이 텍스트는 다른 언어로도 제공됩니다:
Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς.
1 Ὁ θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς διάψαλμα
2 τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου.
3 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
4 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. διάψαλμα.
5 ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
6 γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν.
7 εὐλογήσαι ἡμᾶς ὁ θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
구절 번호를 클릭하여 선택할 수 있습니다. 작동
Shift
및
Ctrl