Ιωάννης ο Χρυσόστομος, 4ος αι.

Ἔπαινος εἰς τὸν ἅγιον Ἰωάννην τὸν Θεολόγον ὁμιλία αʹ

In laudem sancti Joannis theologi homilia 1 / Похвала святому Иоанну Богослову, беседа 1

In laudem sancti Joannis theologi (homilia 1) [Sp.] ̓Εγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν θεολόγον.

Συνεκάλεσεν ἡμᾶς, ἀγαπητοὶ, ἐπὶ τὸ αὐτὸ ὁ ἁγιώτατος Ἰωάννης ὁ θεολόγος καὶ φίλος Χριστοῦ, οὐχ ὅτι ἡδυπνόων ῥόδων κάλυκας ἡμῖν ἀνατείλας, ἀλλὰ πνευματικῶν πατέρων τὰς ἀρετὰς ἡμῖν ἐξανθήσας. Τούτων ἡ εὐωδία ἡ εὐσεβής ἐστιν ὁμολογία, καὶ τῶν ψυχῶν ἡμῶν σωτηρία. Ποῖον, εἰπέ μοι, ῥόδον οὕτω τοῖς φύλλοις κεκόσμηται, ὡς ὁ ἁγιώτατος Ἰωάννης τῷ θεοπρεπεῖ τῶν ἁγίων στεφάνῳ δεδόξασται; Τὸ μὲν γὰρ ῥόδον τὴν χρυσαυγοῦσαν εὐωδίαν ἔσωθεν ἀποστίλβει· ὁ δὲ ἁγιώτατος Ἰωάννης, τὴν ἀρωματίζουσαν πολιτείαν τοῦ πανσόφου ποιμένος ἡμῶν καὶ διδασκάλου, ἐξ αὐτῆς τῆς τοῦ θρόνου κορυφῆς κατὰ κράτος ἐκλάμπει. Ὦ Ἰωάννη, δι' ἐνιαυτοῦ μὲν τοῖς παρεπιδημοῦσι μνημονευόμενε, καθ' ἡμέραν δὲ τοῖς Ἐφεσίοις συμπολιτευόμενε· ὦ Ἰωάννη, ὡς πρύτανις ὑψηλὸς ἐπὶ τόδε τὸ ἱερὸν ὄρος προλάμπεις, οὐ χρήματα τοῖς πολίταις σου δωρούμενος, ἀλλ' ἴαμα τοῖς αἰτοῦσί σε χαριζόμενος· ὦ Ἰωάννη, τὴν μονομάχον δράκαιναν Ἄρτεμιν τῷ τροπαίῳ τοῦ σταυροῦ κατήραξας, καὶ τὴν μονόγαμον νύμφην Χριστοῦ, τὴν Ἐκκλησίαν, τῇ δυνάμει τοῦ σταυροῦ κραταιῶς ἀνώρθωσας.

Ὦ Ἰωάννη, τὸν πατέρα σου Ζεβεδαῖον ἐπὶ τὸ πλοῖον κατέλιπες, καὶ τὸν ∆εσπότην σου Ναζωραῖον ἐπὶ τὸ στῆθος ἠγάπησας. Ὡς δύο ὄρη, τοὺς δύο μαστοὺς ἐθεώρεις, ὧν ἀνὰ μέσον ἡδέως ἀναπαυσάμενος, τὸν ἐν μέσῳ δύο ζώων γινωσκόμενον ἐθεολόγησας· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καί μοι τὸ παράδοξον τοῦ ἀποστόλου θεώρησον. Γῆν βρύει ὁ μὴ ταφεὶς εἰς γῆν, καὶ τὸ βρύον μάννα ἐστὶν ἰαματικὸν, καὶ τὸ κενούμενον οὐκ ἐκκενοῦται τῷ χρόνῳ. Ἄρα τίς ἡ αἰτία, τίς ἡ ἐνέργεια, οὐκ ἄν τις εὕροι εἰπεῖν· ἀμετάβλητα γὰρ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὰ χαρίσματα, καὶ ἀνέκλειπτα τῶν ἁγίων τὰ ἐνεργήματα. Ὦ Ἰωάννη, τὸ ὅπλον τῶν εὐσεβῶν, ἡ ὄντως εὐσεβὴς ὁμολογία, καὶ πάντων αὐτοῖς ἀποφυγὴ, ἡ πρὸς Θεὸν καταφυγή.

Ὃ γάρ ἐστι λιμὴν τοῖς χειμαζομένοις, τοῦτο ὁ Θεὸς τοῖς καταπονουμένοις. Σήμερον ἡμῖν ὁ ἁγιώτατος Ἰωάννης, τῆς οἰκείας ἀρετῆς τὸ κάλλος ἐκλάμπει· αὐτὸς γὰρ ἡμῖν καὶ ὑπανέγνωσται, ὥσπερ ἀπὸ βασιλικῆς εἰκόνος τῆς βίβλου τῆς ἀρχαίας ἐκλάμπων τὴν οἰκείαν εὐσέβειαν. Ἰωάννης, ἡ καλὴ τῆς πίστεως ἀρχὴ, ἡ εὐθαλὴς ῥίζα, ἡ ἀνέκλειπτος πηγὴ, ὁ ἐν πᾶσιν ἔθνεσιν οὐ κατ' ἐκεῖνο μόνον καιροῦ νόμος, ἀλλ' εἰς ἀεὶ ὁ πιστευθεὶς τὸ σεμνὸν τῆς εὐσεβείας ἐπάγγελμα· τὸ πρῶτον τῆς πίστεως ἀκροθίνιον, ὁ πᾶσι τῆς εὐσεβείας τὰ ἴχνη ἁπλώσας, ὁ ζηλοῦν ἡμᾶς τὰ κάλλιστα τῆς ἀγάπης χαρίσματα παιδεύσας. Βλέπομεν γὰρ τὸν θάλαμον τῆς παρθενίας, καὶ περιπτυσόμεθα τὴν πηγὴν τῶν ἰαμάτων. Ἀναπτύξωμεν δὲ καὶ τὸν περὶ τοῦ φωτὸς λόγον. Φῶς ὁ Πατὴρ, φῶς ὁ Υἱὸς, φῶς τὸ Πνεῦμα τὸ ἅγιον. Φῶς ὁ Πατὴρ, ἐπειδὴ Θεὸς ἀληθινός· φῶς ὁ Υἱὸς, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ἐξέλαμψε· φῶς τὸ Πνεῦμα τὸ ἅγιον, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται. καὶ διὰ τοῦτο Θεὸς ἀληθινός. Ὁ ἀπόστολος μαρτυρήσει μοι λέγων, ὅτι Θεὸς φῶς ἐστι. Καὶ, Ἦλθεν Ἰωάννης, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός· καὶ, Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, τουτέστιν, ἐρχόμενον εἰς τὴν ἀλήθειαν. Καὶ ὁ Υἱὸς, Ἐγώ εἰμι τὸ φῶς τὸ ἀληθινόν· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ὅτι δὲ ὁ Υἱὸς φῶς ἐστι καὶ ἥλιος τῆς δικαιοσύνης, καὶ ὁ προφήτης βοᾷ· Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σοι τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκε.

Καὶ περὶ τοῦ ἁγίου Πνεύματος ἐν ψαλμοῖς ᾄδεται, ὅτι, Παρὰ σοῦ πηγὴ ζωῆς. Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, τουτέστιν, ἐν τῷ Υἱῷ ὀψόμεθα τὸ Πνεῦμα τὸ ἅγιον· φῶς δι' οὗ ἐφωτίσθημεν, καὶ ἕως σήμερον φωτιζόμεθα τὰς καρδίας ἡμῶν. Φῶς ὁ Πατὴρ, ἐπειδὴ ὁ Θεὸς ἀληθινός· φῶς ὁ Υἱὸς, ἐπειδὴ ἐκείνου τοῦ φωτὸς ἀπαύγασμά ἐστι· φῶς τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· Οὐδεὶς γὰρ οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐν αὐτῷ. Φῶς οὖν τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἀληθινὸν, ὃ ἐν τῷ ἀληθινῷ φωτὶ θεωρεῖται καὶ νοεῖται. Μενέτω οὖν ἡμῖν, ἀδελφοὶ, ἡ πίστις ἀῤῥαγὴς, ἀχώριστος Τριάς. Καὶ γὰρ ὁ μακάριος Σολομὼν λέγει ὅτι τὸ ἔντριτον σπαρτίον οὐ διαῤῥαγήσεται. Ὁ γὰρ Θεὸς ἁγιάζει, φωτίζει, ζωοποιεῖ, ἐλευθεροῖ, καὶ τὰ πλείονα τούτων. Καὶ ὁ Υἱὸς ὡσαύτως· πάντα γὰρ, ὅσα ὁ Πατὴρ ποιεῖ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὡσαύτως ἁγιάζει, φωτίζει, ζωοποιεῖ, ἐλευθεροῖ. Ἠλευθερώθημεν γὰρ καὶ ἡγιάσθημεν καὶ ἐφωτίσθημεν καὶ ἀνεζήσαμεν, βαπτισθέντες εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

2
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать