이 텍스트는 다른 언어로도 제공됩니다:
Ὠιδὴ τῶν ἀναβαθμῶν.
1 Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.
2 ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτιρήσαι ἡμᾶς.
3 ἐλέησον ἡμᾶς, κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως,
4 ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
구절 번호를 클릭하여 선택할 수 있습니다. 작동
Shift
및
Ctrl