Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Περὶ γενέσεως Ἰωάννου τοῦ Βαπτιστοῦ

De nativitate Joannis Baptistae / О рождестве Иоанна Крестителя

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὸ γενέθλιον τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ.

Ἐπέστη σήμερον ἡ τῶν χρεωστουμένων ἀπαίτησις, πάρεστιν ἡ μεθοδεύουσα ἡμέρα ἡμᾶς τὸ ὄφλημα, ἐπίκειται ἡ ἐμπρόθεσμος τῶν δανεισθέντων ὀξύτης· δεδανείσμεθα γὰρ ὡς ἀληθῶς καὶ τὸν παρόντα καιρὸν καὶ τὸ λεῖπον τοῖς λόγοις. Τί δὲ λέγω τὸ λεῖπον, ὅπου καὶ ἀποδιδόμενον αὔξει τὸ χρέος καὶ πληρούμενον ἑτέραν ἡμῖν ἀρχὴν ὀφλήματος ἀπεργάζεται. Τοιοῦτοι γὰρ οἱ εἰς τὸν ἅγιον Ἰωάννην τὸν βαπτιστὴν γινόμενοι λόγοι· φιλονεικοῦντες μὲν ἀποδιδόναι τὸ χρέος, ὑποπίπτοντες δὲ ἀεὶ τῷ ὀφλήματι. Τί γὰρ ἔστιν εἰπεῖν ἐπὶ τῷ μεγέθει τῶν τοῦ δικαίου πραγμάτων ἢ ἐπὶ τῇ τοσαύτῃ τῶν κατορθωμάτων λαμπρότητι; Ἢ μόνον τάχα ἐκείνῃ χρήσασθαι δίκαιον τῇ φωνῇ· «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.»

Αὕτη γὰρ ἀξία τῶν ἐγκωμίων ἡ μνήμη, αὕτη τῆς ὀφειλομένης τιμῆς ἡ ἀλήθεια· δεσπότης γάρ ἐστιν ὁ καὶ λέγων ἀψευδῶς καὶ ἐπαινῶν ἐπαξίως. Οὐκ ἐγήγερταί φησιν, ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ. Οὐδεὶς γὰρ ἐν γεννητοῖς τῶν δικαίων οὕτως ἐγήγερται· Ἰερεμίας ὁ προφήτης ἐκ μήτρας ἡγίασται, ἀλλὰ Ἰωάννης ὁ βαπτιστῆς καὶ τούτου πλέον τετίμηται. Ἀλλὰ καὶ αὐτοῦ τοῦ ἁγίου πνεύματος πληροῦται κυοφορούμενος· πνεύματος γάρ φησιν, ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρὸς αὐτοῦ. ∆ιὸ καὶ ἔνδον τῆς γαστρὸς σκιρτήσας εὐαγγελίζεται καὶ τικτόμενος τὴν ἐπὶ τῷ πατρὶ εὐθὺς θεραπείαν ἐργάζεται. Ἀμέλει πάντες φησιν, οἱ ἀκούσαντες ἔλεγον· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; Ἀδημονοῦσι γὰρ θαυματουργοῦντα τὸν βαπτιστὴν πρὸ τοῦ καιροῦ θεωροῦντες, θαυμάζουσι τὴν τοῦ βρέφους ὑπὲρ δύναμιν ἀξίαν. Βλέπουσι τὸ παιδίον καὶ χρόνων τοῦ βίου καὶ τρόπων ἀνώτερον. Τὰ πρὸ τοῦ τόκου μαθόντες ἐκπλήττονται, τὰ μετὰ τὸν τόκον ὁρῶντες ξενίζονται. Καὶ ἀποροῦντες κεκράγασιν· « Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;» Θέλετε μαθεῖν τὴν προκοπὴν τοῦ παιδίου; Θέλετε τὴν προσγινομένην αὐτῷ γνῶναι ἀξίαν; Ἀκούσατε τοῦ ἀγγέλου περὶ αὐτοῦ κεκραγότος· «Ἔσται φησί, μέγας ἐνώπιον κυρίου.»

Ἰδοὺ καὶ πάλιν τὸ μεῖζον ἀπονέμεται τῷ δικαίῳ, τῷ τῆς ἐρήμου ποθεινῷ. Οὔπω ἐμάνθανε τὴν πλοκὴν τῶν πραγμάτων, καὶ προλαμβάνων φυλάττει τῆς ψυχῆς τὴν ἁπλότητα. Οὐ γὰρ ἀνέχεται τὸν ἀνθρώπινον ἐμπορεύεσθαι πλοῦτον, οὐκ ἐρᾷ δόξης λυομένης ἐν βίῳ, οὐ παρέχει τῇ γαστρὶ τὴν ἀκόρεστον γεῦσιν, οὐ τὴν τῶν βρωμάτων ποικιλίαν γινώσκει, οὐκ ἐσθῆτος καλλωπισμὸν περιβάλλεται. Εἶχε γάρ φησι, τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλων καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. Τὸ γὰρ ἴδιον τῆς ἐν ἐρήμῳ ἀσκήσεως σχῆμα πρόσφορον τῆς ἀνδρείας αὐτοῦ τὸ ἔνδυμα. Ἀχθοφόρου γὰρ ζῴου τὰς τρίχας ἐφόρει, σημαίνων ὡς τὸ ἐπικείμενον αὐτῷ κατὰ τὴν ἔρημον βάρος φέρειν καὶ αὐτὸς ἀνέχεται κούφως· βαρὺς γὰρ ἦν ἀληθῶς ὁ εἰς τὴν ἔρημον βίος. Εἶχε δὲ καὶ δερματίνην ζώνην, δι' ἧς τήν τε νενεκρωμένην τῆς γαστρὸς ἐπιθυμίαν ἐδήλου καὶ τῆς ψυχῆς ἐν ταὐτῷ τὴν ἀνδρείαν ἐνέφηνεν. Ἡ δὲ τροφὴ ἦν αὐτῷ φησιν, ἀκρίδες καὶ μέλι ἄγριον. Καὶ τοῦτο τῆς πολυτελεστάτης ἥδιον ἐν ἐρήμῳ. ∆εσπότου δὲ καὶ ποιητοῦ ἀποφηναμένου μὴ ἐγηγέρθαι ἐν γεννητοῖς γυναικῶν μείζω Ἰωάννου τοῦ βαπτιστοῦ, καὶ τοῦ ἀγγέλου εἰρηκότος ἐν πρώτοις καὶ μέγαν ἔσεσθαι λέγοντος ἐνώπιον τοῦ κυρίου, οὐδὲν τῶν ἐπὶ γῆς, οὐδὲν τῶν ἐν τῷ οὐρανῷ εἰς τὴν τοῦ βαπτιστοῦ τιμὴν παραλέλειπται. Ἔδει γὰρ ἀληθῶς καὶ παρὰ θεῷ καὶ παρ' ἡμῖν τὸν βαπτιστὴν μεγαλύνεσθαι· καὶ γὰρ ἔστιν ἰδεῖν τὸν παράδοξον τόκον τῆς στείρας καὶ τῆς αὐξήσεως αὐτοῦ τὰ θαύματα καὶ τῆς πολιτείας τὰ κατορθώματα. Ηὔξανε γάρ φησιν, καὶ ἐκραταιοῦτο πνεύματι. Ταῦτα τῆς ἡλικίας καὶ τῆς χάριτος τὰ γνωρίσματα· συνηύξει γὰρ τῷ σώματι τοῦ νέου καὶ ἡ τῆς ψυχῆς ἀρετή. Καὶ τὸ θαυμαστότερον ὅτι ἦν φησίν, ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ. Ἦν ἐν ταῖς ἐρήμοις. Καὶ τί μεῖζον τούτου τοῦ κατορθώματος; Παιδαγωγουμένης ἐν ἐρήμῳ νεότητος, παιδίον οὔπω τὴν πεῖραν τοῦ βίου λαμβάνει καὶ τὴν ἐν ἐρήμῳ πολιτείαν ἁρπάζει, οὔπω γινώσκει τοῦ κόσμου τὴν ὄχλησιν καὶ τὴν ἡσυχίαν ἀσπάζεται.

Ἀλλὰ τί τούτοις ἐνδιατρίβειν ἔτι φιλονεικοῦμεν τοῖς λόγοις, συνέχοντος ἡμᾶς ἤδη καὶ τοῦ λαοῦ τοῦ πρὸς αὐτὸν εἰς τὴν ἔρημον τρέχοντος; Ἐπεσπᾶτο μὲν γὰρ ἕκαστον πρὸς αὐτὸν ἀπιέναι ἡ λαμπρὰ τοῦ ἀνδρὸς πολιτεία· ἐξάκουστος γὰρ ἀεὶ ὁ ἐνάρετος βίος καὶ πᾶσαν φιλάρετον ψυχὴν πρὸς ἑαυτὸν ἐφελκόμενος. Συνέρρει δὲ πλέον πρὸς Ἰωάννην τὰ πλήθη τῷ ξένῳ θαύματι τοῦ κηρύγματος· μετὰ γὰρ τὸ ἀναδειχθῆναι αὐτόν, ὡς προείρηται, παρεγένετό φησι κηρύσσων ἐν τῇ ἐρήμῳ καὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· καὶ πάλιν· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ταῦτα δὲ ξένα τοῖς τότε καὶ παράδοξα τὰ λεγόμενα· πρόδρομος γὰρ ἦν, τὴν προσεγγίζουσαν δηλῶν βασιλείαν, εὐτρεπίζων τῷ ἐπιδημοῦντι δεσπότῃ, ἑτοιμάζων τῷ βασιλεῖ τὴν πορείαν, διεγείρων εἰς ὑπάντησιν πάντας, ἐξηγούμενος τὰ μέλλοντα θαύματα, προξενῶν τὸν οὐράνιον πλοῦτον. Εἰσῆγε γὰρ μετάνοιαν τὴν τῶν ψυχῶν θεράπειαν, ἐδίδου καὶ βάπτισμα προσεγγίζον τῇ χάριτι. Ὅθεν ἐξεπορεύετο πρὸς αὐτόν φησιν, πᾶσα Ἰεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ. Ἔδειξεν ἀξιόπιστον τῆς πολιτείας αὐτοῦ τὸ κήρυγμα, μᾶλλον δὲ προσέλαβεν ἡ πολιτεία τὸ τοῦ κηρύγματος χάρισμα. Καὶ ἦν ὁ πρώην μονώτατος εἰς τὴν ἔρημον νῦν καὶ αὐτὴν κατασκευάζων πόλιν τὴν ἔρημον. Τί λέγω πόλιν; Ὅλην αὐτὴν οὐρανὸν ἀπειργάσατο· ἄκουε γὰρ λοιπὸν τῶν ἐπουρανίων ἐντεῦθεν πραγμάτων. Τότε φησίν, παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ. Ἦλθε γὰρ ὁ τῶν οὐρανῶν δεσπότης πρὸς τὸν ἐρημοπολίτην, παρεγένετο ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου πρὸς τὸν κηρύττοντα τὴν μετάνοιαν, τὸ φῶς τὸ ἀλήθινον πρὸς τὸν λύχνον τὸν φαίνοντα· οὗτος γάρ φησιν, ἦν ὁ λύχνος ὁ φαίνων. Ἦλθεν ἡ πηγὴ τῆς ζωῆς πρὸς σταγόνα βαπτίζουσαν, ὁ πόταμος τοῦ θεοῦ πρὸς βραχύτατον ῥύακα, τὸ πέλαγος τῆς σωτηρίας πρὸς ὀχετὸν παροδεύοντα· τοῦτο γὰρ ἦν ὁ Χριστὸς πρὸς Ἰωάννην ἐρχόμενος. Ὅθεν καὶ καλῶς αὐτὸν ὁ βαπτιστὴς διεκώλυε λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; «Ἐγώ φησιν, τοῦ σοῦ φωτὸς ἐπιδέομαι καὶ σὺ πρὸς μὲ παραγίνῃ; Ἐγὼ παρὰ σοῦ διεπλάσθην, καὶ σὺ ἔρχῃ παρ' ἐμοῦ βαπτισθῆναι; Ἦλθον ὡς δοῦλος ἐγὼ περὶ σοῦ τοῦ δεσπότου κηρύττων, οὐχ ὡς βαπτίσαι τὸν ἐμὸν δεσπότην ὀφείλων. Ἔασον τῇ σῇ χειρὶ τὴν ἐμὴν μᾶλλον κεφαλὴν ὑποκύψαι, οἶδα γὰρ τὴν ἐξουσίαν τοῦ ἐμοῦ φοβεῖσθαι δεσπότου. Μή μου τολμηρὰν τὴν δεξιὰν ἀπεργάσῃ, ναρκῶσαν ἤδη πρὸς τὸ τοῦ βαπτίσματος ἔργον.» Τί οὖν πρὸς αὐτὸν ὁ δεσπότης; «Ἄφες ἄρτι, οὐ γὰρ ἦλθον νῦν τὴν ἐμαυτοῦ ἀξίαν γυμνῶσαι, οὐ τὸ καθαρὸν τῆς φύσεως δεῖξαι, ἀλλὰ τὴν συμφέρουσαν ὑμῖν οἰκονομίαν πληρῶσαι.» Τότε φησίν, ἀφίησιν αὐτόν. Ὢ πόσην ἡ λέξις εὐτονίαν σημαίνει. Ἀφίησιν ὁ δοῦλος τὸν δεσπότην, ὁ ὑπήκοος τὸν βασιλέα, οὐ γὰρ ἴσχυσεν ἡ φωνὴ περιγενέσθαι τοῦ λόγου, οὐχ ὁ λύχνος ταῖς αὐγαῖς ἀντισχεῖν τοῦ ἡλίου, ἀλλὰ συστείλας τὸ οἰκεῖον φῶς παρεχώρησε τῇ νικώσῃ τῆς δικαιοσύνης αὐγῇ.

Οὕτως δίδωσιν ὁ σωτὴρ τῷ βαπτίσματι χάριν, οὕτως τὸ καθαρὸν τοῦ κυρίου καὶ ἀναρμάρτητον σῶμα τὸν ἐμμένοντα τοῖς ὕδασιν ἀπέσμηξε ῥύπον, ὡς ἔχειν λοιπὸν τῶν ὑδάτων τὴν φύσιν οὐ μόνον τὸ καθαίρειν ἐκ φύσεως, ἀλλὰ καὶ τὸ φωτίζειν ἐκ χάριτος. Ὅθεν οἱ βαπτιζόμενοι λοιπὸν ἐν πνεύματι καὶ ἀληθείᾳ βαπτίζονται, καὶ τοῦτο αὐτὸς ὁ βαπτιστὴς Ἰωάννης σαφῶς κέκραγε λέγων· «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι καὶ ἀληθείᾳ.» Ὁρᾷς τὸν βαπτιστὴν μετὰ τοσαύτην τιμὴν καὶ ἀξίαν ἔτι σμικρύνοντα μὲν τὸ οἰκεῖον ἔργον, θαυμάζοντα δὲ τοῦ σωτῆρος τὸ δῶρον. Καὶ γὰρ ἀεὶ τὸ πρέπον τῷ Χριστῷ παρεχώρει· διὸ καὶ αὐτὸς δέχεται τὴν ἐξ οὐρανῶν ἐπ' αὐτὸν ἐλθοῦσαν μαρτυρίαν, ἄξιος ὢν τῶν ἐπουρανίων ῥημάτων τε καὶ πραγμάτων. Εἶδε γάρ φησιν, τὸν οὐρανὸν ἀνεῳχθέντα καὶ τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον πρὸς αὐτὸν καὶ φωνῆς μαρτυρούσης· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. Ἴσα τῶν πραγμάτων τὰ ῥήματα· καὶ θεωρεῖ γὰρ καὶ ἀκούει Ἰωάννης βαπτίζων. Οὗτος τὴν ἔρημον οὐρανὸν κατεσκεύασεν, οὗτος τὴν οἰκουμένην θεοῦ παράδεισον ἔδειξε τῇ τοῦ βαπτίσματος ποτιζόμενον χάριτι. Ὄντως ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου, ἀπὸ τότε ἡ βασιλεία τῶν οὐρανῶν εὐαγγελίζεται. Ἐξ ἐκείνου γὰρ ἔστη τῶν προφητῶν τὰ κηρύγματα, ἐκείνου ὑποδείξαντος ὃν ἐκεῖνοι προειρήκασιν. Ἔστη τοῦ νόμου τὸ βάρος, ἐκήρυξε γὰρ μετάνοιαν θεοῦ μακροθυμίαν καταγγέλλουσαν. Ἔστη τὰ πολλὰ τῶν Ἰουδαίων βαπτίσματα, ἓν γὰρ ἐδείχθη δι' ἐκείνου τὸ βάπτισμα, ὃ αὐτὸς παρέχειν εἰς μετάνοιαν ἤρξατο, ὃ δὲ Χριστὸς εἰς ἄφεσιν ἁμαρτιῶν ἐδωρήσατο καὶ ζωὴν αἰώνιον, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὸ γενέθλιον τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ.

Ἀπαραίτητος σήμερον τῆς διδασκαλίας ὁ λόγος, ἔχει γὰρ Ἰωάννην τὸν βαπτιστὴν ἡ ἐξήγησις, τὴν ἀσίγητον τῆς ἐρήμου φωνήν· ἐγὼ γάρ φησι φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ὅπου δὲ φωνῆς ἄγεται μνήμη, ἀναγκαίως ἡ τῶν λόγων τιμὴ κεχρεώστηται. Ἀλλὰ ποίαν ἡμεῖς τῷ δικαίῳ τούτῳ τιμὴν ἀποτίσωμεν; Κυκλούμεθα πανταχόθεν τοῖς αὐτοῦ κατορθώμασιν· εὐαγγελίζεται γὰρ ἔτι κυοφορούμενος, θαυματουργεῖ παραυτίκα τικτόμενος, προκόπτει ἐν ταῖς ἐρήμοις ἀσκούμενος, τρέφεται τῷ πνεύματι προαγόμενος, μεσιτεύει νόμῳ καὶ χάριτι, κηρύττει μετανοίας τὸ βάπτισμα, βαπτίζει τὸν δεσπότην παραγενόμενον, θεωρεῖ βαπτίζων καὶ τῆς τριάδος τὴν χάριν, μαρτυρεῖ τῇ ἀληθείᾳ βοῶν, ὑποδείκνυσι τὸν προφητευθέντα δεσπότην, ὁμολογεῖ τὸν ἑαυτοῦ ἰσχυρότερον, ὁδηγεῖ πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἐκεῖνον διδόναι κηρύττει τὸ τέλος, προσάγει λαοὺς τοὺς διψῶντας αὐτὸν ἐπιγινώσκειν, δεσπότην τρέχων μηνύει, αὐτῷ προστρέχειν ἐπείγει, ἐκδιδάσκει τὸ συμφέρον τοὺς ὄχλους, νουθετεῖ καὶ βαπτιζομένους τελώνας, ἐλέγχει καὶ τὸν Ἡρώδην παρανομοῦντα, δέχεται καὶ μακαριζόμενον τέλος. Ποίοις ταῦτα θαυμάσωμεν λόγοις; Ποίαν ἐν τούτοις κινήσωμεν γλῶτταν; Τί τούτων παραλίπωμεν, τί καὶ εἰπεῖν περὶ τούτων ἰσχύσωμεν; Ποία τούτους ἐλπὶς διεγείρει; Μέγα γὰρ τῶν ἐγκωμίων τὸ πλάτος, μέγα τῶν κατορθωμάτων τὸ πέλαγος. Ἐκπλήττει καὶ μόνη τοὺς λέγοντας τῶν πραγμάτων ἡ μνήμη, δειλίαν ἐντίθησι τῇ ψυχῇ τοῦ θαυμάζοντος. Ἀλλ' ἔλθῃ καὶ νῦν Ζαχαρίας ὁ πατὴρ τοῦ δικαίου, ὁ καὶ τὴν σιωπὴν κατακριθεὶς καὶ διὰ τοῦτον φθεγξάμενος. Ἐκεῖνος ἡμῖν τὰ κατ' αὐτὸν διηγήσεται· εἴπῃ πῶς ἐφθέγξατο κατασχεθείσης τῆς γλώττης, πῶς ἐλάλησε χαλινωθέντος τοῦ στόματος, πῶς Ἰωάννης γεννᾶται καὶ ἡ τοῦ ἀγγέλου ἀπόφασις λύεται, πῶς ἡ τιμωρία ἐπάγεται καὶ ἡ θεραπεία παρέχεται. Καί, εἰ δοκεῖ, ἐπ' αὐτὴν λοιπὸν ἔλθωμεν τοῦ θαύματος τὴν ἐξήγησιν ἔχουσαν τοῦ δικαίου τὴν σύλληψιν. Ὁ γὰρ εὐαγγελιστὴς σύντομον αὐτοῦ τε τοῦ Ζαχαρίου καὶ Ἐλισάβετ τῆς γυναικὸς αὐτοῦ εἰσάγων τὸ κήρυγμα, πρότερον μὲν τὰς προσηγορίας αὐτῶν καὶ τὴν φύσιν καὶ τὴν ἀξίαν σημαίνει, εἶτα πολιτείας ἔπαινον καὶ τρόπον ἐπάγει, ἐν ᾧ καὶ τῆς σιωπῆς τὴν κατάκρισιν δείκνυσι καὶ τῆς εὐγλωττίας τὴν χάριν γνωρίζει.

Καὶ ἄκουε τῶν εὐαγγελικῶν ῥημάτων· Οὐκ ἦν φησιν αὐτοῖς τέκνον. Νῦν οὐ μόνον ἐγὼ τὴν τούτων ἀτεκνίαν ὁρῶ, ἀλλὰ καὶ τὴν ἀρχαίαν εἰκόνα τῶν δικαίων γινώσκω, Ἀβραὰμ λέγω καὶ Σάρρας. Ἀλλὰ μανθάνω καὶ στείρωσιν τίκτουσαν, ἑτέραν παιδοποιΐαν χάριτος καὶ φύσεως, ξένον τεκνογονίας μυστήριον. Οὗτος γὰρ καὶ τῆς ἐπαγγελίας ὁ τρόπος ταύτης· Ὤφθη φησὶν ἄγγελος ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Ἀξιόπιστος τῆς ὀπτασίας ὁ τόπος, ἀλήθειαν δεικνὺς καὶ οὐ πλάνην τὴν θέαν. Ἀλλ' ἐταράχθη φησὶ Ζαχαρίας ἰδὼν καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν. Ὦ δειλία, τὸ τῆς ἀπιστίας προοίμιον, τὸ τῆς γνώμης σαθρόν, τῆς ψυχῆς τὸ εὐόλισθον. Ὅπερ αὐτὸς ὁ ἄγγελος διορθούμενος ἔφη· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου. Ἐκβάλλει τὸν φόβον καὶ ἀντεισάγει τὸν πόθον· εἰπὼν γὰρ τὸ μὴ φοβοῦ οὐκ ἐσιώπησεν, ἀλλὰ καὶ τῆς εὐχῆς τὸ κέρδος ἐμήνυσεν. Εἰσηκούσθη φησὶν ἡ δέησίς σου. Καὶ ποία ἡ δέησις; Ἡ τῆς λευιτικῆς φυλῆς αὐτοῦ αὔξησις. Ἡ γυνή σου γάρ φησιν Ἐλισάβετ γεννήσει υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καλὸν τῆς ἐπαγγελίας τὸ κτῆμα, μέγα τῆς ὀπτασίας τὸ δῶρον. Ἀληθῶς Ἀβραμιαῖον τὸ καύχημα· ὡς γὰρ ἐκείνῳ προείρηται τῆς Σάρρας ἡ σύλληψις, οὕτως καὶ τούτῳ προκατήγγελται τῆς Ἐλισάβετ ἡ κύησις. Ἀλλ' ἡ μὲν πρόρρησις ἴση, οὐκ ἴση δὲ τῶν πραγμάτων ἡ τάξις· τοῦ γὰρ Ἀβραὰμ μηδὲν ἐκ τῆς ἐπαγγελίας πεπονθότος δεινόν, ἄφωνος μετὰ τὸν εὐαγγελισμὸν Ζαχαρίας εὑρίσκεται μὴ τῷ ἀγγέλῳ πιστεύσας καὶ σιωπὴν τὴν τιμωρίαν δεξάμενος.

Ἰδοὺ γὰρ ἔσῃ φησὶ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου. Ἀνένδοτος ἡ δίκη τῷ πλημμελήσαντι, ἀνυπέρθετος ἡ τῆς τιμωρίας ὀργή. Οὐκ ἔδει γὰρ ἀληθῶς ἀπιστηθῆναι τὸν ἄγγελον, οὐ τὸ θυσιαστήριον εὐκαταφρόνητον ἔχειν, οὐ τὸν καιρὸν τοῦ θυμιάματος καιρὸν ἀπάτης λογίσασθαι, – ὁ γὰρ ἄγγελος αὐτῷ θυμιῶντι ὤφθη –, οὐ τῆς τοῦ Ἀβραὰμ ἱστορίας ἐπιλελῆσθαι. Καὶ τότε στεῖρα καὶ πότε γῆρας παιδοποιεῖ, εὔπειστα πανταχοῦ τὰ λεγόμενα ἐδείχθη· εἶχε γὰρ τῆς τοιαύτης τεκνογονίας τὸ θαῦμα οὐ μόνον στεῖραν ἀλλὰ καὶ παρθένον τίκτειν παραδόξως. Καὶ ἦν τὸ ἄπιστον εἰς πίστιν προγυμναζόμενον, τὸ ἀδύνατον ὡς δυνατὸν ἐθιζόμενον· ἔνθεν γὰρ καὶ ἐπὶ τῆς στείρας νῦν ἀπιστία κολάζεται, ἵνα ἡ ἐπὶ τῆς παρθένου θαυματουργία μὴ ἀμφιβάλληται. Ἔσῃ φησὶ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι. Ὢ τῆς φιλανθρώπου τιμωρίας διόρθωσιν μᾶλλον ἐργασαμένης τὴν κόλασιν. Αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει, αὐτὴν χαλινοῖ τὴν τολμήσασαν γλῶτταν. Ἦν γάρ φησι διανεύων καὶ ἔμεινε κωφός. Καλῶς καὶ τὸ ἔμεινεν ὁ εὐαγγελιστὴς συνεγράψατο· περιέμενε γὰρ ἡ σιωπὴ τὴν τικτομένην φωνήν, ὁ Ζαχαρίας τὸν Ἰωάννην, ὁ πρεσβύτης τὸν παῖδα, ὁ ἱερεὺς τὸν προφήτην. Ἀμέλει τὸ βρέφος τίκτεται καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανίσταται. Ἐρωτώμενος γάρ φησιν ὁ Ζαχαρίας τί ἂν θέλῃ τὸ παιδίον καλεῖσθαι, ᾔτησε πινακίδιον καὶ ἔγραψε λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ. Ὁ μὴ πιστεύσας τοῦ ἀγγέλου τοῖς λόγοις νῦν ἠναγκάσθη τὴν ὀπτασίαν ἐγγράφως κηρύττειν· ὁ μὴ δεξάμενος τότε ἀκοῇ τὰ ῥηθέντα νῦν νομοθετεῖ καὶ τῇ χειρὶ τὰ γινόμενα. Ὅθεν φησὶν ἐθαύμασαν πάντες· ἀνεῴχθη γὰρ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. Ὢ τοῦ ξένου θαύματος. Ὄνομα γράφεται τέκνου καὶ στόμα τοῦ πατρὸς κωφὸν διανοίγεται, Ἰωάννης καλεῖται καὶ τοῦ καλοῦντος ἡ γλῶσσα ῥυθμίζεται. Ὁρᾷς ὡς οὐ διημάρτομεν ἀπαραίτητον εἰπόντες καὶ ἡμεῖς τὴν παροῦσαν ἐξήγησιν. Ἰδοὺ αὐτὸ τοῦ δικαίου τὸ ὄνομα καὶ στόμα σιωπῶν διανοίγει καὶ γλῶσσαν δυσκίνητον διεγείρει. Οὕτως γὰρ καὶ δείκνυται βοῶσα ἡ τοῦ Ἰωάννου φωνή, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια δείκνυται. Ἐγώ φησι φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ὢ τοῦ θαύματος. Λόγος ἐπιδημεῖ καὶ φωνὴ προκηρύττει, δεσπότης ἔρχεται καὶ δοῦλος προαποστέλλεται, βασιλεὺς παραγίνεται καὶ στρατιώτης προετοιμάζεται. Ἀλλὰ τί νῦν προλαβὼν τὸ τῆς ἐρήμου κήρυγμα λέγω ἔχων ἑτέραν ξένην τινὰ καὶ μεγάλην τῶν προοιμίων φωνήν; Ἔργα ἐστὶ πρῶτα ῥημάτων ἀνώτερα. Ἔτι γὰρ οἰκῶν ὁ βαπτιστὴς ἐν τῇ γαστρὶ τῆς μητρός, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμενος, ἔτι τοῖς μητρικοῖς σπαργάνοις ἐνειλημένος, σκιρτήματι τὴν τοῦ δεσπότου βοᾷ παρουσίαν. Ἐγένετο γάρ φησιν ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Βλέπε τοῦ μυστηρίου τὸ ξένον· οὔπω γεννᾶται τὸ βρέφος καὶ ἐν τῇ κοιλίᾳ αὐτῆς τῷ σκιρτήματι φθέγγεται, οὔπω βοᾶν συγχωρεῖται καὶ δι' ἔργων ἀκούεται, οὔπω μανθάνει τὸν βίον καὶ τὸν θεὸν προκηρύττει, οὔπω γινώσκει τὴν κτίσιν καὶ τὸν δημιουργὸν προμηνύει, οὔπω βλέπει τὸ φῶς καὶ γνωρίζει τὸν ἥλιον, οὔπω τίκτεται καὶ προτρέχειν ἐπείγεται.

Οὐ γὰρ φέρει παρόντος τοῦ δεσπότου κατέχεσθαι, οὐ περιμένει τοῦ τόκου τοὺς ὅρους, οὐ τὸν καιρὸν τοῦ κηρύγματος, ἀλλὰ ῥῆξαι φιλονεικεῖ καὶ τὸ τῆς γαστρὸς δεσμωτήριον, προμηνύσαι σπουδάζει τὸν δεσπότην ἐρχόμενον. «Ὁ λύων» φησὶ «τοὺς δεσμοὺς παρεγένετο, καὶ τί ἐγὼ δεδεμένος κατέχομαι; Ἦλθεν ὁ τῷ λόγῳ κατασκευάζων τὰ σύμπαντα, καὶ τί ἔτι ἐγὼ περιμένω τοὺς νόμους τῆς φύσεως;» «Ἐξέλθω» φησί, «προδράμω, κηρύξω, βοήσω· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Ἀλλὰ τί τῷ θερμῷ ζήλῳ τοῦ βρέφους καὶ ὁ ἡμέτερος σήμερον συνεκτείνεται λόγος; Ἐπίσχωμεν δέ, εἰ δοκεῖ, νῦν τέως καὶ τὴν γλῶσσαν ἀρκούντως μετὰ τοῦ βρέφους σκιρτήσασαν. Καλὸν γὰρ συμμετρεῖν καὶ τῷ καιρῷ τὴν ἐξήγησιν καὶ ἐντρυφᾶν μὲν ἤδη τοῖς ὁπωσοῦν εἰρημένοις, περιμένειν δὲ σὺν θεῷ καὶ τὴν τῶν καθεξῆς θεωρίαν. Οὔτε γὰρ τοὺς ὅρους τοῦ τόκου ὁ βαπτιστὴς ἐβιάσατο τῷ σκιρτήματι, ἀλλ' ἔμεινε καὶ αὐτὸς τὸν προσήκοντα χρόνον, εἰδὼς ὅτι καὶ τοῦτον δι' ἡμᾶς μετ' αὐτὸν ὁ δεσπότης πληρώσει· ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

10
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία