In sanctum Paulum apostolum Ἀπόδειξις· Ὅτι μείζων πάντων τῶν ἁγίων ὁ ἅγιος Παῦλος.
Ἴδετε πηλίκοις ὑμῖν, φησί, γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὡς γὰρ ἐν τοῖς πολλοῖς ἀνεπίληπτος, οὕτω καὶ ἐνταῦθα ἔγκριτος καινοτέρῳ μέλανι χρώμενος· οὐδὲν γὰρ αὐτῷ μέλαν οὐδὲ σκοτεινὸν παρ' αὐτῷ οὐδὲ ἀνθρώπινον· ὑπερέβη πᾶσαν φύσιν, ἀφῆκεν ὄπισθεν αὐτοῦ τὴν κτί428 σιν, μόνῳ Θεῷ προσομιλεῖν νομίζων· μᾶλλον δὲ πέπεισμαι τοῦτον εἶναι ὃν εἶπεν ὁ Κύριος μικρὸν μὲν ἐνταῦθα, ἐν δὲ τῇ βασιλείᾳ μείζονα Ἰωάννου, τοῦ μείζονος τῶν προφητῶν· οὐ γὰρ εἶπε· γεγέννηται ἐν γεννητοῖς γυναικῶν, ἀλλ' οὐκ ἐγήγερται· τὸ γὰρ γεννηθῆναι παρὰ τὸ ἐγηγέρθαι ἕτερον· τὸ μὲν γὰρ γεννηθῆναι δῆλον ἐκ γυναικός· τὸ δὲ ἐγερθῆναι, τὸ προαχθῆναι εἴτε εἰς βασιλείαν ἢ εἰς ἐπισκοπήν, εἴτε εἰς ἕτερόν τι τοιοῦτον πρᾶγμα· ὡς ὅταν λέγῃ· ὃ μὲν ἠγέρθη βασιλεύς, ὃ δὲ ἡγέμων. Ὁ οὖν Κύριος προβλέπων τὸν Ἀπόστολον μέλλοντα συνεγείρεσθαι καὶ βαστάζειν αὐτοῦ τὸ ὄνομα καὶ αἴρειν ἐφ' ἑαυτοῦ τὸν σταυρὸν καὶ κηρύττειν αὐτὸν ἐν πᾶσι τοῖς ἔθνεσι λέγων· τί θαυμάζετε τὸν Ἰωάννην ὡς μέγαν; τούτου τοῦ μεγάλου ἄλλος ἐστὶ μείζων, μήπω πιστεύσας, μήπω ἐγερθεὶς εἰς τὸ κηρύξαι· οὔπω ἐχειροτονήθη εἰς ἀποστολήν, οὔπω αὐτῷ ὤφθην διώκοντι, ἀλλὰ μὴν ἐν τῷ διώκειν ἐστίν· πρὸς μὲν γὰρ τοὺς ἐγερθέντας ἀληθῶς μείζων Ἰωάννου, πρὸς δὲ τὸν μέλλοντα ἐγείρεσθαι ἐλάχιστός ἐστιν· ὁ γὰρ μικρότερος ἐνταῦθα μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ, καὶ ὁ μέλλων ἐν ὑμῖν εἶναι μείζων, ἔστω ὑμῶν διάκονος καὶ ἔσχατος. Ἴδωμεν οὖν τίς ἐστιν ὁ ἐλάχιστος καὶ ἔσχατος πάντων, ἵνα γνωρίσωμεν καὶ τὸν μείζω, ἐπειδὴ ὥσπερ τι διδακτικὸν τοῦ μείζονος τὸ ἔσχατον. Τί οὖν λέγει ὁ Ἀπόστολος; Καὶ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, καὶ ἔσχατον πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Εἰ οὖν ἔσχατος καὶ ἐλάχιστος ἐδείχθη οὗτος πάντων, δῆλον ὅτι μείζων πάντων διὰ τὸ οὕτως ἀποφήνασθαι τὸν Κύριον.
Οὐ μόνον δὲ Ἰωάννου μείζων, ἀλλὰ καὶ πάντων τῶν ἁγίων. Ἑβραῖοί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ· διάκονοι Χριστοῦ εἰσιν, ὑπὲρ ἐγώ. Τί τούτου φανερώτερον; Καὶ ἐπὶ μὲν τῶν Ἑβραίων καὶ Ἰσραηλιτῶν ὡς ἐλαχίστων παρησύχασεν τὸ ὑπέρ, ἵνα μή τις εἴπῃ ἐκείνων μείζονα, τούτων δὲ ἴσον· ἀλλὰ τὸ ἐπὶ πάντων τιμιώτερον, τὸ μεῖζον προσέθηκεν, ἵνα ἀναμφίβολον ποιήσῃ τὸ ζήτημα. Πάλιν δὲ ἵνα μὴ δόξῃ καιρὸν διδόναι καυχήματος ἀληθοῦς, εὐθέως ὑπογράφει τὴν αἰτίαν, δι' ἣν ὑπὲρ αὐτῶν ἐστιν ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτῳ καὶ κινδύνοις πολλάκις καὶ περισσότερον πάντων ἐκοπίασα, καὶ ὅτι εἰ ἕκαστος πάντων ἀπολήψεται κατὰ τὸν ἴδιον κόπον, δῆλον ὅτι περισσότερον οὗτος πάντων τιμηθήσεται, ὡς περισσότερον κεκοπιακώς. Τί τούτου λαμπρότερον; Εἰ θέλεις, καὶ ἄλλην τοιαύτην ἑτέραν ἀπόδειξιν ἄκουε, Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμὶ ἐγώ, καὶ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξῃ τὴν πολλὴν μαρκοθυμίαν.
Πῶς τούτῳ ἐνεδείξατο, ἔσχατον αὐτῷ ὀφθείς, εἰ κατὰ χρόνους οὐ πρῶτον; 429 πρὸ γὰρ αὐτοῦ τοῖς μαθηταῖς, πρὸ τῶν μαθητῶν τοῖς προφήταις, μετὰ δὲ τούτους πάλιν τοῖς ἐν τῷ κόσμῳ πρὸ ἐκείνων. Πρῶτον οὖν πῶς τούτῳ, εἰ μὴ διὰ τὸ πρῶτον τῇ τιμῇ; Ὣς οὖν Ἰωάννης ἔσχατος μὲν τῷ χρόνῳ τῶν προφητῶν, μείζων δὲ τῇ τιμῇ, ὡσαύτως καὶ ὁ Ἀπόστολος ἔσχατος μὲν τῶν ἀποστόλων τῷ χρόνῳ, πρῶτος δὲ τῇ τιμῇ πάντων τῶν ἁγίων. Εἰ δὲ οὐ πείθῃ τῇ ἀληθείᾳ, πείσθητι κἀν τῷ τύπῳ τῷ προτυπωθέντι περὶ αὐτοῦ ἐπὶ τῇ ἀναγνωρίσει τῶν ἀδελφῶν τοῦ Ἰωσήφ, πῶς ἕκαστον τῶν ἀδελφῶν κατὰ τὰ πρεσβεῖα ἀνέκλινεν ὁ Ἰωσήφ, ἔσχατον δὲ πάντων τὸν ἐσχατογενῆ Βενιαμίν. Ἐπενταπλασίασε δὲ αὐτοῦ τὴν μερίδα ὡς πρὸς τῇ μερίδι τῶν ἀδελφῶν, ὅπερ τύπος ἐστὶ τοῦ μέλλοντος, ὁ μὲν Ἰωσὴφ τοῦ Κυρίου, οἱ δὲ λοιποὶ ἀδελφοὶ τῶν μαθητῶν· ὁ δὲ Βενιαμὶν τοῦ Ἀποστόλου, καθὼς ἑαυτῷ μαρτύρεται λέγων· Ἐκ φυλῆς Βενιαμίν, καὶ ἐκεῖ Βενιαμὶν νεώτερον ἐν ἐκστάσει· τὸ μὲν νεώτερον διὰ τὸ ἔσχατον, ἐν ἐκστάσει δὲ διὰ τὴν ἐν τῇ ὁδῷ ὀπτασίαν. Ἐξέστη δὲ καὶ τῶν νομικῶν, ἐξέστη δὲ καὶ τῶν οὐρανίων, ἐξέστη καὶ τῶν σωματικῶν· πάντα ἡγήσατο σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ.
Πείσθητι οὖν, ὅτι οὗτος ὁ νεώτερος, ὁ ἐσχατογενής, ὁ ἔσχατος τῶν μαθητῶν, τὸ ἔκτρωμα παρὰ πάντας, τὸ περικάθαρμα τοῦ κόσμου παντός, πενταπλασίως τιμηθήσεται παρὰ τοῦ Κυρίου, ὡς παρὰ τοῦ Ἰωσὴφ ὁ Βενιαμίν, ὁ μὴ συμπαρὼν ἐν τῇ πράσει τοῦ ἀδελφοῦ, ὁ μὴ συγκατατιθέμενος τοῖς ἀδελφοῖς, ὁ πάντοτε παραμείνας τῷ ἑαυτοῦ πατρὶ καὶ εἰς μηδὲν λυπήσας· ὡσαύτως δὲ καὶ οὗτος οὐ κατὰ χάριν τιμηθήσεται, ἀλλὰ κατὰ τὸ ὀφείλημα, ὡς περισσότερον πάντων κεκοπιακώς, ὡς ἀεὶ παραμείνας τῷ Θεῷ καὶ Πατρί, ὡς μὴ συμπαρὼν ἐπὶ τῇ τοῦ Ἰούδα προδοσίᾳ· ἐγένετο γὰρ ἐν νόμῳ ἄμεμπτος καὶ ἐν ἀποστόλοις ἀσύγκριτος· Τὰ ὑστερήματα γὰρ τῶν θλίψεων τοῦ Χριστοῦ ἀνταναπληρῶ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος, κατὰ τό· Ὁ θέλων ἐν ὑμῖν. Ὁρᾷς οἷα φθέγγεται, οἷα προσμαρτυρεῖ ἑαυτῷ; πῶς εἰς ὅσας θλίψεις ὑστέρησε μὴ φθάσας ὁ Χριστός, αὐτὸς ἀνεπλήρωσε λέγων· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ; θέλει εἰπεῖν· πλήρωμα Χριστὸς νόμου, πλήρωμα θλίψεων ἐγώ· ἀληθῶς ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θλίψεσιν ὑπερεχόντως, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν, καὶ ἅπερ αὐτὸς ἀπηριθμήσατο λέγων, χωρὶς τῶν παρεκτός.
Τίς δὲ τολμᾷ εἰπεῖν; Ὁ αὐτὸς εἴρηκε τό· Οὐδὲν ἐμαυτῷ σύνοιδα, καὶ γενόμενος ἄμεμπτος, ἵνα δείξῃ ἡμῖν εἶναι μέγαν τῷ μὴ συνειδέναι ἑαυτῷ τι, καὶ δεύτερον τοῦ ζητουμένου λέγων· Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ πάλιν· Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος· οὐκ εἶπε· δώσει μοι· 430 κατὰ χάριν γὰρ τὸ δοῦναι, ἀλλ' ὃν ἀποδώσει· τὸ γὰρ ἀποδοῦναι ὀφειλῆς ἐστιν· ὃ γὰρ κατὰ χάριν δίδοται, οὕτως λέγων· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι, οὐχ ὃ ἀπεδόθη σοι. Ὁ δὲ στέφανος οὐ κατὰ χάριν, ἀλλὰ κατὰ τὴν ὀφειλὴν δίδοται τοῖς νομίμως ἀθλήσασιν. Ἐὰν γάρ τις ἀθλῇ, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τίς τῶν ἀπελθόντων εἶπε, τίς τῶν ἐρχομένων λέξει ταῦτα· 20Τὸν δρόμον τετέλεκα,20 καὶ τό· 20ἀποδώσει μοι20 ὥσπερ τι χρέος τὸν στέφανον, καὶ τό· ἀναπληρῶ τὰ ὑστερήματα, καὶ τό· περισσότερον πάντων ἐκοπίασα, καὶ τό· διάκονοί εἰσιν; ὕπερ ἐγώ. Οὐκ ἀδίκως οὖν σκεῦος ἐκλογῆς ὡς θεράποντα, ὡς τὸν Μωσέα. Οὐ πιστὸν ὡς Ἀβραάμ, οὐκ ἄκακον ὡς τὸν ∆αυίδ, οὐκ ἄμεμπτον ἢ θεοσεβῆ ὡς τὸν Ἴωβ, ἀλλὰ σκεῦος αὐτὸν ἐκλογῆς προσηγόρευσεν· ἡ δὲ ἐκλογὴ τὸ κρεῖττον δείκνυσιν· οὐδεὶς γὰρ ἐκλεγόμενος τὸ χεῖρον ἐκλέγεται· Ἐξελέξατο γὰρ ἡμᾶς, φησί, πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἀμώμους καὶ ἁγίους κατ' ἐνώπιον αὐτοῦ. Ἐκ τῶν οὖν ἐκλεκτῶν ἐκλεκτὸς εἷς ὁ Ἀπόστολος· Ταῦτα γὰρ ὑπομένω, φησί, διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι καὶ μιμεῖσθε τὸν Κύριον, τὸν δι' ἡμᾶς ὑπομείναντα τὸν σταυρόν, ἵνα ἡμεῖς σωτηρίας τύχωμεν. ∆ικαίως οὖν προέτασσεν λέγων· Εἰ δὲ μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
Ἴδες ἀγαθὴν πεποίθησιν ἀγαθῆς ψυχῆς; ἴδες ἐκλεκτῶν ἐκλεκτότερον, ἔσχατον πάντων τοῦ κηρύγματος, πρῶτον δὲ πάντων· ἔσχατον ἐν κόσμῳ, πρῶτον ἐν τῇ βασιλείᾳ· ἔσχατον εἰς τὸ πιστεῦσαι, πρῶτον εἰς τὸ σωθῆναι καὶ στεφανωθῆναι; δίκαιον εἰπεῖν· Ἔσονται οἱ ἔσχατοι πρῶτοι· οὐδὲν γὰρ ὑστέρησε τῶν ὑπὲρ λίαν ἀποστόλων, τολμῶ εἰπεῖν· τόλμην καὶ τὸν λόγον νῦν ἐπεξέρχομαι, οὐ διὰ τὸ μὴ ἔχειν ἀποδείξεις, ἀλλὰ διὰ τὸν καιρὸν καὶ τὴν ἀκολουθίαν τοῦ λόγου μὴ συγχωρεῖν πλεὸν λέγειν· οὐ μόνον ὑπὲρ πάντα ἄνθρωπον εἶναι, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν νοητὴν κτίσιν· τῆς μὲν οὖν κτίσεως πρῶτον τῇ τιμῇ, τῶν δὲ ἐκλεκτῶν ἐκλεκτότερον.