Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Περὶ μετανοίας

De paenitentia / О покаянии

Λόγος παραινετικὸς περὶ μετανοίας, ἐν ᾧ ἐμνημόνευσε καὶ ἐστηλίτευσε πάντα τὰ πάθη τῶν ἀνθρώπων. Λόγος Αʹ.

αʹ. Ἀεὶ μὲν μνημονεύειν Θεοῦ καλὸν, καὶ πάνυ καλόν· καὶ τί ἂν γένοιτ' ἂν τούτου κάλλιον; Ἡ γὰρ τῶν κριμάτων αὐτοῦ μνήμη παράκλησιν παρέχει, καθώς φησιν ὁ Προφήτης· Ἐμνήσθην τῶν κριμάτων σου τῶν ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Πόσην λοιπὸν παράκλησιν καὶ παραμυθίαν εἰκὸς καὶ εὐφροσύνην ὑποδέχεσθαι τὸν ἀεὶ τοῦ Θεοῦ μνημονεύοντα; καθὼς πάλιν ὁ αὐτὸς Προφήτης λέγει· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην. Καὶ γενόμενος ἐν ἀπολαύσει τῆς ἐκ τῆς μνήμης ταύτης εὐφροσύνης, οὐκ ἔτι ἠνέσχετό τι ἄλλο ἐπὶ μνήμης φέρειν, εἰ μὴ μόνον τοῦ Θεοῦ, λέγων· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου· καὶ πάλιν, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Καὶ ἀλλαχοῦ πάλιν καθολικώτερον λέγει· Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς. Ὁρᾷς ὅσην ὠφέλειαν παρέχει ἡ τοῦ Θεοῦ μνήμη; ὁρᾷς ὅσην ἰσχὺν παρέχει, ὡς καὶ τὰ πέρατα τῆς οἰκουμένης ἑλκύσαι πρὸς ἑαυτήν; Καὶ οὐ μόνον εἰδωλολατρείας ἠλευθέρωσεν, ἀλλὰ καὶ αὐτῆς τῆς μνήμης αὐτῶν λήθην ἐνεποίησεν. Ἑλκυσθέντα γὰρ ὑπὸ τῆς τοῦ Θεοῦ μνήμης καὶ φωτισθέντα καὶ γνωρίσαντα Θεὸν ἀληθινὸν, λέγουσι περὶ τῶν ματαίων εἰδώλων· Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Εἶδες μνήμης Θεοῦ ἰσχύν; εἶδες ἀλλοίωσιν ἀγαθήν; εἶδες μετοικεσίαν ἐπαινουμένην; Ἀληθῶς Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἤγουν τῆς Χριστοῦ ἐπιδημίας, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, δι' οὗ τὰ πάντα ἐγένετο. Λοιπὸν καλῶς ἐν ἀρχῇ τοῦ λόγου εἶπον, ὅτι πάντων τῶν καλῶν κάλλιον τὸ μνημονεύειν Θεοῦ. Ταύτης τῆς μνήμης ἐν πείρᾳ γενόμενος ὁ Προφήτης, καὶ τὴν ἐξ αὐτῆς ὠφέλειαν ἐπιλαβόμενος, πάντων ἡδονῶν τε καὶ τῶν τερπνῶν ὥσπερ ἐπιλαθόμενος, ἕως καὶ τοῦ φαγεῖν τὸν ἄρτον, ἔλεγε· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου· καὶ, Οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου. Τῆς τοιαύτης μνήμης τὴν ὠφέλειαν καὶ ὁ Ἀπόστολος εὑρὼν καὶ γευσάμενος ἔλεγεν, οὐ πρὸς Τιμόθεον μόνον, ἀλλὰ πρὸς πάντα ἄνθρωπον, Τιμοθέῳ λέγων· Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ 60.682.20 νεκρῶν. Καὶ ὥσπερ ὁ ἔχων θησαυρὸν ἔν τινι τόπῳ κεκρυμμένον, πᾶσαν ὥραν, ἡμέραν τε καὶ νύκτα ὅλος ὁ νοῦς αὐτοῦ ἐκεῖ ἐστι, καὶ ὥσπερ τις σιδηροδέσμιος παραμένει, καὶ οὔτε κἂν βραχὺ τοῦ τόπου ἀφίσταται, καθὼς καὶ ὁ Κύριος εἶπεν, Ὅπου ὁ θησαυρὸς, ἐκεῖ ἐστι καὶ ἡ καρδία ὑμῶν· οὕτω καὶ ὁ ἐπιθυμῶν ἐκείνης τῆς ὡραιότητος καὶ τῆς ἐλεύσεως τοῦ ἐπουρανίου νυμφίου, ἀεὶ αὐτοῦ ἐκείνου μόνου μνημονεύει, ἑλκόμενος ὑπὸ τοῦ θείου ἔρωτος καὶ τῆς ἀκορέστου ἐπιθυμίας, ψάλλων ἀεὶ μετὰ τοῦ ἱεροψάλτου ∆αυῒδ τὸ, Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην. Τοῦτο καὶ ὁ Κύριος ἐνετείλατο ἡμῖν λέγων· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁρᾷς πῶς μνημονεύεσθαι θέλει παρ' ἡμῶν αὐτῶν ὁ Κύριος; Μνημονεύσωμεν οὖν φιλόχριστοι τοῦ Θεοῦ πάντοτε, καὶ μὴ ἐπιλαθώμεθα, ἵνα μὴ καὶ ἡμᾶς ὀνειδίσῃ τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε. Ἀλλὰ τοῦ μὲν μνημονεύειν Θεοῦ μὴ παυσώμεθα, καὶ ὑπὲρ τοῦ μνημονευθῆναι ἡμῶν, αὐτῷ κράζειν μὴ ὀκνήσωμεν· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὥσπερ δὲ καλὸν μνημονεύειν Θεοῦ διὰ τὴν ἀκόρεστον ἐκείνην εὐφροσύνην, οὕτω πάλιν μέγα κέρδος καὶ ὠφέλειαν ἔχοι ἂν ἡ μνήμη, οὐ μόνον τῶν τερπνῶν καὶ λοιπῶν χαροποιῶν, ἀλλὰ καὶ τῶν σκυθρωπῶν καὶ λυπηρῶν. Καὶ γὰρ τῶν τοιούτων ἐννοεῖν βελτιώτερον ἀπεργάζεται τὸν μνήμονα, καὶ σπουδαιότερον γενέσθαι παρασκευάζει. Καὶ ποίων, φησὶ, σκυθρωπῶν; Οὐκ ἀγνοεῖς, ὡς οἶμαι, ἤδη καὶ διδαχθῆναι ζητεῖς; Ἄκουσον ἐκ τῶν πολλῶν ὀλίγα, τοῦ βασανιζομένου πλουσίου οἰκτρὰς φωνὰς πρὸς τὸν φιλόξενον πατριάρχην Ἀβραὰμ γενομένας· ὅστις διὰ τὴν ἑαυτοῦ ἀσπλαγχνίαν οὐκ ἴσχυσε τὸ δεινὸν ἐκεῖνο καὶ φοβερὸν χάσμα παρελθεῖν, ὅπερ ὤρυξεν αὐτῷ ἡ ἀσπλαγχνία· ὁμοίως δὲ καὶ τῶν πέντε μωρῶν παρθένων, ἅσπερ τὸ ἀνέλεον ὁμοίως ἔξω τοῦ μακαρίου νυμφῶνος ἀποκλεισθῆναι κατεδίκασεν· εἶτα τῶν ἐξ εὐωνύμων πάλιν τὸν ὀνειδισμὸν, τὴν αἰσχύνην, τὴν ἐντροπὴν, καὶ τέλος καὶ ἐπώδυνον ἀπόφασιν, τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι. Ἐννόει δὲ κἀκεῖνον καὶ μάλιστα 60.683 τὸν τὰς χεῖρας καὶ πόδας δεσμευθέντα, καὶ τοῦ βασιλικοῦ καὶ ἐνδόξου γάμου μετὰ μεγάλης αἰσχύνης ἐκβληθέντα, καὶ εἰς τὸν ἔκθαμβον καὶ φρικτὸν ἐκεῖνον τόπον ἐξορισθέντα. Ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· οὗ καὶ μόνον ἡ ἀκοὴ βάσανον ἐμποιεῖ. Καὶ γὰρ καὶ τῶν τοιούτων μνημονεύειν, καθὼς προειρήκαμεν, οὐ μικρὸν κέρδος ψυχῆς· τὸ μὲν γὰρ Θεοῦ μνημονεύειν, ὡς ὁ λόγος, εὐφραίνει τὸν μνήμονα, καὶ ἐπὶ τὰ ὑψηλὰ ἕλκει· ἡ δὲ τῶν σκυθρωπῶν μνήμη φόβον ἐπάγει καὶ κατάνυξιν, καὶ ἐναγώνιον καὶ σπουδαῖον καθιστᾷ τὸν ἄνθρωπον. Τίς γὰρ ἐπὶ μνήμης φέρων τὴν ἀπαραμύθητον ἐκείνην ἀποτυχίαν, οὐ κατανύγεται καὶ ὀδύρεται καὶ συντρίβει τὴν ἑαυτοῦ καρδίαν; τίς οὐ βρέχει δάκρυσι καὶ τὴν κλίνην καὶ τὸ στῆθος καὶ ὅλον τὸ σῶμα, ἐννοῶν τὴν τοσαύτην ζημίαν, καὶ μάλιστα μὴ ἔχουσαν παντελῶς παρηγορίαν ἢ παράκλησιν; Πᾶσα γὰρ ἀστοχία ἢ ναυάγιον πρὸ τελευτῆς ἔχει διόρθωσιν καὶ παραμυθίαν. Εὑρίσκει γὰρ ἕκαστος ἀντὶ ὧν ἀπώλεσεν ἕτερα τῆς πανηγύρεως τέως ἱσταμένης, καὶ παραμυθεῖται τὴν ἑαυτοῦ θλῖψιν. Ἡ δὲ μετὰ τὴν ἔξοδον ἀποτυχία ἀπαραμύθητον ἔχει πένθος· ἀνακαλέσασθαι γὰρ ὃ ἀπώλεσεν οὐ δύναται. Κἂν γὰρ ταράσσηται, κἂν στενάζῃ, κἂν ὀδύρηται, ἢ καὶ δάκρυα ἐκχέῃ, κἂν φωνὰς ὑψηλὰς ἐπαφίῃ, πάντα ἀπρόσδεκτα. ∆ιὰ τοῦτο πᾶσα Γραφὴ βοᾷ, διὰ τοῦτο πᾶσα σπουδὴ ἐνομοθετήθη, διὰ τοῦτο ἀγῶνες, διὰ τοῦτο προσευχαὶ καὶ δεήσεις, διὰ τοῦτο κλαυθμοὶ καὶ ἀγρυπνίαι, διὰ τοῦτο χαμευνίαι, τῆξις σώματος, ξηροφαγίαι, ἀποταγαὶ, παρθενία, πτωχεία πνεύματος, διακονίαι, ἐλεημοσύναι, ἀναχώρησις κόσμου· διὰ τοῦτο ὑπομονὴ τῶν ἐπερχομένων, καὶ ἀνοχὴ ἀτιμίας καὶ μίσους καὶ διωγμῶν καὶ ἐμπτυσμάτων καὶ ῥαπισμάτων καὶ πάντων τῶν πειρασμῶν, κατὰ μίμησιν τοῦ Κυρίου καὶ Στεφάνου καὶ λοιπῶν ἁγίων, ἵνα μὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ ἀστοχήσωμεν τὴν δεινὴν ἀστοχίαν, καὶ μάλιστα ἔχοντες ὑπὲρ πᾶσαν πόλιν καὶ πᾶν ὀχύρωμα τὰς τοῦ Κυρίου ἡμῶν ἐντολάς. Ποίας; Τὸ, Ἐγὼ μεθ' ὑμῶν εἰμι· τὸ, Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· καὶ, Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα· Τηρεῖτε τὴν κεφαλήν· Παντὸς γὰρ ἀνδρὸς ἡ κεφαλὴ ἐγώ εἰμι· Τηρεῖτε τὴν κεφαλήν· Μὴ ἐπιλάθησθε Κυρίου τοῦ Θεοῦ· Ἔχοντες τὴν ἀπολύτρωσιν τῶν ψυχῶν ὑμῶν ἐν τῷ σώματι καὶ αἵματί μου· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν καὶ ὑμῶν σωτηρίαν. Ὁρᾷς πῶς ἐντέλλεται μὴ ἐπιλανθάνεσθαι αὐτοῦ, καὶ πῶς προτρέπεται ἀεὶ μνημονεύειν αὐτοῦ, καθὼς καὶ προείρηται; ∆ιὰ τοῦτο λέγω πρὸς πάντα ἄνθρωπον, καθάπερ καὶ Παῦλος Τιμοθέῳ γράφων· Τέκνον Τιμόθεε, ἀεὶ μνημόνευε καὶ μηδέποτε ἐπιλάθῃ Θεοῦ τοῦ τρέφοντός σε, μηδὲ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Μνημόνευε δὲ συνεχῶς μάλιστα τὰς φοβερὰς ἐκείνας τοῦ δικαστοῦ φωνὰς, ἃς πρὸς τοὺς ἐξ εὐωνύμων ἀσπλάγχνους ἐφθέγξατο, ἔτι δὲ καὶ πρὸς τὰς μωρὰς πέντε παρθένους· ὁμοίως καὶ πρὸς τὸν ἀνηλεῆ ἐκεῖνον πλούσιον διὰ τοῦ πατριάρχου Ἀβραὰμ διελέχθη· πρὸς τούτοις δὲ καὶ πρὸς τὸν ἄλλον πλούσιον καὶ πλεονέκτην τὸν τὰς ἀποθήκας πλατύναντα εἰς ἄμετρον ἔκτασιν. Ἆρα ἐπίστασαι ὁποία πρὸς ἀμφοτέρους αὐτῶν ἀπόφασις δέδοται; ἆρα μνημονεύεις τὰς τοιαύτας σκυθρωπὰς φωνάς; ἆρα κατέχεις κἂν βραχύ τι ῥῆμα ἐν τῇ καρδίᾳ σου ἐκ τῶν ἀναγνωσθέντων θείων ῥημάτων; Καὶ εἰ ταῦτα οὐ γινώσκεις, τί λοιπὸν συνάγῃ εἰς τὴν ἐκκλησίαν, εἰπέ μοι; οὐχὶ ἵνα ἀκούσῃς τὰς φωνὰς, σπεύδεις συνάγεσθαι καὶ ὠφεληθῆναι; Εἰ μὲν οὖν διὰ τοῦτο συνάγῃ ἐν τῇ ἐκκλησίᾳ, ἡ σπουδή σου ἐπαινετὴ, καὶ πληροῦται ἐπὶ σὲ τὸ τοῦ Κυρίου λόγιον· Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει. Οἶδα γὰρ πολλοὺς συνερχομένους, οὐ διὰ Θεὸν, οὐδὲ δι' ἀκρόασιν τῶν ἁγίων αὐτοῦ ῥημάτων. Τοὺς μὲν γὰρ ὁρῶ νυστάζοντας, τοὺς δὲ ὧδε κἀκεῖσε μετεωριζομένους, ἄλλους πρὸς φίλους διαλεγομένους· καὶ ὁ μὲν Κύριος ἡμῶν πρὸς ἡμᾶς διαλέγεται εὐσπλάγχνῳ φωνῇ λέγων, Ὑμεῖς φίλοι μού ἐστε· ἡμεῖς δὲ ἐκεῖνον καταλιπόντες λαλοῦντα, τοὺς φίλους ἐντιμοτέρους ἐποιησάμεθα. Ἑτέρους ὁρῶ ἀτάκτως θορυβοῦντας, καὶ ταῦτα τολμῶσιν ἔτι τοῦ Θεοῦ λαλοῦντος πρὸς ἡμᾶς. Ὢ τῆς βαθείας ἀφροσύνης, ὢ τῆς ἀνιάτου ἀναισχυντίας, ὢ τῆς χαλεπῆς παραφρονήσεως. Βασιλεὺς ὁμοιοπαθὴς ἡμῖν πολλάκις διαλέγεται πρὸς τὸν λαὸν, καὶ πάντες ὥσπερ ἄψυχοι στῆλαι ἄφθογγοι μένουσιν, ἄχρις ἂν καταπαύσῃ ὁ λαλῶν. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ γράμματα αὐτοῦ πολλάκις 60.684 ἀναγινωσκόμενα, ἐν τόπῳ πολλὴν ἡσυχίαν ποιοῦσι τοῖς περιεστῶσιν ἀκροαταῖς, ὡς δοκεῖν μὴ εἶναι ἐκεῖσέ τινα, ἀλλ' ἢ μόνον τὸν ἀναγινώσκοντα τὰ τοῦ βασιλέως γράμματα. Ἐνταῦθα δὲ προφῆται καὶ ἀπόστολοι καὶ πατριάρχαι, οἱ πάντων βασιλέων ὑψηλότεροι, διαλέγονται, τί βούλεται Θεὸς καὶ πῶς θεραπεύεται, καὶ ποίῳ τρόπῳ δυνησόμεθα διαπερᾶσαι τὴν χαλεπὴν θάλασσαν τοῦ βίου· ἡμεῖς δὲ λῆρον τὰ ῥήματα ἡγούμεθα, καὶ μᾶλλον ἀργοῖς ῥήμασι προσκαρτεροῦντες, ἀνάπαυσιν λογιζόμεθα. Ἆρα θεραπεύεται ἐπὶ τούτοις ὁ Κύριος, ὁ εἰπὼν πρὸς τοὺς ὁμιλοῦντας πρὸς ἡμᾶς ἁγίους, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου; Καὶ τί λέγω περὶ λειτουργῶν καὶ δούλων; Αὐτοῦ τοῦ πάντων ∆εσπότου καὶ βασιλέως τῆς δόξης, ὃν φρίττει πᾶσα ἡ κτίσις, καὶ ὑμνεῖ πᾶσα πνοὴ, διὰ τῶν ἀχράντων Εὐαγγελίων διαλεγομένου πρὸς ἡμᾶς, νουθετοῦντος, ἀπειλοῦντος, παρακαλοῦντος, προσκαλουμένου, τὴν ἀπλήρωτον αὐτοῦ καὶ ἀκήρατον βασιλείαν δωρουμένου, οὕτως αὐτῷ προσέχομεν, ὡς ὅτε ἀσθενὴς ἢ πτωχὸς ἄνθρωπος πρὸς ἡμᾶς ἀδολεσχεῖ διαλεγόμενος, καὶ οὐδὲ κἂν ὡς φίλου τινὸς προσέχομεν. Ὄντως Μάταιοι υἱοὶ τῶν ἀνθρώπων· ὄντως εὔκαιρον πρὸς τοὺς τοιούτους εἰπεῖν, Μωροὶ, πότε φρονήσετε; Ἁρμόσει δὲ πρὸς αὐτοὺς καὶ ἕτερος τοῦ προφήτου στίχος ὁ λέγων, Ἐξέλειπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· τὸν γὰρ ἀγγελικὸν ὕμνον καὶ τὰ θεῖα ῥήματα ἀποβαλόντες καὶ λῆρον ἡγησάμενοι, ἠγάπησαν ἀργολογίαν, καὶ προσελάβοντο ὕπνον. Ὕπνος δὲ τῶν τοιούτων οὐχ ὁ ὕπνος οὗτος, ἀλλ' ἡ ῥᾳθυμία ὁ χαλεπὸς ὕπνος τῆς ψυχῆς, ὁ ζημιωτὴς τῶν χαυνοτέρων, ἡ τυφλότης τῆς καρδίας, ἡ συλήτρια τῶν θησαυρῶν τοῦ Πνεύματος· περὶ οὗ ὁ Προφήτης ἐδέετο τοῦ Θεοῦ λέγων· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον· περὶ οὗ καὶ Σολομὼν ἐντρεπτικώτερον ἔγραψε λέγων, Πότε ἐξ ὕπνου ἐγερθήσῃ; οἳ καὶ ἀκούσονται τὸ, Τί ἑστήκατε ὅλην τὴν ἡμέραν, ἤγουν ὅλον τὸν βίον ἀργοί; Οἱ τοιοῦτοι καὶ ἐν ταῖς συνάξεσιν ἀσύντακτοι, καὶ ἐν ἑορταῖς ἀνέορτοι, καὶ ἐν ταῖς εὐχαῖς ἀνευλόγητοι, ἐν τῇ μνήμῃ τῶν ἁγίων ἀμνημόνευτοι, ἐν τῷ τὴν εἰρήνην διδόναι ἀδόκιμοι, ἐν τῇ ἐκκλησίᾳ ἀνέτοιμοι, ἐν τῇ μεταλήψει ἀνάξιοι, ἐν τῇ κοιμήσει τῆς ἐξόδου τεταραγμένοι καὶ ἔμφοβοι καὶ κατηφεῖς καὶ σκοτεινοὶ καὶ ἀπεγνωσμένοι· περὶ ὧν ὁ Προφήτης προεκήρυξεν, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.

βʹ. Εἶδες πόσην ζημίαν περιέχει ἡ ῥᾳθυμία; Ὁ πικρὸς ὕπνος, καὶ τῶν ψυχῶν λάκκος, καὶ τῶν χαυνοτέρων συνόμιλος καὶ σύσκηνος καὶ διδάσκαλος. ∆ιὸ καὶ ὁ Παῦλος διὰ τὴν πολλὴν χαυνότητα καὶ μαλακίαν γυναῖκας ὀνομάζει, καὶ οὐδὲ γυναῖκας ἁπλῶς, ἀλλὰ γυναικάρια σεσωρευμένα· ἔθος γὰρ ταῖς τοιαύταις γυναιξὶ συγκουστουδιάζειν καὶ συνεδριάζειν καὶ φλυαρεῖν τὰ μὴ δέοντα αὐταῖς, ἃς οὐ ποιμαίνει ὁ Θεός· Οὐ γὰρ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν· Πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὁ δὲ ἀγαπῶν τὸν Κύριον ἐν ὅλῃ καρδίᾳ, καὶ ἔχων τὴν αὐτοῦ μνήμην ἀλάθητον, ἅμα ἀκούσει τοῦ κήρυκος ἐπὶ τὴν φοβερὰν ἐκείνην προσκαλουμένου ζωοποιὸν θεοσφαγίαν, σπουδαίως ἀνίσταται· καὶ πρῶτον μὲν ἐννοεῖ μή που κατά τινος ἔχει, ἣ ἄλλος κατ' αὐτοῦ· καὶ τοῦτο κατορθώσας τὸ ἐμπόδιον τῆς σωτηρίας, καὶ ἑαυτὸν ἐλευθερώσας καὶ λύσας ἀπὸ τοῦ τοιούτου χαλεποῦ δεσμοῦ, τρέχει πρὸς τὴν τῶν θείων λογίων ἀκρόασιν· ὃν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐν πίστει καὶ πόθῳ τρέχων καταλαμβάνει τὸν πνευματικὸν τοῦ Θεοῦ λιμένα. Καὶ συσφίγξας ἑαυτὸν καὶ συναγαγὼν ἑαυτοῦ τὴν διάνοιαν, καὶ πᾶσαν βιωτικὴν τέως ἀποῤῥιψάμενος μέριμναν, ἑτοιμάζει τὰς ἀκοὰς πρὸς ἀκρόασιν τῆς ἀγγελικῆς μελῳδίας· εἶτα τοῦ ἱεροψάλτου ∆αυῒδ βοῶντος, ∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ. ∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς, καὶ ἀγαλλίασιν, θυσίαν δικαιοσύνης καὶ ἀναφοράν· δεῦτε ἴδετε ἐπὶ τὸ θυσιαστήριον τὸν σιτευτὸν μόσχον, καὶ τὸν ἀμνὸν τοῦ Θεοῦ θυόμενον, καὶ μὴ θανατούμενον· Μεγαλύνατε τὸν Κύριον, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Εἶτα Ἡσαΐας, ἡ χελιδὼν τῆς Ἐκκλησίας, μεγάλῃ τῇφωνῇ κράζει· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Εὐφραίνεσθε οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Βάδιζε, λαός μου, εἰς τὸ ἀκροατήριον, ἀκούσατε τί ὁ Κύριος διὰ τοῦ στόματός μου προστάσσει· Εἴπατε, ἀδελφοὶ, τοῖς μισοῦσιν 60.685 ὑμᾶς καὶ τοῖς βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ. Εἶτα ὁ διάδοχος Ἡσαΐου Παῦλος, ἡ λύρα τοῦ ἁγίου Πνεύματος, ὁ τέττιξ τῆς Ἐκκλησίας, τὸ τοῦ Χριστοῦ κατοικητήριον ἀνυψούμενος ἐπὶ τοῦ ἄμβωνος λαμπρᾷ τῇ φωνῇ κράζει ἐν παῤῥησίᾳ· Τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. ∆ιὰ τοῦ αἵματος αὐτοῦ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐλάβομεν. ∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Τί δέ ἐστι, ∆οκιμαζέτω τις ἑαυτόν; Τουτέστιν, ἐννοείτω τὰ γεγραμμένα, καὶ ἐρευνάτω ἑαυτὸν, μήποτε ἀνέτοιμός ἐστι τῆς ὑποδοχῆς τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου, καὶ οὐχ ἡτοίμασεν ἑαυτὸν ὥσπερ ὁ Συμεὼν, καὶ ὥσπερ Ἄννα ἡ προφῆτις, καὶ ὥσπερ ἐν σινδόνι καθαρᾷ ὁ Ἰωσήφ. Ἐὰν οὕτως ἑαυτὸν ἡτοίμασας, αὐτῷ θαῤῥῶν, πίστει καὶ φόβῳ πρόσελθε βοῶν καὶ λέγων, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ οὐ κατακριθήσῃ ὁ σπουδάσας ποιῆσαι ἑαυτὸν ἄξιον. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Ὁρᾶτε, ἀδελφοὶ, μή τις κακὸν ἀντὶ κακοῦ ἀποδώσῃ. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Βλέπετε πῶς περιπατεῖτε. Ὁρᾷς πόσα ἀγαθὰ καὶ ὁποίαν χαρὰν δέχεται ὁ ἀγαπῶν τὸν Θεὸν, καὶ δι' αὐτὸν συναγόμενος; Ἄκουε πάλιν Ἰωάννου κράζοντος· Παιδία, ἐσχάτη ὥρα ἐστὶ, καὶ ὁ ἀντίχριστος ἔρχεται· καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν. Ἀλλὰ Μὴ παντὶ πνεύματι πιστεύετε, ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Εἶτα ὁ ἀδελφόθεος Ἰάκωβος παρελθὼν εἰς μέσον λέγει· Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις. Μακάριος ἀνὴρ, ὃς ὑπομενεῖ πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν ἀμαράντινον στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Μετὰ τούτων Πέτρος ὁ ὑψηλὸς ἀναδραμὼν κράζει· Ἀγαπητοὶ, πάντων τὸ τέλος ἤγγικε· γρηγορήσατε καὶ νήψατε εἰς προσευχάς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιὰς, ὡς ἀρτιγένητα βρέφη, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε. Εἶτα τοῖς ἀναγνώσμασι διαδέχεται ἡ οὐράνιος λαλιὰ τῶν ἀγγέλων, ὁ τοῦ Θεοῦ αἶνος, τῶν ἄνω δυνάμεων ἡ τραγῳδία· καθὼς ὁ μακάριος Ἰωάννης ἑώρακέ τε καὶ ἔγραψε λέγων· Ἤκουσα τῶν ἄνω δυνάμεων ὡς φωνὴν ὄχλων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων, Ἀλληλούϊα. Μετὰ τοῦτο ὅτε λοιπὸν προκηρυχθῇ πάντα, καὶ καταπαύσουσιν οἱ πρόδρομοι καὶ λειτουργοὶ κηρύσσειν καὶ μηνύειν τοῦ ∆εσπότου τὴν ἐπὶ τοῦ ἄμβωνος ἄνοδον, τῶν ἱερέων τέως καθεζομένων, καὶ τῶν λειτουργῶν σιωπησάντων, καὶ τῆς ὥρας καταφθανούσης τοῦ ἀναφανῆναι ἐφ' ὑψηλοῦ τόπου τὸν ἀκόρεστον ∆εσπότην καὶ Κύριον τῆς δόξης, καὶ τοῦ λαοῦ τὰς ἀκοὰς ἑτοιμάζοντος πρὸς ἀκρόασιν τῶν θεολέκτων καὶ ζωοποιῶν ῥημάτων, καὶ ὠθούντων ἑαυτοὺς, καὶ τῷ ἄμβωνι πλησιαζόντων, καὶ σιγῆς πολλῆς γενομένης, ὅτε λοιπὸν οὐκ ἔξεστί τινα καθέζεσθαι, οὐκ ἀρχιερέα, οὐχ ἱερέα, οὐ βασιλέα ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης τοῦ ἀναφαινομένου, κράζουσιν ἐν δυνάμει οἱ τὴν τῶν ἀγγέλων ἐπέχοντες τάξιν, λέγοντες πρὸς πάντας μικρούς τε καὶ μεγάλους· Ὀρθοὶ πάντες ἀκούσωμεν τί λαλήσει Κύριος ὁ Θεός· ὀρθοὶ ἀκούσωμεν τί κελεύσει, καὶ τί βούλεται ὁ Βασιλεὺς τῶν βασιλέων· ὀρθοὶ ἀκούσωμεν ῥήματα καὶ ἐντολὰς ζωῆς αἰωνίου· ἡ γὰρ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. Τὸ δὲ, Ὀρθοὶ, τί ἄρα σημαίνει ἢ καταδέχεται; Οἶδα γὰρ, ὅτι πολλοὶ τὴν ἐκ τῶν θρόνων ἔγερσιν νοοῦσι καὶ μόνον· ἐγὼ δὲ πλεῖόν τι ὑπονοῶ ἔχειν βάθος τὸ ῥῆμα, καὶ οὐ μόνον τὴν ἐκ τῶν θρόνων ἀνόρθωσιν, ἀλλὰ καὶ μυστικώτερόν τι σημαίνειν νόημα· τουτέστιν, ὀρθοὶ τῇ πίστει, ὀρθοὶ τῇ καρδίᾳ, ὀρθοὶ τοῖς λογισμοῖς, τῇ ἀγάπῃ, τῇ ὁμολογίᾳ, ὀρθοὶ πρὸς πᾶσαν ἐντολὴν τοῦ Κυρίου, ὀρθοὶ ἄνω πρὸς τὸν οὐρανόν. Ὡς λογικοὶ τὰ ἄνω φρονεῖτε, καὶ μὴ ὡς τὰ κτήνη κάτω νεύοντες. Εἶτα πάντων ἀναστάντων καὶ ἐν φόβῳ ἱσταμένων, ἄκουσαι τί ἄρα Κύριος διηγήσεται ἡμῖν ἐν Γραφῄ, καθὼς προεσήμανεν ὁ προφήτης ∆αυῒδ, τί κελεύσει, τί ἐντέλλεται, τί βούλεται ὁ φοβερὸς ἐν βουλαῖς. Εἶτα ἀνυψοῦται καὶ ὁ πολυτίμητος μαργαρίτης καὶ προσδοκία τῶν ἐθνῶν, ἡ φωταγωγία τοῦ κόσμου, ἡ χάρις ἡ ἐκ τῶν χειλέων χυθεῖσα τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἡ ἄνεσις τῶν θλιβομένων, ἡ λύσις τῶν δεδεμένων, ἡ λύτρωσις τῶν ἁμαρτίων, 60.686 ἡ ἀνόρθωσις τῶν πεπτωκότων, τὸ ἰατρεῖον τῶν νοσούντων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν καταπονουμένων, ἡ χαρὰ τῶν μετανοούντων, ἡ καταφυγὴ τῶν διωκομένων, ὁ νόμος τῆς ἐλευθερίας τῶν καταδυναστευομένων ὑπὸ τοῦ ἀλλοτρίου, ἡ σαγήνη ἡ μὴ θανατῶσα, ἀλλὰ ζωοποιοῦσα τοὺς ἐν τῇ ἁλμυρᾷ τοῦ κόσμου θαλάσσῃ βυθιζομένους, αἱ πηγαὶ τῶν ὑδάτων, τὰ θεμέλια τῆς οἰκουμένης, οἱ ἐκ τοῦ παραδείσου τοῦ ἁγίου στόματος τοῦ Χριστοῦ ἐκπορευόμενοι τέσσαρες ποταμοί. Καὶ ἀνοιχθέντων τῶν θείων καὶ σεπτῶν καὶ ἀχράντων Εὐαγγελίων, κράζουσι πάλιν μετὰ φόβου οἱ ἐπίγειοι ἄγγελοι, οἱ ἱερεῖς, φημὶ, πρὸς τὸν λαὸν, Προσχῶμεν· τουτέστιν, Ὧδε ὁ νοῦς ἑκάστου, ὧδε αἱ καρδίαι πάντων, μηδεὶς μετεωριζέσθω, μηδεὶς περιβλεπέσθω, μηδεὶς ψιθυριζέσθω. Προσχῶμεν, Θεὸς ὁ λαλῶν· προσχῶμεν, οὐρανοῦ γὰρ καὶ γῆς καὶ πάσης κτίσεως ὁ Βασιλεὺς πρὸς ἡμᾶς διαλέγεται· προσχῶμεν, ὁ ποιμὴν ὁ μέγας τροφὴν ζωῆς ψυχῶν διανέμει· προσχῶμεν, ὁ τὸν θάνατον φονεύσας, καὶ τὸν κόσμον νικήσας, χαρὰν ἀπλήρωτον καὶ βασιλείαν μὴ ἔχουσαν τέλος ἐπαγγέλλεται ἡμῖν τοῖς ἀναξίοις. Ὢ τῆς ἀνεικάστου φιλανθρωπίας! ὢ τῆς ἀνεκδιηγήτου ἀγαθότητος! Ὅτι αὐτὸς ὁ ἀόρατος, ὁ ἀχώρητος, ὁ πάντων ∆ημιουργὸς καὶ ∆εσπότης, ὃν φρίσσει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα, ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐ δι' ἀγγέλου ἢ διὰ τῶν Σεραφεὶμ ἢ δι' ἄλλου τινὸς λειτουργοῦ, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ διαλέγεται πρὸς ἡμᾶς τοὺς ἀναξίους, πληρῶν τὴν προφητείαν Ἡσαΐου τοῦ προφήτου λέγοντος· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Ὁμοίως δὲ καὶ ∆αυῒδ περὶ τούτου προεκήρυξε λέγων, ὅτι Αὐτὸς ὁ Κύριος διηγήσεται ἐν γραφῇ λαῶν. Ὅθεν ὁ ἱερὸς ἀπόστολος καθαπτόμενος ἡμῶν ἐντρεπτικώτερον ἔγραψε, λέγων· ∆ιὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν διὰ τὸν λαλοῦντα Κύριον. Εἰ γὰρ ὁ δι' ἀγγέλου λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. ∆ιὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν. ∆ιὰ τί ἄρα, εἰπὲ, Παῦλε; ∆ιότι οὐ δι' ἀγγέλου οὐδὲ δι' ἄλλων τινῶν δυνάμεων διαλέγεται πρὸς ἡμᾶς, καθὼς καὶ πρὸς τοὺς ἀρχαίους, ἀλλ' αὐτὸς ὁ τῶν ἀγγέλων καὶ πάσης πνοῆς Κύριος διαλέγεται καὶ διηγεῖται καὶ διαγγέλλει τὸ πρόσταγμα τοῦ Πατρὸς, ὥσπερ τις πένης. Τίς οὐ φρίξει; τίς οὐ θαυμάσει; τίς δὲ οὐ κατανυγῇ ἐν τῇ τοσαύτῃ ἀγαθότητι καὶ συγκαταβάσει τοῦ φιλανθρώπου;

γʹ. Ἆρα ταῦτα λέγοντες πείσομεν ὑμᾶς, ἢ κἄν τινας ἐκ τοῦ πλήθους, περισσοτέρως προσέχειν τῷ λαλοῦντι Θεῷ; Πιστεύω εἶναι πολλοὺς ἐξ ὑμῶν προσέχοντας ἐμπόνως καὶ ἀμετεωρίστως· οἵτινες καὶ ἀκούσονται τοῦ Κυρίου πρὸς τὸν Πατέρα λέγοντος, ὅτι Καὶ οὗτοι ἐπίστευσαν, ὅτι σύ με ἀπέστειλας· Πάτερ, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου. Οἱ δὲ μὴ πιστεύσαντες ἀκούσουσιν, Ὑμεῖς οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν· τὰ γὰρ ἐμὰ πρόβατα τῆς φωνῆς ἀκούει τῆς ἐμῆς. Ἆρα οὐκ ἐφρίξατε τοιαῦτα ἀκούοντες; ἕως πότε βαρυκάρδιοι; ἕως πότε νήπιοι ταῖς φρεσίν; ἕως πότε οὐ προσέχετε τῷ λαλοῦντι, καὶ στήκετε ὡς πρέπει Χριστιανοῖς, ἄνω τὰς καρδίας ἔχοντες, ἀλλ' ἐποιήσατε βουστάσιον καὶ πραιτώριον καὶ καπηλεῖον τὴν ἐκκλησίαν; Βλέπετε μή πως ἐφ' ὑμᾶς πληρωθῇ τὸ φοβερὸν τοῦ Ἀποστόλου ῥητὸν τὸ λέγον· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀκαθαρσίαν. Ἡμεῖς δὲ καταλιπόντες τοὺς τὴν καρδίαν ἀπολωλεκότας, περὶ ὧν ὁ Σολομὼν ὡς ἐκ προσώπου τοῦ Κυρίου ἔλεγεν, ὅτι Ἐλάλουν, καὶ οὐκ ἠκούετε, ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε, ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ τῷ ἄμβωνι προσπελάσωμεν, καὶ ἀκούσωμεν τί λαλήσει ἐν ἡμῖν Κύριος ὁ Θεὸς, ὁ μέγας εὐαγγελιστὴς, ὁ τὸ οὐράνιον τοῦ Πατρὸς πρόσταγμα διαγγέλλων ἡμῖν ἐπὶ γῆς. ∆ῆλον δὲ, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς Θεὸς εἰρήνης· ἢ προσκαλεῖται πρὸς αὐτὸν ὡς ἀγαθὸς τοὺς καταπονουμένους, καὶ ἀντιλαμβάνεται ὡς βασιλεὺς δίκαιος τοὺς κλαίοντας εἰς μετάνοιαν μακαρίζει, ταλανίζει τοὺς ἐν ὑποκρίσει βιοῦντας, μακαρίζει τοὺς γρηγοροῦντας, καὶ ταλανίζει τοὺς ῥᾳθύμους· δοξάζει τοὺς εὐσπλάγχνους ὡς εὔσπλαγχνος, καὶ μακαρίζει τοὺς ἐλεήμονας ὡς ἐλεήμων Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθή60.687 σονται Ὡς δὲ ἀλλότριος τῆς ἀσπλαγχνίας καὶ ξένος τῆς ἀπηνείας, καὶ ἀμέτοχος πάσης κακίας, τὴν ἀσπλαγχνίαν ἀπωθεῖται καὶ ἐξορίζει, καὶ ἀποστρέφεται τοὺς ἀπηνεῖς καὶ ἀνελεήμονας καὶ ἀμεταδότους· καὶ συνερεῖ λόγον μετ' αὐτῶν, ποτὲ μὲν δι' ἑαυτοῦ, ποτὲ δὲ διὰ τοῦ πατριάρχου Ἀβραὰμ ἢ καὶ δι' ἑτέρων ἁγίων. Τοὺς μέλλοντας τότε ἐξ εὐωνύμων εὑρίσκεσθαι αὐτὸς ἐγκαλεῖ καὶ ὀνειδίζει, ὡς δυναμένους ἐλεῆσαι, καὶ μὴ ἐλεήσαντας. Οὐ γὰρ παρὰ ἀδυνάτων ἀπαιτεῖ ὁ κριτὴς τὸ χρέος τοῦ ἐλέους· οἱ γὰρ τοιοῦτοι ἄλλων ἐνδεεῖς τυγχάνουσιν· ἀλλὰ παρὰ τῶν ἀφθόνως τὰς τοῦ Θεοῦ δωρεὰς εἰληφότων, καὶ τοῦ δεδωκότος ἐπιλαθομένων, καὶ καυχωμένων ὡς μὴ λαβόντων, πρὸς τούτους ὀνειδίζει καὶ ἐγκαλεῖ λέγων· Ὢ ἀνόητοι καὶ ἄσπλαγχνοι, οὐκ ἐγὼ ὑμῖν δέδωκα τὰ ὑμῶν πάντα; τί γὰρ εἰσηνέγκατε εἰς τὸν κόσμον; οὐ γυμνοὶ ἐγεννήθητε, καὶ πάλιν γυμνοὶ ἐξέρχεσθε; οὐκ ἠκούσατε τοῦ Ἀποστόλου κράζοντος, ὅτι Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα; Ἐννόησον, ἄφρον, ὅτι οὐδὲν ἴδιον κέκτησαι, εἰ μὴ τὴν προαίρεσιν, εἴτε ἀγαθὴν, ὡς ὁ Θεὸς εἶπεν, εἴτε ἀπηνῆ, ὡς σὺ ἠθέλησας. Τὸ ἀργύριον καὶ τὸ χρυσίον ἐμόν ἐστιν. Ὁ οὐρανὸς θρόνος ἐμὸς, ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· τὰ πέρατα ἐν τῇ χειρί μου, τὰ σύμπαντα ἐμοὶ δουλεύει· ὁ οὐρανὸς καὶ πᾶσαι τῶν ἀγγέλων στρατιαὶ, ἡ γῆ καὶ ἡ θάλασσα, καὶ πᾶσα κτίσις καὶ πᾶσα πνοὴ ἐμή ἐστι, καὶ ἐμοὶ πείθεται καὶ ὑπακούει καὶ δουλεύει. Σὺ μόνος ὁ ἄσπλαγχνος ἀλλότριος εὑρέθης τῆς ἐμῆς φιλανθρωπίας. Εἰπέ μοι, ἄφρον, τίς τὴν γῆν σοι ἐφήπλωσε; τίς τὰ φυτὰ κατεπύκνωσε; τίς τοῖς σπέρμασι παρέχει τὴν αὔξησιν; τίς δίδωσι τῇ γῇ ὑετὸν ἐν καιρῷ τοῦ ἀλοητοῦ, καὶ ἀνέμους ἐπιτηδείους τῷ λικμητῇ; τίς τὰ τοιαῦτα μεγέθη τῶν βοῶν ὑπέταξε, καὶ ἔπεισεν αὔλακας ἑλκῦσαι, καὶ ἅλωνα συνθλᾶσαι, καὶ ἁμάξας περιφέρειν; οὐ ταῦτα πάντα ἀφθόνως παρέσχον, καθὼς τοῖς ἀξίοις, καὶ ὑμῖν, βουλόμενος ἔχειν ὑμᾶς χορηγούς μου καὶ οἰκονόμους ἐκ τῶν ἐμῶν δωρεῶν, ἵνα ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ οἰκονομήσητέ με; Καὶ ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ἐγὼ δέδωκα, καὶ ἐγὼ ἐπείνασα· ἐκ τῶν ἐμῶν ἐζήτησα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ οὐκ ᾔτησα περισσοτέρας δαπάνας οὐδὲ τρυφὴν οὐδὲ ἐφόδια, ἀλλὰ φαγεῖν διὰ τὴν εὐπερίστατον ἀνάγκην· καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ ἐν ταῖς ἐμαῖς δωρεαῖς πολλάκις τρυφώντων ὑμῶν, καὶ θορυβούντων καὶ εὐφραινομένων ἐν μαλακοῖς ἐνδύμασιν, ἐπέστην τῇ θύρᾳ ῥάκη περιβεβλημένος, παγετῷ συνεχόμενος, λιμῷ τηκόμενος, οὔτε κράζειν ἰσχύων ἐκ τῆς βίας τοῦ λιμοῦ· καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ οὐκ ᾔτησα οἶνον, οὐ κρέα, οὐ σίκερα, εἰ μὴ ἄρτον ψιλόν· καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ὢ ἀπήνεια καὶ ὠμότης χαλεπὴ καὶ σκότος βαθύ· πῶς οὐκ ἐμνημονεύσατε τὸν δεδωκότα τὰ ὑπάρχοντα; πῶς οὐκ ἐνεθυμήθητε τοῦ δικαίου Ἰὼβ κράζοντος, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι; Οὐδέποτε ἠκούσατε τοῦ ἱερέως ἐπὶ τῆς μυστικῆς τραπέζης βοῶντος πρός με, καὶ εὐχαριστοῦντός μοι καὶ λέγοντος, Τὰ σὰ ἐκ τῶν σῶν σοι προσφέρομεν; Ὑμεῖς δὲ καυχᾶσθε, ὡς μὴ λαβόντες· ἐβούλεσθε ἐν τῇ εὐθηνίᾳ ἐκείνῃ ἀσάλευτοι διαμεῖναι εἰς τὸν αἰῶνα. Καλῶς ὁ προφήτης τῶν τοιούτων πρόσωπον ἀναλαβὼν ἐθριάμβευσεν αὐτῶν τὴν νόσον λέγων· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ναὶ, ἄρτον οὐκ ἔδωκας διὰ τὸ μὴ γνωρίσαι σε τὸν δεδωκότα Θεόν· κἂν ὑπὸ στέγην διὰ τί μὴ ὑπεδέχου; καὶ τοῦτο γὰρ μισθὸς μέγας ἐστίν· ἢ ἀσθενοῦντα μὴ ἐπεσκέψου; οὐ γὰρ μὴ παρεῖδον τὰ βήματά σου· ἢ ἐν φυλακῇ με ὄντα, οὐ παρεγένου, καὶ ἐχαρίσω λόγον τῶν παρακλήσεων; καὶ οὐ μὴ ἀπώλεσας τὸν μισθόν σου· ἢ καὶ περιέβαλές με γυμνητεύοντα· ἢ διψῶντα ἐπότισας ποτήριον ὕδατος; πόσην ἀνταπόδοσιν ἀνελήψω παρ' ἐμοῦ; Ὑμεῖς δὲ ταῦτα πάντα δυνάμενοι ποιῆσαι, οὐκ ἐποιήσατε, Ἀλλ' ἐματαιώθητε ἐν διαλογισμοῖς, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος ὑμῶν καρδία, καὶ ἐστερήσατε ἑαυτοὺς τὴν ζωὴν τὴν αἰώνιον, καὶ ἐναυαγήσατε ναυάγιον μὴ ἔχον διόρθωσιν. Τί λοιπὸν εἴπω πρὸς ὑμᾶς; ἆρα τὸ, ∆εῦτε; Ἀλλὰ τῇ ἀπηνείᾳ οὐ προσαρμόζει τοιαύτη φωνή· τὸ γὰρ, ∆εῦτε οἱ εὐλογημένοι, ἄλλοις ἐδόθη. Πάντες οὖν οἱ ἐκ δεξιῶν μου παριστάμενοι ταύτης τῆς φωνῆς ἠξιώθησαν, ταύτην τὴν δόξαν ἐκληρονόμησαν, ταύτην τὴν εὐφροσύνην ἐκέρδησαν, ταύτην τὴν βασιλείαν ἥρπασαν οἱ ἐλεήμονες, οἱ εὔσπλαγχνοι. Εἰς τὰς αἰωνίους γὰρ μονὰς ἀπηνεῖς κληρονομίαν οὐκ ἔχουσιν, εἰς τὸ ἐμὸν παλάτιον ἄσπλαγχνος οὐκ εἰσέρχεται, εἰς τὸν οὐράνιον παστὸν ἀνελεήμων οὐκ ἀξιοῦται, εἰς τὰς ἄνω μονὰς ἀμετάδοτος οὐ κατοικεῖ· ἀλλὰ μόνοι οἱ ἐλεήμονες, μόνοι οἱ εὔσπλαγχνοι, οἱ ξενοδόχοι, οἱ ὀρφανοτρόφοι, χηρῶν καὶ ἀδυνάτων οἱ ἐπισκεπτηταὶ, οἱ τῶν καταπονουμένων ἀντιλήπτορες, οἱ τῶν θλιβομένων προστάται, οἱ τῶν χειμαζομένων πάρεδροι, τῶν ἐνδεομένων οἱ εὔφοροι, τῶν ἀπηλπισμένων οἱ παρήγοροι, τῶν νοσούντων οἱ διάκονοι, τῶν κακοπαθούντων οἱ παραμονάριοι, τῶν πενθούντων οἱ παραμυθήτορες, τῶν ὀλιγοψύχων οἱ παρακλήτορες, οἱ τῶν ἐν πικραῖς δουλείαις πατέρες, οἱ τῶν ἐν περιστάσει βοηθοὶ, οἱ τῶν ἐν ἀνάγκαις πρόθυμοι, οἱ τῶν δεδεμένων συνδεδεμένοι, οἱ τῶν πλανωμένων ὁδηγοὶ, οἱ τῶν γυμνῶν σκεπασταὶ, οἱ τῶν χρεωστούντων πληρωταί· καὶ ἵνα συντόμως εἴπω, οἱ πάντων τῶν ἐνδεομένων καὶ αἰτούντων οἰκονόμοι, οἱ τοιοῦτοι τοῦ ἐμοῦ παλατίου οἰκήτορες, καὶ τῶν αἰωνίων ἀγαθῶν κληρονόμοι. Τῶν τοιούτων ἐστὶν οἰκητήριον ἡ ἄνω πόλις· περὶ τῶν τοιούτων παρεκάλεσα τὸν Πατέρα μου, ὅτι Θέλω, Πάτερ, ἵνα, ὅπου εἰμὶ ἐγὼ, καὶ αὐτοί εἰσιν, ἵνα θεωρῶσι τὴν δόξαν μου· πρὸς τοὺς τοιούτους εἶπον, καὶ ἀεὶ λέγω· Ὑμεῖς φίλοι μού ἐστε. Πρὸς ὑμᾶς δὲ ἄρα τί εἴπω· ἆρα ἐλεήσω; Ἀλλ' οὐχ ὁρῶ ἐν ὑμῖν καρπὸν ἐλέους. Ἆρα οἰκτειρήσω; Ἀλλ' οὐ βλέπω ἐν ὑμῖν σπλάγχνα οἰκτιρμῶν. Ἆρα συγχωρήσω; Ἀλλὰ μεῖζον τῆς ἀφέσεως τὸ σφάλμα. Οὐ γὰρ μόνον τὰ σπλάγχνα ἐκλείσατε αἰτοῦντός μου ἄρτον, ἀλλὰ καὶ ἃ περιεβαλόμην ῥάκη ἡρπάξατε καὶ ἐγυμνώσατέ με· καὶ τὸν ἄρτον, ὅν μοι ἄλλος ἐλεήμων ἔδωκεν, ἐκ τοῦ στόματός μου ἡρπάξατε. Ποσάκις ἦλθον εἰς τὴν θύραν σου, καὶ εἶδον τράπεζαν πεπληθυμμένην, καὶ ὄγκον βρωμάτων, καὶ κύνας πολλοὺς τρεφομένους, καὶ ἐπὶ κλινῶν ἀνακειμένους· καὶ ἐπ' ἐμοὶ τὰς θύρας ἀπεκλείσατε καὶ ἀπεπέμψατε ἄτιμον, καὶ οὐδὲ κἂν ὡς ἕνα τῶν κυναρίων, κλάσματος ἄρτου ἠξιώσατε; ποσάκις τοῦ καλυβίου με ἐξηλάσατε παγετοῦ ἐπικειμένου, καὶ τοὺς ἵππους ὑμῶν ἐνῳκίσατε, καὶ οὐκ ἐνεθυμήθητε, ὅτι οὐ διὰ κύνας καὶ ἵππους ἐγὼ ἐσταυρώθην, καὶ τὸ αἷμά μου ἐξέχεα; Τῶν κτηνῶν ἀντέχεσθε, τῶν κυνῶν φροντίζετε, τῶν ἵππων ἐπιμελεῖσθε, καὶ τὰ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους φθειρομένους λιμῷ καὶ δίψει καὶ παγετῷ ὁρῶντες, γελᾶτε καὶ βδελύσσεσθε, καὶ τὰς ὄψεις ἀποστρέφεσθε, καὶ μάλιστα τοὺς ὑπὸ τῆς ἱερᾶς νόσου κατακειμένους; ὧν τὰ μέλη πρὸ τοῦ θανάτου τῇ γῇ παραδίδοται, ὧν τὰ σώματα τοῖς πολλοῖς σκοτεινὰ καὶ βδελυκτὰ νομίζονται· ἀλλ' ἡ ψυχὴ ἐκλάμψει ὡς ὁ ἥλιος. Ὑμεῖς δὲ ἐτρυφήσατε, ἐσπαταλήσατε, ἐπὶ τῆς γῆς ἀπελάβετε τὰ ἀγαθὰ ἐν τῇ ζωῇ ὑμῶν. Νῦν δὲ τί εἴπω πρὸς ὑμᾶς; ἆρα οὐκ ἠκούσατε, ὅτι κρίσις ἡτοίμασται ἡ μέλλουσα τοῖς μὴ ποιήσασιν ἔλεος; Ναὶ, οὐκ ἠλεήσατε, ἀλλὰ τῇ ἀσπλαγχνίᾳ ἐδουλεύσατε. ∆ιὰ τί καὶ ὅπερ εἶχεν ὁ πτωχὸς ἀφηρπάσατε; Ἄρα ὁ μὴ ἐλεῶν κολάζεται διότι οὐ μετέδωκεν· ὁ δὲ καταπονῶν καὶ ἁρπάζων τὰ ἄλλων, τί παθεῖται; Ἆρα τί εἴπω πρὸς τὴν ἀπάνθρωπον ὑμῶν προαίρεσιν; Ὁρῶ γὰρ μεῖζον τῆς ἀφέσεως τὸ σφάλμα· ὑπὲρ πᾶσαν ἰατρείαν τὸ τραῦμα κατεσκεύασται· ἡ ἀποτυχία ὑμῶν παραμυθίαν οὐκ ἔχει, τὸ ναυάγιον ὑμῶν ἀδιόρθωτον, ἡ πληγὴ ἀθεράπευτος, ἡ νόσος ἀνίατος, τὰ παραπτώματα ὑμῶν ἀπάρτι ἀσυγχώρητα. Οὐκ ἔτι γὰρ μετάνοια, οὐκ ἔτι παράκλησις ἰσχύει, οὐκ ἔτι δακρύων ὄφελος ἐγκλημάτων ἀπὸ τοῦ νῦν ἐμοῦ οὐκ ἐμνημονεύσατε· τῶν ἀποστόλων οὐκ ἠκούσατε, τὰς ἁγίας μου Γραφὰς ἐβδελύξασθε, πεινῶντά με οὐκ ἠλεήσατε· ἀκούσατε λοιπὸν τὴν ὀδυνηρὰν καὶ ἁρμόζουσαν φωνὴν, ἢν ὑμῶν ἡ ἀσπλαγχνία προεξένησε· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον.

δʹ. Εἴδετε ἀπόφασιν χαλεπὴν καὶ ὀδυνηρᾶν; εἴδετε ἀποτυχίαν μὴ ἔχουσαν παντελῶς παραμυθίαν; εἴδετε ζημίαν τὴν ὑπὲρ πᾶσαν ζημίαν, ἠκούσατε τὴν φρικτὴν τῶν ἀσπλάγχνων ἀποδημίαν; ἠκούσατε τὸ κατοικητήριον τῶν μὴ ἐλεούντων; ἔγνωτε ποῦ ἐκπέμπονται οἱ ἀπηνεῖς; ἐμάθετε εἰς ποίαν χώραν μακρὰν ἀποδημοῦσιν οἱ καταπονοῦντες καὶ θλίβοντες τοὺς ἀδυνάτους; Βούλεσθε πάλιν ἀκοῦσαι εἰς ποίαν ἀνάπαυσιν καὶ τρυφὴν ἀπέρχονται· Εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς 60.689 ἀγγέλοις αὐτοῦ. Ἄσπλαγχνοι, φρίξατε καὶ ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν· ἀνελεήμονες τρομάξατε καὶ μάθετε ἐλεεῖν, τύραννοι ἰλιγγιάσατε καὶ παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν· ἅρπαγες, πτήξατε καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθῆτε. Πάντες ἐννοῶμεν τὴν φοβερὰν ὥραν τοῦ λογοθέτου, καὶ ἕκαστος ἀποστρέψωμεν ἀπὸ τῆς ὁδοῦ ἡμῶν τῆς πονηρᾶς· μιμησώμεθα τοὺς Νινευΐτας, καὶ γενώμεθα ἕτοιμοι, ὡς ὁ Κύριος ἐνετείλατο. Εἶχον ἂν εἰπεῖν καὶ φανερῶσαι καὶ περὶ τοὺς ἐν ἀσωτίᾳ τοὺς χιτῶνας μολύναντας, καὶ μετ' αἰσχύνης τοῦ βασιλικοῦ γάμου καὶ τῆς χαρᾶς ἐκείνης καὶ δόξης ἐκβαλλομένους εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἀλλ' ἀποδώσωμεν τέως τὰ περὶ τῶν ἀσπλάγχνων τὰ ἀκόλουθα· ἔτι γὰρ ὑπολείπεται ἡ περὶ αὐτῶν τραγῳδία. Καὶ γὰρ καὶ αἱ πέντε μωραὶ παρθένοι παρὰ τῆς αὐτῆς ἀσπλαγχνίας ἀπεκλείσθησαν, οὐχὶ δὲ διὰ τὴν παρθενίαν· παρθένοι γὰρ ἐτύγχανον· οὐ διὰ νηστείαν, οὐ δι' ἀγρυπνίαν οὐδὲ διὰ ψαλμῳδίας ὑστέρησιν, οὐ διὰ σκληραγωγίας ἢ τήξεως σώματος ἔλλειψιν· πάντα γὰρ ταῦτα κατώρθωσαν ἐν πολλῷ ἀγῶνι, καὶ κόπους πολλοὺς ἐπεδείξαντο, καὶ τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα ἐβάστασαν· ἀλλὰ δι' ἀσπλαγχνίαν. Αὕτη γὰρ ἡ μήτηρ πάντων τῶν κακῶν, ἡ γεννήτρια τοῦ μίσους, ἡ τὸν Θεὸν καὶ Πατέρα παροξύνουσα, ἡ τὸ Πνεῦμα τὸ ἅγιον ἀποδιώκουσα. Ἀσπλαγχνία, ἡ τὸν Χριστὸν, τὸν πρᾶον καὶ γαληνὸν καὶ τῆς εἰρήνης χορηγὸν καὶ ἀόργητον ὡς ὀργιζόμενον ἀποδεικνύουσα κατὰ τὸ γεγραμμένον· Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Τότε, πότε; ∆ηλονότι ὅταν μετὰ πολλῆς θλίψεως καὶ λύπης λαλήσει πρὸ αὐτοὺς, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι. Εἶδες οἵων ἀγαθῶν πρόξενος ἡ ἀσπλαγχνία γίνεται; Ταύτης γὰρ καρπὸς μισαδελφία, ταύτης γεώργημα φιλαργυρία, ταύτης ἡ θεραπεία τὸ ἀμετάδοτον, ταύτης ἡ πανήγυρις Θεοῦ θλῖψιν πεπλήρωκε, ταύτης ἡ ἀποθήκη ἀπηνείας μεστὴ, ἐν τῇ ταύτης ἀγορᾷ πάντα εὐθηνὰ, ἀστοχία δὲ καὶ λιμὸς ἐλέους Θεοῦ καὶ εὐσπλαγχνίας καὶ φιλανθρωπίας· ταύτης οἰκήτορες οἱ ἐξ εὐωνύμων, ταύτης μαθητὴς ὁ ἄσπλαγχνος πλούσιος, ὁ τόν ποτε πτωχὸν Λάζαρον πρὸς τὸν πυλῶνα αὐτοῦ παρακείμενον βδελυσσόμενος· ταύτης φίλαι καὶ μαθήτριαι αἱ πέντε μωραὶ παρθένοι, ταύτης οἱ πολῖται πᾶν εἶδος πωλοῦσι καὶ ἀγοράζουσι χωρὶς ἐλέους καὶ ἀγάπης· ὅθεν καὶ ἀκούσονται τὸ, Οὐκ οἶδα ὑμᾶς. Ταύτης οἱ κληρονόμοι ἀκούσονται τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ· ταύτης οἱ ἔμποροι πάντα κέκτηνται χωρὶς τῆς τοῦ Θεοῦ φιλανθρωπίας· ὥσπερ καὶ αἱ προειρημέναι μωραὶ παρθένοι πάντα κατώρθωσαν, παρθενίαν, νηστείαν, ψαλμῳδίαν, ἀγρυπνίαν, ἐγκράτειαν, χαμαικοιτίαν, ξηροφαγίαν, προσευχὴν, ἀλουσίαν, κόπους καὶ ἱδρῶτας πολλοὺς, σιωπήν· ἐπὶ πᾶσι δὲ τούτοις προσελάβοντο δεινὸν κτῆμα καὶ ὀλέθριον, τὴν μισόθεον ἀσπλαγχνίαν, ἥτις πάσας αὐτῶν τὰς προειρημένας ἀρετὰς καὶ ἱδρῶτας ἀνονήτους ἀπέδειξεν. Ὢ ἀσπλαγχνία μισάδελφε καὶ μισόθεε· ὢ ἀσπλαγχνία ὀργῆς Θεοῦ ἀποθήκη· ὢ ἀσπλαγχνία κατοικητήριον ἔχον τὸ πῦρ τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἶδες κτῆμα μικρὸν μὲν φαινόμενον καὶ ἀφανίζον πολλὰς καὶ μεγάλας ἀρετὰς καὶ κατορθώματα; Πιστεύσατέ μοι, ἀδελφοὶ, ἔμφοβός εἰμι καὶ ἔντρομος, ἐννοῶν πῶς τὸ ἓν ἐκεῖνο πάθος πάντα ἐκεῖνα τὰ κατορθώματα ἀνόνητα καὶ ἀπρόσδεκτα ἀπέδειξεν, καὶ τοὺς ἀγωνιστὰς ἀγνωρίστους ἐποίησεν· ἤκουσαν γὰρ τὸ, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Τίς δὲ ἡ δύναμις τοῦ ῥητοῦ; Οὐχ ὅτι ἠγνόει ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ἀλλ' ὅτι οὐ δι' αὐτὸν ἦσαν οἱ ἀγῶνες καὶ οἱ κόποι αὐτῶν, ἀλλὰ πρὸς ἐπίδειξιν ἀνθρώπων, καὶ οὐ κατὰ ἀγάπην Θεοῦ. Ὅθεν καὶ τὴν ἀσπλαγχνίαν σύμβουλον παραλαβοῦσαι, ἐστερήθησαν οὐ μόνον τοῦ ἐπουρανίου νυμφίου, ἀλλὰ καὶ τῆς ἀκορέστου θέας τοῦ ὡραιοτάτου παραδείσου. Ἔνθα γὰρ χωρὶς ἀγάπης τι ἐπιτελεῖται, ἐκεῖ ὁ Χριστὸς οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Καὶ λοιπὸν ἡ ἀσπλαγχνία ἄδειαν εὑροῦσα καὶ τόπον ἀφύλακτον σπουδαίως ἐμπηδήσασα, κατακρατεῖ καὶ κυριεύει τοῦ τόπου, ἐκδιώκει τὴν ἀγάπην, φυγαδεύει τὴν συμπάθειαν, ἐξορίζει τὸ ἔλεος, τῆς εἰρήνης τὸν ἄγγελον ἀναγκάζει ὑποχωρῆσαι καὶ λοιπὸν στερηθεὶς ὁ τόπος τῆς ἐκ Θεοῦ ἀγάπης καὶ τοῦ ἐλέους, γίνεται ὁ οἶκος ἔρημος καὶ κατοικητήριον παντὸς πάθους καὶ πνεύματος ἀκαθάρτου, καὶ γίνεται γῆ 60.690 ἀλλοτρία καὶ γῆ ἐπιλελησμένη, ἔνθα Θεὸς οὐ γινώσκεται. ∆ιὸ ἀκούουσι τὸ, Οὐκ οἶδα ὑμᾶς. Ὢ τοῦ δεινοῦ θηρίου τούτου· ποῖον καρπὸν τῆς ἀμπέλου διέφθειρε καὶ οὐκ ἐνεπλήσθη; Αὕτη γὰρ ὅλον τὸ πλῆθος τῶν ἐξ εὐωνύμων κατέπιε, πρόξενος γενομένη τοῦ πυρὸς τοῦ αἰωνίου· αὕτη τὸν τόπον εὑροῦσα ταῖς διανοίαις τῶν πέντε μωρῶν παρθένων, καὶ ἰδίας μαθητρίας ποιήσασα, καὶ τὰς θύρας τοῦ νυμφῶνος κλείσασα, ἀγνωρίστους αὐτὰς τοῦ νυμφίου παρεσκεύασεν. Ὢ κάκιστον καὶ ἀχόρταστον θηρίον· πόσους κατέπιε, πόσους ἠφάνισε, πόσους ἐφόνευσε, πόσους κατέκαυσεν ἐκείνῳ τῷ πυρί; Ἀλλ' οὐχὶ τοῖς εὐσπλάγχνοις καὶ ἐλεήμοσιν, μὴ γένοιτο· καυχᾶται γὰρ ὁ ἐλεήμων, κρίσεως μὴ πτοούμενος· Ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον· ἀλλὰ τῷ διαβόλῳ ἡτοίμασται κατὰ τὴν ἀθάνατον φωνὴν τοῦ Κυρίου, καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐγὼ δὲ λέγω, καὶ τοῖς μαθηταῖς αὐτοῦ, περὶ ὧν πρὸ μικροῦ διηγησάμεθα τῶν τε ἐξ εὐωνύμων καὶ τῶν μωρῶν παρθένων. Οὗτοι πάντες καὶ ἕως τέλους οἱ τὰ ὅμοια πράττοντες, μαθηταὶ αὐτοῦ τυγχάνουσιν. Αὕτη καὶ τὸν πλούσιον ἐκεῖνον μαθητὴν λαβοῦσα, προεξένησεν αὐτῷ τὸν τόπον ἐκεῖνον τῆς βασάνου, ἔνθα καταφλεγόμενος, ὑψηλὰς ἠφίει φωνὰς λέγων, Ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ· τοιαύτας γὰρ δωρεὰς χαρίζεται ἡ ἀσπλαγχνία τοῖς ἀγαπῶσιν αὐτήν. Αὕτη γὰρ καὶ τὸ χάσμα ἐκεῖνο τὸ ἐξαίσιον ὤρυξε πρὸ προσώπου αὐτοῦ, ἵνα μὴ ἰσχύσας ποτὲ περάσῃ εἰς τὸν τόπον ἀνέσεως, καὶ εὑρήσῃ ἀνάπαυσιν· αὕτη γὰρ ὀρυκτὴς τῶν λάκκων καὶ δημιουργὸς τυγχάνει· ἄλλην γὰρ τέχνην τὸ θηρίον τοῦτο οὐκ ἐπίσταται. Οὐαί σοι, ἀσπλαγχνία, καὶ τοῖς μαθηταῖς σου· οὐαί σοι, ἀπήνεια, καὶ τοῖς κτήτορσί σου· τί σοι τὸ ὄφελος τοσοῦτον πλῆθος ἀνθρώπων ἀποχωρίσαι ἀπὸ τοῦ Θεοῦ; Ἄκουε δῆθεν καὶ τῆς ἀσπλαγχνίας ἀποκρινομένης· Ἐμὸν ἔργον ἐστὶν ὀρύσσειν βότρους, θύρας κλείειν, σπιλοῦν χιτῶνας, κλείειν σπλάγχνα τοῦ μὴ ἐλεεῖν· ἐμὸν κέρδος, κτήσασθαι πολλοὺς φίλους καὶ ἀπολέσαι· ἐμὴ χαρὰ, περισσοτέρους ποιῆσαι μαθητὰς, καὶ τῷ ᾅδῃ παραπέμψαι· ὅτε οἱ ἐξ εὐωνύμων κατῃσχυμμένοι παρειστήκασιν ὀνειδιζόμενοι καὶ ἐγκαλούμενοι, τότε ἐγὼ ἐχόρευον· καὶ ὅτε ἐξεπέμποντο εἰς τὸ πῦρ τὸ αἰώνιον, ὅπερ ἐγὼ αὐτοῖς προεξένησα, ἐγὼ ἐσκίρτουν· ὅτε ὀδυρόμενοι ἀπήρχοντο τοὺς ὀδόντας τρίζοντες καὶ ὑπὸ δαιμόνων ὠθούμενοι, ἐγὼ ἤμην συνωθοῦσα καὶ συγχαίρουσα· καὶ ὅτε αἱ δέκα παρθένοι ἡτοιμάζοντο ἀπαντῆσαι τῷ νυμφίῳ, ἐγὼ ἐκύκλουν αὐτὰς, καὶ τὰς μὲν πέντε οὐκ ἴσχυσα ἀποστῆσαι· πολλοὺς γὰρ πένητας καὶ πτωχοὺς καὶ ἀδυνάτους εἶχον κύκλῳ αὐτῶν καὶ τηροῦντας αὐτὰς καὶ μετὰ ἀγγέλων· ἐθεώρουν δὲ καὶ δεξιὰν Κυρίου σκέπουσαν αὐτὰς, καὶ ἔφριττον· τὰς δὲ λοιπὰς πέντε εὑροῦσα γυμνὰς ἀπὸ τῆς τοῦ Θεοῦ ἀγάπης, ἐποίησα αὐτὰς μαθητρίας μου, καὶ ἔπεισα αὐτὰς μὴ ἀγοράσαι ἔλαιον, καὶ ἔσβεσα τὰς λαμπάδας αὐτῶν τῇ ἀσπλαγχνίᾳ, καὶ ἐσκότισα τὰς καρδίας αὐτῶν, καὶ λοιπὸν μὴ ἔχουσαι φῶς ἐστερήθησαν τῆς εἰσόδου. Αἱ δὲ ἄλλαι πέντε ἕτοιμαι οὖσαι συνεισῆλθον τῷ νυμφίῳ· καὶ ἐγὼ ἔκλεισα τὰς θύρας, καὶ τὰς ἐμὰς πέντε οὐ συνεχώρησα εἰσελθεῖν. Ἐμὸν γὰρ ἔργον ἐστὶ κλείειν θύρας ἔμπροσθεν τῶν ἀνθρώπων καὶ μὴ ἐᾷν εἰσελθεῖν εἰς ἐκείνην τὴν αἰώνιον ζωήν. Ὅσους πείσω γενέσθαι μου μαθητὰς, καὶ διδάξω μὴ ἀγοράζειν ἔλαιον, ἐκεῖ οὐ δύνανται εἰσελθεῖν, οὐδὲ χωρισθῆναι ἐξ ἐμοῦ.

εʹ. Ὢ τοῦ δεινοῦ τούτου καὶ χαλεποῦ θηρίου, ἵνα καὶ πάλιν εἴπω, πόσον πλῆθος ἠπάτησε μὴ ἐλεεῖν, ποιῆσαν αὐτοὺς υἱοὺς γεέννης. Ἀκούσατε ἀνελεήμονες οἱ τὰ σπλάγχνα κλείοντες ἀπὸ τῶν χρείαν ἐχόντων· ἀκούσατε, οἱ ἀμετάδοτοι καὶ κακοποιοί· ὥσπερ γὰρ οἱ μὴ ἐλεοῦντες τῆς ἀσπλαγχνίας τυγχάνουσι μαθηταὶ, οὕτω καὶ οἱ θλίβοντες καὶ κακοποιοῦντες, οἱ ζημιοῦντες, οἱ τύπτοντες, οἱ φυλακίζοντες, καὶ μάλιστα ἀναιτίους, οἱ ἐκδύοντες, οἱ ἁρπάζοντες, οἱ καταδουλοῦντες ἀδελφοὺς ἐλευθέρους, οἱ λιμοκτονοῦντες τοὺς ἑαυτῶν δούλους καὶ γυμνοὺς καταλιμπάνοντες καὶ ἀφειδῶς τύπτοντες, οἱ ἐκ χηρῶν καὶ ὀρφανῶν ἀδίκως ἁρπάζοντες καὶ πλουτοῦντες· πάντες οὗτοι τῆς ἀσπλαγχνίας τέκνα καὶ μαθηταὶ τυγχάνουσιν. Ὁ Θεὸς γὰρ ὁ εὔσπλαγχνος καὶ ἐλεήμων περὶ τῶν ὑποδίκων καὶ ἀναξίων τιμωρίας ἐκέλευσεν ἀφιέναι. Οἱ ἀναιτίους καταπονοῦντες, τί πάθωσιν; Ἀκούσατε, οἱ ἀμετάδοτοι, τίνος φίλοι τυγχάνοντες οὐ γινώσκετε· ἀκούσατε, ἄσπλαγχνοι, τίνος μαθηταὶ γνώμῃ γεγόνατε· 60.691 ἀκούσατε, οἱ τυραννοῦντες καὶ καταπονοῦντες ἀδελφοὺς, τίνος ὑπηρέται καὶ ὑπουργοὶ τυγχάνετε, καὶ μαθόντες ὁποίαν ἀνάπαυσιν καὶ δωρεὰν ἡτοίμασεν ὑμῖν ἐκεῖθεν, ποταμοὺς, λάκκους, καὶ χάσματα, καὶ σκότος ἐξώτερον, καὶ βρυγμὸν ὀδόντων, καὶ ἕτερα ὅμοια, φρίξατε, τρομάξατε, ἰλιγγιάσατε· καὶ καταλιπόντες ταύτην τὴν ἀναίσχυντον καὶ μισόθεον καὶ μισάδελφον ἀσπλαγχνίαν γενώμεθα μαθηταὶ τοῦ εὐσπλάγχνου καὶ ἐλεήμονος Θεοῦ τοῦ πάντων ἐλεοῦντος καὶ πάντα συγχωροῦντος. Ὅσοι μαθηταὶ καὶ φίλοι ἐστὲ τῆς ἀσπλαγχνίας, ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν· ὡς καιρὸν ἔχομεν, μάθωμεν ἐλεεῖν καὶ συμπαθεῖν, μάθωμεν συγχωρεῖν· οἱ ποτὲ τυραννήσαντες, παύσασθε, καὶ μηδένα διασείσητε, καὶ ἀρκῆσθε τοῖς ὀψωνίοις ὑμῶν· οἱ τὰ μαλακὰ φρονοῦντες καὶ τὴν ἀσπλαγχνίαν, ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν, καθὼς κελεύει ὁ Χριστὸς διὰ τοῦ στόματος Παύλου· οἱ τὰς μεγίστας οἰκίας οἰκοδομοῦντες, καὶ συνάγοντες ἐκεῖ ἅπαντα τὰ νομιζόμενα ἀγαθὰ διὰ χειρῶν καὶ ἱδρώτων τῶν πενήτων ἀσιτείᾳ καὶ ἀμισθίᾳ, μνημονεύσατε τί ἤκουσεν ὁ πρὸ ὑμῶν ἀχόρταστος πλούσιος ὁ κακοσύμβουλος, ἀποδυρόμενος δίκην πένητος ἀπεγνωσμένου, καὶ λέγοντος, Τί ποιήσω, ὅτι οὐκ ἔχω πλατυτέρας ἀποθήκας; Τούτου τὴν ἐκ Θεοῦ ἐλθοῦσαν ἀπόφασιν εἰς μνήμην ἐλθόντες, ἀνοίξατε τοὺς θησαυροὺς ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς θησαυρὸν ἀνέκλιπον ἐν τῷ οὐρανῷ, καθὼς προστάσσει ὁ Κύριος. Οἱ τὸν ἐμπαίκτην πλοῦτον ἐκ τόκου καὶ ἐξ ἀδικίας συλλέξαντες, ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ, καθὼς παρακελεύεται ὁ ∆εσπότης, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίας σκηνάς· οἱ ἀδικοῦντες, ἐννοήσατε πάντες τοῦ ποιοῦντος κρῖμα τοῖς ἀδικουμένοις καὶ φρίξατε· οἱ μισθοὺς μισθωτῶν ἀποστεροῦντες, μνήσθητε τοῦ λέγοντος, Ὁ ἀποστερῶν μισθὸν μισθωτοῦ, ὡς ὁ ἐκχέων αἷμα· καὶ ὅτι ὁ ἀπεστερημένος ἀφ' ὑμῶν κράζει, Καὶ αἱ βοαὶ τῶν ἀμησάντων τὰς χώρας ὑμῶν εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσελήλυθε. Οἱ τύπτοντες ἀδελφοὺς, παύσασθε, μᾶλλον δὲ ἄρξασθε τύπτειν τὰ ἑαυτῶν πρόσωπα, μνημονεύοντες τὸ ἀφόρητον κρῖμα τῶν ῥαπισάντων τὸν ἀναμάρτητον Κύριον, ἔτι δὲ καὶ τοῦ φλαγελλώσαντος τοῦτον, καὶ στενάξατε, ὅτι πολλάκις ἐν τῷ τυπτομένῳ ἀδελφῷ ἐγκρύπτεται ὁ Χριστὸς ῥαπιζόμενος πάλιν καὶ ὑπὸ σοῦ. Καὶ γὰρ οἱ παρ' ἡμῶν ῥαπιζόμενοι τὸν Χριστὸν ἐνδέδυνται, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, δι' ὧν καὶ ἀπέθανε, μεθ' ὧν καὶ ῥαπίζεται. Ἆρα ταῦτα ἀκούων οὐ φρίττεις, οὐ τρέμεις, οὐ παύῃ τύπτειν τοὺς συνδούλους; ἆρα ταῦτα ἀκούων, οὐκ ἐνάρκησέ σου ἡ χείρ; Ἐγὼ καὶ μόνον λαλῶν ἔντρομός εἰμι· σὺ δὲ ὁ ποιῶν ταῦτα, ἆρα ποίου θηρίου γνώμην κέκτησαι, ὅτι ἀδυσώπητος ἔμεινας; ἆρα οὖν ἐν ᾧ μετρεῖς, οὐκ ἀντιμετρηθήσεταί σοι; Λοιπὸν κἂν μικρὸν παῦσαι ἀπὸ τῆς ματαιότητος, ἵνα μὴ Θησαυρίσῃς ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ· ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἀλλὰ πάλιν μικρὸν ἀναλαβὼν ὑπομνήσω ἕκαστον ὡς ἐν κεφαλαίῳ τὰ δέοντα. Οἱ ἀπηνεῖς πλούσιοι οἱ εὐφραινόμενοι καθ' ἡμέραν, μνήσθητε τοῦ ἀνελεήμονος ἐκείνου πλουσίου, ὃν οὐκ ἀφίησιν ἡ ἀσπλαγχνία διαβῆναι καὶ ἰδεῖν ἐκεῖνο τὸ χάσμα, ὅπερ ὤρυξεν αὐτῷ ἡ ἀσπλαγχνία, καὶ φρίξατε· οἱ ἐπὶ μόνῃ παρθενίᾳ ἐγκαυχώμενοι καὶ τῇ ἀπηνείᾳ πεπληρωμένοι, μὴ ἐπιλάθεσθε τῶν μωρῶν παρθένων· οἱ τὰ σπλάγχνα κλείοντες ἀπὸ τῶν χρῃζόντων, ἀεὶ ἐννοεῖτε τῶν παρισταμένων ἐξ εὐωνύμων, καὶ μετ' αἰσχύνης πολλῆς κάτω νευόντων, καὶ ἀκουόντων τῆς ὀδυνηρᾶς ἐκείνης φωνῆς, τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, καὶ φρίξατε· οἱ ἁρπάζοντες τὰ ἀλλότρια, ἀκούετε τοῦ λαλοῦντος διὰ στόματος τῶν ἁγίων, Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως, οὐκ ἀτιμώρητος ἔσται· καὶ πάλιν, Ἐγὼ Κύριος μισῶν ἅρπαγμα ἐξ ἀδικίας· καὶ ἀλλαχοῦ, Ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Οἱ ὀρφανοὺς καὶ χήρας θλίβοντες, ἐνθυμήθητε τίς ὁ τούτων προστάτης καὶ ἔκδικος· Θεὸς γὰρ, εἶπεν ὁ ∆αυῒδ, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν οἱ κατεπαιρόμενοι παρθένοι τῶν μιγάδων, μνήσθητε τοῦ εἰπόντος Χριστοῦ διὰ στόματος Παύλου, Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Οἱ δὲ τὸν ναὸν τοῦ Θεοῦ ἐν πορνείᾳ φθείροντες, ἀκούσατε τοῦ αὐτοῦ πάλιν λέγοντος· Πόρνους καὶ μοιχοὺς 60.692 κρινεῖ ὁ Θεός. Οἱ ἐν δόλῳ φιλοῦντες, ἀκούσατε καὶ μὴ ἐπιλάθεσθε τοῦ δολίου φιλήματος τοῦ παραδώσαντος Ἰούδα τὸν Ἰησοῦν· οἱ κλέπται, ἀκούσατε τί περὶ ὑμῶν ὁ Κύριος πρὸς τὸν προφήτην Ζαχαρίαν ἐλάλησεν· λέγει οὖν Τί σὺ ὁρᾷς, Ζαχαρία; Καὶ εἶπον· ∆ρέπανον πετόμενον· μῆκος αὐτῷ πήχεων εἴκοσι, καὶ πλάτος αὐτῷ πήχεων δέκα. Καὶ εἶπεν Κύριος· Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον τῆς γῆς· διότι πᾶς κλέπτης ἐκ τούτου ἐκδικηθήσεται ἕως θανάτου· καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τὸ ὄνομα τοῦ Θεοῦ ἐν ψεύδει, καὶ καταλύσει ἐν τῷ μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν, καὶ τὰ ξύλα αὐτοῦ, καὶ τοὺς λίθους αὐτοῦ. Ἆρα ἀρκεῖ ταῦτα, ὦ κλέπται, τοῦ παύσασθαι τοῦ χαλεποῦ δρόμου; ἢ προσενέγκω καὶ ἕτερα θεῖα ῥήματα ἀποτρέποντα καὶ κατακρίνοντα ὑμᾶς καὶ ἐκφοβοῦντα πρὸς ἐπιστροφήν; Ἀκούσατε οὖν καὶ τοῦ Ἀποστόλου λέγοντος· Ὁ κλέπτης μηκέτι κλεπτέτω, ἀλλὰ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι καὶ τῷ χρείαν ἔχοντι· καὶ πάλιν, ὅτι Κλέπται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ἀρκεῖ λοιπὸν τὰ εἰρημένα περὶ τῶν κλεπτῶν, εἰ βούλοιντο. Οἱ μνησίκακοι, ἀκούσατε τοῦ ἀποστόλου Πέτρου κράζοντος· Μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· ἀλλ' ἀποθέμενοι πᾶσαν κακίαν, καὶ πᾶσαν καταλαλιὰν, ὡς ἀρτιγέννητα βρέφη βιώσατε. Εἰ ποτὲ νικηθεὶς καὶ χαυνωθεὶς μισήσῃς ἄνθρωπον, μὴ τολμήσῃς εἰπεῖν, ὅτι Ἀγαπῶ τὸν Θεόν· ἀρκετὸν γάρ σου τὸ βάρος, καὶ τὸ κατάκριμα τῆς μισαδελφίας, ἡ βαρυτέρα ἁπασῶν τῶν βαρημάτων· καὶ μὴ ἐπάγῃς ἑαυτῷ ψεῦδος· Ὁ γὰρ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, καὶ λέγων, ὅτι Ἀγαπῶ τὸν Θεὸν, ψεύστης ἐστὶν, καθὼς γέγραπται. Οἱ φιλάργυροι, ἐννοήσατε τί φιλεῖτε, τοῦ Ἀποστόλου βοῶντος· εἰ δὲ καὶ τοῦτο οὐ κατέχετε, δεῦτε ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, ὁποῖον κακὸν φιλεῖτε· Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία. Ἀγνοεῖτε τὸ ποθούμενον παρ' ὑμῶν θηρίον καὶ ψυχοφθόρον; Οὐδεὶς φιλόχρυσος γέγονέ ποτε φιλάνθρωπος, ὁ δὲ μὴ φιλάνθρωπος οὐδὲ φιλόχριστος.

ʹ. Ἐννοήσατε ὁποία ἐστὶν ἀναιδὴς καὶ ἀναίσχυντος. Οὐκ ἐνετράπη εἰς τὸν τίμιον ἐκεῖνον καὶ μακάριον χορὸν τῶν ἀποστόλων, ὃν καὶ οἱ δαίμονες φρίττουσιν, ὧν καὶ αἱ σκιαὶ παθῶν φυγαδευτήρια, ὧν τὰ χρῶτα νοσήματα ἰῶντο, ὧν ὑπὸ τοὺς πόδας πάντα τὰ ἔθνη καὶ βασιλεῖς καὶ δυνάσται καὶ σοφοὶ ὑπετάγησαν. Ἀλλ' ὅμως ἡ ἀναιδὴς ἐπεπήδησεν ὥσπερ λῃστὴς καὶ ὡς λέων ὠρυόμενος, καὶ ἀφήρπασε τὸν ἀπόστολον, ἀλλ' ἐκ τῶν δώδεκα τῶν ἐκλεκτῶν, τῶν λογάδων καὶ κορυφαίων, οὐκ ἄμοιρον τῆς Χριστοῦ εὐλογίας καὶ δωρεᾶς παρὰ τοῖς ἕνδεκα, οὐδὲ τῶν χαρισμάτων· ἄφθονος γὰρ ὢν ὁ διδάσκαλος, ὥσπερ τοὺς λοιποὺς κἀκεῖνον ἐτίμησεν, καὶ παρέσχετο χάρισμα τῶν ἰαμάτων καὶ τὴν κατὰ τοῦ ἀλλοτρίου ἐξουσίαν. Ἀλλὰ καὶ τοὺς πόδας αὐτοῦ τοὺς κατὰ τοῦ ∆ιδασκάλου τρέχοντας οἰκείαις χερσὶν, ὥσπερ καὶ τῶν λοιπῶν μαθητῶν, ἔνιψεν ὁ ἀγαθὸς καὶ ἀνεξίκακος Κύριος. Ὁποίαν λοιπὸν δοκεῖς δύναμιν ἔχειν λαβόντα τὴν ἐξουσίαν παρὰ τοῦ Θεοῦ καὶ ∆εσπότου τῶν ὅλων κατὰ δαιμόνων καὶ παντοίων παθῶν; Ἐγὼ λέγω· πάντων τῶν βασιλέων καὶ δυναστῶν ὑπερισχύειν τοῦτο, καὶ πάσης ἐξουσίας φοβερώτερον εἶναι. Καὶ λοιπὸν ἐνθυμήθητε, ὦ φιλάργυροι, εἰ τὸν τοιοῦτον καὶ τηλικοῦτον στρατιώτην ὡς γυμνὸν καὶ ἀβοήθητον κατεπόνησε καὶ ἔλαβεν ὡς αἰχμάλωτον, τί λοιπὸν πάθωμεν ἡμεῖς οἱ μηδὲν κατόρθωμα ἀρετῆς κεκτημένοι; Καὶ τί λέγω περὶ ἀποστόλων καὶ μαθητῶν; Αὐτὸν τὸν Κύριον καὶ ∆εσπότην τῶν ὅλων οὐκ ᾐδέσθη, ἀλλὰ καὶ ἐπ' αὐτὸν τὰς χεῖρας ἐπέβαλε, καὶ τὸν ἄπρατον ἔπρασε, καὶ τὸν πάσης δόξης καὶ τιμῆς ὑπάρχοντα ἄξιον ἠτίμασε, καὶ ᾧ κάμπτει πᾶν γόνυ, ἐῤῥάπισε, καὶ ᾧ φρίκῃ προσκυνοῦσιν οὐράνιαι στρατιαὶ, ἐνέπτυσε· καὶ, ἵνα τὸ μεῖζον εἴπω, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν τὰ πάντα ζωοποιοῦντα ἀπέκτεινε. Λοιπὸν μηδεὶς καυχάσθω ἐν ἀνθρώποις, μηδεὶς ἐνδυναμούσθω ἐπὶ τῇ ἰδίᾳ ματαιότητι· μή τις θαῤῥείτω, ὅτι Πάθος οὐ νικᾷ με ποτέ· εἰς πολλὰ γὰρ νικᾷ σε, καὶ νικητὴς εἶναι δοκεῖς; τὸν ἀπόστολον τοῦ Χριστοῦ ἐνίκησε, καὶ σὺ καταφρονεῖς; τὸν κορυφαῖον ᾐχμαλώτευσε, καὶ σὺ ἀμεριμνεῖς καὶ μεγαλαυχεῖς; Ὅρα οὖν ὁ δοκῶν 60.693 ἑστάναι, μὴ πέσῃς. Βούλει δείξω σοι ἐν πόσοις πράγμασι νικᾶσαι καὶ οὐ συνιεῖς; Βούλει ἀπογυμνώσω σοι ὅσα ἐκ τοῦ πονηροῦ ποιεῖς, καὶ ὡς ἀναίτιος διάγεις; Ἄκουε· ὤμοσας τὸ φοβερὸν ὄνομα τοῦ Θεοῦ, ὅπερ οὐδὲ οἱ ἄγγελοι τολμῶσι· τοῦτο ἐκ τοῦ πονηροῦ ἐστιν, ὡς ὁ Κύριος ἐδήλωσεν· ἐψεύσω, ἥττημά ἐστιν· ἐλοιδόρησας, ἡττήθης· χρήματα ἀπέθηκας τοῦ ἀδελφοῦ σου, μᾶλλον δὲ τοῦ Χριστοῦ λιμώττοντος καὶ γυμνητεύοντος· ἐνικήθης νίκην χαλεπὴν καὶ ἀναπολόγητον, τὴν πρόξενον τοῦ ἐσχάτου ἐκείνου καὶ φοβεροῦ ἐγκλήματος· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἀκόλουθα· καὶ τὸ χαλεπώτερον, ὅτι καὶ τὸν ἀδελφὸν τοῦ Χριστοῦ βοῶντα οὐκ ἠλέησας· καὶ μετὰ μικρὸν πάντα ὁμοῦ καταλιπὼν, πορεύσῃ ὅθεν οὐκ ἀναλύσεις, ἀλλ' ἐναρίθμιος ἔσῃ μετὰ τῶν ἀκουόντων· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, καὶ τὰ ἑξῆς. Εἶδες ἐν ποίοις νενίκησαι, καὶ οὐ συνιεῖς; εἶδες πόσων παραπτωμάτων ὑπεύθυνος εἶ, καὶ ὡς νικητὴς καὶ ἀναίτιος ἐν ἀμελείᾳ διάγεις, ἡττημένος καὶ νενικημένος καὶ δείλαιος; Οὐκ ἤκουσας τὸ γεγραμμένον, ὅτι Ὁ νικῶν κληρονομήσει τὰ αἰώνια ἀγαθὰ, ἅπερ ἐν τῇ Ἀποκαλύψει Ἰωάννης ἐδήλωσε καὶ διηγήσατο, ἅπερ εἶδεν πράγματα, χαρὰν ἀπλήρωτον, εὐφροσύνην ἀκήρατον, διαγωγὴν μετὰ τοῦ ∆εσπότου τῶν ὅλων καὶ πάντων τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων· καὶ ἕτερα πολλὰ καὶ θαυμαστὰ διηγησάμενος τέλος ἐπήγαγε λέγων· Ὁ νικῶν κληρονομήσει ταῦτα. Τὴν νίκην προείπαμεν, εἰ κατέχετε· διὰ δὲ τοὺς ῥᾳθυμοτέρους καὶ πάλιν εἴπωμεν ποίαν λέγει νίκην. Νίκην, ἣν ὁ Κύριος ἡμῶν ἐνίκησε καὶ ἐδίδαξε λέγων· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ἤκουσας ὁποίαν λέγει νίκην; Ὁ νικῶν κληρονομήσει χαράν. Ὢ μακαρίας κληρονομίας, ὢ κλῆρος πάσης χαρᾶς πεπληρωμένος. Πολλῶν ἀγώνων, ἀδελφοὶ, χρεία, πολλῶν ἱδρώτων, πολλῶν δακρύων καὶ πολλῆς δεήσεως καὶ ἐγκαρδίου ταπεινώσεως. Ποίῳ τρόπῳ χρησώμεθα; ποίαν τέχνην ἐπινοήσωμεν; ποίαν ἐφεύρωμεν μέθοδον, ἵνα μὴ ἐκπέσωμεν ἐκεῖνα τὰ σημαινόμενα ἀγαθὰ, ἅπερ ἀπεκαλύφθη τῷ μακαρίῳ Ἰωάννῃ; τίνα ἐρωτήσωμεν καὶ διδάξει ἡμᾶς τὸν τρόπον, πῶς δυνηθῶμεν κληρονόμοι γενέσθαι τῶν ἀνεκφωνήτων ἐκείνων ἀγαθῶν, Ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Ὁ διδάσκων ἄνθρωπον γνῶσιν Κύριος, αὐτὸς διδάξει ἡμᾶς τὸν τρόπον, πῶς δεῖ νικᾷν τὸν κόσμον. Προσέλθωμεν αὐτῷ ἀναιδῶς, καὶ ἐρωτήσωμεν εἰλικρινῶς· μιμησώμεθα τὸν τίμιον χορὸν ἐκεῖνον τῶν ἀποστόλων, καὶ καθὼς ἐκεῖνοι προσελθόντες ἐπηρώτησαν αὐτὸν περὶ συντελείας καὶ περὶ πάντων, καὶ ἔμαθον παρὰ τῆς ἀληθείας τὴν ἀλήθειαν· προσέλθωμεν αὐτῷ καὶ νῦν, εἰ καὶ ἀνάξιοι καὶ εὐτελεῖς τυγχάνομεν, καὶ πόῤῥω τῆς τῶν ἀποστόλων ἀξίας. Οὐ γάρ ἐστι μακρὰν, οὐδὲ διέστηκε τῶν ἐν ἀληθείᾳ ζητούντων αὐτὸν, καθὼς ὁ προφήτης λέγει· Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Εἰπὲ ἡμῖν, Κύριε, εἰπὲ ἡμῖν, πῶς δεῖ νικῆσαι τὸν κόσμον· Κύριε, δίδαξον ἡμᾶς ποιεῖν τὸ θέλημά σου. Κύριε, ὁδήγησον ἡμᾶς ἐν τῇ ὀδῷ σου, μήποτε καταπιέτω ἡμᾶς ὁ βυθὸς τοῦ πονηροῦ τούτου αἰῶνος· Κύριε, Κύριε, μὴ ἐγκαταλίπῃς ἡμᾶς· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· ἐλέησον ἡμᾶς, ὅτι ἀσθενεῖς ἐσμεν· Κύριε, μὴ ἀφήσῃς ἡμᾶς ὀρφανούς· ∆ιδάσκαλε ἀγαθὲ, τί ποιήσαντες ζωὴν αἰώνιον κληρονομήσομεν; Πρὸς ταῦτα ἀκούσωμεν τί ἀποκριθήσεται καὶ λαλήσει· ∆εῦτε ὀπίσω μου, τοῖς ἴχνεσί μου ἀκολουθήσατε, μιμηταί μου γίνεσθε, πτωχεύσατε ἑκουσίως, ἵνα πλουτήσητε τὸν τρόπον τῆς ἐμῆς νίκης. Ἀκούσατε τοῦ ἀποστόλου διηγουμένου καὶ λέγοντος· ∆ι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν. Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου. Οὕτω καὶ πᾶς ὁ βουλόμενος νικῆσαι, ταπεινούσθω· ὀφείλει μὲν καὶ ὑπὲρ ἐμὲ ὡς δοῦλος· εἰ δὲ μὴ, κἂν ὡς ἐγὼ ∆εσπότης· ὑπομενέτω διωγμοὺς, ὕβρεις, ἀτιμίας, ῥαπίσματα, ἐμπτύσματα. Οὕτως ὁ βιῶν μετὰ ὀρθῆς ὁμολογίας νικᾷ τὸν κόσμον, καὶ κληρονομεῖ ἐκεῖνα τὰ ὑπὸ Ἰωάννου μηνυθέντα, ἅπερ ἄγγελοι ἐπιθυμοῦσι θεάσασθαι. Ὄντως οὐδὲν ἰσχυρότερον τοῦ πτωχεύοντος διὰ τὸν Κύριον· οὐδεὶς οὕτω φοβερὸς τοῖς δαίμοσιν, ὡς ὁ ταπεινόφρων· ὁ βουλόμενος νικῆσαι τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ καὶ τὸν ὑψηλόφρονα καὶ ὑπερήφανον, τὰς ἐντολάς μου φυλάξει, καθὼς ἐγὼ τοῦ Πατρός μου τετήρηκα, γενόμενος ὑπήκοος μέχρι θανάτου, καταδεξάμενος ὕβρεις καὶ ἀτιμίας, ῥαπίσματα 60.694 καὶ ἐμπτύσματα· καὶ οὕτω νικᾷ τὸν κόσμον. Οὗτος ὁ τρόπος ἐφόβησε καὶ ἐξενεύρωσε τὸν διάβολον, καὶ κατέκλασε αὐτοῦ τοὺς ὀδόντας, καὶ συνέτριψεν αὐτοῦ τὴν ἰσχὺν καὶ τὸ μάταιον αὐτοῦ κράτος· ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος καθὼς γέγραπται· Καυχάσθω ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· οὗτος γὰρ ὁ νικῶν τὸν κόσμον. Ὁρᾷς τῆς ταπεινοφροσύνης τὸ ὕψος, βλέπεις τῆς πτωχείας τὸ νῖκος; εἶδες ἀήττητον παράταξιν τοῦ ταπεινοῦ τῇ καρδίᾳ; Ὢ πτωχεία πλουσιωτέρα πάντων τῶν βασιλέων· ὢ ταπεινοφροσύνη δυνατωτέρα γιγάντων· ὢ ταπείνωσις καὶ ὑπακοὴ, ὅπλον καὶ βέλος κατὰ τοῦ πονηροῦ. Ὄντως μάτην ταράσσεται πᾶς ἄνθρωπος, χωρὶς τοῦ τρόπου τούτου νικῆσαι βουλόμενος. Μὴ πλανῶ, ἄνθρωπε, οὐδεὶς Χριστοῦ ἰσχυρότερος· ἀλλ' αὐτὸς οὕτως παρετάξατο καὶ ἐνίκησε, διδάξας ἡμᾶς τρόπον νίκης ἀήττητον· τῷ τρόπῳ τούτῳ κατέβαλε τὸν ὑπερήφανον, τῇ τέχνῃ ταύτῃ κατέβαλε τὸν εἰπόντα, Ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· ταύτῃ τῇ μεθοδείᾳ ἐνίκησε τὸν κόσμον καὶ τοῦ κοσμοκράτορος κατέκλασε τοὺς ὀδόντας, διωκόμενος, ἐπιβουλευόμενος, ὑβριζόμενος, ἐμπτυόμενος. Ὁρᾷς τὸ ἀήττητον ὅπλον; ὁρᾷς τὴν νίκην καὶ τὴν τέχνην; βλέπεις τὸ ἀνίκητον κράτος τῆς κατὰ Θεὸν πτωχείας; εἶδες πῶς φοβερὸς ὑπάρχει τοῖς δαίμοσιν ὁ τὴν ταπεινοφροσύνην ἐνδεδυμένος; Τοῦ μὲν Κυρίου, καθὼς προείρηται, μιμητής ἐστι, τῶν ἀγγέλων ποθητὸς, τοῖς ἀποστόλοις τίμιος, τοῖς μάρτυσι συναρίθμιος, τοῖς δαίμοσι φοβερὸς, τοῦ κόσμου νικητὴς, τῶν αἰωνίων καὶ ἀφθάρτων ἀγαθῶν κληρονόμος. Τούτου οὐδέποτε φόβος ἅπτεται, τοῦτον πᾶς λεγεὼν δαιμόνων ὑποχωρεῖ καὶ πτήσσει, βλέποντες ἐν αὐτῷ τὸν τοῦ κόσμου νικητὴν Χριστὸν καταπατήσαντα αὐτοὺς, καὶ καθελόντα αὐτῶν τὸ μάταιον κράτος.

ζʹ. Λοιπὸν, τεκνία, τὸν τρόπον μαθόντες καὶ τὴν τέχνην διδαχθέντες, μὴ ἀμελήσωμεν, ἀλλὰ μιμησώμεθα τὸν Κύριον ἡμῶν, καὶ διὰ τῆς ταπεινώσεως καὶ τῶν ἀρετῶν ὁμοιωθῶμεν αὐτῷ, καὶ νικήσωμεν τοῦ Κυρίου συνεργοῦντος· καὶ μάλιστα ἐπιθυμηταὶ τῶν ἀγαθῶν ἐκείνων, περὶ ὧν πολλάκις ἠκούσατε, μὴ ὀκνήσωμεν, μὴ δῶμεν ὕπνον τοῖς ὀφθαλμοῖς ἡμῶν, μὴ νικηθῶμεν ὑπὸ τοῦ δεινοῦ κοσμοκράτορος, μήποτε εἴπῃ, ὅτι Ἴσχυσα πρὸς αὐτόν. Ὅρα οὖν, ἀγαπητὲ, μὴ ἐπινυστάξῃς σοῖς βλεφάροις· ὅρα οὖν μὴ νυστάξῃ ὁ φυλάσσων σε· κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι· Ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος ζητεῖ τίνα καταπίῃ. Ταῦτα εἰδότες, τεκνία, διεγείρωμεν ἑαυτοὺς, ἑτοιμασθῶμεν πρὸς πολέμους, καὶ πάλιν μετὰ μικρὸν ἕτοιμοι γενώμεθα πρὸς ἀπολογίαν. Ἕως πότε οὐ προσέχομεν τοῖς λόγοις τοῦ Κυρίου λέγοντος, Γίνεσθε ἕτοιμοι, δηλονότι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν; Εἶτα τοῦ κριτοῦ τότε ἀνοίγοντος τὰς βίβλους, οὐκ ἄλλας ξένας, ἃς οὐκ ἔγνωμεν, ἀλλὰ ταύτας, ἃς περιφέρομεν καὶ καθ' ἑκάστην ἀναγινώσκομεν καὶ ἀκούομεν, δεικνυούσας ἡμῖν κατὰ πᾶσαν αἰτίαν τὴν ἀσφαλῆ καὶ πάσης ἐντολῆς ἐργασίαν· τί δὴ ἀποκριθῶμεν; πῶς δὴ λάθωμεν τοὺς παρ' ἡμῶν διωχθέντας, καὶ Ἑτέρους περιφρονηθέντας καὶ πολλὰ δεινὰ παθόντας, μάλιστα δὲ πλησίον τοῦ κριτοῦ παρεστῶτας καὶ βοῶντας, ἐκδίκησον, Κύριε, ἡμᾶς λοιπόν· Θεὸς γὰρ ἐκδικήσεων ὑπάρχεις, ∆έσποτα. Τί λοιπὸν ἔδει ποιῆσαι; εἴπατε, εἴ τι οἴδατε ὡς γὰρ ὁ λόγος ἀπέδειξεν, ἀδύνατον τὰς χεῖρας τοῦ κριτοῦ διαφυγεῖν· καὶ ὅτι οὐδὲν αὐτὸν λανθάνει ἔγνωμεν· ὅτι καὶ ὁ ᾅδης γυμνὸς φανήσεται, καὶ πάντα γυμνὰ τοῖς ὀφθαλμοῖς αὐτοῦ, οἴδαμεν, καὶ ὅτι πᾶν ἔργον καὶ πᾶσα πρᾶξις, κἄν τε ἀγαθὴ κἄν τε φαύλη, εἴτε μικρὰ εἴτε μεγάλη, εἰς μέσον τοῦ θεάτρου ἐκείνου ἐπὶ ἀγγέλων καὶ πασῶν δυνάμεων καὶ πάσης πνοῆς ἀναγινώσκεται ἀνθρωπίνης. Καὶ τοῦτο ἐδιδάχθημεν, ὅτι Τότε γενήσεται ὁ ἔπαινος ἑκάστῳ ἀπὸ Θεοῦ, καὶ ὅτι ἕκαστος τὸ ἴδιον φορτίον βαστάξει μεμαθήκαμεν, καὶ ὅτι οἱ ἕτοιμοι εἰσέρχονται μετ' αὐτοῦ εἰς τὰς αἰωνίους σκηνὰς ἐπιστώθημεν, καὶ ὅτι τοῖς ῥᾳθύμοις ἡ θύρα ἀποκέκλεισται οὐκ ἔλαθεν· ἵνα τὸ φοβερώτερον εἴπω, ὅτι τέλος αἱ κολάσεις οὐκ ἔχουσιν, ἀλλ' εἰς ἀπείρους αἰῶνας παρατείνουσιν, ἐδηλώθη ἡμῖν· καὶ ὅτι πάντες γυμνοὶ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος εἴ τι ἔπραξεν, καὶ τοῦτο ἠκούσαμεν· καὶ ὅτι ἡ κρίσις ἀνέλεος, οὐκ ἠπιστήσαμεν· καὶ ὅτι ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καθ' ἑκάστην ἐπὶ στόματος φέρομεν· καὶ ὅτι πᾶς ἁμαρτήσας 60.695 καὶ ἀμελήσας τῆς μετανοίας, εἰς κόλασιν αἰώνιον ἐκπέμπεται, πάντες οἴδαμεν. Ταῦτα πάντα ἀσφαλῶς ἐπιστάμενοι, πῶς οὐ τρέμομεν; πῶς οὐκ ὀδυρόμεθα; πῶς οὐ διεγείρομεν ἀλλήλους, καὶ συμβουλευόμεθα βουλὴν σώζουσαν καὶ ἀρέσκουσαν Θεῷ; ∆εῦτε οὖν ὁμοῦ, πάντες οἱ πιστοὶ καὶ φιλόθεοι, δεῦτε, συμφωνίᾳ συναχθῶμεν εἰ καὶ τὰ πέρατα ὅλα συναχθῆναι ἐπὶ τὸ αὐτὸ ἀδύνατον, ἀλλὰ χώραν πρὸς χώραν· εἰ δὲ καὶ τοῦτο δύσκολον, κἂν πόλις καὶ τὰ περίχωρα αὐτῆς· καὶ συνερχομένων πολλῶν, ἀνακρίνωμεν ἀλλήλους περὶ τῶν φοβερῶν ἐκείνων κριτηρίων· ἀρξώμεθα καὶ ἴδωμεν εἰ ἕτοιμοί ἐσμεν, ἴδωμεν περὶ ἑκάστου σφάλματος, ὁποῖον κρῖμα ἔγγραπτον ὁ Κύριος ἐποίησεν. Οὕτως ἕκαστος γνωρίσας τὸ ἴδιον σφάλμα, καὶ τὸ αὐτοῦ κατάκριμα, διορθώσεται πρὶν λυθῆναι τὴν πανήγυριν καὶ φθασθῇ ἀδιόρθωτος. Εἰ γὰρ βασιλεὺς τὰ χρεωστούμενα οὐ παραχωρεῖ, ἀλλὰ κατὰ ἀκρίβειαν ἀνύει, καὶ πᾶς ἄρχων τὰ ὀφείλοντα ἀπαιτεῖ, πόσῳ μᾶλλον ὁ δίκαιος κριτὴς πάντα ἀπαιτήσει τὰ ὀφειλήματα ἡμῶν; ∆ιὰ τοῦτο παρακαλῶ τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν, μηδεὶς ἀπέλθῃ ἐντεῦθεν χρέος ἐπιφερόμενος. Ὧδε ἔνι τρόπος ἀπολογίας· ἔχεις πολλοὺς τρόπους· πολλαὶ γὰρ ὁδοὶ βίου. Εἰ γὰρ τὰ σφάλματα πολλὰ, πολλῷ μᾶλλον ἔλεος τοῦ Θεοῦ· ὅπερ καὶ πολλάκις ὑμῖν διηγήσαμεν, εἰ καὶ ἀνεκδιήγητόν ἐστι, καὶ πάλιν ὑπομνήσω τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν· ἀλλὰ νουνεχῶς ἀκούσωμεν μετὰ φόβου Κυρίου καὶ πολλῶν δακρύων. Οἱ ῥᾴθυμοι νήψωμεν, οἱ νυστάζοντες ἐξυπνίσωμεν, οἱ ἐν πειρασμοῖς πᾶσαν τὴν μέριμναν ἐπιῤῥίψωμεν ἐπὶ τὸν Κύριον, καθὼς γέγραπται, ὅτι αὐτῷ μέλει περὶ ἡμῶν. Συναγάγωμεν ὧδε τὸν νοῦν, καὶ ἀκούσωμεν τρόπους χρηστοὺς, τρόπους σωτηρίας, τέχνας ψυχωφελεῖς, μέθοδον ἐπιστροφῆς καὶ μετανοίας, καὶ σύντομον θεῖον λόγον καὶ διδασκαλίαν ἀνόθευτον· μόνον, καθὼς προεῖπον, συντείνατέ μοι τὴν διάνοιαν, καὶ μηδεὶς νωθρῶς καὶ ῥᾳθύμως ἀκούσῃ· τὸν γὰρ τρόπον ὃν μέλλω λέγειν, πᾶν εἶδος σφάλματος ἀναμιμνήσκει πάντας τοὺς παρατυγχάνοντας, ὅπως ἕκαστος ἡμῶν τὸ ἴδιον γνωρίσας σφάλμα, δακρύσῃ, στενάξῃ, τὸ σφάλμα διορθωσάμενος, ἑτοιμάσῃ ἑαυτὸν πρὸς ἀπολογίαν. Εἰς ἀνάμνησιν πάλιν βούλομαι ὑμᾶς ἀγαγεῖν τῶν σκυθρωπῶν καὶ φρικτῶν κολάσεων, καθὼς καὶ ἐν ἀρχῇ τοῦ λόγου πεποίηκα· ταῦτα γὰρ εἰπόντες, ἐβλάψαμεν οὐδὲν, ἀλλὰ μᾶλλον καὶ μεγάλως ὠφελήσαμεν· ῥανὶς γὰρ ἐνδελεχοῦσα κοιλαίνει πέτραν, καθὼς γέγραπται. Πόθεν οὖν ἄρξωμαι; ποῖον δὲ σφάλμα, ἢ ποῖον νόσημα προσαγάγω, ἵνα καὶ τὴν ἁρμόζουσαν τῇ νόσῳ ἴασιν ἐπαγάγω; Πάντως τὸ πρῶτον κακόν. Καὶ ποῖον ἄρα ἐστὶ τοῦτο; ∆ηλονότι ὑπερηφανία, ἥτις ἐπὶ γῆς ἄνωθεν κατέσπασε τὸν ἑωσφόρον. Λοιπὸν ἄκουε ἐν πρώτοις, ὑπερήφανε· σὺ μνήσθητι τοῦ γεγραμμένου· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, καὶ μακρὰν ἀπὸ σοῦ τὴν δεινὴν ταύτην ἀῤῥωστίαν ποίησον, ἵνα μὴ ἀντιτασσόμενον εὑρήσῃς τὸν Θεόν· μνήσθητι τοῦ πεσόντος ἐπὶ γῆς ἄνωθεν, καὶ ἀντὶ τῆς μετὰ Θεοῦ διαγωγῆς καὶ τῶν λοιπῶν συλλειτουργῶν ἀγγέλων, τοῖς καταχθονίοις κατοικοῦντος ἐν σκοτεινοῖς καὶ ἐν τῇ ἀπωλείᾳ· ἐννοῶν ἀεὶ τὸν Κύριον τῆς δόξης πλούσιον ὄντα, πῶς ἐπτώχευσεν. Μνήσθητι τὰς κατ' αὐτοῦ ἐπιβουλὰς καὶ συκοφαντίας τά τε ῥαπίσματα, καὶ φρίξας ταπεινώθητι, ἵνα σωθῇς καὶ ὑψωθῇς ἐν καιρῷ ἐπισκοπῆς· ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ· καὶ ὅτι ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Οἱ δὲ ἐν πορνείαις πλανηθέντες, ἀποστήτωσαν, καὶ μηδέποτε πλανηθήτωσαν, ἀλλὰ μνημονευέτωσαν τοῦ Ἀποστόλου κράζοντος, ὅτι Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός· καὶ, ὅτι Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· καὶ, ὅτι Πόρνοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Μὴ ἐπιλάθεσθε δὲ καὶ τοῦ μολύναντος ἐν πορνείᾳ τὴν νυμφικὴν στολὴν καὶ μετ' αἰσχύνης τοῦ βασιλικοῦ γάμου ἐκβληθέντος, καὶ Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οἱ μοιχοὶ, φρίξατε τὴν θείαν φωνὴν τὴν λέγουσαν, Μὴ μοιχεύσεις· καὶ τοῦ Ἀποστόλου βοῶντος, Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Μνήσθητε δὲ καὶ τοῦ Σολομῶντος λέγοντος, Ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται. Ἀκούσατε δὲ τοῦ Κυρίου πρὸς τὴν μοιχαλίδα βοῶντος, Ἄπελθε, καὶ μηκέτι ἁμάρτανε. Καὶ συντόμως, Μετανοήσατε· ἀκούσατε τοῦ Ἀποστόλου 60.696 κηρύσσοντος, ὅτι Ἀποκαλύπτεται γὰρ ὀργὴ τοῦ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Οἱ ἐν ἄρσεσιν ἄρσενες τὴν ἀσχημοσύνην κατεργαζόμενοι, τρομάξατε καὶ πρὶν τὸν Κριτὴν παραγενέσθαι, καὶ μάλιστα παρὰ φύσιν τολμήσαντες, λογιζόμενοι πῶς αἱ κολάσεις τοὺς τοιούτους διαδέξονται, ἐὰν μὴ ἐμπόνως κατὰ ἀναλογίαν τοῦ πταίσματος μετανοήσωσι. Μνημονεύετε τοῦ Ἀποστόλου βοῶντος, ὅτι Ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν, οὔτε πόρνοι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Καὶ ἐκ ποίας αἰτίας εἰς τὸ χαλεπὸν τοῦτο πτῶμα κατεῤῥάγησαν; εἰπὲ, Παῦλε. ∆ιότι, φησὶν, Οὐκ ἐδοκίμασαν ἔχειν τὸν Θεὸν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς. Εἶδες τὴν αἰτίαν τοῦ δεινοῦ πτώματος; ∆ιὰ τοῦτο παραινεῖ ὁ αὐτὸς ἀπόστολος μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, μηδὲ δούλους παθῶν· Ὧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. ∆ιὰ τοῦτο δεῖ πάντοτε προσεύχεσθαι, πάντοτε δακρύειν καὶ θρηνεῖν, ὅπως ῥύσηται ἡμᾶς ὁ Κύριος ἐκ τοῦ κακοῦ φρονήματος τοῦ σώματος τοῦ θανάτου τούτου· καὶ ἐπιθυμήσωμεν κἄν ποτε τὰ ὄντως ἐπιθυμητὰ ἐκεῖνα, εἰς ἃ καὶ ἄγγελοι ἐπιθυμοῦσι παρακύψαι.

ηʹ. Ταῦτα καὶ ἡμεῖς ποθήσωμεν, καὶ σπουδάσωμεν μετανοῆσαι, καὶ διὰ τῆς μετανοίας πάλιν ἄσπιλοι γενέσθαι, καθὼς καὶ πρὸ τοῦ καταπεσεῖν. Τοιοῦτον γάρ ἐστι τὸ εἶδος καὶ ἡ δύναμις τοῦ τιμίου κτήματος τῆς μετανοίας· εἰς τὴν πρώτην τιμὴν, ἣν εἶχε πρὸ τοῦ σφάλματος, ἀποκαθιστᾷ πάλιν τὸν μετανοοῦντα. Τολμῶ εἰπεῖν, ὅτι καὶ ὑψηλότεροί τινες γεγόνασι. Πολλὰ κοπιάσαντες, καὶ περισσοτέρως δακρύσαντες, ἀπέπλυναν τὴν δυσωδίαν τῆς ἁμαρτίας κατὰ τὸν λέγοντα· Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Σπουδῆς δὲ πολλῆς χρεία, ὅτι ᾗ ὥρᾳ οὐκ οἴδαμεν, ὁ ἀπαιτῶν ἁρπάσει, καὶ οὐδεὶς ὁ ῥυόμενος. Ὅθεν ἡ θεία φωνὴ ἀπαύστως βοᾷ, Γίνεσθε ἕτοιμοι. Ὁ κρίνειν λαχὼν, φεῦγε τοῦ κρίνειν, τοῦ Κυρίου λέγοντος, Μὴ κρίνετε· καὶ μὴ παραιτοῦ πάλιν διακαταπονούμενον, ἀλλὰ τοῦ Κυρίου μνημόνευε τοῦ λέγοντος· Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε· καὶ πάλιν· Μὴ καταδικάσητε, καὶ οὐ μὴ καταδικασθῆτε. Εἰ δὲ τὸν ἕτερον κρίνων σὺ τὰ αὐτὰ πράσσεις, οὐκ ἐκφεύξεις τὸ κρῖμα τοῦ Θεοῦ. Ἄκουε τοῦ Ἀποστόλου ἐπιπλήττοντος τοὺς τοιούτους καὶ λέγοντος· ∆ιὸ ἀναπολόγητος εἶ, ἄνθρωπε, ὁ κρίνων τοὺς τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, ἑαυτὸν κατακρίνεις. Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καθὼς ἔφη ὁ Κύριος· Ἐν ᾧ γὰρ, φησὶ, κρίματι κρίνετε, κριθήσεσθε. Ὅρα οὖν ὁ κρίνων, μὴ λάβῃς δῶρα ἐπ' ἀθώοις· γέγραπται γάρ· Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Εἴ τις οὖν τῶν δικαστῶν καὶ κριτῶν εὕροι ἑαυτὸν ἔνοχον ἐν τούτοις, σπουδάσῃ διὰ μετανοίας ἑαυτὸν ἀνέγκλητον ποιῆσαι· ἰδοὺ γὰρ ὁ κριτὴς τῶν κριτῶν πρὸ τῶν θυρῶν ἕστηκε. Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλ' ἀλλήλους ἀγαπήσωμεν, ἀλλήλοις βοηθήσωμεν, ὑπὲρ ἀλλήλων εὐξώμεθα, ὅπως ἰαθῶμεν ἀπεντεῦθεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἴ τις τῷ θυμῷ καὶ τῇ ὀργῇ δεδούλωται, ἄκουε τοῦ Ἀποστόλου λέγοντος· Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ ἀρθήτω ἀφ' ὑμῶν· καὶ πάλιν· Ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται· καὶ πάλιν, Ἀπόθεσθε ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. Προηγουμένως δὲ ἄκουε καὶ τοῦ προφήτου παραινοῦντός σε· Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν. Εἶτα καὶ ὁ Σολομών φησιν· Ἀνδρὶ θυμώδει μὴ συναυλίζου. Ὁ γὰρ τοιοῦτος οὐκ ἔστι δοῦλος Θεοῦ, ἀλλὰ τοῦ κατέχοντος αὐτὸν πάθους, καθὼς γέγραπται· Ὧ γὰρ ἥττηται, τούτῳ καὶ δεδούλωται. Καὶ διὰ τάχους τὴν ὀργὴν ἀναῤῥίψαντες, ἐμπόνως μετανοήσατε, ἵνα μὴ ἁρπαγέντες ἀπενεχθῆτε εἰς τὸν τόπον ἐκεῖνον, ἔνθα συνάγονται τὰ τῆς ὀργῆς τέκνα, ἐξ οὗ ῥυσθείημεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οἱ γαστρίμαργοι καὶ κατασπαταλῶντες, 60.697 ἀκούσατε τοῦ Κυρίου κράζοντος μετὰ ἀπειλῆς· Οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσουσι· καὶ τοῦ προφήτου λέγοντος· Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσαντα αὐτόν. Ὁρᾷς ὡς καὶ τοῦ Θεοῦ χωρίζονται οἱ τρυφῶντες, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἀθέους ἀποδεικνὺς ἔλεγεν· Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. Ἄκουε πάλιν τοῦ Θεοῦ πῶς προασφαλίζεται πᾶσι διὰ Μωϋσέως, καὶ λέγει· Πρόσεχε σεαυτῷ, μή ποτε φαγὼν καὶ ἐμπλησθεὶς ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου· καὶ σπουδαίως καταλιπὼν τὴν τρυφὴν τὴν μητέρα πάντων τῶν παθῶν καὶ πάσης δυσωδίας, ἐπιλάβου τῆς εὐωδίας, ἤγουν τῆς ἐγκρατείας, τὸν καρπὸν τοῦ ἁγίου Πνεύματος, καθὼς ὁ Ἀπόστολος ἐδίδαξε· καὶ πρόσεχε σεαυτῷ, ἵνα μὴ ἀκούσῃς καὶ σὺ, καθὼς ὁ σπαταληστὴς ἐκεῖνος πλούσιος, ὁ καὶ μισόπτωχος, ὅτι Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· καὶ ἀντέχου τῆς μετανοίας, τοῦ κεφαλαίου τῆς σωτηρίας ἡμῶν, ὅτι οὐκ οἴδαμεν τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Κύριος ἡμῶν ἔρχεται. Οἱ ἐν μέθαις ἡττώμενοι, καὶ τῆς ἀκηράτου βασιλείας τῶν οὐρανῶν ἑαυτοὺς ἀποσχοινίζοντες ἰδίᾳ γνώμῃ, ἀκούσατε τοῦ προφήτου κηρύσσοντος· Οὐαὶ οἱ μεθύοντες· καὶ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· καὶ πάλιν παραγγέλλοντος, Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία, καὶ καταλιπόντες τὸν οἶνον, μᾶλλον δὲ τὴν μέθην τὴν ἔξω ἀποκλείουσαν τῆς βασιλείας, ἐπιποθήσατε ἐκεῖνον τὸν οἶνον, ὃν ὁ Θεὸς ἐκ τῶν ἁγίων Γραφῶν ἐκέρασεν ἡμῖν κατὰ τὸν προφήτην, οἶνον κατανύξεως· ὃν οἱ πιόντες, ἐν κατανύξει μετανοήσατε δακρύοντες· γλυκέα γὰρ τὰ ῥήματα τοῦ Κυρίου. Οἱ ἐν σαρκὶ πεποιθότες καὶ ἐπὶ ἰδίᾳ ματαιότητι, ἀκούσατε τοῦ Θεοῦ διὰ στόματος τῶν ἁγίων βοῶντος· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· καὶ πάλιν, Στηρίζων σάρκα βραχίονος αὐτοῦ, ὅτι ματαία σωτηρία ἀνθρώπου. ∆ιὰ τοῦτο καὶ ὁ Ἀπόστολος γράφει· Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ, καθὼς ὁ προφήτης τὰ ὅμοια λέγει· Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Καὶ μετανοήσατε· ἔρχεται γὰρ ὁ κριτὴς ὁ ἀπροσωπόληπτος καταργῆσαι πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν· οὐδὲν γὰρ αὐτοῦ ἰσχυρότερον. Οἱ τὰ περίεργα ἐπιτηδεύοντες λαθροφονευταὶ, οἱ τοῦ τόπου τῶν φονέων κληρονόμοι, οἱ κρύφιοι λύκοι, οἱ σαρκικοὶ δαίμονες, οἱ τῶν καταχθονίων οἰκήτορες, οἱ τοῦ αἰωνίου σκότους υἱοὶ καὶ τοῦ ἀσβέστου πυρὸς τέκνα, ἀκούσατε τί διηγεῖται ὁ ἅγιος εὐαγγελιστὴς Λουκᾶς περὶ τῶν τοιούτων ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγων· Πολλοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, συνενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψηφίσαντο τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. Εἶδες ὑπακοὴν ὀξεῖαν καὶ σωτηρίαν σύντομον; εἶδες πῶς ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν; Ἀλλὰ τὸ τάχος τῆς ὑπακοῆς πάντα κατώρθωσε. Καὶ ὑμεῖς οἱ τὰ ὅμοια πλανώμενοι, καὶ γνώμῃ ἀπατώμενοι, καταπτύσαντες τὴν τοιαύτην χαλεπὴν καὶ ἀπάνθρωπον ἀπάτην, καὶ ὡς ἀπὸ ὄφεως ἀποφυγόντες, σπουδάσατε ἀξίαν μετάνοιαν ἐπιδείξασθαι, πρὶν φθάσῃ ἡμῖν ἡ ἀνυπόστατος κατὰ τῶν τοιούτων ἀπειλὴ καὶ οἰμωγή· ὁ γὰρ καιρὸς ἐγγὺς, καὶ μὴ ἀμελῆτε. Οἱ τὸ δυσίατον νοσοῦντες πάθος, τὸν φθόνον λέγω καὶ βασκανίαν, μνήσθητε τῶν φθονερῶν ἐκείνων τῶν ἀκουσάντων· Ἑταῖρε, οὐκ ἀδικῶ σε, ἆρον τὸ σὸν, καὶ ὕπαγε. Ποῦ ἄρα; ∆ηλονότι εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ ἀποῤῥίψαντες τὴν τοιαύτην ἀῤῥωστίαν, μετανοήσατε· Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Οἱ τὰς θείας Γραφὰς ἐξουθενοῦντες, καὶ τὸ ἅγιον Πνεῦμα ἐνυβρίζοντες τὸ λαλῆσαν διὰ στόματος τῶν ἐν τῇ Παλαιᾷ καὶ Καινῇ ∆ιαθήκῃ, τί ποιήσετε ἐν τῇ φρικτῇ ἐκείνῃ ὥρᾳ, ὅταν τὸ κριτήριον καθίσῃ, καὶ ἀνοιχθῶσιν αἱ βίβλοι, ἃς νῦν βδελύσσεσθε καὶ ἀποστρέφεσθε; ποῦ φύγητε; ποῦ κρυβήσεσθε ἀπὸ προσώπου τοῦ λαλήσαντος πᾶσαν θείαν Γραφὴν, καὶ πᾶσαν ἱερὰν βίβλον συντάξαντος; Οὐαὶ καὶ ἀπώλεια καταλήψεται ὑμᾶς, εἰμὴ ταχέως ἀναλάβησθε θρῆνον καὶ ὀδυρμὸν, καὶ δυσωπήσητε ὃν παρωξύνατε, παράκλητον Θεόν. Οὐκ ἀκούετε τοῦ Κυρίου λέγοντος, Ἐρευνᾶτε τὰς Γραφάς; Οὐκ ἀκούετε πῶς πεπλανημένους ἐκάλεσε τοὺς μὴ εἰδότας τὰς Γραφάς; Ἀκούσατε τοῦ Ἀποστόλου θεόπνευστον αὐτὴν καλοῦντος καὶ ὠφέλιμον, καὶ λόγον ὑγιαίνοντά τε 60.698 καὶ ἰατρεύοντα, καὶ ἱερὰ Γράμματα καλοῦντος, καὶ νόμον ἐλευθερίας. Ἀκούσατε πάλιν πῶς διὰ τοῦ Σολομῶντος τὸ ἅγιον Πνεῦμα ἀσεβεῖς ὑμᾶς ἐκάλεσε, λέγον· Σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσι.

θʹ. Ταῦτα ἀκούοντες, μετανοήσατε καὶ ἑτοιμάζεσθε πρὸς ἀπολογίαν, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου. Καὶ ἵνα συνελὼν τὰ πάντα εἴπω, πᾶς ἄνθρωπος, ὅστις ἐὰν μὴ σπουδάσῃ ἀπεντεῦθεν διορθώσασθαι, ἀλλ' ἔτι χρῄζων ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ, οὐχὶ διορθώσεως, ἀποδημήσῃ, ὁ τοιοῦτος καὶ προσδοκάτω. ἐπὶ τήνδε ἁμαρτίαν ἢ τήνδε, ἀλλ' ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπου, ἀνδρῶν τε καὶ γυναικῶν. Οὐ γάρ ἐστι διαστολή· πάντες γὰρ ἡμάρτομεν. ∆ιὰ τοῦτο ὁ ἱερὸς Ἀπόστολος κατὰ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ καὶ περὶ γυναικῶν ἔγραψε λέγων· Γυναῖκας σεμνὰς, διακόνους πιστὰς ἐν πᾶσι. ∆ιδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ διαυθεντεῖν τοῦ ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ, οἰκουροὺς, καλοδιδασκάλους, Ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, μὴ οἴνῳ πολλῷ δεδουλωμένας. Καὶ περὶ χηρῶν ἔγραψεν οὕτω· Χήρας τίμα, τὰς ὄντως χήρας. Ἥτις προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Καὶ περὶ πρεσβυτέρων τε καὶ πρεσβυτίδων ἐλάλησε τὸ ἅγιον Πνεῦμα διὰ στόματος τῶν ἁγίων, καὶ περὶ δούλων τε καὶ δεσποτῶν διετάξατο, καὶ περὶ βασιλέων εἶπε, καὶ περὶ στρατιωτῶν ἐλάλησε, καὶ περὶ ἐπισκόπων ἐτύπωσε, καὶ οὐδὲν τῶν συμφερόντων παρέδραμεν· ἐπειδὴ, καθὼς ἔφη, Ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν μικρῶν τε καὶ μεγάλων ἀποκαλύπτεται ὀργὴ ἀπ' οὐρανοῦ. Πάντα ὑπέμνησα τῇ ὑμετέρᾳ ἀγάπῃ, ἵνα εἴδητε πάντα τὰ προστάγματα, καὶ πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ πᾶσα ἡλικία μάθῃ τὴν βουλὴν τοῦ Θεοῦ καὶ τὸ θέλημα, καὶ τὴν φοβερὰν αὐτοῦ ἀπ' οὐρανοῦ παρουσίαν, καὶ τὰς φοβερὰς κολάσεις, καὶ τὸν ὀδυνηρὸν ἐκεῖνον χωρισμὸν, καὶ σπουδάσῃ ἕκαστος τὸν ἑαυτοῦ βίον διορθώσασθαι, καὶ ἑαυτὸν ἑτοιμάσαι πρὸς ἀπολογίαν, καὶ μὴ τῇ ῥᾳθυμίᾳ ἑαυτὸν παραδῷ, καὶ ἀποτύχῃ τῶν ἀνεκφωνητῶν καὶ αἰωνίων ἀγαθῶν. Ὅρα οὖν, ὦ ῥᾴθυμε σὺ, μὴ ἐμμείνῃς τῇ ῥᾳθυμίᾳ, μὴ νικῶ ὑπὸ τῆς ἀπάτης καὶ ἡδονῆς. Βλέπε μὴ διὰ τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονῇς, καὶ θησαυρίσῃς σεαυτῷ ὀργὴν, καθὼς λέγει ὁ Ἀπόστολος, ἐν ἡμέρᾳ ὀργῆς. Ἐπίστρεψον λοιπὸν, νῆψον, γρηγόρησον· ἀρκετὸς γὰρ ὁ παρελθὼν καιρός· ἐν τῇ ἀπάτῃ καὶ φιληδονίᾳ σου μὴ ἐπιμείνῃς, μὴ ἐμβαθύνῃς ἐν τῇ ἀδικίᾳ σου. Οὐχ ὁρᾷς τὸν ἄγγελον ἀκολουθοῦντα καὶ γράφοντά σου τὰς πράξεις; οὐκ οἶδας, ὅτι κατὰ τὴν σκληρότητά σου καὶ ἐπιμονὴν τὸ ἕλκος μεῖζον γίνεται, καὶ βαρύτερον γράφεται, καὶ ὀργὴ πλέον ἐξάπτεται; οὐκ οἶδας, ὅτι τὸ κατεργάζεσθαι τὸ κακὸν, δυσεξάλειπτον καθίσταται, ὥσπερ ἐν πίνακι χαρακτῆρες οἱ μὲν κουφοτέρως ἐναποκείμενοι εὐχερῶς καταλεαίνονται, οἱ δὲ διὰ βάθους δυσεξάλειπτοι εὑρίσκονται; Ὅρα οὖν μὴ περιφρονήσῃς τοῦ μέλλοντός σε κρίνειν· ὅρα οὖν μὴ ἐπιμένων, μείζω τῆς ἀφέσεως κατασκευάσῃς σοι τὴν ἀνομίαν. ∆ιὰ τοῦτο περὶ πάντα προησφαλίσατο πᾶσι τὸ παράκλητον καὶ ἀγαθὸν Πνεῦμα, καὶ πάντα ὑπέμνησε, καὶ πῶς ὁ πόρνος ἐκ τοῦ βασιλικοῦ γάμου μετ' αἰσχύνης ἐκβάλλεται, πῶς δὲ καὶ αἱ πέντε μωραὶ παρθένοι διὰ ἀπήνειαν ἔξω ἀπεκλείσθησαν τῆς οὐρανίου χαρᾶς, πῶς ὁ πλούσιος ἐκεῖνος διὰ τρυφὴν καὶ τὴν ἀνήλεον αὐτοῦ γνώμην ἐν τῷ τόπῳ ἐκείνῳ τῆς βασάνου ἔλαχεν. Ὁμοίως καὶ ὁ ἕτερος πλούσιος, ὁ τὰς ἀποθήκας ἐκτείνων καὶ συνάγων πολλὰ καὶ κερδαίνων οὐδὲν, ἄφρων δικαίως ἤκουσεν. Οὐκ ἀγνοεῖτε δὲ τί καὶ οἱ ἐξ εὐωνύμων διὰ ἀμετάδοτον ἤκουσαν. Τὸν δὲ κλέπτην ὁ Κύριος φονέα ἐκάλεσε λέγων, Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. Ταῦτα καὶ τὰ τοιαῦτα διὰ στόματος τῶν ἁγίων τὸ ἅγιον Πνεῦμα ἐλάλησε, κἀγὼ δὲ ὑπέμνησα· καὶ ἐπὶ πᾶσι τούτοις ὁ Ἀπόστολος κράζει λέγων· Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Καὶ ἀρκέσει τέως ὑμῖν τὰ εἰρημένα, καὶ μάλιστα τοῖς σπουδαιοτέροις, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ πάντα κατὰ τὸν προειρηκότα καιρὸν οἰκονομήσαντος εἰς τὴν ἡμῶν σωτηρίαν, καὶ προσκαλουμένου εἰς τὴν αἰώνιον αὐτοῦ βασι60.699 λείαν, εὐχαῖς δὲ τῶν μνημονευθέντων ἁγίων, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι 60.700 ὡς ἦν ἐν ἀρχῇ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κυριακῇ τῆς Τυροφάγου περὶ μετανοίας καὶ ἐλεημοσύνης. Λόγος βʹ.

αʹ. Βασιλέως μὲν τοῦ ἐπιγείου στρατιώτας παρασκευάζουσι πρὸς παράταξιν βοῶσαι σάλπιγγες· βασιλέως δὲ τοῦ ἐπουρανίου Ἰησοῦ Χριστοῦ στρατιώτας διεγείρει πρὸς δοξολογίαν καὶ φόβον Θεοῦ ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις· ἀλλ' ἐκείνους μὲν πρὸς αἰσθητῶν ἐχθρῶν καὶ πολεμίων ἀντιπαράταξιν· ἡμᾶς δὲ πρὸς ἀοράτους ἐχθρούς τε καὶ δαίμονας· καθώς φησιν ὁ Παῦλος, ὅτι Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἴδετε, ἀδελφοὶ, ποίους ἐχθροὺς ἔχομεν· ἴδετε μετὰ ποίων πολεμίων μαχόμεθα. Πονηροὶ γάρ εἰσιν, ὡς ὁρᾶτε, καὶ ἀναίσχυντοι καὶ πρὸς πᾶσαν ἁμαρτίαν ἐκβιάζονται ἡμᾶς. Κἂν ἀποτύχωσιν ἐκ τούτου, ἐπὶ ἄλλο ἔρχονται· κἂν ἀπὸ ἐκείνου ἀπορήσωσιν, ἐπὶ ἕτερον μεταβαίνουσι· καὶ, ἁπλῶς εἰπεῖν, ἀπ' ἄλλου εἰς ἄλλο μετερχόμενοι οὐκ ἀφίστανται, ἕως ἂν τὸ θέλημα αὐτῶν γένηται. Καὶ τὸν μὲν κινοῦσι πρὸς πορνείαν, τὸν δὲ πρὸς μοιχείαν· καὶ ἄλλον ἐπὶ τὸ ἁρπάσαι τὰ ἀλλότρια, καὶ ἄλλον ἐπὶ τὸ κλέψαι τὰ τοῦ πλησίον· καὶ τὸν μὲν πρὸς πλεονεξίαν καὶ ἀπληστίαν, τὸν δὲ πρὸς βασκανίαν καὶ φθόνον· ἄλλον πρὸς φόνον καὶ λοιδορίαν, καὶ ἄλλον πρὸς καταλαλιὰν καὶ ἀδελφοκτονίαν· ἄλλον πρὸς γαστριμαργίαν καὶ παιδοφθορίαν, καὶ ἕτερον πρὸς ἱεροσυλίαν καὶ ἀναισχυντίαν· καὶ τὸν μὲν πρὸς ἀνθρωπαρέσκειαν καὶ φιλοδοξίαν, τὸν δὲ πρὸς ἀσπλαγχνίαν καὶ ἀπανθρωπίαν· ἄλλον πρὸς ἄρνησιν καὶ ὅρκον, καὶ ἄλλον πρὸς ὕβριν καὶ ἀτιμίαν· καὶ τὸν μὲν πρὸς ὀργὴν καὶ θυμὸν, καὶ ἄλλον ἐπὶ τόκον καὶ πρὸς ζῆλον καὶ ἔριν, καὶ ἕτερον πρὸς βλασφημίαν καὶ ἀκαθαρσίαν· καὶ τοὺς μὲν πείθουσι μὴ ἐλεεῖν πτωχοὺς, τοὺς δὲ τοῦ γείτονος τοὺς ὅρους παρασαλεύειν· ἄλλους ἀποστερεῖν ποιοῦσι τῶν μισθῶν μισθωτοὺς, οὗ τί γένοιτ' ἂν ἐλεεινότερον; ἄλλους ποιοῦσιν ὀρφανοὺς ἀποδύειν, ἄλλους χήρας καταπονεῖν, ἄλλους μηδὲ εἰς ἐκκλησίαν εἰσιέναι, ἄλλους εἰς μυρία πάθη κατακρημνίζουσιν, ὧν οὐκ ἔστιν ἀριθμός· ἃ καὶ διηγούμενον ἐπιλείψει με ὁ χρόνος τῆς ζωῆς μου. Ἴδετε, ἀδελφοὶ, εἰς πόσα κακὰ ἐμπίπτομεν καθ' ἑκάστην ἡμέραν, καὶ οὐ προσέχομεν. Ἀλλ', οἴμοι, τίς γένωμαι ταῦτα διηγούμενος; Πιστεύσατέ μοι, ἀδελφοὶ, ὅτι ἐν ᾧ καὶ μόνον ταῦτα γράφω, ἔκφοβός εἰμι καὶ ἔντρομος, καὶ φρίκη μοι ἐπέπεσε καὶ ἐξίσταμαι, καὶ δακρύειν μοι ἐπέρχεται, ὅταν ἐνθυμηθῶ τὸ, ἐν πόσοις πάθεσι πονηροῖς καὶ δαιμονικοῖς δελεαζόμεθα. Τί οὖν ἀμελοῦμεν, τί περιμένομεν; ποῖον καιρὸν ἐκδεχόμεθα; τί τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦμεν; τί οὐ φροντίζομεν τὰ τῆς ἐξόδου ἡμῶν; τί ἀμελοῦμεν, τί ἀναδυόμεθα; ἕως πότε ἀθύμως, ἕως πότε τρυφὴ, ἕως πότε μέθη, ἕως πότε ἡδοναὶ, ἕως πότε ἡδυπάθεια, ἕως πότε ἀπληστία, ἕως πότε ἁρπαγαὶ, ἕως πότε ἀδικία; ἕως πότε ἡ καταδρομὴ τῶν πτωχῶν; ἕως πότε αἱ λεηλασίαι τῶν πενήτων; ἕως πότε πλοῦτος, ἕως πότε χρήματα, ἕως πότε χρυσός; ἕως πότε φιλαργυρία, τῶν ψυχῶν ἡ ἀγχόνη; ἕως πότε φθόνος, ἕως πότε ψεῦδος, ἕως πότε καταλαλιὰ, ἕως πότε λοιδορία, ἕως πότε ἐπιθυμίαι αἰσχραὶ καὶ ἀκόλαστοι; Τί πλανώμεθα; τί ἀναμένομεν; τί ἀκαίρως κοπιῶμεν; τί ἑαυτοὺς χλευάζομεν; τί ἑαυτοὺς κατακόπτομεν μάτην; τί τὰ ἀλλότρια ἐπιτρέχομεν; τί ταρασσόμεθα; τί κοπιῶμεν; τί θησαυρίζομεν πρόσκαιρα; Μετανοήσωμεν τοῦ λοιποῦ, ἐξυπνίσωμεν, γρηγορήσωμεν, παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, ἀποτινάξωμεν τὸν βαθὺν ὕπνον τῆς ἁμαρτίας. ∆εῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεόν· δεῦτε, ἀκούσατε πράγματα καὶ ῥήματα πνευματικὰ καὶ σωτήρια· δεῦτε, μάθετε βουλὴν σώζουσαν καὶ θεάρεστον· δεῦτε, γνῶτε πῶς ἐξομολογησόμεθα τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν· δεῦτε πρὶν λυθῇ τοῦ βίου ἡ πανήγυρις· δεῦτε πρὶν ἀποκλεισθῶσιν αἱ θύραι τῆς ζωῆς, πρὶν ὁ θάνατος ἔλθῃ καὶ εὕρῃ ὑμᾶς ἀνετοίμους· δεῦτε πρὶν ὁ ἥλιος δύνῃ, πρὶν σκοτάσῃ τὸ φῶς· ∆εῦτε, ἀκούσατε, πάντα τὰ ἔθνη, καὶ ἐνωτίσατε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· δεῦτε, Γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης· δεῦτε, εὐγενεῖς καὶ ἔνδοξοι, δοῦλοι καὶ ἐλεύθεροι· δεῦτε πᾶν γένος, καὶ ἡλικία πᾶσα, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, μικροί τε καὶ μεγάλοι, νέοι τε καὶ γέροντες· δεῦτε, ἱερεῖς Κυρίου, καὶ πᾶν τὸ πλήρωμα τῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης· δεῦτε, Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· δεῦτε, βασιλεῖς τῆς γῆς, οἵ τε σοφοὶ καὶ ἰδιῶται· δεῦτε, Προσπέσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. ∆εῦτε, ἀδελφοὶ, καὶ γνῶμεν, ὅτι οὐδὲν ὠφελήσουσιν ἡμᾶς τὰ πέρατα τῆς γῆς. ∆εῦτε, ἴδετε ὅτι γυμνοὶ εἰσήλθομεν, καὶ πάλιν γυμνοὶ μέλλομεν ἀπέρχεσθαι ἐκεῖ. ∆εῦτε, ἐξομολογησώμεθα τῷ Κυρίῳ ἐν δάκρυσι καὶ στεναγμοῖς, ἐν ἐλεημοσύναις, ἐν οἰκτιρμοῖς πενήτων· καὶ αὐτὸς διδάξει ἡμᾶς πῶς σωθῶμεν. Εἴπωμεν καὶ ἡμεῖς πρὸς αὐτόν· Κύριε, ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· δέξαι ἡμῶν τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, δέξαι ἡμῶν τὸν στεναγμὸν καὶ τὰ δάκρυα, δέξαι ἡμῶν τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν, τὸν ὀδυρμὸν καὶ κλαυθμὸν τὸν ἐπὶ θάνατον· δέξαι ἡμᾶς τοὺς ἀθλίους, καὶ αἰσχρῶς βιώσαντας· δέξαι ἡμᾶς, φιλάνθρωπε, τοὺς πολλά σε παροργίσαντας· δέξαι ἡμᾶς, ∆έσποτα, τοὺς ἐν ἀσωτίᾳ καὶ πάσῃ πονηρίᾳ καὶ ἀκαθαρσίᾳ τὸν βίον ὅλον δαπανήσαντας· δέξαι, Κύριε ὁ Θεὸς, τοὺς τῶν σῶν ἐντολῶν παρακούσαντας· δέξαι ἡμᾶς, ∆έσποτα, τοὺς ἀναξίους δούλους σου, καὶ μὴ ἀποδῴης ἡμῖν κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν. Ὁμολογοῦμεν, ∆έσποτα, ὅτι οὐδὲ τοῦ ζῇν ἄξιοι διὰ τὰς ἁμαρτίας ἡμῶν· ὁμολογοῦμεν, Κύριε, οὐδὲ τὸν ἥλιον τοῦτον θεωρεῖν ὑπάρχομεν ἄξιοι, διότι οὐκ ἔστιν ἁμάρτημα, οὐκ εἶδος παντοίου κακοῦ, ὃ οὐκ ἐπράξαμεν οἱ ἄθλιοι· ἀλλὰ δέξαι ἡμᾶς, ∆έσποτα, ὥσπερ τὸν ἄσωτον υἱὸν, δέξαι ὡς τὸν λῃστὴν, δέξαι ὡς τὴν πόρνην καὶ τὸν τελώνην. Κύριε, ἐπίστρεψον ἡμᾶς· Κύριε, συνέτισον ἡμᾶς, καὶ μὴ ὀργισθῇς, ἀλλὰ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν. Κύριε, ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τῶν δούλων σου. Κύριε, σὺ εἶ Θεὸς, καὶ ἡμεῖς σὸς λαός. Ἡμάρτομεν γὰρ, ἠνομήσαμεν, ἠδικήσαμεν, καὶ τὸ πονηρὸν ἐποιήσαμεν, καὶ ἐξημάρτομεν ἐν πᾶσι, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, καὶ διὰ τοῦτο μακράν σου ἀπεπλανήθημεν. Ἀλλ' ἐλέησον, Κύριε, τὰ ἔργα τῶν χειρῶν σου· ἐλέησον, ∆έσποτα, τοὺς τῇ ἀπάτῃ τοῦ ὄφεως ἐκβληθέντας τοῦ παραδείσου· ἐλέησον ἡμᾶς, καὶ ἔνδυσον χιτῶνα εὐφροσύνης, καὶ σωτήριον ἱμάτιον· ἐλέησον ἡμᾶς, οὓς ἐγύμνωσεν ὁ διάβολος τῆς σῆς βοηθείας. Εὔσπλαγχνε, ἐλέησον τοὺς σὲ καταλιπόντας, καὶ ἐκείνῳ δουλεύσαντας· ἐλέησον τοὺς πεπλανημένους, ἐλέησον τοὺς τὰς σὰς παραγγελίας μὴ φυλάξαντας, καὶ ταῖς δαιμόνων κακουργίαις καθυπουργήσαντας· ἐλέησον τοὺς ἐν ἁμαρτίαις μολυνθέντας, ἐλέησον τοὺς τυραννουμένους ὑπὸ τοῦ διαβόλου, ἐλέησον τοὺς ῥερυπωμένους ἐν ἀσωτίᾳ· ἐλέησον ἐλεῆμον, ἐλέησον ἀγαθὲ, ἐλέησον μακρόθυμε, ὅτι πᾶν κακὸν καὶ πᾶσαν ἀκαθαρσίαν καὶ πλεονεξίαν καὶ ἀδικίαν αἱ χεῖρες ἡμῶν ἐποίησαν. Ἐμιάναμεν γὰρ τὴν ψυχὴν, ἣν κατ' εἰκόνα σου ἐποίησας· ἐμιάναμεν τὸ σῶμα, ἐμιάναμεν αἴσθησιν. Ἡ γλῶσσα ἡμῶν μάχαιρα ὀξεῖα ἐγένετο κατὰ τοῦ πλησίον, οἱ ὀφθαλμοὶ ἡμῶν πῦρ βλέπουσιν, αἱ χεῖρες ἡμῶν αἵματος πλήρεις, οἱ πόδες ἡμῶν ὀξέως εἰς τὸ κακὸν τοῦ ποιῆσαί τινα. Τὸ στόμα ἡμῶν μεμίασται ταῖς λοιδορίαις· καὶ ἁπλῶς εἰπεῖν, ἐμιάναμεν τὴν γῆν καὶ τὸν ἀέρα· αἱ γὰρ ἀδικίαι ἡμῶν ἕως τοῦ οὐρανοῦ ἤγγισαν, αἱ ἁρπαγαὶ ἡμῶν ὑπὲρ τὰ ὄρη ὑψώθησαν, αἱ πλεονεξίαι ὑπὲρ τὰς νεφέλας ἐπήρθησαν, αἱ κακίαι ἡμῶν ἕως τοῦ οὐρανοῦ ἔφθασαν, αἱ 60.701 ἁμαρτίαι ἡμῶν ἀσυγχώρητοι, τὰ σφάλματα ἡμῶν παραμυθίαν οὐκ ἔχει, ἡ ἀποτυχία ἡμῶν ἀπαρηγόρητος, καὶ ἰδοὺ ἡ γῆ τὰ κακὰ ἡμῶν βαστάζειν οὐ δύναται· καὶ διὰ τοῦτο, ∆έσποτα, τοῦ σοῦ ἐλέους χρῄζομεν. Γινώσκεις τὴν ἀσθένειαν τῆς φύσεως ἡμῶν· ἐλέησον, Κύριε, τῶν χειρῶν σου τὸ ποίημα. Τὴν σὴν γὰρ εὐσπλαγχνίαν ἐπικαλούμεθα· τῆς σῆς βοηθείας μὴ ὑστερήσῃς ἡμᾶς· τὸ σὸν ἔλεος ἐξαπόστειλον ἡμῖν τοῖς ἀναξίοις· τὴν σὴν ἀντίληψιν δώρησαι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. Ταῦτα, ἀδελφοί μου, λέγοντες καὶ ποιοῦντες, φύγωμεν πᾶσαν κακίαν καὶ πᾶσαν ἀκαθαρσίαν, φύγωμεν πᾶσαν ἀδικίαν καὶ πλεονεξίαν, φύγωμεν κενοδοξίαν, μέθην καὶ πᾶσαν ἀπληστίαν, φύγωμεν γαστριμαργίαν τὴν γεννήτριαν πάντων τῶν κακῶν, φύγωμεν φιλαργυρίαν τὴν ἀρχὴν καὶ ῥίζαν πάσης ἁμαρτίας, φύγωμεν μισαδελφίαν καὶ ἀσπλαγχνίαν, φύγωμεν καταλαλιὰν καὶ λοιδορίαν· φύγωμεν πορνείαν, μοιχείαν, καὶ πᾶσαν βλασφημίαν· φύγωμεν κλεψίαν, ἁρπαγήν· φύγωμεν φιλοδοξίαν καὶ προσωποληψίαν καὶ ἔριν καὶ ζῆλον καὶ τὴν λοιπὴν ἀπάτην τοῦ ματαίου βίου τούτου· ἵνα μὴ ἔλθῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ εὑρήσῃ ἡμᾶς ῥᾳθυμοῦντας, καὶ διχοτομήσῃ ἡμᾶς, καὶ ἀποφαίνηται καθ' ἡμῶν λέγων· ∆ήσαντες αὐτῶν χεῖρας καὶ πόδας, ἄρατε αὐτοὺς, καὶ ἐμβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ὢ πόσα μέλλομεν τότε κλαίειν, ἀδελφοὶ, καὶ ὀδύρεσθαι καὶ θρηνεῖν καὶ ἑαυτοὺς κατακόπτειν, μηδὲν ὠφελοῦντες λοιπόν; Οὐαὶ ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ἐὰν οὕτως εὑρεθῶμεν ἀμετανόητοι· καλὸν ἦν ἡμῖν μὴ γεννηθῆναι, ἐὰν οὕτω μέλλωμεν εὑρίσκεσθαι. Κλαύσωμεν πικρὸν λοιπὸν, ὦ ἀδελφοὶ, ἵνα μὴ ἐκεῖ ἀθάνατα τιμωρηθῶμεν· ἐλεήσωμεν, ἵνα ἐλεηθῶμεν, ἵνα συγχωρηθῶμεν· σκορπίσωμεν ἡμεῖς αὐτοὶ χρήματα, ἵνα μὴ ἄλλοι μετὰ τὴν τελευτὴν ἡμῶν τὸν κόπον ἐσθίοντες καὶ πίνοντες καὶ σπαταλῶντες, ψάλλωσι λέγοντες· Θησαυρίζει ὁ πλούσιος, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· καὶ πάλιν, Ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ. Τί γὰρ ὄφελος, ἀδελφοὶ, ὅταν ἡμεῖς κοπιῶμεν, καὶ ἄλλοι τὸν κόπον ἡμῶν ἀπολαύωσι; Προπέμψωμεν ἐκεῖ, ἵνα εὕρωμεν. Ὃ γὰρ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει. Μηδεὶς προφασιζέσθω, ὅτι Γυναῖκα ἔχω καὶ τέκνα, καὶ οὐ δύναμαι δι' αὐτὰ σκορπίσαι τὰ χρήματα, ἵνα μὴ ἀποθνήσκων πτωχοὺς αὐτοὺς καταλίπω.

βʹ. Μὴ, ἀδελφοὶ, μὴ, παρακαλῶ πάντας ὑμᾶς, μὴ τοῦτο μεριμνῶμεν. Ἔστι γὰρ Θεὸς ἐν οὐρανῷ ὁ οἰκτίρμων; ὁ μεριμνῶν καὶ διοικῶν τὴν γυναῖκα καὶ τὰ τέκνα, ὁ καὶ ποιήσας αὐτούς· μόνον ἡμεῖς ἑαυτοὺς μεριμνήσωμεν, ἑαυτοὺς κλαύσωμεν, ἑαυτοὺς εὐτρεπίσωμεν, ἑαυτοὺς πρὸς τὰ ἐκεῖ κριτήρια καὶ δικαστήρια προασφαλισώμεθα. Ἐν γὰρ τῇ ὥρᾳ ἐκείνῃ οὔτε τέκνα οὔτε γυνὴ, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφὸς, οὐ συγγενὴς, ἀλλ' οὐδὲ αὐτὸς ὁ Ἀβραὰμ, ἢ Νῶε, ἢ ∆ανιὴλ, ἢ Πέτρος, ἢ Παῦλος δυνήσονται λυτρώσασθαι ἡμᾶς ἐκ τῶν ἀκαταλήπτων ἐκείνων βασάνων, εἰ μὴ τὰ ἔργα ἡμῶν. Ἐξ οὐρανοῦ ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἔρχεται ὁ ἐτάζων καρδίας καὶ νεφρούς· ἔρχεται, καὶ τίς λοιπὸν ἐκφύγῃ τὰς χεῖρας αὐτοῦ; ἔρχεται καθήμενος ἐπὶ θρόνου Χερουβὶμ, καὶ ἐπιβλέπων ἀβύσσους· ἔρχεται ὁ Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυριευόντων· ἔρχεται ὁ Ἄρχων τῶν ἀρχόντων, καὶ Κριτὴς τῶν κριτῶν· ἔρχεται ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ ∆ικαστὴς τῶν δικαστῶν· ἔρχεται ὁ δημοσιεύων καὶ ἐλέγχων πᾶν φαῦλον καὶ ἀποκεκρυμμένον μυστήριον· ἔρχεται ὁ φανερῶς ποιῶν καὶ ἀποκαλύπτων τὰ ἐσφαλμένα τῶν κρυφίων· ἔρχεται ὁ τὰ ἐνθυμήματα καὶ τὰς πράξεις καὶ τὰ ῥήματα καὶ πᾶν ἐννοήμα ἐπὶ πάντων θριαμβεύων· ἔρχεται ὁ ἀληθὴς καὶ ἀκοίμητος ὀφθαλμὸς, ὁ ἀπροσωπόληπτος δικαστὴς, ὁ ἀδωροδόκητος ἐξεταστὴς, ὁ πᾶσαν ῥυπαρὰν πρᾶξιν καὶ αἰσχρὰν ἡδονὴν καταφλέγων, καὶ εἰς γέενναν παραπέμπων· ἔρχεται ὁ ἀγαπῶν εἰρήνην, καὶ μισῶν πᾶν πονηρὸν ῥῆμα, καὶ πᾶν ἅρπαγμα, καὶ ἁμαρτίαν πᾶσαν, καὶ τοὺς ποιοῦντας τὰ σκάνδαλα αἰωνίως τιμωρούμενος· ἔρχεται, οὗ ἀπὸ προσώπου αὐτοῦ ἡ γῆ φεύγει, ἡ θάλασσα ξηραίνεται· ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, τὰ ἄστρα πίπτουσιν, ὁ ἀὴρ κλονεῖται, ὁ ἥλιος σκοτίζεται, ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, τὰ Χερουβὶμ τρέμει, τὰ Σεραφὶμ ἐξίστανται, ἄγγελοι φρίττουσιν, ἀρχάγγελοι τρέμουσι, τὰ ἄνω, τὰ κάτω δονεῖται, τὰ πάντα σείεται· 60.702 ἔρχεται ὁ μὴ λαμβάνων πρόσωπον ἀνθρώπου, καὶ μὴ ἐλεῶν πτωχὸν ἐν κρίσει· ἔρχεται ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὁ ἐλέγχων καὶ στηλιτεύων πάσης πνοῆς τὰ βουλεύματα καὶ τὰ κινήματα· ἔρχεται ὁ ἐλεῶν τοὺς ἐλεήμονας, καὶ κατακρίνων τοὺς ἀσπλάγχνους, Ὁ φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἔρχεται ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· ἔρχεται οὗ ὁ θρόνος φλὸξ πυρὸς, καὶ οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ἔρχεται τοὺς μὲν δικαίους σῶσαι καὶ δοξάσαι, τοὺς δὲ ἁμαρτωλοὺς τιμωρήσασθαι· ἔρχεται μακαρίσαι τοὺς διψῶντας, τοὺς δὲ ἐμπεπλησμένους ταλανίσαι· ἔρχεται τιμῆσαι τοὺς ἀγωνιζομένους καὶ ἀγρυπνοῦντας ἐν προσευχαῖς καὶ ψαλμῳδίαις, ἐν εὐχαριστίᾳ καὶ δεήσει καὶ ὑπομονῇ· τοὺς δὲ ῥᾳθύμους καὶ ἀμελεῖς εἰς βασάνους καὶ τιμωρίας παραπέμψει· ἔρχεται πρὸς μὲν τοὺς ἁμαρτωλοὺς φοβερὸς καὶ σκληρὸς, καὶ μετὰ πολλῆς ἀπειλῆς κολάσει· πρὸς δὲ τοὺς δικαίους πρᾶος καὶ ἱλαρὸς καὶ ἥμερος· καὶ τί φησι πρὸς αὐτούς; ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· οὐχ ὅτι πλοῦτον πολὺν ἐκτήσασθε ἐπὶ τῆς γῆς, οὐδ' ὅτι πολλοὺς δούλους καὶ δούλας ἐσχήκατε, οὐδ' ὅτι εὐγενεῖς καὶ ἔνδοξοι ἐγίνεσθε· οὐχ ὅτι πολλοὺς ἀγροὺς καὶ ἀμπελῶνας ἐκληρονομήσατε, οὐχ ὅτι ἀποθήκας καὶ λαμπρὰς οἰκίας ᾠκοδομήσατε, οὐχ ὅτι πολλὰ ζεύγη βοῶν καὶ ἀγέλας προβάτων εὐπορήσασθε, οὐδ' ὅτι τραπέζης πλουσίας καὶ ἀφθόνου ἀπηλαύσατε, οὐδ' ὅτι ἱμάτια λαμπρὰ ἐνεδύσασθε, οὐδ' ὅτι μύροις καὶ ἀρώμασιν ἠλείφεσθε, οὐδ' ὅτι πολλὰ παρὰ πάντων ἐτιμήθητε· οὐχ ὅτι ἐδοξάσθητε καὶ ὑψώθητε καὶ ἐμεγαλύνθητε, οὐδ' ὅτι ἐνηστεύσατε ἢ ἠγρυπνήσατε· οὐδ' ὅτι παρθενίαν ἐφυλάξατε, ἢ ὅτι ἐκακοπαθήσατε· ἀλλ' Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· εἴδετέ με ξένον, καὶ εἰς τοὺς οἴκους ὑμῶν συνηγάγετέ με, καὶ μεγάλως με παρεμυθήσασθε· ἑωράκατέ με γυμνὸν, καὶ ἐνεδύσασθε· ἐθεάσασθέ με ἐν ἀσθενείᾳ κατακείμενον, καὶ ἐπεσκέψασθέ με, καὶ πολλῆς θεραπείας ἠξιώσατε· εἴδετέ με ἐν φυλακῇ, καὶ μετὰ πολλῆς προθυμίας ἤλθετε πρός με. Καὶ λέγουσιν αὐτῷ οἱ δίκαιοι· Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτίσαμεν; ἢ ξένον, καὶ συνηγάγομεν; ἢ γυμνὸν, καὶ περιεβάλομεν; ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ διηκονήσαμέν σοι; Ὁ δὲ Κριτὴς πρὸς αὐτούς φησιν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, τῶν πτωχῶν, τῶν ἀπεῤῥιμμένων, τῶν ξένων, τῶν ταπεινῶν, τῶν ἐξουθενημένων, τῶν λελωβημένων, τῶν ἐν περιστάσει, τῶν ἐν ἀνάγκῃ, τῶν ἐν θλίψει, τῶν ἐν λιμῷ, τῶν ἐν δίψει, τῶν τετραυματισμένων, τῶν καταπονουμένων, τῶν ἀσθενούντων, τῶν κακουχουμένων· ἐφ' ὅσον ἐποιήσατε ἐκ πάντων τούτων ἑνὶ, ἐμοὶ ἐποιήσατε, τὰ ἐμὰ μέλη ἐθερμάνατε, ἐμοὶ διηκονήσατε, τὴν ἐμὴν ψυχὴν ἀνεπαύσατε· διὰ τοῦτο, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ∆εῦτε ἐν πρώτοις, οἱ τὴν πίστιν ἄσπιλον καὶ ἀμόλυντον φυλάξαντες· δεῦτε, οἱ δι' ἐμὲ πτωχεύσαντες τὴν πνευματικὴν πτωχείαν· δεῦτε, οἱ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς μετὰ τῶν θηρίων διὰ τὸ ὄνομά μου οἰκήσαντες· δεῦτε, οἱ πενθοῦντες καὶ τεθλιμμένοι· δεῦτε, οἱ δι' ἐμὲ πεινάσαντες καὶ διψήσαντες· δεῦτε, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· δεῦτε, οἱ ὀνειδισθέντες καὶ μισηθέντες διὰ τὸ ὄνομά μου· δεῦτε, οἱ καθαροὶ τῇ καρδίᾳ· δεῦτε, οἱ ἐλεήμονες· δεῦτε, οἱ εὐμετάδοτοι· δεῦτε, οἱ εὔσπλαγχνοι· δεῦτε, οἱ ὀρφανοτρόφοι· δεῦτε, οἱ ξενοδόχοι· δεῦτε, οἱ τῶν χηρῶν προστάται· δεῦτε, οἱ τῶν ἀδυνάτων ἀντιλήπτορες· δεῦτε, οἱ τῶν ἀσθενούντων παραμυθήτορες· δεῦτε, οἱ τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι· δεῦτε, οἱ τῶν χρεωστούντων πληρωταί· δεῦτε, οἱ τὰς ψυχὰς τῶν πεινώντων καὶ διψώντων διὰ τὸ ὄνομά μου ἐμπλήσαντες· δεῦτε, οἱ τῶν ἀδίκως καταδουλωθέντων καὶ κινδυνευόντων προστάται θερμότατοι· δεῦτε, οἱ τῶν ἐν ἐξορίᾳ καὶ πικραῖς δουλείαις εὔσπλαγχνοι ἐλευθερωταί· δεῦτε, οἱ τὸν ἤρεμον καὶ ἡσύχιον βίον δι' ἐμὲ πολιτευσάμενοι· δεῦτε, οἱ παρθενίᾳ καὶ ἀσκήσει καὶ σεμνῇ πολιτείᾳ ἕως θανάτου ἀγωνισάμενοι, δεῦτε, οἱ ἐν σωφροσύνῃ καὶ ἁγνείᾳ τὸ σῶμα καὶ τὴν ψυχὴν ἄσπιλον καὶ ἀμίαντον διατηρήσαντες· δεῦτε, οἱ ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ ψαλμῳδίαις ὅλον ἑαυτῶν τὸν βίον τελέσαντες· δεῦτε, οἱ καθ' ἑκάστην νύκτα καὶ 60.703 ἡμέραν τῆς ἐκκλησίας μὴ ἀφιστάμενοι· δεῦτε, οἱ τὰ θυσιαστήριά μου κοσμοῦντες καὶ ἐπιμελούμενοι· δεῦτε, οἱ καταφρονήσαντες τῶν ἐπιγείων, ἀπολάβετε τὰ οὐράνια· δεῦτε, οἱ καταλείψαντες δι' ἐμὲ πατέρας καὶ μητέρας, υἱοὺς καὶ θυγατέρας, οἰκίας καὶ ἀγροὺς καὶ συγγενεῖς, ἀπολάβετε τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἐπουρανίου· δεῦτε καὶ θεάσασθε τὴν δόξαν τὴν ἐμὴν, καὶ χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· δεῦτε, καὶ ἴδετε οἵου ∆εσπότου ὑπηρέται τυγχάνετε, καὶ χαίρετε καὶ σκιρτήσατε, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Εἰσέλθετε εἰς τὴν χαρὰν τοῦ Κυρίου ὑμῶν, ἀπολάβετε τὰ ἀγαθὰ ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· εἰσέλθετε εἰς τὰ ταμιεῖα τοῦ Πατρός μου, ὅπου ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι· δέξασθε τὰ βραβεῖα καὶ τοὺς στεφάνους καὶ τὰ ἔπαθλα τῶν ἀγώνων ὑμῶν. Ἐβαστάσατε τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας· ἀπολάβετε τὴν βασιλείαν τῶν οὐρανῶν· ὑπεμείνατε πεῖναν καὶ δίψαν, χαμαικοιτίαν καὶ ξηροφαγίαν· ἀπολαύσατε οὖν δόξης ἀνεικάστου, καὶ χαρᾶς ἀνεκλαλήτου, ἢν προητοίμασα ὑμῖν τοῖς φίλοις· ἀναπαύσασθε λοιπὸν εἰς τὰς αὐλὰς τοῦ παραδείσου, εἰς τὰς μονὰς τὰς φωτοειδεῖς, εἰς τρυφὴν καὶ χαρμονὴν τέλος οὐκ ἔχουσαν, εἰς σκηνώματα λαμπρὰ καὶ δεδοξασμένα. Εἰσέλθετε εἰς τόπους φωτεινοὺς, καὶ ἀναπαύεσθε ἐκ τῶν κόπων ὑμῶν, ὧν δι' ἐμὲ ὑπεμείνατε. Ἀναπαύεσθε μετὰ τῶν ἁγίων μου ἀγγέλων, μετὰ ἀποστόλων, μετὰ προφητῶν καὶ τῶν ἀπ' αἰῶνός μοι εὐαρεστησάντων ἁγίων· εἰσέλθετε εἰς τὸ ἐμὸν παλάτιον, ὅπου οὐκ ἔστι πόνος, λύπη, καὶ στεναγμὸς οὐδὲ δάκρυον, ἀλλὰ αἰώνιος ζωὴ καὶ ἀτελεύτητος. Τοιαύτας δωρεὰς χαρίζομαι ἐγὼ τοῖς τὸν ἐμὸν λόγον τηρήσασιν· οὕτως ἐγὼ τιμῶ τοὺς ἐμὲ τιμήσαντας, οὕτως ἐγὼ δοξάζω τοὺς ἐμὲ δοξάζοντας, οὕτως ἐγὼ ἀναπαύω τοὺς τὰ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους, ἀναπαύοντας· οὕτως ἐγὼ μακαρίζω τοὺς τῶν Ἐκκλησιῶν μου ἐπιμελοῦντας, οὕτως ἐγὼ ἀποδίδωμι πλουσίως καὶ ἀφθόνως καὶ ἑκατονταπλασίως, τὴν αἰώνιον ζωήν. Ἐδώκατέ μοι κλάσμα ἄρτου, λάβετε βασιλείαν οὐράνιον· ἐδώκατέ μοι ἀργύριον, λάβετε τὸν παράδεισον τῆς τρυφῆς· ἐδώκατέ μοι ἱμάτιον παλαιὸν, ἐνδύω ὑμᾶς τὸ ἄδυτον φῶς· ἐδώκατέ μοι ποτήριον ὕδατος, ἀπολάβετε τὸ ὕδωρ τὸ ζῶν τῆς ἀναπαύσεως· εἰσηγάγετέ με ἐν τῇ σκέπῃ· ἰδοὺ χαρίζομαι ὑμῖν τὸ εἶναι μετὰ τῶν ἁγίων ἀγγέλων· ἐδώκατέ μοι φθαρτὰ, λάβετε ἄφθαρτα· ἐδώκατέ μοι πρόσκαιρα, λάβετε αἰώνια· ἠξιώσατέ με τῆς τραπέζης ὑμῶν, λάβετε τρυφὴν αἰώνιον· ἐῤῥύσασθέ με ἀπὸ δεσμωτηρίου, ἐπεσκέψασθέ με ἀσθενοῦντα, ἐλύσατέ μου τὸν λιμὸν καὶ τὴν δίψαν, ἐνίψατέ μου τοὺς πόδας, ἐθερμάνατέ με ῥιγοῦντα· ἰδοὺ χαρίζομαι ὑμῖν τὸν κόλπον τοῦ Ἀβραάμ. Ἔλαβον πηλὸν, δίδωμι μαργαρίτας· ἔλαβον χόρτον, δίδωμι χρυσόν. Πάντα γὰρ τὰ ὑμέτερα, οἷά εἰσι, πρὸς τὰς ἐμὰς δωρεὰς χόρτος εἰσὶ καὶ πηλός· τὰ γὰρ ὑμέτερα ἐπίγεια, τὰ δὲ ἐμὰ ἐπουράνια· τὰ ὑμέτερα πάντα μαραινόμενα, τὰ δὲ ἐμὰ φῶς, ζωὴ καὶ χαρὰ καὶ ἀνάπαυσις. Οἶδα ἐγὼ ὅσα μοι ἐποιήσατε, γινώσκω ἐγὼ ὅσα ἐκ τοῦ στόματος ὑμῶν ἀπεκόψατε, καὶ τὴν ἐμὴν ψυχὴν ἐνεπλήσατε· ἐπίσταμαι, καὶ οὐκ ἐπελαθόμην ὅσα με ἐξενοδοχήσατε· καὶ διὰ ταῦτα πάντα, ὅσα ἐν οὐρανῷ καὶ ὅσα ἐπὶ τῆς γῆς ὑπάρχει ἀγαθὰ, ὑμῖν χαρίζομαι τοῖς φίλοις μου εἰς αἰῶνα αἰῶνος.

γʹ. Εἴδετε, ἀδελφοὶ, τῆς ἐλεημοσύνης τὸ κέρδος, ἔγνωτε αὐτῆς τὴν ἰσχὺν, ἐμάθετε αὐτῆς τὴν δύναμιν, κατενοήσατε αὐτῆς τὴν ὠφέλειαν. Εἶτα, φησὶν, ὁ Κύριος πρὸς τοὺς εὐωνύμους λέγει, πρὸς τοὺς ἀνηλεεῖς, πρὸς τοὺς αἰσχρῶς τὸν βίον δαπανῶντας· Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με, καὶ τὰ ἑξῆς. Πόσα ἦλθον εἰς τὴν θύραν ὑμῶν ζητῶν ἐντολὴν, καὶ ἄπρακτόν με ἀπεστρέψατε; πόσα ἦλθον εἰς τοὺς οἴκους ὑμῶν, καὶ εἶδον τράπεζαν παντοίων ἀγαθῶν μεστὴν, καὶ πόρνας τρέφουσαν καὶ ὀρχηστὰς καὶ κόλακας, καὶ ἐμὲ κἂν κλάσματος ἄρτου οὐκ ἠξιώσατε; Μὴ γὰρ τὰ ὑμέτερα ἐζήτουν; Καὶ ἐκ τῶν ἐμῶν οὐκ ἐδώκατέ μοι φαγεῖν. Πόσα ἦλθον εἰς τοὺς οἴκους ὑμῶν χειμῶνος σφοδροῦ ἐπικειμένου, γυμνὸς καὶ ἀνυπόδετος, μηδὲ λαλῆσαι δυνάμενος ἀπὸ τῆς βίας καὶ τῆς ἀνάγκης· ὑμεῖς δὲ ἐπιτάξαντες, ἐξουθενήσαντες, ἔξωθέν με ἐγκατελίπετε, καὶ οὐδὲ κἂν ὡς ἕνα τῶν κυναρίων ἐλογίσασθε; Καὶ διὰ τοῦτο πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἐξώτερον, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, 60.704 καὶ βρυγμὸς ὀδόντων· ὅτι οὐ μόνον ὑμεῖς με οὐκ ἠλεήσατε, ἀλλὰ καὶ τοὺς θέλοντάς με πολλάκις ἐλεεῖν ἐκωλύετε, καὶ ἐπείθετε λέγοντες, ὅτι Κλέπται εἰσὶν οἱ πτωχοί· τί ἐλεεῖτε αὐτούς; Τοὺς κύνας ἐτρέφετε, τοὺς ἵππους ἐθεραπεύετε, τῶν κτηνῶν ἐπεμελεῖσθε καὶ ἐπεβλέπετε ὄνους, καὶ χοίρους καὶ πρόβατα ἐμεριμνᾶτε· τὰ δὲ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους, οὐδέποτε ἠλεήσατε· οὕτως οὐδὲ ὑμεῖς ἐλεηθήσεσθε. Οὐκ οἴδατε, ἄθλιοι, ὅτι διὰ τῶν πτωχῶν ἔχει πᾶς ἄνθρωπος τὴν σωτηρίαν; οὐκ ἀνέγνωτε, ὅτι ἀδελφούς μου αὐτοὺς ἐπεκάλεσα; οὐκ ἠκούσατε τῆς Γραφῆς λεγούσης, ὅτι Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ; οὐκ ἐμάθετε, ὅτι Κρίσις ἀνίλεώς ἐστι τοῖς μὴ πράξασιν ἔλεος; Ὢ πόσα ἐβόων οἱ πένητες, οἱ ἀδελφοί μου, ὀδυρόμενοι, κλαίοντες καὶ θρηνοῦντες; ποῖον ῥῆμα οὐκ ἐπιβοώμενοι εἰς τὸ ἐπικάμψαι ὑμῶν τὴν ἀμείλικτον καρδίαν, Ἐλεεῖτε, βοηθεῖτε, λέγοντες, δότε οἱ ἀγαθοποιοὶ, δότε οἱ ἐλεήμονες, δότε οἱ φίλοι τοῦ Θεοῦ, δότε οἱ εὔσπλαγχνοι, καὶ ἄλλα μυρία ῥήματα καὶ σχήματα ἐπιτηδευόμενοι τὰ δυνάμενα καὶ λίθους μαλάξαι, καὶ ἀγρίων θηρίων τὴν ἡμερότητα ποιῆσαι· ὑμεῖς δὲ ἐσκληρύνατε τὰ σπλάγχνα ὑμῶν, καὶ οὐ μόνον οὐκ ἐλεεῖτε καὶ παραμυθεῖσθε, ἀλλὰ καὶ μᾶλλον κατεδιώκετε ἀπὸ τόπου εἰς τόπον, ὥστε πολλοὺς ἀποθνήσκειν ἀπὸ τοῦ λιμοῦ καὶ τοῦ ψύχους; Ὢ πόσους ὀρφανοὺς ἠδικήσατε, πόσας χήρας ἐπλεονεκτήσατε, πόσους ἀδυνάτους ἐθλίψατε, πόσους καταπονουμένους γυμνοὺς καὶ αἰχμαλώτους κατεστήσατε; ὢ πόσων μισθίων μισθοὺς ἐκρατήσατε, ὑπὲρ ὧν καὶ αἰωνίως τιμωρηθήσεσθε; Οὐκ ἐμάθετε ἐκ τῶν πέντε μωρῶν παρθένων, ὅτι πᾶσα ἀρετὴ χωρὶς ἐλεημοσύνης οὐδὲν ὠφελεῖ; Κἂν παρθενίαν εἴπῃς, κἂν νηστείαν, κἂν προσευχὴν, κἂν ἀγρυπνίαν, ξηροφαγίαν τε πεῖνάν τε καὶ δίψαν, κἂν ὁτιοῦν εἴπῃς χωρὶς ἐλεημοσύνης, οὐδέν ἐστι. Λοιπὸν τί εἴπω πρὸς τὴν ἀπάνθρωπον ὑμῶν προαίρεσιν; ∆ιὰ τοῦτο Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον. Εἰς γὰρ τὸ ἐμὸν παλάτιον ἀνελεήμων οὐκ εἰσέρχεται, εἰς τὰς οὐρανίους μονὰς ἄσπλαγχνος οὐκ ἀξιοῦται· εἰς τὸν ἐμὸν παράδεισον πονηρὸς ἢ βλάσφημος ἢ πανοῦργος οὐκ ἔρχεται· εἰς τὴν ἐμὴν παστάδα πόρνος ἢ μοιχὸς ἢ ἀρσενοκοίτης οὐ καταξιωθήσεται· εἰς τὴν ἐμὴν τράπεζαν σκληρὸς ἢ ἀμετάδοτος οὐκ ἀνακλιθήσεται· εἰς τὰς ἄνω μονὰς ἅρπαξ ἢ πλεονέκτης οὐ μὴ περιπατήσει· εἰς τὰ ἐμὰ βασίλεια κλέπτης ἢ λοίδορος οὐ μὴ προσεγγίσει· εἰς τὸ ἄνω θυσιαστήριον ψεύστης ἢ κατάλαλος ἢ μέθυσος οὐκ εἰσελεύσεται· εἰς τὸν ἐμὸν οἶκον φιλάργυρος ἢ ἀποστερητὴς οὐκ ἀναπαύσεται· εἰς τὸ οὐράνιον καταπέτασμα ἀκάθαρτος ἢ ἀσελγὴς ἢ βέβηλος οὐ διέρχεται· εἰς αἰωνίαν ἀνάπαυσιν ῥᾴθυμος ἢ ὑπνώδης ἢ ἀνδροφόνος οὐ διελεύσεται· εἰς τὸ ἐμὸν δεῖπνον ὀργίλος ἢ γογγυστὴς ἢ μνησίκακος οὐ μὴ προσψαύσει· εἰς τὸν ἐμὸν νυμφῶνα φλύαρος ἢ μυθολόγος ἢ γελωτοποιὸς οὐδὲ ὅλως αὐλισθήσεται· εἰς αἰώνια σκηνώματα ἀναίσχυντος ἢ φθονερὸς κληρονομίαν οὐκ ἔχει. Μηδεὶς πλανάσθω· οὐδεὶς ἄδικος ἤ τις τῶν τοιούτων εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὐ καταξιωθήσεται· ἀλλ' ἐκεῖνοι μόνον εἰσελεύσονται, οἱ εὐμετάδοτοι, οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πενθοῦντες, οἱ πραεῖς, οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ οἱ εἰρηνοποιοί· οἱ τοιοῦτοι εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ χαρήσονται καὶ ἀγαλλιάσονται, ὅτι ὁ μισθὸς αὐτῶν πολὺς ἐν τῷ οὐρανῷ. Ὑμεῖς δὲ, οἱ ἀπάνθρωποι καὶ ἀνελεήμονες, πορεύεσθε εἰς τὸ πῦρ τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ὥσπερ γὰρ οὐκ ἠλεήσατε, οὕτω δὴ ὑμεῖς οὐκ ἐλεηθήσεσθε. Λοιπὸν ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργάται τῆς ἀνομίας· ὑπάγετε εἰς τὸ σκότος τὸ αἰώνιον, οἱ κατηραμένοι καὶ μεμισημένοι, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, καὶ τὸ πῦρ οὐ σβέννυται· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Ταῦτα τοίνυν μαθόντες, ἀδελφοὶ, δεῦτε, καὶ ἐπιστρέψωμεν ἐκ τῆς ὁδοῦ ἡμῶν τῆς πονηρᾶς· μετανοήσωμεν, στενάξωμεν, τύψωμεν τὸ στῆθος, γρηγορήσωμεν οἱ νυστάζοντες, ἐξυπνίσωμεν, δακρύσωμεν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν· καὶ εἴ τινός τι ἐσυκοφαντήσαμεν ἢ ἡρπάσαμεν, ἀποδῶμεν, ἵνα μὴ κατακριθῶμεν· ἐλεήσωμεν, ἵνα εὕρωμεν ἔλεος. Καὶ εἴ τι ἔχομεν κατά τινος ἢ πένητος ἢ πλουσίου, πάντα συγχωρήσωμεν ἀπ' αὐτῆς τῆς καρδίας ἡμῶν, ὡς ὁ Χριστὸς ἐκέλευσε, μή πως κατακριθῶμεν καὶ καταδικασθῶμεν καὶ ἡμεῖς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καθὼς ἐκεῖνοι οἱ ἀνελεήμονες καὶ μισ άνθρωποι. Γενώμεθα εἰς ἀλλήλους εὔσπλαγχνοι, φιλάνθρωποι, ἥμεροι, φιλάγαθοι, ἐπιεικεῖς, μακρόθυμοι, ἀλλήλοις βοηθοῦντες, ἀλλήλους ὑπομένοντες, ἀλλήλοις συγχωροῦντες, ἀλλήλους διορθούμενοι, ἀλλήλους νουθετοῦντες, ἀλλήλων τὰ βάρη βαστάζοντες· ἵνα καὶ τῶν προειρημένων κολάσεων τὴν πεῖραν διαφύγωμεν, καὶ τὸν παρόντα 60.706 βίον ἐν ἀφέσει ἁμαρτιῶν διανύσαντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ μετανοίας. Λόγος γʹ.

∆ιαγράψωμεν, ἀγαπητοὶ, τὰ τῆς μετανοίας φάρμακα, ἵνα τῷ τῆς σωτηρίας λιμένι προσδράμωμεν. Ἐτρώθημεν τῇ ἁμαρτίᾳ· ἰαθῶμεν τῇ μετανοίᾳ· διὰ τῆς ἁμαρτίας ὁ διάβολος ἔτρωσε· διὰ τῆς μετανοίας ὁ Χριστὸς ἐθεράπευσεν· ἐκεῖνος διὰ τῆς ἁμαρτίας τὰς ῥίζας κατεβάλετο· ὁ Κύριος πρόῤῥιζον τὴν ἁμαρτίαν τῇ ἀξίνῃ τῆς μετανοίας ἐξέτεμεν. Ἰδοὺ γὰρ, φησὶν, ἡ ἀξίνη ἐπὶ πᾶν δένδρον κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ὁ διάβολος τὴν ἁμαρτίαν ὡς ζιζάνιον ἔσπειρε· ὁ Χριστὸς τῇ δρεπάνῃ τῆς μετανοίας τὴν ζιζανιώδη ἁμαρτίαν ἀπέκειρε. Κακὸν πάθος ἡ ἁμαρτία, ἀλλὰ καλὸν πρᾶγμα ἡ μετάνοια. Φύγωμεν τοίνυν τὴν φοβερὰν, καὶ στέρξωμεν τὴν ποθεινήν. ∆ι' ἁμαρτίας ὁ διάβολος εἰς τὴν γέενναν ὁδηγεῖ· διὰ μετανοίας ὁ Χριστὸς εἰς τὴν βασιλείαν χειραγωγεῖ. Ἥμαρτες; Ἡσύχασον· οὐ γὰρ τὸ ἁμαρτεῖν τοσοῦτον δεινὸν, ἀλλὰ τὸ ἐμμεῖναι τῇ ἁμαρτίᾳ κακόν· τὸ μὲν γὰρ ἀπολογίαν ἔχεται, τὸ δὲ ἀσύγγνωστον τιμωρίαν ἀποφέρεται.

Ἐπεὶ καὶ ὁ Πέτρος ἀρνησάμενος ἥμαρτε, καὶ Παῦλος διώκων τὸν Χριστὸν παρηνόμησε, καὶ ∆αυῒδ μοιχείαν καὶ φόνον ἐργασάμενος, ἄξια θανάτου ἔπραξεν. Ἀλλ' εἰ καὶ ὡς ἄνθρωποι ἥμαρτον, ἀλλ' ὡς ἅγιοι μετενόησαν· καὶ εἰ ἀπροόπτως τοῖς δικτύοις τῆς ἁμαρτίας περιέπεσαν, ἀλλὰ τὴν λύμην τῆς ἀπιστίας ἐκ τῶν τῆς διανοίας ὀφθαλμῶν ἀφελόμενοι, προσέδραμον τῇ μετανοίᾳ, ἵνα δι' αὐτῆς τὴν ἄφεσιν τῶν πλημμελημάτων ἀπενέγκωνται. ∆εῦτε οὖν, καὶ ἡμεῖς προσδράμωμεν τῇ μετανοίᾳ. Εἰ γὰρ καὶ ἐφόρτισεν ἡμᾶς ὁ διάβολος τῇ ἁμαρτίᾳ, ἀλλὰ κουφίζει ἡμᾶς ὁ Κύριος Ἰησοῦς Χριστὸς, ὁ γεννηθεὶς ἐκ τῆς ἁγίας Παρθένου Μαρίας, τῇ μετανοίᾳ τὸ φορτίον τῆς ἁμαρτίας εἰς ἑαυτὸν ἀναδεχόμενος· Ἴδε γὰρ, φησὶν, ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὁ διάβολος γὰρ τὴν ἁμαρτίαν τοῖς ἀνθρώποις ἐπέθηκεν· ὁ Κύριος τὴν ἁμαρτίαν ἀπὸ τῶν ἀνθρώπων ἀνέλαβεν. Ἐκεῖνος ἔδωκε τὴν ἁμαρτίαν, ἵνα τῆς ἁμαρτίας ἕνεκεν ἀπολέσῃ τὸν ἄνθρωπον· ὁ Κύριος ἔλαβε τὴν ἁμαρτίαν, ἵνα τῆς ἀνθρωπίνης φύσεως ἐλευθερώσῃ τὸ ἀτόπημα. Πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας φοβερὸς ἦν ὁ διάβολος, πρὸ τοῦ σταυροῦ ἀφόρητος ἦν ἡ ἁμαρτία· ὁ δὲ σταυρὸς νῦν ἔθλασε τῆς ἁμαρτίας τὰ κέντρα· φανεὶς ἐπὶ γῆς ὁ Κύριος Ἰησοῦς, ὡς ἀστραπὴν ἐπὶ τὸ τῆς γῆς χωρίον τὸν διάβολον κατέπαυσεν· Εἶδον γὰρ, φησὶ, τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.

Ὁ θάνατος τοῦ Χριστοῦ ἐλυμήνατο τοῦ θανάτου τὴν βασιλείαν. Εἰ γὰρ καὶ Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος· ἀλλ' ὅμως μετὰ τὸν θάνατον τοῦ Κυρίου παίγνιον καὶ νηπίοις γέγονεν ὁ θάνατος. ∆ιὸ πάντες μετὰ τὴν τοῦ Χριστοῦ ἀνάστασιν ἐπικερτομοῦντες τοῦ θανάτου τὸν τῦφον, λέγομεν· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Πρὸ τοῦ σταυροῦ καὶ ἡ τοῦ ὄφεως συμβουλὴ θάνατον ἔπνεε· μετὰ δὲ τὸν σταυρὸν, μετὰ τὰ πάθη τοῦ Χριστοῦ, ἰδοὺ καὶ πρεσβῦται καὶ γυναῖκες, μείρακές τε καὶ ἔφηβοι, ὥσπερ ληνοβάται βοτρύων, οὕτω καὶ αὐτοὶ πατοῦσιν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ταῦτα ἔφην, ἵνα δείξω τῆς ἁμαρτίας τὴν πτῶσιν, καὶ τῆς μετανοίας τὴν δύναμιν. Μὴ ὀξύνῃς οὖν καθ' ἑαυτοῦ τῆς ἁμαρτίας τὸ κέντρον, μὴ ἡ σὴ ῥᾳθυμία ἀκόνη γένηται τῆς ἁμαρτίας. Οὐ κατακρίνῃ ὅτι ἥμαρτες, ἀλλὰ τιμωρῇ ὅτι ἁμαρτήσας οὐ μετενόησας. Ὥσπερ γὰρ τὴν ἀσθένειαν τοῦ σώματός σου γινώσκων ὁ Κύριος, τὴν ἰατρικὴν ἐπιστήμην τοῖς ἀνθρώποις ἐπέτρεψε, καὶ πόας πρὸς τὴν ἰατρείαν ἁρμοζούσας τὴν γῆν βλαστάνειν ἐποίησεν· οὕτω καὶ τῆς ψυχῆς εἰδὼς τὸ εὐόλισθον, καὶ τῆς ἁμαρτίας τὰ τραύματα, ὡς ἀλεξητήριον ψυχῶν, τὴν μετάνοιαν ἔδωκε, καὶ ταῖς θείαις καὶ 60.706 πνευματικαῖς βίβλοις τὰς τῆς μετανοίας ἀφορμὰς ὥσπερ βοτάνας ἐνέθηκεν, ἵνα ἕκαστος ἡμῶν ἐντεῦθεν ἔχων τῆς ἰατρείας τὸ ἔμπλαστρον, φύγῃ τὸ πάθος, ἐπιθεὶς ἑαυτῷ διὰ τῆς πίστεως. Ἀλλὰ μὴ μέχρι ῥημάτων στῇ ἡμῶν ἡ μετάνοια· ἄτοπον γὰρ διὰ ῥημάτων μὲν ὑφαίνεσθαι τὴν μετάνοιαν, διὰ πραγμάτων δὲ μὴ οἰκοδομεῖσθαι τὴν Ἐκκλησίαν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ὁμολόγησόν σου τὰ πλημμελήματα, ἄνθρωπε, ἐξαγόρευσόν σου τὴν ἁμαρτίαν, ἵνα λάβῃς σου τὴν ἄφεσιν τῆς ἁμαρτίας. Ἐξαγορεύων, τῆς ἀφέσεως τῶν πλημμελημάτων δέχῃ τὴν δωρεάν. Μάρτυς ἱκέσθω ∆αυῒδ ὁ λέγων· Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.

Νῦν ἐὰν εἴπῃς σου τὸ πλημμέλημα, εὑρίσκεις σου τὴν συγχώρησιν· φιλανθρωπίας γὰρ ὁ παρὼν καιρός· ἐν δὲ τῷ μέλλοντι αἰῶνι καὶ θρηνῶν ἀνόνητα θρηνήσεις, καὶ μεταμελόμενος οὐκ ἀπολαύσεις τῆς συγχωρήσεως. Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Εἰ δὲ καὶ ἐξομολογήσῃ τὸ πλημμέλημα τότε, ὠφελήσεις σαυτὸν οὐδέν. Καὶ γὰρ ὁ πλούσιος ὁρῶν τοῦ Λαζάρου τὴν ἔνδειαν εἰς εὐθηνίαν μεταβληθεῖσαν, καὶ τὴν ἑαυτοῦ περιουσίαν εἰς ἄπειρον πτωχείαν καταπεσοῦσαν, ἔστενε μὲν, οὐκ ἠλεεῖτο δέ· ἐθρήνει καὶ ὠδύρετο, ἀλλ' οὐκ ἀπήλαυσε παρακλήσεως· ἐζήτει ἔλεον, ἀλλ' οὐκ ἔλαβεν, ἐπειδὴ καὶ αὐτὸς αἰτούμενος, μεταδοῦναι οὐκ ἤθελεν. Ἐπλούτησεν ὧδε, ἀλλ' ἐπτώχευσεν ἐκεῖ· ὧδε μεγάλα ἐφύσα ἐπὶ πλούτῳ, ἐκεῖ ἐλεεινὰ ἐφθέγγετο ἐπὶ πενίᾳ· ὧδε οἴνων εἶχε χειμάῤῥους καὶ μύρων πηγὰς, ἐκεῖ καὶ σταγόνα ὕδατος ζητῶν οὐκ ἐλάμβανεν, ἀλλ' ὧδε κἀκεῖσε περιέῤῥει, ὑπὸ τοῦ ἀΰλου πυρὸς κατατηκόμενος. Προσδράμωμεν οὖν καὶ ἡμεῖς τῇ μετανοίᾳ· μετανοίας γὰρ καιρός· σβέσωμεν τῆς ἁμαρτίας τὴν φλόγα τῇ δρόσῳ τῆς μετανοίας· μὴ τῇ μακροθυμίᾳ τοῦ Θεοῦ προσχὼν, ἀμεταμέλητον κτήσῃ καρδίαν· μή σου σκληρύνῃ τὴν γνώμην ἡ τοῦ Θεοῦ χρηστότης. Τὸ γὰρ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἀγείρει καὶ ἄγει. Ὅρα οὖν μὴ κατὰ τὴν σκληρότητά σου καὶ ἀμεταμέλητον καρδίαν θησαυρίσῃς σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἥμαρτες; Μετανόησον· μὴ διὰ τῆς ῥᾳθυμίας ἀνίατον σεαυτῷ τὸ πάθος ποιήσῃς. Σκότος ἀλλοιοῦται, φωτὸς φανέντος· καὶ ἁμαρτία ἀφανίζεται, μετανοίας ὀφθείσης. Γεωργὸς ἑαυτοῦ γένου· ὡς ζιζάνιον ἔκτιλον τὴν ἁμαρτίαν, ὡς ἄκανθαν θέρισον τὴν παρανομίαν, ὡς ἀγριελαίου κλάδον, ὡς ἀνήμερον καὶ ἄκαρπον φυτὸν ἔκκοψον τὴν ἁμαρτίαν. Χαίρουσι δαίμονες ἁμαρτίαν ὁρῶντες, ἀγάλλονται ἄγγελοι μετάνοιαν καθορῶντες. Εὐφραίνονται γὰρ, φησὶν, οἱ ἄγγελοι τοῦ Θεοῦ, κατὰ τὴν κυριακὴν φωνὴν, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

Μὴ γυμνώσῃς σαυτὸν, ἄνθρωπε, μὴ ῥίπτῃς τοῦ ἁγίου Πνεύματος τὴν παντευχίαν, ἵνα μὴ εὐάλωτος γένῃ τοῖς πολεμίοις· τῷ τῆς μετανοίας θυρεῷ δέχου καὶ τίνασσε τῆς ἐπιθυμίας τὰ βέλη. Ἡδεῖα ἡ πορνεία, ἀλλ' ἐπιβλαβής· τραχεῖα ἡ σωφροσύνη, ἀλλ' ἐπωφελής. Ἡ πορνεία συμπράττουσαν ἔχει τοῦ σώματος τὴν φύσιν· ἡ σωφροσύνη συνεργοῦσαν ἔχει τοῦ Πνεύματος τὴν χάριν. Ὅπου τοίνυν πορνεία, ἐκεῖ ὁ διάβολος κατοικεῖ ὅπου δὲ σωφροσύνη, ἐκεῖ ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐπαναπαύεται. ∆ιὰ τοῦτο ὁ μακάριος Παῦλος λέγει· Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθείρει τοῦτον ὁ Θεός· καὶ πάλιν φησίν· Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. Στήσωμεν οὖν τῆς ἁμαρτίας τὴν ῥύμην τῇ ἀγκύρᾳ τῆς μετανοίας, ἵνα μὴ ἡ ἐπάλληλος τῶν ἐπιθυμιῶν ἀντίπνοια ναυάγιον ἡμᾶς ὑπομεῖναι παρασκευάσῃ. Ἀλλ' οἱ μὲν πλωτῆρες ναυάγιον ἐν ὕδασιν ὑπομένουσιν, οἱ δὲ ἁμαρτωλοὶ εἰς τὸν ποταμὸν τοῦ πυρὸς τὸν ῥέοντα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ὡσεὶ μόλιβδος καταποντίζονται, οὐ σὺν 60.707 ἅρμασι καὶ ἵπποις, ἀλλὰ σὺν λογισμοῖς καὶ γνώμαις. Αἰδεσθῶμεν οὖν τὴν τοῦ Χριστοῦ ἀγαθότητα, ἐντράπωμεν αὐτοῦ τὰ πάθη, μὴ ματαιώσωμεν αὐτοῦ τοὺς μώλωπας, μὴ τὴν αἰσχρὰν ἡδονὴν τῆς καλῆς αὐτοῦ προκρίνωμεν ἡδονῆς καὶ ἐντολῆς, μὴ κακοῖς τὸν εὐεργέτην ἀμειψώμεθα, μὴ λάβωμεν αὐτοῦ τὰ μέλη, καὶ ποιήσωμεν πόρνης μέλη· οὐκ ἐσμὲν γὰρ ἑαυτῶν κύριοι· τιμῆς ἠγοράσθημεν. Τίς δὲ ἡμᾶς ἀπέδοτο, ἢ τίς ἡμᾶς ὠνήσατο; Ὁ διάβολος ἡμᾶς ἀπέδοτο διὰ τῆς ἁμαρτίας, ὁ Χριστὸς ἡμᾶς ἐξηγόρασε διὰ τῆς δικαιοσύνης. Πῶς δὲ ἡμᾶς ἠγόρασε; χρυσίον, ἢ ἀργύριον δούς; Οὐχὶ, ἀλλὰ τὸ οἰκεῖον αἷμα τὸ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύ· πάσας γὰρ ἡμῶν τὰς ἁμαρτίας ἠγόρασε· πολλαὶ δέ εἰσι, καὶ ποικίλως καὶ διαφόρως ἐνοχλοῦσαι ἡμῶν τὴν σωτηρίαν.

Ποίας ἁμαρτίας; Τὰς τοῦ νόμου· ἀλλ' οὐχ ὅτι ὁ νόμος ἁμαρτία, μὴ γένοιτο· ἀλλ' ὅτι ἐκτὸς νόμου ἁμαρτίαν 60.708 οὐκ ᾔδειν. Ἐπεὶ οὖν ὁ νόμος ὡς παραβάτην με ἔνοχον κατάρας ἐποίει, διὰ τοῦτο ἐλθὼν ὁ Χριστὸς Ἰησοῦς ἐξηγόρασέ με ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Μὴ τὴν πάνδημον οὖν πρόνοιαν τοῦ διαβόλου προκρίνωμεν τῆς οἰκονομίας τοῦ Χριστοῦ· μὴ πρὸς χάριν τῆς ἁμαρτίας παραδράμωμεν τῆς μετανοίας τὸ κάλλος. Εἰ φοβῇ τὴν ἀπειλὴν, κατάφυγε ἐπὶ τὴν ἐντολήν· εἰ μὲν μέλλουσαν κρίσιν ἀποδρᾶσαι θέλεις, ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· τουτέστιν, ἀπόθου τὴν ἁμαρτίαν, καὶ ἐργάτης γένου τῆς μετανοίας, ἵνα ὁ μὴ βουλόμενος τὸν θάνατον τῶν ἁμαρτωλῶν ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτοὺς, ἀποδεξάμενός σου τῆς ψυχῆς τὴν προθυμίαν, χαρίσηταί σοι τὴν ἄφεσιν τῆς ἁμαρτίας· ἡμεῖς δὲ ὑπὲρ τῶν εἰρημένων αἶνον καὶ δόξαν ἀναπέμπωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ μετανοίας

Στεφάνῳ χρυσοκόμοις ἄνθεσι πεπλεγμένῳ τὰς τῶν φιληκόων κεφαλὰς δοξάσαι βουλόμενοι, ἐκ τῶν ἀκηράτων λειμώνων Χριστοῦ δακτύλοις ἄνθεα περικαλλῆ τρυγήσαντες, ἀγγέλους ἡμῖν συνεργεῖν Πνεύματι θείῳ προσταχθέντας ἐρωτῶμεν. Ἄξιος γὰρ εἶ ὁ τοῦ Θεοῦ λαὸς, μᾶλλον δὲ ναὸς, τοιούτῳ στεφάνῳ δεδοξάσθαι, ὅσοι μάλιστα ἄσπιλον καὶ ἀμόλυντον τὸν ναὸν τοῦ Θεοῦ ἐφυλάξατε, πορφυρέοις στόμασι καὶ τῷ ἐμφεγγεῖ μαργαρίτῃ τὰς ἐν τῷ σκότει ψυχὰς περιλάμψαντες, τούτοις τὸ φέγγος τῆς εὐσεβείας ἀστράψατε. Χαλάσατε αὐτοῖς χεῖρας ἀγάπης, καὶ καθάπερ ἐκ βάθους τῆς ἀγνωσίας ἐπὶ τὸ θαυμαστὸν φῶς τῆς ἐλπίδος αὐτοὺς ἀνάξατε.

Ὅσοι δὲ ἐξ ἀπροσεξίας ταῖς ἡδυπαθείαις τὸν ναὸν τοῦ Θεοῦ διεφθείρατε, μὴ εἰς τέλος ἑαυτοὺς ἀπελπίσατε, ἀλλὰ διὰ τῆς μετανοίας τοῦτον πάλιν ἀνακαινίσατε. Ὥσπερ γὰρ ἀνὴρ φρόνιμος τὸν ἐξ ἀμελείας ἑαυτοῦ οἶκον σαθρωθέντα καὶ διαφθαρέντα σπουδαίως ἐπανορθωσάμενος ἀνακτίζει, ὡς οὐδὲν αὐτὸν ἀπολιμπάνεσθαι τὸν ἐξ ἀρχῆς ἀνοικοδομηθέντα οἶκον· ὡσαύτως καὶ ὁ ἔνοικος τῆς ψυχῆς ἡμῶν νοῦς τὴν ταῖς ἁμαρτίαις διολισθήσασαν καὶ πεπτωκυῖαν ψυχὴν τῇ μετανοίᾳ πάλιν ἀνακαινίζει. Μετάνοια γὰρ τὴν πεπτωκυῖαν ψυχὴν ἀνιστᾷ, τὴν ἀπαλλοτριωθεῖσαν Θεοῦ πάλιν φίλην καθίστησι· μετάνοια τὴν ἐπισυμβᾶσαν τῇ ψυχῇ σκοτομηνίαν ἀποσοβεῖ, καὶ τὴν νέκρωσιν ἀπελαύνει· μετάνοια τὴν κατηραμένην ψυχὴν ἀνεγείρει, τὴν χωλεύουσαν ἀνορθοῖ, τὴν συντετριμμένην ἰᾶται, τὴν τετραυματισμένην ὑγιάζει. ∆ράμωμεν πρὸς τὴν μετάνοιαν, τὴν τῆς βασιλείας πρόξενον, τὴν τῶν ἁμαρτιῶν ἐξαλειπτήριον, τὴν τῆς σωτηρίας μητέρα. Μετάνοια, διαβόλου διωγμὸς, δαιμόνων σκελισμός. Ὢ μετάνοια, δι' ἣν Ἰωνᾶς ὁ προφήτης ἔφυγεν ἐκ προσώπου τοῦ Θεοῦ, ὡρισμένην ψῆφον Θεοῦ θανατικὴν ἀνατρέψασα, καὶ τὸν κήρυκα τοῦ θανάτου ψεύστην ἀναδείξασα· σὺ γὰρ ὑπαντήσασα τῇ τοῦ Θεοῦ βουλῇ κατὰ τῶν Νινευιτῶν ἀποφάσει, αὐτὴν μὲν ἐνεπόδισας, τοῖς δὲ Νινευίταις πηγὰς ζωῆς ἀφθόνως ἐξώμβρισας.

Μετάνοια μετὰ δακρύων προσπεσοῦσα Θεῷ, Ἐζεκίᾳ τῷ βασιλεῖ ἀντὶ θανάτου ζωὴν ἐχαρίσατο. Ὢ 60.766 μετάνοια ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατρέχουσα, καὶ ἀγγελικὰς δυνάμεις ὑπερβαίνουσα, καὶ τῷ θείῳ Πνεύματι Κυρίου προσεγγίζουσα θρόνῳ, καὶ Θεῷ συνόμιλος γινομένη, καὶ καθάπερ ἐξ οἰκείων θησαυρῶν τῶν τοῦ Θεοῦ θησαυρῶν τὸ ζῇν λαμβάνουσα, καὶ τοῖς ἔχουσί σε μετὰ παῤῥησίας δωρουμένη. Ὢ μετάνοια τῶν παθῶν ἰατρὲ, ἡ τὰς ἀπειλὰς πραΰνουσα, καὶ τὸ πῦρ κατασβεννύουσα τοῦ θυμοῦ, καὶ τὰς ὀργὰς κοιμίζουσα, καὶ φιλίας λαμπάδας ἀσβέστους πρυτανεύουσα. Ὢ μετάνοια ἐν καρδίᾳ ἀνθρώπου τικτομένη, καὶ παραχρῆμα εἰς οὐρανοὺς αὐλιζομένη· σὲ εὑρηκὼς ὁ μακάριος ∆αυῒδ, τὴν ἐπὶ τοῖς δυσὶν ἁμαρτήμασι, φόνου λέγω καὶ μοιχείας, αἰωνίας τιμωρίας ἐξέφυγε δίκην. Ὢ μετάνοια, τὰ δεσμὰ τῶν ἁμαρτημάτων διαλύουσα, καὶ ἠσφαλισμένας ψυχὰς διασώζουσα. Μετάνοια ἐκ μέσης καρδίας στεναγμὸν ἀναπέμπουσα Θεὸν δυσωπεῖ· μετάνοια δάκρυον θερμὸν ἀπὸ ὀφθαλμῶν δροσίζουσα, τὰς ἐσπιλωμένας ψυχὰς τῷ βαπτίσματι ἐκλαμπρύνει. Ὢ μετάνοια, ἐκ θνητοῦ ἀνθρώπου γενόμενον φάρμακον ἀθανασίας παρεκτικόν· σὲ ἔχουσα ψυχὴ λέγει· Μέλαινά εἰμι, καλὴ δέ· μέλαινα διὰ τὸ τῆς ἁμαρτίας πένθος σκυθρωπὸν, καλὴ διὰ τὸ ἐκ τῆς μετανοίας φέγγος ἀγαθόν. Ὢ μετάνοια Πέτρου συνήγορε, καὶ Παύλου ὑπέρμαχε καὶ συνέκδικε· σὲ ἐὰν εὕρῃ ὁ χριστοκτόνος Φαρισαῖος, χριστοφόρος Γαλιλαῖος γίνεται. Μετάνοια τὴν κατεῤῥαγμένην ψυχὴν μεταλλεύουσα, τὴν ἀκανθοφόρον καρδίαν εὐθὺς μεταβάλλει. Φασί τινες τὸν ἀετὸν γηράσαντα, εἰς ὕψος μετάρσιον ἐπαρθέντα, εἰς διειδεστάτην πηγὴν ἑαυτὸν χαλάσαντα ἀνακαινίζεσθαι. Τοιαύτη ἐστὶν ἡ μετάνοια· τὴν γὰρ ἔχουσαν αὐτὴν καρδίαν εἰς ὕψος μετάρσιον ἐπάρασα, τῇ πηγῇ τῶν δακρύων τὴν μὲν παλαιότητα τῶν ἁμαρτημάτων ἀποσμήχει, τὴν δὲ καινότητα τοῦ Πνεύματος ἐπενδύει. ∆ιὸ καὶ τὸ Πνεῦμα πρὸς τὴν ἐν μετανοίᾳ οὖσαν ψυχὴν λέγει τὸ, Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.

Ταύτην εἰδὼς ὁ μέγας τῶν ψυχῶν ἡμῶν ἰατρὸς πασῶν τῶν ἀρετῶν εἶναι ἐνεργεστέραν, συμβουλεύει λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Προσ 60.767 έλθετε τῇ μετανοίᾳ θαρσαλέως, Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν ἐν τῷ φόβῳ αὐτοῦ, καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν; ∆ιότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρτίας, καὶ σώζει ἐν καιρῷ θλίψεως. Καὶ μὴ αἰσχυνθῇς, τέκνον, ὁμολογῆσαι τὰς ἁμαρτίας σου· ἔστι γὰρ αἰσχύνη ἡ ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη ἡ δόξα καὶ χάρις. Ἡ ἐνταῦθα μετανοοῦσα ψυχὴ λαμβάνει τὴν ἄφεσιν τῶν ἁμαρτημάτων· Ἐν γὰρ τῷ ᾅδῃ τί ἐξομολογήσεται τῷ Κυρίῳ; Στέναξον ἐπὶ ταῖς ἁμαρτίαις σου, ἵνα σωθῇς· Ὅταν γὰρ, φησὶν, ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Λέγε σὺ, φησὶ, τὰς ἁμαρτίας σου, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Λέγε τὰς ἁμαρτίας σου. Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Πρόσεχε, ὅτι ὁ βίος οὗτός ἐστιν ὡς σκιὰ παρατρέχουσα. Ποῦ εἰσὶν αἱ ἀπολαύσεις τῶν παρελθόντων χρόνων; ποῦ ἡ μέριμνα ἡ κενή; ποῦ αἱ θλίψεις; ποῦ αἱ ἀνέσεις; οὐχ ὡς ὁμίχλη ὑπὸ λαίλαπός εἰσιν ἐλαυνόμεναι; Τὰ πάντα παρέδραμον. Μὴ μόνον βλέπωμεν εἰς τὸν ἑστῶτα βίον, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα, Μιμνήσκου, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις. Ἔνιδε τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς ἐξόδου, οἷος ἐθέλεις εἶναι ἐπὶ κλίνης βεβλημένος καὶ ἀδύνατος, μὴ ἔχων ἑαυτῷ τινα βοηθῆσαι· ὅρα τοὺς κύκλῳ σου περιεστῶτας φίλους, γείτονας, συγγενεῖς, ἀδελφοὺς, οἰκέτας· πάντες ὁμοθυμαδὸν ὀλοφυρόμενοι, δακρύοντες, ἀπαρηγόρητοι, ὀδυρόμενοι διὰ σέ· ὁμοίως δὲ τὰ τέκνα ἑκατέρωθεν ἑστηκότα, καὶ τὴν τοῦ πατρὸς φωνὴν συνήθως ἐπιζητοῦντα, κλαυθμυρίζοντα καὶ μὴ ἀκούοντά σου· ἡ γυνὴ πάλιν κατώδυνος, τὸν θάνατον γλιχομένη πρὸ σοῦ διὰ σέ· ἀγγέλους φοβεροὺς τὸ δάνειον τῆς ψυχῆς σου ἀπαιτοῦντας. Ἐὰν μὲν ᾖ τιμῆς ἄξια πεποιηκυῖα ἡ ψυχὴ, ὑπὸ τῶν ἀγγέλων δορυφορηθήσεται· ἐὰν δὲ ᾖ ἀνίλεως 60.768 πρὸς τοὺς ὁμοφύλους πένητας ἀνατραφεῖσα, ἀνίλεως κατακριθήσεται· Ἡ γὰρ κρίσις, φησὶν, ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος. Εἴσελθε εἰς τὸ ταμεῖον τῆς ψυχῆς σου· γενοῦ θεατὴς τῶν ὑπὸ σοῦ πεπραγμένων· ἀντίβαλε τὰ καλά σου τοῖς φαύλοις, καὶ ἐὰν ἴδῃς, ὅτι ὑπερβάλλῃ τὰ φαῦλα, χῶσον αὐτὰ ταῖς εὐποιίαις, ὡς μέλλων ἀντιπρόσωπα θεωρεῖν σου τὰ ἁμαρτήματα. Ὅρα μοι τὸν σκώληκα τὸν ἀκοίμητον, καὶ τὸ χάος τὸ ἀφεγγὲς, τὸ πῦρ τὸ ἄσβεστον, τὸ ὑπὸ ὕδατος μὴ σβεννύμενον, ὑπὸ δὲ μετανοίας νικώμενον. Ὢ μετάνοια, τὸ πῦρ τὸ ἄσβεστον καὶ αἰώνιον κατασβεννύουσα, καὶ τὸν σκώληκα τὸν ἀκοίμητον ἐδαφίζουσα, καὶ τὸ χάος τὸ ἀφεγγὲς ἐξομαλίζουσα καὶ φωτίζουσα· ὢ μετάνοια, τεῖχος ψυχῆς ἀῤῥαγὲς, πόλις πεπυργωμένη, ἐν ᾗ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα βασιλεύει· ὢ μετάνοια, ἡ τὸ κέντρον τοῦ θανάτου λύσασα, καὶ τὸν διάβολον ὑπὸ πόδας φέρουσα, καὶ τὸν δράκοντα ἀναιροῦσα. καὶ τὸν Χριστὸν ἀνυμνοῦσα, καὶ ζωὴν ἐξανθοῦσα· ὢ μετάνοια, ἡ ἐν τῷ πένθει χαρὰν ἀναθάλλουσα, καὶ ἐν τοῖς δάκρυσιν ἀγαλλομένη, καὶ διὰ δακρύων τὰ αἰώνια δάκρυα ἀφαιροῦσα· ὢ μετάνοια, ἡ ἐν δάκρυσι σπείρουσα, καὶ ἐν ἀγαλλιάσει θερίζουσα· ὢ μετάνοια, ἡ ἐν τῷ σάκκῳ τὴν ἐξαστράπτουσαν στολὴν Χριστοῦ μνηστευομένη· ὢ μετάνοια, ἡ τὸν τρόπον τοῦ Κάϊν ἐκ τῆς καρδίας ἐλαύνουσα, καὶ τὸν πόθον καὶ χαρὰν τῆς ἁγνείας ἐμβάλλουσα· ὢ μετάνοια, ἡ τὴν δυσωδίαν τῶν ἁμαρτημάτων ἀποσμήχουσα, καὶ τὴν εὐωδίαν τῶν κατορθωμάτων στολίζουσα· ὢ μετάνοια εἰρήνης σύνοικε, φιλίας ὁμόσκηνε, ἀγάπης ὁμόζυγε, ἐλπιδόπνοον ἄνθος· σὲ οἱ νεμόμενοι ἀργυρόχροοι ἄρνες πορφύρεα σκῆπτρα τῆς Τριάδος ἐρεύγονται. Ἀλλ' ἵνα μὴ μηκύναντες τὸν λόγον δόξωμεν ἐρεσχελεῖν, ἐνταῦθα τὸ βαλάντιον τῶν λόγων ἡμῶν σφραγίσαντες ἐπὶ τὸν θεόκτιστον λειμῶνα ὑμᾶς παραπέμψωμεν, ἐν ᾧ εἰσὶ τὰ καλλίπνοα δένδρα τῶν δογμάτων στελέχη, ἃ ὁ Θεὸς διὰ τῶν πατέρων εἰς ὀροφὴν τῆς Ἐκκλησίας ὑμῖν κατεφύτευσε διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ μετανοίας, καὶ εἰς Ἡρώδην καὶ Ἰωάννην τὸν Βαπτιστήν.

αʹ. Φέρε δὴ, καὶ τῶν ὑμετέρων κρότων τὴν ὑμετέραν προτιμήσωμεν λυσιτέλειαν, καὶ μικρόν τι τὴν Ἐκκλησίαν περὶ πολιτείας ἠθικῆς ὑπομνήσαντες διαλεχθῶμεν ἐν ὑμῖν, ἐξ ὧν ἐλάχιστος μὲν ἀναπέμπεται τῷ λέγοντι κρότος, πλεῖστος δὲ τοῖς ἀκούουσιν ἐγγίνεται τῆς κατὰ ψυχὴν σωτηρίας ὁ πόθος. Καλὸς μὲν γὰρ καὶ ὁ περὶ πίστεως λόγος, καὶ πρέπων φιλοθέοις ψυχαῖς· καὶ ὅταν ἴδωμεν ὑμῶν τὸν ζῆλον ἐγηγερμένον ἐν ταῖς περὶ πίστεως ἀκροάσεσι, τὸ φιλοδέσποτον τῆς ὑμετέρας ψυχῆς ἀκριβῶς καταμανθάνομεν. ∆εινὸς μὲν γὰρ οἰκέτης κατηγορεῖ τοῦ δεσπότου, εὔνους δὲ οἰκέτης χαίρει τοῦ δεσπότου παρὰ πάντων ἐπαινουμένου· διόπερ ἡ περὶ τοὺς ἐπαίνους τοῦ δεσπότου προθυμία τῆς οἰκετικῆς εὐνοίας ἀπόδειξιν ἔχει. Καλὸν δὲ καὶ τὸ ἀγγεῖον ἐκσμήχειν τῆς ψυχῆς, ἵνα διὰ τῆς ἠθικῆς διδασκαλίας προκαθαρθὲν, δεκτικὸν τοῦ μύρου τῆς θεολογίας εὑρίσκηται. Εἰς γὰρ ἀκάθαρτον ψυχὴν, φησὶν, οὐκ εἰσελεύσεται παιδεία. Ἔστι δὲ ἡμῖν ὁ περὶ πολιτείας λόγος σφόδρα δεόμενος ἀκριβοῦς ἐξετάσεως. Ἐὰν γὰρ ἐλπίδας ὑποτείνω μετανοίας, δέδοικα μή τις χαυνωθεὶς ἐλπίδι τῆς μελλούσης μετανοίας, καταῤῥᾳθυμήσῃ τῆς πολιτείας· ἐάν τε πάλιν ἀποκλείσω τὰς τῆς μετανοίας ἐλπίδας, δέδοικα μή τις ἀπαλγήσας παραδῷ τὸ σῶμα ταῖς ἐπιθυμίαις. Ἴσον γὰρ εἰς ἡδυπαθείας προτροπὴν καὶ ῥᾳθυμία, ψυχῆς ἡδοναῖς χαυνουμένης, καὶ μετανοίας ἀπόγνωσις. ∆ιόπερ ὁ λόγος ἡμῖν διωρίσθω διχῆ, πρός τε τοὺς ὑγιαίνοντας, καὶ τοὺς ἀῤῥωστοῦντας. Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ὁ φθάσας ὀλισθῆσαι, προλαβέτω τὸ πτῶμα τῇ μετανοίᾳ· ὁ καὶ καταπεσεῖν κινδυνεύσας, μὴ καταῤῥαγήτω· εἰ δέ τις καὶ προλαβὼν κατεῤῥάγη, τῆς τοῦ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους φιλανθρωπίας μὴ ἀπογνώτω. Ἔστιν ἐνίοτε σαλευθῆναι παρὰ μικρόν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Ἔστι καὶ σαλευθέντα βοηθηθῆναι παρὰ τοῦ ∆εσπότου· Εἰ ἔλεγον, Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. Ἔστι μὴ σαλευθῆναι μόνον, ἀλλὰ καὶ ὠσθῆναι καὶ κινδυνεῦσαι πρὶν ἢ κατενεχθῆναι· ἀλλ' οὐδὲ τοῦτον παρορᾷ ὁ Θεός. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἆρ' οὖν ὁ πεσὼν ἀπόλωλε παντελῶς; Οὐδαμῶς. Ἔστι καὶ τούτου παραμυθία. Ὅταν πέσῃ,φησὶν, οὐ καταῤῥαχθήσεται.

Τί τὸ αἴτιον; Ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Ἔστι γὰρ καὶ ἠρέμα πεσεῖν, καὶ μὴ σφοδρότερον εἰς τὴν ἡδονὴν καταῤῥαγῆναι. Ἆρ' οὖν οἱ καταῤῥαγέντες ἀπώλοντο; Ἴδωμεν καὶ ἐνταῦθα τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Ταῦτά μοι δοκεῖ καὶ ἡ ψαλμωδία καλῶς ἐνδεικνυμένη, πρὸς ἀπόγνωσιν ἡμᾶς μετανοίας οὐκ ἤγαγε. Λέγουσα γὰρ περὶ τοῦ Θεοῦ, φησίν· Ὁ Θεὸς κριτὴς δίκαιος. Μὴ καταφρονήσῃς τῆς λέξεως· δικαιοσύνη γάρ ἐστιν ἐξ ἴσου κατ' ἀξίαν διανεμητική.

Πρῶτον ἄκουσον ὅτι δίκαιος, καὶ προπαρασκευάζου πρὸς ἀπολογίαν, εἶτα, ἐπειδὴ ἀντίκειται πολλάκις πρὸς ὑπόνοιαν· Εἰ τοίνυν δίκαιος ὁ Θεὸς, πῶς οὐκ εὐθὺς ἀνταποδίδωσι τοῖς ἁμαρτάνουσιν; ὁ δεῖνα ἄδικος, καὶ εὐθηνεῖται· ὁ δεῖνα βίαιος, καὶ πλουτεῖ· ὁ δεῖνα ἀσελγὴς, καὶ δυναστεύει· πῶς ταῦτα δικαιοσύνης Θεοῦ; εἰ δίκαιος, πῶς οὐ παραχρῆμα τοῖς ἁμαρτάνουσιν ἐπάγει τὴν τιμωρίαν; ἆρα μὴ δίκαιος μέν ἐστιν, οὐκ ἰσχύει δὲ παραχρῆμα τοῖς ἁμαρτάνουσι τὴν τιμωρίαν ἀντιδοῦναι; Ἐνίοτε γὰρ δικαστὴς δικαίως μὲν δικάζει, ἀσθενεῖ δὲ τὴν οἰκείαν ἀπόφασιν ἀγαγεῖν εἰς ἔργον. Ἆρ' οὖν μὴ δι' ἀσθένειαν ἡ ἀναβολὴ τῆς τιμωρίας; Μὴ γένοιτο. Τί γὰρ εὐθὺς ἐπάγει; Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρός. Οὐκοῦν ὡς δίκαιος μὲν οἶδε τὸ δίκαιον, ὡς δὲ ἰσχυρὸς, δύναται τὸ νοηθὲν ἀγαγεῖν εἰς ἔργον. Τί οὖν τῆς ἀναβολῆς τῶν ἁμαρτημάτων τὸ αἴτιον; τίς ἡ τῆς τιμωρίας ἀναβολή; ∆ίκαιός ἐστιν, οἶδε τὸν ἁμαρτάνοντα· ἰσχυρός ἐστιν, ἐπαγαγεῖν δύναται τῇ ψήφῳ τὸ τέλος. Τίς οὖν ἡ τῆς ἀναβολῆς αἰτία; Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος. Καὶ ἑρμηνεύει τί τὸ, Μακρόθυμος· Μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν; Μικρόν ἐστι κατὰ τὴν λέξιν ὑπερβατόν· Μὴ καθ' ἑκάστην ἡμέραν ὀργὴν ἐπάγων; Καὶ ἵνα γνῷς ὅτιπερ ἡ ἀναβολὴ τῆς τιμωρίας ἀναμένει σου τὴν μετάνοιαν, Ἐὰν μὴ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ἐὰν μὴ ἐπιστραφῆτε. Οὐκοῦν ἐὰν ἐπιστρέψωμεν, οὐκ εὐθὺς τῆς τομῆς πεῖραν δεχόμεθα. Καὶ βούλει τῆς φιλανθρωπίας ἰδεῖν τὴν ὑπερβολήν; Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Οὔπω εἶπεν, ὅτι Τῇ ῥομφαίᾳ κατὰ στόμα χρήσεται, ἀλλὰ, Στιλβώσει· ἵνα τὴν λαμπηδόνα τῆς ῥομφαίας θεασάμενος, προλάβῃς τῇ μετανοίᾳ τὴν τομὴν τῆς ῥομφαίας. Τῇ στιλβώσει φοβεῖ, καὶ οὐ τέμνει. Ὁ φόβος συστελλέτω, τὴν τομὴν φθανέτω σου ἡ μετάνοια. Καὶ ἵνα διὰ πάντων γνῷς τοῦ κριτοῦ τὸν σκοπὸν, Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Οὐχ ἱκανὸν φοβῆσαι τὸ σχῆμα; οὐ διέγραψε τῷ λόγῳ τὸν ἀσώματον; Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ἐνταῦθα καθάπερ τις γραφεὺς ὑπ' ὄψιν ἤγαγε τὸν κριτήν. Ἐννόησόν μοι τὸ τόξον τεταμένον, τὰς χεῖρας διεσκευασμένας· τὴν μὲν ὠθουμένην τὸ τόξον, τὴν δὲ ἑτέραν ἐπισπωμένην τὴν νευράν· τὸ βέλος ἄκροις δακτύλοις παρὰ τοῦ κριτοῦ κατεχόμενον. ∆ιατέταται τὸ τόξον, τὸ βέλος ἕτοιμον, ὁ κριτὴς εὐτρεπής. Μὴ καταφρονήσῃς τοῦ τόξου· τέταται γάρ· μήτε ἀπογνῷς μετανοίας· τὸ γὰρ βέλος οὔπω βέβληται. Ἀλλὰ μὴ χαυνωθῇς διὰ τὴν ὑπερβολὴν τῆς μακροθυμίας, μηδὲ βουληθῇς ἀεὶ παρακατέχειν σαυτὸν ταῖς ἡδοναῖς. Μὴ εἴπῃς, Τέως ἀπολαύσω τῆς ἐπιθυμίας, τέως χρήσομαι τῇ νεότητι, ἥξει μετ' ὀλίγον μετανοίας καιρὸς, αὔριον μετανοήσω, περὶ τὸ γῆρας ἀσφαλίσομαι τὴν ζωήν. Μάταιοι οἱ τοιοῦτοι διαλογισμοὶ, σαθρά σου τὰ τῆς ἐπιθυμίας βουλεύματα, 59.759 πονηρῷ κέχρησαι συμβούλῳ τῇ ἡδονῇ. Λέγεις, Ποιήσω τὴν ἁμαρτίαν σήμερον, καὶ αὔριον μετανοήσω. Κύριος εἶ τῆς αὔριον; τίς σοι τῆς αὔριόν ἐστιν ἐγγυητής; Ἐὰν ἀκριβῶς ἀκούσῃς, οὐδὲ ἡ σήμερον ὅλη σή· καὶ τῆς σήμερον τὸ μὲν παρελήλυθε, τὸ δὲ μέλλει· τὸ μὲν οὐκ ἔστι σὸν, τὸ δὲ οὔπω σόν. Λέγεις· Σήμερον ποιήσω τὴν ἡδονὴν, καὶ μετανοήσω τῇ αὔριον. Ὃ ἔχεις, τῇ ἡδονῆ, τὸ ἀλλότριον, τῇ μετανοίᾳ; Ἐμοὶ μᾶλλον χρῆσαι συμβούλῳ, τὸ σήμερον τῇ μετανοίᾳ, τῇ δὲ ἁμαρτίᾳ μηδὲ τὸ αὔριον, ∆ιὰ τοῦτο καλῶς ὁ θεῖος λόγος διαφόρως ἡμᾶς εἰς ἀνάκλησιν τῆς ἁμαρτίας ἀνακαλούμενος, Σήμερον, φησὶν, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ· καὶ, Παρακαλεῖτε ἀλλήλους, ἕως οὗ τὸ σήμερον καλεῖται. Ποιεῖ γὰρ καὶ τοῦτο πολλάκις ὁ διάβολος κακοτέχνως. Ὅταν ἴδῃ ψυχὴν ἀρξαμένην αἰσθάνεσθαι τῶν ἁμαρτημάτων, ἀρξαμένην νοεῖν τῆς τιμωρίας τὸ τέλος, τοιούτους ἐμβάλλει λογισμούς· Νεώτερός εἰμι, καιρὸν ἔχω μετανοίας, τέως σήμερον παρακατάσχω τὴν χρείαν, τέως τῆς δίκης περιγένωμαι· τὸν δεῖνα ἀμύνωμαι, τῆσδε τῆς ἐπιθυμίας ἐκτελέσω τὴν ἡδονὴν, καὶ φθάσω μετανοῆσαι. Ἔρχεται πάλιν ἡ αὔριον, πάλιν σε τοῖς αὐτοῖς διακατέχει διαβολικοῖς διαλογισμοῖς· καὶ πάλιν τὸ μὲν μέλλον ἐπιδείκνυσι, καὶ τὸ παρὸν κατασπᾷ· καὶ οὕτω καθ' ἑκάστην ἡμέραν τὸ μὲν σήμερον ἐν ταῖς ἐπιθυμίαις κατέχων, τὸ δὲ αὔριον ἐν ταῖς ἐλπίσι τῆς μετανοίας ὑποδεικνὺς, παραναλίσκει σου τὸν βίον καθ' ἡμέραν ἁμαρτάνοντος.

βʹ. Ἀλλὰ σὺ στράτευσαι κατὰ τῆς ἡδονῆς· ἄκουσον τοῦ Κυρίου κράζοντος· Σήμερον ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἕως οὗ εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ. Καλὸν μὲν οὖν καὶ καθάπαξ καὶ πρὸς τοὺς φιλοπραγμοσύνης ἐρῶντας, ἵνα μηδὲ δίκας φιλονεικότερον ἐγγυμνάζωσιν. Βέλτιον γὰρ καὶ ἐν δίκαις προλαβεῖν φιλικαῖς διαλύσεσι τὸ τῆς δίκης ἄδηλον τέλος, ἢ ταῖς ἐλπίσι τῆς νίκης ἐπερειδομένους ἀδήλῳ καταπιστεῦσαι πελάγει. Ἀναγινώσκεις σου τὰ γραμματεῖα, θαρσεῖς ταῖς ἐκβάσεσιν· ὁ συνήγορος κοιλάνας τὴν χεῖρα τῷ λήμματι ἐγγυᾶται τὴν νίκην, ἵνα περισφίγγηται μισθαρνίᾳ. Ἐνίοτε δὲ καὶ δικαστὴς προδιεφθαρμένος προεπαγγέλλεταί σοι τῆς δίκης τὸ τέλος. Ἀβεβαίοις θαρσεῖς ἐλπίσιν.

Εἰ γὰρ σὺ προλαβὼν προδιέφθειρας τὸν δικάζοντα, ἀλλοτρίοις λήμμασι θύραν ἀνοίξας, νόμιζε τὰ αὐτὰ καὶ τὸν διάδικον μελετᾷν· καὶ πολλάκις ἠρέμα σοι τὰ τῆς δίκης εὔδια πλέοντι πείθουσι χαλάσαι περὶ τὸν πλοῦν τὸ ἱστίον. Οὐδέποτε εἶδες θάλασσαν πρὸς αἰγιαλὸν γαλήνην ἔχουσαν, καὶ ἐν τῷ βυθῷ κυμαινομένην; Πόσοι μετ' εὐδίας καὶ γαλήνης ἀναπλεύσαντες εἰς τὸ μέσον τοῦ πελάγους, αἰφνιδίοις χειμῶσι χρησάμενοι καὶ κύμασιν ἐναυάγησαν; Τοιαῦτα τῆς δίκης τὰ τέλη· ἐνίοτε τὰ προοίμια μετὰ τῶν ἐλπίδων, καὶ τὸ τέλος ἀντίστροφον τὴν ἔκβασιν τῆς ἐλπίδος ἀπενεγκάμενον. Καλὸν μὲν οὖν, ὅπερ εἶπον, καὶ τὰς χρηματικὰς δίκας φθάνειν διαλύσεσι φιλικαῖς, ἵνα πρὸς τῷ τέλει τῆς δίκης κυβερνήσῃς τὸν φίλον· ἐγκληματικὰς δὲ μηδὲ διαλύεσθαι γένοιτο, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἐγγυμνάζειν· πλὴν ἀλλὰ κἀκεῖ βελτίων ἡ φειδὼ τοῦ θυμοῦ. Ὅμως οὐ δοκεῖ μοι μόνον περὶ χρημάτων ὁ λόγος ἔχειν τὸ αἴτιον. Ἴσθι, φησὶν, εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ. Αὕτη ἡ προσθήκη δίδωσί μοί τι καὶ μεῖζον ἐννοεῖν. Εἰ γὰρ περὶ χρηματικῶν δικῶν μόνον ὁ λόγος, ἢ τῶν ἐγκλημάτων τῶν ἀναισθήτων ἔλεγε, διὰ τί προσετίθει, Ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ; τίς γὰρ ἀντίδικος ἀντιδίκῳ συνοδεύειν καταδέχεται; τίς κοινωνεῖ τῆς ὁδοιπορίας μὴ κοινωνῶν τῆς γνώμης; οὐ δέδοικε καὶ γραμμάτων κλοπὴν, καὶ μαρτύρων διαφθορὰν, καὶ τὰς κατὰ τὰς λεωφόρους ἐπιβουλάς; Οὐκοῦν ὀφείλομεν εὑρεῖν ἀντίδικον τὸν ἀεὶ συνοδεύοντα, οὗ τὴν συνοδείαν καὶ σφόδρα φυλαττόμενοι φυγεῖν οὐ δυνάμεθα, καὶ τοῦτον ἐννοῆσαι τὸν ἀντίδικον, ᾧ προσήκει μετ' εὐνοίας προσφέρεσθαι. Τίς οὖν ἀκριβής ἐστιν ἀντίδικος; Ἐὰν ἀκριβῶς ἐξετάσῃς, τὸ σῶμα τῆς ψυχῆς· οὗτος ἀντίδικός ἐστι τοῦ ἐν σοὶ πνεύματος. Καὶ ἵνα μὴ νοήσῃς ἐμὸν εἶναι τὸν λόγον, Παῦλος κυρωσάτω τὸ ῥηθέν· Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις. Καὶ οὐ Μανιχαίων εἰσάγω λόγον, οὐδὲ ἄλλον λέγω σώματος δημιουργόν· 59.760 ἀλλ' ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τῇ ἡδονῇ συμβούλῳ χρωμένη· τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῖς μελλούσαις ἐλπίσιν ἐπερειδόμενον. Ἀντίκεινται ἀλλήλοις ἐπιθυμία κόσμου καὶ ἐπιθυμία βασιλείας τῶν οὐρανῶν· οὗτός ἐστιν ὁ ἀντίδικος ὁ καὶ ἑκόντος καὶ ἄκοντος συνοδεύων· ὁδὸς γὰρ ὁ βίος. Ἡ ψυχὴ τὴν ἰδίαν εἰκόνα σπεύδει μιμεῖσθαι, ἡ σὰρξ ἐπὶ τὸν χοῦν καταῤῥεῖ. Ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις.

Τούτῳ τῷ ἀντιδίκῳ σου ἴσθι εὐνοῶν. Καὶ πότε; Ἕως ὅτου εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ, ἕως ἐν τούτῳ τυγχάνεις τῷ βίῳ. Ἐὰν γὰρ ἡ ὁδὸς τελεσθῇ, οὐκ ἔτι μετανοίας καιρὸς, Ὅτι οὐκ ἔστι ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Τούτῳ οὖν ἴσθι τῷ ἀντιδίκῳ σου εὐνοῶν. Οὐκ εἶπε, Χαριζόμενος, ἀλλ', Εὐνοῶν. Μὴ τὸ ἡδὺ ποιήσῃς τῷ ἀντιδίκῳ σου, ἀλλ' ὡς εὔνους ἀπὸ τῆς ἡδονῆς εἰς τὴν μετάνοιαν ἀνακάλεσαι. Οὐ κελεύει σε ὡς ὀψοποιῷ χρήσασθαι τῷ σώματι πάντα τὰ ἐξ ἡδονῆς ποιοῦντα· ἀλλ' ὡς ἰατρῷ. Ἰατρὸς γὰρ πολλάκις καὶ πικρὸν κιρνᾷ, καὶ τέμνει, καὶ καίει, καὶ προσλυπῶν μισθὸν λαμβάνει. Εἰ γὰρ καὶ μικρὸν λυπεῖ τὴν αἴσθησιν, ἀλλὰ σκοπὸς ὑγιείας τῷ θεραπευομένῳ. Μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ· τῷ μέλλοντι κριτῇ· Ὁ ἀντίδικος· ᾧ ἐὰν νῦν σὺ χαρίσῃ, τότε εὑρίσκεταί σε παραδιδοὺς ὁ κριτὴς τῷ ὑπηρέτῃ, ταῖς τιμωρητικαῖς δηλαδὴ δυνάμεσι, καὶ εἰς φυλακὴν βληθήσῃ εἰς τὸ σκότος τὸ ἐξώτερον. Φοβερὸς ὁ τόπος· Οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην. Ἐὰν πρὸ τοῦ θανάτου διαλύσῃς τὸ χρέος, λέλυται· ἐὰν ὀφείλων ἀπέλθῃς, καὶ τὸ ἐγκατάλειμμα τῶν ἐλαχίστων ὀφειλημάτων ἀπαιτηθήσῃ. Τί ἐστι, Τὸν ἔσχατον κοδράντην; Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογησεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Ταῦτα εἰδότες, ἀδελφοὶ, παράλληλα θέσθε τὰς ἡδονὰς, καὶ τὴν μέλλουσαν ἡμέραν τῆς κρίσεως, καὶ τὴν τοῦ δικάζοντος ψῆφον· καὶ τότε νοήσετε πῶς πικρὸν ἡ ἡδονὴ, ὅταν γνῶτε πηλίκης πικρίας γένηται πρόξενος. Βούλεσθε μικρόν τι τὴν Ἐκκλησίαν ἀπὸ δύω συμποσίων ἀναγεγραμμένων ἐν Εὐαγγελίοις νουθετήσωμεν, τί μὲν τὸ τῶν φιληδόνων τέλος, τίς δὲ ὁ τῶν μετανοούντων καρπός; Καὶ μὴ θαυμάσῃς εἰ καὶ πολλάκις καὶ φιληδόνων συμπόσια γράφει ἡ Γραφή· πάντα γὰρ ἀναγράφει, τί φυλάξῃ, τί μιμήσῃ. Γράφει τὰ τῶν φιληδόνων, ἵνα διηνεκῶς αὐτοὺς στηλιτεύσῃ, καὶ ἵνα σὺ φύγῃς τὴν μίμησιν· γράφει τὰ τῶν φιλοθέων, ἵνα ἐπιδράμῃς τῇ εἰκόνι τῆς μετανοίας, καὶ θεὶς παράλληλα τὸν φιλήδονον καὶ τὸν φιλόθεον, τὸν μὲν ἐκφύγῃς, τὸν δὲ ζηλώσῃς. Ἅμα δὲ καὶ διδασκάλιον ἔστω τοῖς συνιοῦσι, τὸ μὴ σφόδρα ταῖς δημοτελέσι θέαις ἑστιᾷν ὑμῶν τοὺς ὀφθαλμοὺς, μηδὲ προχείρως ἐπὶ τὸν ἱππόδρομον τρέχειν, μηδὲ ἐκ νυκτῶν καταλαμβάνειν τὸ θέατρον· μανικὸν γὰρ θεαμάτων ἀσέμνων ἐλπίς. Καὶ γὰρ προλαμβάνουσι τὴν ἡμέραν τῷ τάχει τῆς προθυμίας, ἐν νυκτὶ τὸν τοῦ σκότους τόπον καταλαμβάνοντες, ἵνα θεάμασιν ἀσέμνοις τὰς κόρας τέρψωσιν, ἢ θηρίων ἀμύνας καὶ θηριομάχων θεάσωνται. Καὶ κάθηνται πολλάκις ἄνθρωποι θεαταὶ, τὰς εὐνοίας ἐπὶ τὰ θηρία μᾶλλον ἢ τοὺς ὁμοφύλους τρέποντες. Καὶ οὐ ταλανίζεις τὸν ἄθλιον, ὃς ἵνα πληρώσῃ τὴν γαστέρα, εἰς θηρίων αὐτομολεῖ γαστέρα· καὶ ἵνα πληρώσῃ τῆς γαστριμαργίας τὴν νόσον, ἡδέως ταῖς κοιλίαις τῶν θηρίων ἐνθάπτεται. Ἐκεῖνος ἀκόλαστον ἔχει γαστέρα· σὺ μὴ λάβῃς ἀκόλαστον ὀφθαλμόν. Ἄλλος γελωτοποιὸς εἴσεισιν, εἰς αἰσχύνην ἑαυτοῦ διαπλάσασθαι μέλη, γέλωτι μισθώσας τὴν κεφαλὴν, αἰσχυνόμενος ἐὰν μὴ δημοσίᾳ ῥαπίζηται, καὶ τοῖς κτύποις τῶν πυλῶν προευτρεπίζων τὰς παρειὰς, καὶ ξυρῷ τὰς τρίχας περιαιρῶν, ἵνα μηδὲ θρὶξ μεσιτεύηται ταῖς ὕβρεσι.

Ἄλλος ὀρχήσεσι γυναικείαις θρυπτόμενος, καὶ τὰ παρὰ φύσιν μιμούμενος, καὶ λυπούμενος ὅτι μὴ γυνὴ παρὰ τῶν γονέων ἐτέχθη, καὶ τὴν τῆς φύσεως μεταβολὴν φιλοτιμίαν τιθέμενος· καὶ ταῦτα πάντα ποιῶν γαστρὸς ἕνεκα καὶ κέρδους, καὶ τοῖς αἰσχροῖς φιλοτιμούμενος· περὶ ὧν καλὸν εἰπεῖν τὴν τοῦ Παύλου φωνήν· Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Μὴ πρὸς ταῦτα συντρέχετε, μὴ τοὺς πόδας ὀξεῖς ἐπὶ τὰ τοιαῦτα βήματα τρέπετε· ἀλλὰ μηδὲ τοῖς συμποσίοις τὰς ἀσέμνους ἡδονὰς ἐπεισάγετε. Ἐνίοτε λέγεις· Παραιτοῦμαι τὸ θέατρον, οὐκ ἀνέρχομαι τοὺς βαθμούς· ἔστι συμπόσιον καὶ καιρὸς εὐφροσύνης· καὶ 59.761 ἐκεῖ τὰ ἄσεμνα τῶν θεάτρων τελεῖτε θεάματα. Τί οὖν ὠφελεῖς τὸ θέατρον βδελυττόμενος; Μὴ γὰρ τοὺς λίθους βδελυττόμεθα; μὴ γὰρ οἱ λίθοι τῶν θεάτρων εἰσὶ κατακεκριμένοι; Ἡ τῶν πραττομένων αἰσχρότης, ἡ τῶν ἀσέμνων θεαμάτων κακία, ἡ διὰ τῶν αἰσθητηρίων τῶν ὀφθαλμῶν καὶ τῆς ἀκοῆς, ὥσπερ διά τινων θυρίδων, τὸν λῃστὴν ἐπεισάγουσα. Ὅταν οὖν παραιτήσῃ τὸ θέατρον, καὶ παρὰ τὴν σεαυτοῦ τράπεζαν τὰς τῶν θεαμάτων ἐπεισάγῃς αἰσχύνας, λέληθας τὸν οἶκον σεαυτοῦ ποιήσας θέατρον. Οὐδὲ γὰρ τοῦ θεάτρου μισῶ τὸν τόπον, ἀλλὰ δέδια τῶν συνιόντων τὸν τρόπον.

γʹ. Ἵνα δὲ γνῷς, ὅτι καὶ παρὰ συμπόσια θεάματα πολλάκις ἄσεμνα καὶ βλαβερὰ ταῖς ψυχαῖς ἐπεισαγόμενα, κατακρίσεως αἴτια γίνεται, ὑπομνήσω σε συμποσίου βασιλικοῦ, μᾶλλον δὲ τυραννικοῦ, τοῦ ἐν τῇ βίβλῳ τῶν Εὐαγγελίων ἀναγεγραμμένου. ∆εῖπνον ἦν βασιλικὸν, μᾶλλον δὲ, εἰ δεῖ τἀληθῆ λέγειν, τυραννικὸν, γενέθλια Ἡρώδου, τῆς μιαρᾶς ἀλώπεκος, τοῦ μιαιφόνου θηρίου, τοῦ δολεροῦ· οὗ τὸν τρόπον καὶ ὁ Κύριος ἐπιστάμενος, οὐκ εἶπεν, Εἴπατε τῷ λέοντι τούτῳ καίτοι τοῦτο τὸ θηρίον ἐδόκει βασιλικὸν, ἀλλ', Εἴπατε τῇ ἀλώπεκι. Εἰ γὰρ καὶ ἡ ἐξουσία λέοντος, ἀλλ' ὁ τρόπος ἀλώπεκος. Συγκροτουμένου δὲ τοῦ συμποσίου, καὶ προελθόντων αὐτῶν εἰς τὸ πίνειν, πάρεισιν ὀρχηστρὶς εἰς τὸ συμπόσιον, αἰσχρὸν θέαμα καὶ ἀδόκιμον, ἐλεεινὸν μὲν, καὶ εἴπερ ἐν τῷ θεάτρῳ καὶ τῇ σκηνῇ ἐπεισῆλθε, μήτι γε βασιλικῷ συμποσίῳ. Βούλει γνῶναι τὸ τοῦ συμποσίου θέαμα τὸ αἰσχρόν; Ἀπὸ τῶν βασιλέων ἡ ὀρχηστρὶς, θυγάτηρ τῆς Ἡρωδιάδος· βασιλέως τὸ γένος, καὶ ὀρχηστρίδος ὁ τρόπος. Αὕτη δέ ἐστιν Ἡρωδιὰς ἡ μηδὲ τοῖς τῆς φύσεως ὅροις ἐμμείνασα· ἡ Φιλίππῳ συναφθεῖσα, καὶ Ἡρώδῃ συνοικοῦσα. Αἴνιγμα τὸ λεγόμενον· καὶ εἰς αἰνιγμάτων γὰρ ζήτησιν ἄγει τῆς ἀκολασίας τὸ τέλος. Ὁ γὰρ Ἡρώδης παρωσάμενος τὴν πρὸς τὸν ἀδελφὸν μνήμην, καὶ τῆς ἀκολασίας ὅλος δοῦλος γενόμενος, ἦν μὲν Ἰουδαίων βασιλεὺς, ἦν δὲ πλέον δοῦλος τῶν ἡδονῶν. Τάχα οἷοι οἱ βασιλευόμενοι, τοιοῦτοι καὶ οἱ δεσπόται.

Τοῦ τοίνυν συνοικεσίου τοῦ Ἡρώδου παραγινομένου, Ἰωάννης μὲν ὁ μέγας, ὁ περισσότερον προφήτου, μετὰ παῤῥησίας τὴν ἀκολασίαν διήλεγχεν· ὄντως γὰρ καὶ περισσότερον προφήτου. Πᾶς γὰρ προφήτης, ἐν ἔξει τῆς ἡλικίας γενόμενος, τότε τῆς χάριτος τῆς προφητικῆς ἠξιώθη· ἔνιοι δὲ καὶ πολλοῖς ὕστερον χρόνοις. Ἰωάννης δὲ μόνος ἓξ ἔτι μηνῶν ἔχων τὴν σύλληψιν ἐν γαστρὶ, καὶ κατὰ τοὺς τῆς φύσεως νόμους τρεφόμενος, τοῦ ἐν γαστρὶ Θεοῦ, διὰ τοῦ ἀσπασμοῦ τῆς μητρὸς, προεσκίρτησεν, ἀτελὴς τὰ μέλη, τὴν πίστιν τέλειος. Καὶ τάχα σκιρτᾷ ἐν ἀγαλλιάσει τὸ βρέφος, ἐπειγόμενον, εἰ δυνατὸν, προλαβεῖν τὴν προθεσμίαν τῆς φύσεως. Εἶδε τοῦ ∆εσπότου τὴν μητέρα παροῦσαν· στενοχωρεῖται τῇ φυλακῇ τῆς γαστρὸς, ἐν ἀγαλλιάσει σκιρτᾷ· καὶ ἐπειδὴ λαλεῖν οὐ δύναται μηδέπω, μηδὲ τὴν γλῶσσαν ἔχων φθέγξασθαι δυναμένην, μηδὲ τὸ στόμα ταῖς προθυμίαις ὑπηρετούμενον, παρὰ τῆς μητρὸς γλῶσσαν χρησάμενος προφητεύει, καὶ φθέγγεται μὲν Ἐλισάβετ· Ἰωάννης δὲ ἀπὸ τῆς γαστρὸς ὑπαγορεύει τὰ ῥήματα. Οὐ δικαίως οὖν καὶ περισσότερον προφήτου; Ἔστι καὶ ἄλλος λόγος, καθ' ὃν καὶ περισσότερον προφήτου. Οἱ προφῆται τὸ μέλλον προηγόρευον, καὶ ἐπεθύμουν ἰδεῖν ὃ προέβλεπον τῇ ψυχῇ. ∆ιὰ τοῦτο κεκράγασι· ∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. ∆ιὰ τοῦτο περὶ αὐτῶν ὁ Κύριος εἶπε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ ἀκοῦσαι ἃ ἀκούετε· καὶ οὐκ εἶδον, οὐδὲ ἤκουσαν. Οἱ μὲν οὖν προφῆται τὸ μέλλον προαγορεύουσιν· Ἰωάννης δὲ καὶ τὸν προφητευόμενον δείκνυσι. Προαγορεύει τὸ μέλλον ἐκ τῆς γαστρὸς, καὶ μετὰ ταῦτά φησιν· Οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος, μέσος ὑμῶν ἕστηκε. Πῶς δείκνυσιν; Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτος οὖν προφήτης, καὶ περισσότερον προφήτου, οὐκ ἤνεγκε τὸ ἄσεμνον συνοικέσιον, ἀλλ' ὑπὲρ σωφροσύνης παῤῥησιάζεται. Καλὸν τὸ διήγημα ἕκαστον νουθετείτω, ὅτι κἂν μὴ ὦσι πρόδηλοι διωγμοὶ, μαρτυρίου καιρὸς πάντοτε. Μὴ γὰρ Ἰωάννῃ προὔθηκέ τις βωμὸν καὶ λίβανον; μὴ γὰρ θύματα καὶ σπονδάς; μὴ γὰρ εἶπεν, Ἄρνησαι τὸν Θεόν; μὴ γὰρ εἶπε, Θῦσον τοῖς εἰδώλοις; Ἀλλ' ὑπὲρ σωφροσύνης ἐλευθερίῳ παῤῥησιαζόμενος στόματι, μάρτυς τῆς σωφροσύνης εὑρίσκεται. Ἵνα γὰρ γνῷς πόσον 59.762 δύναται παῤῥησία προφητικὴ, φησὶ πρὸς τὸν βασιλέα· Οὐκ ἔξεστί σοι ἔχειν τὴν τοῦ ἀδελφοῦ σου γυναῖκα. Βλέπεις πῶς κατὰ φύσιν τῇ ἀρετῇ τὸ ἄρχειν τῆς κακίας; Ἡρώδης βασιλεὺς, δορυφόρους ἔχων, πλοῦτον περιβεβλημένος, δυναστεύων βασιλικὴν δυναστείαν· Ἰωάννης πτωχὸς, ἀνέστιος, ἄπολις, ἀκτήμων, ἄσιτος, τοσοῦτον ἐσθίων, ὅσον ἡ φύσις βιάζεται. Ὁ περιβεβλημένος ἐκ τριχῶν καμήλου, τῷ τὴν πορφυρίδα περιβεβλημένῳ νομοθετεῖ· ὁ ἐν ταῖς ἐρήμοις πορευόμενος, τῷ τῶν πολυάνδρων ἄρχοντι πόλεων· ὁ ἀκρίδας ἐκ βοτανῶν ἐσθίων καὶ μέλι ἄγριον, τῷ τὴν λαμπρὰν παρατιθεμένῳ καὶ βασιλικὴν τράπεζαν ἐξ αὐθεντίας προστάττει· Οὐκ ἔξεστί σοι. Καίτοι ἐδόκει βασιλεῖ πάντα ἐξεῖναι.

Ἀλλὰ Πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. Ἐπὶ τούτοις δέον εὐχαριστεῖν, δέον εὐεργετεῖν, ἣ προσκυνεῖν τὸν ὑπὲρ σωφροσύνης διδάσκαλον· παρωξύνθη μὲν ὁ Ἡρώδης, πλέον δὲ παρωξύνθη Ἡρωδιὰς γείτονες γὰρ τῶν ὀνομάτων, καὶ τοῦ τρόπου πλέον ἤπερ ὁμόζυγοι· καὶ ἔσονται οἱ δύο, οὐκ εἰς σάρκα μίαν, ἀλλ' εἰς ἀκρασίαν μίαν· καὶ ὑπὲρ τούτων ἐμβάλλουσι τὸν προφήτην εἰς δεσμωτήριον, ἵνα δείξωσι τὴν οἰκείαν ἀσυνεσίαν. Ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε· ἀσύνετον δὲ, καὶ προσθήσει τοῦ μισεῖν σε. Ἐμβάλλεται τῷ δεσμωτηρίῳ, καὶ οὐ μεταλλάσσει τὴν παῤῥησίαν. Λῦσον, φησὶ, τὰ μέλη· μόνον λῦσον τὸ ἄδικον συνοικέσιον. Ἐγκαρτεροῦντος δὲ αὐτοῦ τῷ δεσμωτηρίῳ, γίνεται τὸ πικρὸν ἐκεῖνο συμπόσιον, τὸ τυραννικὸν καὶ ὠμόν· οὗ τῆς εὐφροσύνης τέλος, προφήτου φόνος. Εἴσεισιν Ἡρωδιὰς τῆς Ἡρωδιάδος θυγάτηρ, τέκνον τῆς σαρκὸς, τέκνον τῆς ψυχῆς· εἴσεισιν εἰς οἰνωμένον συμπόσιον, ὀρχεῖται δημοσίᾳ ἡ βασίλισσα, ἣν οὐκ ἐχρῆν προκύπτειν κοιτωνίτιδος, ἣν οὐκ ἐχρῆν ἀῤῥένων ὄψεσι θαρσεῖν. Ἀλλὰ τάχα, ὥσπερ Ἰωάννης παρὰ τῆς μητρὸς πρὸ βραχέος ἐχρήσατο γλῶσσαν, καὶ ἡ κόρη παρὰ τῆς μητρὸς τοὺς ὀφθαλμοὺς τῆς ἀναισχυντίας ἐχρήσατο. Εἴσεισιν εἰς τὸ συμπόσιον. Οὐκ ἤρκει τοῦτο τῆς αἰσχύνης ἔχειν τὴν ὑπερβολήν· ἀλλὰ καὶ πῶς εἴσεισιν; ἆρα ὡς βασιλίς; ἆρα σεμνῶς; ἆρα εὐνούχοις, ἆρα θεραπαινίσιν, ἆρα τῷ ἄλλῳ κόσμῳ, καὶ σεμνότητι προσεκοσμήθη; Οὐδαμῶς· ἀλλ' εἴσεισιν ὀρχουμένη. Κακῆς εἰσόδου χείρων ἡ ὑπόθεσις. Καὶ ὠρχήσατο ἐν μέσῳ τοῦ συμποσίου, ἐν τοῖς τῶν ἀκολάστων ὀφθαλμοῖς, ὅτε καὶ ὁ οἶνος τὸ πάθος πλέον ἠρέθιζεν.

Καὶ βούλει γνῶναι τὸ χεῖρον; Οὐκ ὀρχεῖται μόνον, ἀλλὰ καὶ καλῶς ὀρχεῖται. Προσθήκη τῆς αἰσχύνης, καὶ τὸ καλῶς μελετῆσαι τὰ κακά. Ἔοικεν γὰρ οὐ παρέργως τὴν αἰσχύνην κατωρθωκέναι. Ἀρέσκει τῷ Ἡρώδῃ καὶ τοῖς συνανακειμένοις. Καὶ ἡ ἀλώπηξ οὐκ ἐγκαλύπτεται. Βλέπει τοῦ ἀδελφοῦ τὴν θυγατέρα καὶ τῆς κακῶς συνοικούσης ἐν μέσῳ ἀῤῥένων ὀρχουμένην, καὶ οὐ καλύπτεται, ἀλλὰ καὶ ἀρέσκεται, καὶ ἀρέσκει κἀκείνῳ καὶ τοῖς συνανακειμένοις. Μεθ' ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ἐβουλόμην αὐτὸν μικρόν τι Παύλῳ μαθητευθῆναι· Ὅλως ἀκούεται ἐν ὑμῖν ὄρχησις, καὶ τοιαύτη ὄρχησις, οἵα τις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὡς βασιλέως ὀρχήσασθαι θυγατέρα. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐ μᾶλλον ἐπενθήσατε. Ἀλλὰ καὶ ἀρέσκει κακῶς, καὶ μισθὸν λαμβάνει τοῦ κατορθώματος χείρονα, ὥστε τὸν Ἡρώδην ὀμόσαι· Αἴτησον ὃ θέλεις, καὶ δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Ὁρᾶτε τῶν φιληδόνων τὸ τέλος; ὁρᾶτε τῶν φιλοθεαμόνων τὴν αἰσχύνην; Προλαμβάνων ὀμνύεις· Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι· καὶ ποιεῖς αἰτήσεως κύριον, ὀρχηστρίδιον, καὶ προενεχυράζεις τὴν ψῆφον ὅρκου προσθήκῃ. Βλέπεις πῶς βασιλέων ἀξίωμα φιληδονία κατασύρει πρὸς γῆν; βλέπεις ποῦ τὴν βασιλείαν ἀπέῤῥιψεν; «Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι, καὶ ἕως τοῦ ἡμίσους τῆς βασιλείας.» Τοσούτου κρίνεις τὴν βασίλειον ἀξίαν; Οὕτω προδιεφθάρης τοὺς ὀφθαλμούς; Ἅπαξ ὠρχήσατο τὸ κοράσιον, καὶ ἀπέδου τὸ ἥμισυ· ἐὰν δεύτερον ὀρχήσηται, ἰδιώτης ὁ βασιλεύς. Ποῦ τὸ τῶν φιληδόνων ἀξίωμα; ποῦ τῶν ἀκολάστων ἡ ἁλουργίς; Τὸ ἥμισυ τῆς βασιλείας τοῖς ποσὶ τῆς ὀρχηστρίδος ὑπέῤῥιψας· εὖξαι μὴ πάλιν αὐτὴν ὀρχήσασθαι, ἢ μὴ πάλιν αὐτὴν ὀρχησαμένην εὐδοκιμεῖν· εἰ δὲ μὴ, λείπεταί σοι τὸ προσαιτεῖν. Ἀλλὰ ταύτῃ μὲν ἀκόλαστος 59.763 ἡ τοῦ μισθοῦ πρότασις· τί δὲ ἡ τῆς ὀρχηστρίδος αἴτησις; Οὐκ ἐσχεδίασε τὸ δῶρον, οὐκ ἐξ αὐτοσχεδίου τὸν μισθὸν ᾔτησεν· ἀλλὰ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, ἀπέρχεται χρήσασθαι συμβούλῳ τοῦ μισθοῦ τῇ κακῇ διδασκάλῳ. Καὶ ποῖον ᾔτησε μισθόν; ∆ός μοι ὧδε ἐξ αὐτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἆρα μὴ δακρύσω τῆς αἰσχύνης τὴν ὑπερβολὴν, τοῦ κατορθώματος τὸ αἰσχρὸν, τοῦ βασιλέως τὴν ἐπαγγελίαν, τοῦ μισθοῦ τὴν αἴτησιν; οὐ φρίσσετε λοιπὸν τῶν ὀρχουμένων τὰ τέλη; οὐ βδελύσσετε τῶν κρότων τοὺς λογισμούς; οὐκ ἀποπτύετε τῶν ἡμιγύμνων τοὺς λυγισμούς; Τολμᾶς ὀρχηστὴν φίλον ἔχειν; τολμᾷς σεαυτὸν τάττειν ἐραστὴν ὀρχηστοῦ; Οὐ μισεῖς τὸ πρᾶγμα, ὅπερ ἀμελούμενον γέλωτα καὶ παρὰ τοῖς θεαταῖς ὀφλισκάνει; Ὀφλισκάνει μὲν γέλωτα, εἰς ἄκρον δὲ κατορθωθὲν, προφήτην φονεύει. Μισήσωμεν ὄρχησιν, εὕρημα δαιμόνων καὶ μελέτην κακοδαιμόνων. Ἐπὶ τούτοις ὁ Ἡρώδης ἐλυπήθη· ἐλυπήθη δὲ ἄκρως, ὡς ἂν εἴποι τις, καὶ μιμεῖται τὸν Πιλᾶτον, μᾶλλον δὲ τὸν τρόπον τοῦ Πιλάτου· προγενέστερον γὰρ τὸ διήγημα. Νίπτεται τὰς χεῖρας ἐκεῖνος, καὶ τῇ ψήφῳ τῇ κολαστικῇ παραδίδωσι· λυπεῖται καὶ οὗτος, καὶ διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐπένευσεν. Οὐ καλῶς ἔλεγεν ὁ Κύριος σήμερον, Μὴ ὀμόσῃς ὅλως; Εἶδες ∆εσπότου παραίνεσιν· Μὴ ὀμόσῃς ὅλως. ∆ιὰ τί γὰρ ὀμνύεις, ἢ ἵνα ἐπιορκῶν παγιδεύσῃς σαυτὸν, ἢ εὐορκῶν προφήτην φονεύσῃς; Κακῶς ὤμοσε, χεῖρον εὐώρκωσεν· ὅμως, ∆ιὰ τοὺς ὅρκους, φησὶ, καὶ τοὺς συνανακειμένους. Τοὺς συνανακειμένους ᾐδέσθης, καὶ τὸν Κριτὴν οὐκ ἐφοβήθης; Καὶ ἐκέλευσε, φησὶ, Καὶ παραχρῆμα ἠνέχθη ἡ κεφαλὴ Ἰωάννου τοῦ Βαπτιστοῦ ἐπὶ πίνακος, καὶ ἐδόθη κορασίῳ. Ἴδε τοῦ πικροῦ συμποσίου πικρότερον καὶ τὸ τέλος· τέμνεται ἡ κεφαλὴ τοῦ προφήτου, δίδοται τῷ κορασίῳ, καὶ τὸ κοράσιον δέχεται· οὐ φρίττει τὸ θέαμα, οὐ κατεπλάγη τὴν κεφαλὴν, οὐκ ἀπεστράφη τὰς τῶν αἱμάτων ῥανίδας· ὄντως ὠμῆς λεαίνης σκύμνος ὠμότερος. Ἐπὶ πίνακος τίθεται κεφαλὴ προφήτου, ἐφ' οὗ τὰ ἐδέσματα παραφέρεται· καὶ τὸ αὐτὸ σκεῦος ἐδεσμάτων καὶ φόνου, καὶ αὐτῆς ὥρας ἔτι τοῦ λύθρου στάζοντος, ἔτι παλλούσης τῆς κεφαλῆς, τάχα καὶ εἰς τὸ συμπόσιον παρενεχθεῖσα ἡ κεφαλή· ἔτι τῆς γλώττης σαλευομένης ἐβόα· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ λαβοῦσα ἀπήνεγκε τῇ μητρὶ αὐτῆς. Ἀπέλαβεν ἡ ὀρχηστροδιδάσκαλος τῆς κακῆς διδασκαλίας τὸ ἀσεβὲς κατόρθωμα.

δʹ. Τοῦτο μὲν οὖν ἀναγκαίως ἠρευνήσαμεν τὸ διήγημα, ἵνα τοὺς ὀφθαλμοὺς τῶν φιλοθεαμόνων ἐκσμήξωμεν, καὶ πείσωμεν ὑμᾶς ἀποστρέφεσθαι τὰ τοιαῦτα θεάματα. Ἀλλὰ μὴ καταλύσωμεν τὸν λόγον ἐν σκυθρωπῷ διηγήματι, μηδὲ λόγον ἐκκλησιαστικὸν ὀρχηστρὶς καταστελλέτω, ἀλλ' ἀντιθῶμεν ἀκολάστῳ συμποσίῳ καὶ τυραννικῷ καὶ πικρῷ συμπόσιον δεσποτικὸν καὶ φιλάνθρωπον, ἵνα νοήσωμεν πηλίκος ὁ τῆς μετανοίας καρπός. Ἠρώτησε τὸν Κύριον τῶν Φαρισαίων τις εἰσελθεῖν καὶ φαγεῖν ἄρτον, Εἰσῆλθεν ὁ ∆εσπότης, καὶ ἀνέκειτο. Εἰ γὰρ καὶ ᾔδει τῶν καλούντων τὰς γνώμας, ἀλλὰ καὶ μακροθυμῶν ἔφερεν. Ὅτι γὰρ ὁ καλέσας ὑποκριτὴς ἦν, τὰ ἑξῆς δείκνυσιν· Ἀνακειμένου τοῦ Κυρίου καὶ ἔτι ὄντος τοῦ συμποσίου, Γυνή τις ἦν, φησὶν, ἐν τῇ πόλει ἁμαρτωλός. Ἀκούσασα ὅτι Ἰησοῦς ἐκεὶ κατάκειται, ἔρχεται, φησὶν, εἰς τὸν οἶκον· καὶ κομίσασα ἀλάβαστρον μύρου, κατέχεεν ἐπὶ τῶν ποδῶν τοῦ ∆εσπότου, καὶ κατεφίλει τὰ ἴχνη, καὶ ἐξέμασσε ταῖς θριξὶν αὐτῆς.

Ἵνα δὲ γνῶς, ὅτι ὑποκριτὴς ὁ καλέσας, διαλογίζεται ἐν ἑαυτῷ ὁ Φαρισαῖος· Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ· ὅτι ἁμαρτωλός ἐστιν. Οὐ γὰρ ὑποκριταὶ μόνον οἱ Φαρισαῖοι, ἀλλὰ καὶ φθονεροί. Παρὰ σοὶ Χριστὸς ἀνάκειται, καὶ ταῦτα εἰδώς σου τὸν τρόπον, καὶ οὐδεὶς βασκαίνει· ἦλθεν ἁμαρτωλὸς γυνὴ σωθῆναι, καὶ φθονεῖς, ὦ Φαρισαῖε; Τάχα ἂν ... αὐτοῦ συγγενὴς ἦν, μᾶλλον δὲ τῶν δογμάτων προπάτωρ. Ἵν' οὖν γνῷς, ὅτι οὐκ ἔστι προφήτης, ἀλλ' ὁ προφήτης ἔχει γάρ τι ἡ τοῦ ἄρθρου προσθήκη, τί μέγα ἦν, εἰ ἔγνω ὅτι ἁμαρτωλὸς ἡ γυνή; Τοῦτο καὶ διὰ φήμης ῥᾴδιον ἦν μαθεῖν· τοῦτο καὶ σὺ ὁ Φαρισαῖος, μὴ ὢν προφήτης, ἐγίνωσκες. ∆είκνυσιν οὖν τὸ μεῖζον τοῦ εἰδέναι. Τὸν μὲν γὰρ ἐκείνης βίον καὶ φήμη τυχὸν διήγγελλε, καὶ μάλιστα λίαν οὔσης ἁμαρτωλοῦ· ὁ δὲ Κύριος, ἵνα δείξῃ τὴν θεϊκὴν δύναμιν, τὸν διαλογισμὸν ἀνέγνω τοῦ Φαρισαίου. Οὐδὲ γὰρ ἔχει 59.764 τὸ διήγημα, ὅτι ὁ Φαρισαῖος πρός τινα τῶν ἀνακειμένων εἶπεν, ἀλλ' ἐν ἑαυτῷ ἔλεγε, καὶ διελογίζετο ἐν ἑαυτῷ. Ἵν' οὖν γνῷς, ὅτι οὐ μόνον προφήτης, ἀλλὰ καὶ ὁ προφήτης· σὺ κινεῖς ἔνδον τὸν λογισμὸν, καὶ ὁ ∆εσπότης ἀναγινώσκει· σὺ στρέφεις τὰς ἐννοίας, καὶ ὁ Κύριος εὑρίσκει, καὶ θεραπεύει· καὶ οὕτω τὰ τῶν χρεωφειλετῶν τῶν δύο διηγήματα παρήγαγε, τῷ μὲν ὅτι ἀφῆκε πεντακόσια, τῷ δὲ πεντήκοντα, Τίς πλέον ἀγαπήσει; λέγων. Ἀποκρινομένου τοῦ Φαρισαίου, Ὧ τὸ πλεῖον ἐχαρίσατο, συγκρίνει λοιπὸν τὸν Φαρισαῖον, κἀκείνην τὴν γυναῖκα τὴν λαβοῦσαν πολλῶν ἁμαρτημάτων συγχώρησιν· ἣν οὐκ ἐπαινῶ τοῦ προτέρου βίου, μακαρίζω δὲ τοῦ δευτέρου τέλους. Μηδεὶς αὐτὴν μετὰ Φαρισαίων ὀνειδιζέτω· Πόρνη ἦν καὶ ἀκόλαστος. Παῦλος ἑρμηνευσάτω, Παῦλος τῇ γυναικὶ συνηγορείτω· Θεὸς ὁ δικαιῶν. Τίς ὁ κατακρίνων; Καὶ φέρε, τὸ διήγημα λεπτότερον ἐξετάσωμεν, ἵνα μὴ μακαρίζωμεν μόνον ἐκείνην, ἀλλὰ καὶ μιμησώμεθα· Ἔρχεται πρὸς τὸν Ἰησοῦν ἐμπαράσκευος, κομίζουσα μύρον ἐν ἀλαβάστρῳ, καὶ δάκρυον ἐν ὀφθαλμοῖς· τὸ ἄψυχον σκεῦος τοῦ μύρου, ἡ ἔμψυχος πηγὴ τῆς μετανοίας· ἐκ τοῦ σώματος τῆς σαρκὸς κομίζει μύρον, ἵνα σβέσῃ τὴν τῆς ἀσελγείας δυσωδίαν· δυσώδης γὰρ ἡ ἁμαρτία, καθὰ καὶ ∆αυῒδ μαρτύρεται· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶς ἁμαρτάνων δυσωδίαν ἐργάζεται· πᾶς μετανοῶν μύρον σκευάζει. Ἀλλ' ὥσπερ ἐν τοῖς μύροις πολλὰ ἀρώματα, οὕτω καὶ μετανοίας πολλὰ εἴδη.

∆εῖ γὰρ πολλὰς πολιτείας καὶ πολλοὺς συναγαγεῖν καρποὺς, ἵνα σκευάσωσι τῆς μετανοίας τὸ μύρον. Καὶ βούλεσθε γνῶναι τῆς γυναικὸς τὴν ταπεινοφροσύνην; Ἄλλη ποτὲ γυνὴ κομίσασα μύρον παρὰ τὸν Χριστὸν, καταχέει τῆς κεφαλῆς· εἶχε γὰρ παῤῥησίαν ἐκ πολιτευμάτων. Αὕτη διὰ τὴν συνείδησιν τῶν πταισμάτων οὐ κατατολμᾷ τῆς κεφαλῆς, ἀλλὰ τῶν ποδῶν ἄκρων ἐφήψατο. Καὶ οὐκ ἔλαττον ἐνεργοῦσιν οἱ πόδες. Εἰ γὰρ οὐ τὸ ἱμάτιον μόνον, ἀλλὰ καὶ τοῦ ἱματίου τὸ κράσπεδον τελείαν ὑγίειαν τῇ πιστευσάσῃ χαρίζεται, καὶ ποιεῖ τῇ πιστευσάσῃ ἐπαινετὴν τὴν κλοπήν· πόσῳ μᾶλλον τὰ ἴχνη τοῦ Χριστοῦ δύνανται τῶν ἁμαρτημάτων ἀπαλεῖψαι τοὺς μώλωπας! Οὐ τοίνυν τὸ μύρον μόνον κατέχεεν, ἀλλὰ καὶ τὰς πηγὰς τῶν δακρύων ἐκίνησε. Μακάριαι τῆς γυναικὸς αἱ λίμναι, ὅθεν ποταμοὶ θεραπευτικοὶ τῶν ἁμαρτημάτων προχέονται. Σοὶ γενέσθω διδάσκαλος διατί τοὺς ὀφθαλμοὺς ἡμῖν ὁ Θεὸς κεχάρισται. Ἆρα μόνον ὄψεως ὑπηρέτας; Τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ζώων ἕκαστον ἔχει· κἂν ἀκριβῶς ἐξετάσῃς, ἔνια τῶν ἀλόγων καὶ πλέον ὀξυδερκεῖ παρ' ἡμᾶς. Σοὶ γὰρ οὐ μόνον εἰσὶν ὄψεως ὑπηρέται, ἀλλὰ καὶ μετανοίας ἐργάται. Μακάριόν σε φυλάξαι τὸ λουτρὸν τοῦ βαπτίσματος· εἰ δὲ ὡς ἄνθρωπος προελήφθης, κίνησον δακρύων πηγάς. Ἔχεις τὸ φρέαρ· ἐκ τοῦ βάθους τῆς καρδίας τὴν λύπην ἄντλησον· κίνησον τὰς διδύμους κόρας, πρόχεε δακρύων ῥεύματα· κατ' ἀναλογίαν τῶν πεπλημμελημένων ἔστω τὰ δάκρυα. Μικραὶ ψεκάδες κοῦφα παραφέρουσι κάρφη· μεγάλα ποταμῶν βάθη καὶ ῥεύματα, χείμαῤῥοι σφοδροὶ καὶ βαθεῖς κορμῶν βάρη καὶ λίθων ἄχθη παρασύρειν πεφύκασι. Στάθμισόν σου τὰ ἁμαρτήματα. Εἰ μικρόν σου τὸ ἁμάρτημα, ἀρκεῖ καὶ βραχὺ δάκρυον· εἰ μέγα τὸ ἁμάρτημα, μείζων ὁ τῶν δακρύων γένοιτο χείμαῤῥος.

Εἰ δὲ καὶ παῤῥησίαν ἔχεις βίου, καὶ ἐπιτηδειότητα δακρύων, καὶ καρδίαν κατανενυγμένην, εἰ καὶ μὴ πάντα ὑπὲρ σαυτοῦ δακρύεις, κἀμοὶ δάνεισον δακρύων μέρος· δάκρυσον ὑπὲρ ἀδελφικῶν ἁμαρτημάτων. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Οὐχ ἥμαρτε Σαμουὴλ, ἀλλ' ἐπὶ Σαοὺλ ἡμαρτηκότα πενθεῖ. Παῦλός ἐστι σκεῦος ἐκλογῆς· ἀλλ' ὑπὲρ ἡμῶν ὀδυνᾶται. Τίς σκανδαλίζεται, φησὶ, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὁρᾷς ὅτι τὰ ἐμὰ σκάνδαλα τὴν Παύλου συντρίβει καρδίαν; Πλὴν ἀλλ' ἕκαστον ἡμῶν γένοιτο τοῖς οἰκείοις ἁμαρτήμασι μετὰ τῶν δακρύων ἀρκέσαι. Μιμησώμεθα τὴν γυναῖκα· δάκρυσι βρέχει τοὺς πόδας τοῦ Ἰησοῦ, ἀλείφει τῷ μύρῳ.

∆άκρυσι τοὺς πόδας. Ὅθεν τὰ ἁμαρτήματα, ἐκεῖθεν καὶ τὰ ἰάματα. Ἤκουσας τοῦ Κυρίου λέγοντος σήμερον· Ὃς ἂν ἴδῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ ἑαυτοῦ. Ἐπειδὴ διὰ τοῦ βλέμματος ἡ ἁμαρτία κατήρξατο. Ὅπου ἡ ῥίζα τῆς ἀκολασίας, ἐκεῖ ἡ πηγὴ τῆς θεραπείας. Καὶ ἐξέμασσε ταῖς θριξίν. Ἆρα ἡ τὸ μύρον ἀγοράσασα, ἡ τὸ ἀλάβαστρον ἑτοιμάσασα, λέντιον οὐκ εἶχε αρεσκευασμένον, 59.765 οὐκ ἠδύνατο βρέξαι μὲν τοῖς δάκρυσιν, ἐκμάξαι δὲ λεντίῳ; Ἀλλ' οὐ τολμᾷ τοῦτο ποιῆσαι· τὸ γὰρ ἐκμάσσειν λεντίῳ Χριστῷ τετήρηται. Τάχα δὲ αὐτὴ καὶ φοβουμένη πλέον ἠσφαλίσατο· οὐ βούλεται γὰρ τὰς μὲν ἁμαρτίας τοῦ σώματος εἶναι, τὰς δὲ θεραπείας ἀψύχων.

Τί γὰρ ὠφελεῖτο ἐκείνη εἰ λέντιον ψαῦσαν τοῦ σώματος τοῦ Χριστοῦ τὸ ἄψυχον ἡγιάζετο; Καινοτομεῖ τὴν φύσιν, ἀντὶ λεντίου ταῖς θριξὶν ἐκμάσσει. Ὅθεν τὰ ἁμαρτήματα, ἐκεῖθεν καὶ τὰ ἰάματα. Πᾶσιν ἥμαρτεν τοῖς μέλεσι, πᾶσι θεραπεύει τοῖς μέλεσιν. Εἶδε κακῶς τὸν νέον· δακρύων προχέει πηγάς· ἥμαρτεν φιλήμασι πορνικοῖς καὶ χειρῶν ἁφῇ τὴν ψυχὴν καταῤῥυπάνασα· καταφιλεῖ τοὺς πόδας τοῦ Χριστοῦ, ἵνα ἀποσμήξῃ τὰ χείλη, καὶ τὸν ῥύπον καθάρῃ· ἐκμάσσει καὶ ταῖς θριξὶ, τάχα που καὶ διὰ τούτων γυναῖκας ἀπειροκάλους παιδεύουσα. Ἐπειδὴ γὰρ καὶ τὰ πλέγματα τῶν τριχῶν πολλάκις βρόχους τοῖς νέοις πλέκουσιν διὸ καὶ Παῦλος καλῶς νουθετεῖ κοσμεῖν ἑαυτὰς μὴ ἐν πλέγμασιν· ἐπειδὴ τοίνυν σύνοιδε τῇ ψυχῇ, ὅτι πολλοὺς νέους διὰ τῶν πλεγμάτων, ὥσπερ δορκάδας διὰ βρόχων ἐθήρευσε, βούλεται καὶ διὰ τῶν τριχῶν ὑπὲρ τῆς μετανοίας ἀπολογήσασθαι· καὶ ἐπειδὴ πολλάκις ἔπλεξεν ἀσεβῶς, ἅπαξ ἔλυσεν εὐσεβῶς. Τί οὖν τῶν ἐπινοιῶν τούτων λαμβάνει τὸ γέρας; Ἄκουσον τῆς ∆εσποτικῆς φωνῆς· Αὐτὴ δὲ ἠγάπησε πολὺ, οὗ ἕνεκεν ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαὶ ἐκεῖναι.

εʹ. ∆εσπότης ἔῤῥηξε τὸ χειρόγραφον, καὶ Ναυάτος συνάγει τὰ διαῤῥαγέντα. Εἶδές ποτε φιλοπράγμονα, γραμματεῖον διαῤῥαγὲν συνάγοντα, καὶ πάλιν φιλοπόνως κολλήσαντα, ἵνα τὴν ἀγωγὴν τῆς συκοφαντίας ἀνανεώσῃ; Ὁ ∆εσπότης ἔῤῥηξε τὸ χειρόγραφον, τὸ χρέος ἀφῆκεν, ὁ λογοθέτης συκοφαντεῖ. Ἀλλὰ βραχὺ ἡμῖν ὁ περὶ Ναυάτου λόγος. Μίμησαι τὴν γυναῖκα, καὶ λήψῃ τὸ γέρας τῆς θεραπείας. Μὴ δέδοικα Ναυάτου κρίνοντος; μὴ γὰρ αὐτὸς ὁ μέλλων κρῖναι ζῶντας καὶ νεκρούς; μὴ γὰρ μετὰ τῶν ἀποστόλων τῶν δώδεκα τρὶς καὶ δέκατος θρόνος Ναυάτου εἰς τὴν κρίσιν τεθήσεται; Τίς μοι δώσει τῆς μετανοίας τὴν ἀκρίβειαν, κἀγὼ Ἰησοῦ ∆εσπότου τὴν φιλανθρωπίαν ἐγγυῶμαι; Οὐκ ἀρκεῖ σοι ὄνομα μετανοίας, ἀλλ' ἔργα μετανοίας. Ἐὰν εἴπῃς, Μετανοῶ, καὶ πάλιν ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψῃς, ἢ πάλιν ὡς ὗς ἐπὶ τὸν κυλισμὸν τοῦ βορβόρου, οὐ τὸ ῥῆμα ὠφέλησεν, ἀλλ' ὁ βόρβορος συνέπνιξεν. Ἐὰν δὲ βουληθῇς ἀκριβῶς μετανοῆσαι, θάῤῥει ὑπὲρ ἡμαρτημένων, μόνον ἀσφάλισαι τὸ λειπόμενον. Βέλτιον μηδὲ σχεῖν ἀρχὴν τραύματος· εἰ δὲ δέοι, μᾶλλον θεράπευσον, μᾶλλον περίδησον, μὴ ὑπερίδῃς σκώληξι βρύον. Ἐὰν δὲ ἐπουλώσῃ, μὴ πάλιν τέμῃς. Ταχὺ τὸ στόμιον τῆς οὐλῆς γίνεται, τὸ δὲ δι' οὐλῆς σκληρυνθὲν, δυσκόλως πάλιν συνάγεται. Ἐπεὶ ὅτι φιλάνθρωπος ὁ κριτὴς, οὐ μόνον ἀπὸ τῶν ῥημάτων, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων ἀποδεῖξαί μοι ῥᾴδιον. Ἠκούσατε πάντως τῆς τοῦ ∆ε 59.766 σπότου φιλανθρωπίας, ὅτι πρὸς τὸν μακάριον Πέτρον μετὰ τῶν ἄλλων ἐπαίνων καὶ τοῦτο ἔθηκεν· Σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. Ἄν τινων ἀφῇς τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῇς, κεκράτηνται. Οὐ δείκνυσι τοῦτο τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν; ∆ώσω σοι τὰς κλεῖς. ∆ιὰ τί δ' οὐκ ἔδωκεν Ἰωάννῃ, ὃς ἐπὶ στῆθος ἀνέπεσε τοῦ ∆εσπότου, τῆς ἀγάπης ἀκριβῶς ἔχων τὸ σύμβολον; διὰ τί οὐκ ἔδωκεν Ἰακώβῳ, τῷ πρώτῳ ἀποτμηθέντι; Ἀνεῖλεν γὰρ Ἡρώδης τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Βούλει γνῶναι πῶς ἠγάπα τὸν Ἰωάννην; Παρ' αὐτῷ τῷ σταυρῷ φησι πρὸς τὴν μητέρα αὐτοῦ· Ἴδε ὁ υἱός σου. Μείζονα ταύτης ἀγάπην ἀπαιτεῖς; Ἴδε ὁ υἱός σου. Τὴν κοινὴν παροιμίαν ἐπλήρωσεν. Τί ἐστι φίλος; Ἄλλος ἐγώ. Ἴδε ὁ υἱός σου. Ὡς τὴν μητέρα παρέθετο τούτῳ. ∆ιὰ τί τὰς κλεῖς τῆς βασιλείας οὐκ ἐνεχείρισεν, καίτοι ἀγαπῶν ὑπὲρ πάντας αὐτόν; Ἀλλὰ ∆εσποτικῆς φιλανθρωπίας ἀπόδειξιν ἔχει τὸ εἰρημένον. Οὐ δίδωσι τὰς κλεῖς Ἰακώβῳ, οὐ δίδωσι τὰς κλεῖς Ἰωάννῃ, οὐ δίδωσιν ἄλλῳ τινὶ τῶν ἀποστόλων τῶν ἀναμαρτήτων· ἀλλὰ τὸν Πέτρον διὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐξείλεκται. Ἐπειδὴ γὰρ Πέτρος πρὶν ἀλέκτορα φωνῆσαι καὶ σιγῶ τὸ λειπόμενον, αἰδοῖ τῆς ἀρετῆς τοῦ ἀνδρὸς προελήφθη ἁμαρτήματι· διὰ τοῦτο γοῦν οὐδενὶ τῶν μαθητῶν τῶν ἀναμαρτήτων τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ἐπίστευσεν, ἀλλὰ Πέτρῳ τὰς κλεῖς ἐγχειρίζει, ἵνα Πέτρος ὅταν τινὰ ἐξ ἁμαρτημάτων μετανοήσαντα θεάσηται, καὶ διὰ μετανοίας τὴν ἁμαρτίαν ἀποκενωσάμενον, καὶ βουλόμενον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν, τοῦ καθ' ἑαυτὸν μνησθεὶς ὑποδείγματος, συνεργὸς αὐτῷ εἰς τὴν σωτηρίαν γένηται.

Πῶς οὐ μακαρίζω τὸν τῆς Ἐκκλησίας θηρευτὴν, οἵους τοὺς σκύλακας ἔθρεψεν; Οὔπω γὰρ τούτοις τὸ σῶμα τοῦ νοήματος ἀπεδείξαμεν, καὶ ἤδη τὸ ζῶον προεθηράσαντο. Ὅμως κατὰ τοὺς θηρευτὰς, μετὰ τὸ ὑμᾶς θηρεῦσαι τὰ νοήματα, τὰ μέλη τὰ θηρευθέντα διέλωμεν. Ἐλέγομεν οὖν, ὅτι διὰ τοῦτο Πέτρῳ τὰς κλεῖς τῆς βασιλείας ἐπίστευσε, καὶ οὐδενὶ τῶν ἀναμαρτήτων κατεπίστευσεν, ἵνα Πέτρος ὅταν ἴδῃ τινὰς τῶν ἐξ ἁμαρτημάτων ἐπιστρεφόντων, καὶ διὰ μετανοίας εἰς τὴν βασιλείαν εἰσβιαζομένων βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, μνησθεὶς τοῦ καθ' ἑαυτὸν ὑποδείγματος, καὶ ἡμῖν τοῖς διὰ μετανοίας προσιοῦσιν ὑπανοίξῃ θύραν. Εἶδες τοῦ πιστεύσαντος τὴν φιλανθρωπίαν; Πρόσεχε ταῖς κλεισί. Μετανόησον πρὶν ἀποκλεισθῆναι. Ἐξουσίαν γὰρ ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ὅπου ἡ ἁμαρτία, ἐκεῖ ἡ λύσις. Μὴ ἐπὶ γῆς ἡδονὴ, καὶ ἐκεῖ ἡ μετάνοια. Ἐνταῦθα λῦσον, καὶ τότε σε Πέτρος ὑποδέξεται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἐξ ἀγροῦ αὐτοῦ ἐπανελθόντος Ὁμιλία αʹ.

αʹ. Ἆρα ἐμέμνησθε ἡμῶν, ἡνίκα τὸν μεταξὺ τοῦτον ἐχωρίσθημεν χρόνον ὑμῶν; Ἐγὼ μὲν γὰρ ὑμῶν οὐδέποτε ἠδυνήθην ἐπιλαθέσθαι, ἀλλὰ καὶ τὴν πόλιν ἀφεὶς, τὴν ὑμετέραν οὐκ ἀφῆκα μνήμην· ἀλλ' ὥσπερ οἱ τῶν λαμπρῶν ἐρῶντες σωμάτων, ὅπουπερ ἂν ἀπίωσι, μεθ' ἑαυτῶν τὴν ποθουμένην περιφέρουσιν ὄψιν, οὕτω δὴ καὶ ἡμεῖς τοῦ κάλλους τῆς ὑμετέρας ψυχῆς ἐρασθέντες, ἀεὶ μεθ' ἑαυτῶν τὴν εὐμορφίαν τῆς ὑμετέρας περιφέρομεν διανοίας. Καὶ καθάπερ οἱ ζωγράφοι, ποικίλα χρώματα κεραννύντες, τὰς τῶν σωμάτων εἰκόνας ἐργάζονται, οὕτω καὶ ἡμεῖς τὴν σπουδὴν ὑμῶν τὴν ἐν ταῖς συνάξεσι, τὴν προθυμίαν τὴν περὶ τὴν ἀκρόασιν, τὴν εὔνοιαν τὴν περὶ τὸν λέγοντα, τὰ ἄλλα πάντα κατορθώματα καθάπερ ποικίλα χρώματα ἀρετῆς κεράσαντες, καὶ τὸν χαρακτῆρα τῆς ψυχῆς ὑμῶν ὑπογράψαντες, καὶ πρὸ τῶν ὀφθαλμῶν τῆς διανοίας θέντες, ἱκανὴν διὰ τῆς φαντασίας ταύτης ἐλαμβάνομεν τῆς ἀποδημίας παραμυθίαν. Καὶ ταῦτα, καὶ οἴκοι καθήμενοι καὶ διανιστάμενοι, καὶ ὁδοιποροῦντες καὶ ἀναπαυόμενοι, καὶ εἰσιόντες καὶ ἐξιόντες, ἐστρέφομεν συνεχῶς, τὴν ὑμετέραν ὀνειροπολοῦντες ἀγάπην· καὶ οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ ταύταις ἐνετρυφῶμεν ταῖς φαντασίαις. Καὶ ὅπερ ὁ Σολομὼν ἔφη, Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ· τοῦτο καὶ ἡμεῖς τότε ἐπάσχομεν. Ἡ μὲν γὰρ ἀνάγκη τοῦ ὕπνου κατέστελλεν ἡμῶν τὰ βλέφαρα· ἡ δὲ τῆς ἀγάπης τῆς ὑμετέρας τυραννὶς ἀφύπνιζε τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμούς· καὶ πολλάκις ὑμῖν ὄναρ διαλέγεσθαι ἐδόκουν. Καὶ γὰρ πέφυκεν ἡ ψυχὴ ταῦτα φαντάζεσθαι νύκτωρ, ἅπερ ἂν μεθ' ἡμέραν λογίζηται· ὅπερ οὖν καὶ ἐφ' ἡμῶν τότε συνέβαινε· καὶ οὐχ ὁρῶν ὑμᾶς τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς, ἑώρων ὑμᾶς τῆς ἀγάπης τοῖς ὀφθαλμοῖς, καὶ μὴ παρὼν ὑμῖν τῷ σώματι, παρήμην ὑμῖν τῇ διαθέσει, καί μοι τὰ ὦτα ἀεὶ ὑπὸ τῆς ὑμετέρας περιηχεῖτο κραυγῆς. ∆ιὰ τοῦτο καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας ἐπὶ πλέον ἐκεῖ διατρίβειν ἀναγκαζούσης, καὶ τῆς τοῦ ἀέρος ὠφελείας εἰς τὴν τῆς σαρκὸς ἀπολαύειν ὑγίειαν, ἡ τῆς ἀγάπης βία τῆς ὑμετέρας οὐκ ἠνέσχετο τοῦτο, ἀλλὰ κατεβόησε, καὶ οὐ πρότερον ἀπέστη διενοχλοῦσα, ἕως ἡμᾶς καὶ πρὸ τῆς προσηκούσης ὥρας ἀναστῆναι ἔπεισε, καὶ ὑγίειαν καὶ τέρψιν καὶ πᾶν ὁτιοῦν ἀγαθὸν τὴν ὑμετέραν ἡγήσασθαι συνεβούλευσε συνουσίαν. Ταύτῃ δὲ πεισθέντες ἡμεῖς, εἱλόμεθα μᾶλλον ἔχοντες ἔτι τὰ λείψανα τῆς ἀῤῥωστίας ἐπανελθεῖν, ἢ καθαρῶς ἀποθέμενοι τὴν τοῦ σώματος ἀσθένειαν, ἐπὶ πλέον λυπῆσαι τὴν ὑμετέραν ἀγάπην. Καὶ γὰρ ἐκεῖ διατρίβων ἤκουον ὑμῶν τὰ ἐγκλήματα, καὶ συνεχεῖς ἐπιστολαὶ ταῦτα ἡμῖν διεκόμιζον· καὶ γὰρ προσεῖχον τοῖς ἐγκαλοῦσιν οὐχ ἧττον, ἢ τοῖς ἐγ49.278 κωμιάζουσι· ψυχῆς γὰρ εἰδυίας φιλεῖν ἦσαν αἱ μέμψεις ἐκεῖναι. Καὶ διὰ ταῦτα ἀναστὰς ἔδραμον· διὰ ταῦτα οὐδέποτε ὑμᾶς τῆς διανοίας ἠδυνήθην ἐκβαλεῖν τῆς ἐμῆς. Καὶ τί θαυμαστὸν εἰ ἐν ἀγρῷ διατρίβων ἐγὼ, καὶ ἀδείας ἀπολαύων, τῆς ὑμετέρας ἐμεμνήμην ἀγάπης, ὅπου γε Παῦλος δεσμὰ περικείμενος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μυρίους ὁρῶν ἐπηρτημένους αὐτῷ κινδύνους, καθάπερ ἐν λειμῶνι τῷ δεσμωτηρίῳ διάγων, οὕτω τῶν ἀδελφῶν ἐμέμνητο, καὶ γράφων ἔλεγε· Καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν περὶ ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου; Ἔξωθεν ἅλυσις ἡ παρὰ τῶν ἐχθρῶν, καὶ ἔσωθεν ἅλυσις ἡ τοῦ φίλτρου τῶν μαθητῶν· ἀλλ' ἡ μὲν ἔξωθεν ἀπὸ σιδήρου ἐκεχάλκευτο, ἡ δὲ ἔνδοθεν ἐξ ἀγάπης ἐγεγένητο· κἀκείνην μὲν πολλάκις καὶ ἀπέθετο, ταύτην δὲ οὐδέποτε ἀπέῤῥηξεν· ἀλλ' ὥσπερ αἱ γυναῖκες ὅσαι πεῖραν ὠδίνων ἔλαβον καὶ μητέρες ἐγένοντο, τοῖς τεχθεῖσι παιδίοις, ὅπουπερ ἂν ὦσιν, εἰσὶ διηνεκῶς συνδεδεμέναι· οὕτω καὶ Παῦλος, μᾶλλον δὲ καὶ πολλῷ τούτων σφοδρότερον ἀεὶ τοῖς μαθηταῖς προσήλωτο τοῖς αὑτοῦ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τῶν φυσικῶν τόκων οἱ τοῦ πνεύματός εἰσι θερμότεροι. Καὶ γὰρ καὶ οὗτος ὤδινεν οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς τοὺς αὐτοὺς, καὶ ἐβόα λέγων· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Καίτοι γε τοῦτο οὐδέποτε ἂν πάθοι ἡ γυνὴ, οὐδ' ἂν ὑποσταίη τὰς αὐτὰς πάλιν ὠδῖνας, ἀλλὰ Παῦλος ὑπέμεινε τοῦτο, ὅπερ ἐπὶ τῆς φύσεως ἰδεῖν οὐκ ἔστι, καὶ τοὺς ἅπαξ τεχθέντας πάλιν ἀναλαβεῖν, καὶ τὰς δριμείας ἐπ' αὐτοῖς ὑπομεῖναι ὠδῖνας. ∆ιὰ τοῦτο καὶ ἐντρέψαι βουλόμενος αὐτοὺς, ἔλεγεν, Οὓς πάλιν ὠδίνω· μονονουχὶ λέγων· Φείσασθέ μου· οὐδεὶς υἱὸς δεύτερον τὴν μητρικὴν γαστέρα ταῖς ὠδῖσι διέτεινεν. ὅπερ ἀναγκάζετέ με πάσχειν ὑμεῖς· καίτοι ἐκεῖναι μὲν αἱ ὠδῖνες ἐν μιᾷ καιροῦ ῥοπῇ κατατείνουσι, καὶ τοῦ παιδίου τῆς νηδύος ἐξολισθήσαντος, συνεξέρχονται· αὗται δὲ οὐχ οὕτως, ἀλλὰ καὶ μῆνας ὁλοκλήρους μένουσι· καὶ γὰρ ἐνιαυτὸν ὅλον ὤδινε πολλάκις, καὶ οὐκ ἔτεκε τοὺς κυομένους ὁ Παῦλος· κἀκεῖ μὲν τῆς σαρκὸς ὁ πόνος, ἐνταῦθα δὲ οὐ γαστέρα διατείνουσιν αἱ ἀλγηδόνες, ἀλλ' αὐτὴν τῆς ψυχῆς τὴν ἰσχὺν καταξαίνουσι. Καὶ ἵνα μάθῃς, ὅτι θερμότεραι αὗται αἱ ὠδῖνες, τίς ποτε ὑπὲρ τῶν τεχθέντων παιδίων ηὔξατο ὑπομεῖναι γέενναν; Οὗτος δὲ οὐ μόνον αἱρεῖται ὑπομεῖναι γέενναν, ἀλλὰ καὶ εὔχεται ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὥστε δυνηθῆναι τοὺς Ἰουδαίους ἀποτεκεῖν, οὓς ὤδινεν ἀεὶ καὶ διηνεκῶς, καὶ ἐπειδὴ μὴ συνέβαινε τοῦτο, ὠδυνᾶτο λέγων· Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Καὶ ἐνταῦθα πάλιν· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Τί τῆς νηδύος ἐκείνης μακαριώτερον γένοιτο ἂν, ἣ τοιαῦτα παιδία τίκτειν ἐδύνατο, ὡς τὸν Χριστὸν ἔχειν ἐν ἑαυτοῖς; τί δὲ εὐφορώτερον, ἣ τὴν οἰκουμένην ἅπασαν ἀπεγέννησε; τί δὲ δυνατώτερον, ἥτις τεχθέντας καὶ αὐξηθέντας εἰς ἄμβλωσιν ἐκπεσόντας, ἀναλαβεῖν ἴσχυσε πάλιν καὶ ἄνωθεν διαπλάσαι; τοῦτο 49.279 γὰρ ἐπὶ τῶν φυσικῶν τόκων ἀδύνατον. ∆ιὰ τί δὲ οὐκ εἶπε· Τεκνία μου, οὓς πάλιν ἀναγεννῶ, ἀλλ' ὠδίνω; καίτοι γε ἀλλαχοῦ γεννᾷν φησιν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ ὑμᾶς ἐγέννησα. Ἐκεῖ μὲν οὖν τὴν συγγένειαν δηλῶσαι μόνον ἐβούλετο· ἐνταῦθα δὲ καὶ τὸν πόνον παραστῆσαι ἐσπούδαζε. Πῶς δὲ τέκνα καλεῖ τὰ μηδέπω τεχθέντα; εἰ γὰρ ὠδίνει, οὐδέπω ἔτεκε· πῶς οὖν τέκνα καλεῖ; Ἵνα μάθῃς, ὅτι οὐ ταύτας ὠδίνει τὰς πρώτας ὠδῖνας, ὅπερ ἱκανὸν ἦν ἐκείνους ἐντρέψαι. Καὶ γὰρ ἐγενόμην, φησὶν, ἅπαξ πατὴρ, καὶ τὸν ὀφειλόμενον ἐφ' ὑμῖν ὑπέμεινα τόκον, ἐγένεσθε δὲ τέκνα καὶ ὑμεῖς ἅπαξ· πῶς οὖν πάλιν με εἰς δευτέρας ὠδῖνας ἐμβάλλετε; ἱκανοὶ οἱ πόνοι τῶν τόκων τῶν ἐξ ἀρχῆς, τί με διατείνετε πάλιν ταῖς ὀδύναις; Τῶν γὰρ μηδέπω πεπιστευκότων οὐκ ἐλάττονα πόνον παρεῖχεν αὐτῷ τῶν πιστῶν τὰ πτώματα. Καὶ γὰρ ἦν ἀφόρητον, μετὰ τὴν τῶν τοιούτων μυστηρίων κοινωνίαν πρὸς τὴν ἀσέβειαν αὐτομολοῦντας ὁρᾷν· διὸ καὶ σφόδρα δριμὺ καὶ πάσης γυναικὸς περιπαθέστερον ἀνωλόλυζε, λέγων· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Τοῦτο δὲ ἔλεγεν, ὁμοῦ καὶ θαῤῥῦναι καὶ φοβῆσαι βουλόμενος· τὸ μὲν γὰρ δεῖξαι μὴ μεμορφωμένον ἐν αὐτοῖς τὸν Χριστὸν, ἀγωνίαν καὶ φόβον ἐνέβαλλε· τὸ δὲ ἐμφῆναι ὅτι δυνατὸν αὐτὸν μορφωθῆναι, πάλιν θαῤῥεῖν παρεσκεύαζε. Τὸ γὰρ εἰπεῖν, Ἄχρις οὗ μορφωθῇ, ἀμφότερα ταῦτά ἐστιν ἐνδεικνυμένου, καὶ ὅτι οὐδέπω μεμόρφωται, καὶ ὅτι δυνατὸν μορφωθῆναι πάλιν. Εἰ γὰρ μὴ δυνατὸν ἦν, εἰκῆ πρὸς αὐτοὺς ἔλεγεν, Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, καὶ ματαίαις αὐτοὺς ἔτρεφεν ἐλπίσι.

βʹ. Ταῦτα οὖν εἰδότες μηδὲ ἡμεῖς ἀπογινώσκωμεν, ἀλλὰ μηδὲ ῥᾳθυμήσωμεν ἁπλῶς· ἑκάτερα γὰρ ταῦτα ὀλέθρια. Ἡ μὲν γὰρ ἀπόγνωσις τὸν κείμενον οὐκ ἀφίησιν ἀναστῆναι, ἡ δὲ ῥᾳθυμία τὸν ἑστῶτα ποιεῖ καταπίπτειν· ἐκείνη τῶν πορισθέντων ἀγαθῶν ἀποστερεῖν εἴωθεν, αὕτη τῶν ἐπικειμένων οὐκ ἀφίησιν ἀπαλλαγῆναι κακῶν· καὶ ἡ μὲν καταφρόνησις καὶ ἐξ αὐτῶν καταφέρει τῶν οὐρανῶν, ἡ δὲ ἀπόγνωσις εἰς αὐτὴν κατάγει τῆς κακίας τὴν ἄβυσσον, ὥσπερ οὖν τὸ μὴ ἀπογνῶναι κἀκεῖθεν ταχέως ἀναδραμεῖν ποιεῖ. Σκόπει δὲ ἀμφοτέρων τὴν ἰσχύν· ὁ διάβολος ἀγαθὸς ἦν πρὸ τούτου· ῥᾳθυμήσας δὲ καὶ ἀπογνοὺς ἔπεσεν εἰς τοσαύτην κακίαν, ὡς μηδὲ ἀναστῆναι λοιπόν· ὅτι γὰρ ἀγαθὸς ἦν, ἄκουσον τί φησιν· Εἶδον τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἡ δὲ ἀστραπῆς παραβολὴ καὶ τὸ φαιδρὸν τῆς προτέρας δείκνυσιν ἀναστροφῆς, καὶ τὴν τῆς πτώσεως ὀξύτητα. Ὁ Παῦλος βλάσφημος ἦν, καὶ διώκτης, καὶ ὑβριστής· ἐπειδὴ δὲ ἐσπούδασε καὶ οὐκ ἀπέγνω, καὶ ἀνέστη καὶ τῶν ἀγγέλων γέγονεν ἴσος· ὁ δὲ Ἰούδας ἀπόστολος ἦν, ἀλλὰ ῥᾳθυμήσας γέγονε προδότης. Ὁ λῃστὴς πάλιν μετὰ τοσαύτην κακίαν, ἐπειδὴ μὴ ἀπέγνω, πρὸ τῶν ἄλλων ἁπάντων εἰς τὸν παράδεισον εἰσῆλθεν· ὁ Φαρισαῖος θαῤῥήσας ἐξ αὐτοῦ τῆς ἀρετῆς κατηνέχθη τοῦ ὕψους· ὁ τελώνης μὴ ἀπογνοὺς, οὕτως ὠρθώθη ὡς κἀκεῖνον παραδραμεῖν. Βούλει σοι δείξω καὶ πόλιν ὁλόκληρον τοῦτο ποιήσασαν; Ἡ τῶν Νινευϊτῶν πόλις οὕτως ἐσώθη πᾶσα· καίτοι γε ἡ ἀπόφασις εἰς ἀπόγνωσιν αὐτοὺς ἐνέβαλεν· οὐ γὰρ εἶπεν ὅτι, Ἐὰν μετανοήσωσι, σωθήσονται, ἀλλ' ἁπλῶς, 49.280 Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται· ἀλλ' ὅμως ἀπειλοῦντος τοῦ Θεοῦ, καὶ τοῦ προφήτου βοῶντος, καὶ τῆς ἀποφάσεως οὐκ ἐχούσης μέλλησιν οὐδὲ διορισμὸν, οὐκ ἀνέπεσον, οὐδὲ τὰς χρηστὰς προέδωκαν ἐλπίδας.

∆ιὰ γὰρ τοῦτο οὐ προσέθηκε διορισμὸν, οὐδὲ εἶπεν, Ἐὰν δὲ μετανοήσωσι, σωθήσονται, ἵνα καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἀποφάσεως τοῦ Θεοῦ φερομένης χωρὶς διορισμοῦ, μηδὲ οὕτως ἀπογνῶμεν, μηδὲ ἀπαγορεύσωμεν, εἰς ἐκεῖνο τὸ ὑπόδειγμα βλέποντες. Οὐ διὰ τούτου δὲ μόνον ἔστι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἰδεῖν, ὅτι μὴ προσθεὶς διορισμὸν τῇ ἀποφάσει, ὅμως μετανοήσασι κατηλλάγη, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ τὴν ἀπόφασιν ἀπηρτισμένην ἐξενεγκεῖν. Αὐξῆσαι γὰρ τὸν φόβον βουλόμενος καὶ τῆς πολλῆς αὐτῶν ῥᾳθυμίας καθάψασθαι, τοῦτο ἐποίησε, καὶ αὐτὸς δὲ ὁ χρόνος τῆς μετανοίας δείκνυσιν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν. Τί γὰρ ἡμέραι τρεῖς τοσοῦτον εἰργάσαντο, ὡς ἀφανίσαι κακίαν τοσαύτην; Ὁρᾷς πῶς καὶ ἐντεῦθεν ἡ τοῦ Θεοῦ φαίνεται κηδεμονία; τὸ γὰρ πλέον αὕτη συνεισήνεγκεν εἰς τὴν τῆς πόλεως σωτηρίαν. Ταῦτα οὖν εἰδότες, μηδέποτε ἀπογινώσκωμεν· οὐδὲν γὰρ οὕτως ἰσχυρὸν ὅπλον τῷ διαβόλῳ, ὡς ἀπόγνωσις· διὰ τοῦτο οὐχ οὕτως αὐτὸν εὐφραίνομεν ἁμαρτάνοντες, ὡς ἀπογινώσκοντες. Ἄκουσον γοῦν ἐπὶ τοῦ πεπορνευκότος, πῶς τῆς ἁμαρτίας μᾶλλον τὴν ἀπόγνωσιν δέδοικεν ὁ Παῦλος· γράφων γὰρ Κορινθίοις οὕτως ἔλεγεν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται· καὶ οὐκ εἶπεν, Ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσι τολμᾶται, ἀλλ', Οὐδὲ ὀνομάζεται· ὃ γὰρ μέχρι προσηγορίας ἐκείνοις ἀφόρητον, τοῦτο ὑμῖν ἔργῳ τετόλμηται. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ; Καὶ οὐκ εἶπε, Καὶ ἐκεῖνος πεφυσίωται, ἀλλ' ἀφεὶς τὸν ἡμαρτηκότα, τοῖς ὑγιαίνουσι διαλέγεται· καθάπερ οἱ ἰατροὶ ποιοῦσιν, ἀφέντες τοὺς κάμνοντας, πρὸς τοὺς προσήκοντας αὐτοῖς πλείονι κέχρηνται λόγῳ· ἄλλως δὲ καὶ οὗτοι τῆς ἀπονοίας αἴτιοι πάσης ἦσαν αὐτῷ, μὴ ἐπιτιμῶντες μηδὲ ἐπιπλήττοντες. Ἐκοίνωσε τοίνυν τὸ ἔγκλημα, ἵνα ῥᾳδία γένηται τοῦ τραύματος ἡ θεραπεία. ∆εινὸν μὲν γὰρ τὸ ἁμαρτάνειν, πολλῷ δὲ χαλεπώτερον τὸ καὶ μέγα φρονεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν. Εἰ γὰρ ἐπὶ δικαιοσύνῃ τὸ φυσᾶσθαι κένωσις δικαιοσύνης ἐστὶ, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἁμαρτήμασι τοῦτο συμβαῖνον ἐσχάτην οἴσει βλάβην ἡμῖν, καὶ τῶν ἁμαρτημάτων αὐτῶν μεῖζον τὸ ἔγκλημα ἔσται. ∆ιὰ τοῦτό φησιν· Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Εἰ δὲ οἱ πάντα ποιοῦντες ὀφείλουσι συνεστάλθαι, πολλῷ μᾶλλον τὸν ἡμαρτηκότα καὶ θρηνεῖν καὶ ἐν τοῖς ἐσχάτοις ἑαυτὸν ἀριθμεῖν ἄξιον. Ὅπερ οὖν καὶ τότε δηλῶν ἔλεγε· Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε; Τί λέγεις; ἕτερος ἥμαρτε, καὶ ἐγὼ πενθήσω; Ναὶ, φησί· σώματος γὰρ καὶ μελῶν δίκην ἀλλήλοις ἐσμὲν συνδεδεμένοι· ἐπὶ δὲ τοῦ σώματος κἂν ὁ ποῦς δέξηται τραῦμα, τὴν κεφαλὴν ἐπικύπτουσαν ὁρῶμεν. Καίτοι τί ταύτης σεμνότερον; Ἀλλ' οὐχ ὁρᾷ τὴν ἀξίαν ἐν τῷ καιρῷ τῆς συμφορᾶς· οὕτω καὶ σὺ ποίησον. ∆ιὰ τοῦτο καὶ Παῦλος παραινεῖ· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. ∆ιὰ τοῦτο καὶ Κορινθίοις φησί· Καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου 49.281 ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; Οὐκ εἶπε Καὶ οὐχὶ μᾶλλον ἐσπουδάσατε, ἀλλὰ τί; Οὐχὶ μᾶλλον ἐπενθήσατε, ὡς νόσου κοινῆς καὶ λοιμοῦ τὴν πόλιν καταλαβόντος· μονονουχὶ λέγων· Εὐχῆς καὶ ἐξομολογήσεως δεῖ καὶ ἱκετηρίας, ἵνα τὸ νόσημα ἀπελαθῇ τῆς πόλεως ἁπάσης. Ὁρᾷς πόσον αὐτοῖς φόβον ἐπεκρέμασεν; Ἐπειδὴ γὰρ ἐνόμιζον μέχρις ἐκείνου μόνον ἑστάναι τὸ δεινὸν, ἐναγωνίους αὐτοὺς καθίστησι λέγων· Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁδῷ τὸ κακὸν βαδίζον, καὶ τῶν λοιπῶν ἅψεται μελῶν· ὡς ὑπὲρ κοινῶν τοίνυν κακῶν βουλευομένους, οὕτω φροντίζειν χρή. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἐκεῖνος ἥμαρτε μόνος, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι σηπεδών τίς ἐστι τὸ δεινὸν, καὶ τὸ λοιπὸν ἅπαν ἐπινέμεται σῶμα. Καὶ καθάπερ οἰκίας καιομένης, καὶ οἱ μηδέπω δεξάμενοι τὸ κακὸν, τῶν ὄντων ἐν τῇ συμφορᾷ οὐκ ἔλαττον ἐπείγονται καὶ πάντα συνεισφέρουσιν, ὥστε μὴ τὸ πῦρ ἐπειγόμενον καὶ ἐπὶ τὰς αὐτῶν θύρας ἔλθῃ· οὕτω καὶ τούτους ὁ Παῦλος διεγείρει λέγων· Πυρά τίς ἐστι, προκαταλάβωμεν τὸ δεινόν· σβέσωμεν τὸν ἐμπρησμὸν, πρὶν ἢ καταλαβεῖν τὴν Ἐκκλησίαν· εἰ δὲ καταφρονεῖς τῆς ἁμαρτίας ὡς ἐν ἀλλοτρίῳ γενομένης σώματι, μάλιστα μὲν καὶ οὕτω κακῶς· μέλος γάρ ἐστι τοῦ παντὸς σώματος ἐκεῖνος.

γʹ. Πλὴν ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἂν ῥᾳθυμήσῃς καὶ παρίδῃς, καὶ σὲ καταλήψεταί ποτε. Ὥστε εἰ καὶ μὴ διὰ τὸν ἀδελφὸν, διὰ γοῦν σαυτὸν διεγέρθητι, καὶ ἀνάστειλον τὸν λοιμὸν, καὶ προκάτασχε τὴν σηπεδόνα, καὶ τὴν νομὴν διάκοψον. Ταῦτα τοίνυν καὶ τὰ πλείονα τούτων εἰπὼν, καὶ κελεύσας παραδοῦναι αὐτὸν τῷ Σατανᾷ, φησὶν ὕστερον, ἐπειδὴ μετεβάλετο καὶ βελτίων ἐγένετο· Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· κυρώσατε οὖν εἰς αὐτὸν ἀγάπην. Ἐπειδὴ γὰρ αὐτὸν κοινὸν ἐχθρὸν καὶ πολέμιον κατέστησεν ἅπασι καὶ τῆς ἀγέλης ἐξέβαλε καὶ τοῦ σώματος ἀπέκοψεν, ὅρα πόσῃ κέχρηται σπουδῇ, ὥστε κολλῆσαι καὶ συνάψαι πάλιν αὐτόν. Οὐ γὰρ εἶπεν· Ἀγαπήσατε αὐτὸν ἁπλῶς, ἀλλὰ, Κυρώσατε εἰς αὐτὸν ἀγάπην, τουτέστι βεβαίαν, καὶ ἀκίνητον ἐπιδείξασθε τὴν φιλίαν, θερμήν τινα καὶ ζέουσαν καὶ πεπυρωμένην, ἀντίῤῥοπον τῆς προτέρας ἀπεχθείας τὴν εὔνοιαν εἰσαγάγετε. Τί γέγονεν; εἰπέ μοι· οὐχὶ τῷ Σατανᾷ παρέδωκας αὐτόν; Ναὶ, φησὶν, ἀλλ' οὐχ ἵνα μένῃ ἐν ταῖς τοῦ Σατανᾶ χερσὶν, ἀλλ' ἵνα ἀπαλλαγῇ ταχέως αὐτοῦ τῆς τυραννίδος. Ἀλλ' ὅπερ ἔλεγον, σκόπει πῶς δέδοικε τὴν ἀπόγνωσιν ὁ Παῦλος, ὡς μέγα ὅπλον τοῦ διαβόλου· εἰπὼν γὰρ, Κυρώσατε εἰς αὐτὸν ἀγάπην, καὶ τὴν αἰτίαν προστίθησι· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ἐν τῇ φάρυγγι τοῦ λύκου, φησὶν, ἐστὶ τὸ πρόβατον· φθάσωμεν τοίνυν. προεξαρπάσωμεν πρὶν ἢ καταπίῃ καὶ διαφθείρῃ τὸ μέλος ἡμῶν. Ἐν κλυδωνίῳ νῦν ἐστιν ἡ ναῦς, πρὸ τοῦ ναυαγίου διασῶσαι αὐτὴν σπουδάσωμεν. Καθάπερ γὰρ θαλάττης αἰρομένης καὶ κυμάτων πάντοθεν κορυφουμένων, ὑποβρύχιον γίνεται τὸ σκάφος, οὕτω καὶ ψυχὴ τῆς ἀθυμίας αὐτὴν πάντοθεν περιστοιχιζομένης, ἀποπνίγεται ταχέως, ἐὰν μή τινα ἔχῃ τὴν χεῖρα ὀρέγοντα, καὶ ἡ σωτήριος ἐπὶ τοῖς ἁμαρτήμασι λύπη ὀλέθριος ὑπὸ τῆς ἀμετρίας γίνεται. Καὶ ὅρα πῶς ἀκριβῶς εἶπεν· οὐ γὰρ εἶπε, Μὴ ἀπολέσῃ αὐτὸν ὁ διάβολος, ἀλλὰ τί; Μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· πλεονεξία δέ ἐστι τὸ τῶν ἀλλοτρίων ἐφίεσθαι. ∆εικνὺς τοίνυν ὅτι ἀλλότριος αὐτοῦ γέγονε λοιπὸν, καὶ τῆς τοῦ Χριστοῦ ποίμνης οἰκεῖον ἑαυτὸν διὰ τῆς μετανοίας κατέστησε, φησί· Μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Ἐὰν γὰρ κατάσχῃ λοιπὸν αὐτὸν, ἡμέτερον ἁρπάζει μέλος, τὸ τῆς ἀγέλης λαμβάνει πρόβατον· ἀπέθετο γὰρ τὴν ἁμαρτίαν διὰ τῆς μετανοίας. Εἰδὼς τοίνυν ὁ Παῦλος, ὅπερ ἐποίησεν ὁ διάβολος ἐπὶ τοῦ Ἰούδα, ἔδεισε μὴ καὶ ἐνταῦθα τὸ αὐτὸ γένηται τοῦτο. Τί δὲ ἐποίησεν ἐπὶ τοῦ Ἰούδα; Μετενόησεν ὁ Ἰούδας· Ἥμαρτον γὰρ, φησὶ, παραδοὺς αἷμα ἀθῶον· ἤκουσε τῶν ῥημάτων τούτων ὁ διάβολος· ἔγνω τῆς ἐπὶ τὸ βέλτιον ἀρχόμενον ὁδοῦ καὶ πρὸς σωτηρίαν βαδίζοντα, καὶ ἐφοβήθη τὴν μεταβολήν. Φιλάνθρωπον, φησὶν, ἔχει δεσπότην· ὅτε ἔμελλεν αὐτὸν προδιδόναι, ἐδάκρυσεν αὐτὸν καὶ μυρία παρεκάλεσεν· οὐ πολλῷ μᾶλλον μετανοοῦντα δέξεται; Ἀδιόρθωτον ὄντα ἐφειλκύσατο καὶ ἐκάλεσεν· οὐ πολλῷ μᾶλλον διορθωθέντα καὶ τὴν ἁμαρτίαν ἐπιγνόντα ἐπισπάσεται; διὰ γὰρ τοῦτο καὶ σταυρωθῆναι ἦλθε. Τί οὖν ἐποίησεν; Ἐθορύβησεν αὐτόν· ἐσκότωσε τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ἐδίωξεν, ἤλασεν ἕως ἐπὶ τὸν βρόχον ἤγαγε, καὶ τῆς παρούσης ὑπεξήγαγε ζωῆς, καὶ τῆς προθυμίας τῆς κατὰ τὴν μετάνοιαν ἀπεστέρησεν. Ὅτι γὰρ, εἰ ἔζη, καὶ αὐτὸς ἐσώθη ἂν, δῆλον ἐκ τῶν σταυρωσάντων· εἰ γὰρ τοὺς ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντας ἔσωσε, καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὢν παρεκάλει τὸν Πατέρα, καὶ συγγνώμην αὐτοῖς ᾔτει τοῦ τολμήματος, εὔδηλον ὅτι καὶ τὸν προδόντα, εἰ νόμῳ τῷ προσήκοντι τὴν μετάνοιαν ἐπεδείξατο, μετὰ πάσης ἂν εὐμενείας ἐδέξατο· ἀλλ' ἐκεῖνος οὐκ ἠνέσχετο ἐμμεῖναι τῷ φαρμάκῳ, τῇ περισσοτέρᾳ λύπῃ καταποθείς. Τοῦτο τοίνυν καὶ ὁ Παῦλος φοβούμενος, ἐπείγει τοὺς Κορινθίους ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου τὸν ἄνθρωπον. Καὶ τί χρὴ λέγειν τὰ Κορινθίων; Πέτρος μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν ἠρνήσατο τρὶς, καὶ δακρύσας ἀπήλειψεν ἅπαντα· Παῦλος διώκτης ὢν καὶ βλάσφημος καὶ ὑβριστὴς, καὶ οὐχὶ τὸν σταυρωθέντα μόνον, ἀλλὰ καὶ πάντας τοὺς ἐκείνου διώκων, μετανοήσας, ἀπόστολος γέγονε. Μόνον γὰρ πρόφασιν ὁ Θεὸς βραχεῖαν ἐπιζητεῖ παρ' ἡμῶν, καὶ πολλῶν ἡμῖν ἁμαρτημάτων χαρίζεται ἄφεσιν. Εἴπω καὶ παραβολὴν τοῦτο αὐτὸ ἐγγυωμένην ὑμῖν.

δʹ. ∆ύο τινὲς ἦσαν ἀδελφοί· διανειμάμενοι δὲ τὴν πατρικὴν περιουσίαν ἑκάτεροι, ὁ μὲν αὐτῶν ἔμεινεν ἐπὶ τῆς οἰκίας· ὁ δὲ πάντα τὰ δοθέντα καταφαγὼν, εἰς τὴν ὑπερορίαν μετέστη, τὴν ἀπὸ τῆς πενίας οὐ φέρων αἰσχύνην. Ταύτην δὲ τὴν παραβολὴν προήχθην εἰπεῖν, ἵνα μάθητε, ὅτι καὶ τῶν μετὰ τὸ βάπτισμα ἁμαρτημάτων ἐστὶν ἄφεσις, ἐὰν προσέχωμεν· λέγω δὲ οὐχ ἵνα εἰς ῥᾳθυμίαν ἐμβάλω, ἀλλ' ἵνα ἀπὸ ἀπογνώσεως ἀπαγάγω· καὶ γὰρ χείρονα τῆς ῥᾳθυμίας ἡμᾶς ἡ ἀπόγνωσις ἐργάζεται κακά. Οὗτος τοίνυν ὁ υἱὸς εἰκόνα τῶν μετὰ τὸ λουτρὸν φέρει πεσόντων· ὅτι δὲ τοὺς μετὰ τὸ βάπτισμα παραπεσόντας δηλοῖ, δῆλον ἐκεῖθεν· υἱὸς γὰρ λέγεται· οὐδεὶς δὲ υἱὸς βαπτίσματος ἂν κληθείη χωρίς. Καὶ τὴν οἰκίαν δὲ ᾤκει τὴν πατρῴαν, καὶ τὰ πατρῷα διενείματο πάντα· πρὸ 49.283 δὲ βαπτίσματος οὐκ ἔστι πατρῷα λαβεῖν, οὐδὲ δέξασθαι κληρονομίαν· ὥστε διὰ πάντων ἡμῖν τούτων τὸ τῶν πιστῶν αἰνίττεται τάγμα. Καὶ ἀδελφὸς δὲ ἦν τοῦ εὐδοκιμηκότος· ἀδελφὸς δὲ οὐκ ἂν γένοιτο χωρὶς πνευματικῆς ἀναγεννήσεως. Οὗτος τοίνυν εἰς κακίαν ἐσχάτην πεσὼν, τί φησιν; Ἐπανήξω πρὸς τὸν πατέρα μου· διὰ γὰρ τοῦτο αὐτὸν καὶ ἀφῆκεν ὁ πατὴρ, καὶ οὐκ ἐκώλυσεν εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, ἵνα διὰ τῆς πείρας μάθῃ καλῶς, ὅσης ἀπήλαυσεν εὐεργεσίας οἴκοι μένων. Πολλάκις γὰρ ὁ Θεὸς ὅταν λέγων μὴ πείθῃ, τῇ διὰ τῶν πραγμάτων πείρᾳ τὴν διδασκαλίαν ἀφίησιν· ὅπερ οὖν καὶ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν. Ἐπειδὴ γὰρ μυρίους ἀναλώσας διὰ τῶν προφητῶν λόγους, οὐκ ἔπεισεν οὐδὲ ἐπεσπάσατο, ἀφεὶς διὰ τῆς κολάσεως αὐτοὺς παιδευθῆναι, φησὶ πρὸς αὐτούς· Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. Ἔδει μὲν γὰρ αὐτὸν ἀξιόπιστον εἶναι καὶ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως· ἐπειδὴ δὲ οὕτως ἀναισθήτως διέκειντο, ὡς ἀπιστεῖν αὐτοῦ ταῖς παραινέσεσι καὶ ταῖς συμβουλαῖς, προαναστέλλων τῇ κακίᾳ μὴ πείθεσθαι, ἐπιτρέπει διὰ τῶν πραγμάτων αὐτοὺς παιδευθῆναι, ἵνα οὕτως αὐτοὺς ἀνακτήσηται πάλιν. Ἐπειδὴ τοίνυν ἀπελθὼν ὁ ἄσωτος εἰς τὴν ἀλλοτρίαν, καὶ διὰ τῶν ἔργων αὐτῶν μαθὼν ὅσον κακὸν ἐκπεσεῖν πατρῴας οἰκίας, ἐπανῆλθεν, οὐκ ἐμνησικάκησεν ὁ πατὴρ, ἀλλ' ὑπτίαις αὐτὸν ἐδέξατο ταῖς χερσί. Τί δήποτε; Ὅτι πατὴρ ἦν, καὶ οὐ δικαστής. Καὶ χοροὶ, καὶ θαλίαι, καὶ πανηγύρεις λοιπὸν, καὶ φαιδρὰ καὶ περιχαρὴς ἦν ἡ οἰκία πᾶσα. Τί λέγεις; αὗται τῆς κακίας αἱ ἀμοιβαί; Οὐχὶ τῆς κακίας, ἄνθρωπε, ἀλλὰ τῆς ἐπανόδου· οὐχὶ τῆς ἁμαρτίας, ἀλλὰ τῆς μετανοίας· οὐχὶ τῆς πονηρίας, ἀλλὰ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Καὶ τὸ δὴ μεῖζον, ἠγανάκτησεν ἐπὶ τούτοις ὁ υἱὸς ὁ πρότερος· ὁ δὲ καὶ τοῦτον πράως ἔπεισε λέγων, Ὅτι σὺ μὲν ἀεὶ μετ' ἐμοῦ διέτριβες, οὗτος δὲ ἀπολωλὼς ἦν, καὶ εὑρέθη· νεκρὸς ἦν, καὶ ἀνέζησεν. Ὅταν δὲ τὸν ἀπολωλότα διασῶσαι δέῃ, φησὶν, οὐ δικαστηρίων καιρὸς, οὐδὲ ἀκριβοῦς ἐξετάσεως, ἀλλὰ φιλανθρωπίας καὶ συγγνώμης μόνον. Οὐδεὶς ἰατρὸς ἀφεὶς ἐπιθεῖναι φάρμακον τῷ κάμνοντι, τῆς ἀταξίας αὐτὸν εὐθύνας ἀπαιτεῖ καὶ τιμωρίαν. Εἰ δὲ καὶ δίκην αὐτὸν ὅλως δοῦναι ἐχρῆν, ἱκανὴν ἔδωκε δίκην τὴν ἐν τῇ ἀλλοτρίᾳ διατριβήν. Τοσοῦτον γοῦν χρόνον τῆς ἡμετέρας ἐχωρίσθη συνουσίας, καὶ λιμῷ καὶ ἀτιμίᾳ καὶ τοῖς ἐσχάτοις παλαίων κακοῖς διετέλεσε. ∆ιὰ τοῦτό φησιν, Ἀπολωλὼς ἦν, καὶ εὑρέθη· νεκρὸς ἦν, καὶ ἀνέζησε. Μὴ τὰ παρόντα ἴδῃς, φησὶν, ἀλλ' ἐννόησον τῆς προτέρας συμφορᾶς τὸ μέγεθος· ἀδελφὸν ὁρᾷς, οὐκ ἀλλότριον. Πρὸς πατέρα ἐπανῆλθεν, οὐδὲν δυνάμενον ἀναμνησθῆναι τῶν προτέρων· μᾶλλον δὲ 49.284 ἐκεῖνα μεμνημένον μόνα, ἅπερ εἰς συμπάθειαν ἀγαγεῖν δύναται καὶ ἔλεον καὶ στοργὴν καὶ φειδὼ τὴν τοῖς γεγεννηκόσι προσήκουσαν. ∆ιὰ τοῦτο οὐχ ἅπερ ἔπραξεν εἶπεν, ἀλλ' ἅπερ ἔπαθεν· οὐχ ὅτι κατέφαγε τὴν οὐσίαν ἐμνημόνευσεν, ἀλλ' ὅτι μυρίοις περιέπεσε κακοῖς. Οὕτω τὸ πρόβατον ἐζήτει μετὰ τοσαύτης σπουδῆς· μᾶλλον δὲ μετὰ μείζονος. Ἐνταῦθα μὲν γὰρ αὐτὸς ἐπανῆλθεν ὁ υἱός· ἐκεῖ δὲ αὐτὸς ἀπῆλθεν ὁ ποιμὴν, καὶ εὑρὼν ἤγαγε, καὶ ἔχαιρεν ἐπ' αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς διασεσωσμένοις ἅπασιν. Ὅρα δὲ καὶ πῶς ἐπανήγαγεν· οὐκ ἐμάστιξεν, ἀλλ' ἐπὶ τῶν ὤμων φέρων καὶ βαστάζων, πάλιν τῇ ποίμνῃ ἀπέδωκε. Ταῦτ' οὖν εἰδότες, ὅτι οὐ μόνον οὐκ ἀποστρέφεται ἐπανιόντας, ἀλλὰ καὶ τῶν κατωρθωκότων οὐκ ἔλαττον δέχεται· ὅτι οὐ μόνον οὐκ ἀπαιτεῖ δίκην, ἀλλὰ καὶ εἰς ἐπιζήτησιν τῶν πεπλανημένων ἔρχεται καὶ τῶν διασεσωσμένων μᾶλλον ἐπὶ τῇ τούτων εὑρέσει χαίρει, μήτε ἐν πονηροῖς ὄντες ἀπογινώσκωμεν, μήτε ἐν ἀγαθοῖς ὄντες θαῤῥῶμεν, ἀλλὰ καὶ κατορθοῦντες, φοβώμεθα, ἵνα μὴ θαῤῥήσαντες πέσωμεν, καὶ ἁμαρτάνοντες μετανοῶμεν. Ὅπερ γὰρ ἀρχόμενος εἶπον, τοῦτο λέγω καὶ νῦν, ὅτι προδοσία τῆς ἡμετέρας σωτηρίας ταῦτα ἀμφότερα, καὶ τὸ θαῤῥεῖν ἑστῶτα, καὶ τὸ ἀπογινώσκειν κείμενον. ∆ιὸ τοὺς μὲν ἑστῶτας ἀσφαλιζόμενος ὁ Παῦλος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Καὶ πάλιν· Φοβοῦμαι, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· τοὺς δὲ κειμένους ἀνιστὰς καὶ εἰς προθυμίαν πλείονα διεγείρων, διεμαρτύρατο Κορινθίοις γράφων οὕτως· Μή πως πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων· δεικνὺς ὅτι οὐχ οὕτως οἱ ἁμαρτάνοντες ὡς οἱ μὴ μετανοοῦντες ἐπὶ τοῖς ἁμαρτήμασίν εἰσι θρήνων ἄξιοι. Καὶ ὁ προφήτης δὲ πρὸς αὐτούς φησι· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ∆ιὰ τοῦτο καὶ ὁ ∆αυῒδ τούτους αὐτοὺς παρακαλεῖ λέγων· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. Ἕως οὖν τὸ σήμερον λέγεται, μὴ ἀπογινώσκωμεν, ἀλλὰ χρηστὰς εἰς τὸν ∆εσπότην ἔχοντες τὰς ἐλπίδας, καὶ τὸ πέλαγος αὐτοῦ τῆς φιλανθρωπίας ἐννοοῦντες, πᾶν πονηρὸν ἀποτιναξάμενοι συνειδὸς, μετὰ πολλῆς τῆς προθυμίας, καὶ τῆς ἐλπίδος ἐπιλαβώμεθα τῆς ἀρετῆς, καὶ τὴν μετάνοιαν μεθ' ὑπερβολῆς ἐπιδειξώμεθα πάσης, ἵνα πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ παῤῥησίας δυνηθῶμεν στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῆς βασιλείας τυχεῖν τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ εἰς τὴν σκυθρωπότητα βασιλέως Ἀχαὰβ, καὶ εἰς Ἰωνᾶν τὸν προφήτην. Ὁμιλία βʹ.

αʹ. Εἴδετε τῇ προτέρᾳ κυριακῇ πόλεμον καὶ νίκην, πόλεμον μὲν τοῦ διαβόλου, νίκην δὲ τοῦ Χριστοῦ; εἴδετε πῶς μετάνοια ἐνεκωμιάζετο, καὶ ὁ διάβολος τὴν πληγὴν οὐκ ἐβάστασεν, ἀλλ' ἐφοβήθη καὶ ἔφριξε; 49.284 Τί δέδοικας, ὦ διάβολε, μετανοίας ἐγκωμιαζομένης; τί ὀδύρῃ, τί φρίττεις; Ναὶ, φησὶ, δικαίως ὀδύρομαι καὶ θλίβομαι· μεγάλα μου σκεύη ἥρπασεν ἡ μετάνοια αὕτη. Ποῖα ταῦτα; Τὴν πόρνην, τὸν τελώνην, τὸν λῃστὴν, τὸν βλάσφημον. Καὶ γὰρ ἀληθῶς πολλὰ 49.285 σκεύη αὐτοῦ ἥρπασεν ἡ μετάνοια, καὶ αὐτὴν τὴν ἀκρόπολιν αὐτοῦ καθεῖλε, καὶ καιρίαν ἔχει τὴν πληγὴν τῆς μετανοίας. Εἴσῃ, ἀγαπητὲ, ἀφ' ὧν ἡ πεῖρα πρώην ἔδειξε. Τίνος οὖν ἕνεκεν ὁμιλίας τοιαύτης οὐκ ἀπολαύομεν, καὶ ἐφ' ἑκάστης εἰς τὴν ἐκκλησίαν ἀπαντῶμεν, τὴν μετάνοιαν ἀσπαζόμενοι; Κἂν ἁμαρτωλὸς ᾖς, εἴσελθε εἰς τὴν ἐκκλησίαν, ἵνα λέγῃς τὰς ἁμαρτίας σου· κἂν δίκαιος ᾖς, εἴσελθε, ἵνα μὴ ἐκπέσῃς τῆς δικαιοσύνης· λιμὴν γὰρ ἀμφοτέροις ἐστὶν ἡ ἐκκλησία. Ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς, ἀλλ' εἴσελθε μετάνοιαν προβαλλόμενος. Ἥμαρτες; εἰπὲ τῷ Θεῷ ὅτι, Ἡμάρτηκα. Ποῖος κάματος οὗτος; ποία περίοδος; ποία θλῖψις; ποία στενοχωρία λόγον εἰπεῖν ὅτι, Ἥμαρτον; Μὴ γὰρ σὺ, σαυτὸν ἐὰν μὴ εἴπῃς ἁμαρτωλὸν, οὐκ ἔχεις κατήγορον τὸν διάβολον; Πρόλαβε, καὶ ἅρπασον αὐτοῦ τὸ ἀξίωμα· ἐκείνου γὰρ ἀξίωμα τὸ κατηγορεῖν. Τί οὖν οὐ προλαμβάνεις αὐτὸν, καὶ λέγεις τὴν ἁμαρτίαν, καὶ ἐξαλείφεις τὸ ἁμάρτημα, εἰδὼς ὅτι τοιοῦτον κατήγορον ἔχεις σιγῆσαι μὴ δυνάμενον; Ἥμαρτες; εἴσελθε εἰς τὴν ἐκκλησίαν, εἰπὲ τῷ Θεῷ ὅτι, Ἥμαρτον. Οὐδέν σε ἄλλο ἀπαιτῶ, ἢ τοῦτο μόνον. Ἡ γὰρ θεία Γραφή φησι· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς· εἰπὲ τὴν ἁμαρτίαν, ἵνα λύσῃς τὴν ἁμαρτίαν. Οὐκ ἔστιν ἐν τούτῳ κάματος, οὐδὲ περίοδος λόγων, οὔτε χρημάτων δαπάνη, οὔτε ἄλλο τι τοιοῦτον οὐδέν· λόγον εἰπὸν, εὐγνωμόνησον ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ εἰπὲ ὅτι, Ἡμάρτηκα. Καὶ πόθεν τοῦτο, φησὶν, ὅτι ἐὰν εἴπω τὴν ἁμαρτίαν πρῶτος, λύω τὴν ἁμαρτίαν; Ἔχω ἐν τῇ Γραφῇ καὶ τὸν εἰπόντα καὶ λύσαντα, καὶ τὸν μὴ εἰπόντα καὶ κατακριθέντα. Κάϊν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ τῷ φθόνῳ κατεχόμενος, ὡς τῷ φθόνῳ φόνον ἐπακολουθῆσαι· καὶ γὰρ λαβὼν αὐτὸν εἰς τὸ πεδίον ἀνεῖλε. Καὶ τί φησι πρὸς αὐτὸν ὁ Θεός; Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Ὁ ἐπιστάμενος τὰ πάντα ἐρωτᾷ, οὐκ ἀγνοῶν, ἀλλ' εἰς μετάνοιαν ἕλκων τὸν φονεύσαντα. Ὅτι γὰρ οὐκ ἀγνοῶν ἠρώτα, ἔδειξε· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Ὁ δὲ εἶπεν, Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Ἔστω, οὐκ εἶ φύλαξ· διὰ τί καὶ ἀναιρετής; οὐκ ἐφύλαττες· διὰ τί καὶ ἀπέκτεινες; Ὅμως ὁμολογεῖς ταῦτα; Αἴτιος εἶ καὶ τῆς φυλακῆς. Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς. Ἤλεγξεν εὐθέως καὶ τὴν τιμωρίαν αὐτῷ ἐπήγαγεν, οὐ τοσοῦτον διὰ τὸν φόνον, ὅσον διὰ τὴν ἀναίδειαν· οὐ γὰρ τοσοῦτον μισεῖ ὁ Θεὸς τὸν ἁμαρτάνοντα, ὅσον τὸν ἀναισχυντοῦντα. Ἀμέλει τὸν Κάϊν εἰς μετάνοιαν ἐλθόντα οὐ δέχεται, ἐπειδὴ μὴ πρῶτος εἶπε τὴν ἁμαρτίαν. Τί γάρ φησι; Μείζων ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναί με· ἀντὶ τοῦ, Μέγα ἥμαρτον· οὐκ εἰμὶ ἄξιος ζῆσαι. Τί οὖν πρὸς αὐτὸν ὁ Θεός; Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· καὶ τιμωρίαν αὐτῷ ἀπέφηνε δεινὴν καὶ χαλεπήν. Οὐκ ἀναιρῶ σε, φησὶν, ἵνα μὴ λήθῃ παραδοθῇ ἡ ἀλή49.286 θεια, ἀλλὰ ποιῶ σε νόμον ὑπὸ πάντων ἀναγινωσκόμενον, ἵνα ἡ συμφορὰ μήτηρ φιλοσοφίας γένηται. Καὶ περιῄει ὁ Κάϊν, νόμος ἔμψυχος, στήλη κινουμένη, σιωπῶσα, καὶ σάλπιγγος λαμπροτέραν ἀφιεῖσα τὴν φωνήν. Μή τις ποιήσῃ, φησὶ, τοιαῦτα, ἵνα μὴ πάθῃ τοιαῦτα. Ἔλαβε τὴν τιμωρίαν διὰ τὴν ἀναισχυντίαν, καὶ μὴ εἰρηκὼς, ἐλεγχθεὶς δὲ, κατεκρίθη διὰ τὴν ἁμαρτίαν. Εἰ γὰρ ἑαυτῷ ὡμολόγησε, κἂν ἐξαλείψας ἦν τὴν ἁμαρτίαν πρῶτος.

βʹ. Ἵνα δὲ μάθῃς, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, μάθε πῶς ἄλλος τις πρῶτος εἰπὼν ἔλυσε τὴν ἁμαρτίαν. Ἔλθωμεν ἐπὶ τὸν ∆αυῒδ, τὸν προφήτην καὶ βασιλέα· μᾶλλον δὲ αὐτὸν ἡδέως ἀπὸ τῆς προφητείας καλῶ· ἡ μὲν γὰρ βασιλεία εἰς Παλαιστίνην, ἡ δὲ προφητεία εἰς τὰ πέρατα τῆς οἰκουμένης· καὶ ἡ μὲν βασιλεία μικρῷ κατελύθη τῷ χρόνῳ, ἡ δὲ προφητεία ἀθάνατα φέρει τὰ ῥήματα. Αἱρετώτερόν ἐστι τὸν ἥλιον σβεσθῆναι, ἢ τὰ ῥήματα τοῦ ∆αυῒδ λήθῃ παραδοθῆναι. Οὗτος περιέπεσε μοιχείᾳ καὶ φόνῳ· Εἶδε γὰρ, φησὶ, γυναῖκα καλὴν λουομένην, καὶ ἠράσθη αὐτῆς· εἶτα τὰ δόξαντα αὐτῷ εἰς ἔργον ἐξήγαγε. Καὶ ἦν ὁ προφήτης ἐν μοιχείᾳ, ὁ μαργαρίτης ἐν βορβόρῳ. Ἀλλ' οὔπω ᾔδει ὅτι ἥμαρτεν· οὕτως ἦν κεκαρωμένος τῷ πάθει. Τοῦ γὰρ ἡνιόχου μεθύοντος καὶ τὸ ἅρμα ἀτάκτως φέρεται· ὅπερ δὲ ἡνίοχος καὶ ἅρμα, τοῦτο ψυχὴ καὶ σῶμα· ἐὰν ἡ ψυχὴ σκοτωθῇ, καὶ τὸ σῶμα ἐν βορβόρῳ κυλίεται· ἕως γὰρ ἕστηκεν ὁ ἡνίοχος, καὶ τὸ ἅρμα καλῶς ἐλαύνεται· ὅταν μέντοι αὐτὸς ἀτονῇ, καὶ οὐ δύναται περικρατὴς γενέσθαι τῶν ἡνιῶν, καὶ αὐτὸ τὸ ἅρμα ἐν δεινοτέροις ὁρᾶται. Οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου· ἕως ἂν μὲν νήφῃ ἡ ψυχὴ καὶ γρηγορῇ, καὶ αὐτὸ τὸ σῶμα ἐν ἁγνείᾳ ἐστίν· ἐπὰν δὲ ἡ ψυχὴ σκοτωθῇ, καὶ αὐτὸ τὸ σῶμα ἐν βορβόρῳ καὶ ἡδονῇ κυλίεται. Τί οὖν ὁ ∆αυΐδ; Ἐμοίχευσεν· ἀλλ' οὐκ ᾔδει, οὔτε ἠλέγχετο ὑπό τινος, καὶ τοῦτο ἐν ἐσχάτῃ πολιᾷ, ἵνα μάθῃς ὅτι, ἐὰν ᾖς ῥᾴθυμος, οὔτε ἡ πολιά σε ὠφελεῖ, οὔτε πάλιν, ἐὰν σπουδαῖος ᾖς, ἡ νεότης παραβλάψαι σε δύναται. Οὐ γὰρ τῆς ἡλικίας ὁ τρόπος, ἀλλὰ τῆς γνώμης τὸ κατόρθωμα· ἐπειδὴ καὶ ∆ανιὴλ δώδεκα ἐτῶν ἦν, καὶ ἔκρινεν· οἱ δὲ πρεσβύτεροι, παλαιοὶ ἐν ἡμέραις, καὶ δρᾶμα μοιχείας ἔπραξαν, καὶ οὔτε ἐκείνους ἡ πολιὰ ὠφέλησεν, οὔτε τοῦτον ἡ νεότης παρέβλαψε. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐν τῇ ἡλικίᾳ, ἀλλ' ἐν τῇ γνώμῃ τὰ πράγματα τῆς σωφροσύνης κρίνεται, ὁ ∆αυῒδ ἐν αὐτῇ τῇ πολιᾷ ὢν, καὶ τότε εἰς μοιχείαν ἐμπεσὼν, φόνον εἰργάσατο, καὶ διέκειτο οὕτως ὥστε μὴ εἰδέναι αὐτὸν ὅτι ἥμαρτεν· ὁ γὰρ ἡνίοχος νοῦς ἦν μεθυσθεὶς ἀπὸ ἀκρασίας. Τί οὖν ὁ Θεός; Πέμπει πρὸς αὐτὸν Νάθαν τὸν προφήτην· ὁ προφήτης ἔρχεται πρὸς τὸν προφήτην· οὕτω γὰρ καὶ ἐπὶ τῶν ἰατρῶν γίνεται· ὅταν ἰατρὸς ἀσθενήσῃ, ἄλλου ἰατροῦ ἐν χρείᾳ γίνεται. Τὸ αὐτὸ καὶ ἐνταῦθα· προφήτης ἦν ὁ ἡμαρτηκὼς, καὶ προφήτης ἦν ὁ τὰ φάρμακα ἐπικομιζόμενος. Ἔρχεται οὖν πρὸς αὐτὸν ὁ Νάθαν, καὶ οὐκ εὐθὺς ἀπὸ θυρῶν ἐλέγχει αὐτὸν καὶ 49.287 λέγει· Παράνομε καὶ ἐναγέστατε, μοιχὲ καὶ φονεῦ, τοσαύτας τιμὰς ἐδέξω παρὰ τοῦ Θεοῦ, καὶ σὺ τὰς ἐντολὰς αὐτοῦ κατεπάτησας; Οὐδὲν τοιοῦτον εἶπεν ὁ Νάθαν, ἵνα μὴ ἀναισχυντότερον αὐτὸν ἀπεργάσηται· δημοσιευόμενα γὰρ τὰ ἁμαρτήματα εἰς ἀναισχυντίαν προκαλεῖται τὸν ἡμαρτηκότα. Ἔρχεται οὖν πρὸς αὐτὸν καὶ δρᾶμα δίκης ὑφαίνει· καὶ τί φησι; Βασιλεῦ, δίκη μοί ἐστι πρὸς σέ. Ἦν τις πλούσιος καὶ ἦν τις πένης· εἶχε δὲ ὁ πλούσιος βουκόλια καὶ ἀγέλας πολλάς· ἦν δὲ καὶ ὁ πένης ἔχων ἀμνάδα μίαν, ἥτις ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐκ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν· ἐνταῦθα τὸ γνήσιον τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα δείκνυσιν· ἐλθόντος δὲ ξένου τινὸς, ἐφείσατο ὁ πλούσιος τῶν ἰδίων, καὶ λαβὼν τὴν ἀμνάδα τοῦ πένητος ἔσφαξεν αὐτήν. Εἶδες πῶς ἐνταῦθα ὑφαίνει τὸ δρᾶμα, τῷ σπόγγῳ ἐπικεκρυμμένον ἔχων τὸ σιδήριον; Τί οὖν ὁ βασιλεύς; Νομίζων κατὰ ἄλλου ἀποφαίνεσθαι, ὀξυτάτην ἐπήγαγε τὴν ἀπόφασιν. Τοιοῦτοι γὰρ οἱ ἄνθρωποι· κατὰ τῶν ἄλλων ἡδέως τὰς ἀποφάσεις καὶ ἀποτόμως ποιοῦνται καὶ ἐκδιδόασι. Καὶ τί φησιν ὁ ∆αυΐδ; Ζῇ Κύριος, ἄξιος θανάτου ὁ τοιοῦτος, καὶ ἀποδώσει τὴν ἀμνάδα τετραπλασίονα. Τί οὖν ὁ Νάθαν; Οὐκ ἐμάλαξε πολλαῖς ὥραις τὴν πληγὴν, ἀλλ' εὐθὺς ἐκφαίνει, καὶ ὀξυτάτην ἐπήγαγε τὴν τομὴν, ἵνα μὴ κλέψῃ τὴν αἴσθησιν τοῦ πόνου. Σὺ εἶ, βασιλεῦ. Τί οὖν ὁ βασιλεύς φησιν; Ἥμαρτον τῷ Κυρίῳ. Οὐκ εἶπε, Τίς γὰρ εἶ ὁ ἐλέγχων με; τίς δέ σε ἀπέστειλε παῤῥησιάζεσθαι; ποίᾳ δὲ τόλμῃ τοῦτο πεποίηκας; Οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ συνέγνω τὴν ἁμαρτίαν. Καὶ τί φησιν; Ἡμάρτηκα τῷ Κυρίῳ. Τί οὖν ὁ Νάθαν πρὸς αὐτόν; Καὶ Κύριος ἀφῆκε τὸ ἁμάρτημά σου· ἑαυτὸν κατεδίκασας, ἐγώ σοι συγχωρῶ τὴν καταδίκην· εὐγνωμόνως ὡμολόγησας, ἔλυσας τὴν ἁμαρτίαν· σαυτῷ τὴν καταδίκην ἐπεσπάσω, ἐγὼ ἔλυσα τὴν ἀπόφασιν. Εἶδες πῶς ἐπληρώθη τὸ γεγραμμένον, Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς; Ποῖος κάματος οὗτος τὸ εἰπεῖν πρῶτον τὴν ἁμαρτίαν;

γʹ. Ἔχεις δὲ μετανοίας ὁδὸν καὶ ἑτέραν· ποίαν δὴ ταύτην; Τὸ πενθῆσαι τὴν ἁμαρτίαν. Ἥμαρτες; πένθησον, καὶ λύεις τὴν ἁμαρτίαν. Ποῖος κάματος οὗτος; οὐδέν σε πλέον ἀπαιτῶ, ἢ τὸ πενθῆσαι τὴν ἁμαρτίαν· οὐ λέγω σοι πελάγη τεμεῖν, οὔτε εἰς λιμένας καταγαγεῖν, οὔτε ὁδοιπορῆσαι, οὔτε ὁδὸν ἄπειρον ἀπελθεῖν, οὔτε χρημάτων καταβολὴν, οὔτε κυμάτων ἀγρίων ποιήσασθαι δίοδον, ἀλλὰ τί; Πένθησον ἐπὶ τῇ ἁμαρτίᾳ. Καὶ πόθεν τοῦτο, φησὶν, ὅτι ἐὰν πενθήσω, λύω τὴν ἁμαρτίαν; Ἔχεις καὶ τούτου ἀπόδειξιν ἐκ τῆς θείας Γραφῆς. Ἦν τις Ἀχαὰβ βασιλεύς· δίκαιος δὲ οὗτος μαρτυρεῖται· ἐβασίλευσε δὲ οὗτος εἰς κακὰ ὑπὸ Ἰεζάβελ τῆς γυναικὸς αὐτοῦ· οὗτός τινος Ναβουθὲ Ἰεζραηλίτου ἀμπελῶνα ἐπεθύμησε, καὶ ἀπέστειλε πρὸς αὐτὸν λέγων· ∆ός μοι τὸν ἀμπελῶνά σου ὃν ἐπεθύμησα, καὶ ἢ ἀργύριον λαβὲ παρ' ἐμοῦ, ἢ ἀντάλλαγμα τοῦ τόπου. Ὁ δὲ εἶπε· Μή μοι γένοιτο 49.288 κληρονομίαν πατέρων μου πωλῆσαί σοι. Ὁ δὲ Ἀχαὰβ ἐπεθύμει μὲν τοῦ ἀμπελῶνος· οὐκ ἤθελε δὲ βιάσασθαι αὐτὸν, ὡς ἐκ τούτου κακώσει αὐτὸν περιπεσεῖν. Εἰσελθοῦσα δὲ πρὸς αὐτὸν Ἰεζάβελ, γύναιον ἀναίσχυντον καὶ ἀπηγορευμένον, ἀκάθαρτον καὶ ἐναγέστατον, φησί· Τί λυπῇ, καὶ οὐκ ἐσθίεις; ἀνάστα, φάγε· ἐγώ σε ποιῶ κληρονομῆσαι τὸν ἀμπελῶνα Ναβουθὲ τοῦ Ἰεζραηλίτου. Καὶ λαβοῦσα γράφει ἐπιστολὴν ἐκ προσώπου τοῦ βασιλέως πρὸς τοὺς πρεσβυτέρους, λέγουσα· Κηρύξατε νηστείαν, καὶ στήσατε ἄνδρας ψευδεῖς κατὰ Ναβουθὲ, ὅτι εὐλόγησε Θεὸν καὶ βασιλέα, τουτέστιν, ἐβλασφήμησεν. Ὢ νηστεία ἐπιτεταμένης τῆς παρανομίας πεπληρωμένη· ἐκήρυξαν νηστείαν, ἵνα φόνον ποιήσωσι. Τί οὖν γέγονεν; Ἐλιθάσθη Ναβουθὲ, καὶ ἀπέθανε. Μαθοῦσα δὲ Ἰεζάβελ λέγει τῷ Ἀχαάβ· Ἀνάστα, κληρονομήσωμεν τὸν ἀμπελῶνα, ὅτι ἀπέθανε Ναβουθέ. Ὁ δὲ λυπηθεὶς πρὸς τὸ παρὸν, εἰσῆλθε μέντοι, καὶ ἐκληρονόμησε τὸν ἀμπελῶνα. Πέμπει πρὸς αὐτὸν ὁ Θεὸς Ἠλίαν τὸν προφήτην· Ἄπελθε, φησὶν, εἰπὸν τῷ Ἀχαὰβ, Ἀνθ' ὧνἐφόνευσας καὶ ἐκληρονόμησας, οὕτως ἐκχυθήσεται τὸ αἷμά σου, καὶ οἱ κύνες λείξουσι τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου. Θεήλατος ἡ ὀργὴ, ἀπηρτισμένη ἡ ἀπόφασις, πεπληρωμένη ἡ καταδίκη. Καὶ ὅρα ποῦ πέμπει αὐτόν· εἰς τὸν ἀμπελῶνα. Ὅπου ἡ παρανομία, ἐκεῖ καὶ ἡ τιμωρία. Καὶ τί φησιν; Ἰδὼν αὐτὸν Ἀχαὰβ λέγει· Εὕρηκάς με ὁ ἐχθρός μου, ἀντὶ τοῦ, Ὑπαίτιόν με ἔλαβες ὅτι ἡμάρτηκα· νῦν καιρὸν ἔχεις ἐπεμβῆναί μοι. Εὕρηκάς με ὁ ἐχθρός μου. Ἐπειδὴ ἤλεγχεν ἀεὶ ὁ Ἠλίας τὸν Ἀχαὰβ, ὁ Ἀχαὰβ εἰδὼς ὅτι ἥμαρτεν, Ἀειμὲν ἤλεγχές με, φησί· νῦν δὲ εὐκαίρως μοι ἐπιβαίνεις· ᾔδει γὰρ ὅτι ἡμάρτηκε. Παραναγινώσκει αὐτῷ τὴν ἀπόφασιν· Τάδε λέγει Κύριος, φησίν· Ἀνθ' ὧν ἐφόνευσας καὶ ἐκ ληρονόμησας καὶ αἷμα ἀνδρὸς δικαίου ἐξέχεας, οὕτως ἐκχυθήσεται τὸ αἷμά σου, καὶ οἱ κύνες λείξουσιν αὐτὸ, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου. Ἀκούσας ταῦτα Ἀχαὰβ ἦν σκυθρωπάζων καὶ πενθῶν ἐπὶ τῇ ἁμαρτίᾳ· συνέγνω τὴν ἀδικίαν, καὶ ἔλυσε τὴν κατ' αὐτοῦ ψῆφον ὁ Θεός. Ἀλλὰ πρῶτον ἀπελογήσατο ὁ Θεὸς τῷ Ἠλίᾳ, ἵνα μὴ ὡς ψεύστης φανῇ καὶ πάθῃ ὅπερ ἔπαθεν Ἰωνᾶς· τοιοῦτον γὰρ ὑπέστη καὶ ὁ Ἰωνᾶς. Λέγει πρὸς αὐτὸν ὁ Θεός· Ἄπελθε, κήρυξον εἰς Νινευῒ τὴν πόλιν ἐν ᾗ κατοικοῦσι δώδεκα μυριάδες ἀνθρώπων χωρὶς γυναικῶν καὶ παιδίων· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Ὁ Ἰωνᾶς οὐκ ἠβούλετο ἀπελθεῖν, εἰδὼς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀλλὰ τί ποιεῖ; Εἰς φυγὴν τρέπεται· λέγει γὰρ, Ἐγὼ ἀπέρχομαι κηρύσσων· σὺ φιλάνθρωπος ὢν μεταμέλῃ, ἐγὼ δὲ ὡς ψευδοπροφήτης ἀναιροῦμαι. Ἀλλ' ὅμως ἡ θάλασσα αὐτὸν λαβοῦσα οὐκ ἔκρυψεν, ἀλλ' ἀπέδωκε τῇ γῇ, καὶ ἀπέσωσε πάλιν εἰς Νινευῒ, καθάπερ ἀρίστη σύνδουλος σύνδουλον διατηροῦσα. Κατέβη γὰρ, φησὶν, Ἰωνᾶς τοῦ φυγεῖν, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ, καὶ ἀνέβη εἰς αὐτό. Ποῦ φεύγεις Ἰωνᾶ; εἰς γῆν ἄλλην ἀπέρχῃ; Ἀλλὰ τοῦ 49.289 Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλ' εἰς τὴν θάλασσαν; Οὐκ οἶδας ὅτι Αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν; Ἀλλ' εἰς τὸν οὐρανόν; Οὐκ ἤκουσας τοῦ ∆αυῒδ λέγοντος, ὅτι Ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου; Ἀλλ' ὅμως ἐκεῖνος φόβῳ κατεχόμενος ἔφυγε τῷ δοκεῖν· Θεὸν γὰρ ἀληθῶς φυγεῖν ἀδύνατον. Ὅμως ὅτε ἀποκατέστησεν αὐτὸν ἡ θάλασσα, καὶ ἦλθεν εἰς Νινευῒ, ἐκήρυξε λέγων ὅτι, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Ἵνα δὲ μάθῃς ὅτι τοῦτο ἔχων ἐν διανοίᾳ εἰς φυγὴν ἔδωκεν ἑαυτὸν, ὅτι ὁ Θεὸς φιλάνθρωπος ὢν μετανοεῖ ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε περὶ αὐτῶν, καὶ ἔμελλεν αὐτὸς ὡς ψευδοπροφήτης εἶναι, αὐτὸς ἑαυτῷ δείκνυσι. Μετὰ γὰρ τὸ κηρῦξαι ἐν τῇ Νινευῒ, ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ παρετήρει τί ἂν γένηται· ὅτε δὲ εἶδε τρεῖς ἡμέρας παρελθούσας, καὶ οὐδαμοῦ οὐδὲν τῶν ἠπειλημένων γινόμενον, τότε τὸν πρῶτον αὐτοῦ λογισμὸν κινεῖ, καὶ λέγει· Οὐχ οὗτοί εἰσιν οἱ λόγοι μου οὓς ἔλεγον, ὅτι ὁ Θεὸς ἐλεήμων ἐστὶ καὶ μακρόθυμος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων; Ἵν' οὖν μή τι τοιοῦτον πάθῃ Ἠλίας, οἷον καὶ Ἰωνᾶς,λέγει ὁ Θεὸς τὴν αἰτίαν, δι' ἣν τῷ Ἀχαὰβ συνεχώρησε. Καὶ τί φησιν ὁ Θεὸς πρὸς τὸν Ἠλίαν; Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ πενθῶν καὶ σκυθρωπάζων ἐνώπιόν μου; Οὐ μὴ ποιήσω κατὰ τὴν κακίαν αὐτοῦ. Βαβαὶ, δεσπότης δούλου συνήγορος γίνεται, καὶ ἀπολογεῖται Θεὸς ἀνθρώπῳ ὑπὲρ ἀνθρώπου· Μὴ νόμιζε, φησὶν, ὅτι ἁπλῶς συνεχώρησα αὐτῷ· μετεῤῥύθμισε τὸν τρόπον, καὶ μετέβαλον τὴν ὀργήν μου καὶ ἀνέλυσα. Καὶ ἵνα μὴ νομισθῇς σὺ ὡς ψευδοπροφήτης· σὺ γὰρ ἀληθῶς εἶπας· εἰ μὴ μετέβαλε τὸν τρόπον, ὑπομεῖναι εἶχε τὰ τῆς ἀποφάσεως· ἀλλ' οὗτος μὲν μετέβαλε τὸν τρόπον, κἀγὼ ἀνέλυσα τὴν ὀργήν μου. Καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἠλίαν· Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ πενθῶν καὶ σκυθρωπάζων; Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργήν μου. Εἶδες ὅτι τὸ πενθῆσαι ἐξαλείφει ἁμαρτίας;

δʹ. Ἔχεις δὲ καὶ τρίτην ὁδὸν μετανοίας. Πολλὰς δὲ ὁδοὺς μετανοίας εἶπον, ἵνα τῇ ποικιλίᾳ τῶν ὁδῶν εὔκολόν σοι τὴν σωτηρίαν ἐργάσωμαι. Ποία δὲ αὕτη ἡ τρίτη ὁδός; Ἡ ταπεινοφροσύνη· ταπεινοφρόνησον, καὶ ἔλυσας τὰς σειρὰς τῶν ἁμαρτιῶν. Καὶ ἔχεις καὶ ταύτης ἀπόδειξιν ἀπὸ τῆς θείας Γραφῆς, ἀπὸ τῆς ἀναγνώσεως τῆς κατὰ τὸν τελώνην καὶ τὸν Φαρισαῖον. Ἀνῆλθον, φησὶν, ὁ Φαρισαῖος καὶ ὁ τελώνης εἰς τὸ ἱερὸν προσεύξασθαι, καὶ ἤρξατο ὁ Φαρισαῖος τὰς ἀρετὰς αὐτοῦ ἀπαριθμεῖσθαι. Οὐκ εἰμὶ κἀγὼ, φησὶν, ἁμαρτωλὸς ὡς πᾶς ὁ κόσμος, οὔτε ὡς ὁ τελώνης οὗτος. Ἀθλία καὶ ταλαίπωρε ψυχὴ, ὅλην τὴν οἰκουμένην κατεδίκασας, διὰ τί καὶ τὸν ἐγγύς σου ἔθλιψας; οὐκ ἤρκεσέ σοι ἡ οἰκουμένη, εἰ μὴ καὶ τὸν τελώνην κατέκρινας; πάντας ἐντεῦθεν διέβαλες, καὶ οὐδὲ τοῦ ἑνὸς ἀνδρὸς ἐφείσω. Οὐκ εἰμὶ ἐγὼ ὡς πᾶς ὁ κόσμος, οὐδὲ ὡς ὁ τελώνης οὗτος· δεύτερον τῆς ἑβδομάδος νηστεύω, ἀποδεκατῶ τὰ ὑπάρχοντά μου τοῖς πτωχοῖς. Ἀλαζονείας ῥήματα ἐφθέγξατο. Ἄθλιε ἄνθρωπε, 49.290 ἔστω, τὴν οἰκουμένην κατεδίκασας, τί καὶ τὸν ἐγγύς σου τελώνην ἐπέπληξας; οὐκ ἐνεπλήσθης τῇ κατηγορίᾳ τῆς οἰκουμένης, εἰ μὴ καὶ τὸν σὺν σοὶ κατέκρινας; Τί οὖν ὁ τελώνης; Ἀκούσας ταῦτα οὐκ εἶπε· Σὺ γὰρ τίς εἶ ὁ τοιαῦτά μοι λέγων; πόθεν οἶδας τὸν βίον μου; οὐ συνανεστράφης μοι· οὐ συνέμεινας, οὐ συνεχρόνισας· διὰ τί τοσοῦτον ὑπερηφανεύῃ; σοὶ γὰρ τίς μαρτυρεῖ ἀγαθοεργίας; τί σεαυτὸν ἐπαινεῖς; τί σεαυτῷ χαρίζῃ; Ἀλλ' οὐδὲν τούτων εἶπεν ὁ τελώνης, ἀλλὰ κύψας προσεκύνησε καὶ εἶπεν· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· καὶ ταπεινοφρονήσας ὁ τελώνης ἐγένετο δίκαιος. Ὁ δὲ Φαρισαῖος κατῆλθεν ἐκ τοῦ ἱεροῦ δικαιοσύνην ἀπολέσας, καὶ ὁ τελώνης κατῆλθε δικαιοσύνην κτησάμενος· καὶ ῥήματα πράγματα ἐνίκησαν. Ὁ μὲν γὰρ ἔργοις δικαιοσύνην ἀπώλεσεν, ὁ δὲ λόγῳ ταπεινοφροσύνης δικαιοσύνην ἐκτήσατο. Καίτοι γε οὐδὲ ταπεινοφροσύνη ἦν ἐκεῖνο· ταπεινοφροσύνη γὰρ τοῦτό ἐστιν, ὅταν τις μέγας ὢν ἑαυτὸν ταπεινοῖ· τοῦτο δὲ τοῦ τελώνου οὐκ ἦν ταπεινοφροσύνη, ἀλλ' ἀλήθεια· ἀληθινὰ γὰρ ἦν τὰ ῥήματα· ἁμαρτωλὸς γὰρ ἦν.

εʹ. Τί γὰρ τελώνου χεῖρον, εἰπέ μοι; τῶν ἀλλοτρίων συμφορῶν ἐστι πραγματευτὴς, τῶν ἀλλοτρίων πόνων συμμεριστής· καὶ τὸν μὲν κάματον οὐκ ἐπιβλέπει, τὸ δὲ κέρδος συμμερίζεται· ὥστε ἐσχάτη ἁμαρτία τοῦ τελώνου. Οὐδὲν γὰρ ἄλλο ἐστὶ τελώνης ἢ πεπαῤῥησιασμένη βία, ἔννομος ἁμαρτία, εὐπρόσωπος πλεονεξία. Τί γὰρ χεῖρον τελώνου τοῦ καθεζομένου κατὰ τὴν ὁδὸν, καὶ ἀλλοτρίων πόνων τοὺς καρποὺς τρυγῶντος, καὶ ὅτε μὲν οἱ κάματοι, οὐδεμία αὐτῷ φροντὶς, ὅτε δὲ τὸ κέρδος, ἐξ ὧν οὐκ ἔκαμε, τὴν μερίδα λαμβάνει; Ὥστε εἰ ἁμαρτωλὸς ὢν ὁ τελώνης τοσαύτης ἐπέτυχε τῆς δωρεᾶς ταπεινοφρονήσας, πόσῳ μᾶλλον ὁ ἐνάρετος ὢν καὶ ταπεινοφρονῶν; Ὥστε ἐὰν ὁμολογήσῃς τὰς ἁμαρτίας σου καὶ ταπεινοφρονήσῃς, δίκαιος γίνῃ. Θέλεις δὲ μαθεῖν ταπεινόφρων τίς ἐστι; βλέπε Παῦλον τὸν ὄντως ταπεινόφρονα, Παῦλον τὸν διδάσκαλον τῆς οἰκουμένης, τὸν ῥήτορα τὸν πνευματικὸν, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν λιμένα τὸν ἀκύμαντον, τὸν πύργον τὸν ἀσάλευτον, τὸν ἐν σώματι βραχεῖ τὴν οἰκουμένην κυκλοῦντα, καὶ καθάπερ ὑπόπτερόν τινα ταύτην περιδραμόντα· βλέπε ἐκεῖνον ταπεινοφρονοῦντα, τὸν ἰδιώτην καὶ φιλόσοφον, τὸν πένητα καὶ πλούσιον. Ἐκεῖνον ἀληθῶς ταπεινόφρονα λέγω, τὸν μυρίους καμάτους ἀντλήσαντα, τὸν μυρία τρόπαια κατὰ τοῦ διαβόλου ἐνδειξάμενον, τὸν κηρύττοντα καὶ λέγοντα, Ἡ χάρις αὐτοῦ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον πάντων ἐκοπίασα· ὁ φυλακὰς ὑπομείνας, καὶ μάστιγας· ὁ δι' Ἐπιστολῶν τὴν οἰκουμένην σαγηνεύσας· ὁ οὐρανία φωνῇ κληθεὶς, ἐκεῖνος ταπεινοφρονεῖ λέγων· Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Εἶδες ταπεινοφροσύνης μέγεθος, εἶδες Παῦλον ταπεινοφρονοῦντα, ἐλάχιστον ἑαυτὸν καλοῦντα; Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Τοῦτο γὰρ ἀληθῶς ταπεινοφροσύνη, τὸ ταπεινοῦσθαι ἐν πᾶσι, καὶ ἑαυτὸν καλεῖν ἐλάχιστον. Ἐννόησον τίς ἦν ὁ λέγων ταῦτα τὰ ῥήματα· Παῦλος ὁ οὐρανοπολίτης, ὁ τὸ σῶμα ἁπλῶς περικείμενος, ὁ στῦλος τῶν Ἐκκλησιῶν, ὁ ἐπίγειος ἄγγελος, ὁ ἐπουράνιος ἄνθρωπος. Ἡδέως γὰρ λοιπὸν ἐνδιατρίβω τῷ ἀνδρὶ, θεωρῶν αὐτοῦ τὸ κάλλος τῆς ἀρετῆς. Οὐχ οὕτως ἥλιος ἀνατείλας καὶ λαμπρὰς ἀφιεὶς τὰς ἀκτῖνας εὐφραίνει μου τὰς ὄψεις, ὡς τὸ πρόσωπον Παύλου καταυγάζει μου τὴν διάνοιαν· ὁ μὲν γὰρ ἥλιος τὰς ὄψεις φωτίζει, ὁ δὲ Παῦλος εἰς αὐτὰς ἀναπτεροῖ τὰς ἀψῖδας τῶν οὐρανῶν· τὴν γὰρ ψυχὴν καὶ ὑψηλοτέραν τοῦ ἡλίου ἀπεργάζεται, καὶ ἀνωτέραν τῆς σελήνης· τοιαύτη γὰρ ἡ δύναμις τῆς ἀρετῆς· ἄγγελον τὸν ἄνθρωπον ποιεῖ, τὴν ψυχὴν ἀναπτεροῖ εἰς τὸν οὐρανόν. Ταύτην τὴν ἀρετὴν διδάσκει ἡμᾶς ὁ Παῦλος· σπουδάσωμεν ζηλωταὶ αὐτοῦ γενέσθαι τῆς ἀρετῆς. Ἀλλ' οὐ δεῖ ἐξελθεῖν ἡμᾶς τοῦ προκειμένου· δεῖξαι 49.292 γὰρ ἦν ὁ σκοπὸς τρίτην ὁδὸν μετανοίας τὴν ταπεινοφροσύνην, ὅτι ὁ τελώνης οὐκ ἐταπεινοφρόνησεν, ἀλλ' ἀλήθειαν εἶπε, τὰς ἰδίας ἁμαρτίας γυμνώσας, καὶ δίκαιος ἐγένετο, οὐ χρήματα καταβαλὼν, οὔτε πελάγη διατεμὼν, οὔτε πολλὴν ὁδὸν πεζεύσας, οὔτε ἄπειρα πελάγη περάσας, οὔτε φίλους ἀξιώσας, οὔτε χρόνον πολὺν καταναλώσας, ἀλλὰ διὰ ταπεινοφροσύνης δικαιοσύνην ἐκτήσατο, καταξιωθεὶς τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ Περὶ ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους. Ὁμιλία γʹ.

αʹ. Ἆρα οἴδατε, πόθεν ἡμῖν ὁ λόγος πρώην ἤρξατο, ἢ ποῦ κατέλυσεν, ἢ ἐκ ποίας ὑποθέσεως εἰς ποίαν ἔληξε τὰ τῆς προτέρας ὁμιλίας ῥήματα; Ἀλλ' ὑμᾶς μὲν νομίζω ἐπιλελῆσθαι ποῦ ἡμῖν ὁ λόγος κατέπαυσεν· ἐγὼ δὲ οἶδα, καὶ οὐκ αἰτιῶμαι ὑμᾶς ἐν τούτῳ οὐδὲ κατηγορῶ. Ἕκαστος γὰρ ὑμῶν γυναῖκα ἔχει, καὶ παίδων ἀντέχεται, καὶ τῶν περὶ τὸν οἶκον φροντίζει πάντων· οἱ μὲν καὶ ἐν στρατείαις ἀσχολοῦνται, ἄλλοι δὲ χειροτέχναι εἰσί· καὶ εἰς διαφόρους χρείας ἕκαστος ὑμῶν ἀσχολεῖται. Ἡμεῖς δὲ ἐν τούτοις στρεφόμεθα, καὶ ἐν τούτοις μελετῶμεν, καὶ ἐν τούτοις τὸν χρόνον ἡμῶν διατρίβομεν· ὥστε οὐ μεμπτέοι ἐστὲ ἐν τούτῳ, ἀλλ' ἐπαινετέοι ἐν τῇ σπουδῇ, ὅτι οὐδὲ μίαν ἡμᾶς Κυριακὴν καταλιμπάνετε, ἀλλὰ πάντων καταφρονοῦντες εἰς ἐκκλησίαν ἀπαντᾶτε. Τοῦτο γὰρ μέγιστον ἐγκώμιόν ἐστι τῆς ἡμετέρας πόλεως, οὐ τὸ θορύβους ἔχειν καὶ προάστεια, οὐδὲ χρυσορόφους οἴκους καὶ τρικλίνους, ἀλλὰ τὸ ἔχειν δῆμον σπουδαῖον καὶ διεγηγερμένον. Οὐ γὰρ ἐκ τῶν φύλλων τὴν εὐγένειαν τοῦ δένδρου, ἀλλ' ἐκ τῶν καρπῶν ἐπιγινώσκομεν. ∆ιὰ τοῦτο γὰρ τῶν ἀλόγων ζώων προτετιμήμεθα ἐν τῷ λόγον ἔχειν, καὶ λόγου μεταλαμβάνειν, καὶ λόγου ἐρᾷν· ἄνθρωπος γὰρ μὴ ἐρῶν λόγου, πολὺ ἀλογώτερος τῶν κτηνῶν ἐστι, μὴ εἰδὼς διὰ τί ἐτιμήθη, καὶ πόθεν ἔχει τὴν τιμήν. Καὶ καλῶς ἔλεγεν ὁ προφήτης· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἄνθρωπος λογικὸς ὢν, λόγου οὐκ ἐρᾷς; εἰπέ μοι, καὶ ποίαν ἕξεις συγγνώμην; Ὥστε ὑμεῖς ἐμοὶ πάντων ἀναγκαιότεροι οἱ πρὸς τὸν λόγον τῆς ἀρετῆς ἀναπτερούμενοι, καὶ πάντα τῶν θείων λόγων δεύτερα τιθέντες. Φέρε οὖν καὶ ἡμεῖς τῆς ὑποθέσεως ἁψώμεθα, καὶ τῶν πρώην ῥηθέν49.292 των τὰ ἀκόλουθα εἴπωμεν· χρεωστῶ γὰρ ὑμῖν, καὶ ἡδέως καταβάλλω τὸ χρέος· οὐ γὰρ πενίαν μοι φέρει, ἀλλὰ πλοῦτον συνάγει. Ἐπὶ γὰρ τῶν ἔξωθεν πραγμάτων οἱ χρεῶσται φεύγουσι τοὺς δανειστὰς πρὸς τὸ μὴ ἀποδοῦναι, ἐγὼ δὲ καταδιώκω εἰς τὸ ἀποδοῦναι, καὶ μάλα γε εἰκότως· ἐπὶ γὰρ τῶν ἔξωθεν πραγμάτων ἡ ἀπόδοσις πενίαν ἐργάζεται, ἐπὶ δὲ τοῦ λόγου ἡ ἀπόδοσις πλοῦτον γεννᾷ. Οἷόν τι λέγω· χρήματα χρεωστῶ τινι· ταῦτα ἐὰν καταβάλω, οὐ δύναται καὶ παρ' ἐκείνῳ εἶναι καὶ παρ' ἐμοὶ, ἀλλ' ἀπ' ἐμοῦ μὲν ἀνεχώρησεν, ἐκείνῳ δὲ ἐκολλήθη· λόγον δὲ ἐὰν καταβάλω, καὶ μετ' ἐμοῦ ἐστι, καὶ πάντες αὐτὸν ἔχετε· ἐὰν κατάσχω τὸν λόγον καὶ μὴ μεταδῶ, τότε πένης εἰμὶ, ὅταν δὲ καταβάλω, τότε εὐπορώτερος γίνομαι· ἐὰν μὴ καταβάλω τὸν λόγον, τότε μόνος πλουτῶ, ἐὰν δὲ καταβάλω, μετὰ πάντων ὑμῶν τὸν καρπὸν ἀποφέρομαι. Φέρε οὖν ἀποδῶμεν τὸ χρέος· τί δὲ ἦν τοῦτο; Περὶ μετανοίας τὸν λόγον ἐγυμνάζομεν πρώην καὶ ἐλέγομεν, ὅτι πολλαὶ καὶ ποικίλαι ὁδοὶ τῆς μετανοίας, ἵνα εὔκολος ἡμῖν γένηται ἡ σωτηρία. Εἰ γὰρ μίαν ἡμῖν ἔδωκεν ὁδὸν ὁ Θεὸς μετανοίας, ἀνεβαλόμεθα ἂν λέγοντες· Οὐ δυνάμεθα ταύτην μετελθεῖν, σωθῆναι οὐ δυνάμεθα· νῦν δὲ ἐκκόπτων σου τὴν πρόφασιν ταύτην, οὐ μίαν σοι δέδωκε μόνον ὁδὸν, οὐδὲ δευτέραν, οὐδὲ τρίτην, ἀλλὰ πολλὰς καὶ διαφόρους, ἵνα τῷ πλήθει εὔκολόν σοι ποιήσῃ τὴν ἀνάβασιν τὴν εἰς τὸν οὐρανόν. Καὶ ἐλέγομεν ὅτι εὔκολος ἡ μετάνοια, καὶ οὐδὲν βάρος ἐν αὐτῇ. Ἁμαρτωλὸς εἶ; εἴσελθε εἰς τὴν ἐκκλησίαν, εἰπὲ ὅτι ἡμάρτηκα, καὶ ἔλυσας τὴν ἁμαρτίαν. Καὶ γὰρ καὶ τὸν ∆αυῒδ παρηγάγομεν εἰς μέσον ἁμαρτήσαντα, καὶ λύσαντα τὴν ἁμαρτίαν· εἶτα δευτέραν ὁδὸν ὑπεθέμεθα, τὸ πενθῆσαι ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ ἐλέγομεν, ποῖος κάματος οὗτος; οὐκ ἔνι χρήματα καταβαλεῖν, οὐδὲ πολλὴν ὁδὸν πεζεῦσαι, οὔτε τι ἄλλο τοιοῦτον, ἀλλὰ πενθῆσαι μόνον ἐπὶ τῇ ἁμαρτίᾳ· καὶ παρηγάγομεν ἀπὸ τῆς Γραφῆς τοῦτο, ὅτι ὁ Θεὸς μετεμελήθη ἐπὶ τοῦ Ἀχαὰβ, διὰ τὸ πενθῆσαι αὐτὸν καὶ σκυθρωπάσαι· καὶ τοῦτο αὐτὸς ἔλεγε τῷ Ἠλίᾳ· Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ ἐνώπιόν μου πενθῶν, καὶ σκυθρωπάζων; Οὐ μὴ ποιήσω κατὰ τὸν 49.293 θυμόν μου. Εἶτα καὶ τρίτην ὁδὸν ἐδιδόαμεν μετανοίας, καὶ παρηγάγομεν ἐκ τῆς Γραφῆς εἰς τὸ μέσον τὸν Φαρισαῖον καὶ τὸν τελώνην, ὅτι ὁ μὲν Φαρισαῖος ὑπερηφάνως ἀλαζονευόμενος, τῆς δικαιοσύνης ἐξέπεσεν· ὁ δὲ τελώνης ταπεινοφρονήσας, ἔγκαρπος δικαιοσύνης κατῆλθε, καὶ οὔτε ἕνα κάματον ἀναλώσας δίκαιος ἐγένετο· ῥήματα ἔβαλε, καὶ πράγματα ἔλαβε. Φέρε οὖν ἐπὶ τὴν ἀκολουθίαν ἔλθωμεν, καὶ τετάρτην ὁδὸν μετανοίας προάξωμεν· ποίαν δὲ ταύτην; Λέγω δὴ τὴν ἐλεημοσύνην τὴν βασιλίδα τῶν ἀρετῶν, τὴν ταχέως ἀνάγουσαν εἰς τὰς ἁψῖδας τῶν οὐρανῶν τοὺς ἀνθρώπους, τὴν συνήγορον τὴν ἀρίστην. Μέγα πρᾶγμα ἐλεημοσύνη· διὰ τοῦτο καὶ Σολομὼν ἐβόα· Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων. Μεγάλα τὰ πτερὰ τῆς ἐλεημοσύνης· τέμνει τὸν ἀέρα, παρέρχεται τὴν σελήνην, ὑπερβαίνει τὰς ἀκτῖνας τοῦ ἡλίου, εἰς αὐτὰς ἀνέρχεται τὰς ἁψῖδας τῶν οὐρανῶν. Ἀλλ' οὔτ' ἐκεῖ ἵσταται, ἀλλὰ καὶ τὸν οὐρανὸν παρέρχεται, καὶ τοὺς δήμους τῶν ἀγγέλων παρατρέχει, καὶ τοὺς χοροὺς τῶν ἀρχαγγέλων, καὶ τὰς ἀνωτέρας πάσας δυνάμεις, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ· καὶ ἐξ αὐτῆς διδάχθητι τῆς Γραφῆς τοῦτο λεγούσης· Κορνήλιε, αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Τὸ δὲ, Ἐνώπιον τοῦ Θεοῦ ἔστι, Κἂν πολλὰς ἔχῃς ἁμαρτίας, ἐλεημοσύνη δὲ ᾖ συνήγορος, μὴ φοβοῦ· οὐδεμία γὰρ αὐτῇ τῶν ἄνω δυνάμεων ἀντιτάσσεται· χρέος ἀπαιτεῖ, ἴδιον ἔχει χειρόγραφον μετὰ χεῖρας βαστάζουσα. Αὐτοῦ γάρ ἐστι τοῦ ∆εσπότου φωνὴ, ὅτι Ὃς ἂν ποιήσῃ ἑνὶ τῶν ἐλαχίστων τούτων, ἐμοὶ ἐποίησεν. Ὥστε οὖν ὅσας ἔχεις ἄλλας ἁμαρτίας, ἡ ἐλεημοσύνη σου βαρεῖ τὰς ὅλας.

βʹ. Ἢ οὐκ οἶδας ἐν τῷ Εὐαγγελίῳ τῶν δέκα παρθένων τὸ ὑπόδειγμα, πῶς αἱ μὴ ἔχουσαι ἐλεημοσύνην, παρθενίαν δὲ ἀσκήσασαι ἔξω ἔμειναν τοῦ νυμφῶνος; Ἦσαν γὰρ, φησὶ, δέκα παρθένοι, πέντε μωραὶ, καὶ πέντε φρόνιμοι· καὶ αἱ μὲν φρόνιμοι ἔλαιον εἶχον, αἱ δὲ μωραὶ ἔλαιον οὐκ εἶχον, ἐσβέννυντο δὲ αἱ αὐτῶν λαμπάδες. Προσελθοῦσαι δὲ αἱ μωραὶ ταῖς φρονίμοις εἶπον· ∆ότε ἡμῖν ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Αἰσχύνομαι καὶ ἐρυθριῶ καὶ δακρύω, ὅταν παρθένον μωρὰν ἀκούσω· τοῦτο τὸ ὄνομα ἀκούων ἐρυθριῶ, μετὰ τοσαύτην ἀρετὴν, μετὰ παρθενίας ἄσκησιν, μετὰ τὸ σῶμα εἰς οὐρανὸν ἀναπτερῶσαι, μετὰ τὸ πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν ἔχειν, καὶ τὸν καύσωνα ὑπομεῖναι, μετὰ τὸ τὴν κάμινον τῆς ἡδονῆς καταπατῆσαι· τότε μωραὶ ἤκουσαν, καὶ δικαίως μωραὶ, ὅτι τὸ μέγα ποιήσασαι, ὑπὸ τοῦ μικροῦ ἡττήθησαν. Καὶ προσῆλθον, φησὶν, αἱ μωραὶ, 49.294 καὶ εἶπον ταῖς φρονίμοις· ∆ότε ἡμῖν ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Αἱ δὲ εἶπον· Οὐ δυνάμεθα δοῦναι ὑμῖν, μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· οὐ δι' ἀσπλαγχνίαν τοῦτο ποιοῦσαι, οὐδὲ διὰ κακίαν, ἀλλὰ διὰ τὸ στενὸν τοῦ καιροῦ· ἔμελλε γὰρ ὁ νυμφίος ἔρχεσθαι. Εἶχον καὶ αὐταὶ λαμπάδας· ἀλλ' ἐκείνων μὲν εἶχον ἔλαιον, αὐτῶν δὲ οὐκ εἶχον. Τὸ γὰρ πῦρ ἐστιν ἡ παρθενία, τὸ δὲ ἔλαιον ἐστὶν ἡ ἐλεημοσύνη. Ὥσπερ οὖν τὸ πῦρ, ἐὰν μὴ ἔχῃ ἔλαιον ἐπιστάζον, ἀφανίζεται, οὕτω καὶ ἡ παρθενία, ἐὰν μὴ ἔχῃ ἐλεημοσύνην, σβέννυται. ∆ότε ἡμῖν ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Αἱ δὲ πρὸς αὐτάς· Οὐ δυνάμεθα δοῦναι ὑμῖν. Ἀλλ' οὐ κακίας τὸ ῥῆμα τοῦτο ἀλλὰ φόβου· Μήποτε οὐκ ἀρκέσῃ καὶ ἡμῖν καὶ ὑμῖν· μήποτε ὡς ζητοῦμεν ὅλαι εἰσελθεῖν, ὅλαι ἀπομείνωμεν· Ἀλλ' ἀπελθοῦσαι ἀγοράσατε ἀπὸ τῶν πωλούντων. Τίνες δὲ οἱ ἔμποροι τοῦ ἐλαίου τούτου; Οἱ πτωχοὶ, οἱ πρὸς τὴν ἐλεημοσύνην καθεζόμενοι πρὸ τῆς ἐκκλησίας. Καὶ πόσου; Ὅσου θέλεις· τιμὴν οὐκ ἐπιτίθημι, ἵνα μὴ πενίαν προβάλλῃ. Ὅσον ἔχεις, τοσούτου ἀγόρασον· ἔχεις ὀβολόν; ἀγόρασον τὸν οὐρανόν· οὐχ ὅτι εὔωνος ὁ οὐρανὸς, ἀλλ' ὅτι φιλάνθρωπος ὁ ∆εσπότης. Οὐκ ἔχεις ὀβολόν; ποτήριον δὸς ψυχροῦ ὕδατος· Ὃς ἂν ποτίσῃ ποτήριον ψυχροῦ ὕδατος ἕνα τῶν ἐλαχίστων τούτων ἕνεκα ἐμοῦ, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Ἐμπορία καὶ πραγματεία ὁ οὐρανὸς, καὶ ἡμεῖς ἀμελοῦμεν.

∆ὸς ἄρτον, καὶ λαβὲ παράδεισον· δὸς μικρὰ, καὶ λαβὲ μεγάλα· δὸς θνητὰ, καὶ λαβὲ ἀθάνατα· δὸς φθαρτὰ, καὶ λαβὲ ἄφθαρτα. Εἰ ἦν πανήγυρις, καὶ εὐωνίαν ἔχουσα, καὶ ἀφθονίαν σιτίων, καὶ τὰ πολλὰ ὀλίγου πιπρασκόμενα, οὐκ ἂν τὰς οὐσίας διαπωλήσαντες, καὶ πάντα δεύτερα θέντες, τῆς πραγματείας ἐκείνης περικρατεῖς ἐγένεσθε; Καὶ ὅπου μὲν φθαρτὰ, τοσαύτην ἐνδείκνυσθε σπουδήν· ὅπου δὲ πραγματεία ἀθάνατος, τοσοῦτο ῥᾳθυμεῖτε καὶ ἀναπεπτώκατε; ∆ὸς πένητι, ἵνα κἂν σὺ σιωπᾷς, καὶ μυρία στόματα ὑπὲρ σοῦ ἀπολογῶνται, τῆς ἐλεημοσύνης ἐνεστώσης καὶ συνηγορούσης· λύτρον ψυχῆς ἐστιν ἐλεημοσύνη. ∆ιὰ τοῦτο ὥσπερ οἱ λουτῆρες ὕδατος πεπληρωμένοι εἰσὶ πρὸ τῶν θυρῶν τῆς ἐκκλησίας, ἵνα νίψῃ τὰς χεῖρας· οὕτω τῆς ἐκκλησίας ἔξω οἱ πένητες καθέζονται, ἵνα πλύνῃς τὰς χεῖρας τῆς ψυχῆς. Ἔπλυνας τὰς χεῖρας τὰς αἰσθητὰς τῷ ὕδατι; πλῦνον τὰς χεῖρας τῆς ψυχῆς τῇ ἐλεημοσύνῃ. Μὴ πενίαν προβάλλου· ἡ χήρα ἐν τῷ ἐσχάτῳ τῆς πενίας ἐξένισε τὸν Ἠλίαν, καὶ ἡ πενία κώλυμα οὐκ ἐγένετο, ἀλλὰ μετὰ πολλῆς τῆς χαρᾶς αὐτὸν ὑπεδέξατο· διὸ καὶ ἀξίους ἀπέλαβε τοὺς καρποὺς, καὶ ἐθέρισε τὸν στάχυν τῆς ἐλεημοσύνης. Ἀλλ' ἴσως ὁ ἀκροατής φησι, ∆ός μοι τὸν Ἠλίαν. Τί ζητεῖς τὸν Ἠλίαν; τὸν ∆εσπότην σοι δίδωμι τοῦ Ἠλία, καὶ οὐ τρέφεις αὐτόν. Τὸν Ἠλίαν εἰ εὗρες, πῶς ἂν ἐξένισας αὐτόν; Χριστοῦ ἐστι τοῦ ∆εσπότου τῶν ὅλων ἀπόφασις· Ὃς ἂν ποιήσῃ ἑνὶ τῶν ἐλαχίστων τούτων, ἐμοὶ ἐποίησεν. Εἰ βασιλεὺς ἕνα τινὰ ἐκάλεσεν ἐπὶ τοῦ δείπνου, καὶ 49.295 τῶν θεραπόντων παρεστηκότων εἶπε πρὸς αὐτούς· Εὐχαριστήσατε τούτῳ πολλὰ ἀντ' ἐμοῦ· οὗτός με ἐν πενίᾳ ὄντα διέθρεψε καὶ ἐξένισεν, οὗτος ἐμοὶ πολλὰς εὐεργεσίας ἐν καιρῷ στενοχωρίας παρέσχε· πῶς οὐκ ἂν ἕκαστος τὰ χρήματα αὐτοῦ ὅλα πρὸς ἐκεῖνον ἀνήλωσεν, ᾧ ὁ βασιλεὺς ηὐχαρίστησε; πῶς οὐκ ἂν ἀπελογίσατο; πῶς οὐκ ἂν ἕκαστος ἐσπούδασεν ἑαυτὸν αὐτῷ παραθέσθαι καὶ φιλιωθῆναι;

γʹ. Εἴδετε τὴν δύναμιν τοῦ λόγου; Εἰ δέ γε ἐπὶ βασιλέως ἀνθρώπου τοσαύτην τιμὴν ἔχει τὸ πρᾶγμα, ἐννόησον Χριστὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καλοῦντα ἐπὶ ἀγγέλων καὶ πάσης δυνάμεως, καὶ λέγοντα· Οὗτός με ἐν τῇ γῇ ἐξένισεν· οὗτός με μυρία εὐηργέτησεν· οὗτός με ξένον ὄντα συνήγαγεν· ἐννόησον λοιπὸν τὴν παῤῥησίαν τὴν ἐπὶ τῶν ἀγγέλων, τὸ καύχημα τὸ ἐπὶ τῶν δήμων τῶν ἄνω. Ὧ ὁ Χριστὸς μαρτυρεῖ, πῶς οὐκ ἂν σχῇ παῤῥησίαν ὑπὲρ ἀγγέλους; Μέγα οὖν πρᾶγμα ἐλεημοσύνη, ἀδελφοί· ταύτην ἀσπασώμεθα, ἧς οὐδὲν ἴσον· ἱκανή ἐστι καὶ ἄλλας ἁμαρτίας ἐξαλεῖψαι, καὶ τὴν κρίσιν ἀπελάσαι· σοῦ σιωπῶντος ἕστηκε καὶ συνηγορεῖ· μᾶλλον δὲ σοῦ σιωπῶντος μυρία στόματα εὐχαριστεῖ ὑπὲρ σοῦ. Τοσαῦτα ἀγαθὰ ἐκ τῆς ἐλεημοσύνης, καὶ ἡμεῖς ἀμελοῦμεν καὶ ἀναπεπτώκαμεν. ∆ὸς κατὰ δύναμιν ἄρτον· οὐκ ἔχεις ἄρτον; δὸς ὀβολόν· οὐκ ἔχεις ὀβολόν; δὸς ποτήριον ψυχροῦ ὕδατος· οὐκ ἔχεις τοῦτο; συμπένθησον τῷ θλιβομένῳ, καὶ ἔχεις μισθόν. Οὐ γὰρ τῆς ἀνάγκης ὁ μισθὸς, ἀλλὰ τῆς προαιρέσεως. Ἀλλ' ὡς ἔτι περὶ τούτου διαλεγόμεθα, ἐξῆλθεν ἡμῖν ἡ φροντὶς τῶν παρθένων· φέρε οὖν εἰς τὸ προκείμενον ἐπανέλθωμεν. ∆ότε ἡμῖν, φησὶν, ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Οὐ δυνάμεθα δοῦναι ὑμῖν, μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ἀλλ' ἀπελθοῦσαι ἀγοράσατε ἀπὸ τῶν πωλούντων. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἔχουσαι τὰς λαμπάδας φαιδρὰς συνεισῆλθον αὐτῷ, καὶ ἀπεκλείσθη ἡ θύρα νυμφῶνος. Ἦλθον δὲ καὶ αἱ πέντε μωραὶ, καὶ ἔκρουον τὴν θύραν τοῦ νυμφῶνος βοῶσαι· Ἄνοιξον ἡμῖν· καὶ φωνὴ ἔσωθεν πρὸς αὐτὰς τοῦ νυμφίου· Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Καὶ μετὰ τοσούτους καμάτους τί ἤκουσαν; Οὐκ οἶδα ὑμᾶς. Τοῦτό ἐστιν, ὃ ἔλεγον, εἰκῆ καὶ μάτην ἐκτήσαντο τὸ μέγα κτῆμα τῆς παρθενίας. Ἐννόησον, μετὰ τοσούτους καμάτους ἐξεβλήθησαν, ὅτε ἀκρασίαν ἐχαλίνωσαν, ὅτε πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν εἶχον, ὅτε τῶν βιωτικῶν κατεγέλασαν πραγμάτων, ὅτε τὸν καύσωνα ὑπήνεγκαν τὸν μέγαν, ὅτε τὰ σκάμματα ὑπερέβησαν, ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν ἀνεπτερώθησαν, ὅτε τοῦ σώματος τὴν σφραγῖδα οὐ διέλυσαν, ὅτε τὸ μέγα εἶδος τῆς παρθενίας ἐκτήσαντο, ὅτε τὴν ἅμιλλαν πρὸς τοὺς ἀγγέλους ἔσχον, ὅτε τοῦ σώματος τὰς ἀνάγκας κατεπάτησαν, ὅτε τῆς φύσεως ἐπελήσθησαν, ὅτε ἐν σώματι τὰ ἀσώματα ἐπετέλεσαν, ὅτε τὸ μέγα καὶ ἀκαταμάχητον κτῆμα τῆς παρθενίας ἐκτήσαντο· τότε ἤκουσαν, Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Μὴ γὰρ ἐμοὶ νομίσῃς τὸ τῆς παρθενίας μέγεθος μικρὸν εἶναι· τοιοῦτόν ἐστιν ἡ παρθενία, ὅτι οὐδεὶς ἠδυνήθη τῶν ἀρχαίων τοῦτο τηρῆσαι. ∆ιὰ τοῦτο γὰρ ἡ χάρις μεγάλη, ὅτι ἃ ἦν φοβερὰ 49.296 ἐν τοῖς προφήταις καὶ ἐν τοῖς ἀρχαίοις, ταῦτα ἐγένετο νῦν εὐκαταφρόνητα. Τίνα γὰρ ἦν τὰ βαρύτατα καὶ ἀναγκαῖα; Παρθενία, καὶ θανάτου ὑπεροψία· ἀλλὰ τούτων νῦν καὶ κόραι εὐτελεῖς καταφρονοῦσι. Βαρὺ γὰρ ἦν τὸ τῆς παρθενίας κτῆμα οὕτως, ὡς μηδένα δύνασθαι ταύτην ἀσκῆσαι τῶν παλαιῶν. Νῶε δίκαιος καὶ μαρτυρηθεὶς ὑπὸ τοῦ Θεοῦ, ἀλλὰ γυναικὶ προσωμίλησεν· ὁμοίως δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ οἱ συγκληρονόμοι αὐτοῦ τῆς ἐπαγγελίας γυναικὶ προσωμίλησαν. Ἰωσὴφ ὁ σώφρων τὸ μέγα δρᾶμα τῆς μοιχείας ἠρνήσατο· ἀλλὰ καὶ οὗτος γυναικὶ προσωμίλησεν· βαρὺ γὰρ ἦν τὸ ἐπάγγελμα τῆς παρθενίας. Ἔκτοτε ἰσχυρὰ ἡ παρθενία ἐγένετο, ἐξότε τὸ ἄνθος τὸ τῆς παρθενίας ἐβλάστησεν. Οὐδεὶς τοίνυν τῶν παλαιῶν ἠδυνήθη παρθενίαν ἀσκῆσαι· μέγα γὰρ πρᾶγμα σῶμα χαλινῶσαι. Ἀναζωγράφησον τῷ λόγῳ τὸ τῆς παρθενίας εἶδος, καὶ κατάμαθε τὸ μέγεθος τῆς ἀρετῆς αὐτῆς· ἔτι πόλεμον ἔχει ἐφ' ἑκάστης ἡμέρας οὐδέποτε δυνάμενον ἡσυχάσαι· χείρων τοῦ βαρβαρικοῦ πολέμου οὗτος ὁ πόλεμος. Ὁ μὲν γὰρ τῶν βαρβάρων πόλεμος καιρόν τινα ἔχει ἀνοχῆς ἐν ταῖς συνθήκαις, καὶ ποτὲ μὲν συμβάλλουσι, ποτὲ δὲ οὒ, καὶ τάξεις καὶ χρόνοι εἰσίν· ἐπὶ δὲ τοῦ πολέμου τοῦ πρὸς τὴν παρθενίαν οὐκ ἔστιν ἀνοχή· διάβολος γάρ ἐστιν ὁ πολεμῶν, οὐ καιρὸν ἐπιτηρεῖν ἐπιθέσεως εἰδὼς, οὐ σύνταξιν πρὸς τὴν συμβολὴν ἐκδεχόμενος, ἀλλ' ἕστηκεν ἀεὶ ζητῶν τὴν παρθένον γυμνὴν εὑρεῖν, ἵνα καιρίαν ἐπαγάγῃ τὴν πληγήν· καὶ οὐδέποτε δύναται ἡ παρθένος τοῦ πολέμου παύσασθαι τούτου, ἀλλ' ἐν αὐτῇ τὸν τάραχον περιάγει καὶ τὸν πολεμιστήν. Καὶ οἱ μὲν κατάδικοι κἂν πρὸς καιρὸν ἴδωσι τὸν ἄρχοντα, οὐχ οὕτω χειμάζονται· ἡ δὲ παρθένος ὅπουπερ ἂν ἀπέρχηται, τὸν δικαστὴν περιάγει μεθ' ἑαυτῆς, καὶ τὸν πολέμιον περιφέρει, καὶ ὁ πολέμιος οὐχ ἑσπέρας αὐτῇ δίδωσιν ἄνεσιν, οὐκ ἐν νυκτὶ, οὐκ ὄρθρου, οὐκ ἐν μεσημβρίᾳ· ἀλλὰ πολεμεῖ πάντοτε, ἡδονὴν ὑποτιθέμενος, γάμον μηνύων, ὅπως τὴν ἀρετὴν ἐξ αὐτῆς ἀποδιώξῃ, καὶ ὅπως τὴν κακίαν ἐν αὐτῇ ἐγγεννήσῃ· ὅπως τὴν σωφροσύνην αὐτῆς ἀπελάσῃ, ὅπως πορνείαν ἐνσπείρῃ· ἐκκαίεται ἐφ' ἑκάστης ὥρας τῆς ἡδονῆς ἡ κάμινος μαλθακῶς ὑποκαιομένη. Ἐννόησον πόσος τοῦ κατορθώματος ὁ κάματος. Ἀλλ' ἐκεῖναι μετὰ ταῦτα πάντα ἤκουσαν, Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Ὅρα πῶς μέγα πρᾶγμα ἡ παρθενία· ὅταν ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην, οὐδὲν αὐτῆς περιγίνεται τῶν δεινῶν, ἀλλ' ἀνωτέρα πάντων ἐστί. ∆ιὰ τοῦτο ἐκεῖναι οὐκ εἰσῆλθον, ἐπειδὴ μετὰ τῆς παρθενίας τὴν ἐλεημοσύνην οὐκ εἶχον. Πολλῆς αἰσχύνης τὸ ῥῆμα ἄξιον· ἡδονὴν καταπαλαίσασα, χρημάτων οὐ κατεφρόνησας· ἀλλὰ παρθένος ἀποταξαμένη τῷ βίῳ, καὶ σταυρωθεῖσα χρημάτων ἐρᾷς. Εἴθε ἀνδρὸς ἐπεθύμησας, καὶ οὐ τοσοῦτον τὸ ἔγκλημα ἦν· τῆς γὰρ ὁμοουσίου ὕλης ἐπεθύμεις· νῦν δὲ μείζων ἡ κατηγορία, ὅτι ἀλλοτρίας ὕλης ἐπεθύμησας. Ἔστω, αἱ ὕπανδροι ἐκεῖναι κακῶς ἀπανθρωπίαν ἐπιδείκνυνται, διὰ τὴν τῶν τέκνων πρόφασιν· καὶ ἐὰν εἴπῃς αὐταῖς, ∆ός μοι ἐλεημοσύνην· Τέκνα ἔχω, φησὶ, καὶ οὐ δύναμαι. Ὁ Θεός σοι ἔδωκε τέκνα, καρπὸν κοιλίας ἔλαβες, ἵνα φιλάνθρωπος γένῃ, οὐχ ἵνα ἀπάνθρωπος· μὴ τὴν ὑπόθεσιν τῆς φιλανθρωπίας εἰς ἀφορμὴν ἀπανθρωπίας ἐκλάμβανε. Θέλεις κληρονομίαν καλὴν καταλεῖψαι τοῖς τέκνοις σου; κατάλειψον ἐλεημοσύνην, ἵνα πάντες ἐγκωμιάσωσί σε, καὶ πολυθρύλλητον τὴν μνήμην σου καταλείπῃς. Σὺ δὲ μὴ τέκνα ἔχουσα, ἀλλ' ἐσταυρωμένη τῷ βίῳ, ἵνα τί χρήματα συλλέγεις;

δʹ. Ἀλλ' ὁ λόγος ἡμῖν ἔμψυχός ἐστι, καὶ περὶ τῆς ὁδοῦ τῆς μετανοίας, καὶ περὶ τῆς ἐλεημοσύνης. Ἐλέγομεν ὅτι μέγα κτῆμα ἡ ἐλεημοσύνη· ἐκεῖθεν διεδέξατο ἡμᾶς τὸ πέλαγος τῆς παρθενίας. Ἔχεις οὖν πρώτην καὶ μεγάλην μετάνοιαν τὴν ἐλεημοσύνην, λυτρώσασθαι τῆς σειρᾶς ἁμαρτημάτων δυναμένην· ἀλλ' ἔχεις καὶ ἄλλην ὁδὸν μετανοίας εὐχερεστάτην πάλιν, δι' ἧς δύνασαι ἀπαλλαγῆναι τῶν ἁμαρτημάτων. Εὔχου ἐφ' ἑκάστης ὥρας, καὶ μὴ ἐκκακήσῃς εὐχόμενος, μήτε ῥᾳθύμως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν αἵτει, καὶ οὐκ ἀποστρέψεται ἐμμένοντα, ἀλλὰ συγχωρήσει σοι τὰς ἁμαρτίας σου, καὶ δώσει τὰ αἰτήματά σου. Εὐχόμενος ἐὰν εἰσακουσθῇς, μένε εὐχαριστῶν ἐν τῇ εὐχῇ· εἰ δὲ οὐκ εἰσηκούσθης, ἐπίμενε εὐχόμενος, ἵνα εἰσακουσθῇς. Καὶ μὴ λέγε ὅτι Πολλὰ ηὐξάμην καὶ οὐκ εἰσηκούσθην· καὶ γὰρ καὶ τοῦτο πολλάκις ὑπὲρ τοῦ συμφέροντός σοι γίνεται. Οἶδε γὰρ ὅτι ῥᾴθυμος εἶ καὶ ἀναπεπτωκὼς, καὶ ἐὰν ἐπιτύχῃς τῆς χρείας, ἀναχωρεῖς, μηκέτι εὐχόμενος· καὶ προφάσει τῆς χρείας ὑπερτίθεταί σε, ἵνα πυκνότερον τῷ Θεῷ προσομιλῇς, καὶ τῇ εὐχῇ σχολάζῃς. Εἰ γὰρ ἐν τοιαύτῃ ἀνάγκῃ ὢν καὶ χρείαν ἔχων ῥᾳθυμεῖς, καὶ οὐ παραμένεις τῇ εὐχῇ, τί εἰ μηδενὸς τούτων ἔχρῃζες; Ὥστε καὶ αὐτὸς ὑπὲρ τοῦ συμφέροντος, θέλων σε μὴ ἀπολιμπάνεσθαι τῆς εὐχῆς, τοῦτο ποιεῖ. Μένε οὖν εὐχόμενος καὶ μὴ ῥᾳθύμει· πολλὰ γὰρ δύναται ἡ εὐχὴ ἀνύσαι, ἀγαπητὲ, καὶ μὴ ὡς μικρῷ πράγματι προσέλθῃς τῇ εὐχῇ. Ὅτι δὲ εὐχὴ ἀφίησιν ἁμαρτίας, ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο παιδεύθητι. Τί γάρ φησιν; Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, ὃς ἔκλεισε τὴν θύραν αὐτοῦ, καὶ ἀνέπεσε μετὰ τῶν τέκνων αὐτοῦ· ἦλθε δέ τις ἑσπέρας θέλων λαβεῖν ἄρτους παρ' αὐτοῦ, καὶ κρούει λέγων· Ἄνοιξόν μοι, ὅτι χρείαν ἔχω ἄρτων. Ὁ δὲ πρὸς αὐτόν· Οὐ δύναμαί σοι δοῦναι νῦν· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία ἡμῶν. Ὁ δὲ ἐπέμενε κρούων τὴν θύραν. Καί φησι πάλιν πρὸς αὐτόν· Οὐ δύναμαί σοι δοῦναι· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία. Ὁ δὲ καὶ ταῦτα ἀκούσας ἐπέμενε κρούων, καὶ μὴ ἀναχωρῶν, ἕως οὗ εἶπεν ὁ οἰκοδεσπότης, Ἀνάστητε, δότε αὐτῷ καὶ ἄφετε ἀπελθεῖν. ∆ιδάσκει σε οὖν εὔχεσθαι ἀεὶ, καὶ μὴ ἀκηδιᾷν ἀεὶ, ἀλλὰ καὶ ἐὰν μὴ λάβῃς, παραμένειν ἕως ἂν λάβῃς. Καὶ πολλὰς ἄλλας ὁδοὺς μετανοίας εὑρήσεις ἐν τῇ Γραφῇ. Αὕτη ἡ μετάνοια καὶ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐκηρύττετο διὰ τοῦ Ἱερεμίου λέγοντος· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν, Μετὰ ταῦτα εἶπον αὐτῇ, Μετὰ τὸ πορνεῦσαι δεῦρο ἀνάστρεψον πρὸς μέ. Καὶ διὰ τοῦτο πολλὰς καὶ ἄλλας ὁδοὺς διαφόρους ἔδωκεν ἡμῖν, ἵνα ἐκκόψῃ πᾶσαν ἡμῶν πρόφασιν ῥᾳθυμίας. Εἰ γὰρ μίαν ὁδὸν εἴχομεν μόνην, διὰ ταύτης εἰσελθεῖν οὐκ ἂν ἠδυνήθημεν. Ταύτην τὴν μάχαιραν ἀεὶ φεύγει ὁ διάβολος. Ἥμαρτες; εἴσελθε εἰς τὴν ἐκκλησίαν, καὶ ἐξάλειψόν σου τὴν ἁμαρτίαν. Ὁσάκις ἂν πέσῃς εἰς τὴν ἀγορὰν, τοσαυτάκις ἐγείρῃ· οὕτως ὁσάκις ἂν ἁμαρτήσῃς, μετανόησον ἐπὶ τῇ ἁμαρτίᾳ· μὴ σαυτοῦ ἀπογνῷς· κἂν δεύτερον ἁμάρτῃς, δεύτερον μετανόησον, μὴ διὰ ῥᾳθυμίαν τέλεον ἐκπέσῃς τῆς τῶν προκειμένων ἀγαθῶν ἐλπίδος· κἂν ἐν ἐσχάτῃ πολιᾷ ᾖς καὶ ἁμάρτῃς, εἴσελθε, μετανόησον· ἰατρεῖον γάρ ἐστιν ἐνταῦθα, οὐ δικαστήριον, οὐκ εὐθύνας ἁμαρτημάτων ἀπαιτοῦν, ἀλλὰ συγχώρησιν ἁμαρ49.298 τημάτων παρέχον. Θεῷ μόνῳ εἰπὲ τὴν ἁμαρτίαν σου· Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· καὶ συγχωρεῖταί σου ἡ ἁμαρτία. Ἔχεις δὲ καὶ ἄλλην ὁδὸν μετανοίας, οὐ δύσκολον, ἀλλὰ καὶ πάνυ εὐχερεστάτην. Ποίαν δὲ ταύτην; Κλαῦσον ἐπὶ τῇ ἁμαρτίᾳ σου, καὶ διδάχθητι ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο Πέτρος ἐκεῖνος, ἡ κορυφὴ τῶν ἀποστόλων, ὁ πρῶτος ἐν τῇ Ἐκκλησίᾳ, ὁ φίλος Χριστοῦ, ὁ τὴν ἀποκάλυψιν παρὰ ἀνθρώπων μὴ δεξάμενος, ἀλλὰ παρὰ τοῦ Πατρὸς, καθὼς αὐτῷ μαρτυρεῖ ὁ ∆εσπότης λέγων· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοί, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος· οὗτος ὁ Πέτρος· Πέτρον δὲ ὅταν εἴπω, τὴν πέτραν λέγω τὴν ἀῤῥαγῆ, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὸν ἀπόστολον τὸν μέγαν, τὸν πρῶτον τῶν μαθητῶν, τὸν πρῶτον κληθέντα, καὶ πρῶτον ὑπακούσαντα· ἐκεῖνος οὐ μικρόν τι πρᾶγμα ἔδρασεν, ἀλλὰ καὶ σφόδρα μέγα, ὡς αὐτὸν ἀρνήσασθαι τὸν ∆εσπότην· τοῦτο λέγω οὐ κατηγορῶν τοῦ δικαίου, ἀλλὰ σοὶ ὑπόθεσιν διδοὺς τῆς μετανοίας, αὐτὸν τὸν ∆εσπότην τῆς οἰκουμένης, τὸν κηδεμόνα, τὸν Σωτῆρα τῶν ἁπάντων ἠρνήσατο. Ἵνα δὲ ἄνωθεν τὴν ὑπόθεσιν εἴπωμεν, ἐν τῇ παραδόσει εἶδεν ὁ Σωτήρ τινας ἀναχωρήσαντας, καὶ λέγει τῷ Πέτρῳ· Μὴ καὶ σὺ ἀναχωρῆσαι θέλεις; Ὁ δὲ Πέτρος εἶπε, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Τί λέγεις, Πέτρε; Θεὸς ὁ ἀποφηνάμενος, καὶ ἀντιμάχῃ; Ἀλλ' ὅμως ἡ προαίρεσις τὸ ἴδιον ἔδειξε, τῆς δὲ φύσεως ἡ ἀσθένεια ἠλέγχετο. Ταῦτα δὲ πότε; Ἐν νυκτὶ, ἐν ᾗ παρεδόθη ὁ Χριστός· τότε οὖν, φησὶν, εἱστήκει ὁ Πέτρος παρὰ τὴν ἀνθρακιὰν θερμαινόμενος, καὶ κόρη τις προσῆλθε, καὶ λέγει αὐτῷ· Χθὲς καὶ σὺ μετὰ τούτου τοῦ ἀνθρώπου ἦς. Ὁ δέ· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Εἶτα καὶ δεύτερον καὶ τρίτον· καὶ ἐπληρώθη ἡ ἀπόφασις. Εἶτα ὁ Χριστὸς ἐνέβλεψε τῷ Πέτρῳ, φωνὴν διὰ τοῦ βλέμματος ἀφιείς· οὐ γὰρ διὰ στόματος αὐτῷ ἐλάλησεν, ἵνα μὴ ἐλέγξῃ αὐτὸν ἐπὶ τῶν Ἰουδαίων, καὶ τὸν ἴδιον καταισχύνῃ μαθητὴν, ἀλλὰ διὰ τοῦ βλέμματος τὴν φωνὴν ἀφῆκε· τουτέστι, Πέτρε, ὃ ἔλεγον, γέγονεν. Ἀμέλει γοῦν καὶ ὁ Πέτρος αἰσθανόμενος τότε ἤρξατο κλαίειν, ἀλλ' οὐχ ἁπλῶς ἔκλαυσεν, ἀλλὰ πικρῶς, δεύτερον βάπτισμα διὰ τῶν δακρύων ἐκ τῶν ὀφθαλμῶν ποιήσας. Ἀλλὰ κλαύσας οὕτω πικρῶς, ἐξήλειψε τὴν ἁμαρτίαν· μετὰ ταῦτα δὲ πιστεύεται τὰς κλεῖς τῶν οὐρανῶν. Εἰ δὲ Πέτρου κλαυθμὸς τηλικαύτην ἐξήλειψεν ἁμαρτίαν, σὺ ἐὰν κλαύσῃς, πῶς οὐκ ἂν ἀπαλείψεις τὴν ἁμαρτίαν; Οὐ γὰρ μικρὸν ἦν ἔγκλημα τὸ ἀρνήσασθαι τὸν ἴδιον ∆εσπότην, ἀλλὰ μέγα καὶ ἰσχυρόν· ἀλλ' ὅμως τὰ δάκρυα ἐξήλειψε τὸ ἁμάρτημα. Κλαῦσον οὖν καὶ σὺ ἐπὶ τῇ ἁμαρτίᾳ σου· ἀλλ' οὐχ ἁπλῶς, οὐδὲ μετὰ σχήματος, ἀλλὰ κλαῦσον πικρῶς, ὡς ὁ Πέτρος· ἐξ αὐτοῦ τοῦ βάθους προσάγαγε τὰς πηγὰς τῶν δακρύων, ἵνα οὕτως σπλαγχνισθεὶς ὁ ∆εσπότης συγχωρήσῃ σοι τὸ πλημμέλημα· φιλάνθρωπος γάρ ἐστιν· αὐτὸς γὰρ εἶπεν· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι, καὶ μετανοῆσαι, καὶ ζῇν αὐτόν. Μικρὸν θέλει παρὰ σοῦ πόνον, καὶ αὐτὸς παρέχει τὰ μεγάλα· πρόφασιν ζητεῖ παρὰ σοῦ, ἵνα σοι δῷ θησαυρὸν σωτηρίας. Πρόβαλε δάκρυα, καὶ αὐτός σοι δίδωσι συγχώρησιν· πρόβαλε μετάνοιαν, καὶ αὐτός σοι παρέχει ἄφεσιν ἁμαρτιῶν· πρόφασιν μικρὰν σὺ εἰσένεγκε, ἵνα εὐπρόσωπον ἔχῃς τὴν ἀπολογίαν· τὰ μὲν γὰρ παρ' αὐτοῦ ἐστι, τὰ δὲ παρ' ἡμῶν· τὰ παρ' ἡμῶν ἐὰν εἰσενέγκωμεν, πάλιν καὶ αὐτὸς παρέχει τὰ παρ' ἑαυτοῦ. Ἤδη μὲν οὖν τὰ παρ' ἑαυτοῦ αὐτὸς παρέσχεν, ἥλιον, σελήνην, ποικίλον χορὸν ἀστέρων ἐθεμελίωσεν, ἀέρα ἐξέχεε, γῆν ἥπλωσε, θάλασσαν ἐτείχισεν, ἔδωκεν ὄρη, νάπας, βουνοὺς, πηγὰς, λίμνας, ποταμοὺς, τὰ μυρία γένη τῶν φυτῶν, παραδείσους, τὰ ἄλλα πάντα· πάλιν σὺ συνεισένεγκε μικρὸν, ἵνα οὕτω καὶ τὰ ἄνω σοι χαρίσηται. Μὴ οὖν ἀμελήσωμεν ἑαυτῶν, μηδὲ ἀποστῶμεν τῆς ἡμετέρας σωτηρίας, τοσοῦτον πέλαγος φιλανθρωπίας ἔχοντες τοῦ πάντων ∆εσπότου, καὶ μετανοοῦντος ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις. Βασιλεία οὐρανῶν πρόκειται καὶ παράδεισος, καὶ τὰ ἀγαθὰ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· καὶ οὐκ ὀφείλομεν ἅπαντα ποιῆσαι, ἵνα τι συνεισενέγκωμεν, ὥστε τούτων μὴ ἐκπεσεῖν; Ἢ οὐκ οἶδας Παῦλος τί λέγει, ὁ πολλὰ κοπιάσας, καὶ μυρία τρόπαια κατὰ τοῦ διαβόλου στήσας, ὁ ἐν σώματι τὴν οἰκουμένην πεζεύσας, ὁ γῆν καὶ θάλατταν καὶ ἀέρα περιδραμὼν, ὁ καθάπερ ὑπόπτερός τις τὴν οἰκου49.300 μένην περιελθὼν, ὁ λιθασθεὶς, ὁ φονευθεὶς, ὁ τυπτηθεὶς, ὁ πάντα διὰ τὸ ὄνομα τοῦ Θεοῦ παθὼν, ὁ οὐρανίᾳ φωνῇ κληθεὶς ἄνωθεν· ὅρα, οὗτος τί λέγει, ποίαν φωνὴν ἔῤῥηξεν· Ἐλάβομεν χάριν, φησὶν, ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ κἀγὼ ἐκοπίασα, καὶ συνεισήνεγκα· Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ κενὴ οὐκ ἐγενήθη· ἀλλὰ καὶ περισσότερον αὐτῶν πάντων ἐκοπίασα καὶ συνεισήνεγκα. Οἴδαμεν, φησὶν, οἴδαμεν τῆς χάριτος τὸ μέγεθος, ὃ ἐλάβομεν, ἀλλ' οὐκ ἀργόν με εὗρε· φανερὰ τὰ παρ' ἐμοῦ εἰσενεχθέντα. Οὕτως οὖν καὶ ἡμεῖς τὰς χεῖρας πρὸς ἐλεημοσύνην διδάξωμεν, ἵνα συνεισενέγκωμεν μικρόν τι· κλαύσωμεν ἐπὶ τῇ ἁμαρτίᾳ, θρηνήσωμεν ἐπὶ τῇ ἀνομίᾳ, ἵνα δόξωμεν μικρόν τι συνεισφέρειν, ἐπειδὴ καὶ μεγάλα τὰ μέλλοντα δίδοσθαι ἡμῖν, καὶ ὑπερβαίνει τὴν ἡμετέραν δύναμιν· παράδεισος γάρ ἐστι, καὶ βασιλεία οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ ΚΑΙ ΕΥΧΗΣ. Ὁμιλία δʹ.

αʹ. Οἱ ποιμένες τὰ πρόβατα ἔνθα ἂν ἴδωσι βαθυτέραν οὖσαν τὴν πόαν, συνεχῶς ἄγουσι, καὶ οὐ πρότερον ἐκεῖθεν ἐγείρουσιν, ἕως ἂν αὐτὴν πᾶσαν ἀποκείρῃ τὰ ποίμνια. Τούτους δὲ καὶ ἡμεῖς μιμούμενοι, τετάρτην ταύτην ἤδη ἡμέραν εἰς τὸν τῆς μετανοίας τρόπον βόσκομεν τοῦτο τὸ ποίμνιον, καὶ οὐδέπω καὶ σήμερον ἀναστῆσαι παρασκευαζόμεθα· ὁρῶμεν γὰρ πολλὴν οὖσαν ἔτι νομῆς εὐπορίαν, καὶ πολλὴν τέρψιν ὁμοῦ καὶ ὠφέλειαν. Οὐδὲ γὰρ οὕτως αἱ κόμαι τῶν δένδρων ἀντὶ στέγης τοῖς προβάτοις γινόμεναι κατὰ τὸ μεσημβρινὸν τῆς ἡμέρας ἀναπαύουσι τὰ πρόβατα, ποθεινήν τε καὶ ὠφέλιμον παρέχουσι τὴν σκιὰν, καὶ μετὰ πολλῆς κατακοιμίζουσι τῆς ἡδονῆς, ὡς ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις τὰς ὀδυνωμένας ψυχὰς καὶ ἀθυμίᾳ κατεχομένας ἀνακτᾶται καὶ καταψύχει, τὸ μὲν σφοδρὸν καὶ διακαὲς τῆς ὀδύνης ἀποχριομένη, παραμυθίαν δὲ σκιᾶς ἁπάσης ἡδίω καὶ τερπνοτέραν παρέχουσα. Οὐ γὰρ μόνον ἐν ταῖς τῶν χρημάτων ζημίαις, οὐδὲ ἐν ταῖς τῶν τέκνων ἀποβολαῖς, οὔτε ἐν τοῖς ἄλλοις τοῖς τοιούτοις, ἀλλὰ καὶ ἐν ταῖς τῶν ἁμαρτιῶν περιστάσεσι πολλὴν ἡμῖν αὐτὴ παρέχει τὴν παραμυθίαν. Ὅταν γὰρ ἄνθρωπος ὑπὸ ἁμαρτίας ἁλοὺς καὶ ὑποσκελισθεὶς καταπέσῃ, εἶτα κατεσθίῃ αὐτὸν τὸ συνειδὸς, καὶ τῆς ἁμαρτίας συνεχῶς ἀναμιμνήσκων, ἑαυτὸν ἀποπνίγῃ τῇ τῆς ἀθυμίας ὑπερβολῇ, καὶ καθ' ἑκάστην ἐμπυρίζηται τὴν ἡμέραν, καὶ μυρίων παρακαλούντων, ἂν μὴ προσίηται τὴν παράκλησιν, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, καὶ ἀκούσας ὅτι πολλοὶ τῶν ἁγίων πεσόντες ἀνέστησαν, καὶ εἰς τὴν προτέραν πάλιν ἐπανῆλθον εὐδοκίμησιν, λανθανόντως λαβὼν τὴν παραμυθίαν ἀπέρχεται. Καὶ ἀνθρώποις μὲν πολλάκις ἁμαρτόντες οὔτε ἐκκαλύψαι τὸ πλημμέλημα ὑπομένομεν αἰσχυνόμενοι καὶ ἐρυθριῶντες, κἂν δὲ ἐκκαλύψωμεν, οὐδὲν 49.300 καρπωσόμεθα τοσοῦτον· ὅταν δὲ Θεὸς παρακαλῇ, καὶ τῆς καρδίας ἅπτηται, πᾶσα ταχέως φυγαδευθήσεται σατανικὴ λύπη. ∆ιὰ τοῦτο καὶ πτώματα τῶν δικαίων ἐστὶν ἡμῖν ἀνάγραπτα, ἵνα οἵ τε κατορθοῦντες, οἵ τε ἁμαρτάνοντες τὰ μέγιστα ἐκ τούτων κερδάνωσιν. Ὁ γὰρ ἁμαρτάνων οὐκ ἔρχεται εἰς ἀπόγνωσιν καὶ ἀπελπισμὸν, ἰδὼν ἕτερον πεσόντα, καὶ πάλιν ἀναστῆναι δυνηθέντα· ὁ δὲ δικαιοσύνην ἐργαζόμενος, σπουδαιότερος ἔσται καὶ ἀσφαλέστερος. Ὅταν γὰρ τῶν αὑτοῦ πολὺ βελτιόνων πολλοὺς καταπεσόντας ἴδῃ, τῷ φόβῳ τῆς ἐκείνων πτώσεως σωφρονιζόμενος, ἐναγώνιος ἔσται πάντοτε, καὶ πολλὴν περὶ ἑαυτὸν ἐπιδείξεται τὴν ἀσφάλειαν· καὶ οὕτως ὁ μὲν τὴν ἀρετὴν κατορθῶν, ὁ δὲ ἁμαρτάνων τῆς ἀπογνώσεως ἀπαλλαγεὶς, ὁ μὲν στήσεται ἀσφαλῶς, ὁ δὲ ἐπανήξει ταχέως, ὅθεν ἐξέπεσεν. Ὅταν γὰρ ἡμᾶς ἄνθρωπος παρακαλῇ λυπουμένους, καὶ δόξωμεν πρὸς ὀλίγον παραμυθεῖσθαι, πάλιν εἰς τὴν αὐτὴν ἀθυμίαν καταπίπτομεν· ἐπὰν δὲ ὁ Θεὸς προτρέπηται δι' ἑτέρων ἁμαρτησάντων, καὶ μετανοησάντων, καὶ σωθέντων, φανερὰν ἡμῖν ποιεῖ τὴν αὑτοῦ ἀγαθότητα, ἵνα μὴ ἀμφιβάλλωμεν περὶ τῆς ἑαυτῶν σωτηρίας, ὁμολογουμένην καὶ ἀσφαλῆ δεχόμενοι τὴν παράκλησιν. Ὥσπερ οὖν ἐν ταῖς τῶν ἁμαρτημάτων περιστάσεσιν, οὕτω καὶ ἐν ταῖς τῶν κινδύνων ἐπαγωγαῖς, ἱκανὸν τοῖς ἀθυμοῦσι φάρμακον αἱ παλαιαὶ τῶν Γραφῶν ἱστορίαι παρέχουσι πᾶσι τοῖς βουλομένοις προσέχειν. Καὶ εἴτε χρημάτων δήμευσις, εἴτε συκοφαντῶν ἐπήρειαι, εἴτε δεσμωτήρια, εἴτε μάστιγες, κἂν ὁτιοῦν ἕτερον τῶν δεινῶν ἡμᾶς καταλάβῃ, ἀποβλέποντες εἰς τοὺς δικαίους τοὺς τὰ αὐτὰ παθόντας καὶ ὑπομείναντας, ταχέως εἰς ἑαυτοὺς ἐλθεῖν δυνησόμεθα. Ἐπὶ μὲν γὰρ τῶν τοῦ σώματος παθῶν τὸ πρὸς τοὺς πάσχοντας ἀφορᾷν ἐπιτείνει τὴν νόσον τοῦ ἀῤῥωστοῦντος, πολλάκις δὲ καὶ οὐκ οὖσαν ἐργάζεται· οἷον ὀφθαλμοὺς πάσχοντας ἰδόντες τινὲς, μετέλαβον τοῦ νοσήματος ἀπὸ τῆς θέας μόνης· ἐπὶ δὲ ψυχῆς οὐχ οὕτως, 49.301 ἀλλὰ τὸ ἐναντίον γίνεται, καὶ τὸ συνεχῶς ἐννοεῖν τοὺς τὰ τοιαῦτα πεπονθότας, ἡμῖν κουφοτέραν ποιεῖται τὴν ἐπὶ τοῖς ἡμετέροις κακοῖς ἀθυμίαν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος τοὺς ὄντας πιστοὺς τοῦτον παρακαλεῖ τὸν τρόπον, οὐχ ὅτι τοὺς ζῶντας μόνον ἁγίους, ἀλλὰ καὶ τοὺς ἀποθανόντας εἰς μέσον παράγων. Ἑβραίοις μὲν γὰρ διαλεγόμενος μέλλουσιν ὑποσκελίζεσθαι καὶ καταπίπτειν, τοὺς ἁγίους ἄνδρας εἰς μέσον παράγει, τὸν ∆ανιὴλ, τοὺς παῖδας τοὺς τρεῖς, τὸν Ἠλίαν, τὸν Ἑλισσαῖον, οὑτωσὶ λέγων· Ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας, ἐλιθάσθησαν, ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἡ δὲ κοινωνία τῶν παθῶν τοῖς ὀδυνωμένοις παρέχει παραμυθίαν· καὶ καθάπερ τὸ μόνον παθεῖν τι δεινὸν, ἀπαραμύθητον ἔχει τὸ κακὸν, οὕτω τὸ εὑρεῖν ἕτερον τοῖς αὐτοῖς περιπεσόντα κακοῖς κουφοτέραν ἐργάζεται τὴν πληγήν.

βʹ. Ἵν' οὖν ἐν πᾶσι τοῖς δοκοῦσιν ἡμᾶς ἐνοχλεῖν μὴ καταπίπτωμεν, μετὰ ἀκριβείας προσέχωμεν ταῖς τῶν Γραφῶν ἱστορίαις· πολλῆς γὰρ ὑπομονῆς ἐντεῦθεν ληψόμεθα ἀφορμὴν, οὐ τῇ κοινωνίᾳ τῶν τὰ αὐτὰ παθόντων παραμυθούμενοι μόνον, ἀλλὰ καὶ τῷ μανθάνειν τὸν τρόπον τῆς ἀπαλλαγῆς τῶν ἐπαγομένων ἡμῖν δεινῶν, καὶ μετὰ τὴν ἄνεσιν μένειν πάλιν ἐπὶ τῆς αὐτῆς, καὶ μήτε εἰς ῥᾳθυμίαν ἐκπίπτειν, μήτε εἰς ἀπόνοιαν αἴρεσθαι. Τὸ μὲν γὰρ κακῶς πράττοντας συστέλλεσθαι καὶ ταπεινοῦσθαι καὶ πολλὴν εὐλάβειαν ἐπιδείκνυσθαι, θαυμαστὸν οὐδέν· αὕτη γὰρ ἡ τῶν πειρασμῶν φύσις καὶ τοὺς λιθίνην ἔχοντας καρδίαν καταναγκάζει τοῦτο ποιεῖν, τὸ λυπεῖσθαι· ψυχῆς δέ ἐστιν εὐλαβοῦς, καὶ τὸν Θεὸν ἐχούσης διηνεκῶς πρὸ ὀφθαλμῶν, καὶ μετὰ τὴν τῶν πειρασμῶν ἀπαλλαγὴν μηδέποτε εἰς λήθην ἐμπεσεῖν· ὅπερ Ἰουδαῖοι συνεχῶς ἔπασχον. ∆ιὸ καὶ σκώπτων αὐτοὺς ὁ προφήτης ἔλεγεν· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ Μωϋσῆς δὲ αὐτοῖς τοῦτο αὐτὸ συνειδὼς, παρῄνει συνεχῶς λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Τοῦτο γοῦν καὶ ἐγένετο· Ἔφαγε γὰρ, φησὶν, Ἰακὼβ, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. ∆ιόπερ οὐ διὰ τοῦτο χρὴ θαυμάζειν τοὺς ἁγίους, ὅτι τῆς θλίψεως αὐτῆς ἀκμαζούσης, οὕτως ἦσαν εὐλαβεῖς καὶ φιλόσοφοι, ἀλλ' ὅτι καὶ τοῦ χειμῶνος παρελθόντος καὶ γαλήνης γινομένης, ἐπὶ τῆς αὐτῆς ἔμενον ἐπιεικείας καὶ σπουδῆς. Καὶ ἵππον δὲ ἐκεῖνον θαυμάζειν μάλιστα χρὴ τὸν χωρὶς χαλινοῦ δυνάμενον εὔρυθμα βαδίζειν· ἂν δὲ, κημοῦ καὶ χαλινοῦ κατέχοντος αὐτὸν, εὐτακτῇ, θαυμαστὸν οὐδέν· οὐ γὰρ τῇ εὐγενείᾳ τοῦ ζώου, ἀλλὰ τῇ ἀνάγκῃ τοῦ χαλινοῦ τὴν εὐταξίαν λογίσασθαι χρή. Τοῦτο καὶ ἐπὶ ψυχῆς ἔστιν εἰπεῖν, ὅτι φόβου μὲν ἐπικειμένου ἠρεμεῖν, θαυμαστὸν οὐδέν· ὅταν δὲ παρέλθωσιν οἱ πειρασμοὶ, καὶ τὸν χαλινὸν τοῦ φόβου περιέλῃ τις, τότε μοι δεῖξον φιλοσοφίαν ψυχῆς, καὶ τὴν εὐταξίαν ἅπασαν. Ἀλλὰ φοβοῦμαι μὴ, βουλόμενος Ἰουδαίων κατηγορεῖν, τῆς ἡμετέρας κατηγορήσω πολιτείας· ἐπεὶ καὶ ἡμεῖς ἡνίκα ἐσαλευόμεθα ἀπό τε λιμοῦ καὶ λοιμοῦ καὶ χαλάζης καὶ 49.302 ἀβροχίας καὶ ἐμπρησμῶν καὶ ἐπαναστάσεως ἐχθρῶν, οὐχὶ καθ' ἑκάστην ἡμέραν ἡ ἐκκλησία τῷ πλήθει τῶν συναγομένων ἐστενοχωρεῖτο; καὶ πολλή τις ἦν ἡμῶν ἡ φιλοσοφία καὶ ὑπεροψία τῶν βιωτικῶν πραγμάτων, καὶ οὔτε χρημάτων πόθος, οὔτε δόξης ἐπιθυμία, οὔτε ὄρεξις καὶ ἔρως ἀσελγείας, οὔτε ἄλλος τις λογισμὸς πονηρὸς τότε ἠνώχλει, ἀλλὰ πάντες εἰς θεοσέβειαν ἑαυτοὺς ἐπεδώκατε, μετὰ δεήσεως καὶ δακρύων· καὶ ὁ πόρνος μὲν ἐσωφρόνει τότε, ὁ δὲ μνησίκακος ἐπὶ τὰς καταλλαγὰς ἐτρέπετο, ὁ πλεονέκτης πρὸς ἐλεημοσύνην ἐκάμπτετο, ὁ ὀργίλος καὶ θρασὺς εἰς ταπεινοφροσύνην καὶ πραότητα μετεβάλλετο· καὶ ἐπὰν ὁ Θεὸς τὴν ὀργὴν ἐκείνην διεσκέδασε, καὶ τὸν χειμῶνα παρήγαγε, καὶ γαλήνην ἐποίησεν ἐκ τοσούτων κυμάτων, εἰς τὰς πρότερον πάλιν ἐπανήλθομεν προλήψεις. Καίτοι γε οὐκ ἐπαυόμην τότε παρ' αὐτὸν τὸν καιρὸν τῶν πειρασμῶν προλέγων ταῦτα, καὶ προδιαμαρτυρόμενος· ἀλλ' ὅμως οὐδὲν ἡμῖν ἐγένετό τι πλέον, ἀλλ' ὡς ὄναρ καὶ σκιὰν παρελθοῦσαν, οὕτως ἅπαντα ἐκεῖνα τῆς διανοίας ἐξεβάλετε. ∆ιὰ δὴ τοῦτο δέδοικα νῦν μᾶλλον ἢ τότε, καὶ ὃ τότε ἔλεγον, νῦν δέδοικα μειζόνως, μὴ χαλεπώτερα τῶν προτέρων ἐπισπασώμεθα κακὰ, καὶ τότε δεξώμεθα πληγὴν ἀνίατον ἐκ τοῦ Θεοῦ. Ὅτε γάρ τις συνεχῶς ἁμαρτάνων συγγνώμης τυγχάνει παρὰ τοῦ Θεοῦ, εἶτα μηδὲν ἀπὸ τῆς ἀνεξικακίας ταύτης κερδάνῃ ὁ ἄνθρωπος εἰς τὴν τῆς κακίας ἀπαλλαγὴν, λοιπὸν τοῦτον παρασκευάζει, ὥστε καὶ μὴ βουλόμενον αὐτὸν τὸν κολοφῶνα τῶν κακῶν ἐπαγαγεῖν, καὶ ἐκτρίψαι αὐτὸν τέλεον, καὶ μηκέτι δοῦναι μετανοίας τινὰ προθεσμίαν, ὃ καὶ ἐπὶ τοῦ Φαραὼ συνέβη. Ἐπειδὴ γὰρ προτέρᾳ, καὶ δευτέρᾳ, καὶ τρίτῃ, καὶ τετάρτῃ, καὶ ταῖς μετ' ἐκείνας πληγαῖς, πολλῆς ἀπήλαυσε μακροθυμίας παρὰ τοῦ Θεοῦ, οὐδὲν ἐγένετο αὐτῷ τι χρήσιμον, ἐξετρίβη λοιπὸν καὶ ἠφανίσθη μετὰ τῆς πόλεως ἄρδην. Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι. ∆ιὸ καὶ ὁ Χριστὸς μέλλων αὐτοὺς ἀφανίζειν καὶ ἐρημίαν ἐπάγειν αὐτοῖς ἀδιόρθωτον, οὕτως ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε, Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. ∆έδοικα οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, ὅτι οὔτε τοῖς ἀλλοτρίοις, οὔτε τοῖς ἡμετέροις σωφρονιζώμεθα κακοῖς. Οὐ πρὸς ὑμᾶς δὲ μόνον λέγω ταῦτα τοὺς νῦν παρόντας, ἀλλὰ καὶ πρὸς τοὺς ἀποῤῥαγέντας τῆς καθημερινῆς σπουδῆς, καὶ τῶν προτέρων θλίψεων ἐπιλελησμένους· πρὸς οὓς οὐ διέλιπον ἀεὶ διαῤῥηγνύμενος, καὶ λέγων, ὅτι εἰ καὶ παρῆλθον οἱ πειρασμοὶ, μενέτω ἐν ταῖς ψυχαῖς ἡμῶν τῶν πειρασμῶν ἡ μνήμη, ἵνα καὶ τῆς εὐεργεσίας συνεχῶς μνημονεύοντες, διηνεκῶς εὐχαριστῶμεν τῷ ταύτην παρασχόντι Θεῷ.

γʹ. Ταῦτα καὶ τότε ἔλεγον, καὶ νῦν λέγω ὑμῖν, καὶ δι' ὑμῶν ἐκείνοις· μιμησώμεθα τοὺς ἁγίους, οἵτινες οὔτε ὑπὸ τῶν θλίψεων κατεπόθησαν, οὔτε ὑπὸ τῆς ἀνέσεως χαυνότεροι γεγόνασιν, ὅπερ πολλοὶ τῶν ἀνθρώπων νῦν πάσχομεν, καθάπερ τὰ κοῦφα τῶν πλοίων ὑπὸ πάσης περιστάσεως κυμάτων περιαντλούμενα βαπτίζεται. Καὶ γὰρ πενία πολλάκις ἡμῖν ἐπελθοῦσα ἐβάπτισε καὶ ὑποβρυχίους ἡμᾶς ἐποίησε, καὶ πλοῦτος προσγενόμενος, πάλιν ἐφύσησεν ἡμᾶς, καὶ εἰς ἐσχάτην ὀλιγωρίαν ἐνέβαλε. ∆ιὸ παρακαλῶ, παραλιπόντες ἅπαντα, τὰς ἑαυτῶν ψυχὰς ῥυθμίσωμεν πρὸς σωτηρίαν ἕκαστος ἡμῶν· ταύτης γὰρ 49.303 καλῶς διακειμένης, ὅπερ ἂν ἐμπέσῃ τῶν δεινῶν, κἂν λιμὸς, κἂν νόσος, κἂν συκοφαντία, κἂν χρημάτων διαρπαγὴ, κἂν ὅ τι ἄλλο οὖν, φορητὸν ἔσται καὶ κοῦφον, διὰ τὴν τοῦ ∆εσπότου ἐντολὴν καὶ τὴν εἰς αὐτὸν ἐλπίδα· ὥσπερ πάλιν τῆς ψυχῆς πρὸς τὸν Θεὸν οὐκ ἐχούσης καλῶς, κἂν πλοῦτος ἐπιῤῥέῃ, κἂν παῖδες παρῶσι, κἂν μυρίων ἀπόλαυσις ᾖ χρημάτων, ἀθυμίας πολλὰς ἐπισπάσεται ὁ τοιοῦτος καὶ φροντίδας. Μὴ τοίνυν πλοῦτον ζητῶμεν, μὴ πενίαν φεύγωμεν, ἀλλὰ πρὸ πάντων τῆς ἑαυτῶν ἐπιμελώμεθα ψυχῆς ἕκαστος, καὶ ποιῶμεν ἐπιτηδείαν αὐτὴν πρός τε τὴν τοῦ παρόντος βίου οἰκονομίαν, καὶ πρὸς τὴν ἐντεῦθεν ἐκεῖσε ἀποδημίαν. Ἔτι γὰρ μικρὸν, καὶ ἡ δοκιμασία ἑκάστου ἡμῶν γενήσεται, ἡνίκα πάντες παραστῶμεν τῷ φοβερῷ βήματι τοῦ Χριστοῦ, περιβεβλημένοι τὰς ἑαυτῶν πράξεις, καὶ τοῖς ὀφθαλμοῖς ἡμῶν ὁρῶντες, τοῦτο μὲν τὰ δάκρυα τῶν ὀρφανῶν, τοῦτο δὲ τὰς αἰσχρὰς ἀσελγείας, ἐν αἷς ἐμιάναμεν τὰς ἑαυτῶν ψυχὰς, τοῦτο δὲ τοὺς στεναγμοὺς τῶν χηρῶν, τοῦτο δὲ τοὺς κονδυλισμοὺς τῶν πενήτων, τὰς ἁρπαγὰς τῶν πτωχῶν· οὐ μόνον δὲ ταῦτα, καὶ τὰ τούτοις ὅμοια, ἀλλ' εἴ τι καὶ ἐν διανοίᾳ ἄτοπον διεπράξαμεν· ὅτι αὐτός ἐστιν Ἐνθυμήσεων δικαστὴς, καὶ ἐννοιῶν κριτής· καὶ πάλιν· Ἐτάζων καρδίας καὶ νεφροὺς, καὶ, Ἀποδιδοὺς ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Οὗτος δέ μοι ὁ λόγος οὐ πρὸς τοὺς ἐν τῷ βίῳ ἐξεταζομένους μόνον ἐστὶν, ἀλλὰ καὶ πρὸς τοὺς ἐν τοῖς ὄρεσι τὰς ἑαυτῶν καλύβας πηξαμένους τοῦ μοναδικοῦ ἕνεκεν βίου, ὅτι οὐ μόνον τὰ σώματα αὐτῶν οἱ τοιοῦτοι φυλάττειν ὀφείλουσιν ἀπὸ μολυσμοῦ πορνείας, ἀλλὰ καὶ τὴν ψυχὴν ἀπὸ πάσης σατανικῆς πλεονεξίας. Οὐ γὰρ γυναιξὶ μόνον διαλέγεται ὁ ἀπόστολος Παῦλος, ἀλλὰ καὶ ἀνδράσι καὶ ὁλοκλήρῳ τῇ Ἐκκλησίᾳ, ὅτι, φησὶ, τὴν παρθενευομένην ψυχὴν εἶναι δεῖ ἁγίαν καὶ σώματι καὶ πνεύματι· καὶ πάλιν, Παραστήσατε τὰ σώματα ὑμῶν παρθένον ἁγνήν· ἁγνὴν δὲ πῶς; Μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. Ἐπεὶ κἀκεῖναι αἱ παρθένοι αἱ τὰς λαμπάδας ἔχουσαι ἐσβεσμένας, παρθένοι ἦσαν τῷ σώματι, ἀλλ' οὐχ ἁγναὶ τῇ καρδίᾳ, ἀλλ' εἰ καὶ μὴ ἀνὴρ αὐτὰς διέφθειρε, ἀλλ' ὁ τῶν χρημάτων διέφθειρεν ἔρως· τὸ σῶμα αὐτῶν ἦν καθαρὸν, ἀλλ' ἡ ψυχὴ αὐτῶν πολλῆς ἦν ἐμπεπλησμένη τῆς μοιχείας, πονηρῶν λογισμῶν εἰς αὐτὰς χωρησάντων, τῆς τε φιλοχρηματίας, καὶ ἀσπλαγχνίας, καὶ ὀργῆς, καὶ φθόνου, καὶ ἀργίας, καὶ λήθης, καὶ ὑπερηφανίας, λυμαινομένων πάντων τὴν σεμνότητα τῆς παρθενίας αὐτῶν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἵνα ἡ παρθένος ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· καὶ πάλιν, Παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὥσπερ γὰρ τὸ σῶμα ὑπὸ μοιχειῶν διαφθείρεται, οὕτω καὶ ἡ ψυχὴ ὑπὸ λογισμῶν σατανικῶν μιαίνεται, ὑπὸ δογμάτων διεφθαρμένων, ὑπὸ νοημάτων ἀτόπων. Ὁ γὰρ λέγων, Παρθένος εἰμὶ τῷ σώματι, τῇ δὲ ψυχῇ φθονεῖ τῷ ἀδελφῷ, οὗτος οὐκ ἔστι παρθένος· τὴν γὰρ παρθενίαν αὐτοῦ διέφθειρεν ἡ τοῦ φθόνου μίξις. Πάλιν ὁ κενόδοξος οὐκ ἔστι παρθένος· τὴν γὰρ παρθενίαν αὐτοῦ διέφθειρεν ὁ τῆς βασκανίας ἔρως· τὸ γὰρ πάθος εἰσελθὸν, τῆς ψυχῆς ἔλυσεν αὐτοῦ τὴν παρθενίαν. Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, οὗτος ἀνθρωποκτόνος ἐστὶ μᾶλλον ἢ παρθένος· καὶ ἁπαξαπλῶς, ἕκαστος εἰς ὃ κρατεῖται πάθος πονηρὸν, ἐν τούτῳ τὴν παρθενίαν αὐτοῦ διαφθείρει. ∆ιὰ τοῦτο ὁ Παῦλος πάσας τὰς πονηρὰς ταύτας ἐξώρισε μί49.304 ξεις, καὶ κελεύει παρθένους ἡμᾶς εἶναι οὕτως, ὡς μηδένα λογισμὸν ἐναντίον παραδέχεσθαι ἑκουσίως τῇ ψυχῇ.

δʹ. Τί οὖν πρὸς ταῦτα λέγωμεν; πῶς ἐλεηθῶμεν; πῶς σωθῶμεν; Ἐγὼ λέγω· τὴν εὐχὴν ἐν τῇ καρδίᾳ ἀναλάβωμεν πάντοτε, καὶ τοὺς ταύτης καρποὺς, λέγω δὴ τὴν ταπεινοφροσύνην καὶ πραότητα. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· καὶ πάλιν ὁ ∆αυΐδ· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Οὐδὲν γὰρ οὕτως ἀποδέχεται ὁ Θεὸς καὶ ἀγαπᾷ, ὡς ψυχὴν πρᾶον καὶ ταπεινόφρονα καὶ εὐχάριστον. Βλέπε οὖν καὶ σὺ, ἀδελφὲ, ἐπὰν ἴδῃς τι τῶν ἀδοκήτων προσπεσὸν καὶ ἐνοχλοῦν σοι, μὴ πρὸς ἀνθρώπους καταφύγῃς, καὶ πρὸς θνητὴν ἴδῃς βοήθειαν, ἀλλὰ πάντας παραδραμὼν ἀνάδραμε τῇ διανοίᾳ σου πρὸς τὸν τῶν ψυχῶν ἰατρόν. Καρδίαν γὰρ θεραπεῦσαι ἐκεῖνος μόνος δύναται ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν, καὶ συνιεὶς πάντα τὰ ἔργα ἡμῶν· αὐτὸς δύναται εἰς τὸ συνειδὸς ἡμῶν εἰσελθεῖν, καὶ τῆς διανοίας ἅψασθαι, καὶ παρακαλέσαι τὴν ψυχήν. Ἐὰν δὲ ἐκεῖνος μὴ παρακαλέσῃ τὰς καρδίας ἡμῶν, τὰ παρὰ ἀνθρώπων περιττὰ καὶ ἀνόνητα· ὥσπερ πάλιν τοῦ Θεοῦ παρακαλοῦντος καὶ παραμυθουμένου, κἂν μυρία ἄνθρωποι παρενοχλῶσιν, οὐδὲ εἰς τὸ τυχὸν ἡμᾶς παραβλάψαι δυνήσονται· ὅταν γὰρ ἐκεῖνος στερεώσῃ καρδίαν, οὐδεὶς αὐτὴν διασεῖσαι δύναται. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, ἀεὶ πρὸς τὸν Θεὸν καταφεύγωμεν, τὸν καὶ βουλόμενον καὶ δυνάμενον λῦσαι ἡμῶν τὰς συμφοράς. Ἀνθρώπους μὲν γὰρ ὅταν δέῃ παρακαλέσαι, καὶ πυλωροῖς ἡμᾶς συντυχεῖν ἀνάγκη πρότερον, καὶ παρασίτους καὶ κόλακας παρακαλέσαι, καὶ ὁδὸν πολλὴν ἀπελθεῖν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ χωρὶς μεσίτου παρακαλεῖται, χωρὶς χρημάτων, χωρὶς δαπάνης ἐπινεύει τῇ δεήσει· ἀρκεῖ μόνον βοῆσαι τῇ καρδίᾳ καὶ δάκρυα προσενέγκαι, καὶ εὐθέως εἰσελθὼν αὐτὸν ἐπισπάσῃ. Καὶ ἄνθρωπον μὲν παρακαλοῦντες πολλάκις δεδοίκαμεν, μή τις τῶν ἐχθρῶν παρὼν, ἢ φίλος, ἤ τις τῶν ἀντιδίκων ἀκούσῃ τοῦ πράγματος, καὶ ἄλλος ἐκφάνῃ τὰ λεγόμενα, καὶ διαφθείρῃ τὸ δίκαιον· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τούτων ὑποπτεῦσαι ἔνι. Ὅταν γὰρ βούλῃ με, φησὶ, παρακαλέσαι, μόνος μοι πρόσελθε μηδενὸς παρόντος, τουτέστι, τῇ καρδίᾳ βόησον, μὴ κινῶν τὰ χείλη. Εἴσελθε γὰρ, φησὶν, εἰς τὸ ταμεῖόν σου· ἀπόκλεισον τὴν θύραν σου, καὶ πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ. Ὅρα τιμῆς ὑπερβολήν· ὅταν με παρακαλῇς, φησὶ, μηδεὶς βλεπέτω· ὅταν δὲ ἐγώ σε τιμῶ, τὴν οἰκουμένην φέρω μάρτυρα τῆς εὐεργεσίας. Πειθώμεθα τοίνυν, καὶ μὴ πρὸς ἐπίδειξιν εὐχώμεθα, μηδὲ κατὰ τῶν ἐχθρῶν τῶν ἡμετέρων, καὶ μὴ τὸν τρόπον τῆς βοηθείας διδάσκωμεν αὐτόν. Εἰ γὰρ ἀνθρώποις τοῖς συνηγοροῦσι καὶ ῥητορεύουσιν ἐπὶ τῶν ἔξωθεν δικαστῶν τὰ πράγματα τὰ ἡμέτερα λέγομεν μόνον, τὸν δὲ τρόπον τῆς συμμαχίας ἐκείνοις καταλιμπάνομεν, ὅπως ἂν βούλοιντο διαθεῖναι τὰ ἡμέτερα, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο χρὴ ποιεῖν. Εἶπες αὐτῷ τὴν δίκην τὴν σὴν, εἶπες ἅπερ ἔπαθες; μηκέτι λέγε τὸ καὶ πῶς βοηθῆσαι· αὐτὸς γὰρ οἶδεν ἀκριβῶς τὸ συμφέρον σοι. Εἰσὶ δὲ πολλοὶ οἵτινες μυρίους στίχους ἀπαγγέλλουσι τῆς εὐχῆς ἕνεκεν λέγοντες· Κύριε, δός μοι ὑγίειαν σώματος, διπλασίασόν μου τὰ ὑπάρχοντα, ἀμύνου μου τὸν ἐχθρόν· ὅπερ πολλῆς ἀλογίας ἐστὶ πεπληρωμένον. ∆ιὸ χρὴ ταῦτα πάντα ἀφέντας ἱκετεύειν καὶ παρακαλεῖν μόνον κατὰ τὸν τελώνην τὸν λέγοντα· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· καὶ αὐτὸς οἶδε λοιπὸν πῶς σου ἀντιλάβηται· Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Οὕτως οὖν, ἀγαπητοὶ, φιλοσοφῶμεν μετὰ πόνου καὶ ταπεινώσεως, τύπτοντες ἑαυτῶν τὰ στήθη, καθάπερ ἐκεῖνος, καὶ ἐπιτευξόμεθα ὧνπερ αἰτοῦμεν· ἐὰν δὲ θυμοῦ καὶ ὀργῆς πεπληρωμένοι προσευχώμεθα, βδελυκτοὶ καὶ μισητοὶ παρὰ Θεῷ εὑρισκόμεθα. Συντρίψωμεν οὖν ἡμῶν τὴν διάνοιαν, καὶ ταπεινώσωμεν ἡμῶν τὰς ψυχὰς, καὶ εὐχώμεθα ὑπέρ τε ἑαυτῶν, καὶ ὑπὲρ τῶν λυπησάντων ἡμᾶς. Εἰ γὰρ βούλει τὸν δικαστὴν ἐπισπάσασθαι πρὸς βοήθειαν τῆς σῆς ψυχῆς, καὶ τοῦ σοῦ μέρους αὐτὸν ποιῆσαι, μηδέποτε αὐτῷ ἐντύγχανε κατὰ τοῦ λελυπηκότος. Τοιοῦτος γάρ ἐστι τοῦ δικαστοῦ ὁ τρόπος· ἐκείνοις μάλιστα ἐπινεύει καὶ δίδωσι τὰ αἰτήματα, τοῖς ὑπὲρ τῶν ἐχθρῶν εὐχομένοις, τοῖς μὴ μνησικακοῦσι, τοῖς μὴ ἐπαιρομένοις τοῖς ἐχθροῖς αὐτῶν. Καὶ ὅσον οὗτοι ποιοῦσι τοῦτο, τοσοῦτον ἐκείνοις ὁ Θεὸς ἐπεξέρχεται, ἐὰν μὴ μεταβληθῶσιν εἰς μετάνοιαν.

εʹ. Βλέπετε οὖν, ἀδελφοὶ, ὅταν τις ἀτιμία ἡμῖν ἐπενεχθῇ παρά τινος, μὴ εὐθέως δυσχεράνωμεν καὶ ἀθυμῶμεν, ἀλλ' εὐχαριστῶμεν φιλοσοφοῦντες, καὶ ἀναμένοντες τὴν βοήθειαν τοῦ Κυρίου. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς πρὸ τῆς αἰτήσεως διδόναι ἡμῖν τὰ ἀγαθά; μὴ βίον ἡμῖν ἀνώδυνον χαρίσασθαι, καὶ πάσης θλίψεως κεχωρισμένον; Ἀλλὰ ἀμφότερα ἀπὸ φίλτρου ποιεῖ. Τί γὰρ παραχωρεῖ θλιβῆναι ἡμᾶς, καὶ οὐκ ἐπάγει ταχέως ἀπαλλαγήν; ∆ιὰ τί; Ἵνα αὐτῷ προσεδρεύωμεν ἀντεχόμενοι τῆς παρ' αὐτοῦ βοηθείας, καὶ αὐτῷ προσφεύγωμεν, καὶ συνεχῶς αὐτὸν καλῶμεν εἰς ἀντίληψιν ἡμῶν. ∆ιὰ τοῦτο οὖν ἀλγηδόνες σώματος, διὰ τοῦτο ἀφορίαι καρπῶν, διὰ τοῦτο λιμοὶ, ἵνα ἀπὸ τῶν θλίψεων τούτων πάντοτε πρὸς αὐτὸν ἐκκρεμώμεθα, καὶ οὕτω διὰ τῶν προσκαίρων θλίψεων τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν. Ὥστε οὖν καὶ ὑπὲρ τούτων εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ, τῷ διὰ πολλῶν μεθοδειῶν ἰωμένῳ καὶ σώζοντι τὰς ψυχὰς ἡμῶν. Ἄνθρωποι μὲν γὰρ ἐὰν τυχὸν εὐεργετήσωσιν ἡμᾶς ποτε, εἶτα ἄκοντες αὐτοὺς λυπήσωμέν τι μικρὸν, εὐθὺς ὀνειδίζουσι τὴν εὐεργεσίαν προφέροντες ὡς πολλοὺς 49.306 καταρᾶσθαι ἑαυτοῖς, ὅτι ὅλως παρ' αὐτῶν εὐηργετήθησαν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ μετὰ τὰς εὐεργεσίας καταφρονούμενος καὶ ὑβριζόμενος, ἀκμὴν καὶ ἀπολογεῖται, καὶ εὐθύνας παρέχει τοῖς ὑβρικόσιν αὐτὸν, οὑτωσὶ λέγων· Λαός μου, τί ἐποίησά σοι; Αὐτοὶ Θεὸν οὐκ ἐβούλοντο αὐτὸν καλεῖν, καὶ αὐτὸς οὐ διέλειπε λαὸν αὐτοὺς ὀνομάζειν· αὐτοὶ παρῃτοῦντο τὴν δεσποτείαν, αὐτὸς δὲ οὐκ ἠρνεῖτο αὐτοὺς, ἀλλ' ᾠκειοῦτο, καὶ πρὸς ἑαυτὸν εἷλκε λέγων· Λαός μου, τί ἐποίησά σοι; Μὴ φορτικός σοι, φησὶν, ἐγενόμην, ἢ βαρὺς καὶ ἐπαχθής; Ἀλλ' οὐδὲ τοῦτο ἔχεις εἰπεῖν· εἰ γὰρ καὶ τοῦτο ἦν, οὐδὲ οὕτως ἔδει σε ἀποσκιρτῆσαι. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Ἀλλ' ὅμως οὐδὲ τοῦτο ἔχετε εἰπεῖν. Καὶ πάλιν ἀλλαχοῦ· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Μέγα καὶ θαυμαστὸν τὸ εἰρημένον· ὃ γὰρ λέγει τοιοῦτόν ἐστι· Τί ἥμαρτον, φησίν; Ὁ Θεὸς λέγει τοῖς ἀνθρώποις, Τί ἥμαρτον; ὅπερ οὐδὲ δοῦλοι τὸν δεσπότην φθέγξασθαι ἀνέχονται. Καὶ οὐ λέγει, Τί ἥμαρτον εἰς ὑμᾶς, ἀλλ', εἰς τοὺς πατέρας ὑμῶν. Ἀλλ' οὐδὲ τοῦτο, φησὶν, ἔχετε εἰπεῖν, ὅτι πατρικὴν εἰς ἐμὲ τηρεῖτε ἔχθραν· οὐδὲ γὰρ τοὺς προγόνους ὑμῶν ἐγκαλέσαι ποτὲ ἀφῆκα τῇ ἐμῇ προνοίᾳ, ἐν μικρῷ ἢ μεγάλῳ παριδὼν αὐτούς. Καὶ οὐκ εἶπεν ἁπλῶς, Τί ἔσχον οἱ πατέρες ὑμῶν, ἀλλὰ, Τί εὗρον; Πολλὰ ζητήσαντες, πολλὰ περιελθόντες ἐν τοσούτοις ἔτεσιν ὑπὸ τὴν ἐμὴν ἀρχὴν γενόμενοι, οὐδὲν εὗρον ἐν ἐμοὶ πλημμέλημα. ∆ιὰ δὴ ταῦτα πάντα συνεχῶς πρὸς αὐτὸν καταφεύγωμεν, καὶ ἐν πάσῃ ἀθυμίᾳ ζητῶμεν τὴν παραμυθίαν αὐτοῦ, ἐν πάσῃ συμφορᾷ τὴν αὐτοῦ λύσιν, τὸν αὐτοῦ ἔλεον, ἐν παντὶ πειρασμῷ τὴν αὐτοῦ βοήθειαν· οἷον γὰρ ἐὰν ᾖ δεινὸν, οἷον ἐὰν ᾖ μέγεθος συμφορᾶς, πάντα καὶ λῦσαι καὶ παραγαγεῖν δύναται· οὐ μόνον δὲ, ἀλλὰ καὶ πᾶσαν ἀσφάλειαν καὶ δύναμιν καὶ δόξαν ἀγαθὴν, καὶ ὑγίειαν σώματος, καὶ φιλοσοφίαν ψυχῆς, καὶ ἐλπίδας χρηστὰς, καὶ τὸ μὴ ταχέως ἁμαρτάνειν, ἡ ἀγαθότης αὐτοῦ παρέξει ἡμῖν. Μὴ οὖν κατὰ τοὺς ἀγνώμονας δούλους γογγύζωμεν, μηδὲ τοῦ ∆εσπότου κατηγορήσωμεν, ἀλλ' ἐν πᾶσιν εὐχαριστῶμεν, καὶ ἓν μόνον δεινὸν εἶναι νομίζωμεν, τὸ εἰς αὐτὸν ἐξαμαρτάνειν. Καὶ ἐὰν οὕτω πρὸς τὸν Θεὸν διατεθῶμεν, οὐ νόσος, οὐ πενία, οὐκ ἀτιμία, οὐκ ἀφορία καρπῶν, οὐκ ἄλλο οὐδὲν τῶν δοκούντων εἶναι λυπηρῶν διαδέξεται ἡμᾶς, ἀλλὰ καθαρὰν ἡδονὴν καὶ ἁγνὴν καρπούμενοι διαπαντὸς, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα, διὰ τῆς χάριτος καὶ φιλανθρωπίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ αὐτοῦ ὁμιλία περὶ νηστείας καὶ εἰς τὸν προφήτην Ἰωνᾶν, καὶ ∆ανιὴλ, καὶ τοὺς τρεῖς παῖδας. Ἐλέχθη δὲ εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν. Ὁμιλία εʹ.

αʹ. Φαιδρὰ σήμερον ἡμῖν ἡ πανήγυρις, καὶ λαμπρότερος τοῦ συνήθους ὁ σύλλογος. Τί ποτε ἄρα τὸ αἴτιον; Νηστείας τὸ κατόρθωμα τοῦτο· οἶδα κἀγώ· νηστείας οὐχὶ παρούσης, ἀλλὰ προσδοκωμένης. Ἐκείνη γὰρ ἡμᾶς πρὸς τὸν πατρῷον συνήγαγεν οἶκον· ἐκείνη καὶ τοὺς πρὸ τού49.306 του ῥᾳθυμοτέρους, σήμερον πρὸς τὰς μητρικὰς ἐπανήγαγε χεῖρας. Εἰ δὲ καὶ προσδοκωμένη μόνον τοσαύτην ἡμῖν ἐνεποίησε σπουδὴν, φανεῖσα καὶ παραγενομένη πόσην ἐν ἡμῖν ἐργάσεται τὴν εὐλάβειαν; Οὕτω καὶ πόλις ἄρχοντος εἰσελαύνειν μέλλοντος φοβεροῦ, πᾶσαν ἀπο49.307 τίθεται ῥᾳθυμίαν, καὶ ἐν πλείονι καθίσταται τῇ σπουδῇ. Ἀλλὰ μὴ πτήξητε φοβερὸν ἄρχοντα τὴν νηστείαν ἀκούσαντες· οὐ γὰρ ἡμῖν ἐστι φοβερὰ, ἀλλὰ τῇ τῶν δαιμόνων φύσει. Ἐὰν σεληνιαζόμενος ᾖ τις, δεῖξον αὐτῷ νηστείας πρόσωπον, καὶ τῶν λίθων αὐτῶν ἀκινητότερος μένει τῷ φόβῳ πηγνύμενος, καὶ καθάπερ δεσμῷ τινι κατεχόμενος, καὶ μάλιστα ὅταν ἴδῃ τῇ νηστείᾳ συμβεβλημένην τὴν ἀδελφὴν τῆς νηστείας καὶ ὁμόζυγον, τὴν εὐχήν. ∆ιὰ τοῦτο καὶ ὁ Χριστός φησι· Τὸ γένος τοῦτο οὐκ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ὅταν οὖν τοὺς πολεμίους τῆς σωτηρίας τῆς ἡμετέρας οὕτως ἐλαύνῃ, καὶ τοῖς ἐχθροῖς τῆς ζωῆς ἡμῶν οὕτως ᾖ φοβερὰ, φιλεῖν αὐτὴν καὶ ἀσπάζεσθαι, οὐχὶ δεδοικέναι χρή· εἰ γὰρ φοβεῖσθαι δεῖ μέθην καὶ ἀδηφαγίαν, οὐχὶ νηστείαν φοβεῖσθαι χρή. Ἐκείνη μὲν γὰρ ὀπίσω τὰς χεῖρας ἡμῶν δήσασα, τῇ τυραννίδι τῶν παθῶν, καθάπερ τινὶ δεσποίνῃ χαλεπῇ, δούλους καὶ αἰχμαλώτους ἐκδίδωσιν· ἡ δὲ νηστεία δουλεύοντας ἡμᾶς καὶ δεδεμένους εὑροῦσα, ἀνίησι τῶν δεσμῶν, ἀπαλλάττει τῆς τυραννίδος, καὶ πρὸς τὴν ἐλευθερίαν ἐπανάγει τὴν προτέραν. Ὅταν οὖν καὶ τοῖς ἐχθροῖς ἡμῶν πολεμῇ, καὶ δουλείας ἀπαλλάττῃ, καὶ πρὸς ἐλευθερίαν ἐπανάγῃ, ποίαν ἑτέραν μείζονα ζητεῖς ἀπόδειξιν τῆς φίλιας αὐτοῦ, τῆς πρὸς τὸ γένος τὸ ἡμέτερον; Μεγίστη γὰρ φιλίας ἀπόδειξις εἶναι δοκεῖ τὸ τοὺς αὐτοὺς ἡμῖν φιλεῖν καὶ μισεῖν. Βούλει μαθεῖν, ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία, ὅση φυλακὴ καὶ ἀσφάλεια; ἐννόησόν μοι τὸ μακάριον καὶ θαυμαστὸν τῶν μοναζόντων γένος. Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας ἐν τῇ τῆς ἐρημίας ἡσυχίᾳ, καθάπερ ἐν εὐδιεινῷ τινι λιμένι πηξάμενοι, ταύτην συνέμπορον καὶ συγκοινωνὸν τοῦ βίου παντὸς ἔλαβον. Τοιγαροῦν καὶ ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων ἐποίησεν, οὐκ ἐκείνους δὲ μόνους, ἀλλὰ καὶ ἐν ταῖς πόλεσιν ὅσους ἂν εὕρῃ προσιεμένους αὐτὴν, πρὸς αὐτὸ τῆς φιλοσοφίας ἀνάγει τὸ ὕψος. Καὶ γὰρ Μωϋσῆς καὶ Ἠλίας, οἱ πύργοι τῶν ἐν τῇ Παλαιᾷ προφητῶν, καίτοι καὶ ἀπὸ τῶν ἄλλων ὄντες λαμπροὶ καὶ μεγάλοι, καὶ πολλὴν ἔχοντες παῤῥησίαν, ὅτε ἐβούλοντο προσελθεῖν τῷ Θεῷ καὶ διαλεχθῆναι, ὡς ἀνθρώπῳ δυνατὸν ἦν, πρὸς ταύτην κατέφυγον, καὶ διὰ τῶν ταύτης αὐτῷ προσεφέροντο χειρῶν. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς τὸν ἄνθρωπον ποιῶν ἐξ ἀρχῆς, εὐθέως αὐτὸν ταῖς τῆς νηστείας φέρων παρακατέθετο χερσὶν, ὥσπερ φιλοστόργῳ μητρὶ καὶ ἀρίστῃ διδασκάλῳ τὴν ἐκείνου σωτηρίαν ἐγχειρίζων αὐτῇ. Τὸ γὰρ, Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε· νηστείας εἶδός ἐστιν. Εἰ δὲ ἐν παραδείσῳ ἀναγκαία ἡ νηστεία, πολλῷ μᾶλλον ἐκτὸς τοῦ παραδείσου· εἰ πρὸ τῆς πληγῆς χρήσιμον τὸ φάρμακον, πολλῷ μᾶλλον μετὰ τὴν πληγήν· εἰ μηδέπω τοῦ πολέμου τῶν ἐπιθυμιῶν ἀναστάντος ἐπιτήδειον ἡμῖν τὸ ὅπλον ἦν, πολλῷ μᾶλλον μετὰ τὴν τοσαύτην μάχην τὴν ἀπὸ τῶν ἐπιθυμιῶν, τὴν ἀπὸ τῶν δαιμόνων, ἀναγκαία ἡ παρὰ τῆς νηστείας συμμαχία. Εἰ ταύτης ἤκουσε τῆς φωνῆς ὁ Ἀδὰμ, οὐκ ἂν ἤκουσε τῆς δευτέρας τῆς λεγούσης· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· ἀλλ' ἐπειδὴ ταύτης παρήκουσε, διὰ τοῦτο θάνατος καὶ φροντίδες καὶ πόνοι καὶ ἀθυμίαι καὶ ζωὴ θανάτου παντὸς βαρυτέρα· διὰ 49.308 τοῦτο ἄκανθαι καὶ τρίβολοι, διὰ τοῦτο πόνοι καὶ ὠδῖνες καὶ βίος ἐπίμοχθος. Εἶδες πῶς ὁ Θεὸς ἀγανακτεῖ νηστείας ὑβριζομένης; μάθε καὶ πῶς εὐφραίνεται νηστείας τιμωμένης. Ὥσπερ γὰρ ὑβρισθείσης αὐτῆς θάνατον ἐπέθηκε τῷ ὑβρίσαντι τὸ ἐπιτίμιον, οὕτω πάλιν τιμηθείσης αὐτῆς θάνατον ἀνεκαλέσατο. Καὶ γὰρ βουλόμενός σοι δεῖξαι τοῦ πράγματος τὴν δύναμιν, ἔδωκεν ἐξουσίαν αὐτῇ μετὰ ἀπόφασιν, μετὰ ἀπαγωγὴν, τοὺς ἀπαγομένους τὴν ἐπὶ θάνατον ἐκ μέσης ἀναρπάσαι τῆς ὁδοῦ, καὶ πρὸς ζωὴν μεταγαγεῖν· καὶ τοῦτο οὐκ ἐπὶ δύο, ἢ καὶ τριῶν καὶ εἴκοσιν ἀνθρώπων ἐποίησεν, ἀλλὰ καὶ δῆμον ὁλόκληρον, τὴν τῶν Νινευϊτῶν πόλιν μεγάλην καὶ θαυμαστὴν ἐπὶ γόνυ κειμένην, παρ' αὐτὸ τὸ βάραθρον τὴν κεφαλὴν κλίνασαν, καὶ μέλλουσαν τὴν ἄνωθεν φερομένην δέχεσθαι πληγὴν, καθάπερ τις ἄνωθεν ἐπιπτᾶσα δύναμις, καὶ ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ θανάτου πυλῶν. καὶ πρὸς τὴν ζωὴν ἐπανήγαγεν. Ἀλλ' εἰ δοκεῖ, καὶ τῆς ἱστορίας αὐτῆς ἐπακούσωμεν. Καὶ ἐγένετο, φησὶ, λόγος Κυρίου, πρὸς Ἰωνᾶν λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευῒ τὴν πόλιν τὴν μεγάλην. Εὐθέως αὐτὸν ἀπὸ τοῦ μεγέθους τῆς πόλεως δυσωπῆσαι βούλεται, τὴν μέλλουσαν προειδὼς τοῦ προφήτου φυγήν. Ἀλλ' ἀκούσωμεν καὶ τοῦ κηρύγματος· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Καὶ τίνος ἕνεκεν ἃ μέλλεις δεινὰ ποιεῖν προλέγεις; Ἵνα μὴ ποιήσω ἃ προλέγω. ∆ιὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα μὴ ἀπαγάγῃ εἰς γέενναν· Φοβείτω, φησὶν, ὑμᾶς τὰ ῥήματα, καὶ μὴ λυπείτω τὰ πράγματα. Τίνος δὲ ἕνεκεν καὶ τὴν προθεσμίαν εἰς οὕτω στενὸν συνάγει χρόνον; Ἵνα καὶ τὴν τῶν βαρβάρων μάθῃς ἀρετὴν, βαρβάρων λέγω τῶν Νινευϊτῶν ἐν τρισὶν ἡμέραις δυνηθέντων τοσαύτην ἁμαρτημάτων ὀργὴν καταλῦσαι, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν θαυμάσῃς μετανοίᾳ τριῶν ἡμερῶν ἀρκεσθέντος ὑπὲρ τοσούτων πλημμελημάτων, καὶ αὐτὸς μὴ καταπέσῃς εἰς ἀπόγνωσιν, κἂν μυρία ἡμαρτηκὼς ᾖς. Ὥσπερ γὰρ ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάζεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ ῥᾳθυμίαν· οὕτως ὁ διεγηγερμένος καὶ τῇ προθυμίᾳ ζέων, καὶ μετὰ πολλῆς τῆς σπουδῆς τὴν μετάνοιαν ἐπιδεικνύμενος, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ πολλοῦ χρόνου παραπτώματα ἀφανίσαι δυνήσεται. Οὐχὶ τρίτον ὁ Πέτρος ἠρνήσατο; οὐχὶ μεθ' ὅρκου τὸ τρίτον; οὐχὶ θεραπαινιδίου τινὸς εὐτελοῦς ῥήματα δείσας; Τί οὖν; ἐνιαυτῶν πολλῶν ἐδέησεν αὐτῷ πρὸς μετάνοιαν; Οὐδαμῶς· ἀλλ' αὐτῇ τῇ νυκτὶ καὶ ὠλίσθησε καὶ ἀνέστη, καὶ τὴν πληγὴν καὶ τὸ φάρμακον ἐδέξατο, καὶ ἠῤῥώστησε, καὶ πρὸς τὴν ὑγίειαν ἐπανῆλθε. Πῶς καὶ τίνα τρόπον; Κλαύσας καὶ ἀποδυράμενος· μᾶλλον δὲ οὐ κλαύσας ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς σπουδῆς καὶ διαθέσεως· καὶ διὰ τοῦτο ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι ἔκλαυσεν ἁπλῶς, ἀλλ', Ἔκλαυσε πικρῶς. Καὶ ποταπὴ τῶν δακρύων ἐκείνων ἡ δύναμις, φησὶ, λόγος μὲν οὐδεὶς παραστῆσαι δυνήσεται· ἡ δὲ τῶν πραγμάτων ἔκβασις δείκνυσι σαφῶς. Μετὰ γὰρ τὸ χαλεπὸν ἐκεῖνο πτῶμα· ἀρνήσεως γὰρ οὐδὲν ἴσον κακόν· ἀλλ' ὅμως μετὰ τοσοῦτον κακὸν πάλιν αὐτὸν πρὸς τὴν προτέραν ἐπανήγαγε τιμὴν, καὶ τὴν ἐπιστασίαν τῆς οἰκουμενικῆς Ἐκκλησίας ἐνεχείρισε· καὶ ὃ πάντων μεῖζόν ἐστιν, ἀπέδειξεν ἡμῖν αὐτὸν πλείω τῶν ἀποστόλων ἁπάντων ἔχοντα τὴν εἰς τὸν ∆εσπότην ἀγάπην. Πέτρε γὰρ, φησὶ, φιλεῖς με πλεῖον τούτων; Τούτου δ' οὐδὲν γένοιτο ἂν ἴσον εἰς ἀρετῆς λόγον. Ἵνα γὰρ μὴ λέγῃς ὅτι τοῖς Νινευΐταις εἰκότως συνέγνω, ἀνθρώποις βαρβάροις καὶ ἀνοήτοις, Ὁ γὰρ δοῦλος, φησὶν, ὁ μὴ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας· ἵνα οὖν μὴ τοῦτο λέγῃς, διὰ τοῦτό σοι καὶ τὸν Πέτρον εἰς μέσον παρήγαγε, δοῦλον μάλιστα τὸ θέλημα τοῦ κυρίου εἰδότα. Ἀλλ' ὅμως καὶ οὗτος ἁμαρτὼν καὶ τὴν ἐσχάτην ἁμαρτίαν, ὅρα πρὸς ὅσον παῤῥησίας ὕψος ἀνῆλθε. Μὴ τοίνυν μηδ' αὐτὸς ἐπὶ τοῖς ἁμαρτήμασι καταπέσῃς· τὸ γὰρ χαλεπώτερον τῆς ἁμαρτίας, τὸ μένειν ἐν τῇ ἁμαρτίᾳ, καὶ τὸ δεινότερον τοῦ πτώματος, τὸ κεῖσθαι ἐν τῷ πτώματι. Τοῦτο καὶ ὁ Παῦλος θρηνεῖ καὶ ἀποδύρεται, τοῦτο πένθους ἄξιον εἶναί φησι. Μή πως γὰρ, φησὶν, ἐλθόντος μου πρὸς ὑμᾶς, ταπεινώσῃ με ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς, οὐχὶ τῶν ἡμαρτηκότων ἁπλῶς, ἀλλὰ τῶν μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ, καὶ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ ᾗ ἔπραξαν. Πρὸς δὲ μετάνοιαν ποῖος ἐπιτηδειότερος γένοιτ' ἂν καιρὸς τοῦ τῆς νηστείας καιροῦ;

γʹ. Ἀλλ' ἐπανίωμεν εἰς τὴν ἱστορίαν. Ἀκούσας γὰρ ταῦτα τὰ ῥήματα ὁ προφήτης κατέβη εἰς Ἰόππην τοῦ φεύγειν εἰς Θαρσεῖς ἀπὸ προσώπου Κυρίου. Ποῦ φεύγεις, ἄνθρωπε; οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Εἰς τὴν γῆν; Ἀλλὰ, Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλ' εἰς τὸν ᾅδην; Κἂν καταβῶ, φησὶν, εἰς τὸν ᾅδην, πάρει. Εἰς τὸν οὐρανόν; Ἀλλ' ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ἀλλ' εἰς τὴν θάλασσαν; Καὶ ἐκεῖ, φησὶ, καθέξει με ἡ δεξιά σου. Ὃ δὴ καὶ ἐπὶ τούτου γέγονεν. Ἀλλὰ τοιοῦτον ἡ ἁμαρτία· εἰς πολλὴν ἄνοιαν ἐμβάλλει τὴν ἡμετέραν ψυχήν. Καθάπερ γὰρ οἱ καρηβαρίᾳ καὶ μέθῃ κατεχόμενοι ἁπλῶς καὶ εἰκῆ περιφέρονται, κἂν βάραθρον, κἂν κρημνὸς, κἂν ὁτιοῦν ᾖ ὑποκείμενον, καταπίπτουσιν ἀφυλάκτως· οὕτω καὶ οἱ πρὸς τὴν ἁμαρτίαν ἐξολισθαίνοντες, καθάπερ μέθῃ τινὶ τῇ τῆς πράξεως ἐπιθυμίᾳ κατεχόμενοι, οὐκ ἴσασιν ὅπερ πράττουσιν· οὐ τῶν παρόντων, οὐ τῶν μελλόντων τι προορῶσι. Τὸν ∆εσπότην φεύγεις, εἰπέ μοι; Οὐκοῦν μικρὸν ἀνάμεινον, καὶ διὰ τῶν πραγμάτων αὐτῶν μαθήσῃ, ὅτι οὐδὲ τῆς δούλης θαλάττης τὰς χεῖρας δυνήσῃ διαφυγεῖν. Ὁμοῦ γὰρ ἐπέβη τῆς νηὸς οὗτος, κἀκείνη τὰ κύματα διανέστησε, καὶ πρὸς ὕψος ἠγείρετο μέγα· καὶ καθάπερ θεράπαινά τις εὐγνώμων σύνδουλον εὑροῦσα φυγάδα, τῶν δεσποτικῶν ὑφελόμενόν τι κτημάτων, οὐ πρότερον ἀφίσταται μυρία τοῖς ὑποδεξαμένοις αὐτὸν παρέχουσα πράγματα, ἕως ἂν λαβοῦσα αὐτὸν ἀπέλθῃ· οὕτω δὴ καὶ ἡ θάλαττα τὸν σύνδουλον εὑροῦσα τὸν ἑαυτῆς καὶ ἐπιγνοῦσα, μυρία τοῖς ναύταις παρέχει πράγματα, ταράττουσα, βοῶσα, οὐκ εἰς δικαστήριον ἕλκουσα, ἀλλ' αὔτανδρον ἀπειλοῦσα κατάδυσιν τοῦ σκάφους, εἰ μὴ τὸν ὁμόδουλον ἀποδοῖεν αὐτῇ. Τί οὖν οἱ ναῦται, τούτων γινομένων; Ἐποιήσαντο, φησὶν, ἐκβολὴν τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ· τὸ δὲ πλοῖον οὐκ ἐκουφίζετο· ὁ γὰρ φόρτος ἅπας ἔνδον ἔμενεν ἔτι, τοῦ προφήτου τὸ σῶμα, τὸ βαρὺ φορτίον, οὐ παρὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ παρὰ τὸ τῆς ἁμαρτίας ἄχθος· οὐδὲν γὰρ οὕτω βαρὺ καὶ δυσβά49.310 στακτον, ὡς ἁμαρτία καὶ παρακοή. ∆ιὰ τοῦτο καὶ Ζαχαρίας εἰς ὄψιν μολίβδου διετύπωσεν αὐτήν· ὁ ∆αυῒδ δὲ τὴν φύσιν αὐτῆς διαγράφων ἔλεγεν· Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Ὁ δὲ Χριστὸς πρὸς τοὺς ἐν ἁμαρτίαις βεβιωκότας πολλαῖς ἐβόα· ∆εῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Αὕτη τοίνυν καὶ τὸ πλοῖον ἐβάρυνε τότε καὶ βαπτίζειν ἔμελλεν· ὁ δὲ Ἰωνᾶς ἐκάθευδε καὶ ἔρεγχε. Βαρὺς ὁ ὕπνος οὐκ ἦν ἡδονῆς, ἀλλὰ λύπης, οὐχὶ ῥᾳθυμίας, ἀλλὰ ἀθυμίας. Οἱ γὰρ εὐγνώμονες τῶν οἰκετῶν ταχέως αἰσθάνονται τῶν ἁμαρτημάτων· ὅπερ κἀκεῖνος ἔπαθε. Μετὰ γὰρ τὴν πρᾶξιν τῆς ἁμαρτίας, ἔγνω τῆς ἁμαρτίας τότε τὸ δεινόν· καὶ γὰρ τοιοῦτον ἡ ἁμαρτία· μετὰ τὸ τεχθῆναι, πλήρης τότε τὰς ὠδῖνας ἐγείρει τῇ τεκούσῃ ψυχῇ, ἀπεναντίας τῷ νόμῳ τῆς ἡμετέρας γεννήσεως. Ἡμεῖς μὲν γὰρ ὁμοῦ τεχθέντες τὰς ὠδῖνας λύομεν, ἐκείνη δὲ ὁμοῦ τεχθεῖσα διασπᾷ ταῖς ὀδύναις τοὺς τεκόντας αὐτὴν λογισμούς. Τί οὖν ὁ πρωρεύς; Προσῆλθε, φησὶν, αὐτῷ καὶ λέγει· Ἀνάστα, καὶ ἐπικαλοῦ Κύριον τὸν Θεόν σου. Ἔγνω λοιπὸν ἀπὸ τῆς πείρας, ὅτι οὐκ ἦν συνήθης ὁ χειμὼν, ἀλλὰ θεήλατος ἦν ἡ πληγὴ, καὶ μεῖζον τῆς ἀνθρωπίνης τέχνης τὸ κλυδώνιον, καὶ ὅτι τῶν τοῦ κυβερνήτου χειρῶν ὄφελος οὐδέν· ἑτέρου γὰρ ἐδεῖτο μείζονος κυβερνήτου τὰ γινόμενα, τοῦ τὸν κόσμον διακυβερνῶντος ἅπαντα, καὶ τῆς ἄνωθεν χρείαν εἶχε ῥοπῆς. ∆ιὰ τοῦτο κἀκεῖνοι κώπας καὶ ἱστία καὶ σχοινία καὶ πάντα ἀφέντες καὶ τῆς εἰρεσίας τὰς χεῖρας ἀποστήσαντες πρὸς τὸν οὐρανὸν ἀνέτειναν, καὶ τὸν Θεὸν παρεκάλουν. Ὡς δὲ οὐδὲ οὕτως ἐγένετό τι πλέον, Ἔβαλον κλήρους, φησί· καὶ παρέδωκε λοιπὸν ὁ κλῆρος τῇ ψήφῳ τὸν ὑπεύθυνον. Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δικαστήριον ἐν τῷ πλοίῳ καθιστάντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ μέλλοντές τινι παρέχειν εὐθύνας, ὧν ἂν ψηφίσωνται. Ἄκουσον γοῦν αὐτῶν, ὥσπερ ἐν δικαστηρίῳ πάντα ἐξεταζόντων. Τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ; Καίτοι κατηγόρησε μὲν ἡ θάλασσα καταβοῶσα, ἤλεγξε δὲ ὁ κλῆρος, καὶ κατεμαρτύρησεν· ἀλλ' ὅμως οὔτε τῆς θαλάσσης καταβοώσης, οὔτε τοῦ κλήρου καταμαρτυρήσαντος τὴν ψῆφον ἐπάγουσιν οὐδέπω, ἀλλ' ὥσπερ ἐν δικαστηρίῳ, καὶ κατηγόρων παρόντων, καὶ μαρτύρων ἐφεστηκότων, καὶ ἐλέγχων γινομένων, οὐ πρότερον οἱ δικάζοντες τὴν ψῆφον ἐπάγουσιν, ἕως ἂν αὐτὸς ὁ κατάδικος κατήγορος τῆς ἰδίας ἁμαρτίας γένηται· οὕτω δὴ καὶ οἱ ναῦται ἐνταῦθα, ἄνθρωποι βάρβαροι καὶ ἀνόητοι, τὴν ἐν τοῖς δικαστηρίοις εὐταξίαν ἐμιμοῦντο· καίτοι τοσούτου φόβου, τοσούτου κλυδωνίου, τοσαύτης ταραχῆς περιεστώσης αὐτοὺς, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης· οὕτως ἐθορύβει, καὶ κατέσπευδε μαινομένη καὶ καταβοῶσα καὶ συνεχῆ τὰ κύματα ἐπεγείρουσα. Πόθεν οὖν ἡ τοσαύτη πρόνοια γέγονεν, ἀγαπητοὶ, περὶ τὸν προφήτην; Ἀπὸ τῆς τοῦ Θεοῦ οἰκονομίας. Ὁ γὰρ Θεὸς ᾠκονόμει ταῦτα γίνεσθαι, τὸν προφήτην διὰ τούτων παιδεύων φιλάνθρωπον εἶναι καὶ ἥμερον, καὶ μονονουχὶ βοῶν πρὸς αὐτὸν καὶ λέγων· Μίμησαι τοὺς ναύτας, ἀνθρώπους ἀνοήτους· 49.311 εἴπερ οὗτοι μὲν οὐδὲ μιᾶς καταφρονοῦσι ψυχῆς, οὐδὲ ἑνὸς ἀφειδοῦσι σώματος τοῦ σοῦ· σὺ δὲ ὁλόκληρον πόλιν τοσαύτας ἔχουσαν μυριάδας ἐξέδωκας τό γε σὸν μέρος· καὶ αὐτοὶ μὲν τὸν αἴτιον τῶν γεγενημένων αὐτοῖς κακῶν εὑρόντες, οὐδὲ οὕτως ὁρμῶσιν ἐπὶ τὴν καταδικάζουσαν ψῆφον· σὺ δὲ οὐδὲν ἔχων ἐγκαλεῖν τοῖς Νινευΐταις κατέδυσας αὐτοὺς καὶ ἀπώλεσας. Καὶ σὺ μὲν, ἐμοῦ κελεύσαντος ἀπιέναι, καὶ πρὸς σωτηρίαν αὐτοὺς ἀνακαλεῖσθαι διὰ τοῦ κηρύγματος, οὐχ ὑπήκουσας· οὗτοι δὲ οὐδενὸς ἀκούσαντες, πάντα ποιοῦσι, καὶ πραγματεύονται, ὤστε σε τὸν ὑπεύθυνον γενόμενον τιμωρίας ἀνακαλέσασθαι. Καὶ γὰρ καὶ μετὰ τὴν ἀπὸ τῆς θαλάττης κατηγορίαν, μετὰ τὴν ἀπόδειξιν τὴν διὰ τοῦ κλήρου, ὅτε αὐτὸς ἑαυτοῦ κατηγόρησε, καὶ τὴν φυγὴν ὡμολόγησε, οὐδὲ οὕτως ὥρμησαν ἐπὶ τὴν ἀπώλειαν τοῦ προφήτου, ἀλλὰ ἠνεῖχον καὶ ἐβιάζοντο καὶ πάντα ἐποίουν, ὥστε αὐτὸν μηδὲ μετὰ τοσαύτην ἀπόδειξιν ἐκδοῦναι τῇ τῆς θαλάττης ὁρμῇ. Ἀλλ' οὐκ ἐπέτρεπεν οὐδὲ οὕτως ἡ θάλαττα· μᾶλλον δὲ ὁ Θεὸς οὐκ ἠφίει, ὥσπερ διὰ τῶν ναυτῶν, οὕτω καὶ διὰ τοῦ κήτους αὐτὸν σωφρονίσαι βουλόμενος. Καὶ γὰρ μετὰ τὸ ἀκοῦσαι, Ἄρατέ με καὶ ἐμβάλετε εἰς τὴν θάλατταν, καὶ κοπάσει ἡ θάλαττα ἀφ' ὑμῶν, παρεβιάζοντο εἰς τὴν γῆν ἀπελθεῖν, ἀλλὰ τὰ κύματα οὐκ ἐπέτρεπε.

δʹ. Σὺ δὲ, ὥσπερ εἶδες τὸν προφήτην φεύγοντα, ἄκουσον αὐτοῦ καὶ ἐξομολογουμένου κάτωθεν ἀπὸ τῆς γαστρὸς τοῦ θηρίου· ἐκεῖνο μὲν γὰρ ἔπαθεν ὡς ἄνθρωπος, τοῦτο δὲ ὡς προφήτης ἐπεδείξατο. Λαβοῦσα τοίνυν αὐτὸν ἡ θάλαττα, καθάπερ ἐν δεσμωτηρίῳ τινὶ τῇ γαστρὶ τοῦ κήτους ἐναπέθετο, σῶον τῷ ∆εσπότῃ φυλάττουσα τὸν φυγάδα· καὶ οὔτε κύματα ἄγρια λαβόντα ἀπέπνιξαν, οὔτε κῆτος κυμάτων ἀγριώτερον ὑποδεξάμενον αὐτὸν ἐν κοιλίᾳ διέφθειρεν, ἀλλὰ διέσωσε καὶ πρὸς τὴν πόλιν ἐπανήγαγε· καὶ θάλαττα καὶ κῆτος παρὰ φύσιν ὑπήκουσαν, ἵνα διὰ πάντων ὁ προφήτης παιδεύηται. Ἐλθὼν τοίνυν εἰς τὴν πόλιν ἀνέγνω τὴν ἀπόφασιν, καθάπερ ἐπιστολὴν βασιλικὴν κόλασιν ἔχουσαν, καὶ ἐβόα λέγων· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Ἤκουσαν ταῦτ' ἐκεῖνοι, οὐ διηπίστησαν, οὐ κατεφρόνησαν, ἀλλ' εὐθέως δρόμος ἁπάντων εἷς ἐπὶ τὴν νηστείαν, ἀνδρῶν, γυναικῶν, δούλων, δεσποτῶν, ἀρχόντων, ἀρχομένων, παιδίων, πρεσβυτέρων· οὐδ' ἡ τῶν ἀλόγων φύσις ταύτης ἀτελὴς ἦν τῆς λειτουργίας· πανταχοῦ σάκκος, πανταχοῦ σποδὸς, πανταχοῦ θρῆνος καὶ οἰμωγή. Καὶ γὰρ καὶ αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ βασιλικοῦ, σάκκον ὑπεστρώσατο, σποδὸν κατεπάσατο, καὶ οὕτω τὴν πόλιν ἐξήρπασε τῶν κινδύνων· καὶ ἦν ἰδεῖν πρᾶγμα παράδοξον ὑπὸ σάκκου πορφυρίδα παρευδοκιμηθεῖσαν. Ὅπερ γὰρ οὐκ ἴσχυσεν ἁλουργὶς, τοῦτο ἴσχυσεν ὁ σάκκος· ὅπερ οὐκ ἤνυσε τὸ διάδημα, τοῦτο κατώρθωσεν ἡ σποδός. Ὁρᾷς ὡς οὐ μάτην εἶπον ὅτι οὐ νηστείαν, ἀλλὰ μέθην καὶ ἀδηφαγίαν δεδοικέναι χρή; Ἡ μὲν γὰρ μέθη καὶ ἀδηφαγία τὴν πόλιν ἑστῶσαν διέσεισε, καὶ καταβαλεῖν ἔμελλεν· ἡ δὲ νηστεία σαλευομένην αὐτὴν καὶ μέλλουσαν καταπίπτειν ἔστησε. Μετὰ ταύτης καὶ ὁ ∆ανιὴλ εἰς λάκκον λεόντων εἰσελθὼν, καθάπερ προβάτοις ἡμέροις συγγενόμενος, οὕτως ἐξῄει. Καὶ γὰρ καὶ τῷ θυμῷ ζέοντες, καὶ φόνιον βλέποντες, τῆς τραπέζης 49.312 περικειμένης οὐχ ἥπτοντο, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς διεγειρούσης οὐδὲν γὰρ ἀγριώτερον ἐκείνων τῶν θηρίων καὶ τοῦ λιμοῦ καὶ γὰρ ἑπτὰ ἡμέρας οὐ μετέσχον τροφῆς, καθάπερ δημίου τινὸς ἔνδοθεν καθημένου, καὶ τῶν λαγόνων μὴ ἅπτεσθαι βοῶντος τῶν προφητικῶν, ᾐδέσθησαν τὴν τροφήν. Μετὰ ταύτης καὶ οἱ παῖδες οἱ τρεῖς εἰς τὴν Βαβυλωνίαν κάμινον εἰσελθόντες, καὶ πολὺν χρόνον ὁμιλήσαντες τῷ πυρὶ, αὐτοῦ τοῦ πυρὸς λαμπρότερα ἔχοντες τὰ σώματα, ἀπὸ τῆς καμίνου τότε ἐξῄεσαν· καίτοι γε εἰ πῦρ ἦν ἐκεῖνο ὄντως τὸ πῦρ, πῶς οὐκ ἐποίει τὰ τοῦ πυρός; εἰ σώματα ἦν ἐκεῖνα τὰ σώματα, πῶς τὰ τῶν σωμάτων οὐκ ἔπασχε; Πῶς; ἐρώτησον τὴν νηστείαν, καὶ ἀποκρινεῖταί σοι, καὶ αὐτὴ λύσει σου τὸ αἴνιγμα· καὶ γὰρ ἦν ὄντως αἴνιγμα· σωμάτων γὰρ φύσις ἐμάχετο φύσει πυρὸς, καὶ ἡ νίκη τῶν σωμάτων ἐγίνετο. Εἶδες παράδοξον μάχην; εἶδες παραδοξοτέραν τὴν νίκην; Θαύμασον τὴν νηστείαν, καὶ ὑπτίαις ὑπόδεξαι χερσίν· ὅταν γὰρ καὶ ἐν καμίνῳ βοηθῇ, καὶ ἐν λάκκῳ λεόντων φυλάττῃ, καὶ δαίμονας ἀπελαύνῃ, καὶ ἀπόφασιν ἀναλύῃ Θεοῦ, καὶ παθῶν μανίαν καταστέλλῃ, καὶ πρὸς ἐλευθερίαν ἡμᾶς ἐπανάγῃ, καὶ πολλὴν ἐν τοῖς λογισμοῖς ἡμῶν ποιῆται τὴν γαλήνην, πῶς οὐκ ἐσχάτης ἂν εἴη παρανοίας, τοσαῦτα ἔχουσαν ἐν ταῖς χερσὶν ἀγαθὰ φεύγειν καὶ δεδοικέναι; Ἐπιτρίβει γὰρ ἡμῖν τὸ σῶμα πρὸς τὴν ἀσθένειαν, φησίν. Ἀλλ' ὅσῳ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· μᾶλλον δὲ, εἰ βουληθείης μετὰ ἀκριβείας ἐξετάσαι τὸ πρᾶγμα, καὶ εὐεξίας αὐτὴν εὑρήσεις μητέρα τυγχάνουσαν. Καὶ εἰ τοῖς ἐμοῖς ἀπιστεῖς λόγοις, παῖδας ἰατρῶν περὶ τούτων ἐρώτησον, καὶ αὐτοὶ ταῦτα σαφέστερον ἐροῦσιν, οἳ τὴν μὲν ἔνδειαν μητέρα τῆς ὑγιείας καλοῦσι, τὰς δὲ ποδαλγίας καὶ καρηβαρίας καὶ ἀποπληξίας καὶ φθόην καὶ ὕδερον καὶ φλεγμονὰς καὶ οἰδήματα, καὶ μυρίων ἑτέρων νοσημάτων χειμάῤῥους, ἀπὸ τῆς τρυφῆς καὶ τῆς ἀδηφαγίας ἐξιέναι φασὶν, ὥσπερ ἀπό τινος πονηροτάτης πηγῆς πονηροὺς ῥύακας, καὶ τῇ τοῦ σώματος εὐεξίᾳ, καὶ τῇ τῆς ψυχῆς σωφροσύνῃ λυμαινομένους.

εʹ. Μὴ τοίνυν φοβώμεθα νηστείαν, τὴν τῶν τοσούτων ἡμᾶς ἀπαλλάττουσαν κακῶν. Οὐ γὰρ ἁπλῶς ὑμῖν τοῦτο παραινῶ· ἀλλ' ἐπειδὴ πολλοὺς ὁρῶ τῶν ἀνθρώπων, καθάπερ ἀγρίᾳ τινὶ γυναικὶ παραδίδοσθαι μέλλοντας, οὕτως ὀκνοῦντας καὶ ἀναδυομένους, καὶ μέθῃ καὶ ἀδηφαγίᾳ τήμερον ἑαυτοὺς διαφθείροντας· διὰ τοῦτο παραινῶ ὥστε μὴ τὴν ἐκ τῆς νηστείας ἐσομένην ὠφέλειαν προανελεῖν λαιμαργίᾳ καὶ μέθῃ. Καὶ γὰρ οἱ κακόσιτοι τῶν ἀνθρώπων, ὅταν πικρὰ μέλλωσι πίνειν φάρμακα, ἂν πολλῆς ἑαυτοὺς ἐμπλήσωσι τροφῆς, καὶ οὕτω τὰ φάρμακα λάβωσι, τὴν μὲν πικρίαν ὑπέμειναν, τῆς δὲ ὠφελείας ἐξέπεσον, δυσκολωτέραν τῷ φαρμάκῳ ποιοῦντες τὴν πάλην πρὸς τὴν τῶν διεφθορότων χυμῶν πονηρίαν. ∆ιὰ τοῦτο αὐτοὺς οἱ τῶν ἰατρῶν παῖδες μὴ δειπνήσαντας κελεύουσι καθεύδειν, ἵνα πᾶσαν τῶν φαρμάκων τὴν δύναμιν ἐκ πρώτης εὐθέως τοῖς νοσοποιοῖς τῶν περιττωμάτων προσαγάγῃ χυμοῖς. Οὕτω καὶ ἐπὶ τῆς νηστείας· ἐὰν μὲν πολλῆς ἑαυτὸν ἐμπλήσῃς τῆς μέθης τήμερον, καὶ αὔριον ὑποδέξῃ τὸ παρ' ἐκείνης φάρμακον, ἄχρη49.313 στον αὐτὸ καὶ ἀνόνητον ἐποίησας, καὶ τὸν μὲν πόνον ὑπέμεινας, τὸ δὲ κέρδος οὐκ ἐκαρπώσω τοῦ πράγματος, εἰς τὴν πρόσφατον ἐκ τῆς μέθης ἐγγινομένην κακίαν ἅπασαν αὐτοῦ καταδαπανῶντος τὴν δύναμιν· ἐὰν δὲ κοῦφον αὐτῇ τὸ σῶμα παρασκευάσῃς καὶ νήφοντι λογισμῷ τὸ φάρμακον δέξῃ, πολλὰ τῶν παλαιῶν ἁμαρτημάτων ἀποκαθᾶραι δυνήσῃ. Μὴ τοίνυν διὰ μέθης ἴωμεν εἰς τὴν νηστείαν, μηδὲ ἀπὸ νηστείας εἰς μέθην καταλύσωμεν πάλιν, ἵνα μὴ ταὐτὸν γένηται, οἷον εἴ τις ἀῤῥωστοῦντι σώματι καὶ διανίστασθαι μέλλοντι λὰξ ἐμβαλὼν σφοδρότερον καταβάλοι πάλιν. Ὃ καὶ ἐπὶ τῆς ψυχῆς τῆς ἡμετέρας γίνεται, ὅταν ἐξ ἑκατέρου μέρους, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῆς νηστείας, τῇ νεφέλῃ τῆς μέθης τὴν ἐκ τῆς ἀσιτίας γενομένην ἡμῖν νῆψιν συσκιάσωμεν. Καθάπερ γὰρ οἱ θηρίοις πυκτεύειν μέλλοντες, πολλοῖς ὅπλοις καὶ ἀσφαλίσμασι τὰ καίρια τῶν μελῶν περιφράξαντες, τὴν πρὸς ἐκεῖνα ἀναδέχονται μάχην· οὕτω καὶ νῦν πολλοὶ τῶν ἀνθρώπων εἰσὶν, οἳ καθάπερ θηρίῳ τῇ νηστείᾳ πυκτεύειν μέλλοντες, οὕτω τῇ γαστριμαργίᾳ καθοπλίζονται, καὶ διαῤῥήξαντες ἑαυτοὺς καὶ σκοτώσαντες μετὰ πολλῆς τῆς παραφροσύνης ὑποδέχονται τὸ γαλήνιον καὶ ἥμερον τῆς νηστείας ὄμμα Κἂν μὲν ἐρωτήσω σε, Τίνος ἕνεκεν εἰς βαλανεῖον τρέχεις σήμερον; Ἵνα καθαρῷ τῷ σώματι τὴν νηστείαν 49.314 ὑποδέξωμαι, φήσεις· ἂν δὲ ἐρωτήσω, Τίνος ἔνεκεν μεθύεις; Ἐπειδὴ εἰς νηστείαν μέλλω εἰσιέναι, πάλιν ἐρεῖς. Καὶ πῶς οὐκ ἄτοπόν ἐστι, σώματι μὲν καθαρῷ, ψυχῇ δὲ ἀκαθάρτῳ καὶ μεθυούσῃ, τὴν καλλίστην ταύτην ἑορτὴν ὑποδέχεσθαι; Ἐνῆν μὲν οὖν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλὰ τοῖς σωφρονοῦσι καὶ ταῦτα ἀρκεῖ πρὸς διόρθωσιν. ∆ιόπερ ἀνάγκη καταπαῦσαι τὸν λόγον· καὶ γὰρ τῆς τοῦ πατρὸς φωνῆς ἐπιθυμῶ ἀκοῦσαι. Ἡμεῖς μὲν γὰρ, κατὰ τὰ παιδία τὰ ποιμενικὰ, λεπτῷ τῷ καλάμῳ συρίζομεν, ὥσπερ ὑπό τινα δρῦν ἢ λεύκην, τῇ σκιᾷ τῶν ἱερῶν τούτων καθήμενοι· οὗτος δὲ καθὰ μουσικός τις ἄριστος χρυσῆν ἁρμοσάμενος κιθάραν, τῇ συμφωνίᾳ τῶν κρουσμάτων ὁλόκληρον ἀνίστησι θέατρον· οὕτω δὴ καὶ οὗτος, οὐ συμφωνίᾳ κρουσμάτων, ἀλλὰ συμφωνίᾳ λόγων καὶ πράξεων πολλὴν ἡμῖν ἐντίθησι τὴν ὠφέλειαν. Τοιούτους καὶ ὁ Χριστὸς ζητεῖ διδασκάλους· Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τοιοῦτος οὗτός ἐστι· διὸ καὶ μέγας ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐστι. Γένοιτο δὲ ἡμᾶς εὐχαῖς αὐτοῦ καὶ τῶν συνέδρων ἁπάντων δυνηθῆναι καταξιωθῆναι τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΕΧΘΕΙΣΑ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ τῇ ἕκτῃ ἑβδομάδι τῆς ἁγίας τεσσαρακοστῆς. Ὁμιλία ʹ.

αʹ. Ὡς τερπνὰ τῆς πνευματικῆς ταύτης ἡμῖν θαλάσσης τὰ κύματα, καὶ αὐτῶν τῶν ἐν τῷ πελάγει τερπνότερα. Ἐκεῖνα μὲν γὰρ ἀνέμων ἀταξία, ταῦτα δὲ ἀκροάσεως ἐπιθυμία διανίστησι· κἀκεῖνα μὲν κορυφούμενα πολλὴν τῷ κυβερνήτῃ τὴν ἀγωνίαν παρέχει, ταῦτα δὲ φαινόμενα πολλὴν τῷ λέγοντι τὴν παῤῥησίαν ἐντίθησι. Τὰ μὲν γάρ ἐστι χειμαζομένης θαλάσσης τεκμήρια, ταῦτα δὲ ψυχῆς εὐφραινομένης σημεῖα· κἀκεῖνα μὲν ταῖς πέτραις προσαραττόμενα ἄσημον τὸν ἦχον ἀφίησι, ταῦτα δὲ τῷ λόγῳ τῆς διδασκαλίας προσρηγνύμενα προσηνῆ τὴν φωνὴν ἀφίησιν. Οὕτω καὶ ζεφύρου πνοαὶ ὅταν ἐμπέσωσιν εἰς λήϊα, καὶ τὰς κεφαλὰς τῶν ἀσταχύων ἐπικλίνωσι καὶ διανιστῶσι, τὰ κύματα τῆς θαλάσσης ἐπὶ τῆς χέρσου μιμοῦνται. Ἀλλὰ καὶ ἐκείνων τῶν ληΐων ταῦτα τερπνότερα· οὐ γὰρ ζεφύρου πνοαὶ, ἀλλὰ Πνεύματος χάρις τὰς ὑμετέρας διανέστησε ψυχὰς καὶ ἐθέρμανε, καὶ τὸ πῦρ ἐκεῖνο, ὃ πάλαι ὁ Χριστὸς ἔλεγεν, ὅτι Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; τοῦτο ὁρῶ καταβεβλημένον καὶ καιόμενον ἐν ταῖς ὑμετέραις ψυχαῖς. Ἐπεὶ οὖν τοσαύτας ἡμῖν λαμπάδας ὁ τοῦ Χριστοῦ φόβος ἀνῆψε, φέρε ἐντεῦθεν τὸ τῆς διδασκαλίας ἔλαιον ἐπιστάξωμεν, ὥστε διαρκέστερον ἡμῖν γενέσθαι τὸ φῶς. Ὁ γὰρ καιρὸς τῆς νηστείας ἡμῖν λοιπὸν πρὸς τὸ τέλος ἐπείγεται· εἰς γὰρ τὰ μέσα τῶν σταδίων φθάσαντες πρὸς τὸ τέλος λοιπὸν ἀπηντήκαμεν. Ὥσπερ γὰρ ὁ ἀρχόμενος ἐμέσασεν, οὕτως ὁ πρὸς μέσον ἐλθὼν τοῦ τέλους ἐπείληπται. Ὁ μὲν οὖν καιρὸς πρὸς τὸ τέλος ἐπείγεται, καὶ πρὸς τὸν λιμένα βλέπει τὸ σκάφος λοιπὸν, ἀλλὰ τὸ ζητούμενον οὐ πρὸς τὸν λιμένα ἐλθεῖν, ἀλλὰ μὴ κενὸν τῆς ἐμπορίας ἑλκύσαι τὸ σκάφος. ∆έομαι πάντων ὑμῶν καὶ ἀντιβολῶ, εἰς τὸ συνειδὸς ἕκαστος αὐτοῦ ἀναλογιζέσθω τὴν ἀπὸ τῆς νηστείας πραγματείαν, κἂν μὲν εὕρῃ κέρδος πολὺ γεγενημένον, προστιθέτω τῇ πραγματείᾳ· ἂν δὲ μηδὲν ᾖ συνειλεγμένον, τῷ λειπομένῳ τοῦ χρόνου κεχρήσθω πρὸς τὴν ἐμπορίαν. Ἕως ἕστηκεν ἡ πανήγυρις, μέγα πραγματευσάμενοι κέρδος ἀναχωρήσωμεν, ἵνα μὴ κεναῖς ἀναχωρήσωμεν χερσὶν, ἵνα μὴ πόνον ὑπομείναντες νηστείας, μισθὸν νηστείας ἀπολέσωμεν. Ἔστι γὰρ καὶ πόνον ὑπομεῖναι νηστείας, καὶ μισθὸν νηστείας μὴ λαβεῖν· πῶς; Ὅταν βρωμάτων μὲν ἀπεχώμεθα, ἁμαρτημάτων δὲ μὴ ἀπεχώμεθα· ὅταν κρέα μὲν μὴ ἐσθίωμεν, κατεσθίωμεν δὲ τὰς τῶν πενήτων οἰκίας· ὅταν οἴνῳ μὲν μὴ μεθύωμεν, μεθύωμεν δὲ ἐπιθυμίᾳ πονηρᾷ· ὅταν πᾶσαν τὴν ἡμέραν ἄσιτοι διατελῶμεν, πᾶσαν δὲ διημερεύωμεν ἐν ἀκολάστοις θεάμασιν. Ἰδοὺ καὶ πόνος νηστείας, καὶ μισθὸς νηστείας οὐδαμοῦ, ὅταν εἰς τὰ θέατρα τῆς παρανομίας ἀναβαίνωμεν. Οὐ πρὸς ὑμᾶς ὁ λόγος· οἶδα γὰρ ὅτι καθαροὶ τῆς κατηγορίας ἐστὲ, ἀλλ' ἔθος τοῖς ὀδυνωμένοις, ὅταν τοὺς αἰτίους μὴ λάβωσιν, εἰς τοὺς παρόντας ἀφιέναι τὴν ὀργήν. Ποῖον κέρδος νηστεύοντας εἰς τὰ θέατρα παρανομίας ἀναβαίνειν, εἰς τὸ κοινὸν τῆς ἀσελγείας διδασκαλεῖον εἰσιέναι, εἰς τὸ δημόσιον τῆς ἀκολασίας γυμνάσιον, ἐπὶ τὴν καθέδραν καθέζεσθαι τῶν λοιμῶν; Καὶ γὰρ καὶ καθέδραν λοιμοῦ, καὶ ἀκολασίας γυμνάσιον, καὶ διδασκαλεῖον ἀσελγείας, καὶ πάντα τὰ αἴσχιστα τὴν ὀρχήστραν τις προσειπὼν οὐκ ἂν ἁμάρτοι, τὸ πονηρό49.315 τατον ἐκεῖνο χωρίον καὶ νοσημάτων γέμον παντοδαπῶν, τὴν Βαβυλωνίαν κάμινον. Καθάπερ γὰρ εἰς κάμινόν τινα εἰς τὸ θέατρον τὴν πόλιν ἐμβαλὼν ὁ διάβολος, οὕτω κάτωθεν ὑποκαίει, οὐ κληματίδας ὑποτιθεὶς, καθάπερ ὁ βάρβαρος τότε ἐκεῖνος, οὐδὲ νάφθαν, οὐδὲ στυππεῖον, οὐδὲ πίσσαν, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, πορνικὰς ὄψεις, αἰσχρὰ ῥήματα, διακεκλασμένα μέλη, πάσης γέμοντα πονηρίας ᾄσματα. Ἐκείνην μὲν οὖν βαρβαρικαὶ τὴν κάμινον χεῖρες ἀνῆψαν, ταύτην δὲ τὴν κάμινον ἀνοητότεροι τῶν βαρβάρων ἅπτουσι λογισμοί· χαλεπωτέρα αὕτη ἐκείνης, ἐπειδὴ καὶ τὸ πῦρ χαλεπώτερον· οὐ γὰρ σωμάτων καίει φύσιν, ἀλλὰ ψυχῆς εὐεξίαν λυμαίνεται· καὶ τὸ χαλεπώτερον, ὅτι οὐδὲ αἰσθάνονται οἱ καιόμενοι· εἰ γὰρ ᾐσθάνοντο, οὐκ ἂν πλατὺν γέλωτα ἐπὶ τοῖς γενομένοις ἠφίεσαν· ὅπερ οὖν ἐστι χαλεπώτατον, ὅταν τις νοσῶν μηδὲ αὐτὸ τοῦτο οἶδεν ὅτι νοσεῖ, καὶ καιόμενος ἀθλίως καὶ ταλαιπώρως, οὐκ αἰσθάνεται τῶν ἐμπρησμῶν. Τί τὸ ὄφελος τῆς νηστείας, ὅταν τὸ μὲν σῶμα κωλύσῃς τῆς νενομισμένης τροφῆς, τῇ δὲ ψυχῇ προσάγῃς τὴν παράνομον τροφήν; ὅταν διημερεύσῃς ἐκεῖ καθήμενος, βλέπων τὴν κοινὴν φύσιν ἀσχημονοῦσαν καὶ παραδειγματιζομένην, γυναῖκας πορνευομένας, μοιχείας ὑποκρινομένους ἐκεῖ τοὺς τὰ ἑκάστης οἰκίας κακὰ συλλέγοντας; Καὶ γὰρ καὶ πορνείας καὶ μοιχείας ἔστιν ἰδεῖν, καὶ βλασφημίας ἀκοῦσαι, ἵνα καὶ δι' ὀφθαλμῶν καὶ δι' ἀκοῆς ἡ νόσος ἐπεισίῃ τῇ ψυχῇ· μιμοῦνται τὰς ἀλλοτρίας συμφορὰς, ὅθεν αὐτοῖς καὶ τὸ ὄνομα τῆς αἰσχύνης ἐπίκειται. Τί οὖν τὸ κέρδος τῆς νηστείας, τοιαῦτα τῆς ψυχῆς σιτουμένης; ποίοις ὀφθαλμοῖς ὄψει τὴν γυναῖκα ἀπὸ τῶν θεαμάτων ἐκείνων; ποίοις ὄμμασιν ὄψει τὸν υἱὸν, ποίοις τὸν οἰκέτην, ποίοις τὸν φίλον; Ἀνάγκη γὰρ λέγοντα τὰ ἐκεῖ γινόμενα ἀσχημονεῖν, ἢ σιγᾷν καὶ καταδύεσθαι ἐρυθριῶντα. Ἀλλ' οὐκ ἐντεῦθεν οὕτως ἀναχωρεῖς, ἀλλ' ἕξεις ἐν τῇ οἰκίᾳ μετὰ πολλῆς τῆς παῤῥησίας πάντα τὰ λεγόμενα διηγεῖσθαι, προφητικὰς φωνὰς, ἀποστολικὰ δόγματα, νόμους δεσποτικοὺς, ἅπασαν τῆς ἀρετῆς παρατιθέναι τὴν τράπεζαν, καὶ γυναῖκα σωφρονεστέραν ποιεῖς τοῖς ἐντεῦθεν διηγήμασιν, καὶ υἱὸν συνετώτερον ἐργάζῃ, καὶ οἰκέτην εὐνούστερον, καὶ φίλον φιλικώτερον, καὶ τὸν ἐχθρὸν δὲ αὐτὸν πείθεις καταλῦσαι τὴν ἔχθραν.

βʹ. Ὁρᾷς ὡς ταῦτα μὲν πανταχοῦ σωτήρια τὰ δόγματα, ἐκεῖνα δὲ ἄχρηστα πανταχοῦ τὰ ἀκούσματα; Τί τοίνυν ὄφελος νηστείας, εἰπέ μοι, ὅταν τῷ σώματι μὲν νηστεύῃς, διὰ δὲ τῶν ὀφθαλμῶν μοιχεύῃς; μοιχεία γάρ ἐστιν οὐ συμπλοκὴ μόνον, οὐδὲ ὁμιλία σώματος, ἀλλὰ καὶ ὄψις ἀκόλαστος· τί τὸ ὄφελος ὅταν ἐνταῦθα παραγίνῃ κἀκεῖ; Ἐγὼ παιδεύω, ἐκεῖνος διαφθείρει· ἐγὼ φάρμακα ἐπάγω τῇ νόσῳ, ἐκεῖνος προστίθησιν ὑπόθεσιν τῇ νόσῳ· ἐγὼ σβεννύω τὴν φλόγα τῆς φύσεως, ἐκεῖνος ἀνάπτει τὴν φλόγα τῆς ἐπιθυμίας. Τί τὸ ὄφελος, εἰπέ μοι; Εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν· τί ὠφέλησαν πλέον ἢ κόπους; Μὴ τοίνυν ἐνταῦθα καὶ ἐκεῖ, ἀλλ' ἐνταῦθα μόνον διατρίβωμεν, ἵνα χρησίμως ἐνταῦθα, ἵνα μὴ μάτην ἐνταῦθα, ἵνα μὴ εἰκῆ, μηδὲ ἐπὶ κατακρίσει· Εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν· τί ὠφέλησαν πλέον ἢ κόπους; Καίτοι γε εἰ καὶ πολλοὶ 49.316 οἱ οἰκοδομοῦντες εἶεν, εἷς δὲ ὁ καθαιρῶν, νικᾷ τὴν πολυχειρίαν τῶν οἰκοδομούντων ἡ εὐκολία τῆς καταστροφῆς. Μεγάλη ὄντως αἰσχύνη καὶ νεάζοντας καὶ γεγηρακότας ἐπὶ τὴν τοιαύτην τρέχειν σπουδήν. Ἀλλ' εἴθε μέχρις αἰσχύνης ἦν τὸ κακόν· καίτοι γε οὐδὲ τοῦτο φορητὸν ἀνδρὶ ἐλευθέρῳ, ἀλλ' ἐσχάτη ζημία τῷ νοῦν ἔχοντι καὶ κατάγνωσις καὶ αἰσχύνη· ἀλλ' οὐ μέχρι τῆς αἰσχύνης τὸ ἐπιτίμιον, ἀλλὰ καὶ κόλασις ἐπίκειται μεγάλη καὶ τιμωρία. Ἀνάγκη γὰρ τοὺς ἐκεῖ καθημένους μοιχείας ἁμαρτίᾳ πάντας ἁλίσκεσθαι, οὐκ ἐπειδὴ συμπλέκονται ταῖς ἐκεῖ γυναιξὶν, ἀλλ' ἐπειδὴ ἀκολάστοις βλέπουσιν αὐτὰς ὀφθαλμοῖς. Ὅτι γὰρ καὶ τούτους ἀνάγκη μοιχείᾳ ἁλίσκεσθαι, οὐκ ἐμὸν ὑμῖν ἐρῶ λόγον, ἵνα μὴ καταφρονήσητε, ἀλλὰ θεῖον ὑμῖν ἀναγνώσομαι νόμον· ἐνταῦθα γὰρ οὐκέτι καταφρονεῖν δυνατόν. Τί οὖν ὁ θεῖος νόμος φησίν; Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἶδες ἀπηρτισμένον τὸν μοιχόν; εἶδες πεπληρωμένην τὴν ἁμαρτίαν; καὶ τὸ χαλεπώτερον, τὸν μοιχὸν μοιχείας ἁλόντα οὐκ ἐν ἀνθρωπίνῳ, ἀλλ' ἐν θείῳ δικαστηρίῳ τῆς μοιχείας γινόμενον ὑπεύθυνον, ἔνθα ἀθάνατα τὰ τῶν τιμωριῶν. Πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὐ τὸ νόσημα, ἀλλὰ καὶ τὴν ῥίζαν ἀναιρεῖ τοῦ νοσήματος· ῥίζα γὰρ μοιχείας ἐπιθυμία ἀκόλαστος· διὸ οὐ μοιχείαν κολάζει μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν, τὴν τῆς μοιχείας μητέρα. Οὕτω καὶ οἱ ἰατροὶ ποιοῦσιν· οὐ πρὸς τὰ νοσήματα ἵστανται μόνον, ἀλλὰ καὶ πρὸς τὰς αἰτίας αὐτάς· κἂν ἴδωσιν ὀφθαλμοὺς νοσοῦντας, τὸ πονηρὸν ῥεῦμα ἄνωθεν ἀπὸ τῶν κροτάφων ἀναστέλλουσιν· οὕτω καὶ ὁ Χριστὸς ποιεῖ. Ὀφθαλμία χαλεπὴ μοιχεία· τῶν ὀφθαλμῶν ἐστι τὸ νόσημα, οὐ τῶν τοῦ σώματος, ἀλλὰ πρότερον τῶν τῆς ψυχῆς· διὰ τοῦτο ἐκεῖθεν ἀνέστειλε τὸ ῥεῦμα τῆς ἀκολασίας, τῷ φόβῳ τοῦ νόμου· διὰ τοῦτο οὐχὶ μοιχείαν μόνον ἐκόλασεν, ἀλλὰ καὶ ἐπιθυμίαν ἐτιμωρήσατο. Ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· τῆς δὲ καρδίας διεφθαρμένης, τί λοιπὸν ὄφελος τοῦ λοιποῦ σώματος; Ὥσπερ γὰρ ἐπὶ φυτῶν καὶ ξύλων, ὅταν ἴδωμεν τὴν καρδίαν διαβρωθεῖσαν, τὸ λοιπὸν ἀποδοκιμάζομεν μέρος· οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου ὅταν ἐκείνη ἀπόληται, εἰκῆ λοιπὸν ἡ τοῦ σώματος ὑγίεια. Ὁ ἡνίοχος ἀπόλωλε, διέφθαρται καὶ καταβέβληται, μάτην τρέχουσιν οἱ ἵπποι λοιπόν· ἐπίπονος ὁ νόμος καὶ πολὺ τὸ φορτικὸν ἔχει, ὥσπερ οὖν καὶ μέγαν ἔχει τὸν στέφανον. Τοιαῦτα γὰρ τὰ ἐπίπονα, μεγάλας ἔχει τὰς ἀμοιβάς. Σὺ δὲ μὴ τῷ πόνῳ πρόσεχε, ἀλλὰ τὴν ἀμοιβὴν ἐννόει· οὕτω γὰρ καὶ ἐπὶ τῶν βιωτικῶν γίνεται πραγμάτων. Ἂν μὲν γὰρ τὸν πόνον ἴδῃς τῶν κατορθωμάτων, βαρὺ καὶ φορτικόν· ἂν δὲ τὴν ἀμοιβὴν ἴδῃς, κοῦφον καὶ ῥᾷστον τὸ προκείμενον. Οὕτω καὶ κυβερνήτης ἂν τὰ κύματα βλέπῃ μόνον, οὐδέποτε ἐξέλκει τοῦ λιμένος τὸ σκάφος, ἀλλὰ πρὸ τῶν κυμάτων τὴν ἐμπορίαν ὁρῶν, οὕτω καὶ ἀπλέτου κατατολμᾷ πελάγους. Οὕτω καὶ στρατιώτης ἂν τὰ τραύματα βλέπῃ, καὶ τὰς σφαγὰς, οὐδέποτε ἐνδύσεται θώρακα· ἂν δὲ πρὸ τῶν τραυμάτων τὰ τρόπαια σκοπῇ καὶ τὰς νίκας, ὥσπερ εἰς λειμῶνα δραμεῖται τὴν παράταξιν. Τὰ γὰρ φύσει βαρέα, οὕτω κοῦφα γίνεται, ὅταν μὴ τοὺς πόνους λογιζώμεθα, ἀλλὰ καὶ τὰς ἀμοιβὰς αὐτῶν σκοπῶμεν. Βούλει μαθεῖν πῶς τὰ φύσει βαρέα κοῦφα γίνεται; ἄκουσον τοῦ Παύλου 49.317 λέγοντος· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Αἴνιγμα τὸ εἰρημένον ἐστίν· εἰ θλίψεως, πῶς ἐλαφρόν; εἰ ἐλαφρὸν, πῶς θλίψεως; ταῦτα γὰρ ἐναντία. Ἀλλ' ἔλυσε τὸ αἴνιγμα τῇ ἐπαγωγῇ δείξας ἐλαφρόν· πῶς; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα. Ἔθηκε τὸν στέφανον, καὶ κοῦφον ἐποίησε τὸν ἀγῶνα· ἔδειξε τὸ βραβεῖον, καὶ παρεμυθήσατο τοὺς ἱδρῶτας. Καὶ σὺ τοίνυν ὅταν ἴδῃς γυναῖκα λάμπουσαν ἀπὸ τῆς ὄψεως, φαιδρὰν ἀπὸ τῆς στολῆς, ἴδῃς ἐπιθυμίαν γαργαλίζουσαν, ἴδῃς τὴν ψυχὴν ἐπιθυμοῦσαν τῆς θεωρίας· ἀνάβλεψον πρὸς τὸν ἄνω σοι κείμενον στέφανον, ἵνα παραδράμῃς τὴν τοιαύτην ὄψιν. Εἶδες συνδούλην; ἐννόησον τὸν ∆εσπότην, καὶ πάντως καταπαύσεις τὸ νόσημα. Εἰ γὰρ παιδία παιδαγωγῷ ἀκολουθοῦντα οὐ περιστρέφονται, οὐ κεχήνασιν, οὐκ ἐπτόηνται, πολλῷ μᾶλλον σὺ τὸν Χριστὸν ἂν ἴδῃς τοῖς λογισμοῖς παρόντα, οὐδὲν πείσῃ τοιοῦτον. Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἡδέως καὶ συνεχέστερον ἀναγινώσκω τοῦ νόμου τὰ γράμματα· εἴθε καὶ διὰ πάσης τῆς ἡμέρας ἦν τοῦτο λέγειν πρὸς ὑμᾶς, μᾶλλον δὲ οὐχὶ πρὸς ὑμᾶς, ἀλλὰ πρὸς τοὺς ὑπευθύνους τοῖς ἁμαρτήμασιν ὄντας· μᾶλλον δὲ καὶ πρὸς ὑμᾶς· καὶ γὰρ ὑμεῖς ἀσφαλέστεροι ἔσεσθε, οἱ δὲ ἐν τῇ νόσῳ ὄντες ταχέως πρὸς τὴν ὑγίειαν ἐπανήξουσιν. Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.

γʹ. Ἀρκεῖ πᾶσαν τῆς ἁμαρτίας τὴν σηπεδόνα καθᾶραι ψιλὰ ἀναγνωσθέντα τὰ ῥήματα. Ἀλλὰ σύγγνωτε· τραύματα καθαίρομεν, τὸν δὲ τραύματα καθαίροντα, ἀνάγκη καὶ πικρὰ ἐπιτιθέναι φάρμακα· ὅσῳπερ ἂν ἐνέγκητε τὰ ῥήματα, τοσοῦτον μᾶλλον ἐκκαθαίρεται ὁ ἰός. Ὥσπερ γὰρ τοῦ πυρὸς ἡ φύσις, ὅσῳπερ ἂν ἐπιπλέον ὁμιλήσῃ τῇ τοῦ χρυσοῦ φύσει, τοσοῦτον μᾶλλον δαπανᾷ τὸν ἰόν· οὕτω καὶ τῶν ῥημάτων τούτων ὁ φόβος, ὅσῳπερ ἂν ἐνηχηθῇ τῇ ὑμετέρᾳ διανοίᾳ, τοσούτῳ μᾶλλον ἅπασαν ἐκκαθαριεῖ τῆς ἀκολασίας τὴν ἁμαρτίαν. Πυρώσωμεν αὐτὴν ὧδε τῷ λόγῳ τῆς διδασκαλίας, ἵνα μὴ ἀναγκασθῶμεν αὐτὴν ἐκεῖ πυρῶσαι τῷ πυρὶ τῆς γεέννης. Τὴν μὲν γὰρ ἐντεῦθεν ἀπελθοῦσαν καθαρὰν οὐδὲν ἐκεῖνο βλάψει τὸ πῦρ· τὴν δὲ μετὰ ἁμαρτημάτων ἀπελθοῦσαν ἐντεῦθεν ἐκεῖνο δέξεται τὸ πῦρ. Ἑκάστου γὰρ, φησὶ, τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. ∆οκιμάσωμεν ἑαυτοὺς νῦν χωρὶς ὀδύνης, ἵνα μὴ δοκιμασθῶμεν τότε μετὰ ὀδύνης. Ὅσα ἂν εἴπῃς, φησὶν, ἐπίπονος ὁ νόμος. Τί οὖν; ἀδύνατα ἡμῖν ὁ Θεὸς προστάττει; Οὔ φημι· ἐπιστομίζου, μὴ κατηγόρει τοῦ ∆εσπότου· οὐ γάρ ἐστιν ἀπολογίας τρόπος, ἀλλὰ ἁμαρτίας προσθήκη τῆς προτέρας χαλεπωτέρα. Ὅτι δὲ τοῖς πολλοῖς τῶν ἁμαρτανόντων ἔθος ἐπὶ τὸν ∆εσπότην ἀφίειν τὰ ἐγκλήματα, ἄκουσον. Προσῆλθεν ἐκεῖνος ὁ τὰ πέντε τάλαντα πιστευθεὶς, καὶ προσήνεγκεν ἄλλα πέντε· προσῆλθεν ὁ τὰ δύο τάλαντα πιστευθεὶς, καὶ προσήνεγκεν ἄλλα δύο· προσῆλθεν ὁ τὸ τάλαντον πιστευθεὶς, καὶ ἐπειδὴ ἄλλο 49.318 τάλαντον προσενεγκεῖν οὐκ εἶχεν, ἀντὶ ταλάντου κατηγορίαν προσήνεγκε. Πῶς φησιν; Ἔγνων σε ὅτι σκληρὸς εἶ. Ὢ ἀγνωμοσύνης οἰκέτου· οὐκ ἀρκεῖται τῇ ἁμαρτίᾳ, ἀλλὰ καὶ κατηγορίαν εἰσάγει κατὰ τοῦ δεσπότου· Θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας. Οὕτω καὶ ἐν τῷ παρόντι βίῳ ὅσοι μηδὲν ἐργάζονται ἀγαθὸν, προσθήκην τῶν κακῶν ἑαυτῶν ποιοῦνται τὴν κατηγορίαν τοῦ ∆εσπότου. Μὴ τοίνυν κατηγόρει τοῦ ∆εσπότου· οὐκ ἐπέταξεν ἀδύνατα. Βούλει μαθεῖν ὅτι οὐκ ἐπέταξεν ἀδύνατα; Πολλοὶ τὰ προστάγματα ὑπερβαίνουσιν, οὐκ ἂν δὲ, εἰ ἀδύνατα ἦν, ὑπερέβησαν ἐξ οἰκείας προαιρέσεως. Παρθενίαν οὐκ ἐπέταξε, καὶ κατορθοῦσι πολλοί· ἀκτημοσύνην οὐκ ἐπέταξε, καὶ πολλοὶ τὰ ἑαυτῶν ῥίπτουσι, διὰ τῶν ἔργων μαρτυροῦντες πολλὴν εὐκολίαν τοῖς τῆς ἐπιταγῆς νόμοις· οὐ γὰρ ἂν ὑπερέβησαν αὐτὰ, εἰ μὴ αὐτὰ τὰ ἐπιταγέντα εὔκολα ἦν. Οὐκ ἐπέταξε παρθενίαν· ὁ μὲν γὰρ ἐπιτάξας παρθενίαν ὑπὸ τὴν ἀνάγκην ἄγει τοῦ νόμου καὶ τὸν μὴ βουλόμενον· ὁ δὲ παραινέσας κύριον ἀφίησι τῆς αἱρέσεως τὸν ἀκροατήν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι, Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι. Ὁρᾷς οὐκ ἐπιταγὴν, ἀλλὰ συμβουλήν; ὁρᾷς οὐ πρόσταγμα, ἀλλὰ παραίνεσιν; Πολὺ δὲ τὸ μέσον· τὸ μὲν γὰρ ἀνάγκης ἐστὶν, τὸ δὲ προαιρέσεως. Οὐκ ἐπιτάσσω, φησὶν, ἵνα μὴ βαρήσω· παραινῶ καὶ συμβουλεύω, ἵνα ἐναγάγω. Οὕτω καὶ ὁ Χριστός· οὐκ εἶπε, Πάντες δὲ παρθενεύετε· εἰ μὲν γὰρ ἐπέταξε παρθενεύειν ἅπαντας καὶ νόμον ἐποίησε τὸ πρόσταγμα, οὔτε κατορθώσας ἂν πολλῆς ἀπέλαυσε τιμῆς ὅσης νῦν, καὶ ὁ παρακούσας τὴν ἐσχάτην ἂν ἔδωκε δίκην. Εἶδες πῶς ἡμῶν ὁ νομοθέτης φείδεται; πῶς κήδεται τῆς ἡμετέρας σωτηρίας; Μὴ γὰρ οὐκ ἐδύνατο καὶ τοῦτο ἐπίταγμα ποιῆσαι, καὶ εἰπεῖν ὅτι Οἱ μὲν παρθενεύοντες τιμάσθωσαν, οἱ δὲ μὴ παρθενεύοντες κολαζέσθωσαν; Ἀλλ' ἐβάρει τὴν φύσιν· φείδεται τῆς φύσεως τῆς ἡμετέρας. Ἀφῆκεν ἔξω τῶν σταδίων, ἀφῆκεν ἀνωτέρω τῶν ἀγώνων τὴν παρθενίαν, ἵνα καὶ οἱ κατορθοῦντες τὴν οἰκείαν μεγαλοψυχίαν ἐπιδείξωνται, καὶ οἱ μὴ κατορθοῦντες τῆς συγγνώμης ἀπολαύσωσι τοῦ ∆εσπότου. Οὕτω καὶ περὶ τῆς ἀκτημοσύνης οὐκ ἐποίησε τὸ πρᾶγμα ἐπίταγμα. Οὐ γὰρ ἁπλῶς εἶπε, Πώλησόν σου τὰ ὑπάρχοντα, ἀλλ', Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα. Ἐν τῇ βουλῇ κείσθω τῇ σῇ, κύριος ἔσο τῆς γνώμης· οὐκ ἀναγκάζω, οὐδὲ βαρῶ, ἀλλὰ κατορθώσαντα μὲν στεφανῶ, μὴ κατορθώσαντα δὲ οὐ κολάζω. Τὰ μὲν γὰρ ἐξ ἐπιταγῆς γινόμενα καὶ ἐξ ὀφειλῆς, οὐ τοσοῦτον ἔχει μισθόν· τὰ δὲ ἐκ προαιρέσεως καὶ ἐξ οἰκείας φιλοτιμίας λαμπροὺς ἔχει τοὺς στεφάνους. Καὶ τούτων Παῦλον παράγω μάρτυρα· Ἐὰν εὐαγγελίζωμαι, φησὶν, οὐκ ἔστι μοι καύχημα. ∆ιὰ τί; Ἀνάγκη γάρ μοι ἐπίκειται. Οὐαὶ δέ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι. Ὁρᾷς, ἐν τοῖς νόμοις ὁ μὲν κατορθώσας οὐκ ἔχει πολὺν μισθόν· ἀνάγκη γάρ ἐστιν· ὁ δὲ μὴ κατορθώσας ὑπεύθυνός ἐστι τῇ κολάσει καὶ τῇ τιμωρίᾳ. Οὐαὶ γάρ μοι, φησὶν, ἐὰν μὴ εὐαγγελίζωμαι. Ἐπὶ δὲ τῶν ἄλλων οὐχ οὕτως, ἐπὶ τῶν ἐκ προαιρέσεως, ἀλλὰ τί; Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, εἰς τὸ μὴ 49.319 καταχρήσασθαι τῇ ἐξουσίᾳ μου. Ἐκεῖ νόμος ἦν, διὰ τοῦτο μισθὸν οὐκ εἶχε πολύν· τοῦτο δὲ προαιρέσεως ἦν, διὸ πολὺν ἔσχε τὸν μισθόν.

δʹ. Ταῦτά μοι πάντα οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τὸν νόμον τὸν θεῖον, ἵνα δείξω οὐκ ὄντα βαρὺν, οὐκ ὄντα φορτικὸν, οὐκ ὄντα ἐπίπονον οὐδὲ ἀδύνατον. Φέρε δὴ καὶ ἀπ' αὐτῶν τῶν τοῦ Χριστοῦ ῥημάτων αὐτὸ τοῦτο φανερὸν ποιήσωμεν· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Συνεῖδε καὶ ὁ Χριστὸς αὐτὸ τοῦτο, ὅτι μέλλουσι πολλοὶ τοῦ νόμου κατηγορεῖν τὴν δυσκολίαν· διὰ τοῦτο αὐτὸν οὐ γυμνὸν εἰσήνεγκεν, οὐδὲ ψιλὸν, οὐδὲ καθ' ἑαυτὸν, ἀλλὰ καὶ τοῦ παλαιοῦ ἀναμιμνήσκει νόμου, ἀπὸ τῆς συγκρίσεως καὶ τὴν εὐκολίαν καὶ τὴν αὐτοῦ φιλανθρωπίαν ἐνδεικνύμενος. Πῶς δὲ, προσέχετε. Οὐκ εἶπε γὰρ ἁπλῶς, Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ ἐνταῦθα προσέχετε μετὰ ἀκριβείας· ἀλλὰ πρότερον ἀνέμνησε τοῦ παλαιοῦ νόμου οὕτω λέγων· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἶδες τοὺς δύο νόμους, τὸν παλαιὸν καὶ τὸν καινὸν, ὃν ἔθηκε Μωϋσῆς, καὶ ὃν εἰσάγει αὐτός; μᾶλλον δὲ καὶ τοῦτον αὐτὸς ἕθηκε· καὶ γὰρ διὰ Μωϋσέως αὐτὸς ἐλάλησε. Καὶ πόθεν δῆλον ὅτι κἀκεῖνον αὐτὸς ἔθηκεν; Οὐκ ἀπὸ Ἰωάννου, οὐδὲ ἀπὸ τῶν ἀποστόλων τὴν μαρτυρίαν παρέξομαι· πρὸς γὰρ Ἰουδαίους μοι νῦν ὁ ἀγών· ἀλλ' ἀπὸ τῶν προφητῶν οἷς δοκοῦσι πιστεύειν, ἀπ' αὐτῶν ἀποδείξω, ὅτι καὶ Παλαιὰ καὶ Καινὴ νομοθέτην ἕνα ἔχει. Τί οὖν ὁ Ἱερεμίας φησί; ∆ιαθήσομαι ὑμῖν διαθήκην καινήν. Εἶδες καὶ τῆς Καινῆς τὸ ὄνομα ἐν τῇ Παλαιᾷ; εἶδες καὶ τὴν προσηγορίαν πρὸ τοσούτων διαλάμπουσαν χρόνων; ∆ιαθήσομαι ὑμῖν διαθήκην καινήν. Ἀλλὰ πόθεν δῆλον ὅτι καὶ τὴν Παλαιὰν αὐτὸς ἔδωκεν; Εἰπὼν, ὅτι ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, ἐπήγαγεν, Οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ναί· ἀλλ' οὔπω τὸ πρᾶγμα ἀπεδείξαμεν· δεῖ γὰρ ἅπαντα τὰ ἀντικρούοντα παραγαγεῖν εἰς μέσον καὶ δῆλα ποιεῖν, ἵνα πάντοθεν ὁ λόγος ἡμῖν ἐκκαθαίρηται, καὶ μηδὲ τοῖς ἀναισχυντοῦσι καταλείπηται πρόφασις. ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. ∆ιέθετο διαθήκην πρὸς τὸν Νῶε, ἡνίκα ὁ κατακλυσμὸς ἐγένετο, βουλόμενος ἡμᾶς ἀπαλλάξαι τῶν φόβων, ἵνα μὴ δὴ κατακλυσμὸν βλέποντες, καὶ ὄμβρον ὁρῶντες ἀεὶ, καὶ τὴν πανωλεθρίαν ἐκείνην προσδοκῶμεν ἔσεσθαι· διὰ τοῦτο, φησὶ, ∆ιαθήσομαι διαθήκην μετὰ σοῦ, καὶ μετὰ πάσης σαρκός. ∆ιέθετο πάλιν πρὸς τὸν Ἀβραὰμ διαθήκην τὴν τῆς περιτομῆς· διέθετο διαθήκην διὰ Μωϋσέως τὴν καὶ πᾶσι γνώριμον. Εἶπεν ὁ Ἱερεμίας· ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Εἰπὲ, ποίοις πατράσι; καὶ γὰρ ὁ Νῶε πατὴρ ἦν, καὶ ὁ Ἀβραὰμ πατὴρ ἦν· ποίοις οὖν λέγει πατράσι; τὸ γὰρ ἀδιόριστον τοῦ προσώπου σύγχυσιν ποιεῖ. Ἐνταῦθα προσέχετε· Οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ἵνα γὰρ μὴ λέγῃς ὅτι τὴν ἐπὶ Νῶε λέγει, ἵνα μὴ λέγῃς ὅτι τὴν ἐπὶ τοῦ Ἀβραὰμ λέγει, αὐτοῦ τοῦ χρόνου λοιπὸν τῶν διαθηκῶν ἐμνημόνευσεν οὕτως· εἰπὼν γὰρ, ὅτι ∆ιαθήσομαι ὑμῖν δια49.320 θήκην, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἐπήγαγε καὶ τὸν χρόνον· Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Εἶδες ὁ τοῦ καιροῦ διορισμὸς πόσην ἐποίησε τὴν σαφήνειαν; Οὐκέτι λοιπὸν οὐδὲ Ἰουδαῖος ἀντιλέγει· ἀναμνήσθητι τοῦ χρόνου, καὶ λάβε τὴν νομοθεσίαν· Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν. ∆ιὰ τί δὲ καὶ τὸν τρόπον λέγει τῆς ἐξόδου; Ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Ἵνα πατρικὴν δείξῃ φιλοστοργίαν, οὐχ ὡς δούλους ἐξήγαγεν, ἀλλ' ὡς παιδίον λαβὼν πατὴρ, οὕτως ἀπήλλαξεν, οὐκ ὄπισθεν βαδίζειν κελεύων ὥσπερ οἰκέτην, ἀλλ' ὡς υἱὸν εὐγενῆ καὶ ἐλεύθερον, τῆς δεξιᾶς λαβόμενος, οὕτως ἐξήγαγεν. Εἶδες δύο διαθηκῶν ἕνα νομοθέτην; Οὐκοῦν λοιπὸν ἐπειδὴ τῶν ἀγώνων ἀπηλλάγημεν, καὶ ἀπὸ τῆς Καινῆς δείξω σοι τοῦτο, ἵνα εἰδῇς τὴν συμφωνίαν τῶν διαθηκῶν. Εἶδες τὴν προφητείαν διὰ τῶν ῥημάτων; μάθε τὴν προφητείαν καὶ διὰ τῶν τύπων, εἰ καὶ διὰ τοῦτο πάλιν ἀσαφές ἐστιν, τί ποτέ ἐστι διὰ τύπου προφητεία, καὶ τί ποτέ ἐστι διὰ λόγου προφητεία· οὐκοῦν ἐν βραχεῖ καὶ τοῦτο ποιήσω σαφές. Ἡ προφητεία ἡ διὰ τοῦ τύπου ἡ διὰ πραγμάτων ἐστὶ προφητεία, ἡ δὲ ἄλλη προφητεία ἡ διὰ τῶν ῥημάτων ἐστὶ προφητεία· τοὺς μὲν γὰρ συνετωτέρους διὰ τῶν λόγων ἔπειθε, τοὺς δὲ ἀναισθητοτέρους καὶ διὰ τῆς τῶν πραγμάτων ὄψεως ἐπληροφόρει. Ἐπειδὴ γὰρ πρᾶγμα ἕμελλεν ἐκβήσεσθαι μέγα, καὶ ὁ Θεὸς σάρκα ἔμελλεν ἀναλαμβάνειν· ἐπειδὴ ἡ γῆ οὐρανὸς ἔμελλεν ἔσεσθαι, καὶ ἡ ἡμετέρα φύσις πρὸς τὴν τῶν ἀγγέλων εὐγένειαν ἀνάγεσθαι· ἐπειδὴ ὑπερέβαινεν ἐλπίδα καὶ προσδοκίαν ὁ λόγος τῶν μελλόντων ἐκβήσεσθαι ἀγαθῶν, ἵνα μὴ τὸ καινὸν καὶ παράδοξον ἀθρόως φανὲν θορυβήσῃ τοὺς τότε ὁρῶντας, καὶ ἀκούοντας, ἄνωθεν προετύπωσε διὰ πραγμάτων καὶ διὰ ῥημάτων ἐθίζων ἡμῶν τὴν ἀκοὴν καὶ τὴν ὄψιν, καὶ τὸ μέλλον ἐκβήσεσθαι παρασκευάζων. Τοῦτο δὲ ἦν ὅπερ ἐλέγομεν, τί ἐστιν ἡ διὰ τύπου προφητεία, καὶ τί ἐστιν ἡ διὰ λόγου προφητεία· ἡ μὲν διὰ πραγμάτων, ἡ δὲ διὰ ῥημάτων. Εἴπω σοι διὰ πράγματος προφητείαν καὶ διὰ ῥήματος εἰς αὐτόν; Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτόν. Τοῦτο διὰ ῥήματος προφητεία. Ὅτε γὰρ τὸν Ἰσαὰκ ἀνήνεγκεν ὁ Ἀβραὰμ,τότε πρόβατον ἰδὼν ἐκκρεμάμενον ἐκ τῶν κεράτων, πρὸς τὴν θυσίαν ἤγαγεν ἔργῳ, καθάπερ ἐν τύπῳ προαναφωνῶν ἡμῖν τὸ σωτήριον πάθος.

εʹ. Ὅπερ οὖν ἔλεγον, βούλει σοι δείξω τὰς δύο διαθήκας ταύτας διὰ τῶν ἔργων; Ὥσπερ εἶδες τὸ πρόβατον ἐν τῷ ῥήματι, μάνθανε καὶ ἐν τῷ πράγματι. Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι. Καλῶς εἶπε, Θέλοντες εἶναι· οὐ γὰρ ἦσαν· εἰ γὰρ ἦσαν ὑπὸ νόμον, οὐκ ἂν ἦσαν ὑπὸ νόμον. Τάχα αἴνιγμά ἐστι τὸ λεγόμενον. Ὁ γὰρ νόμος τῷ Χριστῷ παρέπεμπε τοὺς προσέχοντας· ὁ τὸν διδάσκαλον ἀτιμάζων, ἀγνοεῖ καὶ τὸν παιδαγωγόν. ∆ιὸ, φησὶ, Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε, ὅτι ὁ Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας, ἅτινά ἐστιν ἀλληγορούμενα. Εἶδες διὰ τοῦ 49.321 πράγματος προφητείαν; Τὸ γὰρ γυναῖκας ἔχειν οὐ ῥῆμα, ἀλλὰ πρᾶγμα· καὶ δούλην καὶ ἐλευθέραν ἔδειξά σοι διὰ τῶν ῥημάτων, ὅτι δύο διαθηκῶν εἷς ἐστι νομοθέτης· μάνθανε καὶ διὰ τῶν τύπων τὸ αὐτὸ τοῦτο. Ἀβραὰμ δύο γυναῖκας ἔσχεν· αὗται δέ εἰσι δύο διαθῆκαι, καὶ εἷς νομοθέτης· ὥσπερ ἐκεῖ πρόβατον καὶ πρόβατον, τὸ μὲν ἐν ῥήματι, τὸ δὲ ἐν πράγματι, πολλὴ δὲ καὶ τῶν ἔργων καὶ τῶν λόγων ἡ συμφωνία· οὕτω καὶ ἐνταῦθα διαθῆκαι δύο, καὶ ταύτας ὁ μὲν Ἱερεμίας διὰ ῥήματος προεῖπεν, ὁ δὲ Ἀβραὰμ διὰ τῶν ἔργων ἐτύπωσεν ἐν τῷ δύο γυναῖκας ἔχειν. Ὥσπερ γὰρ εἷς ἀνὴρ καὶ δύο γυναῖκες, οὕτως εἷς νομοθέτης καὶ δύο διαθῆκαι. Ἀλλ' ὅπερ ἔλεγον, καὶ δι' ὃ πάντα ταῦτα κεκίνηται· οὐδὲ γὰρ χρὴ τῆς ὑποθέσεως ἐκπεσεῖν· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ναί· ἀλλὰ, δι' ὃ ταῦτα πάντα ἐκινήσαμεν, τίνος ἕνεκεν αὐτοῖς παλαιὸν ἀναγινώσκει νόμον; λέγει γὰρ αὐτοῖς· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Συνεῖδεν ὅτι δύσκολόν ἐστι τὸ ἐπίταγμα, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων. Πολλὰ γὰρ καὶ φύσει εὔκολα ὄντα δυσκατόρθωτα γίνεται, ὅταν ῥᾳθυμῶμεν· ὥσπερ οὖν καὶ δύσκολα ὄντα, κοῦφα καὶ ῥᾷστα γίνεται σπουδαζόντων ἡμῶν. Οὐ γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων ἡ δυσκολία, ἀλλ' ἐν τῇ προαιρέσει τῶν μετιόντων. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς δῆλον ἐντεῦθεν· τὸ μέλι φύσιν ἔχει γλυκεῖαν καὶ ἡδίστην, ἀλλὰ τοῖς νοσοῦσι καὶ πικρόν ἐστι καὶ ἀηδὲς, ἀλλ' οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀῤῥωστίαν ἐκείνων· οὕτω καὶ ὁ νόμος ἂν δοκῇ φορτικὸς εἶναι, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν. Οὐ πολύς μοι πόνος δεῖξαι εὔκολον ὄντα, ἵνα κατορθωθῇ· τὸ γὰρ δύσκολον αὐτὸν ποιοῦν τὸ ἕτερον ἦν εἰπεῖν. Νῦν μὲν γὰρ λέγει, Φύγε τὴν ὄψιν τῆς γυναικὸς, ἀπόστηθι τῆς ἀσελγείας· τὸ δὲ χαλεπὸν τὸ ἐναντίον ἦν εἰπεῖν· Καταμάνθανε τὰς γυναῖκας, περιεργάζου τὰ κάλλη τὰ ἀλλότρια, καὶ οὕτω τῆς ἐπιθυμίας κράτει. Τοῦτο δὴ δύσκολον ἦν· τὸ δὲ εἰπεῖν αὐτὸν, Φύγε τὴν κάμινον, ἀπόστηθι τοῦ πυρὸς, μὴ προσεγγίσῃς τῇ φλογὶ, ἵνα μείνῃς ἀσινὴς, πολλὴν ἔχει τὴν εὐκολίαν· κατὰ φύσιν γάρ ἐστι τὸ ἐπίταγμα. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Τίνος οὖν ἕνεκεν ἡμᾶς ὑπομιμνήσκει τοῦ παλαιοῦ νόμου, ἕτερον μέλλων εἰσάγειν; Ἵνα ἀπὸ τῆς συγκρίσεως μάθῃς, ὅτι οὐκ ἔστι μάχη τούτου κἀκείνου· ὅταν γὰρ σύγκρισις ᾖ, τότε φανερωτέρα ἡ κρίσις γίνεται. Ἐπειδὴ γὰρ ἔμελλον ἐγκαλεῖν τινες, ὅτι ἀντινομοθετῶν ταῦτα λέγει· Ἰδοὺ, φησὶν, ἑκατέρους παράλληλα τίθεμαι τοὺς νόμους· δοκίμασον καὶ μάθε τὴν συμφωνίαν· οὐ τούτου δὲ μόνον, ἀλλ' ἵνα δείξῃ καὶ εὔκολον ὄντα, καὶ εὐκαίρως εἰσαγόμενον. ∆ιὰ τοῦτό φησιν, Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· τοσοῦτον χρόνον ἐμελετήσατε τὸν παλαιὸν νόμον. Ὥσπερ διδάσκαλος πρὸς παιδίον λέγων ὀκνηρὸν τοῖς πάλαι βουλόμενον ἐνδιατρίβειν ἔτι μαθήμασιν, ἐπὶ τὰ ὑψηλότερα ἀναγαγεῖν θέλων λέγει, Ἐννόησον πόσον χρόνον τὸ μάθημα τοῦτο κατέσχες· οὕτω καὶ ὁ Χριστὸς ἀναμιμνήσκων, ὅτι πολὺν χρόνον ἐμελέτησαν, καὶ κατέσχον τὸν παλαιὸν νόμον, καὶ καιρὸς λοιπὸν πρὸς τὸν ὑψηλότερον ἀνελθεῖν, εἰς τήν ποτε αὐτοὺς νομοθεσίαν τῶν πατέρων ἀνήγαγε λέγων, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Ἐκεῖνο τοῖς ἀρχαίοις ἐῤῥέθη, Ἐγὼ δὲ λέγω ὑμῖν. Εἰ μὲν γὰρ τοῖς ἀρχαίοις ἔλεγεν, εἰκότως ἤσχαλλες, ὅτε ἀτελέστερον ὑμῶν ἡ φύσις διέκειτο· ὅτε δὲ ἐπέδωκεν ἡ φύσις, ὅτε τελειοτέρα γέγονε, καὶ διδαγμάτων τελειοτέρων λοιπὸν καιρός. ∆ιὰ τοῦτο καὶ ἀρχόμενος τῆς νομοθεσίας, ἵνα μή τις τὴν ἐπίτασιν ὁρῶν τῆς φιλοσοφίας ὀκνῇ καὶ ἀναδύηται, φησὶν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πλείονά με ἀπαιτεῖς τὸν πόνον; διὰ τί; οὐχὶ τῆς αὐτῆς κοινωνῶ φύσεως ἐκείνοις, οὐχὶ ἄνθρωπός εἰμι καθάπερ ἐκεῖνοι; Ἵνα μὴ ταῦτα λέγωσι, τίνος ἕνεκεν ἐπέτεινεν ἡμῖν τοὺς πόνους; τίνος ἕνεκεν μείζονα ἔθηκε τὰ σκάμματα; προανεῖλε τὴν ἀντίθεσιν εἰπὼν τὴν βασιλείαν τῶν οὐρανῶν· Μείζονα, φησὶ, φέρω τὰ ἔπαθλα· εἰπὼν τοὺς πόνους, εἰπὼν τοὺς ἀγῶνας, εἰπὼν τὴν ἐπίτασιν τῆς νομοθεσίας, ἐμνημόνευσε καὶ τῶν ἐπάθλων. Οὐ γὰρ τὴν Παλαιστίνην ὑμῖν δέδωκα, φησὶν, οὐδὲ τὴν γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀλλ' αὐτὸν ὑμῖν κομίζω τὸν οὐρανόν. Οὐκ ἐν τῷ μισθῷ δὲ τῶν κατορθωμάτων πλεονεκτοῦμεν μόνον, ἀλλὰ καὶ ἐν παραβάσει τῶν ἁμαρτημάτων μείζονα τὴν κόλασιν ὑπομένομεν. Ὥσπερ γὰρ οἱ πρὸ τοῦ νόμου πραοτέραν διδόασι τιμωρίαν τῶν ἐν τῷ νόμῳ· Ὅσοι γὰρ, φησὶν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, τουτέστιν, οὐκ ἔχουσι τὸν νόμον κατήγορον, ἀλλ' ἀπὸ τῆς φύσεως αὐτῆς οἴσω τὴν ψῆφον, φησὶ, μεταξὺ τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων· οὕτω τῶν ἐν τῷ νόμῳ πταισάντων οἱ ἐπὶ τῆς χάριτος ἁμαρτάνοντες ἀφορητοτέραν ὑποστήσονται τὴν κόλασιν. Καὶ τούτων τὴν διαφορὰν οὕτως ἔδειξεν ὁ Παῦλος εἰπὼν, Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Ὁρᾷς ἐπὶ τῆς χάριτος μείζονα τὴν τιμωρίαν, ὥσπερ οὖν καὶ τὰ ἔπαθλα μείζονα; Ἀλλ' ἐπειδὴ τῶν μυστηρίων ὑμᾶς ἀνέμνησα τῶν φρικωδεστάτων καὶ πνευματικῶν, παρακαλῶ καὶ ἀντιβολῶ καὶ δέομαι καὶ μετὰ πάσης ἀξιῶ σπουδῆς, ὥστε πᾶσαν ἁμαρτίαν ἀποθεμένους οὕτω προσιέναι τῇ φρικτῇ ταύτῃ τραπέζῃ. Εἰρήνην γὰρ, φησὶ, διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὁ δὲ τὸν Κύριον οὐκ ὢν ἄξιος ἰδεῖν, οὐδὲ τῆς κοινωνίας ἄξιός ἐστι τοῦ σώματος τοῦ δεσποτικοῦ. ∆ιὰ τοῦτό φησιν ὁ Παῦλος, Ἕκαστος δὲ δοκιμαζέτω ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Οὐκ ἀπεκάλυψε τὸ ἕλκος, οὐκ εἰς κοινὸν θέατρον ἤγαγε τὴν κατηγορίαν, οὐ περιέστησε μάρτυρας τῶν πλημμελημάτων· ἔνδον ἐν τῷ συνειδότι, μηδενὸς παρόντος πλὴν τοῦ τὰ πάντα ὁρῶντος Θεοῦ, ποιοῦ τὴν κρίσιν, καὶ τῶν ἡμαρτημένων τὴν ἐξέτασιν, καὶ πάντα τὸν βίον ἀναλογιζόμενος ὑπὸ τοῦ νοῦ τὸ κριτήριον ἄγε τὰ ἁμαρτήματα· διόρθου τὰ πλημμελήματα, καὶ οὕτω μετὰ καθαροῦ τοῦ συνειδότος τῆς ἱερᾶς ἅπτου τραπέζης, καὶ τῆς ἁγίας μέτεχε θυσίας. Ταῦτα 49.323 ἔχοντες ἐν νῷ, καὶ τῶν περὶ ἀκολασίας ἡμῖν εἰρημένων μεμνημένοι, καὶ ὅση κεῖται τιμωρία τοῖς ἁπλῶς καὶ ἀκολάστως ὁρῶσι τὰς τῶν γυναικῶν ὄψεις, καὶ πρὸ τῆς γεέννης τοῦ Θεοῦ τὸν φόβον καὶ τὴν ἀγάπην πρὸ ὀφθαλμῶν ἔχοντες, πανταχόθεν ἑαυτοὺς καθαίροντες, οὕτω καὶ προσίωμεν τοῖς ἱεροῖς μυστηρίοις, ἵνα μὴ εἰς κρῖμα 49.324 καὶ κατάκριμα, ἀλλ' εἰς σωτηρίαν καὶ ὑγίειαν ψυχῆς, εἰς παῤῥησίαν διηνεκῆ τῆς σωτηρίας ταύτης ἀπολάβωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς εἰς σωτηρίαν καὶ βραδὺς εἰς τιμωρίαν· ἐν ᾧ καὶ περὶ τῆς Ῥαὰθ παράδοξος ἱστορία. Ὁμιλία ζʹ.

αʹ. Πάντοτε μὲν ὁ θεῖος Ἀπόστολος θείᾳ καὶ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ μετὰ πολλῆς ἐπιστήμης τὸν εὐαγγελικὸν ὑφαίνει λόγον· οὐκ ἐξ οἰκείας γνώμης ἁπλῶς φθεγγόμενος, ἀλλ' ἐκ τῆς βασιλικῆς αὐτοῦ αὐθεντίας προφέρων τὰ δόγματα· ἐξαιρέτως δὲ ταύτῃ κέχρηται τῇ ἐπιστήμῃ, ὅταν τὸν τῆς μετανοίας εἰσάγῃ λόγον τοῖς ἁμαρτάνουσι· περὶ δὲ αὐτοῦ τοῦ κεφαλαίου πάντας ὑμᾶς ὑπομνήσω. Ἠκούσατε τοίνυν, ἵνα ἐκ μέρους ἅψωμαι τῶν εἰρημένων, ὡς ἀρτίως διαλεγόμενος τοῖς Κορινθίοις ἔλεγεν ὁ γενναῖος ἐκεῖνος καὶ θαυμάσιος ἀνήρ· Μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. Ἄνθρωπος μὲν ἦν τῇ φύσει ὁ μέγας οὗτος διδάσκαλος, Θεοῦ δ' ὑπηρέτης τὴν πρόθεσιν· διὰ τοῦτο ὥσπερ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ ὡς ἐξ αὐτῶν τῶν οὐρανῶν φθεγγόμενος, οὕτω καὶ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖ, καὶ τοῖς μετανοοῦσιν ἱλασμὸν ἐπαγγέλλεται. Ὅταν δὲ ταῦτα εἴπω, οὐ τῇ Παύλου γλώττῃ τὴν αὐθεντίαν ἐπιγράφω, ἀλλ' ἐπὶ τὴν τοῦ Θεοῦ χάριν τὸ πᾶν ἀναφέρω, περὶ οὗ νῦν αὐτὸς ἔλεγεν· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Ὑποτίθεται τοίνυν τοῖς ἁμαρτάνουσι φάρμακον εὐεργεσίας, καὶ μετάνοιαν εἰς σωτηρίαν. Συνέδραμε δὲ σήμερον τῇ ἀποστολικῇ ἀναγνώσει καὶ ἡ εὐαγγελικὴ τοῦ Σωτῆρος αὐθεντία, ἁμαρτιῶν ἄφεσιν ἀφθόνως χαριζομένη. Τὸν γὰρ παραλυτικὸν ὁ Σωτὴρ ἰώμενος ἔλεγεν, ὡς ἀρτίως ἀκηκόατε· Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου αἱ πολλαί· ἄφεσις δὲ ἁμαρτιῶν πηγὴ σωτηρίας καὶ ἔπαθλον μετανοίας· ἰατρεῖον γάρ ἐστιν ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ μετάνοια· δῶρόν ἐστιν οὐράνιον, δύναμις θαυμαστὴ, χάριτι νικῶσα τὴν τῶν νόμων ἀκολουθίαν. ∆ιὰ τοῦτο οὐ πόρνον ἀποσείεται, οὐ μοιχὸν ἀποσοβεῖ, οὐ μέθυσον ἀποστρέφεται, οὐκ εἰδωλολάτρην βδελύσσεται, οὐ λοίδορον ἀπελαύνει, οὐ βλάσφημον ἀποδιώκει, οὐκ ἀλαζόνα, ἀλλὰ πάντας μεταποιεῖ· χωνευτήριον γάρ ἐστι τῆς ἁμαρτίας ἡ μετάνοια. Ἀναγκαῖον δὲ πρῶτον γνωρίσαι τοῦ Θεοῦ τὸν σκοπὸν, οὐκ ἐξ ἡμετέρων ἐννοιῶν ἐπιβάλλοντας ταύτῃ τῇ θεωρίᾳ, ἀλλ' ἐξ αὐτῶν τῶν θείων Γραφῶν μεμαρτυρημένην ἀποδεικνύντας τὴν ἀλήθειαν. Σκοπὸς τῷ Θεῷ μακροθυμεῖν τοῖς ἁμαρτάνουσι διπλοῦς ἐστιν εἰς σωτηρίαν ἵλεως· μνηστευόμενος αὐτοῖς τὴν ἐκ μετανοίας σωτηρίαν, καὶ τοῖς ἐξ αὐτῶν ἀπογόνοις τοῖς εἰς ἀρετὴν ἐπιδιδόναι μέλλουσι ταμιευόμενος τὴν 49.324.10 εὐεργεσίαν. Καὶ ἵνα πάλιν ἀναλάβω τὸν λόγον, ὁ Θεὸς μακροθυμεῖ, ἵνα καὶ ὁ ἁμαρτάνων μετανοήσῃ, καὶ τοῖς ἐξ αὐτοῦ τικτομένοις μὴ ἀποκλείσῃ τὴν σωτηρίαν. Κἂν γὰρ αὐτὸς ὁ ἁμαρτάνων ἀμετανόητα πταίῃ, φείδεται πολλάκις τῆς ῥίζης, ἵνα φυλάξῃ τοὺς καρπούς· πολλάκις μὲν οὖν καὶ αὐτὴν μεταβάλλει τὴν ῥίζαν, ὡς ἔφθην εἰπών· ἀλλ' ἐπειδὰν εἰς παντελῆ κακίαν ἐκείνη πέσῃ, ὁ Θεὸς ὑπερτίθεται χρησίμως τὴν τιμωρίαν, ἀναμένων τῶν μετανοούντων τὴν σωτηρίαν· καὶ ὅπως, ἄκουε. Θάῤῥα ὁ πατὴρ Ἀβραὰμ εἰδώλων ἦν προσκυνητὴς, ἀλλ' οὐ δέδωκεν ἐνταῦθα τῆς ἀσεβείας τὴν δίκην· καὶ εἰκότως. Εἰ γὰρ προλαβὼν ὁ Θεὸς ἀπέτεμε τὴν ῥίζαν, πόθεν ὁ τοσοῦτος καρπὸς τῆς πίστεως ἀνεδίδοτο; Τί τοῦ Ἡσαῦ μοχθηρότερον; Σκόπει μοι καὶ ἑτέρας φιλανθρωπίας ὑπόθεσιν. Τί τῆς κακίας ἐκείνης ἀναιδέστερον; οὐ πόρνος καὶ βέβηλος, ὥς φησιν ὁ Ἀπόστολος; οὐ μητρολοίας καὶ πατρολοίας; οὐκ ἀδελφοῦ φονεὺς ὅσον εἰς πρόθεσιν; οὐχ ὑπὸ τοῦ Θεοῦ μισούμενος; ἡ Γραφὴ μαρτυρεῖ λέγουσα· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Εἰ τοίνυν πόρνος καὶ ἀδελφοκτόνος καὶ βέβηλος καὶ μεμισημένος, διὰ τί μὴ ἀφανίζεται; διὰ τί μὴ ἐκκόπτεται; διὰ τί παραχρῆμα τὴν προσήκουσαν τιμωρίαν οὐ δέχεται; ∆ιὰ τί; καλὸν ὡς ἀληθῶς καὶ τὴν αἰτίαν εἰπεῖν. Εἰ ἐξεκόπη, μέγιστον καρπὸν δικαιοσύνης ὁ κόσμος ἀπώλεσεν ἄν· καὶ ὁποῖον, ἄκουε. Ἡσαῦ ἐγέννησε τὸν Ῥαγουὴλ, Ῥαγουὴλ τὸν Ζαρὰ, Ζαρὰ τὸν Ἰώβ. Ὁρᾷς πηλίκονὑπομονῆς ἄνθος ἠφανίζετο, εἰ προλαβὼν ὁ Θεὸς δίκην ἀπῄτησε τὴν ῥίζαν;

βʹ. Καθ' ὅλων οὖν τῶν πραγμάτων ταύτην ἐκλάμβανε τὴν θεωρίαν. ∆ιὰ τοῦτο μακροθυμεῖ τοῖς Αἰγυπτίοις ἀνύποιστα βλασφημοῦσι, διὰ τὰς νῦν ἀνθούσας Ἐκκλησίας ἐν Αἰγύπτῳ, διὰ τὰ μοναστήρια καὶ τοὺς ἀγγελικὸν ἐπανῃρημένους βίον. Καὶ γὰρ, ὥς φασιν οἱ τῶν νόμων τῶν κοινῶν ἔμπειροι, καὶ ὡς οἱ Ῥωμαίων παρακελεύονται νόμοι, τὴν κυοφοροῦσαν, εἴ ποτε περιπέσοι πταίσματι θανάτου δίκην ἐπάγοντι, μὴ πρότερον ἀναιρεῖσθαι, πρὶν ἂν τέκῃ τὸ κυοφορούμενον· καὶ μάλα εἰκότως· οὐ γὰρ ἐδικαίωσαν οἱ καλῶς τεθεικότες τοὺς νόμους συναφανισθῆναι τὸ ἀναμάρτητον τῇ ἁμαρτησάσῃ. Εἰ δὲ οἱ ἀνθρώπινοι νόμοι φείδονται τῶν μηδὲν ἡμαρτηκότων, ὁ Θεὸς οὐ πολλῷ μᾶλλον εἰκότως φυλάξει τὴν ῥίζαν, τοῖς καρποῖς ταμιευόμενος τὴν ἐκ τῆς μετανοίας εὐεργεσίαν; Λάβε μοι λοιπὸν καὶ ἐπ' αὐτῶν τῶν ἁμαρτανόντων τὴν ἐκ μετανοίας εὐεργεσίαν· καὶ γὰρ καὶ ἐπὶ 49.325 τούτων ὁ αὐτὸς τῆς φιλανθρωπίας ἀποδίδοται λόγος. Εἰ προελάμβανεν ἡ δίκη τὴν διόρθωσιν, ὁ κόσμος παντελῶς ἀπώλλυτο καὶ διεφθείρετο· εἰ ὀξὺς ἦν πρὸς τιμωρίαν ὁ Θεὸς, οὐκ ἂν ἐκτήσατο Παῦλον ἡ Ἐκκλησία, οὐκ ἐδέχετο τὸν τοιοῦτον καὶ τηλικοῦτον. ∆ιὰ τοῦτο οὖν ὑπερέθετο βλασφημοῦντα, ἵνα δείξῃ μετανοοῦντα. Ἡ τοῦ Θεοῦ μακροθυμία τὸν διώκτην ἐποίησε κήρυκα· ἡ τοῦ Θεοῦ μακροθυμία τὸν λύκον μετέβαλεν εἰς ποιμένα· ἡ τοῦ Θεοῦ μακροθυμία τὸν τελώνην ἐποίησεν εὐαγγελιστήν· ἡ τοῦ Θεοῦ μακροθυμία πάντας ἡμᾶς ἠλέησε, πάντας μετέβαλε, πάντας μετέστρεψεν. Ἐὰν ἴδῃς τόν ποτε μέθυσον, νηστευτὴν, ἐὰν ἴδῃς τόν ποτε βλάσφημον, θεολόγον, ἐὰν ἴδῃς τόν ποτε αἰσχραῖς ᾠδαῖς τὸ στόμα μολύναντα, νῦν τοῖς θείοις ὕμνοις τὴν ψυχὴν καθαίροντα, θαύμαζε τὴν μακροθυμίαν τοῦ Θεοῦ, καὶ ἐπαίνει τὴν μετάνοιαν, καὶ ἐκ τῆς ἀλλοιώσεως λέγε ἀναλαβών· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἀγαθὸς μὲν ὁ Θεὸς πρὸς πάντας, ἐξαιρέτως δὲ τὴν ἑαυτοῦ μακροθυμίαν ἐνδείκνυται πρὸς τοὺς ἁμαρτάνοντας. Καὶ εἰ βούλει ξένον ἐπακοῦσαι λόγον, ξένον μὲν ὅσον εἰς συνήθειαν, ἀληθινὸν δὲ ὅσον εἰς εὐσέβειαν, ἄκουσον. Βαρὺς ὁ Θεὸς πανταχοῦ φαίνεται τοῖς δικαίοις, χρηστὸς δὲ τοῖς ἁμαρτωλοῖς, καὶ ταχὺς εἰς φιλανθρωπίαν· τὸν ἁμαρτάνοντα καὶ πεσόντα διανίστησι, καί φησι πρὸς αὐτόν· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ Ἱνατί ἀπέστρεψεν ἀποστροφὴν ἀναιδῆ ἡ ἀσύνετος θυγάτηρ Ἰούδα; καὶ πάλιν· Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς. Καὶ ἑτέρωθι δὲ ὅρκῳ βεβαιοῖ τὴν ἐκ μετανοίας σωτηρίαν διὰ πολλὴν φιλανθρωπίαν. Ζῶ γὰρ ἐγὼ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Πρὸς δὲ τὸν δίκαιον λέγει· Ἐὰν ποιήσῃ ἄνθρωπος πᾶσαν δικαιοσύνην καὶ πᾶσαν ἀλήθειαν, καὶ στραφεὶς ἁμάρτῃ, οὐ μὴ μνησθῶ τῆς δικαιοσύνης αὐτοῦ, ἀλλ' ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. Ὢ πολλῆς ἀκριβείας τῆς πρὸς τὸν δίκαιον! ὢ πολλῆς δαψιλείας τῆς πρὸς τὸν ἁμαρτάνοντα! Οὕτω δὲ ποικίλως καὶ διαφόρως μηχανᾶται, οὐκ αὐτὸς μεταβαλλόμενος, ἀλλὰ χρησίμως μερίζων τῆς ἀγαθότητος αὐτοῦ τὰς οἰκονομίας· καὶ ὅπως, ἄκουε. Τὸν ἁμαρτωλὸν καὶ ἐμμένοντα ταῖς ἁμαρτίαις, ἐὰν φοβήσῃ, εἰς ἀπόγνωσιν αὐτὸν καὶ ἀπαγόρευσιν τῆς ἐλπίδος φέρει· τὸν δὲ δίκαιον ἐὰν μακαρίσῃ, χαυνοῖ τῆς ἀρετῆς αὐτοῦ τὸν τόνον, καὶ ὡς ἤδη μακαρισθέντα, ἀμελεῖν αὐτὸν τῆς σπουδῆς παρασκευάζει. ∆ιὰ τοῦτο τὸν μὲν ἁμαρτωλὸν ἐλεεῖ, τὸν δὲ δίκαιον φοβεῖ· Φοβερὸς γὰρ ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ· καὶ, Χρηστὸς Κύριος τοῖς σύμπασι. Φοβερὸς, φησὶν, ἐστὶν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ· καὶ τίνες ἂν εἶεν, ἀλλ' ἢ οἱ ἅγιοι; Ὁ Θεὸς γὰρ, φησὶν ὁ ∆αυῒδ, ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. Ἐὰν ἴδῃ πεσόντα, ἐκτείνει χεῖρα φιλανθρωπίας· ἐὰν ἴδῃ ἑστῶτα, ἐπάγει φόβον· καὶ τοῦτο δικαιοσύνης καὶ δικαιοκρισίας. Τὸν μὲν γὰρ δίκαιον τῷ φόβῳ στηρίζει, τὸν δὲ ἁμαρτωλὸν τῇ φιλανθρωπίᾳ διεγείρει. Καὶ θέλεις αὐτοῦ γνῶναι τὴν εὔκαιρον ἀγαθότητα καὶ τὴν εὔχρηστον καὶ ἁρμόζουσαν ἡμῖν ἀποτομίαν; Πρόσεχε ἀκριβῶς, μή σε διαφύγῃ τῆς θεωρίας τὸ μέγεθος· ἡ ἁμαρτωλὸς ἐκείνη γυ49.326 νὴ ἡ μεμαρτυρημένη ἐπὶ πάσῃ ἁμαρτίᾳ καὶ ἀνομίᾳ, ἡ τοσαῦτα ἁμαρτήσασα, καὶ τοσούτοις ἁμαρτιῶν ἔργοις ἐνεχομένη, διψήσασα τὴν ἐκ μετανοίας σωτηρίαν ὑπεισῆλθε τῷ συμποσίῳ τῶν ἁγίων· καλῶ δὲ συμπόσιον ἁγίων, ἐπειδὴ παρῆν ὁ Ἅγιος τῶν ἁγίων. Τοῦ γὰρ Σωτῆρος κατακεκλιμένου ἐν τῷ οἴκῳ Σίμωνος τοῦ Φαρισαίου, ὑπεισῆλθεν ἡ γυνὴ ἡ ἁμαρτωλὸς ἐκείνη, καὶ τῶν ποδῶν ἥπτετο τοῦ Σωτῆρος, καὶ τοῖς δάκρυσιν ἀπέπλυνεν αὐτοῦ τοὺς πόδας, καὶ ταῖς θριξὶν ἐξέματτε· καὶ τὴν τοσούτοις κεχωσμένην ἁμαρτήμασι διανίστησιν ὁ φιλάνθρωπος, λέγων· Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι. Οὐ γὰρ πρόκειταί μοι νῦν ἐξετάσαι πᾶσαν τὴν ἱστορίαν, ἀλλὰ μόνην παραγαγεῖν τὴν μαρτυρίαν. Ὅρα τοίνυν τὴν δαψίλειαν· Οὗ χάριν λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαὶ, ὅτι πολὺ ἠγάπησε. Τοσούτων οὖν ἁμαρτημάτων ἀμνηστίαν ἐκομίσατο ἡ ἁμαρτωλὸς γυνή. Καὶ Μαρία δὲ, ἡ ἀδελφὴ Μωϋσέως, διὰ μικρὸν γογγυσμὸν λέπρᾳ καταδικάζεται. Τοῖς ἁμαρτάνουσι λέγει· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ· καὶ μεταβάλλει τὸ σκότος εἰς φῶς, τῇ μεταβολῇ τῆς μετανοίας, καὶ τοσαύτην κακῶν ἀφθονίαν διαλύει τῇ φωνῇ τῆς ἀγαθότητος· πρὸς δὲ τὸν ἐν δικαιοσύνῃ βαδίζοντά φησιν· Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχός ἐστι τῇ γεέννῃ τοῦ πυρός. Ἑνὶ ῥήματι τοσαύτην ἐπέθηκεν ἀκρίβειαν, καὶ τοσούτοις ἁμαρτήμασι τοσαύτην μετρεῖ τὴν ἀφθονίαν. Καὶ ἕτερόν μοι σκόπησον θαυμαστόν. Ἐπειδὴ τὰ ἁμαρτήματα ὡς ὀφλήματα ἀναγράφεται, τοῖς μὲν ἁμαρτωλοῖς καὶ τὸ κεφάλαιον συγχωρεῖ μετανοοῦσι· παρὰ δὲ τῶν δικαίων καὶ τόκους ἀπαιτεῖ. Προσῆλθεν αὐτῷ χρεωφειλέτης πολλῶν ταλάντων, καὶ ὡς τῇ μετανοίᾳ καὶ τῇ πολλῇ ἱκεσίᾳ ἐδυσώπησε τὴν δίκην, καὶ εἶπε· Κύριε, μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα ἀποδώσω. Οὐκ ἀνέμεινε τὴν ἀπόδοσιν ὁ φιλάνθρωπος, ἀλλὰ τὴν ἐξομολόγησιν λύσιν ἐποίησε τοῦ ὀφλήματος· τῷ ὀφειλέτῃ τῶν μυρίων ταλάντων πάντα συνεχώρησε καὶ αὐτὸ τὸ κεφάλαιον. Παρὰ δὲ τῶν δικαίων ἐπαγγέλλεται καὶ τόκους ἀπαιτεῖν· ∆ιὰ τί γὰρ οὐκ ἐδώκατε τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν σὺν τόκοις ἀπῄτησα; Ταῦτα λέγω, οὐχ ὡς τοῦ Θεοῦ πρὸς τοὺς δικαίους ἀπεχθῶς διακειμένου· οὐδὲν γὰρ τῷ Θεῷ τοῦ δικαίου ποθεινότερον· ἀλλ', ὡς ἔφθην εἰπὼν, παραμυθεῖται τὸν ἁμαρτωλὸν, ἵνα διεγείρῃ· φοβεῖ καὶ τὸν δίκαιον, ἵνα στηρίξῃ· καὶ τοῖς μὲν τὰ πολλὰ συγχωρεῖ πλημμελήματα ὡς ἐχθροῖς καὶ πεφυσιωμένοις, τοῖς δὲ καὶ περὶ τῶν τυχόντων ἀκριβολογεῖται, μηδὲν αὐτοῖς ἐλλιπὲς εἶναι βουλόμενος εἰς ἀκρότητα. Ὃ γάρ ἐστιν ἐν τῷ κόσμῳ τούτῳ πλούσιος, τοῦτο τῷ Θεῷ δίκαιος· καὶ ὅ ἐστιν ἐν τῷ κόσμῳ πένης, τοῦτο τῷ Θεῷ ἁμαρτωλός· οὐδὲν πτωχότερον τοῦ ἁμαρτάνοντος, καὶ οὐδὲν πλουσιώτερον τοῦ δικαιοπραγοῦντος. ∆ιὰ τοῦτο περὶ μὲν τῶν ἐν εὐσεβείᾳ καὶ εὐθηνίᾳ διαγόντων φησὶν ὁ Παῦλος· Εὐχαριστῶ τῷ Θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Περὶ δὲ τῶν ἀσεβούντων ὁ μακάριος Ἱερεμίας λέγει· Ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐκ ἠδύναντο ἀκούειν λόγον Κυρίου. Ὁρᾷς ὅπως πτωχοὺς καλεῖ τοὺς ἀπεσχοινισμένους τῆς εὐσεβείας, Ὡς πτωχοὺς τοίνυν τοὺς ἁμαρτάνοντας ἐλεεῖ, καὶ ὡς πλουσίους τοὺς δικαιοπραγοῦντας ἀπαιτεῖ, τοῖς μὲν διὰ τὴν πενίαν χαριζόμενος, τοῖς δὲ διὰ τὸν τῆς εὐσεβείας πλοῦτον μετὰ πολλῆς ἀκριβείας τοὺς λόγους εἰσπραττόμενος. Ὃ δὲ ποιεῖ ἐπὶ δικαίων καὶ ἁμαρτωλῶν, τοῦτο ποιεῖ καὶ ἐπὶ πλουσίων καὶ πενήτων· καὶ ὥσπερ τὸν ἁμαρτάνοντα ἐγείρει διὰ φιλανθρωπίαν, τὸν δὲ δίκαιον φοβεῖ διὰ τῆς ἀποτομίας· οὕτω καὶ ἐν τοῖς κοσμικοῖς πράγμασιν διατίθησι τὴν ἑαυτοῦ οἰκονομίαν. Ἐὰν ἴδῃ δυναστὰς ἀξιώμασιν ὑπερλάμποντας, βασιλεῖς, ἄρχοντας, πάντας τοὺς ἐν πλούτῳ διαπρέποντας· τούτοις διαλέγεται μετὰ φόβου, καὶ ἐπιτίθησι χρησίμως τῇ δυναστείᾳ τὸν φόβον· Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν· δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ· ὅτι Βασιλεύς ἐστι τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων. Ὅπου ἀρχὴ δυναστείας, ἐπιτίθησι τὸν φόβον τῆς αὐτοῦ βασιλείας· ὅπου ταπείνωσις εὐτελείας, προσφέρει τὸ φάρμακον τῆς ἑαυτοῦ φιλανθρωπίας. Ὁ γὰρ Θεὸς οὗτος μέγας βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων· οὗτος αὐτὸς, πάλιν ὑποβαίνων τῆς ἑαυτοῦ ἀξίας, εὑρίσκεται κατὰ τὴν ἁγίαν Γραφὴν πατὴρ ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, βασιλέων βασιλεὺς, ἀρχόντων ἄρχων, κυριευόντων Κύριος. Ὁρᾷς πολλὴν ἀφθονίαν φιλανθρωπίας; ὁρᾷς χρήσιμον τὸν φόβον τῆς εὐσεβείας καὶ τῆς ἐξουσίας; Ὅπου μὲν γὰρ εἶδεν ἀρκοῦσαν τὴν ἐξουσίαν εἰς παραμυθίαν, ἐπέθηκε τὸν φόβον εἰς ὠφέλειαν· ὅπου δὲ εἶδε παραλελυμένην τῇ εὐτελείᾳ τὴν ὀρφανίαν, καὶ τὴν πτωχείαν τῇ ἀτονίᾳ τῆς χηρείας, προσήγαγε τὴν φιλανθρωπίαν εἰς παραμυθίαν. Ἐγὼ πατὴρ τῶν ὀρφανῶν. ∆ύο ποιεῖ, καὶ τὴν φιλανθρωπίαν δείκνυσι, καὶ τὴν δυναστείαν κολάζει. Καλεῖ ἑαυτὸν πατέρα τῶν ὀρφανῶν, ἵνα καὶ τοὺς ἐν συμφορᾷ παραμυθήσηται, καὶ τοὺς ἐν δυναστείᾳ καταπλήξῃ, ὥστε μὴ ἐπηρεάζειν ὀρφανοῖς τε καὶ χήραις· ἐπειδὴ ὁ θάνατος ἐγύμνωσε τὸν μὲν τοῦ πατρὸς, τὴν δὲ ἐστέρησε τοῦ ἀνδρὸς, καὶ οὓς διέφθειρεν ὁ τῆς φύσεως νόμος, ἀνεκαίνισεν ὁ τῆς φιλανθρωπίας ὅρος· καὶ ἡ αὐτὴ χάρις τῇ μὲν ἔδωκε τὸν κριτὴν, τῷ δὲ ὀρφανῷ πατέρα, τὸν βασιλέα τῶν ἁγίων. Ὥστε, φησὶν, ὦ ἄδικε, ἐὰν χήραις ἐπηρεάζῃς, τὸν τῶν χηρῶν προνοητὴν παροξύνεις· ἐὰν ὀρφανοὺς ἀδικῇς, υἱοὺς ἀδικεῖς Θεοῦ. Ἐγώ εἰμι ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν· τίς δὲ οὕτω τολμηρὸς πρὸς ἀσέβειαν, ὥστε υἱοὺς ἀδικεῖν Θεοῦ, καὶ ταῖς ὑπὸ τοῦ Θεοῦ προνοουμέναις χήραις ἐπηρεάζειν; Ὁρᾷς πῶς χρησίμως κατασκευάζει τὰ φάρμακα τῆς εὐσεβείας, καὶ τοὺς μὲν φοβεῖ, τοὺς δὲ ἐλεεῖ, οὐκ αὐτὸς μεριζόμενος, πρὸς δὲ τὰς γνώμας τῶν ἀνθρώπων ἁρμοζόμενος; Προσάγωμεν τοίνυν ἑαυτοῖς, ἀδελφοὶ, φάρμακον εἰς σωτηρίαν τὴν μετάνοιαν· μᾶλλον δὲ δεξώμεθα παρὰ τοῦ Θεοῦ τὴν μετάνοιαν ἰατρεύουσαν ἡμᾶς. Οὐ γὰρ ἡμεῖς αὐτῷ ταύτην προσάγομεν, ἀλλ' αὐτὸς ἡμῖν ταύτην ἐχορήγησεν. Ὁρᾷς αὐτοῦ τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ; ὁρᾷς τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἐν τῇ χάριτι; Ὅταν δὲ εἴπω τὴν ἀκρίβειαν τὴν ἐν τῷ νόμῳ, οὐ διαβάλλω κρίσιν, ἀλλὰ τῆς εὐαγγελικῆς χάριτος κηρύττω τὴν φιλανθρωπίαν· ὅτι ὁ μὲν νόμος ἀπαραιτήτως ἐκόλαζε τοὺς ἁμαρτάνοντας, ἡ δὲ χάρις μετὰ πολλῆς μακροθυμίας ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἐπαγάγῃ τὴν διόρθωσιν. ∆εξώμεθα τοίνυν μετάνοιαν, ἀδελφοὶ, φάρμακον εἰς σωτηρίαν, δεξώμεθα φάρμακον ἐξαλεῖφον ἡμῶν 49.328 τὰ πταίσματα. Μετάνοια δέ ἐστιν, οὐχ ἡ λόγῳ κηρυττομένη, ἀλλ' ἡ πράγμασι βεβαιουμένη· μετάνοια ἡ ἐξ αὐτῆς τῆς καρδίας ἐξαλείφουσα τὸν ῥύπον τῆς ἀσεβείας. Λούσασθε γὰρ, φησὶ, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου. Τί βούλεται τὸ περιττὸν τῆς λέξεως; τὸ γὰρ Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν, οὐχ ἱκανὸν μηνῦσαι τὸ πᾶν; ∆ιὰ τί οὖν Ἀπέναντι τῶν ὀφθαλμῶν μου; Ἐπειδὴ ἄλλως ὁρῶσιν ὀφθαλμοὶ ἀνθρώπων, καὶ ἄλλως ὁρᾷ ὀφθαλμὸς τοῦ Θεοῦ· Ἄνθρωπος γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Μὴ σχήμασι, φησὶ, νοθεύσητε τὴν μετάνοιαν, ἀλλ' ἀπέναντι τῶν ὀφθαλμῶν μου, τῶν τὰ κρυπτὰ ἐρευνώντων, δείξατε τοὺς καρποὺς τῆς μετανοίας.

δʹ. ∆εῖ δὲ ἡμᾶς καθαιρομένους ἀπὸ τῶν ἁμαρτιῶν πρὸ ὀφθαλμῶν ἔχειν αὐτὰ τὰ ἁμαρτήματα· κἂν ὁ Θεὸς διὰ φιλανθρωπίαν συγχωρήσῃ σοι τὴν ἁμαρτίαν, ἀλλὰ σὺ πρὸς τὴν ἀσφάλειαν τῆς ἑαυτοῦ ψυχῆς πρὸ ὀφθαλμῶν ἔχε τὴν ἁμαρτίαν. Ἡ γὰρ μνήμη τῶν προλαβόντων ἐποχὴ γίνεται τῶν μελλόντων· καὶ ὁ ἐπὶ τοῖς προτέροις δακνόμενος, περὶ τὰ δεύτερα ἀσφαλεστέραν τὴν γνώμην δείκνυσι. ∆ιὰ τοῦτο καὶ ὁ ∆αυΐδ· Καὶ ἡ ἁμαρτία μου, φησὶν, ἐνώπιόν μού ἐστι διὰ παντός· ἵνα πρὸ ὀφθαλμῶν ἔχων τὰ προλαβόντα, μὴ περιπέσῃ τοῖς μέλλουσιν. Ὅτι δὲ ταύτην παρ' ἡμῶν ὁ Θεὸς ἀπαιτεῖ τὴν κατάστασιν, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι· σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν, λέγει Κύριος· λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Οὐκ ἀναμένει ὁ Θεὸς χρόνον τὸν ἀπὸ τῆς μετανοίας· εἶπες τὴν ἁμαρτίαν σου, ἐδικαιώθης· μετενόησας, ἠλεήθης. Οὐ χρόνος ἀπολογεῖται, ἀλλ' ὁ τρόπος τοῦ μετανοοῦντος τὴν ἁμαρτίαν σβέννυσιν· ἔστι καὶ χρόνῳ πολλῷ παρεδρεύσαντα μὴ τυχεῖν σωτηρίας, καὶ ἐν ὀλίγῳ χρόνῳ γνησίως ἐξομολογησάμενον ἀποδύσασθαι τὴν ἁμαρτίαν. Πολὺν ἀνάλωσε χρόνον ὁ μακάριος Σαμουὴλ ἀξιῶν περὶ τοῦ Σαοὺλ, καὶ πολλὰς νύκτας διήνυσεν ἀγρυπνῶν περὶ τῆς τοῦ ἁμαρτήσαντος σωτηρίας· ὁ δὲ Θεὸς τὸν χρόνον παραπεμπόμενος οὐ γὰρ συνέδραμε τῇ ἱκεσίᾳ τοῦ προφήτου ἡ μετάνοια τοῦ ἁμαρτήσαντος, λέγει πρὸς τὸν ἑαυτοῦ προφήτην· Ἕως πότε σὺ πενθεῖς περὶ Σαοὺλ, κἀγὼ ἀπῶσμαι αὐτόν; Τὸ Ἕως πότε, τὸν χρόνον δείκνυσι, καὶ τὴν παραμονὴν τοῦ ἱκετεύοντος· καὶ ἀπεπέμψατο ὁ Θεὸς τὸν χρόνον τῆς ἱκεσίας τοῦ προφήτου· οὐ γὰρ συνέδραμε τῇ πρεσβείᾳ τοῦ δικαίου ἡ μετάνοια τοῦ βασιλέως. Τῷ δέ γε μακαρίῳ ∆αυῒδ, δεξαμένῳ τὸν ἔλεγχον τῆς ἁμαρτίας διὰ τοῦ ἁγίου Ναθᾶν τοῦ προφήτου, καὶ εὐθέως πρὸς τὴν ἀπειλὴν ἐπιδειξαμένῳ τὴν γνησίαν ἐπιστροφὴν, καὶ εἰπόντι, Ἥμαρτον τῷ Κυρίῳ, εὐθέως ῥῆμα ἓν ἐν μιᾷ ῥοπῇ προενεχθὲν γνησίως ὁλόκληρον ἤνεγκε τῷ μετανοήσαντι τὴν σωτηρίαν· εὐθὺς γὰρ ἡ διόρθωσις κατέλαβε τὴν ἀπόφασιν. Φησὶ γοῦν πρὸς αὐτὸν ὁ Ναθᾶν· Καὶ Κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου. Ὅρα δέ μοι τὸν Θεὸν βραδὺν εἰς τιμωρίαν, καὶ ταχὺν εἰς σωτηρίαν· καί μοι πρῶτον ἐννόησον, ὅπως τὸν ἔλεγχον ὁ φιλάνθρωπος μετὰ πολλοὺς προσήγαγε χρόνους. Ἥμαρτεν ὁ ∆αυΐδ· ἐκυοφόρησεν ἡ γυνὴ, καὶ οὐδεὶς ἔλεγχος τῇ ἁμαρτίᾳ παρηκολούθησεν, ἀλλὰ μετὰ τὸ ἀποτεχθῆναι τὸ βρέφος τὸ ἐκ τῆς ἁμαρτίας, ἀποστέλλεται ὁ ἰατρὸς τῆς ἁμαρτίας. ∆ιὰ τί δὲ ἁμαρτήσαντα εὐθέως οὐ διωρθώσατο; Ἐπειδὴ οἶδεν ἐν ταῖς ἀκμαῖς τῶν ἁμαρτημάτων τυφλώττουσαν τὴν ψυχὴν τῶν ἁμαρτανόντων, διότι ἐκκεκώφωται τὰ ὦτα τῶν βεβαπτισμένων ἐν τῷ βάθει τῆς ἁμαρτίας. Ὑπερτίθεται οὖν φλεγμαίνοντι τῷ πάθει προσάγειν τὴν βοήθειαν, καὶ μετὰ τοσοῦτον χρόνον ὁ ἔλεγχος προσέρχεται· καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ ἡ μετάνοια καὶ ἡ ἄφεσις. Καὶ Κύριος ἀφῆκε τὴν ἁμαρτίαν σου. Ὢ τῆς οἰκονομίας τοῦ ἀπειλήσαντος. Ὁρᾷς ὅτι ὀξὺς εἰς σωτηρίαν; Τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, βραδύνων μὲν πρὸς καθαίρεσιν, ταχύνων δὲ πρὸς ἀντίληψιν. Οἷόν τι λέγω· ἐφ' ἡμῶν τῶν ἀνθρώπων διὰ πολλῶν χρόνων τὰ κτίσματα κατασκευάζεται, καὶ ἐν πολλῷ χρόνῳ κτίζομεν οἶκον· καὶ τῆς μὲν οἰκοδομῆς πολὺς ὁ χρόνος, τῆς δὲ καθαιρέσεως ὀλίγος. Ἐπὶ δὲ τοῦ Θεοῦ τὸ ἀνάπαλιν· ὅταν κτίζῃ, ταχέως κτίζει· ὅταν καταστρέφῃ, βραδέως καταστρέφει. Ταχὺς ὁ Θεὸς κτίζων, βραδὺς καταστρέφων· ἐπειδὴ Θεῷ τὰ δύο πρέποντα· καὶ γὰρ ἐκεῖνο, δυνάμεως, καὶ τοῦτο, ἀγαθότητος· δι' ὑπερβολὴν δυνάμεως ταχὺς, διὰ πολλὴν ἀγαθότητα βραδύς· ἔλεγχος δὲ τῶν ῥημάτων, ἡ πεῖρα τῶν πραγμάτων. Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ μεγέθη τῶν ὀρέων, τὰς πεδιάδας, τὰς φάραγγας, τὰς νάπας, τὰς ὕλας, τὰ βλαστήματα, πηγὰς, ποταμοὺς, παράδεισον, πᾶσαν τὴν ὁρωμένην ποικιλίαν, τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον, τὰς νήσους, τὰς παραλίους χώρας, καὶ τὰς μεσογείους· πάντα τὸν ὁρώμενον τοῦτον κόσμον, καὶ τὸ ἐν αὐτῷ κάλλος, ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεός· τὰ ἐν αὐτῷ ζῶα τὰ λογικὰ, καὶ τὰ ἄλογα, καὶ πᾶσαν τὴν ὁρωμένην διακόσμησιν ἐν ἓξ ἡμέραις ποιεῖ. Οὗτος οὖν ὁ ταχὺς εἰς τὸ κτίζειν, ὅτε ἐβουλεύσατο μίαν πόλιν καθελεῖν, εὑρέθη βραδὺς δι' ἀγαθότητα. Θέλει καθελεῖν τὴν Ἱεριχὼ, καί φησι πρὸς τὸν Ἰσραήλ· Κυκλώσατε αὐτὴν ἐπὶ ἑπτὰ ἡμέρας· καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ πεσεῖται τὸ τεῖχος. Τὸν κόσμον ὅλον ἐν ἓξ ἡμέραις κατασκευάζεις, καὶ μίαν πόλιν ἐν ἑπτὰ ἡμέραις λύεις; τί γὰρ ἐμποδίζει σου τῇ δυναστείᾳ; διὰ τί γὰρ μὴ ἀθρόον καθαιρεῖς; οὐ περὶ σοῦ ὁ προφήτης βοᾷ λέγων· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός; οὐ τὰ ἔργα τῆς δυνάμεώς σου διηγούμενος, φησὶν ὁ ∆αυῒδ, Οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν; Ὄρη δύνῃ μεθιστᾷν, καὶ εἰς θάλασσαν ἐμβάλλειν, καὶ μίαν πόλιν οὐ θέλεις καθελεῖν ἀντιλέγουσαν, ἀλλ' ἑπτὰ ἡμέρας δίδως τῇ καθαιρέσει; διὰ τί; Οὐχ ἡ δύναμις, φησὶν, ἀτονεῖ, ἀλλ' ἡ φιλανθρωπία μακροθυμεῖ. ∆ίδωμι ἑπτὰ ἡμέρας, ὡς τῇ Νινευῒ τρεῖς ἡμέρας· ἴσως δέξεται κήρυγμα μετανοίας, καὶ σωθήσεται. Καὶ τίς ὁ κηρύττων αὐτοῖς τὴν μετάνοιαν; Πολέμιοι τὴν πόλιν περιετειχίσαντο· ὁ στρατηγὸς ἐκύκλου τὰ τείχη· πολὺς ὁ φόβος, πολὺς ὁ θόρυβος· ποίαν οὖν αὐτοῖς ὁδὸν τῆς μετανοίας ἀνέῳξας; μὴ γὰρ προφήτην ἀπέστειλας; μὴ γὰρ εὐαγγελιστὴν διεπέμψω, μὴ γὰρ ἦν τις αὐτοῖς ὑποτιθέμενος τὸ συμφέρον; Ναὶ, φησὶν, εἶχον ἔνδον διδάσκαλον τῆς μετανοίας τὴν θαυμαστὴν ἐκείνην Ῥαὰβ, ἣν ἔσωσα διὰ μετανοίας. Τοῦ αὐτοῦ ἦν φυράματος· ἀλλ' ἐπειδὴ ἐξ αὐτοῦ οὐκ ἦν τοῦ φρονήματος, οὐκ ἐκοινώνησε τῇ ἁμαρτίᾳ ἡ μὴ κοινωνήσασα τῇ ἀπιστίᾳ.

εʹ. Καὶ ὅρα μοι τὸ ξένον τῆς φιλανθρωπίας κήρυγμα· ὁ λέγων ἐν τῷ νόμῳ· Οὐ μοιχεύσεις, οὐ πορνεύσεις, με49.330 ταβαλὼν τὸ ῥῆμα διὰ φιλανθρωπίαν, βοᾷ διὰ τοῦ μακαρίου Ἰησοῦ· Ῥαὰβ ἡ πόρνη ζήτω. Ἰησοῦς ἐκεῖνος ὁ Ναυῆ υἱὸς ὁ λέγων, Ἡ πόρνη ζήτω, εἰκὼν ἦν τοῦ Κυρίου Ἰησοῦ τοῦ λέγοντος· Πόρναι καὶ τελῶναι προάξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ ζῇν ὀφείλει, διὰ τί πόρνη; εἰ πόρνη, διὰ τί ζήτω; Λέγω, φησὶ, τὴν προτέραν κατάστασιν, ἵνα θαυμάσῃς τὴν δευτέραν μετάστασιν. Καὶ τί ἐποίησε, φησὶν, ἡ Ῥαὰβ σωτηρίας πρόξενον; ὅτι ἐδέξατο τοὺς κατασκόπους μετὰ εἰρήνης; Τοῦτο καὶ πανδοχεύτρια ποιεῖ. Ἀλλ' οὐκ ἀπὸ τῆς λέξεως μόνης καρποῦται τὴν σωτηρίαν, ἀλλὰ προηγουμένως ἀπὸ τῆς πίστεως, καὶ τῆς πρὸς Θεὸν διαθέσεως. Καὶ ἵνα μάθῃς τὴν ὑπερβολὴν τῆς ἐν αὐτῇ πίστεως, ἄκουε αὐτῆς τῆς Γραφῆς διηγουμένης τὰ μεμαρτυρημένα αὐτῇ κατορθώματα. Ἦν ἐν πορνείῳ, ὥσπερ μαργαρίτης ἐν βορβόρῳ συμπεφυρμένος, χρυσὸς ἐν πηλῷ διεῤῥιμμένος, ἄνθος εὐσεβείας ἀκάνθαις κεχωσμένον, εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ κατεκέκλειστο. Καί μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς. Ἐδέξατο τοὺς κατασκόπους, καὶ ὃν προέδωκεν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, τοῦτον ἐκήρυξεν ἡ Ῥαὰβ ἐν τῷ πορνείῳ. Οἷον τί λέγω, ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ; Ὅτε τὸ ὄρος ἐπεπλήρωτο νεφέλης, καὶ γνόφου, καὶ σαλπίγγων, καὶ ἀστραπῶν, καὶ τῶν ἄλλων φοβήτρων, ἤκουσε παρὰ τοῦ Θεοῦ ἐκ μέσου τοῦ πυρός· Ἄκουε Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι· ἐγὼ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν ἐμοῦ Θεὸς οὐκ ἔστι· ταῦτα ἀκούων ὁ Ἰσραὴλ, μόσχον ἐχώνευσε, καὶ Θεὸν ἠθέτησεν· ἠγνόησε τὸν ∆εσπότην, ἀπέγνω τὸν εὐεργέτην, καὶ λέγει τῷ Ἀαρών· Ποίησον ἡμῖν θεούς. Εἰ θεοὺς, διὰ τί ποίησον; πῶς θεοὶ τὰ γινόμενα; Οὕτως ἡ κακία τυφλώττουσα, αὐτὴ ἑαυτῇ μάχεται, καὶ ἑαυτὴν ἀφανίζει. Εἷς ἐγένετο μόσχος, καὶ βοᾷ ὁ ἀχάριστος Ἰσραήλ· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου. Οὗτοι οἱ θεοί· ἕνα βλέπει μόσχον, ἓν τὸ γινόμενον εἴδωλον, διὰ τί οὖν, Οὗτοι οἱ θεοί; Ἵνα δείξῃ, ὅτι οὐχ ὃ βλέπει μόνον προσκυνεῖ, ἀλλὰ πολυθεΐαν φαντάζεται· τὴν γνώμην ἑρμηνεύει, οὐ τὸ φαινόμενον κρίνει. Ἵνα δὲ εἰς τὸ προκείμενον ἐπανέλθωμεν πάλιν, ἃ ἤκουσεν Ἰσραὴλ, ὁ τοσούτοις περιστοιχιζόμενος θαύμασι, καὶ τοσούτῳ νόμῳ παιδαγωγούμενος, καὶ ἠρνήσατο, ταῦτα ἡ Ῥαὰβ ἀποκεκλεισμένη ἐν τῷ πορνείῳ κηρύττει· λέγει γὰρ τοῖς κατασκόποις· Ἔγνωμεν ὅσα ἐποίησεν ὁ Θεὸς ὑμῶν τοῖς Αἰγυπτίοις. Ὁ Ἰουδαῖος λέγει· Οὗτοι οἱ θεοί σου οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου, καὶ ἡ πόρνη, οὐ θεοῖς, ἀλλὰ Θεῷ ἐπιγράφει τὴν σωτηρίαν. Ἔγνωμεν ὅσα ὁ Θεὸς ὑμῶν ἐποίησε τοῖς Αἰγυπτίοις ἐν τῇ ἐρήμῳ, καὶ ἠκούσαμεν, καὶ ἐτάκη ἡμῶν ἡ καρδία, καὶ ἰσχὺς ἐν ἡμῖν οὐκ ἔστιν. Ἔγνωμεν ὅσα ὁ Θεὸς ὑμῶν ἐποίησε. Βλέπεις πῶς ἀναλαμβάνει τοῦ νομοθέτου τὸ ῥῆμα διὰ πίστεως; Καὶ οἶδα, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστιν. Εἰκὼν τῆς Ἐκκλησίας ἡ Ῥαὰβ τῆς ποτε πεφυρμένης τῇ πορνείᾳ τῶν δαιμόνων, δεχομένης δὲ νῦν τοὺς τοῦ Χριστοῦ κατασκόπους, οὐ τοὺς παρὰ Ἰησοῦ τοῦ Ναυῆ, ἀλλὰ τοὺς ἀποστόλους τοὺς παρὰ Ἰησοῦ τοῦ ἀληθινοῦ Σωτῆρος ἀπεσταλμένους. Ἔγνων, φησὶν, ὅτι ὁ Θεὸς ὑμῶν ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ πλὴν αὐτοῦ Θεὸς οὐκ ἔστι. Ταῦτα παρέλαβον οἱ Ἰουδαῖοι, καὶ οὐκ ἐφύλαξαν· ταῦτα ἤκουσεν ἡ Ἐκκλησία, καὶ διετήρησεν. Ἀξία τοίνυν ἐπαίνου παντὸς Ῥαὰβ, ἡ εἰκὼν τῆς Ἐκκλησίας. ∆ιὰ τοῦτο καὶ ὁ γενναῖος Παῦλος, καταμαθὼν αὐτῆς τὸ ἀξίωμα τῆς πίστεως, καὶ οὐκ ἀδόκιμον ἡγησάμενος διὰ τὴν προτέραν κατάστασιν, ἀλλὰ δόκιμον διὰ τὴν ἔνθεον μεταβολὴν, συναριθμεῖ αὐτὴν τοῖς ἁγίοις πᾶσι, καὶ εἰρηκώς· Πίστει Ἄβελ θυσίαν προσήνεγκε· πίστει Ἀβραὰμ τὸ καὶ τὸ ἐποίησε· πίστει Νῶε κιβωτὸν εἰργάσατο· πίστει Μωϋσῆς τὰ καὶ τὰ ἐποίησε καὶ κατώρθωσε· καὶ πολλῶν ἐφεξῆς μνησθεὶς ἁγίων, τὸ τελευταῖον ἐπήγαγε· Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα. Καὶ ὅρα πῶς μετὰ πολλῆς σοφίας ἐκέρασε τὴν ἑαυτῆς εὐγνωμοσύνην. Ὅτε γὰρ ἀπεστάλησαν παρὰ τοῦ βασιλέως ζητοῦντες τοὺς κατασκόπους, λέγουσιν αὐτῇ· Εἰ εἰσῆλθον πρὸς σὲ ἄνδρες; Ἡ δὲ πρὸς αὐτούς· Ναὶ, φησὶν, εἰσῆλθον. Πρῶτον οἰκοδομεῖ τὴν ἀλήθειαν, καὶ οὕτως ἐπάγει τὸ ψεῦδος. Οὐδέποτε γὰρ καθ' αὑτὸ τὸ ψεῦδος πιστεύεται, ἐὰν μὴ προλαβὸν ἐνδείξηται τὴν ἀλήθειαν· διὰ τοῦτο οἱ πιθανῶς ψευδόμενοι πρῶτον λέγουσι τἀληθῆ καὶ πᾶσιν ὡμολογημένα, καὶ τότε ἐπάγουσι τὰ ψευδῆ καὶ ἀμφιβαλλόμενα. Εἰσῆλθον πρὸς σὲ κατάσκοποι; Λέγει, Ναί· εἰ γὰρ εἶπεν ἐξ ἀρχῆς, Οὒ, προεκαλεῖτο εἰς ἔρευναν τοὺς ἐπελθόντας· ἀλλὰ, Καὶ εἰσῆλθον, φησὶ, καὶ ἐξῆλθον τῇδε τῇ ὁδῷ, καταδιώξατε, καὶ καταλήψεσθε αὐτούς. Ὢ καλοῦ ψεύδους· ὢ καλοῦ δόλου οὐ προδιδόντος τὰ θεῖα, ἀλλὰ φυλάττοντος τὴν εὐσέβειαν. Εἰ τοίνυν τὴν Ῥαὰβ ἐκείνην ἡ μετάνοια σωτηρίας τοσαύτης ἠξίωσε, καὶ διὰ στόματος ἁγίων κηρύττεται, Ἰησοῦ μὲν τοῦ Ναυῆ βοῶντος ἐν τῇ ἐρήμῳ· Ζήτω Ῥαὰβ ἡ πόρνη, Παύλου δὲ λέγοντος, Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, πόσῳ μᾶλλον ἡμεῖς, ἐὰν προσάγωμεν τὴν μετάνοιαν, δεξόμεθα τὴν σωτηρίαν; Μετανοίας νῦν ὁ παρὼν καιρός· πολὺς γὰρ ὁ φόβος τῶν ἐπικειμένων ἡμῖν ἁμαρτημάτων, ἂν μὴ προλάβοι τὴν τιμωρίαν ἡ μετάνοια. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει· σβέσωμεν τὴν πυρκαϊὰν τῶν ἁμαρτημάτων, οὐχ ὕδασι πολλοῖς, ἀλλὰ μικροῖς δάκρυσι. Πολὺ τὸ πῦρ τῆς ἁμαρτίας, καὶ ὀλίγῳ δακρύῳ σβέννυται· τὸ γὰρ δάκρυον σβέννυσι πυρκαϊὰν ἁμαρτημάτων, καὶ ἀποπλύνει δυσωδίαν ἁμαρτίας. Μαρτυρεῖ ∆αυῒδ ὁ μακάριος λέγων, καὶ δεικνύων τὴν δύναμιν τῶν δακρύων ὅσον ἰσχύει· Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ μὴν εἰ τὴν ἀφθονίαν ἐβούλετο δεῖξαι τῶν δακρύων, ἤρκει τὸ εἰπεῖν· Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. ∆ιὰ τί οὖν προέταξε τὸ, Λούσω; Ἵνα δείξῃ ὅτι λουτρόν ἐστι καὶ καθάρσιον ἁμαρτημάτων τὰ δάκρυα.

ʹ. Πάντων τῶν κακῶν αἴτια τὰ ἁμαρτήματα. ∆ιὰ τὰ ἁμαρτήματα λῦπαι, διὰ τὰ ἁμαρτήματα ταραχαὶ, διὰ τὰ ἁμαρτήματα πόλεμοι, διὰ τὰ ἁμαρτήματα νόσοι, καὶ πάντα ὅσα ἡμῖν προσπίπτει δυσίατα πάθη. Ὥσπερ οὖν οἱ ἄριστοι τῶν ἰατρῶν οὐ τὰ φαινόμενα πάθη ἐξετάζουσιν, ἀλλὰ τὴν αἰτίαν τῶν φαινομένων ἐπιζητοῦσιν· οὕτω καὶ ὁ Σωτὴρ βουλόμενος δεῖξαι πάντων τῶν κακῶν τῶν ἐν ἀνθρώποις αἰτίαν τὴν ἁμαρτίαν, φησὶ τῷ παραλελυμένῳ τὸ σῶμα· ἐπειδὴ εἶδεν αὐτὸν ὁ ἰατρὸς τῶν ψυχῶν πρότερον τὴν ψυχὴν παραλυθέντα, καὶ τότε τὸ σῶμα, λέγει πρὸς αὐτόν· Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Οὐκοῦν καὶ τῆς προλαβούσης ἀῤῥωστίας αἴτιον ἡ ἁμαρτία· τοῦτο καὶ ζημίας αἴτιον· τοῦτο καὶ λύπης, τοῦτο καὶ συμφορᾶς 49.332 ἁπάσης ὑπόθεσις γίνεται. Πλὴν θαυμάζω ἐκεῖνο, πῶς τὴν λύπην ἀπ' ἀρχῆς τῷ ἀνθρώπῳ δοὺς ὁ Θεὸς διὰ τὴν ἁμαρτίαν τῇ ἀποφάσει τὴν ἀπόφασιν λύει, καὶ τῇ καταδίκῃ τὴν καταδίκην ἐκβάλλει· καὶ ὅπως, ἄκουε. Ἐδόθη λύπη διὰ τὴν ἁμαρτίαν, καὶ διὰ λύπης λύεται ἁμαρτία. Πρόσεχε ἀκριβῶς· τῇ γυναικὶ ἀπειλῶν ὁ Θεὸς, καὶ διὰ τὴν παράβασιν τὴν τιμωρίαν ἐπάγων, φησὶ πρὸς αὐτήν· Ἐν λύπαις τέξῃ τέκνα· καὶ ἔδειξε καρπὸν τῆς ἁμαρτίας, τὴν λύπην· ἀλλ', ὢ τοῦ μεγαλοδώρου! ὃ ἔδωκεν εἰς τιμωρίαν, μετέβαλεν εἰς σωτηρίαν. Ἁμαρτία λύπην ἐγέννησε· λύπη τὴν ἁμαρτίαν ἀνάλωσε, καὶ ὥσπερ σκώληξ ἀπὸ τοῦ ξύλου τικτόμενος, αὐτὸ δαπανᾷ τὸ ξύλον· οὕτω καὶ ἡ λύπη τεχθεῖσα ἀπὸ τῆς ἁμαρτίας, ἀναλίσκει τὴν ἁμαρτίαν, διὰ τῆς μετανοίας προσαγομένη. ∆ιὰ τοῦτό φησιν ὁ Παῦλος· Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται. Καλὴ ἡ λύπη τοῖς γνησίως μετανοοῦσι· πρέπει τοῖς ἁμαρτάνουσι τὸ ὑπὲρ τῆς ἁμαρτίας πένθος· Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Πένθησον τὴν ἁμαρτίαν, ἵνα μὴ θρηνήσῃς τὴν τιμωρίαν· ἀπολόγησαι τῷ κριτῇ, πρὶν ἔλθῃς εἰς τὸ κριτήριον. Ἢ οὐκ οἶδας, ὅτι πάντες οἱ βουλόμενοι δυσωπῆσαι τὸν κριτὴν, οὐκ ἐν αὐτῇ τῇ ἐτάσει τῆς δίκης θεραπεύουσιν, ἀλλὰ πρὶν εἰσελθεῖν εἰς τὸ κριτήριον, ἢ διὰ φίλων, ἢ διὰ προστατῶν, ἢ δι' ἑτέρου τρόπου τινὸς τὸν δικαστὴν θεραπεύουσιν; Οὐκοῦν καὶ ἐπὶ τοῦ Θεοῦ ἐν τῷ καιρῷ τοῦ βήματος οὐκ ἔστι πεῖσαι τὸν δικαστήν· πρὸ δὲ τοῦ καιροῦ τῆς κρίσεως δυνατὸν δυσωπῆσαι τὸν κριτήν. ∆ιόπερ ἔλεγεν ὁ ∆αυΐδ· Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ἐκεῖ τὸν μέγαν κριτὴν οὐ παραλογίζεται ῥητόρων τέχνη· οὐ δυσωπεῖ δυναστεία· ἀξιώματι οὐ πείθεται· πρόσωπον οὐκ αἰσχύνεται· χρήμασιν οὐ διαφθείρεται, ἀλλὰ φοβερά ἐστι καὶ ἀδυσώπητος ἡ δικαιοκρισία. Ἐνταῦθα οὖν τὸν κριτὴν δυσωπήσωμεν, καὶ παρακαλέσωμεν· ἐνταῦθα παντὶ σθένει καθικετεύσωμεν, ἀλλ' οὐ χρήμασι· μᾶλλον δὲ, εἰ χρὴ τἀληθῆ λέγειν, πείθεται καὶ χρήμασιν ὁ φιλάνθρωπος, οὐκ αὐτὸς δεχόμενος, ἀλλὰ διὰ τῶν πενήτων. ∆ὸς πενομένῳ χρήματα, καὶ τὸν κριτὴν ἐδυσώπησας. Ταῦτα δὲ λέγω οἰκειούμενος ὑμᾶς, ἐπειδὴ μετάνοια ἐκτὸς ἐλεημοσύνης νεκρά ἐστι καὶ ἄπτερος· οὐ δύναται μετάνοια πτερωθῆναι, μὴ ἔχουσα πτερὸν ἐλεημοσύνης. ∆ιὰ τοῦτο τῷ καλῶς μετανοήσαντι Κορνηλίῳ πτερὸν ἐγένετο τῆς εὐσεβείας ἡ ἐλεημοσύνη· Αἱ ἐλεημοσύναι σου γὰρ, φησὶ, καὶ αἱ προσευχαί σου εἰς οὐρανὸν ἀνέβησαν. Ὡς εἰ μὴ εἶχε πτερὸν τὴν ἐλεημοσύνην ἡ μετάνοια, οὐκ ἂν εἰς οὐρανὸν ἐχώρησεν. Ἀνέῳκται οὖν σήμερον ἐμπορεῖον ἐλεημοσύνης· ὁρῶμεν γὰρ τοὺς αἰχμαλώτους καὶ τοὺς πένητας· ὁρῶμεν τοὺς ἐν ἀγορᾷ περιφερομένους, ὁρῶμεν τοὺς βοῶντας, ὁρῶμεν τοὺς δακρύοντας, ὁρῶμεν τοὺς στένοντας· πανήγυρις ἡμῖν πρόκειται θαυμαστὴ, πανηγύρεως δὲ οὐδὲν ἕτερόν ἐστιν ἐπάγγελμα, καὶ τῷ ἐμπόρῳ οὐδὲν ἕτερόν ἐστι φρόνημα, ἢ τὰ ἐν τοῖς ὠνίοις ὀλίγου μὲν ἀγοράσαι, πολλοῦ δὲ πωλῆσαι. Οὐχ οὗτος τῶν ἐμπόρων ἑκάστου ὁ σκοπός; μὴ δι' ἕτερόν τι ἐπιβάλλεταί τις τῇ ἐμπορίᾳ, ἢ ἵνα τὰ μικροῦ ἐωνημένα μεγάλου διαπωλήσῃ, καὶ ἄρῃ πολυπλασιαζομένην αὐτῷ τὴν ἐμπορίαν; Τοιαύτην οὖν πανήγυριν προέθηκεν ἡμῖν ὁ Θεός· ὀλίγου τὰς δικαιοσύνας ἀγόρασον, ἵνα πολλοῦ μεταπωλήσῃς ἐν τῷ μέλλοντι· εἴ γε δεῖ μετάπρασιν εἰ49.333 πεῖν τὴν ἀνταπόδοσιν. Ἐνταῦθα δι' ὀλίγων ἀγοράζεται δικαιοσύνη, δι' εὐτελοῦς κλάσματος ἄρτου, δι' εὐτελοῦς ἱματίου, διὰ ποτηρίου ψυχροῦ· Ὃς ποτίσῃ ποτήριον ψυχροῦ, ἀμὴν λέγω ὑμῖν, φησὶν ὁ τῆς πνευματικῆς ἐμπορίας διδάσκαλος, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Ποτήριον ψυχροῦ ἔμμισθον, ἱμάτια καὶ χρήματα διδόμενα δι' εὐεργεσίαν οὐκ ἔμμισθα; Τοὐναντίον μὲν οὖν καὶ πολύμισθα. ∆ιὰ τί οὖν ποτήριον ἐμνημόνευσε ψυχροῦ; Ἀδάπανον εἶπεν ἐλεημοσύνην· τῷ γὰρ ψυχρῷ οὔτε ξύλον ἀναλίσκεις, οὔτε ἕτερόν τι προσδαπανᾷς. Εἰ δ' ὅπου ἀδάπανος ἡ δόσις, τοσαύτη τῆς εὐεργεσίας ἡ χάρις, ἔνθα ἱματίων ἀφθονία, χρημάτων χορηγία, τῶν ἄλλων ἀγαθῶν ἡ περιουσία, πόσον ἀπεκδέχεσθαι χρὴ μισθὸν παρὰ τοῦ δικαίου κριτοῦ; Ἐν ὅσῳ οὖν πρόκεινται αἱ ἀρεταὶ ὀλίγου πωλούμεναι, παρὰ τοῦ μεγαλοδώρου λάβωμεν, ἁρπάσωμεν, ἀγοράσωμεν. Οἱ διψῶντες, φησὶ, πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε. Ἐν ὅσῳ πρόκειται ἡ πανήγυρις, ἀγοράσωμεν ἐλεημοσύνας, μᾶλλον δὲ διὰ τῆς ἐλεημοσύνης ἀγοράσωμεν τὴν σωτηρίαν. Χριστὸν ἐνδύεις, πτωχὸν ἐνδύων. Ταῦτα, φησὶν, οἶδα καλῶς καὶ ἀκριβῶς· ταῦτα προμεμάθηκα, οὐ σὺ πρῶτος ἐδίδαξας· οὐ παρὰ σοῦ τοῦτο πρῶτον ἀκηκόαμεν· οὐ ξένα κηρύττεις, ἀλλ' ἃ πολλάκις ἡμᾶς πολλοὶ τῶν παρόντων ἐδίδαξαν. Οἶδα καὶ αὐτὸς, οἶδα, ὅτι ταῦτα καὶ τὰ τοιαῦτα πολλάκις μεμαθήκατε, ἀλλ' εἴθε πολλάκις μαθόντες, κἂν ὀλίγον τὸ καλὸν εἰργαζώμεθα. Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην, ἵνα παρ' αὐτοῦ λάβωμεν φιλανθρωπίας ἀντίδοσιν. Ἀλλ' ὢ τοῦ σοφωτάτου ῥήματος.! Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. ∆ιὰ τί οὖν οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἀλλὰ, ∆ανείζει; Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν· προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ. Καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς· Ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἵνα μὴ ἁπλῆν τὴν ἀντιμισθίαν νομίσῃς· ἀλλ' Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Εἰ δανείζεται Θεὸς παρ' ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστι. Τί οὖν θέλεις αὐτὸν ἔχειν, κριτὴν ἢ χρεώστην; Ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα· ὁ κριτὴς οὐ δυσωπεῖται τὸν δανειζόμενον.

ζʹ. Ἀναγκαῖον δὲ καὶ καθ' ἕτερον τρόπον ἰδεῖν, τίνος ἕνεκεν ὁ Θεὸς εἶπεν, ὅτι Ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ. Ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς πλεονασμὸν, ὡς ἔφθην εἰπὼν, καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας· ἀπαιτεῖ γὰρ ὁ δανείζων ἢ ὑποθήκην, ἢ ἐνέχυρα, ἢ τὸν ἀντιφωνοῦντα, καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα, ἢ ἐγγύας δεχόμενος, ὡς ἔφθην εἰπὼν, ἢ ὑποθήκην πραγμάτων, ἢ ἐνέχυρα· ἐπειδὴ οὖν εἶδεν ὁ Θεὸς, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ πτωχὸς, οὐχ ὑποθήκην ἔχων· οὐ κέκτηται γὰρ οὐδέν· οὐκ ἐνέχυρα φέρων· γεγύμνωται γάρ· οὐ τὸν ἀντιφωνοῦντα παρέχων· ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν· ὡς οὖν εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ, καὶ τὸν ἔχοντα χρήματα κινδυνεύοντα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρενέθηκεν, ἐχέγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι. Ἀπιστεῖς τούτῳ, φησὶ, διὰ τὴν ἀπορίαν, ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν. Εἶδε τὸν πτωχὸν, καὶ ἠλέησεν· εἶδε τὸν πτωχὸν, καὶ οὐ παρεῖδεν, ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν ἔχοντι, καὶ τῷ ἀπόρῳ παρέστη διὰ πολλὴν ἀγαθότητα, ἐπαληθεύοντος τοῦ μακαρίου ∆αυῒδ τῇ φιλανθρωπίᾳ ταύτῃ, καὶ λέγοντος· Ὅτι παρέστη ἐκ δεξιῶν πένητος. Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Θάρσει, φησὶν, ἐμοὶ δανείζεις. Καὶ τί τοσοῦτον κερδαίνω σοι δανείζων; Μάλιστα μὲν οὖν παρανομώτατον παρὰ Θεοῦ λόγον ἀπαιτεῖν· πλὴν ἵνα συγκαταβῶ σου τῇ ἀνομίᾳ, καὶ λύσω τῇ φιλανθρωπίᾳ τὴν ἀποτομίαν, ἀντεξετάσωμεν πρὸς ταῦτα. ∆ανείζων τοῖς ἄλλοις τί κερδαίνεις; τί παρ' αὐτῶν εἰς πλεονασμὸν ἐπιζητεῖς; οὐχ ἑκατοστὴν, ἐὰν τὴν ἔννομον ζητήσῃς; Ἐὰν δὲ πλεονάσῃς τὴν ἀπληστίαν, διπλῆν καὶ τριπλῆν καρπώσῃ τὴν ἀδικίαν. Ἐγὼ δέ σου νικῶ τὴν πλεονεξίαν· ὑπερβαίνω σου τὴν ὄρεξιν τῆς ἀπληστίας· καλύπτω τῇ ἐμῇ ἀφθονίᾳ τὴν σὴν ἀμετρίαν. Σὺ ἑκατοστὴν ζητεῖς, ἐγὼ δὲ ἑκατονταπλασίονα δίδωμί σοι. Εἶτα δανείζῃ, Κύριε· καὶ δανείζῃ παρ' ἐμοῦ ἐνταῦθα τὴν εἰς τὸν πτωχὸν ἐλεημοσύνην, ἵνα πότε μοι ταῦτα ἀποδῷς; Ἀπαιτῶ τὰ σύμφωνα, στηρίξαι βουλόμενος τὸ συνάλλαγμα. ∆ός μοι τῆς ἀντιδόσεως τὸν καιρόν· ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν. Μάλιστα μὲν οὖν τοῦτο περιττόν· Πιστὸς γὰρ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. Ἐπειδὴ δὲ ἔθος καὶ σκοπὸς τῷ δανειζομένῳ εὐγνωμόνως, χρόνους μετρεῖν, καὶ ἡμέρας ὁρίζειν, ἄκουε πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τοῦ πτωχοῦ δανεισάμενος. Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ στήσῃ τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν· ἐνταῦθα πρόσεχε πῶς ὁ χρεώστης εὐγνώμων περὶ τὸν δανείσαντα, πῶς ὁ δανεισάμενος μετὰ πολλῆς χάριτος ἀποδίδωσι· ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ὑπὲρ τίνων; Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με· ἐν φυλακῇ, καὶ ἤλθετε πρὸς μέ· ἀσθενὴς ἤμην, καὶ ἐπεσκέψασθέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με. Εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες, εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι· Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτίσαμεν; εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν ἀφθονίᾳ; Ὢ τῆς πολλῆς ἀγαθότητος! κρύπτει τὴν ἀξίαν διὰ φιλανθρωπίαν· Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν· ὢ τῆς πολλῆς ἀγαθότητος, ὢ τῆς ἀμέτρου χρηστότητος! ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, καὶ ἀνοίγων τὰς χεῖρας, καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας, Ἐπείνων, φησὶ, καὶ ἐδώκατέ μοι φαγεῖν· οὐ τῆς ἀξίας ἐλαττουμένης, ἀλλὰ τῆς φιλανθρωπίας τοὺς πτωχοὺς ἐγγυωμένης. Ἐδίψησα, καὶ ἐποτίσατέ με. Τίς ὁ ταῦτα λέγων; Ὁ λίμναις καὶ ποταμοῖς καὶ πηγαῖς τῶν ὑδάτων τὴν φύσιν ἐγχέων· ὁ διὰ τῶν Εὐαγγελίων φάσκων, ὅτι Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ὁ εἰπὼν, Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Ἀλλὰ, Γυμνὸς ἤμην, 49.335 φησὶ, καὶ ἐνεδύσατέ με. Ἐνεδύσαμεν τὸν ἐνδύοντα τὸν οὐρανὸν ἐν νεφέλαις, τὸν ἐνδύοντα τὴν Ἐκκλησίαν ἅπασαν, καὶ τὴν οἰκουμένην. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἐν φυλακῇ ἤμην· ἐν φυλακῇ σὺ ὁ ἐξάγων πεπεδημένους; Ἑρμήνευσον ἃ λαλεῖς· ἡ γὰρ ἀξία ἀρνεῖται τὰ λεγόμενα. Πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ; πότε ταῦτα πεποιήκαμεν; Ἐφ' ὅσον, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ ἐποιήσατε. Μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ; Καὶ ὅρα τὸ θαυμαστόν· οὐδὲν ἕτερον ὑπέμνησεν ἔργον ἀρετῆς ἢ τοῦτο· καίτοι ἐδύνατο εἰπεῖν· ∆εῦτε οἱ εὐλογημένοι, ὅτι ἐσωφρονήσατε, ὅτι ἐπαρθενεύσατε, ὅτι ἀγγελικὴν πολιτείαν ἀνελάβετε· ἀλλὰ σιωπᾷ ταῦτα, οὐχ ὅτι ἀνάξια μνήμης, ἀλλ' ὡς δεύτερα φιλανθρωπίας. Ἀλλ' ὥσπερ τούτοις τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν· οὕτω καὶ τοῖς ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν. Πορεύεσθε οἱ κατῃραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ∆ιὰ τί; ὑπὲρ τίνος; Ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Οὐκ εἶπεν Ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε, ὅτι ἐκλέψατε, ὅτι ἐψευδομαρτυρήσατε, ὅτι ἐπιωρκήσατε· κακὰ μὲν ὁμολογουμένως καὶ ταῦτα, ἀλλὰ τῆς ἀπανθρωπίας κατώτερα καὶ τῆς ἀνελεημοσύνης. ∆ιὰ τί δὲ, ὦ Κύριε, οὐκ ἄλλων ὁδῶν φέρεις μνήμην; Οὐ κρίνω, φησὶ, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν· οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας· ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας, τὴν ἐλεημοσύνην, ἐν ᾗ ἐξηλείφετο πάντα τὰ ἁμαρτήματα, παρήκατε τοσαύτην εὐεργεσίαν. Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν ὡς ῥίζαν κακίας καὶ πάσης ἀσεβείας· ἐπαινῶ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων τῶν ἀγαθῶν, καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον, τοῖς δὲ βασιλείαν οὐρανῶν ἐπαγγέλλομαι. Καλαί σου, ὦ ∆έσποτα, καὶ αἱ ἐπαγγελίαι· καλή σου καὶ ἡ προσδοκωμένη βασιλεία, καὶ ἡ γέεννα πάλιν ἀπειλουμένη· ἡ μὲν προτρε49.336 πομένη, ἡ δὲ ἐκφοβοῦσα· προτρέπεται γὰρ καλῶς ἡ βασιλεία, φοβεῖ δὲ χρησίμως ἡ γέεννα. Ἀπειλεῖ γὰρ γέενναν ὁ Θεὸς, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ, ἀλλ' ἵνα γεέννης ἀπαλλάξῃ. Εἰ γὰρ ἐβούλετο κολάσαι, οὐκ ἂν προηπείλησεν, ἵνα ἀσφαλισάμενοι φύγωμεν τὰ ἀπειλούμενα. Ἀπειλεῖ τὴν τιμωρίαν, ἵνα φύγωμεν τὴν πεῖραν τῆς τιμωρίας· φοβεῖ τῷ λόγῳ, ἵνα μὴ κολάσῃ τῷ ἔργῳ. ∆ανείσωμεν τοίνυν τῷ Θεῷ τὴν φιλανθρωπίαν, δανείσωμεν, ἵνα εὕρωμεν αὐτὸν χρεώστην, ὡς ἔφθην εἰπὼν, καὶ μὴ δικαστήν· αἰδεῖται γὰρ ὁ χρεώστης τὸν δανείσαντα, αἰδεῖται αὐτὸν καὶ δυσωπεῖται. Ἐὰν ἀπέλθῃ δανειστὴς εἰς θύραν χρεώστου, ἐὰν μὲν ᾖ ἄπορος, φεύγει· ἐὰν δὲ εὔπορος, μετὰ παῤῥησίας δέχεται αὐτόν. Ὅρα δέ μοι καὶ ἕτερον θαῦμα τοῦ δικαίου κριτοῦ ἐκ τῶν ἀνθρωπίνων παρατιθέμενον· ἐάν τινι ἐν πενίᾳ καθεστῶτι δανείσῃς, προέλθῃ δὲ εἰς εὐθηνίαν ὁ δανεισάμενος, καὶ δύνηταί σοι λοιπὸν ἀποδοῦναι τὸ χρέος, λανθάνει τοὺς πολλοὺς, καὶ ἀποδίδωσιν, ἵνα μὴ αἰσχύνηται ἐπὶ τῇ προτέρᾳ καταστάσει· καὶ χάριτας μὲν ὁμολογεῖ, κρύπτει δὲ τὴν εὐεργεσίαν, τὴν προτέραν ἔνδειαν αἰσχυνόμενος. Ὁ δὲ Θεὸς οὐχ οὕτω ποιεῖ, ἀλλ' ἐν κρυπτῷ δανειζόμενος, παῤῥησίᾳ τὸ χρέος ἀποδίδωσιν. Ὅτε μὲν γὰρ λαμβάνει, διὰ λανθανούσης ἐλεημοσύνης· ὅτε δὲ ἀποδίδωσιν, ἐπ' ὄψεσι πάσης τῆς δημιουργίας ἀποδίδωσιν. Ἀλλ' ἐρεῖ τις ἴσως· ∆ιὰ τί δὲ ὅλως ὥσπερ ἐμοὶ τῷ πλουσίῳ δέδωκεν, οὐχὶ καὶ τῷ πένητι παραπλησίως δέδωκεν; Ἐδύνατο μὲν καὶ σοὶ δοῦναι ὁμοίως, καὶ τῷ πένητι, ἀλλ' οὐκ ἠθέλησεν οὔτε σοῦ ἄκαρπον εἶναι τὸν πλοῦτον, οὔτε ἐκείνου ἄμισθον τὴν πενίαν. Σοὶ τῷ πλουτοῦντι δέδωκε πλουτεῖν ἐλεημοσύνῃ, καὶ σκορπίζειν ἐν δικαιοσύνῃ· Ἐσκόρπισε γάρ· ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὁρᾷς, ὅτι ὁ πλούσιος ἐκ τῆς ἐλεημοσύνης θησαυρίζει δικαιοσύνην αἰώνιον; ὅρα πάλιν καὶ τὸν πένητα· ἐπειδὴ οὐκ ἔχει πλοῦτον, ᾧ ἐργάσηται δικαιοσύνην, ἔχει πενίαν, ἐξ ἧς καρποῦται ὑπομονὴν αἰώνιον· Ἡ γὰρ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα· ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ. Ὁμιλία ηʹ.

αʹ. Εἰ καὶ χθὲς ὑμῶν ἀπελείφθην, ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ἀναγκασθείς· ἀπελείφθην δὲ σώματι, οὐ γνώμῃ· ἀπελείφθην ἀπουσίᾳ σαρκὸς, οὐ διαθέσει διανοίας. Καὶ γὰρ περιεπλεκόμην, πρὸς ὃ ἐδυνάμην, ἅπαντας ὑμᾶς, καὶ ἐπὶ τῆς διανοίας ἔφερον. Πάλιν, ἀδελφοὶ, τὴν πρόσκαιρον ταύτην νόσον παρέντες, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν· ἔτι γὰρ τὰ λείψανα τῆς ἀῤῥωστίας ἔχων ἔδραμον πρὸς τὴν ὑμετέραν ἀγάπην. Οἱ μὲν γὰρ ἀῤῥωστοῦντες λουτρὰ καὶ βαλανεῖα μετὰ τὴν ἀῤῥωστίαν ζητοῦσιν· ἐγὼ δὲ τὰ ποθούμενα ὑμῶν πρόσωπα ἄξιον ἡγησάμην θεάσασθαι, καὶ τὴν ὀφειλομένην ἐπιθυμίαν τῆς ἀκροάσεως ἀποπληρῶσαι, τὸ πέλαγος τοῦτο τὸ μέγα, καὶ ἅλμην οὐκ ἔχον, τὴν θάλατταν ταύτην τὴν κυμάτων ἀπηλλαγμένην. Ἦλθον ὑμῶν τὴν ἄρουραν τὴν κεκαθαρμένην ἰδεῖν. Τίς γὰρ τοιοῦτος λι49.336 μὴν, οἷος ἡ Ἐκκλησία; τίς τοιοῦτος παράδεισος, ὡς ἡ σύνοδος ἡ ὑμετέρα; Οὐκ ἔστιν ἐνταῦθα ὄφις ἐπιβουλεύων, ἀλλ' ὁ Χριστὸς μυσταγωγῶν· οὐκ ἔστιν Εὖα ὑποσκελίζουσα, ἀλλ' ἡ Ἐκκλησία ὀρθοῦσα· οὐκ ἔστιν ἐνταῦθα φύλλα δένδρων, ἀλλ' ὁ καρπὸς τοῦ πνεύματος· οὐκ ἔστιν ἐνταῦθα φραγμὸς ἀκανθῶν, ἀλλ' ἄμπελος εὐθηνοῦσα. Ἐὰν δὲ ἄκανθαν εὕρω, εἰς ἐλαίαν μεταφέρω· οὐ γὰρ ἀπορίᾳ φύσεως τὰ ἐνταῦθα, ἀλλ' ἐλευθερίᾳ προαιρέσεως τετίμηται· ἐὰν δὲ λύκον εὕρω, πρόβατον ποιῶ, οὐ τὴν φύσιν μεταβάλλων, ἀλλὰ τὴν προαίρεσιν μεταφέρων. ∆ιὰ τοῦτο οὐκ ἂν ἁμάρτοι τις τῆς κιβωτοῦ τὴν Ἐκκλησίαν μείζονα προσειπών. Ἡ μὲν γὰρ κιβωτὸς παρελάμβανε τὰ ζῶα, καὶ ἐφύλαττε ζῶα, ἡ δὲ Ἐκκλησία παραλαμβάνει τὰ ζῶα καὶ μεταβάλλει. Οἷόν τι λέγω· Εἰσῆλθεν ἐκεῖ ἱέραξ, καὶ ἐξῆλθεν ἱέραξ· εἰσῆλθε λύκος, καὶ ἐξῆλθε λύκος· εἰσῆλθέ τις ἱέραξ ἐνταῦθα, καὶ ἐξέρχεται περιστερά· εἰσέρχεται λύκος, καὶ ἐξέρχεται πρό βατον· εἰσέρχεται ὄφις, καὶ ἐξέρχεται ἀρνίον, οὐ τῆς φύσεως μεταβαλλομένης, ἀλλὰ τῆς κακίας ἐλαυνομένης. ∆ιὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον. Ἡ γὰρ μετάνοια, δεινὴ καὶ φοβερὰ τῷ ἁμαρτωλῷ, φάρμακον τῶν πλημμελημάτων, δαπάνημα τῶν παρανομιῶν, ἀνάλωμα τῶν δακρύων, παῤῥησία πρὸς τὸν Θεὸν, ὅπλον κατὰ τοῦ διαβόλου, μάχαιρα ἀποτέμνουσα αὐτοῦ τὴν κεφαλὴν, σωτηρίας ἐλπὶς, ἀπογνώσεως ἀναίρεσις· αὕτη τὸν οὐρανὸν ἀνοίγει, αὕτη εἰς τὸν παράδεισον εἰσάγει, αὕτη τοῦ διαβόλου περιγίνεται διὰ δὴ τοῦτο συνεχῶς τὸν περὶ τούτου κινῶ λόγον, ὥσπερ καὶ τὸ θαῤῥεῖν ποιεῖ ὑποσκελίζεσθαι. Ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς· οὐ παύομαι συνεχῶς ταῦτα ἐπαλείφων τὰ φάρμακα· καὶ γὰρ οἶδα ἡλίκον ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου τὸ μὴ ἀπογινώσκειν ὑμᾶς. Ἂν ἔχῃς ἁμαρτήματα, μὴ ἀπογνῷς· οὐ παύομαι ταῦτα συνεχῶς λέγων· κἂν καθ' ἡμέραν ἁμαρτάνῃς, καθ' ἡμέραν μετανόει· καὶ ὅπερ ἐν ταῖς παλαιαῖς ποιοῦμεν οἰκίαις, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἐπιλανθανόμεθα· τοῦτο καὶ ἐν ἡμῖν ποιῶμεν. Εἰ ἐπαλαιώθης σήμερον ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον σεαυτὸν ἀπὸ τῆς μετανοίας. Καὶ ἔνι, φησὶ, μετανοήσαντα σωθῆναι; Καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίαις διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Πάνυ. Πόθεν δῆλον; Ἀπὸ τῆς τοῦ ∆εσπότου σου φιλανθρωπίας. Μὴ γὰρ τῇ μετανοίᾳ σου θαῤῥῶ; μὴ γὰρ ἡ μετάνοιά σου ἰσχύει τοσαῦτα κακὰ ἀποσμήξασθαι; Εἰ ἡ μετάνοια μόνη ἦν, εἰκότως ἐφοβοῦ· ἐπειδὴ δὲ τῇ μετανοίᾳ κεράννυται Θεοῦ φιλανθρωπία, θάῤῥει· Θεοῦ γὰρ φιλανθρωπίας μέτρον οὐκ ἔστιν, οὐδὲ λόγῳ ἑρμηνευθῆναι δύναται αὐτοῦ ἡ ἀγαθότης. Ἡ μὲν γὰρ σὴ κακία μέτρον ἔχει, τὸ δὲ φάρμακον μέτρον οὐκ ἔχει· ἡ σὴ κακία οἵα ἐὰν ᾖ, ἀνθρωπίνη ἐστὶ κακία, ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἄφατος· καὶ θάῤῥει, ὅτι περιγίνεταί σου τῆς κακίας. Ἐννόησον σπινθῆρα εἰς πέλαγος ἐμπεσόντα· μὴ δύναται στῆναι ἢ φανῆναι; Ὅσον σπινθὴρ πρὸς πέλαγος, τοσοῦτον κακία πρὸς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· μᾶλλον δὲ οὐδὲ τοσοῦτον, ἀλλὰ πολλῷ πλέον. Τὸ μὲν γὰρ πέλαγος, κἂν μέγα ᾖ, μέτρον ἔχει· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἀπεριόριστος. Ταῦτα λέγω, οὐχ ἵνα ὑμᾶς ῥᾳθυμοτέρους ἐργάσωμαι, ἀλλ' ἵνα σπουδαιοτέρους καταστήσω. Παρῄνεσα πολλάκις εἰς θέατρον μὴ ἀναβαίνειν· ἤκουσας, οὐκ ἐπείσθης· ἀνέβης εἰς τὸ θέατρον, παρήκουσάς μου τοῦ λόγου· μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν, καὶ ἀκοῦσαι. Ἤκουσα, καὶ οὐκ ἐτήρησα, πῶς δύναμαι πάλιν εἰσελθεῖν; Τέως αὐτὸ τοῦτο οἶδας, ὅτι οὐκ ἐτήρησας· τέως αἰσχύνῃ, τέως ἐρυθριᾷς, τέως μηδενός σε ἐλέγχοντος τὸν χαλινὸν περιφέρεις, τέως τὸν λόγον μου ἔχεις ἐῤῥιζωμένον, τέως μὴ φαινομένου ἡ διδασκαλία μου καθαίρει σε. Οὐκ ἐτήρησας, κατέγνως σεαυτοῦ; εἰς τὸ ἥμισυ ἐτήρησας, κἂν μὴ τηρήσῃς, εἴπῃς δὲ, Οὐκ ἐτήρησα· ὁ γὰρ καταγνοὺς ἑαυτοῦ ἐπὶ τῷ μὴ τηρῆσαι, ἐπὶ τὸ τηρῆσαι σπουδάζει. Ἐθεώρησας; εἰργάσω παρανομίαν; αἰχμάλωτος ἐγένου τῆς πόρνης; κατέβης ἀπὸ τοῦ θεάτρου; πάλιν 49.338 ἐμνήσθης; ᾐσχύνθης; πρόσελθε. Ἐλυπήθης; παρακάλεσον τὸν Θεόν· ἀνέστης μέχρι τούτου. Οὐαί μοι, ἤκουσα, καὶ οὐκ ἐτήρησα· πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν; πῶς πάλιν ἀκούσω; Μᾶλλον εἴσελθε, ἐπειδὴ οὐκ ἐτήρησας, ἵνα πάλιν ἀκούσας τηρήσῃς. Φάρμακον ἐὰν ἐπιθῇ σοι ὁ ἰατρὸς, καὶ μὴ καθαρίσῃ σε, ἄλλην ἡμέραν οὐκ ἐπιτίθησιν αὐτὸ πάλιν; Ἔστι τις δρυοτόμος· θελέτω τέμνειν δρῦν, λαμβάνει ἀξίνην, κόπτει τὴν ῥίζαν· ἐὰν δῷ μίαν πληγὴν, καὶ μὴ πέσῃ τὸ ἄκαρπον δένδρον, οὐ δίδωσιν ἄλλην πληγὴν, οὐ τὴν τετάρτην, οὐ τὴν πέμπτην, οὐ τὴν δεκάτην; Οὕτω καὶ σὺ ποίει· δρῦς ἐστιν ἡ πόρνη, ἄκαρπον δένδρον, βαλάνους ἐκφέρουσα χοίρων ἀλόγων τροφήν· ἐν πολλῷ χρόνῳ ἐῤῥιζώθη ἐν τῇ διανοίᾳ σου, ἐν τῇ περιβολῇ τῶν δένδρων κατέβαλέ σου τὸ συνειδός· ὁ λόγος μου ἀξίνη ἐστίν. Ἤκουσας μίαν ἡμέραν· πῶς εἰς μίαν ἡμέραν πίπτει ἡ τοσούτῳ χρόνῳ ἐῤῥιζωμένη; Ἐὰν γὰρ δὶς, ἐὰν γὰρ τρὶς, ἐὰν γὰρ ἑκατοντάκις, ἐὰν γὰρ μυριάκις, οὐκ ἔστι θαυμαστόν· μόνον ἔκκοψον πρᾶγμα πονηρὸν καὶ ἰσχυρὸν, συνήθειαν πονηράν. Μάννα ἤσθιον οἱ Ἰουδαῖοι, καὶ κρόμμυα ἐζήτουν τὰ ἐν Αἰγύπτῳ· Καλῶς ἦν ἡμῖν ἐν Αἰγύπτῳ· οὕτως αἰσχρὸν πρᾶγμα συνήθεια καὶ κάκιστον. Κἂν γὰρ εἰς δέκα ἡμέρας κατορθώσῃς, ἐὰν γὰρ εἰς εἴκοσιν, ἐὰν γὰρ εἰς τριάκοντα, οὐκ ἀγαπῶ, οὐ χάριν ἔχω, οὐ περιπτύσσομαί σε· μόνον μὴ ἀποκάμῃς, ἀλλὰ αἰσχύνου καὶ καταγίνωσκε.

βʹ. Πάλιν διελέχθην περὶ ἀγάπης· ἤκουσας, ἀπῆλθες καὶ ἥρπασας; οὐκ ἐπεδείξω διὰ τῶν ἔργων τὸν λόγον; Μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν· αἰσχύνου ἁμαρτάνων, μὴ αἰσχύνου μετανοῶν. Πρόσεχε τί ἐποίησέ σοι ὁ διάβολος. ∆ύο ταῦτά ἐστιν, ἁμαρτία καὶ μετάνοια· ἁμαρτία τραῦμα, μετάνοια φάρμακον. Ὥσπερ γὰρ ἐν τῷ σώματι τραύματα καὶ φάρμακα· οὕτω καὶ ἐν τῇ ψυχῇ ἁμαρτήματα καὶ μετάνοια· ἀλλ' ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ δὲ μετάνοια τὴν παῤῥησίαν κέκτηται. Πρόσεχέ μοι μετὰ ἀκριβείας, παρακαλῶ, ἵνα μὴ τὴν τάξιν συγχέων ἀπολέσῃς τὴν ὠφέλειαν. Ἔστι τραῦμα καὶ φάρμακον, ἁμαρτία καὶ μετάνοια· τὸ τραῦμα ἡ ἁμαρτία, τὸ φάρμακον ἡ μετάνοια· ἐν τῷ τραύματι σηπεδὼν, ἐν τῷ φαρμάκῳ καθαρισμὸς σηπεδόνος· ἐν τῇ ἁμαρτίᾳ σηπεδὼν, ἐν τῇ ἁμαρτίᾳ ὄνειδος, ἐν τῇ ἁμαρτίᾳ γέλως· ἐν τῇ μετανοίᾳ παῤῥησία, ἐν τῇ μετανοίᾳ ἐλευθερία, ἐν τῇ μετανοίᾳ καθαρισμὸς ἁμαρτήματος. Πρόσεχε μετὰ ἀκριβείας. Τῇ ἁμαρτίᾳ αἰσχύνη ἕπεται, τῇ μετανοίᾳ παῤῥησία ἀκολουθεῖ. Προσέσχες ᾧ λέγω; Τὴν τάξιν ὁ Σατανᾶς ἀντέστρεψε, καὶ ἔδωκε τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ, καὶ τὴν αἰσχύνην τῇ μετανοίᾳ. Οὐκ ἀφίσταμαι ἕως ἑσπέρας, ἕως οὗ αὐτὸ λύσω· δεῖ με τὴν ὑπόσχεσιν πληρῶσαι· ἀμήχανόν με ἀποστῆναι. Ἔστι τραῦμα καὶ φάρμακον· τὸ τραῦμα τὴν σηπεδόνα ἔχει, τὸ φαρμάκον τὸν καθαρισμὸν τῆς σηπεδόνος κέκτηται. Μὴ ἐν τῷ φαρμάκῳ σηπεδών; μὴ ἐν τῷ τραύματι ἴασις; οὐκ ἔχει ταῦτα τὴν οἰκείαν τάξιν, κἀκεῖνα τὴν οἰκείαν; μὴ δύναται μεταβῆναι τοῦτο πρὸς ἐκεῖνο, ἢ ἐκεῖνο πρὸς τοῦτο; Οὐδαμῶς. Ἔλθωμεν λοιπὸν ἐπὶ τῆς ψυχῆς τῶν ἁμαρτημάτων. Ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ ἁμαρτία τὸ ὄνειδος ἔχει, καὶ τὴν ἀτιμίαν συγκεκληρωμένην· ἡ μετάνοια τὴν παῤῥησίαν ἔχει, ἡ μετάνοια τὴν νηστείαν 49.339 ἔχει, ἡ μετάνοια τὴν δικαιοσύνην κέκτηται· Λέγε γὰρ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς· καὶ, ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Εἰδὼς οὖν ὁ Σατανᾶς, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα δυνάμενον, ἡ δὲ μετάνοια ἔχει τὴν παῤῥησίαν, πρᾶγμα ἱκανὸν ἐπισπάσασθαι τὸν μετανοοῦντα, ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ. Πόθεν τοῦτο; ἐγὼ λέγω. Ἁλίσκεταί τις ὑπὸ ἐπιθυμίας χαλεπῆς πρὸς πάνδημον πόρνην· ἀκολουθεῖ τῇ πόρνῃ ὡς αἰχμάλωτος· εἰσέρχεται εἰς τὸ καταγώγιον· οὐκ αἰσχυνόμενος, οὐκ ἐρυθριῶν συμπλέκεται τῇ πόρνῃ, πράττει τὴν ἁμαρτίαν· οὐδαμοῦ αἰσχύνη αὐτῷ, οὐδαμοῦ ἐρυθριᾷ· ἐξέρχεται ἐκεῖθεν μετὰ τὸ τέλος τῆς ἁμαρτίας, καὶ ἵνα μετανοήσῃ αἰσχύνεται. Ἄθλιε, ὅτε περιεπλέκου τῇ πόρνῃ, οὐκ ᾐσχύνου, ἀλλ' ὅτε ἦλθες μετανοῆσαι, τότε αἰσχύνῃ; Αἰσχύνεται, εἰπέ; εἰς τί ὅτε ἐπόρνευσεν οὐκ ᾐσχύνετο; Τὸ πρᾶγμα πράττει, καὶ οὐκ αἰσχύνεται, καὶ τὸ ῥῆμα ἐρυθριᾷ; ∆ιαβόλου δέ ἐστι κακουργία αὕτη. Ἐν τῇ ἁμαρτίᾳ οὐκ ἀφίησιν αὐτὸν αἰσχύνεσθαι, ἀλλὰ δημοσιεύεσθαι· οἶδε γὰρ, ὅτι ἐὰν αἰσχυνθῇ, φεύγει τὴν ἁμαρτίαν· ἐν τῇ μετανοίᾳ ποιεῖ αὐτὸν αἰσχύνεσθαι, οἶδε γὰρ ὅτι αἰσχυνόμενος οὐ μετανοεῖ. ∆ύο κακὰ ποιεῖ, καὶ εἰς τὴν ἁμαρτίαν ἕλκει, καὶ τὴν μετάνοιαν ἐπέχει. Τί αἰσχύνῃ λοιπόν; Ὅτε ἐπόρνευες, οὐκ ᾐσχύνου· ὅτε τὸ φάρμακον ἐπιτίθης, αἰσχύνῃ; ὅτε ἀπαλλάττεις ἑαυτὸν ἁμαρτίας, αἰσχύνῃ; Τότε ὤφειλες αἰσχύνεσθαι, τότε ἔδει σε αἰσχύνεσθαι, ὅτε ἡμάρτανες. Ὅτε ἐγίνου ἁμαρτωλὸς, οὐκ ᾐσχύνου· ὅτε γίνῃ δίκαιος, αἰσχύνῃ; Λέγε τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ὦ φιλανθρωπία ∆εσπότου. Οὐκ εἶπεν, Ἵνα μὴ κολασθῇς, ἀλλ' Ἵνα δικαιωθῇς· οὐκ ἤρκει αὐτῷ, ὅτι οὐ κολάζεις αὐτὸν, ἔτι καὶ δίκαιον ποιεῖς; Καὶ πάνυ. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. ∆ίκαιον αὐτὸν ποιῶ. Καὶ ποῦ τοῦτο ἐποίησεν; Ἐπὶ τοῦ λῃστοῦ, ἵνα εἴπῃ μόνον ἐκεῖνο, Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, τῷ ἑταίρῳ αὐτοῦ. Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν. Λέγει πρὸς αὐτὸν ὁ Σωτήρ· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὐκ εἶπεν, Ἀπαλλάττω σε κολάσεως καὶ τιμωρίας, ἀλλ' εἰς τὸν παράδεισον εἰσάγει αὐτὸν δίκαιον. Εἶδες ἀπὸ ἐξομολογήσεως δίκαιον γενόμενον; Πολὺ φιλάνθρωπός ἐστιν ὁ Θεός· Υἱοῦ οὐκ ἐφείσατο, ἵνα δούλου φείσηται· παρέδωκε τὸν Μονογενῆ, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας· τὸ αἷμα τοῦ Υἱοῦ αὐτοῦ τιμὴν κατέβαλεν. Ὦ φιλανθρωπία ∆εσπότου. Καὶ μή μοι λέγε πάλιν· Ἥμαρτον πολλὰ, καὶ πῶς δυνήσομαι σωθῆναι; Σὺ οὐ δύνασαι, ὁ ∆εσπότης σου δύναται, καὶ οὕτως ὡς ἐξαλεῖψαι τὰ ἁμαρτήματα. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· οὕτως ἐξαλείφει τὰ ἁμαρτήματα, ὡς μήτε ἴχνος αὐτῶν μεῖναι. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων οὐκ ἔνι τοῦτο, ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν· ἀλλὰ πολλάκις ἐπλήγη τις εἰς τὴν ὄψιν, καὶ τὸ μὲν τραῦμα διώρθωσεν, ἡ δὲ οὐλὴ ἐναπέμεινεν, ἔλεγχον τοῦ τραύματος περιφέρουσα τὴν ἀμορφίαν τῆς ὄψεως· καὶ φιλονεικεῖ μυρία ὁ ἰατρὸς ἐξαλεῖψαι καὶ τὴν οὐλὴν, οὐ δύναται δέ· ἀντιπίπτει γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ 49.340 τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν φαρμάκων. Ὁ δὲ Θεὸς ὅταν ἐξαλείφῃ τὰ ἁμαρτήματα, οὐδὲ οὐλὴν ἀφίησιν, οὐδὲ ἴχνος συγχωρεῖ μεῖναι, ἀλλὰ μετὰ τῆς ὑγιείας καὶ τὴν εὐμορφίαν χαρίζεται, μετὰ τῆς ἀπαλλαγῆς τῆς κολάσεως καὶ δικαιοσύνην δίδωσι, καὶ ποιεῖ τὸν ἡμαρτηκότα ἴσον εἶναι τῷ μὴ ἡμαρτηκότι. Ἀναιρεῖ γὰρ τὸ ἁμάρτημα, καὶ ποιεῖ αὐτὸ μηδὲ εἶναι, μηδὲ γεγονέναι· οὕτω καθόλου αὐτὸ ἀναιρεῖ· οὐκ οὐλὴ, οὐκ ἴχνος, οὐκ ἔλεγχος, οὐ δεῖγμα.

γʹ. Καὶ πόθεν δῆλον τοῦτο; Ὧν γὰρ ἐγὼ λέγω, καὶ τὰς ἀποδείξεις ὀφείλω παρασχέσθαι, ὥστε μὴ ἀποφαίνεσθαι μόνον, ἀλλ' ἀποδεικνύναι ἀπὸ τῶν Γραφῶν, ἵνα ἀσφαλὴς μείνῃ ἡ πληροφορία. Εἰσάγω οὖν ὑμῖν ἀνθρώπους τετραυματισμένους, δῆμον ὁλόκληρον, ἑλκῶν γέμοντας, σηπεδόνος, σκωλήκων, ὅλον τραῦμα ὄντας, ὅλον ἕλκος, καὶ οὕτω δυναμένους θεραπευθῆναι, ὡς μὴ μεῖναι οὐλὴν, ὡς μὴ μεῖναι ἴχνος, ὡς μὴ μεῖναι δεῖγμα· οὐχ ἓν ἔχοντας τραῦμα, οὐ δύο, οὐ τρία, οὐ τέσσαρα, ἀλλ' ἀπὸ ποδῶν ἕως κεφαλῆς τραῦμα ὄντας. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· κοινὸς γὰρ ὁ λόγος οὗτος ἡμῶν καὶ σωτήριος. Φάρμακα κατασκευάζω τῶν ἰατρῶν βελτίονα, οἷα οὔτε βασιλεῖς κατασκευάσαι δύνανται. Βασιλεὺς τί δύναται; ∆εσμωτηρίου ἐκβαλεῖν, γεέννης δὲ ἐλευθερῶσαι οὐ δύναται· χρήματα χαρίσασθαι, ψυχὴν δὲ σῶσαι οὐ δύναται. Ἀλλὰ τῇ χειρὶ τῆς μετανοίας ὑμᾶς ἐγχειρίζω, ἵνα μάθητε αὐτῆς τὴν δύναμιν, ἵνα μάθητε αὐτῆς τὴν ἰσχὺν, ἵνα μάθητε ὅτι οὐ περιγίνεται αὐτῆς ἁμάρτημα, οὐδὲ ἔστι παρανομία ἰσχύουσα περιγενέσθαι αὐτῆς τῆς δυνάμεως. Τέως εἰσάγω οὐχ ἕνα, οὐ δύο, οὐ τρεῖς, ἀλλὰ χιλιάδας πολλὰς ἡλκωμένας, τετραυματισμένας, μυρίων ἁμαρτημάτων γεμούσας, ἀπὸ τῆς μετανοίας δυναμένας σωθῆναι, ὡς μηδὲ ἴχνος, μηδὲ οὐλὴν ἔχειν τῶν ἑλκῶν τῶν προτέρων. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ, καὶ μὴ προσέχετε μόνον, ἀλλὰ καὶ τῇ μνήμῃ παραδίδοτε τὰ λεγόμενα, ἵνα καὶ τοὺς ἀπολειφθέντας συμβιβάσητε, καὶ οὕτω τῇ ὠφελείᾳ τῶν εἰρημένων ἐρήμους ὄντας σπουδαιοτέρους καταστήσητε. Παρέστω τοίνυν Ἡσαΐας ὁ τῶν Σεραφὶμ θεωρὸς, ὁ τὸ μυστικὸν μέλος ἀκούσας ἐκεῖνο, ὁ μυρία περὶ τοῦ Χριστοῦ προειπών· ἐρωτήσωμεν τί φησιν· Ὅρασις ἣν εἶδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλήμ. Εἰπὲ τὴν ὅρασιν ἣν εἶδες, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Ἄλλα ἐπηγγείλω, καὶ ἄλλα λέγεις. Ποῖα ἄλλα ἐπηγγειλάμην; Ἀρχόμενος λέγεις· Ὅρασις κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, καὶ ἀφεὶς τὴν Ἰουδαίαν, καὶ τὴν Ἱερουσαλὴμ, οὐρανῷ προσδιαλέγῃ, καὶ ἐπὶ τὴν γῆν ἐκκλίνας τὸν λόγον, ἀφῆκας τοὺς λογικοὺς ἀνθρώπους, καὶ τοῖς ἀλόγοις στοιχείοις διαλέγῃ; Ἐπειδὴ τῶν ἀλόγων ἀλογώτεροι οἱ λογικοὶ ἐγένοντο· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ μέλλων ὁ Μωϋσῆς εἰσάγειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ἀφορῶν τὰ μέλλοντα ἔσεσθαι, ὅτι τὰ παραδεδομένα ἔμελλον παριδεῖν. Ἄκουε, οὐρανὲ, φησὶ, καὶ προσεχέτω γῆ ῥήματα ἐκ στόματός μου. ∆ιαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ Μωϋσῆς φησιν, ὅτι ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἐπαγγελίας, καὶ ἐγκαταλείπητε Κύριον τὸν Θεὸν, ἔχετε διασκεδασθῆναι εἰς πάντα τὰ ἔθνη. Ἦλθεν Ἡσαΐας, ἔμελλεν ἡ ἀπειλὴ εἰς ἔργον ἐκφέρεσθαι· οὐκ ἠδύνατο Μωϋσέα καλέσαι τὸν ἀποθανόντα, καὶ τοὺς τότε ἀκούσαντας καὶ τελευτήσαντας, καὶ καλεῖ τὰ στοιχεῖα, 49.341 ἅπερ διεμαρτύρετο Μωϋσῆς. Ἰδοὺ ἐξεβλήθητε τῆς ἐπαγγελίας, ὦ Ἰουδαῖοι· ἰδοὺ ἐγκαταλελοίπατε τὸν Θεόν· πῶς σε καλέσω, Μωϋσῆ; ἀπέθανες γὰρ καὶ ἐτελεύτησας. Πῶς καλέσω τὸν Ἀαρών; κἀκεῖνος τελευτῇ παρεδόθη. Οὐκ ἔχεις πῶς καλέσαι ἄνθρωπον; Κάλεσον τὰ στοιχεῖα. ∆ιὰ γὰρ τοῦτο κἀγὼ ζῶν οὐχὶ τὸν Ἀαρὼν μόνον, καὶ τόνδε καὶ τόνδε διεμαρτυράμην, ἐπειδήπερ ἔμελλον τελευτᾷν, ἀλλὰ καὶ τὰ στοιχεῖα τὰ μένοντα διαμαρτύρομαι ὑμῖν, τὸν οὐρανὸν καὶ τὴν γῆν. Λέγει οὖν ὁ Ἡσαΐας· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ὑμᾶς γὰρ ἐνετείλατο Μωϋσῆς καλέσαι σήμερον. Οὐ διὰ τοῦτο δὲ μόνον αὐτὰ καλεῖ τὰ στοιχεῖα, ἀλλ' ἐπειδὴ διελέχθη τοῖς Ἰουδαίοις. Ἄκουε, οὐρανὲ, σὺ γὰρ τὸ μάννα κατήνεγκας· Ἐνωτίζου, ἡ γῆ, σὺ γὰρ τὴν ὀρτυγομήτραν ἔδωκας. Ἄκουε, οὐρανὲ, ἄκουε· σὺ γὰρ τὸ μάννα κατήνεγκας, σὺ γὰρ ὑπὲρ τὴν φύσιν ἐπεδείξω· ἄνω ἦς, καὶ ἅλωνα ἐμιμήσω. Ἐνωτίζου, γῆ· σὺ γὰρ κάτω ἦς, καὶ τράπεζαν ἐσχεδιασμένην κατεσκεύασας. Ἤργει ἡ φύσις, καὶ εἰργάζετο ἡ χάρις· οὐδὲ βοῶν ἐργασία, καὶ ὁ στάχυς παρεσκευασμένος· οὐ μαγείρων χεῖρες, οὐκ ἐπίταγμα, ἀλλ' ἦν τὸ μάννα πάντα γινόμενον, πηγὴ ἡγιασμένη· ἡ φύσις τῆς οἰκείας ἀσθενείας ἐπελάθετο. Πῶς τὰ ἱμάτια αὐτῶν οὐ κατετρίβη; πῶς τὰ ὑποδήματα αὐτῶν οὐκ ἐπαλαιώθησαν; Πάντα ἐγένοντο πρὸς τὴν τούτων διακονίαν. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Μετὰ τῶν ὑπομνημάτων καὶ τῶν εὐεργεσιῶν ἐκείνων, ὑβρίζεται ὁ ∆εσπότης. Τίνι ἐντύχω; ἢ ὑμῖν; Ἄνθρωπον οὐκ ἔχω τὸν ἀκούοντα. Ἰδοὺ ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐλάλησα, καὶ οὐκ ἦν ὁ ἀκουσόμενος. Τοῖς ἀλόγοις διαλέγομαι, ἐπειδὴ οἱ λογικοὶ εἰς ἀλόγων εὐτέλειαν κατηνέχθησαν. ∆ιὰ τοῦτο καὶ ἄλλος προφήτης βλέπει τὸν βασιλέα μαινόμενον, τὸ εἴδωλον θεραπευόμενον, τὸν Θεὸν ὑβριζόμενον, τοὺς ἄλλους ἅπαντας κατεπτηχότας, καὶ λέγει· Ἄκουσον, θυσιαστήριον, ἄκουσόν μου. Λίθῳ διαλέγῃ; Ναί· ἐπειδὴ λίθου ἀναισθητότερος ὁ βασιλεύς. Ἄκουσόν μου, θυσιαστήριον, ἄκουσον· τάδε λέγει Κύριος. Καὶ εὐθέως διεσχίσθη τὸ θυσιαστήριον· καὶ ὁ λίθος ἤκουσεν, ὁ λίθος ἐῤῥάγη, καὶ ἐξέχεε τὴν θυσίαν. Πῶς οὐκ ἤκουσεν ὁ ἄνθρωπος; Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἁρπάσαι τὸν προφήτην· καὶ τί ποιεῖ ὁ Θεός; Ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. Βλέπε τί ἐποίησε, βλέπε φιλανθρωπίαν ∆εσπότου, καὶ ἁμαρτίαν δούλου. ∆ιὰ τί ἐξ ἀρχῆς οὐκ ἐξήρανεν αὐτοῦ τὴν χεῖρα; Ἵνα τῷ πάθει τοῦ λίθου σωφρονέστερος γένηται. Εἰ γὰρ μὴ ἐσχίσθη ὁ λίθος, ἐφειδόμην σου· ἐπειδὴ δὲ διεσχίσθη ὁ λίθος, καὶ σὺ οὐ διωρθώθης, ἐπὶ σὲ φέρω τὴν ὀργήν. Ἐξέτεινε τὴν χεῖρα ἁρπάσαι τὸν προφήτην, καὶ ἐξηράνθη ἡ χείρ. Εἱστήκει τὸ τρόπαιον· δορυφόροι τοσοῦτοι καὶ στρατηγοὶ καὶ βοήθεια πολλὴ, καὶ τὴν χεῖρα αὐτοῦ συστεῖλαι οὐκ ἠδύναντο· ἀλλ' εἱστήκει ἡ χεὶρ φωνὴν ἀφιεῖσα, στηλιτεύουσα τῆς ἀσεβείας τὴν ἧτταν, καὶ ἀσεβείας τὸ τρόπαιον, τοῦ Θεοῦ φιλανθρωπίαν, κἀκείνου τὴν ἀπόνοιαν. Καὶ συστεῖλαι αὐτὴν οὐκ ἠδύναντο.

δʹ. Ἀλλ' ἵνα μὴ λόγον ἐκ λόγου ὑφαίνοντες τῆς ὑποθέσεως ἐπιλαθώμεθα, φέρε οὖν ἃ ἐπηγγειλάμεθα δείξωμεν. Τί δὲ ἐπηγγειλάμην; Ὅτι εἰ μυρία τραύματά τις ἔχει, μετανοήσει δὲ καὶ ποιήσει τὸ χρηστὸν, οὕτως αὐτὰ ἐξαλείφει ὁ Θεὸς, ὡς μηδὲ οὐλὴν, μηδὲ ἴχνος, μηδὲ δεῖγμα φαίνεσθαι τῶν προτέρων ἁμαρτημάτων· ταῦτα ὑποσχόμενος, ταῦτα ἐπιδεῖξαι πειράσομαι. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Εἰπέ μοι τί ἐλάλησεν; Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, ἀλόγων ἀλογώτεροι, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ ὄνων ὀνωδέστεροι· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Οὐαὶ ἔθνος ἁμαρτωλόν. ∆ιὰ τί, φησὶν, οὐκ ἔνι σωτηρίας ἐλπίς; Οὐαὶ διὰ τί λέγεις, εἰπέ μοι; Ὅτι οὐχ εὑρίσκω ἴασιν. Οὐαὶ διὰ τί λέγεις; Ὅτι ἐπέθηκα φάρμακα, καὶ οὐκ εἶξε τὸ ἕλκος· διὰ τοῦτο ἀπεστράφην. Τί οὖν ἔχω ποιῆσαι; οὐδὲ θεραπεῦσαι κοπιῶ. Οὐαί. Θρηνοῦσαν γυναῖκα μιμεῖται· καὶ καλῶς ποιεῖ. Παρακαλῶ, προσέχετέ μοι μετὰ ἀκριβείας. Οὐαὶ, διὰ τί; Ἐπειδὴ καὶ τὸ αὐτὸ ἐπὶ σωμάτων γίνεται. Ὅταν γὰρ ἴδῃ ὁ ἰατρὸς τὸν νοσοῦντα οὐκ ἔχοντα σωτηρίας ἐλπίδα, δακρύει, καὶ οἱ οἰκεῖοι καὶ προσήκοντες ὀλοφυρόμενοι στενάζουσιν· ἀλλ' ἐκεῖ εἰκῆ καὶ μάτην. Ὅταν γὰρ μέλλῃ τελευτᾷν ὁ τελευτῶν, κἂν ὁ κόσμος ὅλος θρηνήσῃ, οὐκ ἐγερεῖ αὐτόν· ὥστε πένθους ὁ θρῆνος, οὐ διορθώσεως. Ἐπὶ δὲ τῆς ψυχῆς οὐκ ἔστι τοῦτο, ἀλλ' ἐὰν θρηνήσῃς, πολλάκις ἐγείρεις τὸν νεκρὸν τῇ ψυχῇ. ∆ιὰ τί; Ὅτι τὸ σῶμα μὲν ἀποθανὸν, οὐκ ἐγείρεται δυνάμει ἀνθρωπίνῃ, ψυχὴ δὲ ἀποθανοῦσα διορθώσει ἐγείρεται. Βλέπε πόρνον, καὶ θρήνησον· καὶ ἐγερεῖς αὐτὸν πολλάκις. ∆ιὰ τοῦτο καὶ Παῦλος οὐκ ἔγραφε μόνον, οὐδὲ παρῄνει, ἀλλὰ καὶ ἐθρήνει μετὰ δακρύων, νουθετῶν ἕνα ἕκαστον. Ἔστω, νουθετεῖς, τί καὶ δακρύεις; Ἵνα ἐὰν μὴ ἰσχύσῃ ἡ νουθεσία, τὰ δάκρυα βοηθήσῃ. Οὕτω καὶ ὁ προφήτης θρηνεῖ. Ὁ ∆εσπότης ἡμῶν ἰδὼν τὴν Ἱερουσαλὴμ πεπτωκυῖαν λέγει· Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς σέ. Ἀνακαλεῖται τὴν πόλιν πεπτωκυῖαν, καὶ μιμεῖται ἄνθρωπον θρηνοῦντα. Καὶ ὁ προφήτης· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν· μὴ ἔχει ὑγιὲς τὸ σῶμα. Εἶδες αὐτοὺς ἡλκωμένους; Σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. ∆ιὰ τί θρηνεῖς, εἰπέ μοι; Ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε; Τί ἔχω ὑμᾶς πλῆξαι; λιμῷ, ἢ λοιμῷ; Πᾶσα τιμωρία ἦλθε, καὶ ἡ κακία ὑμῶν οὐκ ἀνηλώθη· Προστιθέντες ἀνομίας. Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην. Οὐκ ἔνι τραῦμα, οὐ μώλωψ. Καινὰ πράγματα. Πρὸ μικροῦ ἔλεγες· Σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι, ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ· καὶ, Οὐαὶ ἔθνος ἁμαρτωλόν! Θρηνεῖς, κόπτῃ, ὀδύρῃ, καταλέγεις τὰ τραύματα, καὶ ἐπανιὼν λέγεις, Οὔτε τραῦμα, οὔτε μώλωψ; Πρόσεχε· τραῦμα τότε γίνεται, ὅταν τὸ μὲν ἄλλο μέρος τοῦ σώματος ὑγιὲς ᾖ, ἓν δὲ μέρος τοῦ σώματος ἀναίσθητον μένῃ· ἐνταῦθα δὲ λέγει, ὅτι ὅλον τραῦμά ἐστιν. Οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, ἀλλὰ ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἀλλότριοι κατεσθίουσι. Πάντα ταῦτα ἐποίησα, καὶ ὑμεῖς οὐ διωρθώθητε· πάντα ἐποίησα τὰ τῆς τέχνης, ὁ δὲ νοσερὸς μένει νεκρός. ∆εῦτε, ἀκούσατε λόγον Κυρίου, οἱ ἄρχοντες Σοδόμων καὶ Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Τί οὖν; Σοδομηνοῖς διαλέγεται; Οὐχὶ, ἀλλὰ Ἰουδαίους Σοδομηνοὺς καλεῖ· 49.343 ἐπειδὴ γὰρ αὐτῶν τὸν τρόπον ἐμιμήσαντο, καὶ τὸ ὄνομα αὐτοῖς ἐπιτίθησι. ∆εῦτε, ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων καὶ Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν οὐ βούλομαι. Ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοι ἐστί· τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου· νηστείαν καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Ἔνι τῆς ὀργῆς ταύτης ἴσον; Ὁ προφήτης τὸν οὐρανὸν καλεῖ, θρηνεῖ, ὀλοφύρεται, ὀδύρεται, λέγει· Οὐκ ἔνι τραῦμα, οὐκ ἔνι μώλωψ· ὁ Θεὸς ὀργίζεται, οὐ δέχεται θυσίαν, οὐ νεομηνίαν, οὐ σάββατον, οὐ σεμίδαλιν, οὐκ εὐχὴν, οὐκ ἔκτασιν χειρῶν. Εἶδες ἕλκος; εἶδες νόσημα ἀνίατον, οὐχ ἑνὸς, οὐ δύο, οὐ δέκα, ἀλλὰ χιλιάδων; Τί οὖν μετὰ ταῦτα; Λούσασθε, καθαροὶ γίνεσθε. Μή ἐστιν ἁμαρτία ἀπόγνωσιν ἔχουσα; Αὐτὸς λέγει ὁ Θεὸς, οὐκ ἀκούω ὑμῶν· καὶ λέγεις· Λούσασθε. Εἰς τί ἐκεῖνα λέγεις; Εἰς τί ταῦτα; χρησίμως ἀμφότερα· ἐκεῖνα, ἵνα φοβήσωμαι, ταῦτα, ἵνα ἐπισπάσωμαι. Εἰ οὐκ ἀκούεις αὐτῶν, οὐκ ἔχουσιν ἐλπίδα σωτηρίας· εἰ οὐκ ἔχουσιν ἐλπίδα σωτηρίας, πῶς λέγεις, Λούσασθε; Ἀλλὰ πατήρ ἐστι φιλόστοργος, μόνος ἀγαθὸς, καὶ σπλαγχνιζόμενος ὑπὲρ πατέρα. Καὶ ἵνα μάθῃς, ὅτι πατήρ ἐστι, λέγει αὐτοῖς· Τί ποιήσω, Ἰούδα; Οὐκ οἶδας τί ποιήσεις; Οἶδα· ἀλλ' οὐ βούλομαι· ἀπαιτεῖ τῶν ἁμαρτημάτων ἡ φύσις, καὶ κατέχει τῆς φιλανθρωπίας τὸ μέγεθος. Τί σοι ποιήσω; Φείσομαί σου; ἀλλὰ γίνῃ ῥᾳθυμότερος. Ἀλλ' ἐπέλθω σοι; ἀλλ' οὐκ ἀνέχεται ἡ φιλανθρωπία. Τί σοι ποιήσω; ὡς Σόδομα θήσομαί σε, καὶ ὡς Γόμοῤῥα καταστρέψω σε; Ἐστράφη ἡ καρδία μου. Ὁ ἀπαθὴς ἐμπαθῆ ἄνθρωπον μιμεῖται, μᾶλλον δὲ μητέρα φιλόστοργον. Ἐστράφη ἡ καρδία μου· ὅπερ ἂν εἴποι γυνὴ ἐπὶ παιδίου· ἐστράφη ἡ καρδία μου 49.344 κατὰ τὴν μητέρα. Ἀλλ' οὐκ ἠρκέσθη τῇ προτέρᾳ λέξει· ἀλλ', Ἐταράχθην ἐν τῇ μεταμελείᾳ μου. Θεὸς ταράττεται; Ἄπαγε! μὴ γένοιτο! ἀτάραχον τὸ Θεῖον· ἀλλ' ὅπερ εἶπον, μιμεῖται τὰς λέξεις ἡμῶν. Ἐστράφη ἡ καρδία μου· Λούσασθε, καθαροὶ γίνεσθε. Τί ὑπεσχόμην ὑμῖν; Ὅτι τοὺς ἁμαρτωλοὺς, καὶ μυρίων γέμοντας ἁμαρτημάτων, καὶ ἡλκωμένους λαβὼν ὁ Θεὸς μετανοοῦντας, οὕτω θεραπεύει, ὡς μὴ ἀφεῖναι αὐτοῖς ἴχνος ἁμαρτημάτων, ὡς μὴ ἀφεῖναι οὐλὴν, ὡς μὴ ἀφεῖναι ὑπόμνημα. Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν. Καὶ καλὸν τί ἐπιτάττεις; Κρίνατε ὀρφανὸν καὶ δικαιώσατε χήραν. Οὐδὲ βαρέα τὰ ἐπιτάγματα, ἀλλὰ καὶ ὅσα ἡ φύσις ἐπίσταται, ὅτι καὶ γυναικὶ ὁ ἔλεος συμφέρει. Καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος· ποιήσατε μικρὸν, καὶ τὸ λοιπὸν ἐγὼ προστίθημι· ὀλίγον μοι δότε, καὶ τὸ ὅλον ἐγὼ χαρίζομαι. ∆εῦτε. Καὶ ποῦ ἀπέλθωμεν; Πρὸς ἐμὲ, ὃν παρωξύνατε, ὃν παρωργίσατε, πρὸς ἐμὲ τὸν εἰπόντα· Οὐκ ἀκούω ὑμῶν, ἵνα φοβηθέντες τὴν ἀπειλὴν, λύσητε τὴν ὀργήν. ∆εῦτε πρὸς τὸν οὐκ ἀκούοντα, ἵνα ἀκούσω. Καὶ τί ποιεῖς; Ὅτι οὐκ ἀφίημι ἴχνος, οὐκ ἀφίημι δεῖγμα, οὐκ ἀφίημι οὐλήν. ∆εῦτε καὶ διαλεχθῶμεν. λέγει Κύριος· καί φησιν· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Μήπου οὐλή; μήπου ῥυτὶς καὶ μετὰ τοῦ χρώματος τῆς καθαρότητος; Καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Μήπου μελανίαι; μήπου σπῖλος; Καὶ πῶς γίνεται ταῦτα; Μὴ ἄλλαι αἱ ἐπαγγελίαι; τὸ γὰρ στόμα τοῦ Κυρίου ἐλάλησε ταῦτα. Οὐ μόνον τὸ μέγεθος εἶδες τῶν ἐπαγγελθέντων, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ δεδωρηκότος. Τῷ γὰρ Θεῷ πάντα δυνατὰ τῷ δυναμένῳ ποιῆσαι καθαρὸν ἀπὸ ῥύπου. Τοῦτον τοίνυν ἀκούσαντες, καὶ τῆς μετανοίας τὸ φάρμακον εἰδότες, δόξαν αὐτῷ ἀναπέμψωμεν· ὅτι αὐτοῦ ἡ δόξα καὶ τὸ κράτος εἰς τὸν αἰῶνα. Ἀμήν.

Περὶ μετανοίας, καὶ εἰς τοὺς ἀπολειφθέντας ἐν ταῖς συνάξεσιν, ἐν ᾧ καὶ περὶ τῆς ἱερᾶς τραπέζης καὶ περὶ κρίσεως. Ὁμιλία θʹ.

Ὥσπερ τοῖς σπείρουσιν ὄφελος οὐδὲν, ὅταν παρὰ τὴν ὁδὸν ῥίπτωσι τὰ σπέρματα· οὕτως οὐδὲ ἡμῖν ὄφελος ἐκ τοῦ ἀκούειν ἡμᾶς Χριστιανοὺς, ἐὰν μὴ καὶ τοῖς ἔργοις κατάλληλον ἔχωμεν τὴν προσηγορίαν. Καὶ εἰ βούλεσθε, παράξω ὑμῖν ἀξιόπιστον μάρτυρα τὸν ἀδελφόθεον Ἰάκωβον φάσκοντα· Ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν. Ἄρα οὖν πανταχοῦ χρὴ τῆς τῶν ἔργων ἐργασίας· ταύτης γὰρ ἀπούσης, οὔτε ἡ τοῦ Χριστιανοῦ προσηγορία ὠφελῆσαι ἡμᾶς δύναται. Καὶ μὴ θαυμάσῃς. Τί γὰρ, εἰπέ μοι, κέρδος ἔχει ὁ στρατιώτης ἐκ τοῦ στρατεύεσθαι αὐτὸν, ἐὰν μὴ ἄξιος ᾖ τῆς στρατείας, καὶ πολεμῇ ὑπὲρ τοῦ βασιλέως τρεφόμενος παρ' αὐτοῦ; Τάχα δὲ, εἰ καὶ φοβερόν ἐστι τὸ λεγόμενον, ἄμεινον ἦν αὐτὸν μὴ στρατευθῆναι, ἢ στρατευθέντα 49.344 ἀμελεῖν τῆς τοῦ βασιλέως τιμῆς· πῶς γὰρ οὐ τιμωρηθήσεται ὁ ἐκ τοῦ βασιλέως τρεφόμενος, ὑπὲρ δὲ τοῦ βασιλέως μὴ ἀγωνιζόμενος; Καὶ τί λέγω ὑπὲρ τοῦ βασιλέως; εἴθε κἂν ὑπὲρ τῶν ἑαυτῶν ψυχῶν ἐφροντίζομεν. Καὶ πῶς, φησὶ, δύναμαι ἐν τῷ κόσμῳ εἶναι, καὶ ἐν μέσῳ πραγμάτων, καὶ σώζεσθαι; Τί λέγεις, ἄνθρωπε; Βούλει συντόμως δεῖξαί με μὴ τὸν τόπον εἶναι τὸν σώζοντα, ἀλλὰ τὸν τρόπον καὶ τὴν προαίρεσιν; Ὁ Ἀδὰμ ἐν παραδείσῳ ὡς ἐν λιμένι τὸ ναυάγιον ὑπέστη· ὁ δὲ Λὼτ ἐν τοῖς Σοδόμοις ὥσπερ ἐν πελάγει διεσώθη· ὁ Ἰὼβ ἐπὶ τῆς κοπρίας ἐδικαιώθη· ὁ δὲ Σαοὺλ ἐν τοῖς ταμείοις ὢν, τῆς βασιλείας καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖ ἐξέπεσεν. Οὐκ ἔστι τοῦτο ἀπολογία, τὸ λέγειν· Οὐ δύναμαι ἐν τῷ κόσμῳ εἶναι, καὶ ἐν μέσῳ πραγμάτων, καὶ σώζεσθαι. Ἀλλὰ ταῦτα πόθεν; Ὅτι οἱ μὲν ἐν ταῖς προσευχαῖς, οἱ δὲ ἐν ταῖς θείαις συνάξε 49.345 σιν οὐ συνεχῶς παραγίνεσθε. Ἢ οὐχ ὁρᾶτε τοὺς βουλομένους ἀξιώματα λαβεῖν παρὰ τοῦ ἐπιγείου βασιλέως, πῶς προσεδρεύουσι, πῶς καὶ ἑτέρους εἰς παράκλησιν κινοῦσιν, ὅπως τοῦ ζητουμένου μὴ ἐκπέσωσι; Ταῦτα πρὸς τοὺς ἀπολιμπανομένους τῶν θείων συνάξεων εἴρηται, καὶ πρὸς τοὺς ἐν τῇ τῆς φοβερᾶς καὶ μυστικῆς τραπέζης ὥρᾳ εἰς συντυχίας καὶ ματαιολογίας ἀσχολουμένους. Τί ποιεῖς, ἄνθρωπε; οὐχ ὑπέσχου τῷ ἱερεῖ εἰπόντι, Ἄνω σχῶμεν ἡμῶν τὸν νοῦν καὶ τὰς καρδίας, καὶ εἶπας, Ἔχομεν πρὸς τὸν Κύριον; οὐ φοβῇ, οὐκ ἐρυθριᾷς κατ' αὐτὴν τὴν φοβερὰν ὥραν ψεύστης εὑρισκόμενος; Βαβαὶ τοῦ θαύματος! Τῆς τραπέζης τῆς μυστικῆς ἐξηρτισμένης, τοῦ ἀμνοῦ τοῦ Θεοῦ ὑπὲρ σοῦ σφαγιαζομένου, τοῦ ἱερέως ὑπὲρ σοῦ ἀγωνιζομένου, πυρὸς πνευματικοῦ ἐκ τῆς ἀχράντου ἀναβλύζοντος τραπέζης, τῶν Χερουβὶμ παρισταμένων, καὶ τῶν Σεραφὶμ ἱπταμένων, τῶν ἑξαπτερύγων τὰ πρόσωπα κατακαλυπτόντων, πασῶν τῶν ἀσωμάτων δυνάμεων μετὰ τοῦ ἱερέως ὑπὲρ σοῦ πρεσβευουσῶν, τοῦ πυρὸς τοῦ πνευματικοῦ κατερχομένου, τοῦ αἵματος ἐν τῷ κρατῆρι εἰς σὴν κάθαρσιν ἐκ τῆς ἀχράντου πλευρᾶς κενουμένου, οὐ φοβῇ, οὐκ ἐρυθριᾷς καὶ κατὰ ταύτην τὴν φοβερὰν ὥραν ψεύστης εὑρισκόμενος; Ἑκατὸν ἑξήκοντα ὀκτὼ ὥρας ἐχούσης τῆς ἑβδομάδος, μίαν καὶ μόνην ὥραν ἀφώρισεν ἑαυτῷ ὁ Θεός· καὶ ταύτην εἰς πράγματα βιωτικὰ καὶ εἰς γελοῖα καὶ εἰς συντυχίας ἀναλίσκεις; Μετὰ ποίας λοιπὸν παῤῥησίας τοῖς μυστηρίοις προσέρχῃ; μετὰ ποίου συνειδότος μεμολυσμένου; Ἆρα εἰ ἐβάσταζες κόπρον ἐν ταῖς χερσί σου, ἐτόλμας προσψαῦσαι τοῦ κρασπέδου τοῦ ἐπιγείου βασιλέως; Οὐδαμῶς. Μὴ ὅτι ἄρτος ἐστὶν ἴδῃς, μηδ' ὅτι οἶνός ἐστι νομίσῃς· οὐ γὰρ ὡς αἱ λοιπαὶ βρώσεις εἰς ἀφεδρῶνα χωρεῖ· ἄπαγε! μὴ τοῦτο νόει· ἀλλὰ ὥσπερ κηρὸς πυρὶ προσομιλήσας οὐδὲν ἀπουσιάζει, οὐδὲν περισσεύει· οὕτω καὶ ὧδε νόμιζε συναναλίσκεσθαι τὰ μυστήρια τῇ τοῦ σώματος οὐσίᾳ. ∆ιὸ καὶ προσερχόμενοι, μὴ ὡς ἐξ ἀνθρώπου νομίσητε μεταλαμβάνειν τοῦ θείου σώματος, ἀλλ' ὡς ἐξ αὐτῶν τῶν Σεραφὶμ τῇ λαβίδι τοῦ πυρὸς, ἥνπερ Ἡσαΐας εἶδε, τοῦ θείου σώματος μεταλαμβάνειν νομίζετε, καὶ ὡς τῆς θείας καὶ ἀχράντου πλευρᾶς ἐφαπτόμενοι τοῖς χείλεσιν, οὕτω τοῦ σωτηρίου αἵματος μεταλάβωμεν. 49.346 Τοιγαροῦν, ἀδελφοὶ, τῶν ἐκκλησιῶν μὴ ἀπολειπώμεθα, μήτε πάλιν ἐν αὐταῖς συντυχίαις ἑαυτοὺς ἀσχολῶμεν· στῶμεν ἔμφοβοι καὶ ἔντρομοι, κάτω νεύοντες τὸ ὄμμα, ἄνω δὲ τὴν ψυχήν· στενάζοντες ἀφώνως, ἀλαλάζωμεν τῇ καρδίᾳ. Ἢ οὐχ ὁρᾶτε τοὺς τῷ αἰσθητῷ καὶ φθαρτῷ καὶ προσκαίρῳ καὶ ἐπιγείῳ βασιλεῖ παρισταμένους, πῶς εἰσιν ἀμετακίνητοι, μὴ φθεγγόμενοι, μὴ σειόμενοι, μὴ τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε πέμποντες, ἀλλὰ στυγνοὶ, κατηφεῖς, ἔμφοβοι; Ἐξ αὐτῶν, ὦ ἄνθρωπε, τὸν ἔλεγχον λάβε, καὶ οὕτω παρακαλῶ παρίστασθαι ὑμᾶς τῷ Θεῷ, ὥσπερ εἰσερχόμενοι ἐνώπιον τοῦ ἐπιγείου βασιλέως τυγχάνετε· πολλῷ μᾶλλον τῷ ἐπουρανίῳ βασιλεῖ μετὰ φόβου παρίστασθαι χρή. Ταῦτα πολλάκις λέγων οὐ παύσομαι, ἕως οὗ διορθωθέντας ἴδω. Εἰσερχόμενοι δὲ εἰς τὴν ἐκκλησίαν, ὡς Θεῷ πρέπει εἰσέλθωμεν, μὴ μνησικακίαν ἐν τῇ ψυχῇ ἔχοντες, μήπως εὐχόμενοι, καθ' ἑαυτῶν εὐχώμεθα, λέγοντες· Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Φοβερὸν γάρ ἐστι τὸ λεγόμενον, καὶ σχεδὸν εἰπεῖν, τοιοῦτο πρὸς τὸν Θεὸν βοᾷ ὁ τοῦτο λέγων· Ἀφῆκα, ∆έσποτα, ἄφες· ἔλυσα, λῦσον· συνεχώρησα, συγχώρησον· εἰ ἐκράτησα, κράτησον· εἰ μὴ ἔλυσα τῷ πλησίον, μηδὲ σὺ λύσῃς τὰ ἐμὰ ἁμαρτήματα· ἐν ᾧ μέτρῳ ἐμέτρησα, ἀντιμετρηθήτω μοι. Ταῦτα εἰδότες, καὶ τὴν φοβερὰν ἡμέραν ἐκείνην ἐνθυμηθέντες, καὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὰ φοβερὰ κολαστήρια εἰς νοῦν λαβόντες, ἐπιστρέψωμεν λοιπὸν ἐκ τῆς πεπλανημένης ὁδοῦ ἡμῶν. Ἐλεύσεται γὰρ ὥρα ὅταν τὸ θέατρον τοῦ κόσμου τούτου διαλυθήσεται· καὶ οὕτως οὐκ ἔστι λοιπὸν ἀγωνίζεσθαι· οὐκ ἔστι μετὰ τὴν πάροδον τοῦ βίου πραγματεύσασθαι, οὐκ ἔστι μετὰ τὴν τοῦ θεάτρου ἀπόλυσιν στεφανωθῆναι. Οὗτος ὁ καιρὸς μετανοίας, ἐκεῖνος κρίσεως· οὗτος ὁ καιρὸς τῶν ἀγώνων, ἐκεῖνος τῶν στεφάνων· οὗτος κόπου, ἐκεῖνος ἀνέσεως· οὗτος καμάτου, ἐκεῖνος ἀνταποδόσεως. ∆ιεγέρθητε, παρακαλῶ, διεγέρθητε, καὶ τῶν λεγομένων προθύμως ἀκούσωμεν. Ἐζήσαμεν τῇ σαρκὶ, ζήσωμεν λοιπὸν καὶ τῷ πνεύματι· ἐζήσαμεν ταῖς ἡδοναῖς, ζήσωμεν λοιπὸν καὶ ταῖς ἀρεταῖς· ἐζήσαμεν τῇ ἀμελείᾳ, ζήσωμεν καὶ τῇ μετανοίᾳ. Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Τί φυσιοῦσαι, ὦ ἄνθρωπε; τί μεγαλαυχεῖς σεαυτόν; τί ἐλπίζεις ἐκ τῆς τοῦ κόσμου δόξης καὶ τοῦ πλούτου; Ἐξέλθωμεν ἐπὶ τοὺς τάφους, παρακαλῶ, καὶ ἴδωμεν τὰ ἐκεῖσε μυστήρια· ἴδωμεν τὴν φύσιν διεσπαραγμένην, ὀστᾶ βεβρωμένα, σώματα σεσηπότα· κἂν σοφὸς ᾖς, ἐπίσκεψαι, κἂν φρόνιμος, εἰπέ μοι, τίς ἐκεῖ ὁ βασιλεὺς καὶ τίς ὁ ἰδιώτης, τίς ὁ εὐγενὴς καὶ τίς ὁ δοῦλος, τίς ὁ σοφὸς καὶ τίς ὁ ἄσοφος. Ποῦ τὸ κάλλος ἐκεῖ τὸ τῆς νεότητος; ποῦ ἡ περιχαρὴς ὄψις; ποῦ οἱ ὀφθαλμοὶ οἱ εὐειδεῖς; ποῦ ἡ εὔθετος ῥίς; ποῦ τὰ πυρίζοντα χείλη; ποῦ τὰ κάλλη τῶν παρειῶν; ποῦ τὸ ἀποστίλβον μέτωπον; οὐ πάντα κόνις; οὐ πάντα τέφρα; οὐ σποδός; οὐ πάντα σκώληξ καὶ δυσωδία; οὐ πάντα βρῶμος; Ταῦτα ἐννοοῦντες, ἀδελφοὶ, καὶ τῆς ἐσχάτης ἡμῶν ἡμέρας ἐνθυμηθέντες, ὡς καιρὸν ἔχομεν, ἐπιστρέψωμεν ἐκ τῆς πεπλανημένης ὁδοῦ ἡμῶν. Αἵματι τιμίῳ ἠγοράσθημεν. ∆ιὰ τοῦτο ὁ Θεὸς ἐπὶ γῆς ὤφθη· διὰ σὲ, ὦ ἄνθρωπε, Θεὸς ἐπὶ γῆς ὤφθη, μὴ ἔχων ποῦ τὴν κεφαλὴν κλίναι. Βαβαὶ τοῦ θαύματος! ὁ κριτὴς διὰ τοὺς κατακρίτους εἰς κριτήριον ἔρχεται· ἡ ζωὴ θανάτου γεύεται· ὁ πλάστης ὑπὸ τοῦ πλάσματος ῥαπίζεται· ὁ τοῖς Σερα49.349350 φεὶμ ἀθεώρητος, ὑπὸ τοῦ δούλου ἐμπτύεται, ὄξους καὶ χολῆς γεύεται, λόγχῃ κεντᾶται, τάφῳ κατατίθεται· καὶ σὺ ἀμελεῖς, εἰπέ μοι, καὶ καθεύδεις, καὶ καταφρονεῖς, ἄνθρωπε; Οὐκ οἶδας, ὅτι καὶ τὸ ἴδιον αἷμα ἐὰν ἐκχέης ὑπὲρ αὐτοῦ, οὐδὲ οὕτω τὸ δέον ἐπλήρωσας; ἐπειδὴ γὰρ ἄλλο αἷμα δεσποτικὸν, καὶ ἄλλο αἷμα δουλικόν. Πρόλαβε τῇ μετανοίᾳ καὶ τῇ ἐπιστροφῇ τὴν ἔξοδον τῆς ψυχῆς, μήποτε θανάτου ἐπελθόντος, ἀργήσῃ πᾶσα τῆς μετανοίας ἡ θεραπεία· ὅτι ἐπὶ τῆς γῆς ἡ μετάνοια ἰσχύει, καὶ μόνον ἐν τῷ ᾅδῃ τοῦτο οὐκ ἔστι. Ζητήσωμεν τὸν Κύριον, ὡς καιρὸν ἔχομεν· ἐργασώμεθα τὸ ἀγαθὸν, ἵνα καὶ τῆς μελλούσης ἀτελευτήτου γεέννης ἀπαλλαγῶμεν, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

12
Δημοσιεύτηκε από: Rodion Vlasov
Θέλετε να διορθώσετε ή να προσθέσετε κάτι; Πες μας: https://t.me/bibleox_live
Ή επεξεργαστείτε αυτό το άρθρο μόνοι σας: Επεξεργασία