Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Εἰς τὸν ἅγιον Στέφανον αʹ

In sanctum Stephanum i / На святого Стефана, часть I

In sanctum Stephanum i Εἰς τὸν ἅγιον Στέφανον αʹ.

Σεμνύνει μὲν τοὺς εὐδοκίμους ἀθλητὰς τῶν διηνυσμένων αὐτοῖς ἀγώνων ἡ μνήμη· κοσμείτω δέ γε αὐτοὺς καὶ ὁ ἡμέτερος λόγος, καθ' ὅσον οἷόν τε, διὰ τῆς εἰς αὐτοὺς εὐφημίας ἀνακηρύττων τὰ ἐκείνων κατορθώματα· ἀρκοῦσα γὰρ παίδευσις τῶν ἡμετέρων τρόπων τῆς ἐκείνων ἀρετῆς ἡ ὑπόμνησις. Ἀρχὴν τοίνυν ποιήσωμεν εἰς τοὺς ∆εσποτικοὺς ἀθλητὰς ἐγκωμίων τὸν πρῶτον ἀνοίξαντα τὸ τῆς εὐσεβείας στάδιον, καὶ πρῶτον καταρξάμενον τῶν ἀθλητικῶν γυμνασίων. Ἤλειψεν αὐτὸν ἡ χάρις τοῦ Πνεύματος, ἐπαιδοτρίβησε δὲ πρὸς τὰ παλαίσματα ὁ ἀγωνοθέτης ὁ οὐράνιος, οὐ σώματι πυκτεύοντα, οὐδὲ τὰς χεῖρας εἰς ἅμιλλαν προβαλλόμενον, ἀλλὰ τὴν γλῶτταν ἀκονῶν κατὰ τῶν ταῖς χερσὶ πολεμούντων. Ἴδωμεν τοίνυν τὸν ἀθλητὴν, ὅπως ἐν ἅπασι μιμητὴς ἀνεφάνη τοῦ ∆εσπότου· τοὺς γὰρ αὐτοὺς εἶχεν ἀνταγωνιστὰς καὶ κατ' ἐκείνου θρασυνομένους· ἀλλ' ὅμως οὐκ ἐνέπλησεν αὐτοῖς τὴν ὠμότητα τὸ σωτήριον πάθος, ἀλλ' ἔτι διψῶσιν αἵματος οἱ πρώην ∆εσποτικὸν αἷμα ἐκχέαντες, καὶ φρονοῦσιν ὁμοίως κατὰ τῶν δούλων οἱ τὸν ∆εσποτικὸν ἐργασάμενοι φόνον.

Προβαλλώμεθα τοίνυν τῷ λόγῳ τὸν δόκιμον ἀθλητήν. Καὶ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν ἡνίκα ἂν οἱ στεφανῖται κρίνωνται, εἰώθασι τοὺς ἐξειλεγμένους καὶ προκρίτους εἰσάγειν εἰς τὰ παλαίσματα, ἵνα τὸν κατὰ τὴν ῥώμην ἐφάμιλλον ὁ εὐδόκιμος ἀναῤῥηθῇ στεφανίτης. Ἐνταῦθα δὲ λέγε, Ὁ πρῶτος προμαχὼν, τῆς εὐσεβείας ὁ πύργος ὁ ἀκαταγώνιστος (ταῦτα γὰρ προσειπὼν πάντα τις αὐτὸν οὐκ ἂν ἁμάρτοι) παιδευτὴς ἐγένετο τῶν μετ' αὐτὸν ἀγωνισαμένων διὰ τῶν οἰκείων πόνων, καὶ πρῶτος ἁρπάσας τοὺς στεφάνους, εὐχειρώτους ἔδειξε καὶ τοῖς ἑξῆς τοὺς πολεμοῦντας, τοῦ σώματος μόνον καταστοχαζομένους, τὴν δὲ ψυχὴν ἄτρωτον καταλιμπάνοντας· Μὴ φοβηθῆτε γὰρ, φησὶν, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Ἐκείνης τοίνυν τῆς θείας φωνῆς μεμνημένος τῆς ἀλειφούσης αὐτὸν εἰς τὰ παλαίσματα, οὕτως ἀπεδύσατο πρὸς τοὺς ἀγῶνας ὁ ἀθλητὴς, καὶ τῇ γλώσσῃ τιτρώσκων τοὺς τὸ σῶμα τοῖς λίθοις κατατοξεύοντας, ἐδείκνυτο τοῖς λόγοις τῶν ἐκείνων βελῶν δυνατώτερος· καὶ τῷ μὲν σώματι ἐδέχετο τὰ διὰ τῶν λίθων τραύματα, τοῖς δέ γε ῥήμασι πικρότερον ἐτίτρωσκε τοὺς βάλλοντας, καὶ ἀνερέθιζε πρὸς τὸν κατ' αὐτοῦ πόλεμον, ἵνα συντομωτέραν αὐτῷ τὴν ὁδοιπορίαν κατασκευάσωσι τὴν εἰς οὐρανοὺς ἀναπέμπουσαν. Καί μοι λογίζου τῶν βελῶν τὸ διάφορον· οἱ μὲν γὰρ λίθοις τὸ σῶμα κατεχώννυον, ὁ δὲ τοῖς παρὰ τοῦ Πνεύματος ἑαυτῷ χορηγουμένοις ῥήμασι τῆς ἐκείνων καρδίας κατεστοχάζετο· Οὐδεὶς γὰρ, φησὶν, ἠδύνατο ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει. Ὢ γλώττης σάλπιγγος μεγαλοφωνοτέρας! ὢ ψυχῆς ἀκαταπλήκτου, παντὸς ἀδάμαντος στεῤῥοτέρας! δῆμον ἑώρα Ἰουδαϊκὸν καὶ ἐπισυνιστάμενον τῷ ἀθλητῇ, καὶ ὥσπερ τινὸς σκιᾶς θεώμενος, οὕτω κατεφρόνει τῶν παρόντων, καὶ τὰς τῶν λίθων νιφάδας δεχόμενος, κατὰ τοῦ σώματος ἠγάλλετο, ὥσπερ τινὸς αὐτῷ πύργου διὰ τῶν λίθων οἰκοδομουμένου, ὥστε δι' αὐτοῦ φθάσαι τὸν οὐρανόν.

Τί τοίνυν τῆς πέτρας ἐκείνης τῆς λογικῆς γένοιτ' ἂν δυνατώτερον; τί δ' ἂν ὀφθείη τοῦ στύλου τῆς Ἐκκλησίας στεῤῥότερον; τὸν ἀκλινῆ διέσωσεν ἡ πίστις· καθάπερ τισὶν ἀσφαλεστάτοις ἐρείσμασιν ἐπερειδόμενος, οὕτω μεμένηκεν ἄτρωτος, τοῖς μὲν τραύμασι τὸ σῶμα ποικιλλόμενος, τῇ δὲ καρτερίᾳ τὴν ψυχὴν καλλωπιζόμενος, καὶ τῷ οἰκείῳ κάλλει πρὸς αὐτὸν τὸν οὐρανὸν ἁμιλλώμενος. Ὥσπερ γὰρ ἐκεῖνος περικαλλὴς δείκνυται τῇ τῶν ἄστρων χορείᾳ διηνθισμένος, οὕτω δὴ καὶ ὁ θαυμάσιος οὗτος ἀθλητὴς τὸν χιτῶνα τὸν ∆εσποτικὸν ἔχων, τοῖς τραύμασιν, ὡς ποικίλοις ἠμφιεσμένος ἐνδύμασιν, ὡραΐζετο, καὶ ἐγεγήθει τὰ στίγματα τοῦ Κυρίου ἐν τῷ σώματι βαστάζων ὥσπερ χαρακτῆρας ∆εσποτικούς. Οὐ περιήγαγον οἱ λίθοι τὸν ἀθλητὴν, ἀλλ' ὥσπερ τι φυτὸν οὐρανομῆκες ἐπὶ γῆς ἐῤῥιζωμένον, οὕτω καὶ ἀκαμπὴς ἐφυλάττετο, δεχόμενος τὰς τῶν λίθων βολὰς, καὶ μὴ καταπίπτων. Τούτῳ γὰρ ἂν εἰκότως ἁρμόσειε τὸ προφητικὸν ἐκεῖνο λόγιον, ὅτι ∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει. Ἐφοινίσσετο μὲν οὖν τὸ σῶμα, καὶ περιεῤῥεῖτο τοῖς τῶν αἱμάτων ῥεύμασιν, ἐπάλληλα δεχόμενος τῶν λίθων τὰ κύματα, πολλῷ δὲ πλέον τῇ πίστει πετρούμενος. Ἑώρα γὰρ πρὸς τὸν οὐράνιον ἀγωνοθέτην, τὸν τοῖς οἰκείοις ἀθληταῖς τὴν χεῖρα προτείνοντα, καὶ πρὸς οὐρανὸν αὐτοὺς ἕλκοντα, ὅπου τῶν ἀγώνων ἀπόκειται τὰ ἔπαθλα, ὅπου τῶν στεφάνων ἀνάῤῥησις γίνεται, καὶ κατὰ τὸν Παῦλον ἴσως βοᾷ· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως, οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· βάλλομαι, καὶ τιτρώσκω τοῖς ῥήμασι.

Μνημονεύσατε, φησὶ, τῶν πατέρων ὑμῶν τῶν τοὺς προφήτας καταλευσάντων· Τίνα γὰρ, φησὶν, οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Κακῆς διαδοχῆς γεγόνατε κληρονόμοι, τὴν ἐκείνων μανίαν ζηλώσαντες· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς· τὴν πατρικὴν διεδέξασθε μιαιφονίαν. Ταῦτα τοῦ στεφάνου τῶν Ἐκκλησιῶν τὰ ῥήματα, τοιαῦτα τοῦ στεφανίτου κατὰ τῶν ἐναντίων τὰ τοξεύματα· καὶ καθάπερ ἄλσους τις ἀνεγείρων φλόγα, οὕτω δὴ καὶ ὁ πρωτομάρτυς πλέον καθ' ἑαυτοῦ τὴν ἐκείνων μανίαν ἐρέθιζεν. Ἑώρα γὰρ τὸν ποθούμενον, καὶ ἐπόθει τὸν θεωρούμενον, καί τινα πρὸς αὐτοὺς ἴσως ἀπεφθέγγετο τοιαῦτα· Τοῦ ἔξωθεν ἐνδύματος καταστοχάζεσθε, καὶ κατὰ τοῦ σώματος πέμπετε τοὺς λίθους· ἀλλὰ λέληθεν ὑμᾶς, ὡς ἔοικεν, ὅτι δή μοι πληροῦτε τὸν πόθον.

Καὶ γὰρ καὶ αὐτὸς καὶ πρὸ τοῦ Παύλου σπεύδω τὸν ἔξωθεν ἄνθρωπον ἀπεκδύσασθαι, ἵνα γυμνῇ τῇ ψυχῇ πρὸς οὐρανὸν ἀναπτῶ, καὶ τὸ αἰθέριον πέλαγος περαιωσάμενος, συμβασιλεύσω τῷ ∆εσπότῃ. Οὗτος μόνος ὁ πλοῦς οὐκ ἔχει ναυάγιον, αὕτη ἡ θαλαττοπορία ἀχειμάστους διασώζει τοὺς πλέοντας· ἀκινδύνως μου πλεῖ τὸ σκάφος· οὐράνιον γὰρ ἔχω τὸν κυβερνήτην, τὸν τοῖς νοητοῖς αὑτοῦ πηδαλίοις κατευθύνοντα. Φοινίξατέ μοι τὸ σῶμα τοῖς τραύμασι· καὶ γὰρ τὸν Ἰωσὴφ χιτῶνα ἐφοίνιξαν τῷ αἵματι οἱ πατέρες ὑμῶν, ὡς καὶ ὑμεῖς. Πρέπον γὰρ αὐτοῖς συνεχῶς λέγεσθαι τὸ παρὰ τοῦ μάρτυρος εἰρημένον. Ἐκείνους ἐμιμήσασθε τοὺς τὴν κακὴν κληρονομίαν ὑμῖν καταλελοιπότας· ἀλλὰ κἀκεῖνοι τὸν Ἰωσὴφ ἀποδόμενοι, διήμαρτον τῆς ἐλπίδος, καὶ οἱ τὸν σωματικὸν ναὸν λιθάζοντες, στεῤῥὸν ναὸν οἰκοδομεῖτε περικαλλέστερον· ὁρᾷν αὐτοῦ μοι τὰ προπύλαια ἔπεισιν· ἀπὸ γὰρ τῆς γῆς εἰς τὸν οὐρανὸν ἐστήρικται. Ταῦτα γὰρ πρέποντα τῷ Στεφάνῳ τὰ ῥήματα, τῷ προπηδήσαντι τῶν ἀποστολικῶν λογάδων ἐπὶ τοὺς ἀγῶνας, καὶ ὀξυτέρῳ τῷ δρόμῳ φθάσαντι πρὸς τὸ τοῦ μαρτυρίου τέλος, τῷ ἐπὶ γῆς ἀγωνισαμένῳ, καὶ ἐν οὐρανοῖς ἀναῤῥηθέντι· ὃς φθεγγομένους μὲν τοὺς πολεμίους ἐνίκα, λιθοβολούντων δὲ ὑπερηύχετο, καὶ ἐν τούτῳ τὸν ∆εσπότην μιμούμενος, καί φησι πρὸς τὸν ἀγωνοθέτην· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά μου. ∆ιήνυσταί μου, φησὶν, ὁ ἀγών· δέχου τοίνυν τὸν στεφανίτην ἐν οὐρανοῖς, ὑπόδεξαι ὁ ἀθλοθέτης τὸν ἀθλητήν· ἐπὶ τοὺς στεφάνους γὰρ τρέχω, καὶ τῶν ἐνταῦθα ἀγώνων σπεύδω κομίσασθαι τὰ ἔπαθλα.

Τοσαῦτα ἡμᾶς ὁ πρωτομάρτυς εἱστίασε καὶ τοῖς ῥήμασιν εὐδόκιμος πεφηνὼς καὶ τοῖς παλαίσμασιν, ἡ κορυφὴ τῶν μαρτύρων, ὁ στέφανος τῶν Ἐκκλησιῶν, ὁ τὸν ∆εσπότην ἐπειγόμενος φθάσαι τῷ δρόμῳ, καὶ τῷ ἐν οὐρανοῖς καλοῦντι ὑπακούσας δι' ἐκείνης τῆς θείας φωνῆς, Ὅπου εἰμὶ ἐγὼ, φησὶν, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Τὰ ἄνω γὰρ, φησὶ, φρονεῖτε, οὗ ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Πατρὸς κάθηται. Ἐκεῖνον ἐπόθει τὸν θρόνον τὸν βασιλικὸν, πρὸς ἐκεῖνα ἔτρεχε τὰ βραβεῖα τῆς ἄνω κλήσεως, ἐκείνας ἐπόθει τὰς βασιλικὰς δωρεὰς τὰς παρὰ τοῦ ἐπουρανίου βασιλέως διανεμομένας τοῖς οἰκείοις αὐτοῦ ἀγωνισταῖς. Τίς ἂν οὖν λόγος ἀρκέσειε τὸν τοσοῦτον καὶ τηλικοῦτον ἀθλητὴν πρὸς ἀξίαν σεμνῦναι τῷ λόγῳ, τὸν διὰ τῶν ἔργων κηρυττόμενον καὶ καθάπερ στήλην ἀνεξάλειπτον καταλελοιπότα τῶν οἰκείων κατορθωμάτων τὴν μνήμην; Τούτου τὸν πόθον ζηλώσωμεν, καὶ τὴν ἀρετὴν μιμησώμεθα, ἵνα καὶ τῶν ἀποκειμένων στεφάνων ἀπολαύσωμεν, χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

1
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать