεὸς ἐν οὐρανῷ ὁρᾷ τὰ πάντα; οὐκ ἔφριξεν ὑμῶν τὸ σῶμα; οὐκ ἐδειλίασεν ὑμῶν ἡ καρδία τοῦτο πρᾶξαι τολμήσασα; οὐκ οἴδατε, ὅτι ἡ πρώτη ἐντολὴ τοῦ νόμου, Οὐ φονεύσεις, καὶ τοῦτο ἐν πρώτοις ἐσπουδάσατε ποιῆσαι μάλιστα εἰς ἀδελφόν; Εἶτα συμβούλιον ποιησάμενοι ἐπειρῶντο τοῦτον εἰς δουλείαν πωλῆσαι. Κατῆλθον οἱ Ἰσμαηλῖται εἰς Αἴγυπτον· εἶδον αὐτοὺς, καὶ ἀνήνεγκαν αὐτὸν ἐκ τοῦ λάκκου, καὶ πωλοῦσι τὸν ἑαυτῶν βασιλέα, ὡς μηδέποτε δούλου βασιλεύσοντος. Κατῆλθον εἰς Αἴγυπτον. Καὶ ὅρα πῶς πειρασμὸς πειρασμὸν δι εδέχετο. Προσετέθη αὐτῷ Αἰγυπτία· βλαβερῷ τῷ λόγῳ τὸν δίκαιον ἐπειρᾶτο συλᾷν λέγουσα. Κοιμήθητι μετ' ἐμοῦ, καὶ τιμὰς καὶ δῶρά σοι παράσχωμαι· οἱ δὲ ἐμοὶ οἰκέται ὑπὸ τὰς σὰς χεῖρας ἔστωσαν· χρήμασί σε ποικίλοις ἐμπλήσω, ὅλον δέ μου τὸν οἶκον ὑπὸ τὰς σὰς χεῖρας παραθήσομαι, κἀγὼ δέ σου θεράπαινα γένωμαι· μόνον πείσθητί μοι, Ἰωσὴφ, συγκατάβηθι τῷ τραύματι τῷ ἡμετέρῳ, σβέσον τὴν ἔνδον ἐκκαιομένην φλόγα, δρόσισόν μου τὴν καρδίαν τὴν ἀθυμοῦσαν τῷ πάθει, συγκατάβηθι τῇ ἐμῇ δυστήνῳ ψυχῇ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὦ γύναι, δοῦλος μὲν γέγονα οὐδεπώποτε· διὰ δὲ φθόνον καὶ βασκανίαν εἰς δουλείαν κατῆλθον ἐνθάδε. Οὐ μιάνῃς μου τὴν σωφροσύνην, οὐ συλᾷς μου τὴν εὐγένειαν· οὐ προδιδῶ μου τὸ φρόνημα, οὐ ῥίπτω ἐμαυτὸν εἰς τὸ στόμα τοῦ θανάτου, οὐκ ἀπόλλυμι τὴν τῶν συγγενῶν μου ἀξίαν. Ἔγγονός εἰμι τοῦ Ἀβραὰμ τοῦ τῷ Θεῷ διαλεγομένου μετὰ παῤῥησίας, ᾧ διαλεγόμενος Θεὸς εἶπεν· Ἡ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Πάππος μου τυγχάνει Ἰσαὰκ, ἐκεῖνος ὁ ἐπὶ θυσίαν ἑαυτὸν ἀνενεγκὼν προθύμως· πατήρ μού ἐστιν Ἰακὼβ ὁ μετὰ ἀγγέλου παλαίσας, ἐκεῖνος ὁ θεασάμενος τὴν οὐράνιον κλίμακα καὶ ἀπὸ τῆς γῆς ἐστηριγμένην ἕως τοῦ οὐρανοῦ, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. Τούτου εἰμὶ υἱός· οὐκ εἰμὶ δραπέτης οὐδὲ ἀμείλικτος· οὐ καταγνωσθεὶς ἐνθάδε ἐπράθην, ἀλλὰ διὰ φθόνου καὶ βασκανίας ἐνθάδε εἰμί. Ὡς δὲ τοῖς τοιούτοις λόγοις οὐκ ἠδυνήθη σκελίσαι τοῦτον πρὸς μοιχείαν, οὐδὲ χαυνῶσαι αὐτοῦ τὴν σωφροσύνην τῇ πολυλογίᾳ, κατέσχεν αὐτὸν τοῦ ἱματίου· ὁ δὲ ἀποδυσάμενος τὰ ἱμάτια αὐτοῦ ἐξῄει γυμνός. Εἶδες ὑπομονήν; Ἐξῆλθεν ὁ σώφρων ἀθλητὴς λέγων, ὅτι ∆ιὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ σωφροσύνης ἀποδυόμεθα· διὰ παρακοὴν ἐδεξάμεθα τὸ κάλυμμα, διὰ ἐντολὴν Θεοῦ τὴν λέγουσαν, Οὐ μοιχεύσεις, τοῦτο ἀποτιθέμεθα. Καὶ ἐξῄει γυμνὸς, μᾶλλον δὲ ἐνδεδυμένος τὸν Χριστόν. Ἤφριζε λοιπὸν ἡ θάλασσα, ἐμαίνετο τὰς τρικυμίας ἐγεῖραι βουλομένη, τὸ σκάφος αὔτανδρον καταποντίσαι, καὶ οὐκ ἴσχυσεν, ἀλλὰ ἐν τοσαύτῃ ζάλῃ ὡς ἐν γαλήνῃ ἔπλεε. Πόσα ἐκίνησε, καὶ τοῦτον οὐκ ἔβλαψε! Τὸ σκάφος ἔτρεσε, καὶ τὸν φόρτον οὐκ ἐδέξατο. Πόσα ἐνώχλησε, καὶ τὸν θησαυρὸν οὐκ ἐσύλησε! Λοιπὸν περιβλεψαμένη, καὶ μηδαμόθεν εὑροῦσα τὴν ἑαυτῆς ἐπιθυμίαν, ἄρχεται λοιπὸν συκοφαντεῖν, καὶ τῷ αὑτῆς ἀνδρὶ λέγει· Εἰσήνεγκάς μοι ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν μοι. Ἤκουσεν ἐκεῖνος, καὶ ἐξεκαύθη πρὸς ὀργὴν, καὶ ἔθετο αὐτὸν εἰς φυλακήν. Ἔπρεπε γὰρ τοῖς ἐν σκότει ὁ λύχνος, καὶ τοῖς ἐν λιμῷ τηκομένοις σιτοδότης. Λοιπὸν καὶ ἕτερον σκάμμα θέασαί μοι ἐνταῦθα. Οὐκ ἤρκει γὰρ αὐτῷ ἡ τοῦ πατρὸς στέρησις, καὶ ἡ τῶν ἀδελφῶν ἐπιβουλὴ, καὶ ἡ τῆς γῆς ἀλλοτρίωσις, ἀλλὰ καὶ γυναικὸς ἐπανάστασις, καὶ ἡ τοῦ δεσμωτηρίου κατάκλεισις. Λοιπὸν, ἀγαπητοὶ, ἐν δεσμωτηρίῳ κατέκειτο. Ἐβλήθη εἰς τὸν τόπον αὐτοῦ ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός. Εἶδον ἀμφότεροι ἐνύπνια, καὶ σκυθρωπὰ ἦν τὰ τούτων πρόσωπα. Εἶδεν αὐτοὺς ὁ Ἰωσὴφ, καὶ εἶπε πρὸς αὐτούς· ∆ιὰ τί τὰ πρόσωπα ὑμῶν σκυθρωπά; Οἱ δὲ εἶπον· Ἐνύπνιον εἴδομεν, καὶ οὐκ ἔστιν ὁ κρίνων. Λέγει πρὸς αὐτούς· ∆ιηγήσασθέ μοι ἕκαστος ὑμῶν τί εἶδε. Τί λέγεις, Ἰωσήφ; ἆρα εἶδες ἐνύπνιον; Οὐκ ἀπέβη αὐτῶν τὸ τέλος. Εἶδες σαυτὸν ὑπὸ ἡλίου καὶ σελήνης προσκυνούμενον, καὶ ἰδοὺ δοῦλος ἐπράθης· εἶδες τὰ δράγματα τῶν σῶν ἀδελφῶν περιστραφέντα, καὶ προσκυνοῦντα τὸ σὸν δράγμα, καὶ ἰδοὺ ἐν τῷ δεσμωτηρίῳ κατακέκλεισαι. Τί οὖν ἐπερωτᾷς καὶ τὴν τῶν ἀδελφῶν συμφοράν; τί τοσοῦτον μαίνῃ; Οὐ μαίνομαι, φησίν· οἶδα τῆς ὑπομονῆς μου τὸν στέφανον, οἶδα τὸ κέρδος τούτων τῶν συμφορῶν, οἶδα οἷον ἀναφανήσεται ἄνθος· Οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ· καὶ πάλιν ὁ μακάριος ∆αυῒδ, Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Εἶδες ὑπομονὴν ἀθλητοῦ, εἶδες καρτερίαν, εἶδες φρόνημα ἀδούλωτον, εἶδες ἄπτωτον ἀγωνιστὴν, εἶδες στεφανίτην σωφροσύνης, εἶδες τὸ πλοῖον τῆς ἁγνείας, εἶδες τὸ πηδάλιον τῶν νέων, εἶδες τὸν χαλινὸν τῶν ἀκμαζόντων, εἶδες τὸν κυβερνήτην τῶν ἡδονῶν, εἶδες αὐτοῦ τὸν ἀγῶνα, εἶδες αὐτοῦ τὴν ἄθλησιν; Ὅσοι τούτων τοίνυν νέοι, τὸν λογισμὸν ἀναδέξασθε· ὑπομονῆς γὰρ οὐδὲν ἰσχυρότερον. Ῥίζα γὰρ πάντων τῶν ἀγαθῶν ἐστιν ἡ ὑπομονὴ, μήτηρ εὐσεβείας, κλάδος εὐφροσύνης, καρπὸς ἀμάραντος, πύργος ἀκαταμάχητος, λιμὴν ἀχείμαστος. Εἴδετε οἷον ὀψώνιον ἀγαθόν ἐστιν ἡ ὑπομονή;
Μεταβῶμεν δὲ, εἰ δοκεῖ, καὶ ἐπὶ τὴν μακαρίαν Σωσάνναν· καὶ αὐτὴ ἠγωνίσατο τῇ ὑπομονῇ· καὶ ἴδωμεν καὶ εἰς αὐτὴν ἐν γυναικείῳ σώματι ἀνδρείαν ψυχῆς, καὶ γυναικὸς σωφροσύνην, ἧς μνήμη μένει ἀθάνατος μετὰ νίκης. Καὶ γὰρ καὶ αὕτη ἡ μακαρία Σωσάννα ἠγωνίζετο ἐν τῷ πανδήμῳ θεάτρῳ, ὅπου καὶ Θεὸς καὶ ἄγγελοι καὶ ἀρχαὶ καὶ ἐξουσίαι ἐθεώρουν αὐτῆς τὴν ἄθλησιν. Καὶ γὰρ αὐτῆς τὴν ὑπομονὴν βούλομαι παραστῆσαι τῷ λόγῳ. Αὕτη τοίνυν ἡ μακαρία Σωσάννα εἰσῆλθεν ἐν τῷ παραδείσῳ κατὰ τὸ ἔθος περιπατῆσαι· οἱ δὲ δύο παράνομοι πρεσβύτεροι ἦσαν κεκρυμμένοι ἐν τῷ παραδείσῳ. Ἦν δὲ αὐτὴ ὡς ἀμνὸς ἀπολελειμμένη καὶ περιπατοῦσα ἐν τῷ παραδείσῳ· καὶ οἱ δύο πρεσβύτεροι ὡς λύκοι περιβεβλημένοι πῶς ταύτην ποιήσωσι θηριάλωτον. Εὗρον δὲ αὐτὴν καταμόνας, καὶ ἐπέδραμον αὐτῇ· ἡ δὲ οὐκ ἐδειλίασεν, οὐδὲ ἐπτόησεν αὐτὴν ἡ τούτων ἔφοδος, ἀλλ' εἱστήκει ἄτρεπτος τῇ σωφροσύνῃ· οἱ δὲ εἶπον πρὸς αὐτήν· Ἐν ἐπιθυμίᾳ σού ἐσμεν, πείσθητι ἡμῖν· ἡμεῖς ἐσμεν οἱ πρεσβύτεροι τοῦ 60.736 λαοῦ οἱ δοκοῦντες κυβερνᾷν τὸν λαὸν, αὐτοὶ ἑαυτοὺς ὑποβρυχίους ποιοῦντες· ἡμῖν ὑπόκειται ὁ νόμος μᾶλλον δὲ ὑμᾶς κατεδίκασεν ὁ νόμος λέγων, Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου· ἐὰν δὲ μὴ πεισθῇς ἡμῖν, κατηγορήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος. Ἡ δὲ ἀκούσασα τὸν λόγον ἐστέναξε λέγουσα· Στενά μοι πάντοθεν. Αἱρετός μοι θάνατος ὑπὲρ σωφροσύνης, ἢ γάμος ἄτακτος. Οἱ δὲ ἐκπεσόντες τοῦ θηράματος, κατηγόρουν αὐτῆς ὑπὸ τοῦ λαοῦ· αὕτη δὲ ἐσιώπα ἰδοῦσα τῆς ὑπομονῆς τὸ κέρδος. Κατεδίκασαν ταύτην ὑπὲρ σωφροσύνης, ἐπέθηκαν αὐτῇ τὰς χεῖρας, ἐπορεύετο τοῦ ἀποθανεῖν. Εἶδεν ὁ λαὸς τὴν καταδίκην· ὁ δὲ προγνώστης τῶν ὅλων Θεὸς ἐξήγειρε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ ∆ανιὴλ, καὶ ἤλεγξε κεκρυμμένας γνώμας, τῶν μὲν πρεσβυτέρων τὴν ἀκολασίαν, τῆς δὲ Σωσάννης τὴν σωφροσύνην. Οὗτοι κατῃσχύνοντο, καὶ αὐτὴ ἐδοξάζετο· οὗτοι ἐν ἀτιμίᾳ, καὶ αὐτὴ ἐν δόξῃ. Οἴδατε οἷον ὀψώνιόν ἐστιν ἡ ὑπομονή. Ὅσοι τοίνυν τὴν εἰκόνα τῆς ὑπομονῆς ἔχετε, τοῦτον τὸν πόθον ζηλώσατε· Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.