Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Ἔπαινος Διοδώρῳ ἐπισκόπῳ

Laus Diodori episcopi / Похвала епископу Диодору

Laus Diodori episcopi ΕΓΚΩΜΙΟΝ ΕΙΣ ∆ΙΟ∆ΩΡΟΝ ΕΠΙΣΚΟΠΟΝ τὸν προλαβόντα καὶ ἐγκωμιάσαντα.

αʹ. Ὁ σοφὸς οὗτος καὶ γενναῖος διδάσκαλος, πρώην τὴν ἀῤῥωστίαν τοῦ σώματος ἀποθέμενος, καὶ ἐπὶ τὸν θρόνον τοῦτον ἀναβὰς, ἐμοὶ τοῦ λόγου τῶν προοι μίων ἀπήρξατο, τὸν Βαπτιστὴν Ἰωάννην, καὶ φω νὴν τῆς Ἐκκλησίας, καὶ ῥάβδον Μωσέως, καὶ ἕτερα πλείονα μετὰ τούτων προσειπών. Καὶ οὗτος μὲν ἐπῄνεσε τότε, ὑμεῖς δὲ ἀνεκράγετε· ἐγὼ δὲ πόῤῥω καθήμενος πικρὸν ἀνεστέναξα. Αὐτὸς γὰρ ἐπῄνει, τὴν φιλοτεκνίαν ἐπιδεικνύμενος, ὑμεῖς ἀνεκράγετε, τὴν φιλαδελφίαν ἐμφαίνοντες, ἐγὼ δὲ ἐστέναξον sic τῷ τῶν ἐπαίνων ὄγκῳ πιεζόμενος. Ἐγκωμίων γὰρ μέγεθος ἁμαρτημάτων οὐκ ἔλαττον δάκνειν εἴωθε τὸ συνειδός· καὶ ὅταν τις ἑαυτῷ μηδὲν συνειδὼς ἀγαθὸν, πολλὰ καὶ μεγάλα ἀγαθὰ λεγόντων ἑτέρων ἀκούῃ περὶ αὑτοῦ, ἀναλογιζόμενος τὴν παροῦσαν ὑπόληψιν καὶ τὴν μέλλουσαν ἡμέραν, καθ' ἣν πάντα γυμνὰ καὶ τετραχηλισμένα· καὶ ὅτι ὁ τότε δικάζων, οὐκ ἀπὸ τῆς τῶν πολλῶν ὑπονοίας, ἀλλ' αὐτῆς τῶν πραγμάτων κρινεῖ τῆς ἀληθείας (Οὐ γὰρ κατὰ τὴν δόξαν κρινεῖ, φησὶν, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει)· ταῦτα πάντα ἐννοῶν, ὀδυνῶμαι τοῖς ἐπαίνοις καὶ τῇ χρηστῇ τῶν πολλῶν ὑπονοίᾳ, πολὺ τὸ μέσον ταύτης πρὸς τὴν μέλλουσαν ψῆφον ὁρῶν. Νῦν μὲν γὰρ προ σωπείοις τισὶ ταῖς παρὰ τῶν πολλῶν δόξαις κρυπτό μεθα· ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ, γυμνῇ τῇ κεφαλῇ, τῶν προσωπείων τούτων ἀφαιρεθέντων, πρὸ βήματος ἑστῶτες, οὐδὲν ἀπὸ τῆς ἐντεῦθεν δόξης εἰς τὴν ἐκεῖ ψῆφον ὠφεληθῆναι δυνησόμεθα, ἀλλὰ δι' αὐτὸ τοῦτο κολασθησόμεθα μειζόνως, ὅτι καὶ πολλῶν ἐπαίνων καὶ πολλῆς εὐφημίας παρὰ τῶν πολλῶν ἀπολαύσαντες, οὐδὲ αὐτῷ τούτῳ γεγενήμεθα βελ τίους.

βʹ. Ταῦτ' οὖν ἅπαντα ἐννοῶν, πικρὸν ἐστέναξον sic ∆ιὸ καὶ ἀνέστην ταχέως σήμερον, ὥστε ἐφ' ὑμῶν τῶν ἐκεῖνα ἀκηκοότων τὴν τοιαύτην ἀποκρούσασθαι δόξαν. Καὶ γὰρ στέφανος ὅταν μείζων ᾖ τῆς τοῦ στε φανουμένου κεφαλῆς, οὐ περισφίγγει τοὺς κροτά φους, οὐκ ἐνιζάνει τῇ κεφαλῇ· ἀλλὰ χαυνότερος τῷ μεγέθει γινόμενος, διὰ τῶν ὀφθαλμῶν καταβαίνων περιαυχένιος γίνεται, καὶ τὴν κεφαλὴν ἀφίησιν ἀστε φάνωτον. Ὃ δὴ καὶ ἡμεῖς πεπόνθαμεν, τοῦ στεφάνου τῶν ἐγκωμίων μείζονος τῆς ἡμετέρας φανέντος ἀξίας κεφαλῆς. Ἀλλ' ὅμως καὶ τούτων οὕ τως ἐχόντων, διὰ τὴν παροῦσαν (f. περιοῦσαν) αὐτῷ φιλοστοργίαν, ὁ πατὴρ οὐκ ἀπέστη πρὶν αὐτὸν ὁπωσ δήποτε ἐπιθεῖναι ἡμῖν. Οὕτω που καὶ βασιλεῖς ποιοῦσι πολλάκις, καὶ τὸ αὐτοῖς ἁρμόζον διάδημα λαβόντες, ταῖς τῶν παιδίων ἐπιτιθέασι κεφαλαῖς· εἶτα ἐπειδὰν ἴδωσιν ἐλάττω τὴν παιδικὴν οὖσαν κο ρυφὴν τοῦ στεφάνου, αὐτῷ τούτῳ τῷ περιθεῖναι ἁπλῶς καὶ ὡς ἔτυχε πληροφορηθέντες, λαβόντες λοι πὸν ἑαυτοῖς περιτίθενται.

γʹ. Ἐπεὶ οὖν καὶ ὁ πατὴρ τὸν αὐτῷ πρέποντα στέφα νον ἡμῖν ἐπέθηκε, καὶ μείζων ὤφθη τῆς ἡμετέρας κορυφῆς, ἑαυτῷ οὐκ ἂν ἕλοιτο περιθεῖναι· φέρε δὴ αὐτὸν ἡμῶν ἀφελόμενοι, τῇ ἁρμοζούσῃ τοῦ πατρὸς ἡμεῖς ἐπιθῶμεν κεφαλῇ πάλιν. Τοῦ γὰρ Ἰωάννου τὸ ὄνομα παρ' ἡμῖν, τὸ δὲ φρόνημα παρὰ τούτῳ· καὶ τὴν μὲν προσηγορίαν ἡμεῖς ἐδεξάμεθα, τὴν δὲ φιλο σοφίαν οὗτος ἐκτήσατο. ∆ιὰ τοῦτο καὶ τῆς προσηγο ρίας δίκαιος ἂν εἴη κληρονομῆσαι μᾶλλον ἡμῶν· συνώνυμον γὰρ οὐχ ἡ τῶν ὀνομάτων κοινωνία, ἀλλ' ἡ τῶν πραγμάτων συγγένεια ποιεῖν εἴωθε, κἂν τὰ ὀνόματα διαφέρῃ. Οὐ γὰρ ὥσπερ οἱ τῆς ἔξωθεν φιλο σοφίας μετέχοντες, οὕτω καὶ ἡ Γραφὴ περὶ τούτων φιλοσοφεῖν εἴωθεν. Ἐκεῖνοι μὲν γὰρ ἂν μὴ μετὰ τῆς οὐσίας καὶ ἡ τῶν ὀνομάτων συμβαίνῃ κοινωνία οὔ φασι γίνεσθαι συνωνύμους. Ἡ Γραφὴ δὲ οὐχ οὕτως· ἀλλ' ὅταν ἴδῃ πολλὴν τῆς φιλοσοφίας τὴν συγγένειαν, κἂν ἕτερα ὀνόματα ᾖ κείμενα τοῖς κατὰ τὸν τρόπον κοινωνοῦσιν ἀλλήλοις, ἀπὸ τῆς αὐτῆς αὐτοὺς προσ ηγορίας καλεῖ. Καὶ τούτου οὐ πόῤῥωθέν ἐστι παρα σχεῖν τὴν ἀπόδειξιν, ἀλλ' αὐτὸν τοῦτον τὸν Ἰωάννην τὸν Ζαχαρίου παραγαγόντες εἰς μέσον. Τῶν γὰρ μαθητῶν ἐρωτησάντων, εἰ μέλλοι παραγίνεσθαι πά λιν Ἠλίας, ἀπεκρίνατο· Καὶ ὅτι εἰ θέλετε δέξασθαι; Οὗτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Καὶ μὴν Ἰωάννης ἐλέγετο· ἀλλ' ἐπειδὴ Ἠλίου τὸν τρόπον εἶχε, διὰ τοῦτο καὶ τῆς προσηγορίας αὐτῷ μετέδωκε ταύτης· ἐπειδὴ τὸ πνεῦμα Ἠλίου ἐκτήσατο, διὰ τοῦτο καὶ τὸ ὄνομα Ἠλίου. Καὶ γὰρ ἐρήμους χώρας ᾤκησαν ἀμφότεροι· καὶ ὁ μὲν μηλωτὴν, ὁ δὲ τρί χινον ἱμάτιον περιεβέβλητο· καὶ τράπεζα ὁμοίως αὐ τοῖς εὐτελὴς καὶ λιτὴ ἦν. Καὶ ὁ μὲν τῆς προτέρας παρουσίας διάκονος γέγονεν, ὁ δὲ ἔσται τῆς μελλού σης αὖθις. Ἐπεὶ οὖν καὶ διαίτης τρόπος καὶ ἱματίων περιβολὴ, καὶ τόπων διατριβαὶ, καὶ διακονία μία, καὶ πάντα ἴσα ἦν αὐτοῖς· διὰ τοῦτο καὶ ὄνομα ἓν ἀμφοτέροις ἐπέθηκε, δεικνὺς ὅτι κἂν ἕτερόν τις ὄνομα ἔχῃ, δύναται εἶναι ἐκείνῳ συνώνυμος, οὗ τὸν τρόπον ἐζήλωσεν. δʹ. Ἐπεὶ οὖν ἀναμφισβήτητος οὗτός ἐστιν ὁ κανὼν, καὶ ἀκριβὴς οὗτος συνωνύμων ὅρος παρὰ τῇ θείᾳ Γραφῇ, φέρε, δείξωμεν ὅπως καὶ τὸν τρόπον ἐζήλωσε τὸν Ἰωάννου ὁ σοφὸς οὗτος ἡμῶν πατὴρ, ἵνα μάθητε ὅτι καὶ τῆς προσηγορίας οὗτος δικαιότερον ἂν κληρονομήσειε τῆς ἐκείνου. Οὐκ ἦν ἐκείνῳ τράπεζα, οὐδὲ κλίνη, οὐδὲ οἰκία ἐπὶ γῆς· ἀλλ' οὐδὲ τούτῳ ποτὲ ἐγένετο. Καὶ τούτου μάρτυρες ὑμεῖς, πῶς τὸν ἅπαντα χρόνον διετέλεσεν, ἀποστολικὸν ἐπιδεικνύμενος βίον, μηδὲν ἴδιον ἔχων, ἀλλὰ παρ' ἑτέρων τρεφόμενος, αὐτὸς τῇ προσευχῇ καὶ τῇ διδασκαλίᾳ τοῦ λόγου προσκαρτερῶν. Ἐκήρυξεν ἐκεῖνος, πέραν τοῦ ποταμοῦ διατρίβων ἐν ταῖς ἐρημίαις· καὶ οὗτος πέραν τοῦ ποταμοῦ ποτε τὴν πόλιν πᾶσαν λαβὼν, τὴν ὑγιῆ διδασκαλίαν ἐπαίδευσεν. Ὤκησεν ἐκεῖνος εἰς δεσμωτήριον καὶ τὴν κεφαλὴν ἀπετμήθη διὰ τὴν ὑπὲρ τοῦ νόμου παῤῥησίαν· ἀλλὰ καὶ οὗτος πολλάκις τῆς πατρίδος ἐξέπεσε διὰ τὴν ὑπὲρ τῆς πίστεως παῤῥησίαν, πολλάκις δὲ καὶ τὴν κεφαλὴν ἀπετμήθη διὰ τὴν αὐτὴν ταύτην αἰτίαν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ προθέσει. Οὐ γὰρ φέροντες οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν τῆς γλώττης αὐτοῦ δύναμιν, μυρίας πάντοθεν ἔῤῥαπτον ἐπιβουλὰς, καὶ ἐκ πασῶν αὐτὸν ἐῤῥύσατο Κύριος. Φέρε οὖν γλώττης ἀκούσωμεν ταύτης, δι' ἣν καὶ ἐκινδύνευσε καὶ ἐσώθη. Περὶ ἧς οὐκ ἄν τις ἁμάρτοι τοῦτο εἰπὼν, ὃ περὶ τῆς γῆς [τῆς] ἐπαγγελίας εἴρηκε Μωσῆς. Τί δὲ περὶ ἐκείνης εἶπεν; Γῆν ῥέουσαν γάλα καὶ μέλι. Τοῦτο καὶ περὶ τῆς γλώττης ἔστιν εἰπεῖν· γλῶττα ῥέουσα γάλα καὶ μέλι τούτου. Ἵν' οὖν καὶ γάλακτος ἀπολαύσωμεν, καὶ τοῦ μέλιτος ἐμφορηθῶμεν ἐνταῦθα τὸν ἡμέτερον καταπαύσαντες λόγον, ἀκούσωμεν τῆς λύρας καὶ τῆς σάλπιγγος. Ὅταν μὲν γὰρ τὴν ἡδονὴν ἐννοήσω τῶν ῥημάτων, λύραν καλῶ τὴν τούτου φωνήν· ὅταν δὲ τὸ δυνατὸν τῶν νοημάτων, σάλπιγγά τινα πολεμικὴν, καὶ τοιαύτην, οἵαν εἶχον οἱ Ἰουδαῖοι, ἡνίκα τὰ τῆς Ἱεριχὼ τείχη κατέβαλον. Καθάπερ γὰρ τότε ἡ τῶν σαλπίγγων ἠχὴ, πυρὸς σφοδρότερον τοῖς λίθοις προσπίπτουσα, πάντα ἀνήλισκε καὶ ἐδαπάνα· οὕτω καὶ ἡ τούτου φωνὴ νῦν, οὐχ ἧττον τῆς σάλπιγγος ἐκείνης τοῖς τῶν αἱρετικῶν ὀχυρώμασιν ἐμπεσοῦσα, λογι σμοὺς καθαιρεῖ, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ἀλλ' ἵνα μὴ διὰ τῆς ἡμετέρας γλώττης, ἀλλὰ διὰ τῆς τούτου ταῦτα μάθητε, ἀνα παύσωμεν τὸν ἡμέτερον λόγον, δόξαν ἀναπέμψαντες τῷ Θεῷ, τῷ τοιούτους παρασχόντι διδασκάλους, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать