Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Περὶ τοῦ ἁγίου ἱερομάρτυρος Βαβύλα

De sancto hieromartyre Babyla / О святом иеромученике Вавиле

De sancto hieromartyre Babyla ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΒΑΒΥΛΑΝ

αʹ. Ἐγὼ μὲν ἐβουλόμην ἀποδοῦναι τὸ χρέος τήμερον, ὃ πρώην ἐνταῦθα γενόμενος ὑπεσχόμην ὑμῖν· ἀλλὰ τί πάθω; Μεταξὺ φανεὶς ὁ μακάριος Βαβύλας, πρὸς ἑαυτὸν ἡμᾶς ἐκάλεσεν, οὐ φωνὴν ἀφεὶς, ἀλλὰ τῇ λαμπηδόνι τῆς ὄψεως ἐπιστρέψας ἡμᾶς. Μὴ τοίνυν δυσχεράνητε πρὸς τὴν ὑπέρθεσιν τῆς ἀποδόσεως· πάντως ὅσῳ πλείων γίνεται ὁ χρόνος, τοσούτῳ καὶ ὁ τόκος ὑμῖν αὔξεται. Μετὰ γὰρ τόκου τὸ ἀργύριον τοῦτο καταβαλούμεθα· ἐπειδὴ καὶ ὁ παρακαταθέμενος αὐτὸ ∆εσπότης οὕτως ἐκέλευσε. Θαῤῥοῦντες οὖν ὑπὲρ τῶν δεδανεισμένων, ὡς καὶ τοῦ κεφαλαίου καὶ τῆς ἐργασίας μενόντων ὑμῖν, τὸ παρεμπεσὸν σήμερον κέρδος μὴ παραδράμωμεν, ἀλλὰ κατατρυφήσωμεν τῶν τοῦ μακαρίου Βαβύλα κατορθωμάτων. Ὅπως μὲν οὖν τῆς Ἐκκλησίας προέστη τῆς παρ' ἡμῖν, καὶ τὴν ἱερὰν ταύτην διέσωσε ναῦν, ἐν χειμῶνι, καὶ κλύδωνι, καὶ κύμασι, καὶ ὅσην πρὸς βασιλέα παῤῥησίαν ἐπεδείξατο, καὶ πῶς τὴν ψυχὴν ἔθηκεν ὑπὲρ τῶν προβάτων, καὶ τὴν μακαρίαν ἐκείνην ἐδέξατο σφαγήν· ταῦτα, καὶ τὰ τοιαῦτα, τοῖς πρεσβυτέροις τῶν διδασκάλων καὶ τῷ κοινῷ πατρὶ τῷ ἡμῶν ἀφήσομεν εἰπεῖν. Τὰ γὰρ ἀρχαιότερα τῶν πραγμάτων οἱ γεγηρακότες ὑμῖν δύνανται διηγεῖσθαι καλῶς· ὅσα δὲ νεωστὶ γέγονε, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἡμετέρας, ταῦτα ὁ νέος ἐγὼ πρὸς ὑμᾶς διηγήσομαι, τὰ μετὰ τελευτὴν λέγω, τὰ μετὰ τὴν ταφὴν τοῦ μάρτυρος, τὰ ἡνίκα ἐν τῷ προαστείῳ διέτριβε. Καὶ οἶδα μὲν, ὅτι γελάσονται τὴν ὑπόσχεσιν ἡμῶν Ἕλληνες, εἰ μετὰ τελευτὴν καὶ ταφὴν τὰ τοῦ ταφέντος καὶ διαλυθέντος εἰς κόνιν ὑπισχνούμεθα λέγειν ἀνδραγαθήματα· οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μάλιστα ἐροῦμεν, ἵνα τὸ παράδοξον τοῦτο δείξαντες ἀληθῶς, τὸν γέλωτα εἰς τὴν ἐκείνων περιτρέψωμεν κεφαλήν. Ἀνθρώπου μὲν γὰρ ἁπλῶς οὐκ ἂν γένοιτο κατορθώματα μετὰ τελευτήν· μάρτυρος δὲ γένοιτ' ἂν πολλὰ καὶ μεγάλα, οὐχ ἵνα ἐκεῖνος λαμπρότερος γένηται οὐδὲν γὰρ αὐτῷ δεῖ τῆς παρὰ τῶν πολλῶν δόξης, ἀλλ' ἵνα σὺ μάθῃς ὁ ἄπιστος, ὅτι θάνατος μαρτύρων οὐκ ἔστι θάνατος, ἀλλὰ ζωῆς βελτίονος ἀρχὴ καὶ πολιτείας πνευματικωτέρας προοίμια, καὶ μετάστασις ἀπὸ τῶν ἐλαττόνων πρὸς τὰ βελτίω. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι γυμνὸν τοῦ μάρτυρος τὸ σῶμα πρόκειται τῆς ψυχικῆς ἐνεργείας ἔρημον· ἀλλ' ἐκεῖνο σκόπει, ὅτι τῆς ψυχῆς αὐτῆς ἑτέρα παρακάθηται μείζων αὐτῷ δύναμις, ἡ τοῦ ἁγίου Πνεύματος χάρις, πᾶσιν ὑπὲρ τῆς ἀναστάσεως ἀπολογουμένη, δι' ὧν θαυματοποιεῖ. Εἰ γὰρ νεκροῖς σώμασι καὶ διαλυθεῖσιν εἰς κόνιν μείζονα τῶν ζώντων ἁπάντων δύναμιν ὁ Θεὸς ἐχαρίσατο, πολλῷ μᾶλλον αὐτοῖς ζωὴν χαριεῖται βελτίω τῆς προτέρας, καὶ μακαριωτέραν κατὰ τὸν τῶν στεφάνων καιρόν. Τίνα οὖν ἐστιν αὐτοῦ τὰ κατορθώματα; Ἀλλὰ μὴ θορυβηθῆτε, ἂν μικρὸν ἀνωτέρω τὸν λόγον ἀγάγωμεν. Καὶ γὰρ οἱ τὰς εἰκόνας ἐπιδεῖξαι βουλόμενοι καλῶς, μικρὸν τοῦ πινακίσκου τοὺς θεωμένους ἀποστήσαντες, οὕτως αὐτὰς ἐκκαλύπτουσι, σαφεστέραν τῷ διαστήματι ποιοῦντες τὴν ὄψιν αὐτοῖς. Ἀνάσχεσθε τοίνυν καὶ ὑμεῖς εἰς τοὐπίσω τὸν λόγον ἀνελκόντων ἡμῶν. Ἐπειδὴ γὰρ ὁ πάντας ἀσεβείᾳ νικήσας Ἰουλιανὸς ἀνέβη ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν, καὶ τῶν σκήπτρων ἐπελάβετο τῶν δεσποτικῶν, εὐθέως καὶ κατὰ τοῦ πεποιηκότος αὐτὸν τὰς χεῖρας ἀντῆρε Θεοῦ, καὶ τὸν εὐεργέτην ἠγνόησε, καὶ κάτωθεν ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανὸν βλέπων ὑλάκτει κατὰ τοὺς μαινομένους τῶν κυνῶν, οἳ καὶ τῶν μὴ τρεφόντων, καὶ τῶν τρεφόντων ὁμοίως καταβοῶσι· μᾶλλον δὲ καὶ ἐκείνων ἀγριωτέραν ἐμάνη μανίαν.

Οἱ μὲν γὰρ καὶ τοὺς οἰκείους καὶ τοὺς ἀλλοτρίους ὁμοίως ἀποστρέφονται καὶ μισοῦσιν· οὗτος δὲ τοὺς μὲν ἀλλοτρίους τῆς αὐτοῦ σωτηρίας δαίμονας ἔσαινε, καὶ παντὶ θεραπείας ἐθεράπευε τρόπῳ· τὸν δὲ εὐεργέτην, καὶ σωτῆρα, καὶ μηδὲ τοῦ Μονογενοῦς φεισάμενον δι' αὐτὸν, ἀπεστράφη, καὶ ἐμίσει, καὶ τὸν σταυρὸν διέσυρε, πρᾶγμα, ὃ τὴν οἰκουμένην ἐπ' ὄψιν κειμένην ἀνέστησε, καὶ τὸ σκότος πάντοθεν ἀπήλασε, καὶ τῶν ἀκτίνων ἡμῖν λαμπρότερον εἰσήγαγε φῶς. Καὶ οὐδὲ ἐνταῦθα τῆς μανίας ἵστατο, ἀλλ' ἐκ μέσης ἀναρπάσεσθαι τῆς οἰκουμένης τὸ τῶν Γαλιλαίων ἔθνος ἐπηγγέλλετο· καὶ γὰρ οὕτως ἡμᾶς εἰώθει καλεῖν. Καίτοι εἰ τὸ ὄνομα τῶν Χριστιανῶν μύσος εἶναι ἐνόμιζε, καὶ πολλῆς τὸ πρᾶγμα γέμειν αἰσχύνης, τίνος ἕνεκεν οὐκ ἐντεῦθεν ἡμᾶς, ἀλλ' ὀνόματι ξένῳ καταισχύνειν ἐπεθύμει; Ἀλλὰ γὰρ ᾔδει σαφῶς, ὅτι τὸ καλεῖσθαι ἀπὸ τῆς πρὸς τὸν Χριστὸν οἰκειώσεως, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις, καὶ ταῖς ἀνωτέρω δυνάμεσι μέγας κόσμος ἐστί. ∆ιὰ τοῦτο πάντα ἐκίνει, ὥστε τοῦτον ἡμᾶς ἀποσυλῆσαι τὸν κόσμον, καὶ καταλῦσαι τὸ κήρυγμα. Ἀλλὰ τοῦτο ἀμήχανον ἦν, ἄθλιε καὶ ταλαίπωρε, ὥσπερ ἀμήχανον ἦν κατασκάψαι τὸν οὐρανὸν, καὶ σβέσαι τὸν ἥλιον, καὶ τὰ θεμέλια τῆς γῆς διασεῖσαι καὶ καταβαλεῖν. Καὶ ταῦτα προανεφώνησεν ὁ Χριστὸς οὕτως εἰπών· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Ἀλλ' οὐκ ἀνέχῃ τοῦ Χριστοῦ λέγοντος· οὐκοῦν δέχου τὴν ἀπὸ τῶν πραγμάτων φωνήν. Ἐγὼ μὲν γὰρ καταξιωθεὶς εἰδέναι, τί ποτέ ἐστιν ἀπόφασις Θεοῦ, πῶς ἰσχυρὸν, καὶ ἄμαχον πρᾶγμα, καὶ τῆς φυσικῆς ἀκολουθίας, καὶ τῆς τῶν πραγμάτων πείρας πάντων ἀξιοπιστοτέραν ταύτην εἶναι πεπίστευκα· σὺ δὲ ὁ χαμαὶ συρόμενος ἔτι, καὶ πρὸς λογισμῶν ἐπτοημένος ἐξέτασιν ἀνθρωπίνων, δέχου τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν· οὐδὲν ἀντιλέγω, οὐδὲ φιλονεικῶ.

βʹ. Τί οὖν λέγει τὰ πράγματα; Εἶπεν ὁ Χριστὸς, ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπολέσθαι εὐκολώτερον, ἢ τῶν αὐτοῦ διαπεσεῖν τινα λόγων· ἀντεφθέγξατο τούτοις ὁ βασιλεὺς, καὶ ἠπείλησεν ἀναιρήσειν τὰ δόγματα. Ποῦ οὖν ὁ βασιλεὺς ὁ ταῦτα ἀπειλήσας; Ἀπόλωλε, καὶ διέφθαρται, καὶ νῦν ἐστιν εἰς ᾅδου τὴν ἀπαραίτητον ἀναμένων κόλασιν. Ποῦ δὲ ὁ Χριστὸς, ὁ ἐκεῖνα ἀποφηνάμενος; Ἐν οὐρανοῖς, ἐν δεξιᾷ τοῦ Πατρὸς τὸν ὑψηλότατον τῆς δόξης κατέχων θρόνον. Ποῦ τοῦ βασιλέως τὰ βλάσφημα ῥήματα, καὶ ἡ ἀκόλαστος γλῶττα; Τέφρα γέγονε, καὶ κόνις, καὶ σκωλήκων τροφή. Ποῦ τοῦ Χριστοῦ ἡ ἀπόφασις; Ἀπ' αὐτῆς τῶν πραγμάτων λάμπει τῆς ἀληθείας, ὥσπερ ἀπὸ στήλης χρυσῆς τῆς τῶν ἔργων ἐκβάσεως ἀπαστράπτουσα. Καίτοι οὐδὲν τότε παρέλιπεν ὁ βασιλεὺς, τὸν πρὸς ἡμᾶς μέλλων αἴρεσθαι πόλεμον· ἀλλὰ καὶ μάντεις ἐκάλει, καὶ γόητας συνεκρότει, καὶ πάντα ἦν δαιμόνων μεστὰ καὶ πνευμάτων πονηρῶν. Τίνες οὖν αἱ τῆς θεραπείας ταύτης ἀμοιβαί; Πόλεων ἀνατροπαὶ, καὶ λιμὸς ἁπάντων λιμῶν ὁ πικρότατος. Ἴστε γὰρ δήπου καὶ μέμνησθε, πῶς κενὴ μὲν ἦν ὠνίων ἡ ἀγορὰ, μεστὰ δὲ θορύβων τὰ ἐργαστήρια, ἑκάστου φιλονεικοῦντος τὸ φανὲν προαρπάσαι, καὶ ἀπελθεῖν. Καὶ τί λέγω λιμὸν, ὅπου γε καὶ αὐταὶ τῶν ὑδάτων ἐπιλειπόμεναι αἱ πηγαὶ, πηγαὶ ποταμοὺς τῇ δαψιλείᾳ τοῦ ῥεύματος ἀποκρύπτουσαι; Ἀλλ' ἐπειδὴ πηγῶν ἐμνήσθην, δεῦρο λοιπὸν ἐπὶ τὴν ∆άφνην ἀνέλθωμεν, καὶ τὸν λόγον πρὸς τὰ τοῦ μάρτυρος κατορθώματα συνελάσωμεν. Καίτοι γε ἐπιθυμεῖτε τὰς Ἑλληνικὰς ἐκπομπεύειν ἀσχημοσύνας ἔτι· ἀλλ' ὅμως, καὶ οὕτως αὐτὸς ὢν, ἀπάγωμεν· πάντως γὰρ, ὅπου μαρτύρων μνήμη, ἐκεῖ καὶ Ἑλλήνων αἰσχύνη. Οὗτος τοίνυν ὁ βασιλεὺς ἀνιὼν εἰς τὴν ∆άφνην, συχνῶς ἠνώχλει τὸν Ἀπόλλωνα δεόμενος, ἱκετεύων, ἀντιβολῶν, ὥστε μαντεύσασθαί τι περὶ τῶν μελλόντων αὐτῷ. Τί οὖν ὁ μάντις, ὁ μέγας τῶν Ἑλλήνων θεός; Νεκροί με κωλύουσι φθέγγεσθαι, φησίν· ἀλλὰ ἀνάῤῥηξον τὰς θήκας, ἀνόρυξον τὰ ὀστᾶ, μετάστησον τοὺς νεκρούς. Τί τούτων ἀνοσιώτερον γένοιτ' ἂν τῶν ἐπιταγμάτων; Ξένους ὁ δαίμων τυμβωρυχίας εἰσάγει νόμους, καὶ καινοὺς ξενηλασίας ἐπινοεῖ τρόπους. Τίς ἤκουσε νεκροὺς ἐλαυνομένους ποτέ; τίς εἶδε σώματα ἄψυχα κελευόμενα μετανίστασθαι, καθάπερ οὗτος ἐπέταττε, τοὺς κοινοὺς τῆς φύσεως ἐκ βάθρων ἀνατρέπων νόμους; Κοινοὶ γάρ εἰσι τῆς φύσεως νόμοι παρὰ πᾶσιν ἀνθρώποις, τὸν ἀπελθόντα τῇ γῇ κρύπτεσθαι, καὶ ταφῇ παραδίδοσθαι, καὶ τοῖς κόλποις τῆς πάντων μητρὸς περιστέλλεσθαι γῆς. Καὶ τούτους οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐ Σκύθης, οὐκ εἴ τις ἐκείνων ἀγριώτερος ἐκίνησε τοὺς νόμους ποτὲ, ἀλλ' αἰδοῦνται, καὶ φυλάττουσιν ἅπαντες, καὶ οὕτως εἰσὶν ἱεροὶ, καὶ πᾶσιν αἰδέσιμοι. Ἀλλ' ὁ δαίμων ἐπάρας τὸ προσωπεῖον, γυμνῇ τῇ κεφαλῇ πρὸς τὰ κοινὰ τῆς φύσεως ἵσταται δόγματα· Μίασμα γὰρ, φησὶν, εἰσὶν οἱ νεκροί. Οὐχ οἱ νεκροὶ μίασμα, πονηρότατε δαῖμον, ἀλλὰ προαίρεσις πονηρὰ μύσος ἐστίν. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τὰ τῶν ζώντων μᾶλλον μεστὰ κακίας, ἢ τὰ τῶν τετελευτηκότων, εἰσὶ σώματα μιαρά· τὰ μὲν γὰρ διακονεῖται τοῖς τῆς ψυχῆς ἐπιτάγμασι· τὰ δὲ κεῖνται ἀκίνητα· τὸ δὲ ἀκίνητον καὶ πάσης αἰσθήσεως ἔρημον, καὶ κατηγορίας ἂν εἴη πάσης ἐλεύθερον. Πλὴν ἀλλ' οὐδὲ τὰ τῶν ζώντων εἴποιμι ἂν ἔγωγε σώματα εἶναι τῇ φύσει μιαρὰ, ἀλλὰ πανταχοῦ τὴν πονηρὰν καὶ διεστραμμένην προαίρεσιν ταῖς παρὰ πάντων κατηγορίαις εἶναι ὑπεύθυνον. Οὐκ ἔστι σῶμα νεκρὸν μίασμα, Ἄπολλον, ἀλλὰ τὸ κόρην διώκειν σωφρονεῖν βουλομένην, καὶ σεμνότητα διορύττειν παρθένου, καὶ τῆς ἀναισχύντου πράξεως ἀποτυχόντα θρηνεῖν, τοῦτο καὶ κατηγορίας καὶ κολάσεως ἄξιον. Πολλοὶ γοῦν παρ' ἡμῖν ἐγένοντο προφῆται θαυμαστοὶ καὶ μεγάλοι, καὶ πολλὰ περὶ τῶν μελλόντων προειπόντες, καὶ οὐδαμοῦ τοὺς ἐρωτῶντας ἐκέλευον τὰ τῶν ἀπελθόντων ἀνορύττειν ὀστᾶ· ἀλλ' ὁ μὲν Ἰεζεκιὴλ αὐτῶν τῶν ὀστῶν πλησίον ἑστὼς, οὐ μόνον οὐδὲν ἐνεποδίζετο παρ' ἐκείνων, ἀλλὰ καὶ σάρκας αὐτοῖς καὶ νεῦρα καὶ δέρματα περιθεὶς, εἰς ζωὴν ἐπανήγαγεν αὐτὰ πάλιν. Ὁ δὲ μέγας Μωϋσῆς οὐ πλησίον ὀστῶν εἱστήκει νεκρῶν, ἀλλ' αὐτὸν ὅλον νεκρὸν ἐπιφερόμενος τὸν Ἰωσὴφ, οὕτω τὰ μέλλοντα προὔλεγε· καὶ μάλα εἰκότως.

Τὰ μὲν γὰρ ἐκείνων ῥήματα Πνεύματος ἁγίου χάρις ἦν· τὰ δὲ τούτων ἀπάτη, καὶ ψεῦδος οὐδαμόθεν συσκιασθῆναι δυνάμενον. Ὅτι γὰρ σκῆψις ταῦτα, καὶ πρόφασις ἦν, καὶ τὸν μακάριον ἐδεδοίκει Βαβύλαν, δῆλον ἐξ ὧν ὁ βασιλεὺς ἔπραξε· τοὺς γὰρ ἄλλους ἅπαντας νεκροὺς ἀφεὶς, ἐκεῖνον τὸν μάρτυρα μόνον ἐκίνει. Καίτοι γε εἰ βδελυττόμενος αὐτὸν, ἀλλὰ μὴ φοβούμενος ταῦτα ἔπραττεν, ἐχρῆν κελεῦσαι συντριβῆναι τὴν λάρνακα, καταποντισθῆναι, εἰς ἐρημίαν ἀπαχθῆναι, ἑτέρῳ τινὶ ἀπωλείας ἀφανισθῆναι τρόπῳ. Τοῦτο γὰρ ἦν βδελυττομένου. Οὕτως ὁ Θεὸς ἐποίησεν, ὅτε περὶ τῶν βδελυγμάτων τῶν ἐθνῶν τοῖς Ἑβραίοις διελέγετο· συντριβῆναι τὰς στήλας αὐτῶν ἐκέλευσεν, οὐκ ἀπὸ τῶν προαστείων ἐπὶ τὰς πόλεις ἄγειν τὰ μιάσματα. γʹ. Ὁ μὲν οὖν μάρτυς ἐκινεῖτο, ὁ δὲ δαίμων οὐδὲ οὕτως ἀδείας ἀπέλαυεν· ἀλλ' εὐθέως ἐμάνθανεν, ὅτι ὀστᾶ μὲν μάρτυρος μετακινῆσαι δυνατόν ἐστιν, χεῖρας δὲ μάρτυρος διαφυγεῖν ἀδύνατον. Ὁμοῦ τε γὰρ ἡ λάρναξ ἐπὶ τὴν πόλιν εἵλκετο, καὶ κεραυνὸς ἄνωθεν ἐπὶ τὴν κεφαλὴν ἤρχετο τοῦ ξοάνου, καὶ τὰ πάντα κατέφλεγε. Καίτοι γε, εἰ καὶ μὴ πρότερον, τότε γοῦν εἰκὸς ἦν ὀργισθῆναι τὸν ἀσεβῆ βασιλέα, καὶ τὴν ὀργὴν ἀφεῖναι εἰς τὸ μαρτύριον τοῦ μάρτυρος· ἀλλ' οὐδὲ τότε ἐτόλμησε· τοσοῦτος αὐτὸν κατεῖχε φόβος· ἀλλὰ καίτοι τὸν ἐμπρησμὸν ὁρῶν ἀφόρητον ὄντα, καὶ τὴν αἰτίαν εἰδὼς ἀκριβῶς, ἡσύχαζε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι τὸ μαρτύριον οὐ κατέσκαψεν, ἀλλ' ὅτι μηδὲ τὴν στέγην ἐπιθεῖναι πάλιν τῷ ναῷ οὐκ ἐτόλμησεν. Ἤδει γὰρ, ᾔδει θεήλατον οὖσαν τὴν πληγὴν, καὶ ἐδεδοίκει μὴ περαιτέρω τι διανοηθεὶς, ἐπὶ τὴν οἰκείαν ἐκεῖνο καλέσῃ τὸ πῦρ κεφαλήν. ∆ιὰ τοῦτο ἠνείχετο εἰς τοσαύτην ἐρημίαν κατενεχθέντα τὸν ναὸν τοῦ Ἀπόλλωνος ὁρῶν. Οὐδὲ γὰρ ἄλλη τις ἦν αἰτία, δι' ἣν οὐ διώρθωσε τὸ γεγενημένον, ἀλλ' ἢ φόβος μόνον δι' ὃν ἄκων ἡσύχαζε, καὶ ταῦτα εἰδὼς, ὅσον μὲν ὄνειδος καταλείπει τῷ δαίμονι, ὅσον δὲ κόσμον τῷ μάρτυρι. Καὶ γὰρ ἑστήκασιν οἱ τοῖχοι νῦν ἀντὶ τροπαίων, σάλπιγγος λαμπροτέραν ἀφιέντες φωνὴν, τοῖς ἐν τῇ ∆άφνῃ, τοῖς ἐν τῇ πόλει, τοῖς πόῤῥωθεν ἀφικνουμένοις, τοῖς συνοῦσι, τοῖς αὖθις ἐσομένοις ἀνθρώποις ἅπαντα διηγοῦνται διὰ τῆς ὄψεως, τὴν πάλην, τὴν συμπλοκὴν, τὴν νίκην τοῦ μάρτυρος. Τὸν γὰρ πόῤῥωθεν ἀφιστάμενον τοῦ προαστείου, καὶ τὸ μὲν μαρτύριον τοῦ ἁγίου τῆς λάρνακος ἔρημον, τὸν δὲ ναὸν τοῦ Ἀπόλλωνος τὴν στέγην ἀφηρημένον ὁρῶντα, εἰκὸς τὴν αἰτίαν τούτων ἑκατέρων ζητεῖν· εἶτα πᾶσαν μαθόντα τὴν ἱστορίαν, οὕτως ἀπελθεῖν ἐκεῖθεν. Τοιαῦτα τοῦ μάρτυρος τὰ κατορθώματα, τὰ μετὰ τὴν τελευτήν. ∆ιὸ καὶ τὴν ὑμετέραν μακαρίζω πόλιν, ὅτι πολλὴν περὶ τὸν ἅγιον τοῦτον ἐπεδείξασθε τὴν σπουδήν. Καὶ γὰρ τότε, ἡνίκα ἀπὸ τῆς ∆άφνης ἐπανῄει, πᾶσα μὲν ἡμῖν ἡ πόλις εἰς τὴν ὁδὸν ἐξεχύθη, καὶ κεναὶ μὲν αἱ ἀγοραὶ ἀνδρῶν, κεναὶ δὲ γυναικῶν ἦσαν αἱ οἰκίαι, ἔρημοι δὲ παρθένων οἱ θάλαμοι. Οὕτω καὶ ἡλικία πᾶσα, καὶ φύσις ἑκατέρα τῆς πόλεως ἐξεπήδησαν, ὥσπερ πατέρα ἀποληψόμενοι χρόνιον, ἐκ μακρᾶς ἐπανιόντα τῆς ἀποδημίας, Καὶ ὑμεῖς μὲν αὐτὸν τῷ τῶν ὁμοζήλων ἀπεδώκατε χορῷ· ἡ δὲ τοῦ Θεοῦ χάρις οὐκ εἴασεν ἐκεῖ διηνεκῶς μεῖναι, ἀλλὰ πάλιν αὐτὸν τοῦ ποταμοῦ πέραν μετέστησεν, ὥστε πολλὰ τῶν χωρίων τῆς εὐωδίας ἐμπλησθῆναι τοῦ μάρτυρος. Καὶ οὐδὲ ἐνταῦθα ἐλθὼν μόνος ἔμελλεν ἔσεσθαι, ἀλλὰ ταχέως γείτονα καὶ ὁμόσκηνον τὸν ὁμότροπον ἔλαβε, Καὶ γὰρ τῆς ἀρχῆς ἐκοινώνησεν αὐτῷ τῆς αὐτῆς, καὶ παῤῥησίαν ἴσην ἐπεδείξατο τῆς εὐσεβείας ἕνεκεν. ∆ιὸ καὶ τὴν σκηνὴν ἔλαχεν αὐτῷ τὴν αὐτὴν, οὐ μάτην, ὡς ἔοικεν, ὁ θαυμαστὸς οὗτος τοῦ μάρτυρος ζηλωτής. Τοσοῦτον γὰρ ἐπόνει τὸν χρόνον ἐκεῖ, βασιλεῖ συνεχῶς ἐπιστέλλων, ἄρχοντας ἐνοχλῶν, καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν εἰσφέρων τῷ μάρτυρι. Ἴστε γὰρ δήπου, καὶ μέμνησθε, ὅτι μὲν θέρους τῆς ἀκτῖνος μέσης κατεχούσης τὸν οὐρανὸν, μετὰ τῶν προσεδρευόντων αὐτῷ, καθ' ἑκάστην ἐβάδιζεν ἐκεῖ τὴν ἡμέραν, οὐχ ὡς θεατὴς μόνον, ἀλλὰ καὶ ὡς κοινωνὸς τῶν γινομένων ἐσόμενος. Καὶ γὰρ λίθου συνεφήψατο πολλάκις, καὶ σχοῖνον εἵλκυσε, καὶ οἰκοδομίας δεομένῳ τινὸς, πρὸ τῶν ὑπουργούντων ὑπήκουσεν· ᾔδει γὰρ, ᾔδει πόσοι τούτων αὐτῷ κείσονται οἱ μισθοί. Καὶ διὰ τοῦτο διετέλει θεραπεύων τοὺς μάρτυρας, οὐκ οἰκοδομαῖς μόνον λαμπραῖς, οὐδὲ ἐπαλλήλοις ἑορταῖς, ἀλλὰ τῷ βελτίονι τούτων τρόπῳ. Τίς δέ ἐστιν οὗτος; Μιμεῖται τὸν βίον αὐτῶν, ζηλοῖ τὴν ἀνδρείαν, διὰ πάντων κατὰ δύναμιν τὴν εἰκόνα διασώζει τῶν μαρτύρων ἐν ἑαυτῷ· ὅρα γάρ· Ἐπέδωκαν ἐκεῖνοι τὰ σώματα τῇ σφαγῇ· ἐνέκρωσεν οὗτος τὰ μέλη τῆς σαρκὸς τὰ ἐπὶ τῆς γῆς· ἔστησαν ἐκεῖνοι πρὸς φλόγα πυρὸς, ἔσβεσεν οὗτος τῆς ἐπιθυμίας τὴν φλόγα· ἐμαχήσαντο πρὸς ὀδόντας θηρίων ἐκεῖνοι, ἀλλὰ καὶ οὗτος τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν παθῶν, τὴν ὀργὴν ἐκοίμισεν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι καὶ μάρτυρας οὕτω γενναίους ἡμῖν ἐχαρίσατο, καὶ ποιμένας μαρτύρων ἀξίους, εἰς καταρτισμὸν τῶν ἁγίων, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

1
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать