이 텍스트는 다른 언어로도 제공됩니다:
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
1 Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;
2 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ;
3 ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,
4 μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.
5 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου·
6 ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.
구절 번호를 클릭하여 선택할 수 있습니다. 작동
Shift
및
Ctrl