In sanctum Romanum ΕΓΚΩΜΙΟΝ Εἰς τὸν ἅγιον μάρτυρα Ῥωμανὸν αʹ.
αʹ. Πάλιν μαρτύρων μνήμη, καὶ πάλιν ἑορτὴ, καὶ, πανήγυρις πνευματική. Ἔκαμον ἐκεῖνοι, καὶ χαίρομεν ἡμεῖς· ἐπάλαισαν ἐκεῖνοι, καὶ ἡμεῖς ἀγαλλόμεθα· ἐκείνων ὁ στέφανος, καὶ κοινὸν τὸ κλέος, μᾶλλον δὲ τῆς Ἐκκλησίας ἁπάσης ἡ δόξα. Καὶ πῶς ἂν τοῦτο γένοιτο; φησίν. Ὅτι μέρη καὶ μέλη ἡμῶν εἰσιν οἱ μάρτυρες. Εἴτε δὲ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Ἡ κεφαλὴ στεφανοῦται, καὶ τὸ λοιπὸν σῶμα ἀγάλλεται· εἷς Ὀλυμπιονίκης γίνεται, καὶ ὁλόκληρος δῆμος εὐφραίνεται, καὶ μετὰ πολλῆς αὐτὸν δέχεται τῆς εὐφημίας. Εἰ δὲ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων οἱ μηδὲν εἰς τοὺς ἱδρῶτας ἐκείνους εἰσενεγκόντες τοσαύτην καρποῦνται τὴν ἡδονὴν, πολλῷ μᾶλλον ἐπὶ τῶν τῆς εὐσεβείας ἀθλητῶν τοῦτο γένοιτ' ἄν. Πόδες ἐσμὲν ἡμεῖς, οἱ μάρτυρες κεφαλή· ἀλλ' οὐ δύναται εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. Ἔνδοξα τὰ μέλη, ἀλλ' ἡ ὑπεροχὴ τῆς δόξης οὐ ποιεῖ τῆς πρὸ τὰ λοιπὰ μέρη συναφείας ἀλλοτρίωσιν· ταύτῃ γὰρ μάλιστα ἔνδοξα γίνεται, ὅταν τὴν πρὸς ἡμᾶς συνάφειαν μὴ διακρούσηται· ἐπεὶ καὶ ὀφθαλμὸς, τοῦ λοιποῦ παντὸς σώματος λαμπρότερος ὢν, τότε τὴν οἰκείαν διατηρεῖ δόξαν, ὅταν μὴ τοῦ λοιποῦ σώματος ἀποσχίζηται. Καὶ τί λέγω περὶ μαρτύρων; Εἰ γὰρ ὁ ∆εσπότης αὐτῶν οὐκ ἐπῃσχύνθη γενέσθαι ἡμῶν κεφαλὴ, πολλῷ μᾶλλον αὐτοὶ μέλη ἡμῶν εἶναι οὐκ ἐπαισχύνονται· ἀγάπην γὰρ ἔχουσιν ἐῤῥιζωμένην, ἡ δὲ ἀγάπη τὰ διεστηκότα συνάπτειν καὶ συνδεῖν εἴωθε, καὶ περὶ τῆς ἀξίας οὐκ ἀκριβολογεῖται. Ὥσπερ οὖν αὐτοὶ συναλγοῦσιν ἡμῶν τοῖς ἁμαρτήμασιν, οὕτως ἡμεῖς συγχαίρομεν αὐτῶν τοῖς κατορθώμασιν. Οὕτω καὶ Παῦλος ἐκέλευσε ποιεῖν λέγων, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἀλλὰ τὸ μὲν κλαίειν μετὰ κλαιόντων εὔκολον, τὸ δὲ χαίρειν μετὰ χαιρόντων οὐ σφόδρα ῥᾴδιον· ῥᾷον γὰρ τοῖς ἐν συμφοραῖς οὖσι συναλγοῦμεν, ἢ τοῖς εὐδοκιμοῦσι συνηδόμεθα. Ἐκεῖ μὲν γὰρ αὐτὴ τῆς συμφορᾶς ἡ φύσις καὶ τὸν λίθον ἱκανὴ πρὸς συμπάθειαν ἐπικάμψαι· ἐνταῦθα δὲ ἐπὶ τῆς εὐπραγίας ὁ φθόνος καὶ ἡ βασκανία τὸν μὴ σφόδρα φιλοσοφοῦντα οὐκ ἀφίησι γενέσθαι κοινωνὸν τῆς ἡδονῆς. Ὥσπερ γὰρ ἡ ἀγάπη τὰ διῃρημένα συνάγει καὶ συνδεῖ, οὕτως ἡ βασκανία τὰ ἡνωμένα διαιρεῖ. ∆ιὸ παρακαλῶ, μελετήσωμεν συγχαίρειν τοῖς εὐδοκιμοῦσιν, ἵνα καὶ φθόνου καὶ βασκανίας τὴν ψυχὴν ἐκκαθάρωμεν· οὐδὲν γὰρ οὕτως ἀπελαύνει τὸ νόσημα τοῦτο τὸ χαλεπὸν καὶ δυσίατον, ὡς τὸ συνήδεσθαι τοῖς ἐν ἀρετῇ βιοῦσιν. Ἄκουσον γοῦν πῶς ὁ Παῦλος ἐν ἑκατέροις τούτοις ἐστὶν ἄκρος· Τίς, φησὶν, ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Οὐκ εἶπε, καὶ οὐκ ἐγὼ λυποῦμαι, ἀλλ', οὐκ ἐγὼ πυροῦμαι, τῇ προσηγορίᾳ, τῆς πυρώσεως τὴν ἐπίτασιν τῆς ὀδύνης ἡμῖν παραστῆσαι βουλόμενος.
Καὶ πάλιν ἑτέροις γράφων, Χωρὶς ἡμῶν ἐβασιλεύσατε, φησίν· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν· καὶ πάλιν· Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Ὅρα πῶς περισπούδαστος ἦν αὐτῷ τῶν ἀδελφῶν ἡ εὐδοκίμησις, ὃς οὔτε ζῇν ἐνόμιζεν, ἐκείνων μὴ σωζομένων. Ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς, καὶ μυστηρίων κοινωνήσας ἀποῤῥήτων, καὶ τοσαύτης πρὸς τὸν Θεὸν ἀπολαύσας παῤῥησίας, οὐ σφόδρα αἴσθησιν ἐκείνων ἐλάμβανε τῶν ἀγαθῶν, εἰ μὴ καὶ τοὺς ἀδελφοὺς εἶδε σὺν αὐτῷ διασωζομένους. Οἶδε γὰρ, οἶδε σαφῶς, ὅτι ἀγάπης οὐδὲν οὔτε μεῖζον οὔτε ἴσον ἐστὶν, οὐδὲ αὐτὸ τὸ μαρτύριον, ὃ πάντων ἐστὶ κεφάλαιον τῶν ἀγαθῶν· καὶ πῶς, ἄκουσον. Ἀγάπη μὲν γὰρ καὶ χωρὶς μαρτυρίου ποιεῖ μαθητὰς τοῦ Χριστοῦ, μαρτύριον δὲ χωρὶς ἀγάπης οὐκ ἂν ἰσχύσειε τοῦτο ἐργάσασθαι. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν τοῦ Χριστοῦ ῥημάτων· πρὸς γὰρ τοὺς μαθητὰς ἔλεγεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἰδοὺ ἀγάπη χωρὶς μαρτυρίου μαθητὰς ποιεῖ. Ὅτι δὲ μαρτύριον χωρὶς ἀγάπης οὐ μόνον μαθητὰς οὐ ποιεῖ, ἀλλ' οὐδὲ ὠφελεῖ τι τὸν ὑπομένοντα, ἄκουσον Παύλου λέγοντος· Ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
βʹ. ∆ιὰ τοῦτο μάλιστα τὸν ἅγιον τοῦτον φιλῶ τὸν σήμερον ἡμᾶς συναγαγόντα, τὸν μακάριον Ῥωμανὸν, ὅτι μετὰ τοῦ μαρτυρίου πολλὴν τὴν ἀγάπην ἐπεδείξατο, διὸ καὶ τὴν γλῶτταν ἐξεκόπτετο τὴν ἁγίαν. Καὶ γὰρ καὶ τοῦτο ἄξιον ἐξετάσαι, τί δή ποτε οὐκ ἐπὶ βασάνους καὶ κολάσεις καὶ τιμωρίας ἤγαγεν αὐτὸν ὁ διάβολος, ἀλλὰ τὴν γλῶτταν ἀπέτεμεν· οὐ γὰρ εἰκῆ τοῦτο ἐποίησεν, ἀλλὰ μετὰ πολλῆς τῆς πονηρίας· καὶ γὰρ κακουργόν ἐστι τὸ θηρίον, καὶ πάντα κατὰ τῆς ἡμετέρας σωτηρίας πραγματεύεται καὶ κινεῖ. Φέρε οὖν ἐξετάσωμεν, τί δήποτε ἐπὶ τὴν ἐκκοπὴν τῆς γλώττης ἐχώρησε, μικρὸν γοῦν ἀνωτέρω τὸν λόγον ἀγαγόντες· οὕτω γὰρ εἰσόμεθα καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν τοῦ μάρτυρος ὑπομονὴν, καὶ τὴν τοῦ διαβόλου κακουργίαν· καὶ τὴν μὲν τοῦ Θεοῦ φιλανθρωπίαν μαθόντες εὐχαριστήσομεν τῷ ∆εσπότῃ, τὴν δὲ τοῦ μάρτυρος ὑπομονὴν γνόντες μιμησόμεθα τὸν σύνδουλον, τὴν δὲ τοῦ διαβόλου κακουργίαν καταμαθόντες, ἀποστραφησόμεθα τὸν ἐχθρόν. ∆ιὰ γὰρ τοῦτο ἡμῖν ἔδωκεν ὁ Θεὸς εἰδέναι αὐτοῦ τὰς μηχανὰς, ἵνα μειζόνως αὐτὸν μισήσαντες εὐκολώτερον αὐτοῦ περιγενώμεθα. Ὅτι γὰρ δυνατὸν εἰδέναι αὐτοῦ τὰ νοήματα, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ τοῦ πεπορνευκότος· Κορινθίοις γὰρ ἐπιστέλλων οὕτω πώς φησι· Κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Τίς οὖν ἡ αἰτία, δι' ἣν τὴν γλῶτταν ἐξέκοψε; Μικρὸν ἄνωθεν ἀνάσχεσθέ μου διηγουμένου. Πόλεμος ἀνεῤῥιπίσθη ποτὲ κατὰ τῶν Ἐκκλησιῶν χαλεπὸς, οὐχὶ βαρβάρων ἐπιδραμόντων τὰς πόλεις, οὐδὲ ἀλλογενῶν τινων, ἀλλ' αὐτῶν τῶν δοκούντων προεστάναι τῆς καθ' ἡμᾶς οἰκουμένης, καὶ βαρβάρων, καὶ πολεμίων, καὶ τυράννων ἁπάντων ἀπηνέστερον καὶ ὠμότερον κεχρημένων τοῖς ὑπηκόοις. Οὐ γὰρ ὑπὲρ ἐλευθερίας, καὶ πατρίδος, καὶ χρημάτων, καὶ τῆς παρούσης ζωῆς ὁ κίνδυνος ἦν τότε, ἀλλ' ὑπὲρ βασιλείας οὐρανῶν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν, ὑπὲρ ἀθανάτου ζωῆς, ὑπὲρ ὁμολογίας τῆς εἰς τὸν Χριστόν.
Καὶ καινός τις αἰχμαλωσίας ἐπενοεῖτο τρόπος· οὐ γὰρ τῆς ἐνταῦθα πόλεως ἐξέβαλλον, ἀλλὰ τῆς ἄνω Ἱερουσαλὴμ τῆς ἐλευθέρας ἐπεχείρουν ἀποστερεῖν, καὶ τὴν ψυχὴν ἕκαστον καταθύειν ἠνάγκαζον ἐπὶ τῶν βωμῶν, καὶ τὸν οἰκεῖον ∆εσπότην ἐξόμνυσθαι, καὶ τῇ τῶν δαιμόνων ὑποκύπτειν τυραννίδι, καὶ τοὺς λυμεῶνας καὶ ἐχθροὺς τῆς σωτηρίας τῆς ἡμετέρας θεραπεύειν δαίμονας· ὃ μυρίων θανάτων καὶ πάσης γεέννης χαλεπώτερον ἦν καὶ ἀφορητότερον ταῖς φιλοχρίστοις ψυχαῖς. Τότε δὴ πολλῶν ὑποβρυχίων γινομένων, καὶ τοῦ χειμῶνος αἰρομένου, καὶ πολλῶν ναυαγούντων, ὁ μακάριος οὗτος Ῥωμανὸς παρελθὼν εἰς μέσους οὐκ ἐσκόπησεν εὐθέως, ὅπως ἑαυτὸν ἐπιδῷ τοῖς κινδύνοις, ἀλλὰ πρότερον τοὺς πεφοβημένους, τοὺς ἀναπεπτωκότας, τοὺς τὴν οἰκείαν προδόντας σωτηρίαν συνῆγε, παρεθάῤῥυνεν, ἀναμαχέσασθαι παρεσκεύαζε, τοὺς μὲν καταπεσόντας ἀνορθῶν, τοὺς δὲ ἑστῶτας ἀσφαλιζόμενος εὐχαῖς, καὶ παραινέσεσι, καὶ συμβουλαῖς, περὶ τῶν μελλόντων, περὶ τῶν παρόντων πραγμάτων πολλὰ φιλοσοφῶν, δεικνὺς τὸ πρόσκαιρον τούτων, τὸ διηνεκὲς ἐκείνων, ἀντιτιθεὶς τοῖς πόνοις τὰ ἔπαθλα, ταῖς βασάνοις τοὺς στεφάνους, ταῖς ἀλγηδόσι τὰ βραβεῖα, διδάσκων τίς μὲν ἡ παροῦσα ζωὴ, τίς δὲ ἡ μέλλουσα, καὶ πόσον ἑκατέρας τὸ μέσον, καὶ ὅτι πάντως ἀποθανεῖν ἀνάγκη· κἂν γὰρ μὴ τούτῳ τῷ τρόπῳ καταλύσωμεν τὴν ζωὴν, τῷ νόμῳ τῆς φύσεως πάντως ἀναγκαζόμενοι μικρὸν γοῦν ὕστερον τῶν σωμάτων ἀποστησόμεθα τούτων. Ταῦτα δὴ καὶ τὰ τούτοις ἐοικότα παραινῶν ἀνώρθωσε τὰς παρειμένας χεῖρας, ἐστήριξε τὰ παραλελυμένα γόνατα, τοὺς φυγάδας ἐπανήγαγε, τὴν δειλίαν ἐξέβαλε, τὴν ἀγωνίαν ἀπήλασε, θάρσος ἐνέθηκεν, ἀντὶ δειλῶν προθύμους ἐποίησεν, ἀντὶ δορκάδων καὶ ἐλάφων λέοντας ἀπειργάσατο πολλῆς πνέοντας τῆς ἰσχύος, συνεκρότησε τοῦ Χριστοῦ τὸ στρατόπεδον, τὴν αἰσχύνην τὴν παρ' ἡμῖν εἰς τὰς τῶν πολεμίων μετήνεγκε κεφαλάς. Ἰδὼν τοίνυν ὁ διάβολος ἀθρόαν μεταβολὴν γεγενημένην, καὶ τοὺς χθὲς καὶ πρῴην δεδοικότας αὐτὸν καὶ τρέμοντας, νῦν καταγελῶντας αὐτοῦ καὶ κατατολμῶντας, ἐπαποδυομένους τοῖς κινδύνοις, ἐπιπηδῶντας τοῖς κολαστηρίοις, καὶ γνοὺς τὸν αἴτιον, πάντας ἀφεὶς, κατ' ἐκείνου λοιπὸν ἔπνευσεν ὅλος, πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ τὴν μανίαν κατὰ τῆς μακαρίας ταύτης κινῶν κεφαλῆς. Καὶ τί ποιεῖ; Σκοπεῖτε τὴν κακουργίαν. Οὐκ ἤγαγεν αὐτὸν ἐπὶ βασάνους, οὐκ ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν· ἐδίδαξε γὰρ αὐτὸν ὁ παρελθὼν χρόνος, ὅτι πάντα ταῦτα εἰκῆ καὶ μάτην ἐγίνετο. Οὐ γὰρ μόνον οὐκ ἐνέκοψε τῶν πεπιστευκότων τὴν προθυμίαν, ἀλλὰ καὶ ἐπέτεινε πλέον, καὶ μείζω καὶ θερμοτέραν αὐτὴν ἐποίησεν.
Ἄνθρακας ὑπεστόρεσα, φησὶν, οἱ δὲ ὡς ἐπὶ ῥόδα ἔτρεχον· πῦρ ἀνῆψα, οἱ δὲ ὡς εἰς πηγὰς ὑδάτων ψυχρῶν ἑαυτοὺς ἔῤῥιψαν· κατέξανα τὰς πλευρὰς, καὶ βαθείας ἀνέτεμον αὔλακας, καὶ κατήγαγον ῥύακας αἱμάτων, οἱ δὲ ὡς χρυσίῳ πάντοθεν περιῤῥεόμενοι, οὕτως ἐκαλλωπίζοντο· τοῖς κρημνοῖς ἔῤῥιψα, καὶ εἰς πέλαγος κατεπόντισα, οἱ δὲ οὐχ ὡς εἰς βυθὸν καταβαίνοντες, ἀλλ' ὡς εἰς αὐτὸν ἀναβαίνοντες τὸν οὐρανὸν, οὕτω διέκειντο σκιρτῶντες, καὶ ἀγαλλόμενοι, καὶ ὥσπερ ἐν ἱερᾷ πομπῇ χορεύοντες, καὶ ἐν λειμῶνι παίζοντες χλοερῷ, οὕτω τὰς τιμωρίας ἕκαστος ἥρπαζον, οὐχ ὡς τιμωρίας, ἀλλ' ὡς ἄνθη λαμβάνοντες ἐαρινὰ, καὶ στεφανούμενοι, καὶ τῇ τῆς οἰκείας προθυμίας ὑπερβολῇ τὰς ἐμὰς προέφθανον τιμωρίας. Τί τοίνυν ἂν εἴη πρακτέον, φησίν; Ἀποτέμω τούτου τὴν κεφαλήν; Ἀλλ' ὅπερ εὔχεται, τοῦτο γίνεται, καὶ μείζονα λαμβάνουσιν οἱ μαθηταὶ τὴν διὰ τῶν ἔργων παραίνεσιν· καὶ γὰρ παρῄνεσεν, ὅτι μαρτύρων θάνατος οὐκ ἔστι θάνατος, ἀλλὰ ζωὴ πέρας οὐκ ἔχουσα, καὶ μάλιστά γε ὑπὲρ ταύτης πάντα ὑπομένειν χρὴ, καὶ ὅτι δεῖ καταφρονεῖν τελευτῆς. Ἂν τοίνυν ἀποτέμω τὴν κεφαλὴν, καὶ γενναίως ἐνέγκῃ τὸ συμβὰν, διὰ τῶν ἔργων αὐτοὺς παιδεύσει σαφέστερον, ὅτι οὕτω θανάτου δεῖ καταφρονεῖν, καὶ μᾶλλον αὐτῶν ἀνορθώσει τὰ φρονήματα, καὶ πλείονα αὐτοῖς ἐμπνεύσει τελευτήσας τὴν προθυμίαν. ∆ιὰ τοῦτο τὴν γλῶτταν ἀπέτεμεν, ἵνα ἀποστερηθέντες τῆς φωνῆς, ἧς ἀπήλαυον οἱ τοῦ μάρτυρος μαθηταὶ, καὶ τῆς συμβουλῆς ἐκπεσόντες, καὶ τῆς παραινέσεως ἐρη μωθέντες, δειλότεροι γένωνται, καὶ πρὸς τὴν προτέραν ἀγωνίαν ἐπανέλθωσιν, οὐκ ἔχοντες τὸν ἐπαλείφοντα, οὐδὲ τὸν διεγείροντα καὶ καθοπλίζοντα.
γʹ. Καὶ σκόπει μοι τὴν κακουργίαν. Ἡρώδης μὲν ἀπέτεμε τὴν κεφαλὴν Ἰωάννου· οὗτος δὲ οὐχὶ τὴν κεφαλὴν, ἀλλὰ τὴν γλῶτταν μόνην. Τί δήποτε; ∆ιὰ πολλὴν κακουργίαν καὶ σκαιότητα. Ἂν ἀποτέμω τὴν κεφαλὴν, φησὶ, καὶ ἀποθάνῃ, ἀπελεύσεται οὐχ ὁρῶν τὴν ἀπώλειαν τῶν ἑαυτοῦ ἀδελφῶν· ἐγὼ δὲ αὐτὸν βούλομαι στῆσαι μάρτυρα τῶν πτωμάτων καὶ τῆς συμφορᾶς τῶν οἰκείων στρατιωτῶν, ἵν', ὑπὸ τῆς ὀδύνης ἄγχηται καταπίπτοντας μὲν ὁρῶν, χεῖρα δὲ ὀρέγειν μὴ δυνάμενος, καὶ τὸ συμβουλεῦσαι ταῦτα ἅπερ καὶ πρότερον οὐκ ἔχων, τῆς φωνῆς μετὰ τῆς γλώττης ἐκκοπείσης. Ἀλλ' ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, τὸ σόφισμα τοῦτο εἰς τὴν ἐκείνου περιέτρεψε κεφαλὴν, καὶ οὐ μόνον συμβουλῆς οὐκ ἀπεστέρησεν, ἀλλὰ καὶ πλείονος αὐτοὺς ἐποίησεν ἀπολαῦσαι παραινέσεως, καὶ πνευματικωτέρας μετασχεῖν διδασκαλίας. Ἐπειδὴ γὰρ τοῦτο ἐκράτησε, καλεῖται λοιπὸν ἐπὶ τὴν τομὴν ὁ ἰατρὸς, καὶ δήμιος ἀντὶ ἰατροῦ γίγνεται, οὐχὶ τὸ νενοσηκὸς διορθούμενος μέλος, ἀλλὰ τὸ ὑγιαῖνον διαφθείρων· καὶ τὴν γλῶτταν ἐξελὼν, οὐκ ἴσχυσεν αὐτῇ συνεξελεῖν καὶ τὴν φωνήν· ἀλλ' ἡ μὲν τῆς σαρκὸς ἐξεκόπτετο γλῶττα, ἡ δὲ τῆς χάριτος ἐφίπτατο τῷ στόματι τοῦ μακαρίου· καὶ ἡ μὲν φύσις τὸ οἰκεῖον ἠφίει μέλος, τοῦ σιδήρου τοῦτο καταναγκάζοντος, ἡ δὲ χάρις συνεκπεσεῖν αὐτῇ τὴν φωνὴν οὐκ εἴασεν· ὅθεν λοιπὸν πνευματικωτέρας ἀπήλαυον οἱ μαθηταὶ διδασκαλίας, οὐκ ἀνθρωπίνῃ φωνῇ καθάπερ τὰ πρότερα ἀκούοντες, ἀλλὰ θείᾳ τινὶ, καὶ πνευματικῇ, καὶ μείζονι τῆς φύσεως τῆς ἡμετέρας· καὶ πάντες συνέτρεχον, ἄνωθεν ἄγγελοι, κάτωθεν ἄνθρωποι, ἕκαστος χωρὶς γλώττης στόμα ἰδεῖν ἐπιθυμοῦντες, καὶ ἀκοῦσαι φθεγγομένου οὕτως.
Καὶ γὰρ ἦν ὄντως θαυμαστὸν καὶ παράδοξον στόμα ἄνευ γλώττης φθεγγόμενον, πολλὴν μὲν τῷ διαβόλῳ φέρον αἰσχύνην, πολλὴν δὲ τῷ μάρτυρι δόξαν, μεγάλην δὲ τοῖς μαθηταῖς παράκλησιν καὶ ὑπομονῆς ὑπόθεσιν. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοιοῦτον ἄνωθεν καὶ ἐξ ἀρχῆς, ἅπερ ἂν καθ' ἡμῶν ὁ διάβολος ῥάψῃ, ταῦτα εἰς τὴν ἐκείνου τρέπειν κεφαλὴν, καὶ ὑπὲρ τῆς ἡμετέρας κατασκευάζειν σωτηρίας. Σκόπει δέ· ἐξέβαλεν ἐκεῖνος τοῦ παραδείσου τὸν ἄνθρωπον, καὶ ἀνέῳξεν αὐτῷ τὸν οὐρανὸν ὁ Θεός· ἀπήλασεν αὐτὸν ἐκεῖνος τῆς ἀρχῆς τῆς ἐν τῇ γῇ, καὶ ἔδωκεν αὐτῷ τὴν βασιλείαν τῶν οὐρανῶν ὁ Θεὸς, καὶ ἐν τῷ θρόνῳ τῷ βασιλικῷ τὴν φύσιν ἐνίδρυσε τὴν ἡμετέραν. Οὕτως ἀεὶ μείζονα δίδωσιν ἀγαθὰ, ὧν ὁ διάβολος ἀποστερεῖν ἐπιχειρεῖ. Ποιεῖ δὲ τοῦτο, ἐκεῖνόν τε ὀκνηρότερον ἐν ταῖς καθ' ἡμῶν κατασκευάζων ἐπιβουλαῖς, ἡμᾶς δὲ παιδεύων μηδέποτε αὐτοῦ δεδοικέναι τὰ μηχανήματα· ὃ δὴ καὶ ἐνταῦθα γέγονεν ἐπὶ τοῦ μάρτυρος. Ἧς γὰρ προσεδόκησε φωνῆς ἀποστερήσειν αὐτὸν, πολλῷ μείζονα καὶ σεμνοτέραν αὐτῷ ἐχαρίσατο ὁ Θεός. Οὐ γὰρ ἦν ἴσον μετὰ γλώττης φθέγγεσθαι, καὶ χωρὶς γλώττης· τὸ μὲν γὰρ ἀκόλουθον ἦν, καὶ κοινὸν ἅπασι, τὸ δὲ ὑπὲρ τὴν φύσιν, καὶ αὐτοῦ ἴδιον ἐγένετο μόνου. Καίτοι καὶ εἰ ἄφωνος ἔστη μετὰ τὴν τῆς γλώττης ἐκκοπὴν ὁ μάρτυς, καὶ οὕτως αὐτῷ τὰ τῶν ἀγώνων πεπλήρωτο, καὶ ὁ στέφανος ἀπήρτιστο· ἧττα γὰρ μεγίστη καὶ σαφὴς ἀπόδειξις ἦν τὸ τὴν γλῶτταν τεμεῖν. Εἰ γὰρ μὴ ἐφοβοῦ τὴν γλῶτταν, ὦ μιαρὲ καὶ παμμίαρε, τίνος ἕνεκεν αὐτὴν ἀπέτεμες; τίνος ἕνεκεν οὐκ ἀφῆκας τῶν παλαισμάτων τὴν ὑπόθεσιν, ἀλλ' ἀπέκλεισας τὸ στάδιον; Ὥσπερ ἂν εἴ τις παγκρατιάζειν μέλλων, εἶτα πληγὰς ἀφάτους λαβὼν, καὶ μὴ δυνάμενος ἀντιστῆναι λοιπὸν, κελεύσειεν ἐκκοπῆναι τοῦ ἀνταγωνιστοῦ τὰς χεῖρας, καὶ οὕτως αὐτὸν παίοι, οὐ χρεία λοιπὸν ἑτέρας ἀποδείξεως πρὸς τὸ τὴν νίκην τῷ τὰς χεῖρας ἐκκοπέντι ψηφίσασθαι· οὕτω δὴ καὶ ἐπὶ τοῦ μάρτυρος σαφεστέρα πάντων ἀπόδειξις ἡ τῆς γλώττης ἐκκοπὴ γέγονε τῆς κατὰ τοῦ διαβόλου νίκης. Εἰ γὰρ καὶ θνητὴ ἦν ἡ γλῶττα, ἀλλ' ἐπειδὴ ἀθάνατα τραύματα δέδωκε τῷ διαβόλῳ, διὰ τοῦτο κατ' ἐκείνης ἔπνευσεν ὅλος, ἑαυτὸν μὲν εἰς μείζονα καθιστῶν αἰσχύνην, τῷ δὲ μάρτυρι λαμπρότερον ποιῶν τὸν στέφανον. Ὥσπερ γὰρ θαυμαστὸν χωρὶς ῥίζης δένδρον ἰδεῖν, καὶ χωρὶς πηγῆς ποταμόν· οὕτω καὶ χωρὶς γλώττης φωνήν.
δʹ. Ποῦ νῦν εἰσιν οἱ τῇ τῶν σωμάτων ἀναστάσει διαπιστοῦντες; Ἰδοὺ ἡ φωνὴ καὶ ἀπέθανε καὶ ἀνέστη, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ ταῦτα ἀμφότερα γέγονε. Καίτοι τοῦτο τῆς τῶν σωμάτων ἀναστάσεως πολλῷ μεῖζόν ἐστιν· ἐκεῖ μὲν γὰρ ἡ φύσις τῶν σωμάτων ὑπόκειται, ἡ σύνθεσις δὲ διαλέλυται μόνον· ἐνταῦθα δὲ αὐτὴ ἡ ὑπόθεσις τῆς φωνῆς ἀνῄρητο, ἀλλ' ὅμως λαμπροτέρα πάλιν ἐγίγνετο. Καίτοι γε αὐλοῦ τὰς γλωττίδας ἂν ἀφέλῃς, ἄχρηστον λοιπὸν κεῖται τὸ ὄργανον· ἀλλ' οὐχ οὕτως ὁ αὐλὸς ὁ πνευματικὸς, ἀλλὰ καὶ τὴν γλῶτταν ἀφαιρεθεὶς οὐ μόνον οὐκ ἦν ἄφωνος, ἀλλὰ καὶ ἐμμελέστερον καὶ μυστικώτερον ἠφίει μέλος, καὶ μετὰ πλείονος τῆς ἐκπλήξεως. Καὶ ἐπὶ κιθάρας δὲ πάλιν, ἂν τὸ πλῆκτρόν τις ἐξαρπάσῃ μόνον, ἀργὸς ὁ τεχνίτης, ἄχρηστος ἡ τέχνη, μάταιον τὸ ὄργανον γίγνεται· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τοὐναντίον ἅπαν.
Καὶ γὰρ ἦν κιθάρα τὸ στόμα, ἦν πλῆκτρον ἡ γλῶττα, τεχνίτης δὲ ἡ ψυχὴ, καὶ τέχνη ἡ ὁμολογία· ἀλλ' ὅμως ἀφαιρεθέντος τοῦ πλήκτρου, τῆς γλώσσης λέγω, οὔτε ὁ τεχνίτης, οὔτε ἡ τέχνη, οὔτε τὸ ὄργανον ἄχρηστον γέγονεν, ἀλλὰ πάντα τὴν οἰκείαν δύναμιν ἐπεδείκνυτο. Τίς ταῦτα ἐποίησε; τίς ταῦτα ἐπέδειξε τὰ θαυμαστὰ καὶ παράδοξα; Ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος, περὶ οὗ φησιν ὁ ∆αυῒδ, Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Τότε μὲν οὖν ἐκ στόματος νηπίων καὶ θηλαζόντων, νῦν δὲ ἐκ στόματος ἀγλώτ των· τότε φύσις ἄωρος; νῦν δὲ στόμα ἔρημον· ἁπαλὴ τότε ἡ ῥίζα ἐπὶ τῶν παίδων ἦν, ἀλλ' ὁ καρπὸς ἀπηρτισμένος· ἐνταῦθα δὲ καὶ αὐτὴ ἡ ῥίζα ἀνῄρητο, καὶ ἡ τοῦ καρποῦ γένεσις οὐκ ἐκωλύετο· καρπὸς γὰρ γλώττης φωνή. Θαυμαστότερα τὰ ὕστερα τῶν προτέρων. Καὶ γὰρ ἵνα ταῦτα μὴ ἀπιστῆται, διὰ τοῦτο ἐκεῖνα προέδραμεν, ἵνα ἐν τούτοις μὴ θορυβώμεθα, τῆς διανοίας ἡμῶν ἐν ἐκείνοις προεθισθείσης ∆ιὰ τοῦτο, ταῦτα ἀπήντησεν, ἵνα ἐκεῖνα τὰ ἀφανῆ καὶ τὰ παλαιὰ ἀπὸ τῶν φανερῶν καὶ νεωστὶ γενομένων πιστεύηται. Οὕτω ποτὲ καὶ ἡ ῥάβδος Ἀαρὼν ἐβλάστησεν, ὥσπερ ἐβλάστησε τὸ στόμα τοῦ μάρτυρος νῦν. Ἀλλὰ τίνος ἕνεκεν ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν τότε; Ἐπειδὴ ὁ ἱερεὺς ἠτιμάζετο. Τίνος δὲ ἕνεκεν ἐβλάστησε νῦν τὸ στόμα τοῦ μάρτυρος; Ἐπειδὴ ὁ μέγας ἀρχιερεὺς ἐβλασφημεῖτο Ἰησοῦς ὁ Χριστός. Ὅρα πόση τοῦ θαύματος καὶ συγγένεια καὶ ὑπεροχή. Καθάπερ γὰρ ἐκείνη ἡ ῥάβδος οὐχ ἡνωμένη ῥίζῃ, οὐδὲ ἕλκουσα τὰς ἀπὸ τῆς γῆς νοτίδας, ἀλλ' ἔρημος τῆς χορηγίας οὖσα τῆς ἐκεῖθεν, καὶ τὴν καρπογόνον ἀπολέσασα δύναμιν, ἐξαίφνης καρπὸν ἔδειξεν· οὕτω δὴ καὶ ἐνταῦθα ἡ φωνὴ τῆς ῥίζης ἀποστερηθεῖσα, καὶ τὴν ἐκ τοῦ ὀργάνου δύναμιν οὐκ ἔχουσα, ἐν ξηρῷ καὶ ἀγόνῳ στόματι ἐξαίφνης ἐβλάστησεν. Ἐν τούτῳ μὲν ἡ συγγένεια, ἐν ἑτέρῳ δὲ ἡ ὑπεροχή· πολὺ γὰρ ἑκατέρου τοῦ καρποῦ τὸ μέσον. Ὁ μὲν γὰρ αἰσθητὸς ἦν, ὁ δὲ πνευματικὸς, καὶ τοὺς οὐρανοὺς ἀνοίγων αὐτοὺς τῷ τὴν φωνὴν ταύτην ἀποτεκόντι τότε.
Ὑπὲρ δὴ τούτων ἁπάντων συγχαίρωμεν τῷ μάρτυρι, δοξάζωμεν τὸν ταῦτα θαυματουργοῦντα Θεὸν, μιμησώμεθα τὴν ὑπομονὴν τοῦ συνδούλου, εὐχαριστήσωμεν ὑπὲρ τῆς χάριτος τῷ ∆εσπότῃ, λάβωμεν ἐκ τῶν εἰρημένων ἱκανὴν ἐν τοῖς πειρασμοῖς παράκλησιν, καὶ τὴν δύναμιν τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ καὶ τὴν κηδεμονίαν καταπλαγέντες, τὰ παρ' ἑαυτῶν πάντα εἰσφέρωμεν, καὶ τὰ παρ' αὐτοῦ πάντως ἕψεται. Κἂν ἄνθρωποι, κἂν δαίμονες, κἂν αὐτὸς ὁ διάβολος ἡμῖν πυκτεύῃ, πλέον οὐδὲν ἔσται τοῖς πολεμοῦσιν ἡμῖν· μόνον ἂν τὴν οἰκείαν ἐπιδειξώμεθα προθυμίαν, καὶ ὅσα παρ' ἡμῶν εἰσενεχθῆναι χρὴ πάντα εἰσενέγκωμεν. Οὕτω γὰρ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπασόμεθα ἐνταῦθα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν πολλῆς ἀπολαύσομεν δόξης καὶ σωτηρίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.