Sermo de patientia 1 ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ.
Ὁ ἡμέτερος διδάσκαλος Παῦλος παραγγέλλει, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ. Κοινὸν μὲν τὸ παράγγελμα, μᾶλλον δὲ ἐπαγγέλλει τοῖς ἁγιωσύνην ἀσκοῦσιν. Ἡ παρθένος τὴν μὲν φύσιν ἐστὶν ὁμοία ταῖς ἄλλαις γυναιξὶ, τῇ δὲ προθέσει τὴν φύσιν ὑπερβᾶσα. Καὶ τῷ ἁγίῳ ἁγίως προσελθεῖν θελήσασα, εἰ μὲν κατορθοῖ ἐνταῦθα, θαῦμα μέγα ἀπηνέγκατο· εἰ δὲ προθεμένη οὐκ ἐτελείωσεν, ἐξαίσιον τὸ τοιοῦτον πτῶμα γεγένηται· καὶ γὰρ χαλεπώτερόν ἐστιν ἀπὸ ὑψηλοτέρων πεσεῖν, ἢ ἀπὸ τῶν χαμαὶ καταπίπτειν. Καὶ ὅσῳ μεγάλη ἐστὶν ἡ ἐπαγγελία, τοσούτῳ χείρων ἡ πτῶσις. Ἡ γὰρ ἐπαγγελία ὑπερβαίνει τὴν φύσιν, καὶ εἰς τὸν οὐρανὸν αὐτὴν ἀνα φέρει, καὶ μετὰ ἀγγέλων χορεύειν αὐτὴν κατασκευάζει. Ἐντεῦθεν ἤδη τῇ πολιτείᾳ, ὥς φησι καὶ ὁ Σωτὴρ τῷ ἀξιώματι τούτῳ μαρτυρῶν, ὅτι μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν ὁ βίος ἐστὶ, φησὶν, ἡ προσδοκία τῶν ἀνθρώπων. Καὶ πάλιν λέγει, ὅτι Οἱ καταξιωθέντες τῆς ἀναστάσεως τῶν μελλόντων ἀγαθῶν οὔτε γαμοῦ σιν οὔτε γαμίσκονται. Ὃ τοίνυν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ταῖς ἐπαγγελίαις ἀπόκειται, τοῦτο προλα βοῦσα ἥ τινων προαίρεσις, ἔχει καὶ κέκτηται. Οἱ γὰρ ἅγιοι, οἵτινες τὸν λογισμὸν ἔχουσιν ἀνατεταμένον πρὸς τὸν Θεὸν, καὶ ἐσθίοντες ἐκ τῆς οὐρανίου τροφῆς, ἡγήσαντο ὡς φυλακὴν τὸν κόσμον τοῦτον, καὶ τὰ σώματα αὐτῶν εἰς μαρτυρίαν παραδεδώκασι, καὶ τὴν ἰδίαν ψυχὴν τετηρήκασιν ἁγνὴν, ἵνα ὁ Θεὸς οἰκήσῃ ἐν αὐτοῖς. Ὑπέμενον δὲ, ὥσπερ ὁ Κύριος ἡμῶν λέγει, ὅτι Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ καθάπερ ὁ ψαλμῳδός φησιν· Ἐκοπίασεν εἰς τὸν αἰῶ να, καὶ ζήσεται εἰς τέλος· ὅσοι γὰρ δίκαιοι τὴν ἐλπίδα αὐτῶν ἐν τῷ Θεῷ ἔχουσιν, ἀνάπαυσιν σαρκικὴν οὐκ ἐσχήκασι, χωρίζουσαν αὐτοὺς ἀπὸ τοῦ Θεοῦ· ἀλλ' ἔμενον ἐν κόποις, μὴ δειλιῶντες, οὔτε μὴν διστάζοντες περὶ τῶν θείων ἐπαγγελιῶν· ἀλλ' ὑποδεχόμενοι τὰς θλίψεις ἐλαφρῶς, μνημονεύουσι τοῦ διὰ τοῦ Ἀπο στόλου λέγοντος· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ μαρτυρεῖ καὶ περὶ τῶν μὴ προσδεξαμένων τὴν ἀπολύτρωσιν, ὅτι οὐκ ἤθελον ἀναστρέψαντες πάλιν εἶναι ἐν τοῖς οὐρανίοις· ἡμᾶς δὲ οὐ δεῖ εἶναι ἐν τοῖς κοσμικοῖς, ἀλλὰ μεταβῆναι εἰς τὸ συνεῖναι τῷ Θεῷ. Νῦν γὰρ καὶ ὑμεῖς, ἀδελφοὶ ἀγαπητοὶ, μὴ ὀλιγωρήσητε, μηδὲ ὁμοιωθῆτε τῷ λαῷ τῷ κατὰ τὸν και ρὸν Μωϋσέως παραβεβηκότι ἐν ἡμέραις τεσσαράκοντα μόναις, ἐν τῷ αὐτὸν ἀναβαίνειν λαβεῖν τὸν θεῖον νόμον· καὶ ἐκ τούτου ἔνοχοι γεγόνασι, καὶ ἔπεσον ἐν τῇ ἐρήμῳ· ἀλλ' ὁμοιωθῶμεν Μωϋσεῖ ποιήσαντι τεσσαρά κοντα ἡμέρας καὶ νύκτας, νηστεύοντι χωρὶς βρώσεως καὶ πόσεως. Οὐ μόνον ταύτας, ἀλλὰ καὶ ἄλλας τεσσα ράκοντα, ἔχων τήν τε καρδίαν καὶ τοὺς ὀφθαλμοὺς καὶ τὴν σάρκα κρεμαμένην πρὸς τὸν Θεόν. Μὴ ἐπιθυμήσωμεν ὡς τότε ἐπιθυμηταὶ κρεῶν γενόμενοι, πεσόν τες ἐν τῇ ἐρήμῳ, Ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν, ὡς ὁ ψαλμός φησι, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτούς· ἀλλὰ διατηρήσωμεν τῷ δόντι τὰς ἐντολὰς, ὡς οἱ υἱοὶ Ἰωναδὰβ, οἷς ὁ Θεὸς ἐπηγγείλατο λέγων· Οὐκ ἐκλείψει ἀνὴρ υἱῶν Ἰω ναδὰβ παρεστηκὼς ἐνώπιόν μου πάσας τὰς ἡμέ ρας τῆς ζωῆς αὐτοῦ· οἵτινες οἶκον οὐκ ᾠκοδόμησαν ἑαυτοῖς, οὔτε μὴν ἀμπελῶνας ἐφύτευσαν, καὶ γεγόνασιν εἰς ἔλεγχον τῷ λαῷ. Καὶ ὁ μὲν λαὸς πλῆθος ὢν ᾐχμαλωτεύθη· οὗτοι δὲ, ὀλίγοι ὄντες, ὑπὸ τοῦ Θεοῦ ἐφυλάχθησαν. Καὶ ὑμεῖς τοίνυν, οἵτινες τηρεῖτε τῶν πατέρων τὴν ὁδὸν, λογίζεσθε υἱοὶ υἱῶν Ἰωναδάβ. Τήν τε κληρονομίαν τῶν πατέρων, ὡς ὁ γενναῖος Ναβουθὲ, τηρήσωμεν, ὃς ἠπειλήθη ὑπὸ Ἀχαὰβ λαβεῖν τὸν αὐ τοῦ ἀμπελῶνα εἰς κῆπον λαχάνων· μὴ ὑποδεξάμενος δὲ, ἀνῃρέθη ἀγωνιζόμενος· ἀλλ' ὁ Θεὸς αὐτὸν ἐξεδί κησε. Κῆπον γὰρ τὸν ἑαυτοῦ ἀμπελῶνα οὐκ ἤθελεν, ἔνθα φύονται πράσσα [πράσα] καὶ κρόμμυα καὶ σκόροδα, ἅτε ἐξέκλινεν· ἀλλ' ἤθελεν ἀμπελῶνα εὐφροσύ νης· μᾶλλον δὲ τὸν ἑαυτοῦ νοῦν εὐφραντικὸν, καὶ οὐκ ἔκλυτον ὡς μολόχην κήπου ἐν καύματι, ἢ ὡς σευτλίον ἡμίεφθον, ὥσπερ οἱ νῦν προδεδωκότες. Εἰ γὰρ ἀφηρημένος ἦν, τάχα ἀφῄρητο ἂν ὁ νοῦς τῆς πατρικῆς θεοσεβείας· καὶ γὰρ ἐχρηματίσθη Ἰσραηλίτης, ὅτι νοῦς ἦν ὁρῶν τὸν Θεόν. Οἱ δὲ νῦν μηδὲν παθόντες τὸν ἑαυτῶν ἀμπελῶνα τῆς ἀληθινῆς ἀμπέλου ἀπέδοντο τῷ Ἀχαὰβ, καὶ ἐφυτεύθησαν τοσαῦτα ψεκτὰ λαχανοειδῆ. Μὴ γενώμεθα φιλάργυροι ὡς Ἑλισσαίου ὁ παῖς, ὁ διὰ τοῦτο τὴν λέπραν τοῦ Ναιμὰν ἐπισπασάμενος ἑαυτῷ· ἀλλ' ὑπομείνωμεν ἐν ταῖς θλίψεσιν, ἵνα τῆς ἀναπαύσεως μέτοχοι γενώμεθα· οὐδεὶς γὰρ χωρὶς θλίψεως εἰς τὴν βασιλείαν εἰσελεύσεται. Μιμησώμεθα τοὺς προγενεστέρους ἡμῶν ἁγίους. Ὁ πρῶτος δίκαιος ἦν Ἄβελ, ὃς ἀπαρχὴν τῷ Θεῷ ἀνήνεγκεν ἐκ πρωτο τόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, ὃν ἐζήλωσεν ὁ ἴδιος ἀδελφός. Τί γὰρ ἄδικον πε ποίηκε τῷ Κάϊν ὁ Ἄβελ; Ὁ δὲ ζῆλος διὰ τοῦτο ἐγένετο ἐν αὐτῷ, ἐπειδὴ οὐ προσεδέχθη αὐτὸς ὑπὸ τοῦ Θεοῦ ἐν τῷ μὴ προσενέγκαι ὀρθῶς. Καὶ τὸ μὲν σῶμα ἀπέκτεινε, νομίζων σβέσαι τὴν μεταξὺ αὐτοῦ θείαν ἀγάπην, ἀγνοῶν, ὅτι ἡ ψυχὴ αὐτοῦ βοᾷ πρὸς τὸν Θεόν. Καὶ ὁ μὲν Σωτὴρ ἡμῶν μνείαν αὐτοῦ ποιεῖται ἐν τῷ Εὐαγγελίῳ· ἡ δὲ τοῦ Κάϊν μνεία ἀπείληπται. Σήμερον πάλιν τὸν ἀναίτιον Ἄβελ ἀποκτείνουσιν· ἀλλὰ τὸ αἷμα πρὸς τὸν Κύριον βοᾷ· καὶ ἐλπίζομεν, ὅτι οὐ παρασιωπηθήσεται διὰ τὸ αἷμα τῶν τηλικούτων μαρτύρων. Ὥσπερ ὁ τότε καιρὸς, οὕτω καὶ νῦν. Μνησθῶμεν δὲ καὶ τῆς ὑπομονῆς τοῦ Ἐνὼχ, ὅτι πεποίηκεν ἔτη τριακόσια ἑξήκοντα πέντε ἀνατεταμένην τὴν διάνοιαν ἔχων πρὸς τὸν Θεὸν, ἕως ἂν μετατεθῇ. Μὴ οὖν ὀλιγωρήσητε· οὐ γὰρ κεχρονίκα μεν. Καὶ Νῶε δὲ πεντακόσια ἔτη πεποίηκε δίκαιος ὢν τέλειος ἐν τῷ καιρῷ τῆς παραβάσεως, πρὸ τοῦ λαλεῖν πρὸς αὐτὸν Θεὸν κατασκευάσαι τὴν κιβωτὸν, καὶ ἄλλα ἑκατὸν ἔτη αὐτὴν ἐργαζόμενος, χλευαζόμενος ὑπὸ τῶν ἐναντιουμένων· καὶ οἱ μὲν χλευάζοντες ἀπ ώλοντο ὑπὸ τοῦ κατακλυσμοῦ· ὁ δὲ, ἐπὶ τὸν Θεὸν ἠλπικὼς, ἐσώθη σὺν τοῖς οἰκιακοῖς, καὶ σωτήριον ἐγένετο τῷ κόσμῳ. Ἀβραὰμ δὲ πάλιν ὑπήκοος Κυρίου γενόμενος κατέλιπε τὰ ἴδια οἰκητήρια, ἕως οὗ ἀπολάβῃ τὰς με γάλας ἐπαγγελίας· πειραζόμενος γὰρ ἄχρι τοῦ ἀν ενέγκαι θυσίαν τὸν ἴδιον ἀγαπητὸν υἱὸν τῷ Θεῷ, καὶ εἴληφε τηλικοῦτον χρηματισμὸν ὁ Ἀβραὰμ καλεῖσθαι φίλος Θεοῦ. Τὸν δὲ Ἰσαὰκ οἱ Φιλιστιεὶμ ἐπλεονέκτουν, καὶ τούτου τὰ φρέατα ἐνέφραττον, καὶ ἐμάχοντο αὐτῷ περὶ τοῦ ὕδατος· ὅτε δὲ ἔσχατον ἐμακρύνθη ἀπ' αὐ τῶν, ἐπλάτυνεν αὐτῷ ὁ Θεὸς, καὶ τὸ στόμα αὐτοῦ ἐνέπλησεν εὐλογίας. Καὶ σήμερον πάλιν τοῦ Ἰσαὰκ τὰ φρέατα θέλουσιν ἐμφράξαι· ἀλλὰ μὴ ἐάσητε· λάβετε σὺν ὑμῖν τοὺς παῖδας τοῦ Ἰσαὰκ, καὶ ὀρύξατε, αἵτι νές εἰσιν ἀποστόλων βοήθειαι τῆς διδασκαλίας, τῶν ὄντων ὑπερμάχων τῆς ἀληθείας. Τὸν Ἰακὼβ πάλιν ἐδίωκεν ὁ ἴδιος ἀδελφὸς Ἡσαῦ, καὶ ἀνεχώρησεν εἰς τὴν Μεσοποταμίαν, καὶ ἐποίμαινε τὰ πρόβατα Λαβὰν, ἀγρυπνῶν ἡμέρας καὶ νυκτὸς, ὡς μίσθιος κακοπαθῶν, ἐμακροθύμησεν ἐν μόχθῳ. Ἐν δὲ τῇ ἑαυτοῦ συνέσει ἔθηκε τὰς ῥάβδους ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων, καὶ πάντα τὰ ποικιλοειδῆ πρόβατα ὑπήρχθη ἴδια. Καὶ τούτῳ ὁ Θεὸς ἐπ' ἐσχάτων ἐπλάτυνεν· αὐτὸς γὰρ μό νος ἀπῴχετο, σὺν πολλῷ δὲ πλήθει ἐλήλυθεν, υἱοὺς ἐκτήσατο καὶ κτήνη, οὐ μόνον δὲ, ἀλλὰ καὶ πλήθη ἀγγέλων συνευφραίνοντο αὐτῷ. Ἐλεύσεται οὖν ὁ ἀλη θινὸς Ἰακὼβ μετὰ τῆς οὐρανίου ἀγγελικῆς παρατάξεως, ὁ ποιμὴν τῶν προβάτων, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τὸν Ἰωσὴφ δὲ οἱ ἴδιοι ἀδελφοὶ ἐζήλωσαν· οἱ υἱοὶ τοῦ πατρὸς αὐτοῦ τοῦτον ἀντὶ ἀργυρίου ἀπέδοντο, καὶ τὴν τούτου τιμὴν διεμερί σαντο. Ὁρᾶτε τὴν τοσαύτην ἀδικίαν τῶν ἀνδρῶν τούτων. Αὐτὸς δὲ ἐμακροθύμησεν ὁ δίκαιος ἐν πᾶσι τού τοις· οὐ γὰρ μόνον οἱ ἀδελφοὶ, ἀλλὰ καὶ ἡ γυνὴ ἐφθόνησεν αὐτῷ. Καὶ τοῦτον μακροθυμήσαντα ὁ Θεὸς κατ έστησε τῆς γῆς Αἰγύπτου βασιλέα. Οὐ μόνον τῆς αἰσθητῆς βασιλείας κληρονόμος, ἀλλὰ καὶ τῆς ἐπουρα νίου ἐγένετο. Καὶ σήμερόν εἰσιν οἱ τοὺς ἑαυτῶν ἀδελ φοὺς πιπράσκοντες καὶ διαμεριζόμενοι τὸ ἀργύριον. Μνησθῶμεν καὶ τῆς ὑπομονῆς τοῦ Ἰὼβ, τοῦ μήτε εὐθηνοῦντος ἐκκλίναντος, μήτε μὴν πειραζόμενος τοσαῦτα ἐν ἑκάστῳ πράγματι, ἀλλὰ μακροθυμήσαν τος καρτερῶς, ἕως ἂν ἀπολάβῃ διπλᾶ παρὰ Θεοῦ. Καὶ ἐμαρτυρήθη μέχρι νῦν, ὅτι πέπονθεν οὗτος, ἵνα φανῇ τοῖς πᾶσι δίκαιος. Ὁ δὲ Μωϋσῆς οὐκ ἐπεθύμησε τοῦ τόπου τὸν πλοῦτον περιποιήσασθαι· ἀλλ' ἔφυγε πάροικος γενόμενος ἐν ἀλλοτρίᾳ γῇ, ἢ τὰ ἐνεστῶτα κατέλειπεν, ἵνα μεταλάβῃ τῶν αἰωνίων. Οἱ δὲ τοίνυν ἐπελάθοντο [ἐπελάχοντο] ἴσως τῆς βασιλείας. Ἐκλείψει ὁ καιρὸς διηγουμένων ἡμῶν περὶ ἑκάστου τῶν ἁγίων. Ἀλλ' ἵνα συντόμως εἴπωμεν τὸν λόγον, δηλοῦμεν, ὅτι καὶ τὸν Ἡλίαν ἐδίωκεν Ἰεζάβελ, ὑπομείνας δὲ ἐν τῷ κόπῳ ἀνελήφθη. Καὶ ὁ Ἑλισσαῖος δὲ σὺν τοῖς μετ' αὐτοῦ βοτάνας ἤσθιεν, ἀλλ' εἶχε τὸν ἐν αὐτῷ ζῶντα Λόγον· καὶ τούτου τὰ ὀστᾶ τελευτήσαντα ἀνέστησε νεκρὸν, γνωρίσματος διδομένου, ὅτι τοῦ δικαίου ἐλπὶς οὐκ ἀπόλλυται. Ἱερεμίαν εἰς λάκκον βορβόρου ἐνέβαλον ζῶντα, ζηλούμενον ὑπὸ τῶν ψευδοπροφητῶν. Ὁ δὲ Ἰεζεκιὴλ κοιμώμενος ἦν ἐπὶ τὰ πλευρὰ ἡμέρας ὅλας ἑκατὸν ἐνενήκοντα, ἐσθίων ἄρτον καὶ πίνων οἶνον ἐν μέτρῳ, οὐ μετεστράφη ἀπὸ πλευροῦ ἐπὶ τὸ πλευρὸν, ἕως οὗ ὁ Θεὸς αὐτῷ εἶπεν. Οἱ δὲ καταλείποντες τὸν Κύριον μεταστρέφονται εἰς τὸ πλευρὸν τῆς ἰδίας ἀναπαύ σεως, οἵτινες ἔκδηλοί εἰσι λαβόντες ἀπεντεῦθεν τὴν ἑαυτῶν μερίδα. Ἐπιμείνατε οὖν ἐπὶ τὸ πλευρὸν ἕως ἂν ἡ θειότης προστάξῃ. Οἱ γὰρ τοῦ Ἰεζεκιὴλ μεγά λοι δεσμοί εἰσιν οἱ βεβαιότατοι λόγοι τοῦ Θεοῦ. Τοῦ δὲ ∆ανιὴλ κατηγόρησαν οἱ σατράπαι, κωλῦσαι θέλοντες αὐτὸν τῶν εὐχῶν· ὁ δὲ οὐκ ἐπαύσατο, καὶ ἐν εβλήθη δὶς εἰς λάκκον λεόντων· ὁ δὲ Θεὸς ἐνέφραξεν αὐτῶν τὰ στόματα. Καὶ σήμερον κατηγοροῦσιν ἡμῶν, μὴ θέλοντες προσεύχεσθαι ἡμᾶς πρὸς τὸν Θεόν. Φα νερὸν τοῦτο, ὅτι καὶ ἡμᾶς διώκουσι, καὶ τοὺς Πατέρας ἡμῶν τοὺς ἐπισκόπους. Μακάριος ἀνὴρ ὅστις ἄμεμπτός ἐστι, καὶ οὐχ εὑρέθη ἐν αὐτῷ αἰτία, ἀλλ' αὕτη μόνη, τὸ προσεύχεσθαι πρὸς τὸν Κύριον. Τοῦτό ἐστι τὸ ὑπομένειν εἰς τέλος. Μηδεὶς οὖν ἐν ὑμῖν δει λοψυχείτω. Κατανοήσατε γὰρ τοὺς τρεῖς ἁγίους μικροὺς ὄντας μὴ ὑποταγέντας τῇ εἰκόνι Ναβουχοδονόσορ, καὶ διὰ τῆς αὐτῆς ἁγιωσύνης καὶ πολιτείας κα τασβέσαντας τὴν τηλικαύτην κάμινον τῆς φλογὸς, καὶ οὐδὲ ὀσμὴ πυρὸς ἐν τοῖς ἐνδύμασιν αὐτῶν ἐγένετο. Μηδὲ ἐν τοῖς ὑμετέροις ἐνδύμασι γενέσθω ὀσμὴ πυρὸς τοῦ Ναβουχοδονόσορ, οἵτινές εἰσιν οἱ τοῦ διαβόλου οἱ κατασβεννύμενοι φθαρτοὶ λογισμοί. Μὴ ἀπατάτω ὑμᾶς βρῶσις, μηδὲ λεγέτω τις· Γεγήρακα, καὶ οὐ δύναμαι νηστεῦσαι· ἀλλὰ μεμνήσθω τοῦ γεραιοῦ Ἐλεαζάρου, τοῦ μὴ ἀπατηθέντος ὑπὸ τοῦ βασιλέως γεύσασθαι ἢ μιαροφαγῆσαι. Οἱ δὲ ἐν ὑμῖν νεώτεροι μνημονευέτωσαν τῶν ἑπτὰ γενναιοτάτων Μακκαβαίων, παραμυθούμενοι ἕκαστος τὸν ἑαυτοῦ ἀδελφὸν, ἄχρις ἂν τελειωθῶσιν ἐν τῇ μαρτυρίᾳ, καὶ γένωνται ἐν τῷ ναῷ Κυρίου στῦλοι φωτός. Ὅσαι δὲ πάλιν ἐν ὑμῖν μητέρες, παρακλήτορες ἔστωσαν τῶν τέκνων, ὥσπερ ἡ ἐκείνων ἀμανὴς καὶ ἀπλανὴς ἦν προτρεπομένη τοὺς υἱοὺς, ἵνα ἐν τῇ βασιλείᾳ αὐτοὺς ἀπολάβῃ σὺν αὐτῇ. Κἂν διωχθῆτε, καὶ ἀπολάβωσιν ὑμᾶς, ἱκανούσθω τὸ σῶμα ὑμῶν εἶναι ναὸς Θεοῦ. Μνήσθητε τῶν διωκομένων τότε ἀποστόλων καὶ εἰς φυλακὴν βληθέντων, καὶ εὐχαριστούντων μετὰ χα ρᾶς, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι· καὶ τῶν ἁγίων μαρτύρων τῶν τοσούτων αἰκισμοὺς ὑπενεγκόντων, ἄχρι καὶ ἐξορύξεως ὀφθαλμῶν, καὶ μονόφθαλμοι ἐγένοντο. Ἀλλ' ἡ τοῦ Θεοῦ γνῶσις ἐν τῇ καρδίᾳ αὐτῶν ἐτύγχανεν, εἰς οὓς ὁ τοῦ Σωτῆρος λόγος ἔφθασε λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τινὲς δὲ νῦν προδεδώκασι μηδὲν καθόλου αἰκισμὸν παθόντες, ἕνεκεν τριῶν πραγμάτων, φιλαργυρίας τε καὶ ἀπολαύσεως σαρκὸς, βρωμάτων καὶ ποτῶν, καὶ κενοδοξίας, φιλαρχίας καὶ ἀνθρωπίνου φόβου. Ταῦτα γεγραφήκαμεν παρακαλοῦντες ὑμᾶς· ἀλλ' ἔστι μέτρον ἑκάστου κατὰ τὴν ἑκάστου πολιτείαν ἴδιον. Ἕκαστος οὖν ὑμῶν φίλους ἑαυτοῦ ἄνω κτάσθω· διὸ ἡ Γραφὴ λέγει· Ἐν παντὶ καιρῷ φίλος ὑπαρχέτω σοι. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι· τούτου γὰρ χάριν γεννῶνται. Ὅσοι οὖν μιμηταὶ ἑκάστου τῶν προειρημένων εἰσὶ, τούτων συγκληρονόμοι ἔσονται, καὶ τούτους ἕξουσι φίλους ἐν ἡμέρᾳ ἀνάγκης. Εἴ τις πρεσβύτερος τυγχάνει, μιμείσθω Τιμόθεον προεστῶτα καλῶς, καὶ βαθμὸν ἑαυτῷ περιποιοῦντα καὶ πολλὴν παῤῥησίαν ἐν Χριστῷ. Εἴ τις διάκονός ἐστι, μιμείσθω τοὺς περὶ Στέφανον ἑπτὰ πιστευθέντας διακονεῖν, οἳ καὶ πιστοὶ πλήρεις Πνεύματος ἁγίου ἐγένοντο. Εἴ τις ἀναγνώστης, συμμέτοχος γενέσθω τοῦ λέγοντος· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· καὶ ὡς εἶπεν ὁ Πέτρος· Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· καὶ, Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου. Ὅσοι μοναχοὶ τέλειοι, ἐχέτωσαν τούτους τοὺς ἁγίους ἄνδρας εἰς φίλους, Ἡλίαν, Ἑλισσαῖον, Ἰωάννην· οἱ δὲ ἐν αὐτοῖς νεώτεροι μιμείσθωσαν τοὺς τότε τρεῖς ἁγίους μετὰ τῶν Μακκαβαίων. Αἱ δὲ παρθένοι προσδοκώμεναί εἰσι μετὰ τῶν συνεταιρίδων ἐν οὐρανοῖς Μαρίας ἅμα ἀδελφῆς Ἀαρὼν, καὶ τῆς Μαρίας καὶ Θέκλης τῆς ἐκτιλάσης τὴν σαρκικὴν ἐπιθυμίαν ἀφ' ἑαυτῆς, καὶ τῶν τεσσάρων θυγατέρων Φιλίππου τῶν προφητευουσῶν. Αἱ δὲ χῆραι πολιτευόμεναι ἔστωσαν ὥσπερ ∆εβόῤῥα κρίνουσα τὸν λαὸν, ἥτις ἐχρημάτισε μήτηρ ἐν Ἱερουσαλήμ· καὶ ὡς Ἰουδὴθ ἐν τῇ φρονιμότητι καὶ ἁγιασμῷ τὴν κεφαλὴν Ὁλοφέρνου ἀφειλαμένη· καὶ ὥσπερ Ἄννα θυγάτηρ Φανουὴλ, ὀγδοήκοντα τεσσάρων ἐτῶν οὖσα, ἦν ἐν τῷ ἱερῷ λατρεύουσα ἐν νηστείαις καὶ δεήσεσι, καὶ ἐπὶ τέλει ἀνθωμολογεῖτο τῷ Κυρίῳ. Ὅσοι πρεσβῦται τῇ ἡλικίᾳ εἰσὶν, ἔστωσαν μιμηταὶ τοῦ ἀγαθοῦ πρεσβείου τοῦ Ἀβραὰμ ἐν τῇ φιλοξενίᾳ, καὶ ὥσπερ Ἰσαὰκ καὶ Ἰακὼβ, Ἰώβ τε καὶ Λώτ. Ὅσαι δὲ πρεσβύτιδες ἢ χῆραι, ζηλούτωσαν τὴν χήραν τὴν ἐν Σαραιπτὰ, καὶ τὴν προσενεγκαμένην τὰ δύο λεπτά. Νῦν δὲ, ἀγαπητοί μου ἐν Κυρίῳ, χωρὶς πολυλογίας, καιρός ἐστι τοῦ πενθῆσαι. Ἐγένετο δὲ μετὰ τὸ αἰχμαλωτευθῆναι τὴν Ἱερουσαλὴμ, καὶ Ἰσραὴλ ἐρημωθῆναι, ἐκάθισεν Ἱερεμίας κλαίων, καὶ ἐθρήνησε τὸν θρῆνον τοῦτον ἐπὶ Ἱερουσαλὴμ, καὶ εἶπε· Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμένη λαῶν; ἐγενήθη ὡς χήρα· οἱ γὰρ ἅγιοι ἐπὶ τῇ τῶν ἀνθρώπων πτώσει κλαίουσιν. Ἰδοὺ γὰρ σήμερον ἡ Ἐκκλησία ὡς χήρα γεγένηται· ἰδοὺ ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶ ναι ἐρχομένους ἐν ἑορτῇ· ἰδοὺ οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσι, καὶ αἱ παρθένοι αὐτῆς ἄγονται, ἀπεκλείσθη ἡμῶν τὸ Σάββατον, καὶ ἡ ἑορτὴ, καὶ ἡ νεομηνία. Καὶ ἐν ἄλλῳ τόπῳ κλαίει ὁ προφήτης λέγων· Κλαύσομαί σε, ἄμπελος Σέβαμα· τί ὠλοθρεύθησαν τρυγηταί σου; ὁ οἶνός ἐστιν ἐν ληνῷ χρῄζων κούφων ἀξίων χωρῆσαι τοῦτον. Πολλὰ δὲ διὰ τὸ πλῆθος τῶν τετραυματισμένων ἐν τῷ νῦν καιρῷ παρῃτήσαντο τετραυματισμένοι. Ὅσοι γοῦν ἀβλαβεῖς ἔμειναν κοῦφα νέα διατετηρημένα προσερχέσθωσαν μεταλαβεῖν. Καὶ πάλιν ἐν ἄλλῳ τόπῳ κλαίει λέγων· Τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσωμεν τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτὸς, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου, τοὺς σοφοὺς ὄντας εἰς τὸ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι μὴ ἐπεγνωκότας; Τοῦτο ποιοῦντες κλαίοντες ἐπὶ τῷ πτώματι τῶν ἀνθρώπων. Ὁ προφήτης δὲ πάλιν Ἰεζεκιὴλ ἐθρήνει ἐφ' ἕκαστον τῶν ἀποπεπτωκότων, ὥσπερ αὐτῷ εἴρηται· Λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου. Καὶ οὐκ ἐπὶ τὸν ἄρχοντα Τύρου μόνον κλαίει, ἀλλ' ἐπὶ τοὺς πολλοὺς τάχα ἐκ τῶν αὐτοῦ δακρύων καταντήσουσιν· σκοποὶ γὰρ τυγχάνουσι τοῦ παντὸς, καὶ διίκτορες τοῦ πενθεῖν. Καὶ ὁ ∆αυῒδ ἔκλαιεν ἐπὶ τῷ πτώματι δυνατῶν λέγων· Πῶς ἔπεσον δυνατοὶ, καὶ ἀπώλοντο σκεύη πολεμικά; Μὴ ἀναγγείλατε ἐν Γὲθ, μηδὲ ἐν ὁδοῖς Ἀσκαλῶνος, μήποτε εὐφρανθῶσι θυγατέρες ἀπεριτμήτων· ἰδοὺ γὰρ καὶ σήμερον ἔπεσαν δυνατοὶ, καὶ μεγάλα σκεύη πολεμικὰ, ἅπερ δεῖ κλαίειν. Ἔκλαιε δὲ ἐπὶ τὸν Ἀβεσσαλὼμ, οὐχ ὅτι ἀπέθανεν, ἀλλ' ὅτι παρηνόμησε. Καὶ ἡμεῖς τοίνυν μὴ τοὺς τελευτήσαντας κλαύσωμεν, ἀλλὰ τοὺς τὴν ἰδίαν πίστιν ἀπαρνησαμένους. ∆εξώμεθα καὶ τὸν λόγον τοῦ προφήτου Ἰωὴλ, καὶ ἐπιτελέσωμεν, ὡς προστάττει καὶ προσκαλεῖται κλαίειν ἐπὶ τοὺς ἐν ἀπωλείᾳ λέγων· Ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, μήποτε εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Τάχα δέ πως καὶ ἡμῖν λεχθείη τὸ, Καὶ ἐζήλωσε Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Καὶ ἐν τοῖς Θρήνοις πάλιν κεῖται· Τείχη Σιὼν καταγαγέτωσαν ὡσεὶ χειμάῤῥους δάκρυα ἡμέρας καὶ νυκτός. Μὴ ἆρα τείχεσιν ἢ λίθοις λέγει, ἢ πάντως τοῖς οὖσιν ἁγίοις τείχεσι τῆς Ἐκκλησίας; Ἰδοὺ γὰρ ἐπὶ πάντας αὐτοὺς πεπλήρωται καταγαγόντας ὡσεὶ χειμάῤῥους δάκρυα πανταχοῦ. Νῦν δὲ ἐπιλαβώμεθα καὶ τοῦ τῆς Ὠδῆς λόγου· Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν. Ὥσπερ οἱ προεστῶτες νῦν καὶ οὐκ ἔχοντες ποῦ τὰ σπέρματα καταβάλωσιν. Ἀλλ' ὅμως ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει φέροντες τὰ δράγματα αὐτῶν. Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· καὶ τὸ, Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλία σις. Οἱ γὰρ ἀπόστολοι καὶ τότε κλαίοντες τὸ ἑσπέρας, ἠγαλλιάσαντο πρωΐας. Καὶ ἡ Μαγδαληνὴ Μαρία παρεκάθητο τῷ μνημείῳ κλαίουσα· ταύτῃ ὀφθεὶς ὁ Κύριος ἀφεῖλε τῶν αὐτῆς ὀφθαλμῶν τὰ δάκρυα· ἐπληρώθη τὸ προλέγοντο· Καὶ ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Μνήσθητε τοῦ Κυρίου ἡμῶν, ὅτι τοσαῦτα ἔπαθε δι' ἡμᾶς· ἐξεδύθη τὸν ἱματισμὸν, ἐνέδυσαν αὐτὸν χλαμύδα κοκκίνην, περιέθηκαν αὐτῷ στέφανον ἐξ ἀκανθῶν, ἐνέπτυσαν αὐτῷ, ἐνέπαιξαν αὐτῷ, καὶ ἐῤῥαπίσθη ὑπὸ ὑπηρέτου ὁ τῶν ἁπάντων ∆εσπότης. Ἐκρεμάσθη ἐπὶ ξύλου, ἐπότισαν αὐτὸν ὄξος μετὰ χολῆς, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βλέποντος, λόγχῃ τὴν πλευρὰν ἔνυξαν, παρέθετο τὸ πνεῦμα εἰς χεῖρας τοῦ Πατρὸς, ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν μνημείῳ, ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ, ἀνελήφθη ἐν δόξῃ εἰς οὐρανοὺς, προεκήρυξαν αὐτὸν ἅγιοι ἄγγελοι λέγοντες· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν. Ἀναλογίσασθε οὖν τὸν τοιαύτην ὑπομονὴν ἐνδειξάμενον, ἵν' ὅστις ἂν μιμητὴς αὐτοῦ γίνηται, οὗτος καὶ συγκάθεδρος καὶ συγκληρονόμος αὐτοῦ γένηται, ὡς αὐτὸς ἐπηγγείλατο, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.