Αθανάσιος ο Μέγας, 4ος αι.

Ὁμιλία κατὰ Λατίνων

Sermo contra Latinos / Слово против латинян

Sermo contra Latinos ΑΘΑΝΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΕΚ ΤΟΥ ΚΑΤΑ ΛΑΤΙΝΩΝ ΛΟΓΟΥ.

Ἀλλ' οὐχ οὕτως οἱ τοῦ Χριστοῦ, ἀλλ' ὥσπερ ἐκεῖνος τό· «Ὅταν ἔλθῃ, λέγων, ὁ Παράκλητος ὃ ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·» μόνον ἐντεῦθεν προβολέα τὸν Πατέρα τοῦ Πνεύματος ἀποδείκνυσιν· οὕτω καὶ οὗτοι τῷ διδασκάλῳ πειθόμενοι ἐκ τοῦ Πατρὸς μόνου τοῦτό φασιν ἐκπορεύεσθαι. Εἰ δέ τις ἐρεῖ, ὅτι οὐδαμοῦ τὸ Πνεῦμα ἐκ μόνου λέγεται τοῦ Πατρός· ἀκουέτω ὁ τοιοῦτος, ὅτιπερ ὁ περὶ τούτου γράφων οὐκ ἄλλως ἐπιμαρτύρεται ἢ κατὰ τὴν τῶν θειοτάτων Πατέρων ἡμῶν διδασκαλίαν. Ὥσπερ γὰρ ἐκεῖνοι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρός φασιν ἐκπορεύεσθαι, τὴν αἰτίαν ἀπ' αὐτοῦ τοῦ κυριακοῦ λαμβάνοντες στόματος· οὕτω καὶ οἱ καθεξῆς λογογράφοι καὶ συγγραφεῖς ἀκολούθως διαγορεύουσιν. Οὐ μέντοιγέ τις αὐτῶν καὶ ἐκ τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ τοῦτό φησιν ἐκπορεύεσθαι· εἰ μή πως ἐρεῖ τις τὴν ἄλλην πρόχυσιν, εἴτουν φανέρωσιν καὶ ἀποστο λὴν τῶν χαρισμάτων τοῦ Πνεύματος. Πρὸς ταύτην γὰρ, καίπερ ἐκ τοῦ Πατρὸς φανεροῦται τὸ Πνεῦμα τὸ ἅγιον πρὸς ἐπινέμησιν, οὕτω καὶ ἐκ τοῦ Υἱοῦ, καθὼς ὁ τῆς ἀληθείας διδάσκει κανών. Κἀπειδήπερ ἅπαντας τὸ αὐτὸ λέγοντες συμφώνως καὶ ἓν κατὰ τὴν τοῦ Κυρίου παράδοσιν, καὶ οὐδαμοῦ φαίνεταί τις διαφωνῶν· εὔδηλον, ὅτι ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα ἔχει τὴν ὕπαρξιν· εἴπερ ἡ τοιαύτη ἐκπό ρευσις καθέστηκεν ὕπαρξις. Ὥσπερ γὰρ πάντων λεγόντων, γέννημα Πατρὸς ὁ Υἱὸς, συνεπινοεῖται καὶ τὸ ἐκ μόνου τοῦ Πατρὸς ὁ Υἱὸς κατὰ τὴν προαιώνιον γέννησιν· οὕτω καὶ πάντων λεγόντων τὸ Πνεῦμα πρόβλημα Πατρὸς, συνεπινοεῖται καὶ τὸ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα, κατὰ τὴν προαιώνιον πρόβλησιν· εἰ μόνος ἐκ μόνου τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ μόνον ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον. Κατὰ δὲ τὴν ὑστέραν πρόχυσιν, εἴτουν ἐπινέμησιν καὶ χορηγίαν τὴν πρὸς τοὺς ἀξίους, ὥσπερ ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα, οὕτω καὶ διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ. Καθάπερ δὲ καὶ τὴν ὑστέραν γέννησιν τοῦ Υἱοῦ, εἴτουν ἐπιδημίαν τὴν πρὸς ἡμᾶς, οὐκ ἐκ τοῦ Πατρὸς μόνον δοξάζομεν, ἀλλὰ καὶ ἐκ τοῦ Πνεύματος. Καὶ πειθέτω σε ἡ τοῦ ἀρχαγγέλου φωνὴ πρὸς Ἰωσὴφ λέγουσα τὸν ἄνδρα Μαρίας τὸ, «Μὴ φοβηθῇς παρα λαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Εἰ δὲ βούλει μαθεῖν, ὅτι καί τινες ἐκ τῶν ἡμετέρων μεγάλων ἁγίων ἀπεφήναντο τὸ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ἤδη τὸν μέγαν τῆς ἡμετέρας Ἐκκλησίας ἥλιον Κύριλλον, ἢ μᾶλλον εἰπεῖν, τοῦ κόσμου παντὸς, πρὸς τοῦτο λάμβανε μάρτυρα· ἐν γὰρ τῷ Περὶ Τριάδος λόγῳ αὐτοῦ ὧδέ πως σαφῶς παριστᾷ. Ἡ παναγία, φησὶ, καὶ σεπτὴ Τριὰς, πρὸ πάντων αἰώνων καὶ εἰς ἀεὶ ὑπάρχουσα, ἄχραντός ἐστι καὶ ἀΐδιος, ἀσώματος, ἀκατάληπτος, ἀπερί ληπτος, περιληπτικὴ δὲ τῶν ἁπάντων, καὶ συγκρα τοῦσα τὸ πᾶν, ἀγαθὴ, προνοητικὴ, δημιουργὸς τῶν ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων, ἀπαθὴς, ἀναλλοίωτος, ἄτρεπτος, νῷ ἀνθρώπων καὶ ἀγγέλων καὶ τῇ κτιστῇ φύσει ἀκατάληπτος· ὁμοούσιος ἐν ἑαυτῇ, ἀκοινώνητος δὲ κατ' οὐσίαν πάσῃ τῇ κτίσει· γινωσκομένη μόνον ὑφ' ἑαυτῆς, ὑπ' οὐδεμιᾶς φύσεως τῆς ἐν τῷ κόσμῳ τούτῳ καὶ τῆς ὑπὲρ κόσμον τοῦτον· μονὰς ἐν τρισὶν ὑποστάσεσιν, εἴτουν προσώποις, καὶ Τριὰς ἐν μονάδι θεότητος, ἤτοι μιᾶς οὐσίας γινωσκομένη. Ταύτης τῆς ἁγίας καὶ σεπτῆς μονάδος, αἱ προσκυνηταὶ τρεῖς ὑποστάσεις γινώσκονται καὶ πιστεύονται· ἐν Πατρὶ ἀνάρχῳ, ἀναιτίῳ, ἀγεννήτῳ, ἀϊδίῳ· καὶ ἐν Υἱῷ μονογενεῖ γεννηθέντι ἀῤῥήτως, καὶ ἀπαθῶς καὶ ἀφράστως, πρὸ πάντων τῶν αἰώνων, ἐκ τῆς οὐσίας αὐτῆς τοῦ Πατρὸς, καὶ διὰ τοῦτο ὁμοουσίῳ καὶ ἴσῳ τῷ Πατρὶ, χωρὶς τῆς πατρότητος, ἀρχὴν δὲ καὶ αἰτίαν τὸν Πατέρα ἔχοντι γεννητῶς· καὶ ἐν Πνεύματι ἁγίῳ ζωοποιῷ προσκυνουμένῳ, ἐκπορευομένῳ ἐκ τοῦ Πατρὸς, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός. Οὐ γεννητῶς καθάπερ ὁ Υἱὸς, ἵνα μὴ δύο Υἱοὶ ἐν τῇ Τριάδι· ἀλλ' ἐκπορευομένῳ καθάπερ εἴρηται, ἐκ μόνου τοῦ Πατρὸς, καὶ ἀπὸ στόματος· πεφηνότι δὲ δι' Υἱοῦ, καὶ λαλήσαντι ἐν τοῖς ἁγίοις προφήταις καὶ ἀποστόλοις. Πλὴν, ὡς εἶπον, τῆς οὐσίας αὐτοῦ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὑπάρχοντι, καὶ τὸ ὁμοούσιον ἔχοντι πρὸς Πατέρα καὶ Υἱόν. Ἀκοινώνητον δὲ καὶ αὐτό ἐστιν, ὥσπερ καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πρὸς πᾶσαν τὴν κτίσιν κατὰ τὸν τῆς οὐσίας λόγον. Ὁρᾷς πῶς ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὸν ἅγιον Κύριλλον, ἢ μᾶλλον κατὰ πᾶ σαν τὴν θείαν Γραφήν. Καὶ μή μοι τὸ ἀπὸ τοῦδε λεγέτω τις τὰ ψυχρὰ ἐκεῖνα ῥήματα, ἢ λογύδρια, ὅτι Ἀθανάσιος καὶ Κύριλλος οἱ ἀοίδιμοι, πρὸς δὲ καὶ ὁ Νυσσαέων Γρηγόριος, τῆς προσθήκης γεγόνασιν αἴτιοι. Ὁ μὲν γὰρ Ἀθανάσιος οὕτως φησί· Τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς οἱ ἀντίθετοι λέγουσι, καὶ παρὰ τοῦ Λόγου, τοῦ ἐκ Πατρὸς, ἐκπορευόμενον· ὁ δὲ Νύσσης, εἰπὼν τὸν Υἱὸν εἶναι προσεχῶς ἐκ τοῦ πρώτου, τουτ έστι τοῦ Πατρὸς, ἑξῆς λέγει· Τὸ Πνεῦμα διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου· ὁ δέ γε σοφώτατος Κύριλλος προφανῶς, φησὶν, εἴρηκεν ἐξ ἀμφοῖν Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα τῶν τῆς σαθρᾶς προσθήκης τερατουργῶν τὰ προβλήματα. Ἔγωγε δ' «ἅπαν νόημα,» καίπερ ὢν ἀμαθὴς, «αἰχμαλωτίζων εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,» ὧδέ πως ταῦτα διασαφῶ. Οὕτως τὸ Πνεῦμα ἐκ τοῦ Πατρός φησιν Ἀθανάσιος, καὶ παρὰ τοῦ Λόγου, τοῦ ἐκ Πατρὸς, ἐκπορευόμενον, ὥσπερ καὶ ἐξ αὐτοῦ τοῦ συναϊδίου Πατρὸς, καθὰ καὶ ὁ Υἱὸς οὕτως ἀπο στέλλεται, καὶ δίδοται παρὰ τοῦ Πνεύμα τος τοῖς πιστοῖς, ὡς καὶ ἐξ αὐτοῦ τοῦ Πατρός· καὶ τὴν μαρτυρίαν ἀπ' αὐτοῦ λάμβανε τοῦ Λόγου καὶ Υἱοῦ, «Πνεῦμα Κυρίου,» λέγοντος, «ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Ἄρα τὸ Πνεῦμα καὶ ἔχρισε τὸν Υἱὸν, καὶ ἀπέσταλκεν· ἀλλὰ καὶ ὁ Πατὴρ ἐξ ἀμφοῖν Υἱοῦ καὶ Πνεύματος ἀποστέλλεται. Ὅπως δὲ τοῦτο, αὐτοῦ τοῦ Πατρὸς οὕτω διὰ Ἡσαΐου τοῦ προφήτου λέγον τος ἄκουσον· «Ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραὴλ, ὃνἐγὼ καλῶ· Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα· καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστιν. Ἐγὼ χειρί μου ἐθεμε λίωσα τὴν γῆν, καὶ τὸ Πνεῦμά μου ἐστερέωσε τὸν οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Καὶ νῦν Κύριος ἀπέσταλκέ με.» Ἄρα ὁ Πατήρ ἐστιν ἐν ταῦθα ὁ λέγων τό· «Ἀπέσταλκέ με.» Ὁρᾷς τὴν ἰσοτιμίαν τῶν τριῶν προσώπων τῆς ὑπερτάτης θεό τητος; Ὅτε τὸ Πνεῦμα τὸ ἅγιον ἀποστέλλεται ἐξ ἀμφοῖν, ὡς ὁμοούσιον ἀποστέλλεται Πατρὸς καὶ Υἱοῦ. Ὅτε δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς, ὡς ὁμοούσιος καὶ τοῦ Πνεύματος. Ὅτε δὲ ὁ Πατὴρ ἐκ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὡς ὁμοούσιος. Εἰπὼν τοίνυν ὁ μέγας Ἀθανάσιος, τὸ ἐκπορευόμενον τοῦ Πατρὸς Πνεῦμα, ἐδήλωσεν ὅθεν ἔχει τὸ Πνεῦμα τὴν ὕπαρξιν, ἐκ μό νου δηλονότι τοῦ Πατρός. Εἰπὼν δὲ πάλιν οὕτω τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, ὡς παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς, τὴν ἰσοτιμίαν ἐδήλωσε Πατρὸς καὶ Υἱοῦ, καταισχύναι ἐν τούτῳ τὸν ἀθεώτατον Ἄρειον, ὃς κτίσμα ἔλεγε, καὶ οὐ Θεὸν τὸν Υἱόν· οἱονεὶ ταῦτα λέγων πρὸς αὐτόν· Ὦ ἀθεώτατε Ἄρειε, οὕτω τὸ ἐκπορευόμενον Πνεῦμα τοῦ Πατρὸς, παρὰ τοῦ ὑπὸ σοῦ βλασφημουμένου Υἱοῦ ἐκλάμπει καὶ δίδοται τοῖς πιστοῖς κατὰ τὴν αὐτοῦ ἐνέργειαν καὶ δωρεὰν, ὥσπερ καὶ ἐξ αὐτοῦ τοῦ συναϊδίου Πατρός. Ὅτι δὲ τοῦτο τοιοῦτον ἔχει τὸν τρόπον, ὅρα τί γράφει πρὸς τὸν ἐπίσκοπον τὸν Σεραπίωνα, ὁ τῆς ἀθανασίας ἀξιώνυμος οὗτος Πατήρ. Τὰ αὐτὰ γὰρ λέγων, καὶ φιλοσοφῶν περὶ τῶν αὐτῶν, οὕτω κἀκεῖσέ φησιν· Ὥσπερ γέννημα μονογενές ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, οὕτω καὶ τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ διδόμενον καὶ πεμπόμενον, καὶ αὐτὸ ἓν καὶ οὐ πολλὰ, οὐδ' ἐκ πολλῶν ἓν, ἀλλὰ μόνον αὐτὸ Πνεῦμα. Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, οὖσαν ἐνέργειαν καὶ δωρεὰν αὐτοῦ, ἥτις γε ἐκ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Ὥσπερ γέννημα μονογε νὲς, φησὶν, ὁ Υἱὸς τοῦ Πατρὸς, οὕτω καὶ πρόβλημα τοῦ αὐτοῦ Πατρὸς ἓν τὸ Πνεῦμα καὶ οὐ πολλὰ, οὐδ' ἐκ πολλῶν δηλονότι τὴν ὕπαρξιν ἐσχηκός. Ἀλλ' ὡς μόνον αὐτὸ Πνεῦμα καὶ πρόβλημα, οὕτως καὶ ἐκ μόνου τοῦτο καὶ ἐξ ἑνὸς τοῦ Πατρός. Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, ὡς ἐξ ἑνὸς τοῦ Πατρὸς, καὶ μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, ἥτις ἦν τὸ Πνεῦ μα τὸ ἅγιον, τὸ τὴν ἰδίαν ἑαυτοῦ δωρεὰν ἐνεργοῦν, καὶ διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Ἥτις γε δωρεὰ διὰ τοῦτο ἐκ τοῦ Πατρὸς λέγεται ἐκπορεύ εσθαι, τουτέστιν ἐκχεῖσθαι καὶ ἀποστέλλεσθαι, ἐπει δὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Φιλοσοφήσας πρῶτον ὁ ἅγιος περὶ τῆς προαιωνίου τοῦ Πνεύματος ἐκπορεύσεως ἀμυδρῶς, μόνον αὐτὸ ἀποδείξας πρόβλημα, ὡς ἐξ ἑνὸς τοῦ προβολέως τε καὶ Πατρὸς, διὰ τῶν ἑξῆς ἡμῖν ἀποδείκνυσι μάλα σαφῶς καὶ τὴν ὑπὸ χρόνον πρόχυσιν, ὡς ἐξ ἀμφοῖν ὑπάρ χουσαν Πατρὸς καὶ Υἱοῦ. Ὅπερ δὲ δύναται ἐκεῖ τὸ, Οὕτω τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, ὡς παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς, οὕτως ἐνταῦθα καὶ τό· Ἥτις γε ἐκ τοῦ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Κατ' αὐτὸν δὲ τὸν τρόπον καὶ ὁ Νύσσης Γρηγόριος τὸ Πνεῦμα διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου φησί· μετὰ τοῦ Υἱοῦ δηλονότι συνημμένως καὶ ἅμα, καὶ οὐ μετὰ τὸν Υἱὸν ὑστερίζων κατὰ τὴν ὕπαρξιν. Εἰπὼν δὲ τὸν Υἱὸν προσεχῶς ἐκ τοῦ πρώτου, μὴ νόμιζε μὴ καὶ αὐτὸς εἶναι τὸ Πνεῦμα προσεχῶς ἐκ τοῦ πρώτου. Ὥσπερ γὰρ ὁ Υἱὸς προσεχῶς καὶ ἔγγιστα ἐκ τοῦ πρώτου, τουτέστι τοῦ Πατρὸς, οὕτω καὶ τὸ Πνεῦμα προσεχῶς ἐκ τοῦ πρώτου, κατὰ τὴν προαιώνιον ὕπαρ ξιν. Πρῶτος δὲ ὁ Πατὴρ οὐ κατὰ χρόνον, οὐδὲ κατὰ τάξιν, μὴ γένοιτο! ἀλλὰ καθὸ αἴτιος τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὥσπερ καὶ μείζων καὶ ἄναρχος, ὡς ἀναίτιος, ὡς ῥίζα τῶν ἐξ αὐτοῦ καὶ πηγή. Ὥσπερ γὰρ οὗτος μόνος ἄναρχος πρὸς τὸ Πνεῦμα καὶ τὸν Υἱὸν, οὕτω καὶ τούτων ὁ αὐτὸς μόνος αἴτιος· τὸ δὲ Πνεῦμα πρὸς τὸν Πατέρα, οὐκ ἄναρχον, οὐδ' ἀναίτιον, ὥσπερ δὴ καὶ αὐτὸς ὁ Υἱὸς κατὰ τὴν ἐν χρόνῳ ἀρχήν. Οὐ μόνον τὸ Πνεῦμα, ἀλλὰ καὶ ὁ Υἱὸς ἄναρχος ὥσπερ καὶ ὁ Πατήρ. Πρῶτος αἴτιος καὶ μόνος ὁ Πατὴρ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Ἀλλὰ μὴ ζήτει καὶ δεύτερον ὁ ὀρθόδοξος, μηδέ γε τρίτον· ἵνα μὴ, τὴν αὐτὴν καὶ μίαν οὐσίαν κατατέμνων κακοσχόλως, καὶ διαιρῶν, καταδικασθῇς ὡς κακόδοξος. Πρῶτος τοιγαροῦν ὁ Πατὴρ καθὸ μείζων, μείζων δὲ καθὸ ἄναρχος· ἄναρχος δὲ καθὸ ἀρχὴ τῶν ὁμοφυῶν ὑποστάσεων. Τὸ Πνεῦμα, καὶ ὁ Υἱὸς προσεχῶς ἐκ τοῦ μείζονος, τουτέστι τοῦ Πατρός. Ἅμα γὰρ ὁ Υἱὸς κυρίως καὶ ἀληθῶς, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός. Οὐχ ὁ μὲν πρότερον, τὸ δὲ μετ' αὐτόν· ἀλλ' ἅμα ἡ γέννησις τοῦ Υἱοῦ, ἅμα καὶ τοῦ Πνεύματος ἡ ἐκπόρευσις ἐκλάμπεται, καὶ ἀποστέλλεται τὸ Πνεῦμα καὶ δίδοται διὰ τοῦ Υἱοῦ, ὡς μακάριός φησιν Ἀθανάσιος, καθάπερ καὶ ὁ Υἱὸς διὰ τοῦ Πνεύματος, ὥσπερ εἴρηται. Ὡσαύτως καὶ τὸ τοῦ μακαρίου Κυρίλλου, λέγω δὴ τὸ, ἐξ ἀμφοῖν, κατ' αὐτὴν ἐκληπτέον τὴν ἔννοιαν· τὸ Πνεῦμα τὸ ἐκπορευόμενον ἐκ τοῦ Πατρὸς ἐξ ἀμφοῖν ἐκλάμπεται, ἀποστέλλεται καὶ δίδοται, Πατρὸς καὶ Υἱοῦ. Καὶ μετ' ὀλίγα· ∆ύο γεννήσεις ὡς ἄνωθεν ἔφθην εἰπὼν ἐπὶ τοῦ Λόγου μεμάθηκα· μίαν μὲν τὴν ἐκ Πατρὸς καὶ ὑπὲρ χρόνον, μίαν δὲ τὴν ἐκ τῆς Παρθένου καὶ ὑπὸ χρόνον. Ὡσαύτως καὶ δύο προχύσεις ἐμυήθην ἐπὶ τοῦ Πνεύματος· μίαν μὲν τὴν ἐκπορευτικὴν καὶ ὑπὲρ χρόνον, καὶ μίαν τὴν μεταδοτικὴν ἀγαθότητος. Ἀλλὰ τῆς πρώτης γεννήσεως τοῦ Υἱοῦ, καὶ τῆς πρώτης τοῦ Πνεύματος ἐκπορεύσεως, ὁ Πατὴρ μόνος αἴτιος. Τῆς δὲ ἄλλης γεννήσεως τῆς ὑπὸ χρόνον, καὶ τῆς ἄλλης προχύσεως τῆς μεταδοτικῆς, οὐ μόνος αἴτιος ὁ Πατὴρ, ἀλλὰ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐξ ἀμφοῖν τοιγαροῦν τὸ Πνεῦμα, Πατρὸς καὶ Υἱοῦ, πρὸς ἐπινέμησιν προχεῖται· οὐ κατὰ τὴν ὕπαρξιν, μὴ γένοιτο! ἐπεὶ δύο τὰ αἴτια παρεισάγονται, τοῦ ἑνὸς συμφυοῦς καὶ ὁμοτίμου κατὰ πολὺ διαφέροντα.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать