Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Περὶ νηστείας

De jejunio / О посте

Περὶ νηστείας

Ὁ ἔχων προσευχὴν καὶ νηστείαν καὶ ἐλεημοσύνην, τότε ἐστὶ καταπλούσιος ἐν Χριστῷ, καὶ εὐσεβείας ἐργάτης. Τί γὰρ ὄφελος, ἀδελφοὶ, νηστεύειν τῷ σώματι, καὶ φονεύειν τοῖς ἔργοις; τί τὸ ὄφελος βρώματος ἀπέχεσθαι, καὶ πορνείᾳ μιαίνεσθαι; κρέας οὐκ ἐσθίεις, ἀλλὰ κατατρώγεις τὰς σάρκας τοῦ ἀδελφοῦ σου. Ποῖον κέρδος οἴνῳ μὴ εὐφραίνεσθαι, καὶ μεθύσκεσθαι χρήμασι; τί ὄφελος ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ; ποῖον κέρδος νηστείᾳ τήκεσθαι, καὶ λοιδορεῖν τὸν πλησίον; τίς ἡ ὠφέλεια ἐγκρατεύεσθαι βρωμάτων, καὶ ἁρπάζειν τὰ ἀλλότρια; τίς ἡ ἀνάγκη τὸ σῶμα ξηραίνειν, καὶ πεινῶντα μὴ τρέφειν; τίς ἡ ὠφέλεια τὸ σῶμα συντρίβειν, καὶ χήρας μὴ ἐλεεῖν καὶ ὀρφανούς; Ἐὰν βούλῃ νηστεύειν, μίσησον φιλαργυρίαν· τὸ μέγα κακόν ἐστιν ἡ φιλαργυρία.

Νηστεύεις; φύγε μοιχείαν, φύγε πορνείαν, φύγε καταλαλιὰν, ψεῦδος, λοιδορίαν, ἔχθραν, βλασφημίαν, καὶ πᾶσαν περιεργίαν. Νηστεύεις; φύγε πλεονεξίαν, ἁρπαγὴν, ἔριν, καὶ τὸν ψυχώλεθρον φθόνον. Νηστεύεις; φύγε γαστριμαργίαν, τὴν γεννήτριαν πάσης κακίας, τὴν χωρίζουσαν ἡμᾶς καὶ ἀπ' αὐτοῦ τοῦ Θεοῦ, καὶ κατάγουσαν ἡμᾶς ἕως τῶν ἀβύσσων τῆς ἀπωλείας. Ἐὰν νηστεύῃς διὰ τὸν Θεὸν, φύγε πᾶν πρᾶγμα ὃ μισεῖ ὁ 62.758 Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν, ὡς ἐλεήμων καὶ φιλάνθρωπος· δράμωμεν, ἀδελφοὶ, πρὸς τὴν μετάνοιαν, δράμωμεν· ἐδόθη ἡμῖν καιρὸς ἐξομολογήσεως καὶ πένθους καὶ στεναγμῶν, οὐχὶ δὲ ἀμελείας καὶ ῥᾳθυμίας. Μετάνοια γάρ ἐστι πρόξενος βασιλείας οὐρανοῦ, καὶ εἴσοδος παραδείσου, καὶ τρυφῆς αἰωνίου ἀπόλαυσις. Ἐὰν νηστεύῃς, ἀγαπητὲ, πένητα μὴ περιίδῃς, γυμνὸν περίβαλε, βλέπε τῆς χήρας τὰ δάκρυα, βλέπε ὀρφανοὺς στενάζοντας. Ἐὰν ἔχῃς, ἐλέησον· εἰ δὲ οὐκ ἔχεις, κἂν μὴ ἁρπάζῃς τὰ ἀλλότρια. Νηστεύεις; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἀρκεῖ σοι πρὸς σωτηρίαν. Ἐὰν νηστεύῃς, βλέπε μὴ δανείσῃς τὸ ἀργύριόν σου ἐπὶ τόκῳ. Νηστεύεις; ἐλέησον ὃν ἠδίκησας, μὴ φθονήσῃς ποτὲ ἀδελφὸν, μήτε πάλιν μισήσῃς τινά ποτε. Νηστεύεις; μὴ κενοδοξήσῃς. Νηστεύεις; φύγε πορνείαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ἁγίων, τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός. Νηστεύεις; θρέψον πεινῶντας, πότισον διψῶντας, ἀσθενοῦντας ἐπίσκεψαι, τῶν ἐν φυλακῇ μὴ ἐπιλάθου, καταπονουμένους ἐλέησον, θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι· γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, εὐλαβὴς, ἄμαχος, ἀληθι62.759 νὸς, θεοσεβής· ἵνα ὁ Θεὸς καὶ τὴν νηστείαν σου ἀποδέξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι. Ἐὰν νηστεύῃς, ἀγαπητὲ, οὕτω νήστευσον ὡς ὁ Χριστὸς ἐκέλευσεν, ἵνα μὴ καὶ τὸν κόπον ὑπομένῃς, καὶ τὸν μισθὸν ἀπολέσῃς. Ταῦτα παρακαλῶ, ἀδελφοὶ, ἵνα ἀσφαλῶς τηρήσωμεν, καὶ μισθὸν κομισώμεθα παρὰ τῷ Θεῷ, καὶ ἀκούσωμεν τῆς μακαρίας ἐκείνης φωνῆς τῆς λεγούσης, ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οὐδὲν γὰρ, ἀδελφοὶ, δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, καὶ τῆς φωνῆς ταύτης προξενούσης, ὡς μετάνοια καὶ ἐλεημοσύνη. Ὡς πασῶν τροφῶν ὁ ἄρτος ἀναγκαιότερος, οὕτω πασῶν ἐργασιῶν ἡ τοῦ θανάτου ἔννοια. Πυρὸς αἰωνίου μνήμη καθ' ἑσπέραν συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι, καὶ οὐ μή σου ῥᾳθυμία ἐν καιρῷ ψαλμῳδίας κυριεύῃ ποτέ. Ὡς φωτὸς φανέντος, ὑποχωρεῖ τὸ σκότος, οὕτω καὶ ἀπὸ ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται. ∆εθήτω λοιπὸν θυμὸς, ὡς τύραννος, ἐν δεσμοῖς πραότητος· μηδέποτε καταδέξῃ τὸν πρὸς σὲ τὸν πλησίον καταλαλοῦντα, μᾶλλον δὲ λέγε πρὸς αὐτὸν, Παῦσαι, ἀδελφὲ, ἐγὼ καθ' ἡμέραν ἐν χαλεπωτέροις πταίσμασι πταίω, καὶ πῶς ἐκεῖνον κατακρῖναι δυνάμεθα; Ψεῦδός ἐστιν ἀγάπης ἀφανισμὸς, ἐπιορκία δὲ Θεοῦ ἄρνησις· φόβον Θεοῦ κτησάμενος ἐδίωξε ψεῦδος, δικαστὴν ἔχων τὴν ἰδίαν συνείδησιν. Λέοντα ὁ κολακεύσας πολλάκις ἡμέρωσεν.

Ὁ τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι βουλόμενος, ὅμοιός ἐστιν ὁ μετὰ ἐλαίου σβεννύων τινὰ ἐμπρησμόν. Νευροῦται γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Ἀνάθου Κυρίῳ τὴν τῆς φύσεως ἀσθένειαν, γινώσκων εἰς ἅπαν τὴν ἰδίαν ἀδυναμίαν. Μὴ εὔχου ἐν σεσοφισμένοις ῥήμασιν, ἀλλ' ἐξ ὅλης ψυχῆς, καὶ ταπεινώσεως καρδίας· πρὸ πάντων δὲ λέγε, Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Ἡμῖν πίστις ἀκλινὴς καὶ ἀγάπη Θεοῦ περικόπτει φροντίδας· θανάτου δὲ μνήμη ἀπαρνεῖται καὶ σῶμα. ∆ιὰ μικροῦ τινος πυρὸς πολλὴν ὕλην κατέκαυσαν, καὶ διὰ μιᾶς ἀρετῆς ὅλα τὰ πάθη ἔφυγον. Ὁ Θεῷ παρίστασθαι λογιζόμενος ἐν αἰσθήσει καρδίας, ἐν προσευχῇ γενοῦ στῦλος ἀκλόνητος, ὑπ' οὐδενὸς τῶν βιωτικῶν φροντίδων ἐμποδιζόμενος. Εἴ τις ἁγνὸν σῶμα βούλεται παραστῆσαι τῷ Χριστῷ, καὶ καρδίαν καθαρὰν ἐπιδείξασθαι αὐτῷ, τηρησάτω ἀοργησίαν καὶ ἐγκράτειαν. Τούτων γὰρ χωρὶς ἢ σῶμα ἢ νοῦν καθαρὸν παραστῆσαι τῷ Θεῷ βουλόμενος, καὶ φροντίσι τοῦ βίου δονούμενος, ὅμοιός ἐστι τῷ τοὺς ἑαυτοῦ πόδας ἰσχυρῶς δήσαντι, καὶ ὀξέως περιπατεῖν δοκιμάζοντι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ. Ἀμήν.

Περὶ νηστείας

Ἱλασμῶν ὁ καιρὸς, καὶ μὴ παρίδωμεν τὸ εὔκαιρον· ἀνακλήσεως ἁμαρτημάτων ὁ καιρὸς, καὶ μὴ προησώμεθα τὴν χάριν, ἀλλὰ νηστεύσωμεν ἀπὸ βρωμάτων, καὶ πρότερον ἀπὸ ἁμαρτημάτων· πρῶτον γὰρ ἀγαθὸν ἀπαλλαγὴ κακῶν. Κακία δέ ἐστι τὸ ἀντικείμενον τῇ ἀρετῇ, φθόνος καὶ κλοπὴ, καὶ φόνος καὶ πόλεμος, καὶ ὅσα κακὰ λέγεται καὶ ἔστιν. Ὁ δὲ ὢν ἐν κακοῖς, τιμωρίαν ἔχει τὴν κακίαν· καὶ γὰρ πρὸ γεέννης κόλασις ἡ παρουσία τῆς κακίας. Οὐδὲ γὰρ ἰατροῦ τμῆσις κακή· ἀλλὰ διὰ τὴν προηγησαμένην κακίαν ἐπιφέρεται ἡ κόλασις.

Πρῶτον κακὸν τὸ ἐν κακίᾳ ἐξετάζεσθαι. Ὁ ἀσεβὴς ἀλλότριος Θεοῦ ἐστι· κἂν μὴ βληθῇ εἰς γέενναν, τῶν ἀγαθῶν ἀπεστέρηται. Ὁ μὴ σωφρονῶν λυμαίνεται ταῖς ἐπιθυμίαις, ὁ φθονῶν τήκεται τῷ πάθει, ὁ κλέπτων αἰδεῖται καὶ φοβεῖται, ὁ φονεύων οὐ πιστεύει αὐτοῦ τῇ ζωῇ. Πρῶτον κακὸν τὸ κακὸν εἶναι. Κἂν μὴ τέμῃ ὁ ἰατρὸς, νοσεῖ ὁ νοσῶν· κἂν μὴ τιμωρήσηται ὁ Θεὸς μακροθυμεῖ γὰρ, ἐν νόσῳ ἐστὶν ὁ ἁμαρτάνων· Ὁ ποιῶν 62.732 γὰρ, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Οὐκοῦν πρὸ τῆς ἁμαρτίας δεδούλωται ὁ ἁμαρτάνων, καὶ ἤδη ἔχει τὴν τιμωρίαν. Καλὸς ὁ τῆς νηστείας χαλινὸς τοῖς ἀγαπῶσι τὴν ἀπὸ τῆς νηστείας ὠφέλειαν. Μὴ πρόσεχε μόνῳ τῷ ἐπιπόνῳ, ἀλλὰ καὶ τῷ καρπῷ. Εἰ γὰρ μὴ τῇ χρείᾳ προσεῖχέ τις, οὐκ ἂν ἔσπειρεν ὁ σπείρων, ἵνα μὴ δοκῇ σκορπίζειν τὰ ἀποκείμενα· ἀποβλέπων εἰς ἐλπίδα, σπείρει ἃ εἶχεν, ἵνα θερίσῃ ἃ οὐκ εἶχεν. Ἀλγεῖ ἡ σὰρξ ἐν νηστείαις, ἀλλ' εὐφραίνεται ἡ ψυχὴ τῇ ἐλπίδι τῶν ἀγαθῶν. Τί κρεῖττον ἐν ἡμῖν, ψυχὴ ἢ σῶμα; ἥτις κἂν τὸ μὴ ἀλγεῖν ἔλαβε, τρέφεται δὲ τῷ κάλλει τῶν ἀρετῶν μετὰ κρείττονος τῆς περιουσίας. ∆εῖ ἡμᾶς εἶναι ἐν νηστείᾳ, ἥτις τοῦ σώματος οὐκ ἔστι φθορὰ, ἀλλ' ἴασις καὶ θεραπεία. Οἱ νηστεύοντες, καὶ ῥημάτων σωματικῶν ἀπαλλάττονται· οἱ ἀσκοῦντες τήκουσι τὸ περιττὸν τῶν σαρκῶν, καὶ τρέφουσι τὸ ἐλλεῖπον τῆς ψυχῆς. Ἀεὶ ἡ ψυχὴ τοῦ σώματος κήδεται· τρέφει δὲ ἑαυτῇ καὶ ἑαυτῇ φροντίζει. Ἡ ψυχὴ τῷ σώματι εὐτρεπίζει τρόπον 62.733 καὶ ἑαυτῇ εὐτρεπίζει λόγον. Εἰ γὰρ σώματος ἐπιμελεῖται πολλῷ μᾶλλον πρέπει αὐτῇ ἑαυτῆς κήδεσθαι. Ἡ παρὰ τοῦ Θεοῦ τάξις, τὸ ψυχὴν κρατεῖν σώματος· οἱ τιθέμενοι τὸ, σῶμα πρὸ τῆς ψυχῆς, ἀνατρέπουσι τὴν ὀρθὴν τάξιν. Οὐκ αὐτὴ σώματι δουλεύει, ἀλλ' ἢ ἐγένετο μὲν ἐξ ἀρχῆς ὀρθὴ, καὶ ἀεὶ τῇ ψυχῇ ἦν τὸ σῶμα ὑποτασσόμενον. Εἰ δὲ μὴ τοῦτο πείθει σε, κἂν γοῦν τὸ τὰς ἑορτὰς, ἃς ἑορτάζει ἡ ψυχὴ κατὰ τοῦ σώματος, τοῦτο πληροφορείτω σοι, ὅτι καὶ αὐτὴ φρονεῖ κατὰ τοῦ σώματος. Σῶμα σώζεται, ὅταν κρατῇ τὸ σῶμα τῆς ψυχῆς, καὶ αὐτὴ ἀπόλλυται. Μὴ νομίσωμεν μικρὸν κέρδος εἶναι νηστείαν. Ἑνὸς ξύλου εἰ ἀπέσχετο Ἀδὰμ, καὶ ἀπὸ ἑνὸς ἐνήστευσε, τεθνήκει ἂν ὁ θάνατος· μᾶλλον δὲ οὐ τεθνήκει ὁ μὴ ὤν. Ὁρᾷς εἰ τούτῳ ἐχρήσατο τῷ φαρμάκῳ ὁ Ἀδὰμ, οὐκ ἂν γέγονε τὸ γένος ἡμῶν θνητόν; Ὅσης χάριτος γέγονε χρεία, ἵνα ἀναλυθῇ ὃ ἐφεῦρεν ὁ Ἀδὰμ δι' ἀκρασίαν; Ὅταν ἴδῃς ὅτι κακὸν εἰργάσατο τὸ ἐναντίον, τουτέστι, τὸ μὴ ἀποσχέσθαι ἑνὸς ξύλου τὸν Ἀδὰμ, ἐπίγνωθι ὅσον ἀγαθὸν ἡ νηστεία καὶ ἡ ἀποχὴ ὧν ἔξεστιν. Ὁ μὲν γὰρ Ἀδὰμ, οὗ οὐκ ἐξῆν ἁψάμενος, ἀπώλεσε τὸ γένος· ἡ δὲ νηστεία καὶ ὧν ἔξεστιν ἀποστήσασα, ἀνακαλεῖται τὸ παράπτωμα. Εἰ δὲ καὶ Ἡσαῦ ἐνήστευσεν, οὐκ ἐπίπρασκε τὰ πρωτοτόκια· ἀλλὰ ἐδωδῆς ἥττων γενόμενος, τὸ ἀπὸ φύσεως πλεονέκτημα ἀντὶ φακῶν πέπρακε. Τοῖς πεπαιδευμένοις Γραφὰς ταῦτα ἐπιτρέπω. Τί κατήνεγκε τοῖς Ἰουδαίοις ἀπὸ τοῦ ὄρους Μωϋσῆς; νόμον καὶ νηστείαν γενομένην ἐπὶ τεσσαράκοντα ἡμέρας. Ἀλλὰ πρὶν ἢ κατηνέχθη, ὁ νόμος ὤφθη ὁ λαὸς ἀσεβήσας. Ἡ πρώτη ἐντολὴ, Κύριος ὁ Θεὸς εἷς ἐστι· καὶ οἱ μέλλοντες δέχεσθαι τὴν τοιαύτην ἐντολὴν, λέγουσιν, Οὗτοι οἱ θεοί σου. Μεγάλη ἀσθένεια· πρὸ γὰρ Θεοῦ ζῶντος μίμημα μόσχου προετιμήθη. Τί οὖν ἐστι τὸ φάρμακον τοῦ τοσούτου κακοῦ; Πάλιν νηστεύει Μωϋσῆς ὁ μὴ ἁμαρτήσας, καὶ συγχωρεῖται τοῖς ἁμαρτήσασι τοῦ παλαιοῦ νόμου ἡ ῥίζα. Ἀπὸ νηστείας ἤρξατο τῆς Καινῆς ∆ιαθήκης τὸ κήρυγμα, ἀπὸ νηστείας εἴληφε τὴν ἀρχήν. Βαπτισθεὶς γὰρ ὁ Σωτὴρ δι' ἡμᾶς, καὶ εἰς ἔρημον ἀπελθὼν, πρότερον ἐνήστευσε, καὶ οὕτω τῶν σημείων ἤρξατο, οὐκ αὐτὸς χρῄζων νηστείας, ἡμᾶς δὲ διδάσκων εἰς δύναμιν νηστείας ἔχειν τὴν τροπήν. Εἰ τοίνυν ἡ Παλαιὰ ἀπὸ νηστείας ἄρχεται, καὶ ἡ Καινὴ ἀπὸ ταύτης τίθεται τὸν θεμέλιον, μὴ νομίσωμεν κακὸν εἶναι τὴν νηστείαν.

∆υσχεραίνουσί τινες, τὸν ἐπίπονον νόμον ὁρῶντες, καὶ οὐχ ὁρῶσι τὸ ἐκ τοῦ νόμου τούτου προσγινόμενον κέρδος. Οὐχ ὁρᾷς ὅτι καὶ λέοντες ἐν λάκκῳ ἐπείσθησαν νηστεῦσαι, καὶ οὐχ ἥψαντο τοῦ ∆ανιήλ; Εἰ δὲ λέοντες πειθαρχοῦσι τῷ προστάγματι, καὶ τῆς ἀγριότητος τὴν φύσιν ἐξέθεντο, καὶ εἰσὶν ὡς γνώριμοι, καὶ οὐκ ἐπέρχονται ὡς ἀλλότριοι, σπεύσωμεν ἐπὶ νηστείαν προσταχθέντες. Πάλιν γέγραπται, ὅτε Ἱεροβοὰμ ὁ βασιλεὺς τῆς Ἰουδαίας ἠσεβήκει, μόσχον προσκυνῶν κατὰ κληρονομίαν πατρικὴν, ἐπέστη προφήτης, καὶ τῷ βασιλεῖ καὶ τῷ λαῷ εἶπεν οὐδὲν, εἰδὼς ὅτι ἀπειθεῖς καὶ ὁ ἄρχων καὶ οἱ ἀρχόμενοι· ἐάσας δὲ τοὺς μὴ ἀκούοντας ἀνθρώπους, λέγει πρὸς τὸ θυσιαστήριον, τουτέστι, πρὸς τὸν βωμὸν, ἵνα δείξῃ ὅτι οἱ λίθοι μᾶλλον ἀκούουσιν ἢ οἱ ἄνθρωποι· λέγει, Γεννηθήτω Ἰωσίας, καὶ τὰ ὀστᾶ τῶν θυόντων καύσει ἐπὶ τὸν βωμόν. Οὐκ ἤνεγκε τὴν ἀτιμίαν, καὶ ἠγανάκτησεν ὁ ἐλεγχόμενος· δυνάμει ἥπλωσε τὴν χεῖρα, ἵνα ἀναστρέψῃ τὸν εὐεργέτην τὸν προφήτην· ἥπλωσε μὲν, οὐκ ἐδυνήθη δὲ κάμψαι· ἡ γὰρ ἁμαρτία ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. Φθέγγεται ὁ ἐκτείνας τὴν χεῖρα, κρατῆσαι τὸν προφήτην, καὶ ἅμα τῷ βοῆσαι ἰᾶται τὴν χεῖρα ὁ προφήτης· καὶ λέγει αὐτῷ ὁ βασιλεύς· ἄνελθε μετ' ἐμὲ εἰς τὸν οἶκον, γεῦσαι ἄρτου καὶ πίε ὕδατος, καὶ οὕτω πορεύσῃ, Ἀποκρίνεται ὁ προφήτης· πρόσταγμα ἔχω Θεοῦ ἐν τοῖς τόποις τούτοις, ἐν οἷς ἀσέβεια πολιτεύεται, μὴ γεύσασθαι ὕδατος καὶ ἄρτου. Ἀναχωρεῖ ὁ προφήτης. Πρόσεχε δὲ τῷ τέλει τοῦ λόγου. Ἄλλος προφήτης ἀκούσας ὅτι προφήτης παραγενόμενος τοιαῦτα εἶπε, διώκει καὶ καταλαμβάνει, καὶ παρακαλεῖ τὸν προφήτην εἰσελθεῖν καὶ γεύσασθαι μετ' αὐτοῦ, καὶ πείθει. Ἔπεισε δὲ εἰπὼν, ὅτι Κἀμοὶ Κύριος εἶπε τοῦτο ποιῆσαν. Εἰσῆλθε καὶ ἔφαγεν. Ἐν δὲ τῷ ἐσθίειν μετέρχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν καλέσαντα προφήτην, καὶ λοιπὸν προφητεύει, οὐ τὰ ἀπὸ καρδίας, ἀλλὰ τὰ ἀπὸ πνεύματος, καί φησι πρὸς ἐκεῖνον τὸν εἰσελθόντα καὶ φαγόντα· Ἐπειδὴ οὐκ ἤκουσας Κυρίου τοῦ Θεοῦ σου, καὶ ἔφαγες ὅπου ἐκελεύσθης μὴ φαγεῖν, ἀπέρχῃ ἐντεῦθεν, καὶ ἐσθίει σε λέων. Ὁρᾷς τὸ παριδεῖν προστάγματος νηστείας, ὅσον κακὸν προξενεῖ; Ἀναχωρεῖ ὁ προφήτης, καὶ οὐ προέστη αὐτοῦ τὸ ἀξίωμα τῆς προφητείας διὰ τὴν παρακοήν. Ἐξῆλθε λέων, οὐχ ἵνα φάγῃ, ἀλλ' ἵνα δείξῃ ὅτι αὐτὸς προστάγματος ἀκούει, καὶ μετέρχεται τὸν μὴ ἀκούσαντα, καὶ ἐφήψατο τοῦ σώματος τοῦ παρακούσαντος ἐπὶ τοσοῦτον, ὡς ἀνελεῖν μόνον· καὶ ἀνεῖλεν ἵνα κολάσῃ τὸν παρακούσαντα. Ἀνελὼν δὲ προσεχρήσατο ὁ λέων τῇ νηστείᾳ ἀντὶ τῆς τρυφῆς τοῦ παρακούσαντος· ἔκειτο γὰρ νεκρὸς ὁ προφήτης, εἰστήκει δὲ ἡ ὄνος αὐτοῦ ζῶσα, οὐχ ὅτι οὐκ ἦν εὐμαρέστερον ὄνον ἀποκτεῖναι ἢ ἄνθρωπον, ἀλλ' ὁ ἄλογος λέων προστάγματι διέκρινε, καὶ τὴν μὴ ἁμαρτήσασαν ὄνον οὐκ ἀπέκτεινεν, οὐδὲ ἥψατο, τὸν δὲ παρακούσαντα, οὐκέτι προφήτην ὅσον εἰς παρακοὴν, ἀπέκτεινε. Καὶ ἦν ἰδεῖν περὶ αὐτοῦ τριπλᾶ θαυμάσια· ἔκειτο ὁ προφήτης μηνύων τὴν παρακοήν· παρεκαθέζετο ὁ λέων, μηνύων τὴν ὑπακοήν· παρειστήκει δὲ ἡ ὄνος, οὔτε τὴν φύσιν τοῦ λέοντος φοβουμένη, οὔτε ἀναχωροῦσα, οὔτε πάσχουσά τι ὑπὸ τοῦ λέοντος, ἵνα φανῇ ὅτι οὐ διὰ τὴν ἔννοιαν τῆς γαστρὸς ὁ λέων ἐπῆλθεν, ὡς ἐπῆλθεν, ἀλλὰ διὰ τὸ μὴ προσχρῆσθαι νηστείαις τὸν κελευσθέντα μὴ γεύσασθαι. Πάλιν ἀνελήφθη Ἠλίας ὡς ἐπ' οὐρανόν.

Τί δὴ τὸ σημεῖον τῆς ἀναλήψεως, ἢ τῶν τεσσαράκοντα ἡμερῶν ἡ νηστεία; Εἰ Μωϋσῆς νηστεύει, καὶ Ἠλίας ἐπινηστεύει, καὶ ὁ Κύριος ἐπισφραγίζει, καλὴ ἡ μίμησις. Καίτοι οὐκ ἀναπολοῦμεν τὰς ἀναπαύλας τὰς ἐν τῷ μεταξύ· οὐ γὰρ τεσσαράκοντα ἡμέρας νηστεύομεν, ἀλλὰ διαστήματα ἐγκαταλιπόντες ἐν μέσῳ, τὸν μὲν ἀριθμὸν συνάπτομεν, τὴν δὲ νηστείαν οὐ διακρίνομεν. Μεγάλα τὰ πρὸ ἡμῶν, μικρὰ τὰ παρ' ἡμῶν· ἐὰν δὲ καὶ τῶν μικρῶν ἀποτύχωμεν, φανερῶς ἀλλότριοι τῶν νηστευσάντων ἐγενόμεθα. Οὐδεὶς ἡμῶν νηστεύει τεσσαράκοντα ἡμέρας· ἐπὶ γὰρ τεσσαράκοντα διαστήματα ἀναπαυόμεθα, ὥσπερ οἱ ὁδεύοντες, καθ' ἑσπέραν αὐλιζόμενοι, καὶ πάλιν ἀρχόμενοι. Εἰ δὲ ἐκεῖνοι καὶ τὰς τεσσαράκοντα ἐνήστευσαν, ἡμεῖς δὲ οὐδὲ μετὰ ἀναπαύσεως τὴν αὐτὴν ὁδὸν ἐκείνοις ὁδεύομεν, μηδὲ τολμήσωμεν μνημονεῦσαι ὧν τὴν μίμησιν οὐκ ἔχομεν. Νηστεία, ἀγγέλων ἐστὶ κατὰ τὸ δυνατὸν μίμησις, καταφρόνησις τῶν παρόντων, σχολὴ προσευχῆς, τρυφὴ ψυχῆς, χαλινὸς σώματος καὶ πραΰτης ἐπιθυμίας. Καὶ οἴδασιν οἱ νηστεύοντες, ὅτι πραΰνει τὰς ἡδονὰς, καὶ οὐκ ἀγνοοῦσιν οἱ πειρασθέντες· μαλάσσει θυμὸν, συνδάκνει τὴν ὀργὴν, καὶ καταπαύει τὰ φυσικὰ κύματα, ἀνεγείρει τὸν λογισμὸν, καὶ φαιδρὰν ἀπεργάζεται τὴν ψυχὴν, κουφίζει τὴν σάρκα, ἀπελαύνει ἀκρασίας αἰσχρὰς τὰς νυκτερινὰς, ἀπαλλάσσει μέθης, ῥύεται κεφαλαλγίας· φαιδρὰ φέρει καὶ τὰ χρώματα καὶ τὰ βλέμματα. Εὔτακτα ἐν νηστείαις τὰ κινήματα, εὔκολος ἡ γλῶσσα, μὴ διαστρεφομένη ἀπὸ οἴνου, ὀρθὸς ὁ λογισμός· οὐ γὰρ ἐκχέονται αἱ ἐπιθυμίαι. Χορεύει ἐν σωφροσύνῃ, γαλήνην κρατεῖ· ὁ γὰρ ἔξω ἄνθρωπος σχολάζει, καὶ ὧν μὲν πάσχομεν ἐν μέθῃ, οὐ μεμνήμεθα, ὧν δὲ ἀπαλλαττόμεθα ἐν νηστείαις, ἔχομεν τὴν ὑπόμνησιν. Ἡ γὰρ νηστεία καὶ ἑαυτὴν γινώσκει, καὶ τὰ ἀντικείμενα· μέθη δὲ ἑαυτὴν ἀγνοοῦσα, καὶ τὰ ἀπὸ νηστείας ἀγαθὰ ἀγνοεῖ.

Τίνος χάριν, εἰπέ μοι, ἀνῃρέθησαν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς; οὐχ ὅτι ὑπουργοῦντες οἴνου ἐγεύσαντο; Τίς ἦν νόμος τῶν Ναζωραίων; οὐχὶ οἴνου ἀπέχεσθαι, καὶ πάντων τῶν ἀπὸ οἴνου; Οἱ περὶ ∆ανιὴλ σπέρματα ἤσθιον, καταφρονοῦντες τραπέζης τυραννικῆς τοῦ Ναβουχοδονόσορ. Ἐνήστευσε τρεῖς ἑβδομάδας ἡμερῶν ∆ανιὴλ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν· ὅτε ἐπιθυμιῶν ἀπέσχετο, ταύτην τὴν ἐσχάτην προσηγορίαν ἐδέξατο. Ἐνήστευσεν οὐ μίαν ἡμέραν Ἰουδαϊκὴν, οὐ πτωχὴν, ἀλλὰ τρεῖς ἑβδομάδας ἡμερῶν, τὴν ἐκκλησιαστικὴν καὶ αὐτὸς προτυπῶν ὁδόν. Ἄρτον, ἔφην, ἐπιθυμιῶν οὐκ ἔφαγον· οἱ δὲ πεινοῦσιν εἰς ἐπιθυμίας πρὸς τὸν καιρόν· Οἶνος καὶ κρέα οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, ὧν νηστεύει ἡ Ἐκκλησία. Ὅρα ἐν τῇ Παλαιᾷ πολιτείαν Χριστιανικήν. Ἐν μὲν γὰρ τοῖς ἀσθενοῦσιν οἱ τύποι, ἐν δὲ τοῖς προφήταις ἤδη τῆς ἀληθείας τὰ ἴχνη. Ἡ νηστεία ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Εἶπε γὰρ ὁ Θεὸς, Καταστρέφεται Νινευῒ, καὶ οὐ κατεστράφη· προσήνεγκαν γὰρ νηστείαν, καὶ ἐξέφυγεν Ἰωνᾶς, φοβηθεὶς τὴν ἀπὸ τῆς νηστείας βοήθειαν. Καὶ γὰρ κατέπιεν αὐτὸν κῆτος· κατέπιε δὲ νηστεῦον. Ὁ γὰρ καταπιὼν οὐκ ἐχρήσατο τῇ θήρᾳ εἰς βρῶσιν, ἀλλ' ἀπέθετο καὶ ἐτήρησε τὴν παρακαταθήκην τῷ ∆εσπό 62.735 τῃ, καὶ τὸν μὴ θελήσαντα δι' ἑαυτοῦ ἀπελθεῖν, ἀπήγαγεν ὅπου προσετάχθη. Ἤκουσε Νινευῒ ἡ πόλις ἡ μεγάλη ἑνὸς προφήτου γυμνοῦ, ὃς ἦν ἀπὸ κήτους ἐξελθὼν, οὐδὲ χρῶμα ἀνθρώπου σώζων διὰ τὸν φόβον· εἷς προφήτης ἐπέβη ἐκεῖ, καὶ τὸ σημεῖον, ὅπερ πεποίηκεν, ὁ καιρὸς ἐνεδείξατο. Ἀλλὰ καὶ εἶπεν, ὅτι Καταστρέφεται ἡ πόλις· προλαβὼν ὤφειλεν αὐτοὺς ἀπαγαγεῖν τῆς πίστεως. Οἱ δὲ ἤκουσαν ἑνὸς προφήτου, καὶ ἀνεκήρυξαν φάρμακον κωλυτικὸν τὴν νηστείαν τῆς καταστροφῆς. Ὁ Ἰωνᾶς ἐφιλονείκει, οὐχ ἵνα καταστραφῇ ἡ Νινευῒ, ἀλλ' ἵνα ἐλεγχθῇ ἐκ παραθέσεως Ἰσραὴλ, ὅτι τὰ ἔθνη ἑτοίμως ὑπακούει καὶ ἑνὶ προφήτῃ, Ἰσραὴλ δὲ τοσούτων παρήκουσε.

Προσηνέχθη νηστεία, ἵνα ἀναλυθῇ τοῦ Θεοῦ ἡ ἀπόφασις. Ἦν δὲ ἡ νηστεία οὐχ ἁπλῆ, ἀλλ' ἀποχὴ μὲν βρωμάτων, ἀποχὴ δὲ καὶ ἁμαρτημάτων· ὁ γὰρ δι' ἁμαρτίας νηστεύων, καὶ ἐν ἁμαρτίαις κυλιόμενος, τί ἔτι ποιεῖ; ὡς εἴ τις ἀπὸ βορβόρου λουσάμενος, πάλιν τῷ βορβόρῳ ἐγκυλίεται. Αὐτῆς τῆς ἁμαρτίας δεῖ πρῶτον ἀποσχέσθαι. Τί γὰρ ὠφέλησεν ἐν ἄλλαις ἡμέραις ἁμαρτία προσαχθεῖσα, ἵνα πάλιν αὐτὴν ἐπινοήσωμεν μετὰ τὰ δείγματα τὰ πρότερα; οὐκ ἀσθενεῖ ἡ ψυχὴ ἐπὶ ταῖς προλαβούσαις πληγαῖς; οὐχὶ εὐχόμενοι αἰτούμεθα, ὅτι ἡμαρτήκαμεν; Εἰ ἐπὶ τὰ πρότερα μετανοοῦμεν, τὰ δεύτερα ἵνα τί συνάγομεν; Γέγραπται πάλιν, ὅτι ἀπέσχοντο βρωμάτων, ἀπέσχοντο καὶ ἁμαρτημάτων. Ἐπήκουσεν ὁ Θεός· ἱκανὴ ἡ νηστεία προτρέψασθαι τὸν ∆εσπότην. Ὁ Ἰωνᾶς ἠχθέσθη, ὅτι προφήτης ἤμελλεν ἀκούειν· ὁ δὲ Θεὸς ἐναλλάξας τὴν ἀπόφασιν, οὐ κατώκνησε σῶσαι. Οὐδὲ γὰρ ἦν ψεύσασθαι Θεὸν, ἀλλ' ἀληθεύει ὁ εἰπών· Ἐὰν ἐξαίφνης εἴπω κατ' ἔθνος καὶ βασιλείας καταστρέψαι καὶ ἐκριζοῦν, καὶ μετανοήσει τῆς κακίας, μετανοήσω κἀγὼ ὧν ἀπεφηνάμην. Οὐκ ἐψεύσατο ὁ Θεὸς ἀνακαλεσάμενος τὴν ἀπόφασιν· οὐδὲ γὰρ ἔπεμψε τὸν προφήτην, ἵνα καταστραφῇ Νινευΐ· τί γὰρ ἀναγκαῖον προειπεῖν; ἀλλ' ἐπειδὴ οὐκ ἤθελε καταστρέψαι, ἠπείλησεν ὅτι Καταστρέφω, ἵνα μετανοήσαντες μὴ καταστραφῶσιν. Οὐκ ἔφαγεν Ἀδὰμ ἀπὸ τοῦ ξύλου, καὶ τότε αὐτὸν ἐτιμωρήσατο ὁ Θεὸς, ἀλλὰ προείρηκεν ὅτι Ἐὰν φάγῃς, ἀποθανῇ, ἵνα μὴ φάγῃ. Οὐκ ἤκουσε τοῦ εἰπόντος, ἔφαγεν, ἐβρώθη. Οὐκ ἔστιν ἐγκαλέσαι, ὅπου ἐστὶ προαίρεσις; Ἀλλ' οὐκ ᾔδει, φησί τις, ὅτι ἔμελλεν ἐσθίειν; Τάχα αἱρετικὸς ὁ λέγων καὶ κατατρέχων τῆς Παλαιᾶς· πρὸς ὃν ῥηθήσεται· Εἰ ᾔδει οὖν ὁ Σωτὴρ, ὅτι Ἰούδας ἔμελλε προδιδόναι, πῶς τοῦτον ἐξελέξατο; Ἀλλὰ τάχα πρὸς τὸν αἱρετικὸν ἀπολογησόμεθα, ἀντιθέντες τὰ τοῦ Ἰούδα τοῖς κατὰ τὸν Ἀδάμ. Ἆρ' οὖν αὕτη λύσις ἐστὶν, ἢ διπλοῦς δεσμός; ∆εῖ οὖν ἡμᾶς ἀπολογήσασθαι, καὶ διὰ τί τὸν Ἰούδαν τοιοῦτον ὄντα ἐξελέξατο, καὶ διὰ τί, εἰδὼς ὅτι ἁμαρτάνει ὁ Ἀδὰμ, ἐν παραδείσῳ τοῦτον τέθεικε. ∆εῖ δὲ τὰ μεγάλα ζητήματα κινεῖν ἐν νηστείαις, ὅτε νήφει ἡ ψυχή. Ἤδει ὁ Σωτὴρ ἐντεῦθεν γὰρ ἀρκτέον, ὅτι Ἰούδας προδίδωσι. Τί οὖν, λέγετε; Ὑπερβολὴν φιλανθρωπίας παριστῶν, ὅτι ὅσον μὲν εἰς ἐμὲ, καὶ ἀπόστολος εἶ, καὶ μετὰ μαθητῶν σε ἀριθμῶ· εἰ δὲ ἀνάξιον σαυτὸν ἀποφαίνεις, ἐμοῦ μὲν φαίνεται ἡ ὑπερβολὴ τῆς φιλανθρωπίας, σοῦ δὲ ἡ ὑπερβολὴ τῆς κακίας. Καὶ γὰρ γλωσσόκομον αὐτῷ ἐπίστευσε τῶν μετρίων, οὐκ ἀγνοῶν ὅτι κλέπτει, ἀλλὰ βουλόμενος διὰ τοῦ δοῦναι αὐτῷ ἐξουσίαν παῦσαι τὸ πάθος. Προῄδει οὖν καὶ προλέγει· οὐ μόνον δὲ προῄδει, ἀλλὰ καὶ πολλάκις προείρηκεν, Εἷς ὑμῶν παραδώσει με. Τί οὖν ἐγκαλέσετε; Ἵνα ὁ πονηρὸς τῇ πονηρίᾳ πληρώσῃ τὴν ἀγαθὴν οἰκονομίαν· καὶ οὐκ ἠνάγκασεν αὐτὸν ὁ ἐκλεξάμενος. Εἰ γὰρ καὶ ἠνάγκασεν ὁ Ἰησοῦς, οὐχὶ ἠνάγκασεν αὐτὸν προδότην γενέσθαι, ἀλλὰ ἀπόστολον· ἀλλ' οὔτε ἀπόστολον ἀναγκάζει. Τὸ γὰρ μετὰ ἀνάγκης γενόμενον, αὐτὸ λέγεται, ὃ οὐ γίνεται· σώφρων γὰρ μετὰ ἀνάγκης οὐ σώφρων, ὅτι ἀνάγκη ἐγένετο. Οὐδὲ γὰρ δεσμοῖς αἱ ἀρεταὶ γίνονται, ἀλλὰ προαιρέσει ἡ πολιτεία. ∆ιὰ τί οὖν καὶ τὸν Ἀδὰμ ἀφῆκεν ἐν παραδείσῳ; Ἀγαθὸς ἦν ὁ πλάσας, ἐλεύθερον ἐποίησεν, ὡς ἐλευθέρῳ τέθεικεν αὐτὴν τὴν ἐντολήν. Ἀλλ' ᾔδει, ὅτι μέλλει ἐσθίειν. Ἀλλ' ἀνάγκῃ οὐκ ἐκώλυσεν, οὔτε προαίρεσιν κατηνάγκασεν· Ἀδὰμ ἥμαρτε. ∆ιὰ δὲ τὸ ξύλον τίμιος ὁ τόπος, ἐν ᾧ ἦν τὸ τίμιον. Οὐ γὰρ κακὸς ἐκτίσθη, ἀλλὰ κακῶς παρηκούσθη ὁ παραγγείλας. Εἰ δὲ ἡ γεῦσις καὶ τὴν ἐντολὴν ἀπώλεσεν, ἡ νηστεία μετὰ ἐντολῆς ἀνακαλεῖται καὶ σώζει. Σαυτὸν δοκίμασον, ὦ ἄνθρωπε. Τίς γὰρ χρεία ἀναγνωσμάτων; σκόπει σαυτὸν, τίς ἦς πρὸ τῆς νηστείας, καὶ τίς νηστεύων. Τῶν γὰρ πραττομένων τὰ μὲν ὕστερον φέρει τὸν καρπὸν, τὰ 62.736 δὲ ἐν αὐτῷ τῷ ἔργῳ προξενεῖ καὶ τὸν καρπόν. Ὁ κατερχόμενος εἰς θάλασσαν ἐπὶ θήραν, οὐκ ἐν τῷ καταδύειν ἔχει τὴν θήραν· ὁ δὲ νηστεύων εὐθὺς ἔχει τὸν καρπόν. Οὐκ ἔχεις γαλήνην; οὐκ ἀπήλλαξαι κυμάτων ἀπὸ οἴνου; οὐκ ἀπήλλαξαι ζάλης καὶ χειμῶνος; οὐκ ἐπιθυμεῖς ἀκοῦσαι ὅτι ἡ σὰρξ κεχαλίνωται, μὴ σκιρτῶσα, μὴ ἐρυθριῶσα. οὐκ ᾔδεις σὺ περὶ σωφροσύνης κινεῖν λόγον νῦν; οὐκ ἀκούεις ὅτι ἐνήστευσεν ὁ δεῖνα, καὶ χαίρεις; Οἱ νηστεύοντες μὴ ἐπὶ κακῷ τὴν νηστείαν νομίζετε· ὁ γὰρ κακὸν νομίζων τὴν νηστείαν, κἂν νηστεύῃ, ἐν κακίᾳ ἐστίν. Οὐκ εἰσὶν ἐν κακοῖς οἱ ἄγγελοι, μὴ χρείαν ἔχοντες τῆς παρ' ἡμῖν τρυφῆς. Οὐ κατ' ἀξίαν ἐσθίομεν, ἀλλὰ κατ' ἔνδειαν ἀποπληρούμεθα. Ὅσα κακὰ παρ' ἡμῶν γίνονται, σβέννυνται ἐν νηστείαις. Νηστείαν δὲ λέγω, οὐ μόνον τὴν ἀποχὴν τῶν τροφῶν, ἀλλ' ἣν οἶδεν Ἡσαΐας· νήστευσον, ἵνα ἀκουσθῇς. Καὶ ἐὰν εἴπῃς τῷ Θεῷ κατὰ τὸν Ἰουδαϊκὸν λόγον· Ἐνηστεύσαμεν καὶ οὐκ εἶδες· ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως· ἀσφαλίζου, μὴ ἀκούσῃς. Ἐν γὰρ ταῖς νηστείαις ὑμῶν εὑρίσκετε ὑμῶν τὰ θελήματα.

Ἐὰν τὸ θέλημα Κυρίου πληρώσῃς, τὴν νηστείαν ἐποίησας. Οὐ γὰρ πραγματεία ἐστὶν ἡ νηστεία, ἵνα κερδήσωμεν μὴ ἐσθίοντες, ἀλλ' ἵνα ὃ μέλλεις ἐσθίειν φάγῃ πτωχὸς ἀντὶ σοῦ· καὶ γίνεταί σοι διπλοῦν τὸ ἀγαθὸν, καὶ ὅτι σὺ νηστεύεις, καὶ ὅτι ἄλλος οὐ πεινᾷ. Κάμνωμεν νηστεύοντες· οὔπω ἀνεσταυρώθημεν νηστεύοντες. ∆ιὰ τί ἡ νηστεία; Ἀντὶ σταυροῦ· μείζονα ἐλάβομεν, μικρὰ ἀποδιδοῦμεν. Ἐσταύρωται διὰ σὲ, καὶ διψᾷ, καὶ πίνει ὄξος μετὰ χολήν. Ἀηδὴς ἡ τροφὴ, μέγα ἡ νηστεία. Οὔπω ὅσον ἡ χολὴ, καὶ στήκεις κάμνων; οὔπω ἐκρεμάσθης ἐπὶ σταυροῦ. Μὴ ἀγνωμόνει πρὸς Ἰησοῦν, μὴ ἀπόκλαιε ὅτι νηστεύεις, ἀλλὰ ἀπόκλαιε, ὅτι ἀεὶ οὐ νηστεύεις. Τίνων ἀπεστερήθης νηστεύων; οἴνου; Οὐκ οἴνου, ἀλλὰ φλεγμονῆς, κεφαλαλγίας, ἄσθματος μοχθηροῦ. Ἐννόησον τοίνυν ἐν ποίοις εἶ, ἐν ἡσυχίᾳ, ἐν πραότητι, ἐν γαλήνῃ. Καλὸν χρῶμα ἐν νηστείαις ἐπὶ ταῖς ὄψεσιν ἐγγίνεται, ἥμερον, γαληνόν· οἴνου γὰρ χρῶμα καῦσις πυρός. Ὁ μὴ συμπάσχων τῷ Ἰησοῦ, οὐκ οἶδε τὸν Ἰησοῦν· ὁ ἀποκρουόμενος τὴν νηστείαν, οὐκ οἶδε τὸν σταυρόν. Μὴ ὡς κακῷ προσερχώμεθα τῇ νηστείᾳ, ἵνα μὴ ὡς κακὸν γένηταί σοι τὸ ὑποπτευόμενον· μηδὲ ὡς αἰσχρὸς δοῦλος Θεῷ δὲ εὑρεθήσῃ ὑπηρετῶν. Οὐδεὶς ἄχθεται ἐν ἑορταῖς, εἰ μὴ ὁ ἀγνοῶν τὴν δύναμιν τῶν ἑορτῶν. Ὅτε ἑορταὶ τότε μᾶλλον φαιδρύνου. Σὺ δὲ μᾶλλον τοὐναντίον ποιεῖς· ὅτε ἦς ἄγγελος, τότε χαλεπαίνεις. Οὐκ οἶδας τὸ μεταξύ; Ὅτε ἡ φύσις τὸν γάμον ἀπαιτεῖ, οὐ γαμεῖς ὑπὲρ φύσιν. Εὐλαβοῦ ἐν γάμῳ· εἰ τιμᾷς τὰς νηστείας, τὰς ἡμέρας τῶν νηστειῶν γενοῦ ἄγγελος. Οὐ διαβάλλω τὸν γάμον, προκρίνω δὲ τὴν νηστείαν. Ἃ ἐφάγομεν πρὸ τῆς νηστείας, οὐ μένει μεθ' ἡμῶν. Τί οὖν ἀσχολούμεθα ἐπὶ τὰ μὴ παρόντα; ὅλη ἡ ἡδονὴ τῶν βρωμάτων, ἕως τοῦ καταπιεῖν ἐστιν· ἐπὰν δὲ παρέλθῃ τὸ γευστικὸν χωρίον, γέγονεν ὡς οὐκ ἦν. Ἡ νηστεία δὲ οὐ μαραίνεται, οὐ χωρεῖ ἐν κοιλίᾳ, οὐδὲ διὰ κοιλίας εἰς σκύβαλον μεταβάλλεται· ἀθανασίας γάρ ἐστι πρόξενος, μετ' ἀγγέλων τὸ διαίτημα ἔχει, ὅτι ἀγγέλων κατὰ τὸ δυνατόν ἐστι μίμησις. Ἀκηδιάζεις, ὅτι νήφεις; ὅτι οὐ βεβάρησαι ἀλλοτρίαις εὐπραγίαις; ὅτι ὀρθὸς ὁ λογισμός; ὅτι καθαρὰ ἡ σάρξ; ὅτι ἀνθεῖ ἡ διάνοια; ὅτι ἀκούεις τῆς Γραφῆς μετὰ χαρᾶς; ὅτι τὰ ἀπόῤῥητα σιωπᾷς, καὶ οὐκ εἶ ἄνθρωπος, ἀλλὰ σχεδὸν ἄγγελος; Ἑορτὴ Κυρίου τοῦ καλέσαντος ἡμᾶς εἰς γάμον πνευματικὸν, τοῦ εἰσελθόντος ἰδεῖν τοὺς ἀνακειμένους· μή τις ἀλλοτρίοις ἱματίοις ἔχων εἰσέλθῃ. Ἱμάτια δεῖ γάμῳ ἐπιφέρεσθαι καθαρὰ καὶ ἀμόλυντα καὶ ἅγια πρὸς γάμους ἁγίους καὶ ἀμολύντους, φαιδρὰ ἔξωθεν, καὶ ἔσωθεν λαμπρά. Ἡσυχαζέτω καὶ ὁ γάμος, καὶ τὴν παραγγελίαν τοῦ ἀποστόλου κατὰ νουθεσίαν ἐχέτω ἕκαστος, τοῦ ἐκ συμφώνου σχολάζειν ἕκαστον ἐν νηστείαις. Ταῖς νηστείαις δὲ συναπτέσθω καὶ εὐχή· ἡ νηστεία μὲν προτρέπεται, ἡ εὐχὴ δὲ καιρὸν ἔχει· νήστευσον, ὅτι οὐχ ἥμαρτες, καὶ ὅτι ἥμαρτες νήστευσον, καὶ πάλιν ἵνα μὴ ἁμάρτῃς νήστευσον, καὶ ὅπως διαμείνῃ ἃ ἔλαβες. Τοσαῦτα γὰρ εἴδη νηστείας. Ἥμαρτέ τις, καὶ ἐνήστευσεν ἑαυτὸν κολάζων, ἵνα διαφύγῃ τὴν κόλασιν; νηστεύσωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, ἵνα μὴ ἐπαναστῶσι καθ' ἡμῶν αἱ ἐπιθυμίαι. Ὁρᾷς δὲ τὴν νηστείαν ἑπομένην τῇ ἁμαρτίᾳ, τουτέστι, τὴν μετὰ τὴν ἁμαρτίαν, γινομένην ἐν λόγοις τιμωρίας ἐπιστροφήν.

Ἀλλ' ἡ νηστεία προηγεῖτο τῶν ἁμαρτημάτων, οὐχ ἵνα ἀφέλῃ τὸ γινόμενον ἁμάρτημα, ἀλλ' ἵνα κωλύσῃ τὸ μέλλον· Ἄλλη νηστεία ἐστὶν, ὁ ζητῶν νόμον νόμου λαβεῖν. Καὶ γὰρ ὁ αἰτῶν νόμον νηστεύει, ὡς Μωϋσῆς ἐνήστευσε, καὶ ἔλαβε νόμον. Πάλιν ἄλλος νηστεύει, ἵνα ὧν κατηξιώθη, τούτων μὴ ἀποτύχῃ. Ἡ δὲ Ἐκκλησία ὁμοῦ νηστεύει, τὴν χάριν καὶ τὴν οἰκονομίαν. Τὸν Ἰησοῦν ἐπιγινώσκει πράγματι, τῷ σταυρωθέντι συνεσταυρωμένη, τῷ Κυρίῳ συμπάσχουσα, ἵνα καὶ συνδοξασθῇ, οὐχ ἵνα τὸν Κύριον πενθῶμεν· ζῇ γὰρ ὁ τοῦ ζῶντος Υἱός· ἀλλ' ἵνα τὴν χάριν ὁμολογῶμεν τῆς οἰκονομίας. Εἰ καὶ πενθοῦμεν ὅτι ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, οὐ δι' αὐτὸν πενθοῦμεν, ἀλλὰ διὰ τὴν τόλμαν τῶν τολμησάντων. Ἀνέστη γὰρ ἐκ νεκρῶν, ἔστη ἐν δόξῃ, ἐν ᾗ προϋπῆρχε παρὰ τῷ Πατρὶ, συνὼν ἦν πρὸς τὸν Πατέρα ὅθεν καὶ ἦν. Οὐκ ἔστι πένθους ἀξία ἡ νίκη τοῦ Ἰησοῦ. Ἀλλὰ νηστεύσωμεν ἑαυτῶν κηδόμενοι, καὶ κοινωνοὶ σπεύδοντες αὐτοῦ εἶναι τῶν παθημάτων· ὥσπερ ἀξίαν πράττωμεν, ἀδελφοί. Τίς κατηξίωσε κοινωνὸς εἶναι τῶν παθημάτων Χριστοῦ; Μέγα τὸ μυστήριον. Σπεύσωμεν ἐπὶ τὰ ἀγαθὰ, καὶ μὴ ἐκκλίνωμεν εἰς κακά. Ἰησοῦς ἐσταύρωται, ὁ τοῦ ἀθανάτου Υἱός· ἐκρέμασε τὸ σῶμα ἐπὶ τὸν σταυρὸν, οὐ δι' ἑαυτὸν, ἀλλὰ διὰ σέ. Ἔφαγες σὺ ἀπὸ τοῦ ξύλου, νηστεύει αὐτὸς ἐπὶ τοῦ ξύλου· ἔλαβες ἐξ ὧν οὐκ ὤφειλέ σοι· ἐπέθηκεν αὐτὸς σῶμα ἀνθ' ὧν ἔλαβες. Ἐπιθυμίαν ἡττήθης χαλεπήν· πίνει αὐτὸς ὄξος ἀντὶ ἡδονῆς. Μὴ ἀλλότριος γένῃ τῆς βασιλείας. Ἔγνως ὅτι ἐσταύρωται, ἔγνως ὅτι ὑπὲρ σοῦ ἀπέθανεν, ὁμολόγει ὅτι ζῇ. Ὑπὲρ ζῶντος ποίει τὴν ὁμολογίαν, μαρτύρει τῷ μαρτυρήσαντι, ἀπόθανον ὑπὲρ τοῦ ἀποθανόντος. Εἰ δὲ οὕτω ἀπαιτεῖ θάνατον, μὴ ἀποπηδήσῃς· μικρός ἐστιν ὁ τῆς νηστείας θάνατος. Οὐκ ἔχεις μεγάλα κατορθώματα; ὁ τῆς νηστείας θάνατος. Οὐκ ἔχεις μεγάλα κατορθώματα; χάρισαι αὐτῷ τὰ μικρά· μετ' εὐφροσύνης πρόσδραμε αὐτῷ ἐπὶ ἑορτὰς, μετὰ χαρᾶς δέξαι τὴν νηστείαν. Τρυφή ἐστιν ἡ νηστεία πνευματική. Ἀλλὰ τάχα εἰκῆ κράζω· ὥσπερ γὰρ ἤλλαξεν ὁ χρόνος τὰ χρώματα τῶν σπευδόντων ἐπὶ τράπεζαν. Τοῦτο δὲ οὐκ ἔστιν ἀγαπώντων νηστείαν ἐν ᾗ ἑστήκασιν. Οὐ γὰρ ἦν ἀκόλουθον ἄχθεσθαι ὑμᾶς τὸ τῆς τραπέζης Κυρίου ἀποσπᾶσθαι. Παρὰ προσδοκίαν δὲ ἀπήντησεν ἡ θέα, ὡς ἀπήντησε τοῦ λύχνου ἡ αὐγή. Ἠλέγχθη ἡ λανθάνουσα συνείδησις, ὅτι βίᾳ κατεχόμεθα· καὶ οὐκ ἄρα ἑστήκαμεν. Ἕως πότε τὴν ἀλήθειαν παίζομεν· ἕως πότε τὰ τοῦ Κυρίου πραγματευόμεθα; ἢ οὐκ ἤκουσας τοῦ ψαλμοῦ λέγοντος, ἅμα δὲ αὐτοῦ ὑπακούοντος, Εἰ ἀλήθειαν λαλεῖτε, εὐ 62.738 θείας κρίνατε; Εἰ ἀληθεύεις ἐπὶ τὴν νηστείαν, χαρὰν ἔχε ἐπὶ τὴν νηστείαν· εἰ δὲ ἀλγεῖς, ἀδικεῖς σεαυτόν· εἰ πονεῖς, οὐκ εὐφραίνῃ· εἰ διώκεις ὡς ἀγαθῶν ἀπεστερημένος, οὐ τυγχάνεις ἀγαθῶν. Ἰησοῦς ἐσταύρωται διὰ σοῦ, καὶ οὐκ ἐδυσχέρανεν, ἀλλὰ μᾶλλον καὶ ἔσπευδε τοῦ παθεῖν· σὺ δὲ οὐδὲ μικρὰν νηστείαν ἀνέχῃ διὰ τὴν σεαυτοῦ σωτηρίαν; Ὦ ἄνθρωπε, οὐκ ἔχω δύναμιν τοσαύτην, ἵνα κράζω, ὅσον ὀφείλω. Ἰησοῦς ἐσταύρωται· ὅρα, καὶ ὑπότυψον τὸ στῆθος, κατάγαγε δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν. Ἐσταύρωται διὰ σέ· συσταυρώθητι, συνδοξάσθητι ἐκείνῳ, οὐχ ἵνα ἀποθάνῃς, ἀλλ' ἵνα θανάτου ἀπαλλαγῇς. Αὕτη ἡ τῆς παρασκευῆς ἡμέρα, ἡμέρα ἐστὶν ἐν ᾗ ὁ σταυρὸς ὑπὲρ σοῦ ἐπάγη· καὶ σὺ συσταυρώθητι, συναπόθανε. Ὑπὲρ Θεοῦ γὰρ ὁ λόγος, Θεοῦ τοῦ γενομένου ἀνθρώπου διὰ σέ. Οὐκ αἰδούμεθα τὴν ἀξίαν; οὐκ ἐρυθριῶμεν τὸ πάθος; Ἑκάτερα ἐνθυμήθητι, ἄνθρωπε, τί ἦν, καὶ τί ἔπαθε. Κέκριται ὁ κριτὴς, καὶ ἡ ζωὴ θανάτῳ παραδέδοται· καὶ ὁ τρέφων πεινᾷ, καὶ ὁ ποτίζων διψᾷ, καὶ ὁ ἐν δόξῃ ἐν ἀτιμίᾳ, καὶ ὁ βασιλεὺς ἐπὶ ἡγεμόνος, καὶ ὁ Θεὸς ὑπὸ ἀνθρώπων κατακρίνεται· ὁ ἀληθεύων ἐν τῷ λέγειν. Ὁ Πατὴρ οὐδένα κρινεῖ, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· ὁ πάντα κρίνων ὑπὸ τίνος κέκριται; Ἀρκεῖ σοι ταῦτ' ὦ ἄνθρωπε, εἰς ὑπόμνησιν νηστείας. ∆εῖ γὰρ πρῶτον γνῶναι ἐν οἷς ἐσμεν, καὶ τότε διακρίνειν τὰ καθ' ἡμᾶς. Ὅταν ἀγαπήσωμεν τὴν νηστείαν καὶ διατεθῶμεν καλῶς τὰ περὶ αὐτῆς, ὥσπερ ἑορτῆς χορεύοντες, καὶ τὴν ἐν ταῖς νηστείαις ἑστίασιν, παραθησόμεθα τὰ μυστήρια τῆς νηστείας, τιμῶν ἐς τὴν τοῦ Κυρίου τράπεζαν, τοῖς δούλοις τοῦ Κυρίου, τὴν δόξαν τὴν πρὸ αἰώνων, τὴν οἰκονομίαν αὐτοῦ τὴν ἐν ὑστέροις καιροῖς· τίς ἦν, καὶ τί γέγονε, πόθεν ἦλθε, καὶ ἐπὶ ποίῳ λαῷ ἐπεδήμησε, καὶ διὰ τί· ἵνα καὶ ὡς εὐφραινόμενοι καὶ εὐφραίνοντες, τὴν νηστείαν ταύτην διὰ παντὸς ἔχωμεν, τῷ Κυρίῳ τῆς νηστείας δουλεύοντες, πάντοθεν αὐτῷ εὐχαριστοῦντες, καὶ πάντοτε δοξάζοντες, πάντοτε ἀγαπῶντες τὸν ἀγαπήσαντα ἡμᾶς, καὶ προσκυνοῦντες τὸν ἀναδεξάμενον ἡμῶν τὰς ἁμαρτίας, καὶ ἀποθνήσκοντες ὑπὲρ τοῦ ἀποθανόντος, καὶ ἐλπίζοντες τοῦ συνδοξασθῆναι τῷ ἀτιμασθέντι. Τῷ δὲ παναγίῳ Πατρὶ, τῷ καταξιώσαντι ἡμᾶς τῆς παρούσης νηστείας, καὶ μὴ φεισαμένῳ τοῦ ἰδίου Υἱοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν διὰ τοῦ ἐλθόντος τὸν ἀποστείλαντα δόξαν ἀναπέμψωμεν ἅμα τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ Νηστείας

Σάλπιγγος ὑψηλότερα βοῶ τὴν φωνὴν ἀνυψῶν, οὐχ ἵνα τέρψει ἡδονῆς τὴν ἀκοὴν ἀπατήσω, ἀλλ' ἵνα λέξει τῆς ἀληθείας τὴν ἡδονὴν σβέσω· καὶ παύσω μὲν ἀπὸ λόγου τὴν τῆς γαστρὸς ἐπιθυμίαν, ἐξεγερῶ δὲ διὰ πόθου τὴν τῆς νηστείας ἐργασίαν. Πόθος γὰρ νηστείας ἐπουράνιον τὸ κέρδος, κέρδος δὲ ἡδυπαθείας ἐπιζήμιον ἀπεργάζεται τὸ βλάβος. Ὁ μὲν γὰρ βρώσει σχολάζων, καὶ τὴν τῆς γαστρὸς πληρῶν ἐπιθυμίαν, τῆς ψυχῆς ζημιοῖ τὴν ἐπικαρπίαν τὴν πνευματικήν· ὁ δὲ νηστείᾳ τὴν σάρκα μαραίνων, καὶ τῶν βρωμάτων τὴν ἀδηφαγίαν ἀποφεύγων, τῶν κρειττόνων θησαυρίζει τὴν προσδοκίαν.

Νηστεία γὰρ σωφροσύνην ἐκδιδάσκει, καρτερικὸν κατασκευάζει· νηστεία πρὸς εὐσέβειαν ἀλείφει, καὶ πρὸς ὑπομονὴν γυμνάζει· νηστεία ἀγγελικὴν ποιεῖ τὴν πολιτείαν, καὶ πνευματικὸν, ἀποτελεῖ τὸ σῶμα· νηστεία ψυχῆς ἐστι φυλακτήριον, καὶ σώματος ὅπλον ἀκαταμάχητον. Οὔτε γὰρ τὴν ἐπίβουλον ἡδονὴν παραδέχεται, 61.788 καὶ τὴν ἀντιστρατευομένην ἐπιθυμίαν καταγωνίζεται. Νηστεία εἰς οὐρανὸν ἀνάγει τὴν διάνοιαν καὶ πτεροῖ αὐτὴν πρὸς τὴν ἀθάνατον φύσιν. Νηστεύωμεν τοίνυν, ἀγαπητοὶ, μὴ σκυθρωποὶ τοῖς προσώποις τὰς ἡμέρας τῶν νηστειῶν διεξερχόμενοι, ἀλλὰ φαιδραῖς ταῖς ψυχαῖς ὡς δοῦλοι Χριστοῦ πρὸς αὐτὰς διατιθέμενοι. Εἰ γὰρ ἐπιθυμῶν τῇ νηστείᾳ προσελήλυθας, μὴ στύγναζε, ἀλλὰ χαίρου· καθαίρει γάρ σου τὴν ψυχὴν τὸ δηλητήριον. Μὴ περὶ καλῶν τὴν νηστείαν ἐκδέχου, ὧν ἡδέα τὰ βρώματα· ἀλλ' ὑπομένων μακροθύμει ἡδύτερα τῶν βρωμάτων δεχόμενος τὰ διδάγματα. ∆ιὰ τοῦτο νηστεύεις ἀπὸ βρωμάτων, ἵνα τραφῇς διὰ τοῦ Πνεύματος· καὶ διὰ τοῦτο ἀπέχῃ τῶν σωματικῶν ἐδεσμάτων, ἵνα ἐμπλησθῇς τῶν πνευματικῶν ἀναθημάτων. Φάρμακόν ἐστιν ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ νηστεία, καὶ κατάπλασμα ψυχῆς μαλακτικὸν, ἀποπλύνουσα πρὸς εὐσέβειαν. Καὶ ὥσπερ τὰ χείρονα πάθη δριμυτάτοις τισὶ καὶ στυπτι κωτάτοις καταπασσόμενα, τὸ μὲν σηπτικὸν τοῦ σώματος ἀποῤῥίπτει· τὸν αὐτὸν τρόπον καὶ τὴν ἐνυπομυχεύουσαν ἁμαρτίαν καὶ κατὰ τῆς ψυχῆς νεμομένην στυπτικωτάτη ὑπεισελθοῦσα νηστεία ἀναξηραίνει μὲν αὐτὴν κατ' ὀλίγον λεπτύνουσα, ἐξαφανίζει δὲ εἰς ἅπαν ἀποκαθαίρουσα.

∆ιὰ τοῦτο εἰ καὶ ἐπίπονος ἡ νηστεία, ἀλλ' ὠφέλιμος καὶ εὐπρόσιτος. Μὴ τοίνυν λυπούμενος νηστεύσῃς, ἵνα μὴ τὸν κάματον ἀπολέσῃς· μηδὲ γογγύσῃς ὅτι ὀλίγον βραδύνεις, ἵνα μὴ δι' ὀλίγον τοῦ ὅλου ζημίαν ὑπομείνῃς. Ὅσῳ γὰρ νηστεία ὑποστύφει τὸ σῶμα, τοσοῦτον ἐκ τῆς νηστείας ὠφέλεια. Ἀνάδραμε ἐπὶ τὰς τῶν δικαίων πολιτείας, καὶ εὑρίσκεις αὐτοὺς τὸ πλεῖον διὰ νηστείας εὐδοκιμήσαντας. Πρῶτον Μωϋσῆς νηστεύσας ἐπὶ τὸν γνόφον εἰσελήλυθε, καὶ συνόμιλος τῷ Θεῷ διὰ νηστείας γέγονε. Τεσσαράκοντα ἡμέρας τὴν νηστείαν ἐπισυνάψας, νομοθέτης διὰ νηστείας ἐχρημάτισε· καὶ οὔτε ἄρτον ἔφαγεν, οὔτε οἶνον ἔπιεν· ἠρκεῖτο γὰρ τροφῇ τὴν νομοθεσίαν παρὰ τοῦ νομοθέτου ἐκδιδασκόμενος. Ἵνα δὲ μάθῃς πόσον ὠφελεῖ ἡ νηστεία, καὶ πόσον βλάπτει ἡ μέθη νηστείᾳ ἀντιστρατευομένη· κατανόησον τοῖς ὑπὸ Μωϋσέως πραττομένοις, καὶ τοῖς ὑπὸ τοῦ λαοῦ γιγνομένοις, καὶ εὑρήσεις τὴν δύναμιν τῆς νηστείας. Ἄνω Μωϋσῆς τὸν νόμον ἐλάμβανε, καὶ κάτω ὁ λαὸς τὸν νόμον ἀνέτρεπε. Λυπηθεὶς γὰρ Μωϋσῆς τὸν νόμον συνέτριβεν, οὐκ εὔλογον ἠγησάμενος μεθύουσι τὸν νόμον πιστεύεσθαι, καὶ διανοίαις οἴνῳ βεβαρημέναις λόγια παραδίδοσθαι. Βλέπε πόσον ἀδικεῖ ἡ μέθη ἀντιπίπτουσα τῇ νηστείᾳ. Ἀλλὰ πάλιν νηστεία τοσοῦτον κακὸν ἐπανορθώσασα ταῖς αὐταῖς χρησάμενος ἡμέραις, πάλιν ἐπανεκαλέσατο τὸν νόμον. Μνημόσυνον ἡμῖν καταλέλοιπε πρὸς ἀσφάλειαν βίου καὶ πολιτείας, τάχα διὰ τούτου γινομένου καὶ μυστήριόν τι ἐντεινόμενος. ὅτι ἡ μὲν πρώτη νομοθεσία ἀργήσει, συντριβομένη διὰ τὴν τοῦ προτέρου λαοῦ ἀπιστίαν· ἡ δὲ δευτέρα ἐνήργησε πανταχοῦ διδομένη, τοῦ δευτέρου πιστῶς δεχομένου τὸν δεύτερον νόμον, καὶ συμφυλάττοντος.

Καὶ Ἠλίας δὲ τεσσαράκοντα ἡμέρας νηστεύσας, καὶ μιᾷ τροφῇ τὴν ἔρημον διοδεύσας, οὐκ ᾐσθάνετο καμάτου· νηστεία γὰρ αὐτὸν ἐβάσταζε, τὸν πόνον ἐπικουφίζουσα· καὶ μετὰ νηστείαν Θεὸν ἐθεάσατο, καθὼς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν κατανοῆσαι. Οὐ σωματικοῖς ὀφθαλμοῖς τὸν ἀσώματον ἐθεάσατο, ἀλλὰ καρδίᾳ τὸν ἀόρατον κατανοήσας, κατὰ τὴν τῆς ψυχῆς καθαρότητα. Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι τὸν Θεὸν ὄψονται. Οὕτω νηστεύσας, τὸν οὐρανὸν ἀπέκλεισε κατὰ τῶν ἀκολάστων, καὶ τρυφῇ τὸν ἑαυτῶν βίον καταδαπανώντων, ἵν' ὅπερ οὐχ εἵλοντο ἰδίᾳ προαιρέσει μετερχόμενοι, τοῦτο διὰ τῆς τοῦ λιμοῦ νηστείας μάθωσι παιδευόμενοι, καὶ γνῶσι, πῶς ὠφέλιμός ἐστιν ἡ νηστεία, καὶ ἐν καιρῷ τρυφῆς τὴν ἐργασίαν ἐπιδεικνυμένη. ∆ανιὴλ δὲ καὶ αὐτὸς τρεῖς ἑβδομάδας νηστεύσας, καὶ ἄρτον ἐπιθυμιῶν μὴ γευσάμενος, εἰς λάκκον λεόντων διὰ ζῆλον τῶν ἀκολάστων παραγενόμενος, καὶ λέοντας ἐκεῖ νηστεύειν ἐδίδαξεν. Ἐδυσωπήθησαν γὰρ τὸν νηστευτὴν οἱ ἄγριοι θῆρες, ἡμερώτεροι τῶν λογικῶν θηρίων γενόμενοι, καὶ ἀπέκλεισαν τὸ ἴδιον στόμα, τοῦ ἁγίου σώματος ἅψασθαι μὴ κατατολμήσαντες. Ὥσπερ γὰρ ὅπλον τῷ ἰδίῳ σώματι παραθέμενος τὴν νηστείαν, καὶ ὅλον ἑαυτὸν δι' αὐτῆς ὀχυρώσας, ἀπεπλάνησε τοὺς ὀφθαλμοὺς τῶν λεόντων, μὴ σῶμα ἀνθρώπινον, ἀλλὰ σῶμα ἀγγελικὸν ἐπιδειξάμενος. Καὶ οἱ τρεῖς παῖδες ἐν Βαβυλῶνι, μὴ βουληθέντες τῇ παρανόμῳ τραπέζῃ τοῦ βασιλέως κοινωνῆσαι, ἀλλὰ τῇ κατὰ νόμον νηστείᾳ ἐξακολουθῆσαι, εἰς τὴν ἐξαφθεῖσαν πυρὰν τῆς καμίνου εἰσελθόντες ἔσβεσαν τὴν φλόγα, δρόσον ἀντὶ πυρὸς τὴν κάμινον διὰ νηστείας ἐργασάμενοι· καὶ τῶν μὲν ἀπείρων τῆς νηστείας τὸ πῦρ κατετόλμησε πάντας γὰρ τοὺς περιεστῶτας Χαλδαίους κατεδαπάνησε· τοὺς δὲ ἐν συνηθείᾳ τῆς νηστείας ὑπανεχώρησε, τοῦ σώματος αὐτῶν ἅψασθαι μὴ δυνάμενον. Οὐδὲ γὰρ ὕλη τις ἦν ἐν τῷ σώματι, τῆς νηστείας πνευματικὸν αὐτὸ ἐργασαμένης.

Ὁμοίως δὲ καὶ Νινευῗται νηστεύσαντες τὸν θάνατον ἀπεκρούσαντο· τρεῖς γὰρ ἡμέρας νηστείᾳ ἐκτενῶς προσκαρτερήσαντες, τὴν αἰώνιον κόλασιν δι' ἡμερῶν ὀλίγων μεταποιήσαντες, αἰώνιον ἔπαινον τῷ κόσμῳ καταλελοίπασιν. Ὁρᾶτε, ἀγαπητοὶ, πόσον ἰσχύει νηστεία μετ' εὐχῆς καὶ ἔργων ἐκτελουμένη. Νηστεία γὰρ καὶ δέησις ἐκ θανάτου ῥύεται· δικαιοσύνη δὲ ὑπὲρ ἀμφότερα. Νηστεία καὶ θανάτου ἀναίρεσις, καὶ ὀργῆς ἀπολύτρωσις· νηστεία κάθαρσις διανοίας, ὁμοδίαιτος ἐγκρατείας, γυμνάσιον εὐσεβείας, ζυγὸς δικαιοσύνης. Οἶδε νηστεία πλούσιον τὸν πένητα ἀπεργάζεσθαι· οὐ γὰρ ἀκαίρως δαπανᾷν συγχωρεῖ, τοῦ μέτρου τὴν αὐτάρκειαν παρεχομένη· οἶδε καὶ τὸν πλούσιον οἰκονόμον τῶν ἰδίων χρημάτων κατασκευάζειν, μὴ ἀδεῶς συγχωροῦσα καταπιάζειν· ἐπίσταται καὶ νεότητος νηστεία ἀκμήν. ∆ιδάσκει χαλινὸν τῶν βρωμάτων, περιτίθησι τὴν ἐγκράτειαν, καὶ σοφῶς ἡνιοχοῦσα πρὸς εὐσέβειαν καὶ σωφροσύνην. Οἶδε καὶ πρεσβυτέρους σοφίζειν, καὶ καθαρὸν τὸ τῆς διανοίας φυλάττειν ὄμμα. Νηστεία ὑγιεινότερον διατηρεῖ καὶ τὸ σῶμα· οὐ γὰρ βαρυνόμενον ὑπὸ τῶν βρωμάτων ὕλην δέχεται νοσημάτων, ἀλλὰ κουφιζόμενον ἀπὸ τῶν ἐδεσμάτων, εὔρωστον γίνεται πρὸς ὑποδοχὴν τῶν χαρισμάτων.

∆ιὰ τοῦτο νηστεύσωμεν, ἀγαπητοὶ, ἵνα τῶν πνευματικῶν ἐπιτύχωμεν δωρημάτων. Νηστεύων παιδαγωγεῖ καὶ τὴν ψυχὴν πρὸς εὐσέβειαν, εἰκόνα λαμβάνων τῆς σωματικῆς ἐγκρατείας τὴν κατὰ ψυχὴν ἐπιμέλειαν, ἵνα ὥσπερ ἀπέχει τῶν ἔξωθεν ἐπεισερχομένων βρωμάτων, οὕτω καὶ τῶν ἐν τῇ διανοίᾳ ἐπαναβαινόντων πονηρῶν ἐννοημάτων. Ἐὰν γὰρ, φησὶ, Πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας. Ὥσπερ νῦν ἀπέχεις βρωμάτων μὴ γευσάμενος, οὕτως ἀπέχου ἁμαρτημάτων ἀλλασσόμενος. Νηστεύεις οἴνου μὴ ἀντιλαμβανόμενος; νήστευε καὶ πονηρίας ἀπεχόμενος· οἶδε γὰρ ἡ κακία μείζονα μέθην τῇ ψυχῇ κατεργάζεσθαι. Νηστεύεις κρεῶν μὴ ἁπτόμενος; νήστευε καὶ καταλαλιᾶς ἀπεχόμενος, ἵνα μὴ δι' αὐτῆς κρέα φάγῃς τῶν ἀδελφῶν, τῶν σαρκῶν αὑτοῦ ἀπογευόμενος. Νηστεία γὰρ ἀληθινὴ, ἀποχὴ τῶν ἁμαρτημάτων. Ἄκουε τοῦ Προφήτου λέγοντος· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ ἡμέραν ἄνθρωπον ταπεινοῦν τὴν ψυχὴν αὑτοῦ. Ἀλλὰ τί; Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, ἄστεγον εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν, περίβαλε. Αὕτη, ἀγαπητοὶ, ἀληθινὴ νηστεία, ἡ τῷ Θεῷ προσδεκτὴ, καὶ ἀνθρώπῳ σωτηριώδης, καὶ πᾶσιν ἀρεστή. Ταύτῃ ἐπακολουθεῖ ἡ τῶν οὐρανῶν κτῆσις, καὶ τοῦ ∆εσπότου ἀψευδὴς ἐπαγγελία. Ὅρα γὰρ τί ἐπιφέρει· Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τότε βοῶντός σου, εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Βλέπεις ἡλίκα δῶρα τῆς νηστείας, καὶ πόσης ἔχεται τῆς εὐσεβείας, ὡς καὶ Θεὸν αὐτὸν δυσωπεῖν πρὸς ἀνθρωπίνην φύσιν παραγενέσθαι;

Νήστευε τοίνυν, παράμενε ταῖς εὐχαῖς, ταῖς συνάξεσι, ταῖς νουθεσίαις, μὴ ἀπολιμπανόμενος τῆς συναγωγῆς, καθὼς ἔθος τισί· μηδὲ πραγματείαις ἢ δικαστηρίοις δι' ὅλης ἡμέρας· ἵνα μὴ χρήματα συνάξης, ἃ σκορπίζειν ὤφειλες· ἢ κατὰ τοῦ ἀδελφοῦ σου ἐντυγχάνῃς, ὃν θεραπεύειν ἐχρῆν. Ἦλθες εἰς ἑσπέραν, ἢ τὴν ἐννάτην, οὐχ ἵνα νηστείας τελέσῃς τὴν πρόθεσιν, ἀλλ' ἵνα τῆς κοιλίας πληρώσῃς τὴν ὄρεξιν. Καὶ μὴ δόξῃς οἴνου μὲν ἀπεχόμενος διὰ τὸ νήφειν, πονηρίας δὲ πληρούμενος μεθύειν, ἵνα μὴ ἀκούσῃς, Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου! Μέθη δὲ οὐκ ἔστι νηστείας κοινωνὸς, ἀλλ' ἔχθρα καὶ ἀντίπαλος. Ἵνα φθάσωμεν εἰς τὴν ἡτοιμασμένην ἡμῖν ἐλπίδα τῆς ἀναστάσεως, ἐκεῖ μὲν ἀπολαύοντες τῶν ἀποκειμένων ἀγαθῶν, ἐνταῦθα δὲ ἀγαλλιώμενοι τοῖς προσδοκωμένοις ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

11
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία