Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς Βάσσον τὸν μάρτυρα

In Bassum martyrem / На мученика Васса

In Bassum martyrem Εἰς τὴν μνήμην τοῦ ἁγίου Βάσσου. Ἐλέχθη εἰς τοὺς φόβους, καὶ εἰς τὸ, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.

αʹ. Ἔδει μὲν ἡμᾶς τοσαύτης λόγων πηγῆς συνήθως εἰς ὑμᾶς χεομένης, νῦν δὲ διὰ τῶν προλαβόντων ἡμῶν ἱερέων τε καὶ διδασκάλων πλουσίας ὑμῖν τῆς πνευματικῆς παρατεθείσης τραπέζης, τὰς πενιχρὰς τῶν ἡμετέρων ῥημάτων ἀναστεῖλαι ψεκάδας, καὶ μάλιστα τῇ πολυχρονίῳ τοῦ σώματος ἀῤῥωστίᾳ, καὶ τῇ ἀσθενείᾳ τῆς φωνῆς, ἔτι γε μὴν καὶ ταῖς ὑπαλλήλοις φροντίσι κεκρατημένους, φιλόχριστοι, ἀλλ' ἐπειδὴ καὶ ἡμᾶς πρὸς τὸ λέγειν ἐπιτρέπεσθε ἀκορέστῳ περὶ τὴν θείαν ἀκρόασιν κεκρατημένοι τῷ πόθῳ, φέρε τῇ χάριτι τοῦ Σωτῆρος διὰ βραχέων τὰ πρόσφορα καὶ ἁρμόζοντα τῷ καιρῷ παραθώμεθα τῇ ὑμετέρᾳ χρηστότητι. Τοῦτο γὰρ, οἶμαι, καὶ ἡμῖν τοῖς λέγουσι καὶ ὑμῖν τοῖς ἀκούουσιν ὑπάρχει κατάλληλον, λογισμῷ ποριζομένοις ἑαυτοῖς τὰ βελτίω τε καὶ συμφέροντα.

Ὁ μὲν γὰρ ὅσιος καὶ πολυύμνητος μάρτυς καὶ ἐπίσκοπος Βάσσος, ὁ σήμερον ταύτην ἡμῖν συγκροτῶν τὴν πανήγυριν, ἐκ τῶν οἰκείων ἄθλων τὰ ἔπαθλα κέκτηται, οὐδαμῶς μὲν τῆς παρ' ἡμῶν συνεισφορᾶς τῶν ἐγκωμίων δεόμενος, αὐτὸς δὲ τὰς ὑπὲρ ἡμῶν συνήθως πρὸς τὸν ∆εσπότην ἱκεσίας ποιούμενος, οἷα καὶ τὴν πρὸς αὐτὸν διὰ τῆς τοῦ μαρτυρίου παλαίστρας παῤῥησίαν κτησάμενος, καὶ τὸν τῆς ἀφθαρσίας παρ' αὐτοῦ ὑποδεξάμενος στέφανον, ὃν καὶ τοῖς πιστοῖς ὁ Χριστὸς προευτρέπισεν. Ἄφθονα γὰρ, κατὰ τὸν θεῖον Ἀπόστολον, τὰ τοῦ ∆εσπότου χαρίσματα, καὶ πάλαι τοῖς ἐπικαλουμένοις γνησίως αὐτὸν τὰς τῶν μαρτύρων δωρεὰς πρυτανεύων, καὶ μάλιστα νῦν, ὅταν ἡμᾶς ἡ δι' ἐνιαυτοῦ μετὰ μικρὸν τῶν φόβων περιμένῃ ἀνάμνησις, καὶ τῆς φοβερᾶς ἐκείνης ἀπειλῆς ἡ φιλάνθρωπος ὀργὴ πρὸς δοξολογίαν καλῇ. Ἐθεασάμεθα γὰρ ὄντως θυμὸν φιλανθρωπίαν ἀστράπτοντα, ὅτε τὸν τῶν σεισμῶν περιεζώσθημεν φόβον, ὅτε κραδαινομένην τὴν κτίσιν ἐγνώκαμεν, ὅτε τὸ μὲν ἔδαφος σφοδρῶς ἐτινάσσετο, ὁ δὲ Σωτὴρ τῶν ἰδίων οἰκτιρμῶν οὐκ ἀφίστατο, ὅτε τὸ πικρὸν προσεδοκήσαμεν τέλος, ὅτε τάφους τὰς οἰκίας ἄφνω ἐνομίσαμεν, ὅτε τὸ τιναγμῷ συνεχόμενοι τόπον ἢ τρόπον καταφυγῆς οὐχ εὑρίσκομεν, ὅτε τὸ μέσον τῆς ἡμέρας φθάσαντες τὴν ἑσπέραν ἰδεῖν οὐκ ἠλπίσαμεν, ὅτε ἄνωθεν τῷ ξίφος ἐπήρτητο, καὶ κάτωθεν ἠνδρίζετο μετὰ προσευχῆς εὐποιία, ὅτε συμφώνως οἱ λαοὶ τὸ, Ἐλέησον, ἔκραζον. καὶ ὁ ∆εσπότης τοῖς οἰκτιρμοῖς ἐπεκάμπτετο· τῷ γὰρ βλέμματι κινῶν, τῇ χειρὶ τὴν ὑποτρέμουσαν κτίσιν ὑπέσφιγγε,

Τί συντόμως οὐ λέγω; ὅτε εἰ μὴ Κύριος Σαβαὼθ ἐβοήθησεν ἡμῖν παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχὴ ἡμῶν. Τίνα γὰρ οὐκ ἐκπλήττει τῆς τοῦ Σωτῆρος φιλανθρωπίας τὸ μέγεθος; τίνας οὐχὶ κινεῖ λογισμοὺς πρὸς εὐχαριστίαν τὰ τότε γεγενημένα, καὶ οὐ μόνον τὰ τότε, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα, καὶ πρὸ βραχέως ἡμῖν ἀπαντήσαντα; Ἐσάλευσε τῆς γῆς τὰ στηρίγματα, ἐκλόνησε τῶν οἰκιῶν τὰ θεμέλια, τὰ δώματα καθάπερ ὁλκάδες ἐν τοῖς τοῦ πελάγους ἀνεβράσσοντο κύμασι· μόνον ἔδειξεν ὄμμα δικαστικὸν, καὶ καθάπερ ἐν ὕδασιν ἑστῶτες ἐδονούμεθα πάντες. Πολὺς ὁ φόβος, καὶ τοῦ φόβου τὰ τῆς φιλανθρωπίας πολυπλασίονα. Τὴν κτίσιν γὰρ κλονῶν οὐ κατέστρεψε, συσσείων τὸ πᾶν οὐκ ἠδάφισε, τοῦ κάλλους τῶν κτισμάτων τὴν γῆν οὐκ ἐγύμνωσεν· ἐτίναξε τοὺς ὀρόφους μόνον πρὸς τὴν ἡμετέραν ὑπόμνησιν, καὶ φθορᾶς οὐδὲ γεῦσιν ἡμῖν ἐκόμισε. Τοσοῦτον παρ' αὐτοῦ τῆς εἰς ἡμᾶς εὐσπλαγχνίας τὸ πέλαγος. Καὶ τὸ τινάξαι δὲ τῆς γῆς τὰς βάσεις, ὡς κηδεμὼν, ὡς φιλεύσπλαγχνος. Εἶδε γὰρ ἀθετοῦντας καὶ παραπικραίνοντας, εἶδε φιλοῦντας ἁρπάγματα, εἶδε συνάπτοντας οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντας, ἵνα τοῦ πλησίον ἀφελώμεθά τι· εἶδεν ὀρφανοὺς οὐκ ἐλεοῦντας, καὶ κρίσει χηρῶν οὐ προσέχοντας· εἶδε διδασκάλους ἀπεναντία ὧν λέγουσι πράττοντας· εἶδε μαθητὰς θεατρικαῖς ἀταξίαις τὴν ἐκκλησιαστικὴν εὐταξίαν ὑβρίζοντας, εἶδεν ἐν κακίᾳ καὶ φθόνῳ διάγοντας, εἶδε δόλον τῷ φθόνῳ συνάπτοντας, εἶδεν ὑποκρίσεως λαίλαπας καθάπερ σκάφη τοὺς ἁπλουστέρους βυθίζοντας, εἶδε φονεύοντας κατὰ πρόθεσιν, εἶδεν ἀδικοῦντας ὅσα δυνάμεθα, εἶδε ναυαγοῦσαν μὲν τὴν ἀγάπην, εὐπλοοῦσαν δὲ τὴν ἀπάτην, ἐν τῷ πελάγει τοῦ βίου, εἶδε τῆς ἀληθείας ἀποπηδῶντας καὶ τῷ ψεύδει προστρέχοντας, καὶ συνελόντα φράσαι, εἶδε τῷ μαμωνᾷ μᾶλλον ἢ τῷ Κυρίῳ δουλεύοντας, καὶ τὴν γῆν ἡμῖν ὡς παισὶ παιδαγωγὸν ἐπετίναξε, καὶ φιλοστόργου μητέρος ἐπεδείξατο σπλάγχνα, ἣ πολλάκις τὸν ὑπομάζιον ἑαυτῆς παῖδα ἀτάκτως κλαυθμυρίζοντα ἀποστῆσαι βουλομένη τοῦ ἔθους, τὸ μικρὸν ἐκεῖνο κλινίδιον διατινάσσει σφοδρῶς, οὐχ ἵνα πλήξῃ, ἀλλ' ἵνα φοβήσῃ τὸ νήπιον· οὕτω δὴ καὶ ὁ τῶν ὅλων ∆εσπότης, ἣν ἐν τῇ χειρὶ οἰκουμένην βαστάζει, διατινάσσει οὐχ ἵνα καταστρέψῃ, ἀλλ' ἵνα πρὸς σωτηρίαν ἐπιστρέψῃ τοὺς ἀτακτοῦντας.

βʹ. Καὶ μεμφέσθω μηδεὶς, ἐπεὶ τὸν Κύριον φιλοστόργῳ μητέρι παρεικάσαμεν, ὁπότε αὐτὸς ὁ Κύριος ἑαυτὸν ἀπείκασεν ὄρνιθι ἐν τοῖς Εὐαγγελίοις, εἰπών· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; Ἐκίνησε τοίνυν τὴν ἄψυχον γῆν ὁ φιλάνθρωπος, ἵνα στήσῃ τὴν ἔμψυχον ἀτάκτου κινήσεως· σαρκὸς ἠπείλησε θάνατον, ἵνα τὸν τῆς ψυχῆς φυλαξώμεθα ὄλεθρον. Εἶδες, φιλόχριστε, πόσου τοῦ κτίσαντος ἡ περὶ ἡμᾶς εὐσπλαγχνία; εἶδες ἀπειλὴν φιλανθρωπίαν ἀστράπτουσαν; εἶδες οἰκτιρμοὺς προλαμβάνοντας ἀγανάκτησιν; εἶδες νικωμένην ἀπόφασιν ἀγαθότητι; Καὶ ξένον οὐδέν· αὐτός ἐστι καὶ νῦν ὁ πρᾶος καὶ φιλάνθρωπος ἡμῶν ∆εσπότης, ὁ τῆς ἡμετέρας συνήθως κηδόμενος σωτηρίας, ὃς ἐν τοῖς Εὐαγγελίοις διαῤῥήδην βοᾷ, ὡς ἀρτίως ἡμῖν ἀνεγινώσκετο· ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

Ὢ πόση τοῦ πλάσαντος συγκατάβασις, καὶ ὁ πλασθεὶς οὐκ αἰδεῖται! ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, πότε ∆εσπότης εἰς παράκλησιν τῶν πταισάντων παρεγένετο δούλων. Τοιοῦτος ἡμῖν ὁ Χριστὸς, οἰκτιρμοὺς ἐπιδείκνυται, δέον τιμωρεῖν τὸν ἁμαρτάνοντα, δέον τῶν παροργισάντων ἀφανίσαι τὸ γένος, ἥμερα τοῖς ὑπευθύνοις ἀφίησι ῥήματα· ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ὁ Θεὸς ταπεινὸς, καὶ ὁ ἄνθρωπος ὑψηλός· ὁ δικαστὴς ἥμερος, καὶ ὁ κατάδικος ὑπερήφανος· ὁ τεχνίτης πενιχρὰν ποιεῖται φωνὴν, καὶ ὁ πηλὸς ὡς βασιλεὺς διαλέγεται. ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Τὰ προλαβόντα οὐκ ἔπεισε, τὰ μετὰ ταῦτα καὶ τὰ πρὸ βραχέος οὐκ ἐδυσώπησεν, ὅπως καὶ τότε καὶ νῦν τὴν κτίσιν κινήσας πάλιν ἐστήριξεν ἐλεήσας· ∆εῦτε οὖν, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ ἔχει μάστιγα πλήττουσαν, ἀλλ' ἰατρεύουσαν φύσιν. ∆εῦτε, ἴδετε φιλανθρωπίαν ἄφατον. Τίς οὐκ ἀγαπᾷ δεσπότην μὴ τύπτοντα; τίς οὐ θαυμάζει κριτὴν ἀξιοῦντα κατάκριτον; Ἐκπλήττει σε πάντως ἡ τῶν ῥημάτων εὐτέλεια· ∆ημιουργός εἰμι, καὶ φιλῶ μου τὸ ἔργον· πλάστης εἰμὶ, καὶ ὃν ἔπλασα φείδομαι. Ἂν χρήσωμαι τοῖς ἐμοῖς ἀξιώμασι, τὴν πεσοῦσαν ἀνθρωπότητα οὐ ῥύομαι, καὶ ἀῤῥωστοῦσαν ἀνίατα, ἂν μὴ προσηνέσι καταπλάσσω φαρμάκοις, οὐ ῥώννυται· ἂν μὴ ψυχαγωγήσω, νεκροῦται, ἂν ἀπειλήσω μόνον, ἀπόλλυται. Τούτου χάριν ἀγαθότητος ἔμπλαστρα αὐτὴν περιοδεύσω κειμένην· πολὺ ὑποκύπτω συμπάσχων, ἵνα πεσοῦσαν ἐγείρω. Τὸν ἐῤῥιμμένον ὁ ἑστὼς, ἂν μὴ συγκαταγάγῃ τὴν χεῖρα, οὐκ ἐξεγείρει τοῦ πτώματος.

∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ ἐπίδειξιν ῥημάτων ἐργάζομαι, πραγμάτων ὑμῖν παραδέδωκα πεῖραν· Ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ἀφ' ὧν ἐγενόμην θεώρησον. Βλέπε μου τὴν μορφὴν, καὶ ἐννόει μου τὴν ἀξίαν, καὶ προσκύνει δέ μου τὴν διὰ σὲ συγκατάβασιν· λόγισαι πόθεν ἐλθὼν, ποῦ σοι συνδιαλέγομαι· οὐρανὸν ἔχων θρόνον, ἐπὶ γῆς σοι φθεγγόμενος ἵσταμαι· ἄνω δοξάζομαι, καὶ ὡς μακρόθυμος οὐκ ὀργίζομαι, Ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Εἰ μὴ ἤμην πρᾶος τοῦ Βασιλέως Υἱὸς, οὐκ ἂν δούλην ἐπελεγόμην μητέρα· εἰ μὴ ἤμην πρᾶος ὁ τῆς ἀφανοῦς καὶ φαινομένης οὐσίας δημιουργὸς, οὐκ ἂν πρὸς ὑμᾶς ἐπεδήμουν· εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν ὑπὸ σπαργάνων ἠνειχόμην ὁ τῶν αἰώνων πατήρ· εἰ μὴ ἤμην ταπεινὸς, οὐκ ἂν φάτνης ἐδεχόμην πενίαν ὁ τῆς κτίσεως ὅλης κεκτημένος τὸν πλοῦτον· εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν συνδιῆγον ἀλόγοις ὁ μηδὲ τοῖς Χερουβὶμ θεωρούμενος· εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν ὁ φῶς ἐμπτύων τυφλοῖς ὑπὸ ἀνόμων ἐνεπτυόμην χειλέων· εἰ μὴ πρᾶος ἤμην, οὐκ ἂν δούλους ἐλευθερῶν ἐγὼ τὸν δουλικὸν ὑπέμεινα ῥαπισμόν· εἰ μὴ πρᾶος ἤμην, οὐκ ἂν νῶτόν μου παρεῖχον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τί δὲ τὸ μεῖζον οὐ λέγω; εἰ μὴ πρᾶος ἤμην, ἄλλων τὸ παθεῖν χρεωστούντων, οὐκ ἂν ὁ μηδὲν ὀφείλων ἐγὼ τὸ τοῦ θανάτου χρέος ὑπὲρ ἐκείνων κατέβαλον. Κατεβαλόμην δὲ ἵνα καὶ τοῖς ἐν ᾅδῃ κάτω κατεχομένοις τῆς καταδίκης διαλύσω τὸ πρόστιμον· οὐ γὰρ μόνον ζώντων εἰμὶ βασιλεὺς, ἀλλὰ καὶ νεκρῶν ∆εσπότης. Τούτου χάριν ἑκατέραν ἦλθον τῆς οἰκονομίας ὁδόν. Ἐφάνην ἄνθρωπος, γέγονα καὶ πρὸς ὀλίγον νεκρὸς, ἵνα πᾶσι καὶ τοῖς ὑπὸ γῆν τῆς ἐμῆς ἀφθαρσίας διανείμω τὸ χάρισμα.

∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Γνώμης, οὐ φύσεως ἡ εὐτέλεια· οὐσίαν ἀπρόσιτον ἔχω, διάνοιαν δὲ πρὸς πάντας βαδίζουσαν. ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, οὐ τῇ ἀξίᾳ· μέτριος τὴν γνώμην, οὐ τὴν ῥώμην ὑπάρχω· διὰ τὴν ῥώμην ἀγγέλοις φοβερός εἰμι, διὰ τὴν γνώμην ἀνθρώποις ταπεινὸς ἐγώ· ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ ἀφ' ὧν ὑπάρχω, λαλῶ, ἀλλ' ἀφ' ὧν ἐλεῶ, διαλέγομαι. Ὑπὲρ τὴν ἐξουσίαν φιλῶ τὴν χρηστότητα. Βασιλεὺς ὁ ταῦτά σοι λέγων εἰμί· μέγεθος ἔστι μοι δυνάμεως, ἀλλ' οὐ καταπλήττω σου τῷ παρόντι μοι δυνατῷ τὴν ἀσθένειαν. Οὐ λέγω, ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ ὅτι ∆εσπότης εἰμὶ, ὁ τῆς κτίσεως Κύριος, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, καὶ τὴν γῆν κατέχων δρακί· ἀλλὰ, ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὕτως εἰμὶ πρᾶος, ἥμαρτες σὺ, καὶ ἐμαστιγώθην ἐγώ· οὕτως ἑκών εἰμι ταπεινὸς, ἦλθον ὁ ∆εσπότης ἐλευθερῶσαι τοὺς δουλεύοντας, καὶ αὐτοί με τὸν ἐλευθερωτὴν ἐῤῥάπισαν ὁμοῦ καὶ ἐσταύρωσαν οἱ δουλεύοντες, καὶ πρὸς τούτοις πρὸς τὸν ἐμὸν Πατέρα ὑπὲρ αὐτῶν πρεσβεύων ἔλεγον· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. ∆εῦτε οὖν, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· δεῦτε, ἱκετεύω δεόμενος, ἱκετεύειν οὐκ αἰσχύνομαι, τοὺς ἐμοὺς δούλους αἱροῦμαι παρακαλεῖν, ἵνα μὴ κολάζειν ἀναγκασθῶ· δεῦτε, μάθετε ἀπ' ἐμοῦ τὸ πρᾶον πρὶν ἢ θεάσησθέ μου τὸ φοβερόν· δεῦτε νῦν, ἰατρεύω, μετὰ βραχὺ λογιστεύω· νῦν φείδομαι, μετὰ μικρὸν ἀποφαίνομαι· νῦν φιλάνθρωπος, μετ' ὀλίγον δικαιοκρίτης φανήσομαι. ∆εῦτε, μάθετε, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἢ τὸ πρᾶον τιμήσατε, ἢ τὸ δυνατὸν εὐλαβήθητε. ∆εῦτε, φθάσατέ μου τὸ πρόσωπον ἐν ἐξομολογήσει· καιρῷ γὰρ τὰ τῆς τοιαύτης παρ' ἐμοῦ διώρισται μετριότητος.

γʹ. Ὁ παρὼν μόνος ἐστὶ βίος τῆς ἐμῆς μακροθυμίας ἐπίδειξις· ἥξει καιρὸς, ὅτε ταύτης μου τῆς χρηστότητος ἡ θύρα κλεισθήσεται· ἥξει καιρὸς, ὅτε δάκρυον τῶν ἁμαρτωλῶν οὐκ ὠφελήσει σταζόμενον· ἥξει καιρὸς, ὅτε σάλπιγγες πανταχόθεν κτυποῦσαι τὴν δευτέραν μου παρουσίαν δηλοῦσιν, ὅτε τὴν γῆν ὅλην διατρέχοντες ἄγγελοι τῶν νεκρῶν τὰς μυριάδας παριστῶσιν εἰς κρίσιν, ὅτε μοι βῆμα τεθῇ, καὶ ταῖς ἄνω δυνάμεσιν ἐπιβῶ, ὅτε ἀρχαὶ καὶ ἐξουσίαι δορυφοροῦσιν ἐρχόμενον, ὅτε μου τῆς βασιλείας οἱ φωστῆρες τὸν πάντα καταλάμπουσι κόσμον, ὅτε βίβλοι τῶν ἑκάστῳ βεβιωμένων ἀνοίγονται, ὅτε νόμων ἀκρίβεια, καὶ δαιμόνων ἀκριβὲς λογοθέσιον, ὅτε ὁ κρινόμενος ἵσταται, μόνα ἔχων αὐτῷ παρεστῶτα τὰ ἔργα, ὅτε λογισμοὶ κατηγοροῦσι, καὶ ἐλέγχει συνείδησις, ὅτε πνεύματα πονηρὰ τοῖς τοῦ δικάζοντος προσέχοντα ῥήμασιν, ὅτε κάμινος τοῦ κριτοῦ περιμένουσα τὴν ἀπόφασιν, ὅτε τὸ, Ἐλέησον, ῥῆμα τῷ βοῶντι λοιπὸν ἀνωφέλητον. ∆εῦτε οὖν, πρὶν ἀποκλείσω μου τὰς θύρας τῶν οἰκτιρμῶν, πρὶν φθάσῃ λυθῆναι τῆς ζωῆς ἡ πανήγυρις, πρὶν παρέλθῃ τοῦ βίου τὸ θέατρον· ἐπὶ θύραις γὰρ ἡ προθεσμία τοῦ τέλους. ∆εῦτε πρὶν ἄρξωμαι κρίνειν· ἂν γὰρ φθάσω καθίσας δικάζειν, οὐκέτι χαρίζομαι. ∆ιὰ ταῦτα κατάδηλον ἐποιησάμην τὸ τῶν μωρῶν παρθένων ὑπόδειγμα, ὧν αἱ λαμπάδες τῆς ζωῆς μὴ ἔχουσαι δικαιοσύνης ἔλαιον ἀπεσβέσθησαν, καὶ ὅπως ἀπεκλείσθησαν αὐταῖς τοῦ νυμφῶνος αἱ θύραι, ὅπως τε κρουούσαις ἀντέλεγον ἔνδοθεν, Οὐκ οἶδα ὑμᾶς τὴν πρὸς τοὺς ἁμαρτωλοὺς ἐν τῇ κρίσει φωνὴν αἰνιττόμενος.

Εἰ ἐδιδάχθημεν τοιγαροῦν, ἀδελφοὶ, ἐκ τῶν τοῦ Σωτῆρος λόγων ∆εσποτικὴν ἀγαθότητα, μὴ καταφρονήσωμεν δικαστοῦ πρὸ τῆς κρίσεως φθεγγομένου φιλάνθρωπα, μὴ ἀπολέσωμεν μεταμελείας καιρόν· ἀγαθαῖς πράξεσι καὶ ἐλεημοσύναις τὰς ἑαυτῶν ψυχὰς ἀμφιάσωμεν· ἕκαστος ἡμῶν ἤδη πραγματευσάσθω τὰ πρὸς τὴν αἰώνιον ζωὴν ἐπιτήδεια, τῶν χαλεπῶν πράξεων ἑαυτοὺς ἀποστήσωμεν. Ἐὰν γὰρ ἡμεῖς τὴν πίστιν ἀσάλευτον ἐν ἀγαθοῖς ἔργοις φυλάξωμεν, ἔσται σὺν ἡμῖν καὶ ἡ κτίσις ἀσάλευτος. Σωφροσύνῃ κοσμήσωμεν τὰς ψυχὰς ἡμῶν, καὶ τῆς καθαρᾶς πίστεως τὸν ἀτίμητον μαργαρίτην βεβαίως ἐπικτησώμεθα· πρὶν ὁ χρόνος τῆς ζωῆς σβεσθῇ τῆς ἡμετέρας, πρὶν τὸ σχῆμα τοῦ κόσμου, καὶ τὸ ἄνθος τῆς δόξης, καὶ πάντα τὰ τῆς ὅλης τερπνὰ διαφθαρήσηται, τὸν ἀδέκαστον κριτὴν θεραπεύσωμεν. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Ζῶ ἐγὼ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Εἰ ἐφίετο τιμωρεῖσθαι τὸν ἁμαρτωλὸν, ἐσιώπα· ἐλεεῖν θέλει, διὰ τοῦτο παρακαλεῖ· φείδεται, διὰ τοῦτο προτρέπεται· φοβεῖ σε τῷ προειπεῖν, ἵνα τοῦ κινδύνου προαναστείλῃ τὴν πεῖραν. Θεὸς γὰρ ἀπειλῶν μὲν σώζειν βούλεται, σιωπῶν δὲ προαιρεῖται κολάζειν. Ἔχομεν ἀπὸ τῶν πραγμάτων τὴν μάθησιν. Ἠπείλησεν ἐπὶ Νινευϊτῶν, καὶ ἐφείσατο· ἐσίγησεν ἐπὶ Σοδομιτῶν, καὶ ἐκόλασεν· στεφάνους ηὐτρέπισεν, ἐὰν μὴ καθ' ἑαυτῶν βασάνους ἐνέγκωμεν. Θέλει ἀργῆσαι τὴν γέενναν, θέλει τοῦ σκότους τὸ δεσμωτήριον κλεῖσαι, θέλει πᾶσαν αὐτοῦ τὴν ὀργὴν μόνῳ τῷ διαβόλῳ φυλάττεσθαι, θέλει καθίσαι κριτὴς, οὐχ ἵνα κολάζῃ τινὰς, ἀλλ' ἵνα στεφανώσῃ πάντας.

Ἔχοντες τοίνυν τοιοῦτον ∆εσπότην, ἁρπάσωμεν φωνὴν ἀγαθότητος γέμουσαν, ὑπακούσωμεν λέγοντι· ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ἵνα καὶ τῆς εὐκταίας ἐκείνης καὶ μακαρίας φωνῆς ἀξιωθῶμεν ἀκοῦσαι τῆς λεγούσης· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· ἧς πάντες ἐν ἀπο λαύσει γενοίμεθα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίον ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

1
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать