이 텍스트는 다른 언어로도 제공됩니다:
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
1 Εἰσάκουσον, ὁ θεός, τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.
2 ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν,
3 οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν
4 τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον, ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται.
5 ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν Τίς ὄψεται αὐτούς;
6 ἐξηρεύνησαν ἀνομίας, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει. προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα,
7 καὶ ὑψωθήσεται ὁ θεός. βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν,
8 καὶ ἐξησθένησαν ἐπ᾿ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς,
9 καὶ ἐφοβήθη πᾶς ἄνθρωπος. καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.
10 εὐφρανθήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
구절 번호를 클릭하여 선택할 수 있습니다. 작동
Shift
및
Ctrl