De sancta Thecla martyre ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ Καὶ ἀπόστολον Θέκλαν ἐγκώμιον.
Καλὰς ἡμῖν ἡ τοῦ Πνεύματος χάρις τῶν ἁγίων εἰκόνας τὰς ἐτησίους αὐτῶν ἀνεστήσατο μνήμας, καὶ χρόνῳ τὰς πράξεις ἐρχομένας εἰς λήθην νεαρὰς διηνεκῶς διασώζει. Ἕκαστος γὰρ ὥσπερ εἰκόνι τινὶ ἐντυγχάνων τῇ μνήμῃ, τὸ τῶν πράξεων κατοπτρίζεται κάλλος, καὶ θεωρεῖ τὰς πράξεις τῇ τῆς μνήμης ἐγκειμένας εἰκόνι. Καί μοι δοκῶ σήμερον τὴν μακαρίαν ἐκείνην κατοπτρίζεσθαι κόρην, καθάπερ ἐπ' εἰκόνος ἑστηκυῖαν τῆς μνήμης, καὶ τῇ μὲν τὸν καθ' ἡδονῶν, τῇ δὲ τὸν κατὰ κινδύνων ἀνατείνουσαν στέφανον· καὶ τῇ μὲν τὴν παρθενίαν, τῇ δὲ τὸ μαρτύριον τῷ τῶν ὅλων ∆εσπότῃ προσφέρουσαν. Ἦν μὲν οὖν αὐτῇ καὶ τὰ τῆς παρθενίας, ἃ τοῖς ἀκριβῶς σκοπουμένοις μέγα τι πρὸ μαρτυρίου μαρτύριον.
Αἱ γὰρ ἡδοναὶ δεινοί τινες τοῦ σώματος δήμιοι· μᾶλλον δὲ δημίων δεινότεροι· κατατείνουσι γὰρ ἀχειροποιήτοις δεσμοῖς· ξέουσι τὴν ψυχὴν δι' ὀμμάτων· προσφέρουσι δι' ἀκοῶν τῷ τῆς γνώμης ἀνενδότῳ φιληδονίας λαμπάδα, μαστιγοῦσι δριμείᾳ τὴν διάνοιαν μάστιγι, ἄλλας ἐπ' ἄλλαις κυκῶσι καθ' ἡμῶν παρατάξεις. Ὅταν τις τοῖς ὀφθαλμοῖς παραγγείλῃ τετυφλῶσθαι πρὸς κάλλη, παρανοίγουσι τὸ κλεισθὲν ἡδοναὶ δι' ὤτων ἀσελγέσιν ἐκλυόμενον ᾠδαῖς· ὅταν ἐντύχωσιν ὠσὶ πρὸς ᾠδὰς πορνικὰς κεκλεισμένοις, προσπαίζουσι τοῖς λογισμοῖς ἀσελγῶς κοσμηθεῖσαι· ὅταν αὐτὰς διὰ πάντων, συντόμως εἰπεῖν, ἐγρηγορότες νικήσωμεν, κοιμωμένοις σκιαμαχοῦσι· καὶ τῆς παρατάξεως οὗτος αὐταῖς ὁ κύκλος ἀΐδιος, οὐχ ἡλίῳ συνεξιστάμενος, οὐ συνησυχάζων νυκτί. Ἂν δὲ δὴ καὶ νεότητος λάβωνται, πυρὸς γέγονε πρὸς πῦρ συμπλοκὴ, καμίνου πρὸς καλάμην συνάφεια. Εὐκατάπρηστος γὰρ ἡδοναῖς ἡ νεότης, ὡς ἐλαιωδεστέρα πρὸς ἔξαψιν, ὡς πρὸς πόνους σωφροσύνης τρυφερωτέρα.
Ἃ δὴ πάντα τῇ μακαρίᾳ παρθένῳ μακρόν τι μαρτύριον τὴν παρθενίαν εἰργάζετο· πυκτευούσῃ ταῖς ἡδοναῖς, ὡς ὁ μάρτυς θηρίοις· παλαιούσῃ τοῖς λογισμοῖς, ὡς ἐκεῖνος βασάνοις· συμβαλλούσῃ φιληδονίας ἐννοίαις, ὡς ἀνάγκαις δημίων· νικώσῃ δὲ ὅμως τὸν πολύτροπον οὕτω καὶ σύνοικον πόλεμον· τοῦ γὰρ τῆς φύσεως πυρὸς τὸ τῆς γνώμης αὐτῇ πυρωδέστερον, καὶ ἅγιον. Ἀλλ' ἡ μὲν φύσις παρεχώρει τῇ κόρῃ, καὶ τυραννοῦσα παρ' ἄλλοις, καὶ λυττῶσα πρὸς μίξιν, παρὰ Θέκλᾳ παρθενίαν ἐξήσκει· οἱ γονεῖς δὲ τὰς πρὸς τὴν παρθενίαν τῆς παιδὸς οὐκ εἰδότες συνθήκας, οὐδὲ τῆς πρὸς αὐτὴν νυμφαγωγίας τὸν ∆εσπότην Χριστὸν ἐξ οὐρανοῦ δεδωκότα, πολλὰς αὐτῇ περὶ γάμων νουθεσίας ἐμακρολόγουν· ἡ Παύλου δὲ ἄρα ταῖς τῆς κόρης ἀκοαῖς ἐπῳδὴ προενήφει, Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι, καὶ πνεύματι. Στέφανος τῆς παρθενίας εὐθύς· αὐτὸς αὐτῇ πρῶτος τῆς μερίμνης ὁ τρόπος· μεριμνᾷ γὰρ εὐλογίας ἀνάμεστον μέριμναν, μεριμνᾷ πάσης ἀμεριμνίας ἐλευθερωτέραν φροντίδα, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Οὐδὲν αὐτῇ κοινὸν πρὸς τὴν γῆν, οὐδεμία πρὸς γαμικὰς ἀνάγκας συγγένεια, οἷον πορνεύοντος ἀνασχέσθαι νυμφίου, ὑποψίας ματαίας ὑπενεγκεῖν, ἐξουσίαν χρησίμων ἀφηρῆσθαι προόδων, περὶ τροφῆς διευθύνεσθαι, κοσμουμένην ζηλοτυπεῖσθαι, διαπτύεσθαι πρὶν τέκῃ, καθάπερ οὔπω γαμετὴν γενομένην, τεκοῦσαν ὑπὲρ τῶν τόκων εὑρίσκειν ἐγκλήματα.
Ἐτέχθη τις θήλεια; ὅτι μὴ ἄῤῥεν, ὁ ἀνὴρ σκυθρωπάζει. Προσετέθη καὶ ἄῤῥεν; ἐτέχθη τὸ τεχθὲν, ὡς οὐκ εὔμορφον. Χαρίεντα πρὸς κάλλος ἀμφότερα; ὡς ὑπὲρ καλῶν ἡ φροντὶς πικροτέρα. Ἀπηλλάγησαν γάλακτος; διεδέξατο πάλιν ἀνατροφῆς ἀγωνία· ὅταν ὑγιαίνωσι, μὴ νοσήσωσι φόβος· ὅταν νοσήσωσι, δειλία μὴ τελευτήσωσιν· ὅταν τελευτήσωσιν, ὡς ἐπ' ἀτέκνῳ λοιπὸν ἔσεσθαι καταφρόνησιν φόβος· ὅταν μὴ τελευτήσωσιν, ὡς ὑπὲρ ζώντων ἡ φροντὶς βαρυτέρα, πόθεν εἰς παίδευσιν χορηγία τοῖς τέκνοις, πόθεν αὐτοῖς γαμικοῦ παρασκευὴ συναλλάγματος, πόθεν ἐσθημάτων εὐσχημοσύνη, πόθεν οἰκετῶν ἑκάστῳ διανομὴ, ποῖα τῶν ὄντων προσνείμῃ τῷ μείζονι, πῶς τὸν μικρότερον θεραπεύσει φθονοῦντα. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Οὐ τοῦ γάμου στηλιτεύω τὴν φύσιν· πρόνοια γὰρ οὗτος τοῦ γένους κοινή· ἀλλὰ τῶν ἐν γάμῳ δημοσιεύω τὴν μέριμναν, μερίμνης σαρκικῆς οὐράνιον προτίθημι μέριμναν, κάλλιον καλοῦ προτιμῶ. Κρείττων καὶ τῶν κατὰ τῆς Εὔας ἡ παρθένος προστίμων· τὸ γὰρ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει, ταῖς παρ' ἀνδρῶν μὴ δεσποζομέναις ἀνίσχυρον· τὸ, Ἐν λύπαις τέξῃ τέκνα, ταῖς παρθενευούσαις ἀργόν· ἡ γὰρ μὴ τίκτουσα τῆς τῶν λυπηρῶν ὠδίνων ἐκτὸς ἀποφάσεως. Ἤδη τοῖς τῶν μελλόντων ἡ παρθένος ἐντρυφᾷς ἀῤῥαβῶσιν· ἤδη τῷ τῆς ἀναστάσεως ἁγιασμῷ συνοικεῖς.
Ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται. ∆ιὰ τοῦτο καὶ τὸ πτῶμα τοῦ πράγματος πάμμεγα, ἐπειδήπερ καὶ τὸ κατόρθωμα· διὰ τοῦτο τῆς πορνευομένης ἡ τῆς παρθενευομένης ἀσέλγεια μιαρωτέρα· οὐ γὰρ ἴσον παρθενευομένης καὶ πορνευομένης φθορά· οὐκ ἴσον ἰδιώτιδος καὶ βασιλίδος φθορά· οὐκ ἴσον σκεύους ἱερατικοῦ καὶ ἀγοραίου κλοπή. Σκεῦος γὰρ ἱερατικὸν ἡ παρθένος, πορφυρὶς, ἣν οὐκ ἔξεστιν ἄλλῳ πλὴν τῷ τῶν ὅλων βασιλεῖ προσηρμόσθαι, νύμφη γάμον ἀεὶ κεκτημένη παρθένον. Ὢ μακαρίων γάμων, ὧν ἡ στρωμνὴ παρθενία. Ὑπὲρ τούτων τῆς μακαρίας οἱ κίνδυνοι μάρτυρος· εἶδε γὰρ τοῦ νυμφίου τὸ κάλλος, καὶ τῆς θέας οὐκ ἀπεσπᾶτο· ἐπέκειτο μήτηρ πρὸς γάμον ἐπείγουσα, ἡ δὲ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς διεβόα νυμφίον· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ἐπεφοίτα μνηστὴρ διαλέξει γαμικῇ γαργαλίζων, ἡ δὲ τῷ Χριστῷ καθ' ἑαυτὴν συνετάττετο, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, λέγουσα· συνέῤῥεον συγγενεῖς κολακεύοντες, ἡ δὲ διαμαρτυρόμενον ἐφαντάζετο Παῦλον· Ἡρμοσάμην σε ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· ἱκέτευον οἰκέται σὺν δάκρυσιν, ἡ δὲ προσῇδεν ἐρωτικῶς τῷ νυμφίῳ· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; ἐφόβουν δικασταὶ τιμωρίαις, ἡ δὲ φρονήματι πάσας κατεπάτει βοῶντι· Οἱ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν.
Ὡς δὲ ἔδει κἂν ταῖς ὁδοῖς παρθενίας ἀνδριάντας ἀναστῆναι τῇ μάρτυρι, γίνεταί τι τοιοῦτον τῇ παιδὶ πειρατήριον. Ἀφεμένη τῆς κρίσεως τὴν Παύλου μετεδίωκε θήραν, καὶ ταῖς φήμαις ὁδηγουμένη κατεθάῤῥει καὶ ὁδῶν ἀγουσῶν ἐπὶ Παῦλον. Ἐτήρει δὲ ἄρα τὴν κόρην διάβολος, καὶ τηρήσας ὁδοιποροῦσαν ἐπιστρατεύει τὸν μνηστῆρα τῇ κόρῃ, τῆς παρθενίας ὡς ἐν ἐρημίᾳ λῃστήν. Καὶ δὴ πληρούσῃ τὴν ὁδὸν τῇ γενναίᾳ ἱππόπορνος κατόπιν ὁ μνηστὴρ ὀπιπεύων ἐπωλόλυζε σύλληψιν· ἄπορος πανταχόθεν στενοχωρία· ὁ πολεμῶν ἰσχυρὸς, ἡ πολεμουμένη σαθρά. Ποῦ τις ἐν ἐρημίᾳ καταφυγῆς καταφυγή; Στραφεῖσα δὲ πρὸς οὐρανὸν ἡ παρθένος, πρὸς τὸν πᾶσι πανταχοῦ τοῖς καλοῦσι παρόντα σὺν οἰμωγαῖς ἀνωλόλυζε· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. ***