Αθανάσιος ο Μέγας, 4ος αι.

Ὁμιλία κατὰ πασῶν τῶν αἱρέσεων

Sermo contra omnes haereses / Слово против всех ересей

Sermo contra omnes haereses ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΤΩΝ ΑΙΡΕΣΕΩΝ.

Τὸ προκείμενον ἀπὸ τοῦ Εὐαγγελίου τοῦ κατὰ Ἰωάννην· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν.» Ἕκα στος τῶν ἁγίων προφητῶν καὶ εὐαγγελιστῶν, διορατικοὶ ὄντες, καὶ ἐνηχούμενοι ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, διηγοῦνται πᾶσαν τὴν ἁγίαν καὶ μεγάλην σωτηρίαν, τὴν μέλλουσαν γίνεσθαι τῷ γένει τῶν ἀνθρώπων. Ἀλλ' ἐρεῖ τις, Πῶς; Ἑρμήνευσον ἡμῖν. Ἄκουσον, ἀγαπητέ. Οἱ μὲν προφῆται, καθὼς προεῖπον, διορατικοὶ ὄντες, σημαίνουσι τὰ μέλλοντα ἔσεσθαι πρὸ τοσούτων γενεῶν, δεικτικῶς δεικνύοντες ὡς παρόντα τὰ μέλλοντα. Ὁμοίως καὶ οἱ μεγάλοι εὐαγ γελισταὶ ἐπὶ τῇ ἐπιδημίᾳ τοῦ Λόγου, τὰ προκη ρυχθέντα διὰ τῶν προφητῶν βεβαιοῦσιν ἕκαστος τὴν προσημασίαν ἐν τοῖς Εὐαγγελίοις. Οἷον· ὁ μέγας προ φήτης Ἡσαΐας λέγει· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Καὶ ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν.» Ἐπιδημήσαντος δὲ τοῦ προσημανθέν τος πρὸς ἡμᾶς, καὶ ἑωρακὼς αὐτὸν παρερχόμε νον ὁ μέγας Βαπτιστὴς Ἰωάννης, πληρῶν τὸ προση μανθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγει· «Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἰδοὺ βεβαιοῖ τὴν προφητευθεῖσαν φωνὴν ὁ μέγας Βαπτιστής. Ὁμοίως καὶ ὁ ἱεροφάντης Μωσῆς περὶ τούτου τοῦ μώλωπος, δι' οὗ πᾶν τὸ τῶν ἀνθρώ πων γένος σωτηρίας ἔμελλε μέτοχον γίνεσθαι, τί ἔλεγεν; «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·» καὶ πάλιν λέγει· «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου.» Οὐκ εἶπε πρῶτον τὴν ζωὴν, εἶτα τὴν κατάραν· ἀλλ' εἶπε πρῶτον τὴν κατάραν, ἔπειτα τὴν ζωήν. Ἔπρεπε γὰρ πρότερον προσηλωθῆναι τὸ χειρόγραφον τῷ σταυρῷ, καὶ νυχθῆναι τὴν πλευρὰν τοῦ Λόγου τῇ λόγχῃ, ἵνα ὁ μώλωψ ἐν τῇ νύξει καθάρσιον γένηται τῇ οἰκουμένῃ, τὸ αἷμα καὶ τὸ ὕδωρ τῷ γένει τῶν ἀνθρώπων. Τάλανες οἱ ἀχάριστοι Ἰουδαῖοι, τοιούτων καὶ τηλικούτων σημείων καὶ εὐεργεσιῶν γενομένων παρ' αὐτοῖς, ἀντὶ τοῦ τὸν ἐπιδημήσαντα παρ' αὐτοῖς δοξά ζειν καὶ εὐλογεῖν ἐπὶ τοῖς γινομένοις, ἐκ τῶν ἐναντίων ἔλεγον· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Ὁ μέντοι ἥλιος συνέστελλε τὰς ἀκτῖνας, μὴ φέρων ὁρᾷν τὸν Κύριον κρεμάμενον ἐπὶ τοῦ ἰκρίου. Καὶ δύο σὺν αὐτῷ ἦσαν λῃσταὶ κρεμά μενοι· καὶ τοῦ ἑνὸς καταρωμένου, εἶπεν ὁ ἕτερος λῃστής· «Τί καταρᾶσαι τῷ δικαίῳ; ἡμεῖς κατὰ τὰς ἁμαρτίας ἑαυτῶν πεπόνθαμεν· τί σοὶ καὶ τῷ δικαίῳ;» Τῷ δὲ Ἰησοῦ ἔλεγε· «Μνήσθητί μου, Κύ ριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» Καὶ ὁ Ἰησοῦς πρὸς αὐτόν· «Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ὢ μεγάλου πρά γματος! τῆς κατάρας προσηλωθείσης, ἠνέῳξε τὸν παράδεισον ἐν τῇ ἐπαγγελίᾳ τῷ λῃστῇ. Ὢ τοῦ μακαρίου λῃστοῦ τούτου! ἀφήρπασεν ἐν τῷ κόσμῳ λῃ στεύων, ἀφήρπασε καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐν τῇ ὁμολογίᾳ. Περὶ τούτου εἶπεν ὁ μέγας προφήτης· «Καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται.» Οἴδατε, ἀδελφοὶ, ὅτι ὁ κάνθαρος περὶ τὰ ἀκάθαρτα σχολάζει, ἀκάθαρτος ὤν· οὕτω καὶ ὁ λῃστής ποτε ἐσχόλαζεν ἐν ταῖς λῃστείαις· ὅτε δὲ ἐν τῷ σταυρῷ ἦν, ὡμο λόγησεν αὐτὸς, καθὼς προεῖπον, καὶ πληροῦται εἰς αὐτὸ τὸ προφητευθέν· «Καὶ κάνθαρος ἐκ ξύλου φθέγγεται.» Φθεγξάμενος τοίνυν ἠξιώθη προαρπάσαι τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ πάλιν λέγει ὁ μέγας προφήτης Ἡσαΐας δεικτικῶς δεικνύων ὡς παρών· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,» ὅ ἐστι μεθερμηνευόμενον, «Μεθ' ἡμῶν ὁ Θεός.» Μελλούσης τοίνυν ταύτης τῆς προφητικῆς σημασίας πληροῦσθαι, ἀποστέλλεται ὁ μέγας ἀρχάγγελος Γαβριὴλ ὁ ἐν δεξιᾷ τῆς μεγαλοσύνης παρεστηκὼς σημᾶναι τῇ ἀχράντῳ Θεοτόκῳ καὶ ἀπειρογάμῳ Μαρίᾳ, καὶ λέγει πρὸς αὐτήν· «Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.» Κύριον δὲ λέγων, τὸν κοινὸν δεσπότην ἐσήμανεν, ὁμολογῶν τὴν συνδουλείαν. «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σε· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ Ἅγιον κληθήσεται.» Ἀληθῶς, ἀγαπητοὶ, ἅγιον καλεῖται ὁ ναὸς τοῦ μέλλοντος ἁγιάζειν πᾶσαν τὴν οἰκουμένην. Καὶ πάλιν λέγει ὁ αὐτὸς προφήτης· «Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.» Τούτων τοίνυν πληρωθέντων, λέγει ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγέ νετο οὐδὲ ἕν.» Εἰ δι' αὐτοῦ πάντα γέγονεν, ἄρα ἐκ τός ἐστι τῶν γενητῶν, καὶ φανερόν ἐστιν, ὅτι ἐν τῷ Πατρὶ ἦν πάντοτε. Τάλανες οἱ Ἰουδαῖοι νέοι οἱ Ἀρειομανῖται, οἱ μὴ ὀρθῶς ἀναγνόντες, μηδ' ἀκριβῶς ἐρευνήσαντες τυφλοὺς ἔχοντες τοὺς τῆς διανοίας ὀφθαλμοὺς, νομίζοντες τὸν κτίστην καὶ δημιουργὸν τῶν ὅλων κτίσμα εἶναι. Ἀκούσατε τοῦ μεγάλου εὐαγγελιστοῦ τὸ, «Ἐν ἀρχῇ.» Ὦ χριστομάχε Ἀρειανὲ,εἰ ἦν εἰπὼν, ὅτι Ἐν ἀρχῇ γέγονεν, εἶχες ἂν χρῶμα λέγειν, ὅτι Ἰδοὺ ὁ εὐαγγελιστὴς εἶπεν· Ἐν ἀρχῇ γέγονεν. Εἰ δὲ εἶπεν· «Ἐν ἀρχῇ ἦν,» ζήτησον ἀκριβῶς, καὶ εὑρήσεις τὴν ἀλήθειαν· ἔπειτα ἐπ ερώτησον τὸν μέγαν εὐαγγελιστὴν λέγων πρὸς αὐτόν· Ὦ εὐαγγελιστὰ, εἰπὲ ἡμῖν τὴν πραγματείαν τῆς ἀρχῆς, καὶ τοῦ ὄντος Θεοῦ Λόγου· ὅτι χριστομάχοι Ἀρειανοὶ νομίζουσι κτίσμα εἶναι τὸν κτίστην τῶν ὅλων· εὐθέως λέξει σοι ὁ μέγας εὐαγγελιστής· Ἀνά γνωθι τῆς κοσμοποιίας τὴν Γένεσιν, οὕτω λέγουσαν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἔστω τοίνυν τὰ μὴ ὄντα εἰς τὸ εἶναι, εἰς τὰ μέλλοντα ἔσεσθαι. Ἦν ὁ Θεὸς Λόγος πρὸς τὸν Πατέρα, δι' οὗ τὰ πάντα γέγονεν. Οὐκοῦν καλῶς ὁ εὐαγγελιστὴς λέγει· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Ἰδοὺ τριχῶς τὸ «ἦν,» οὐδαμοῦ τὸ, «οὐκ ἦν.» Καὶ ὁ μέγας ἀρχάγγελος Γαβριὴλ, ὅτε πρὸς τὴν ἄχραντον καὶ ἀπειρόγαμον Θεοτόκον ἔλεγε· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπι σκιάσει σοι,» οὐκ εἶπεν, ὅτι Πνεῦμα ἐπὶ σὲ γενήσεται, ἢ δύναμις ποιηθήσεται ἐπὶ σὲ, ἀλλὰ, «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Τοῦτο καὶ ὁ μακάριος Ἀπόστολος ἐδήλωσε λέγων· «Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.» Ἀλλ' ἐρεῖ πρὸς ταῦτα ὁ Ἀρειομανίτης, ὅτι Πῶς λέγει ὁ Παροιμιαστὴς, ὅτι «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Ὦ ἀσεβέστατε, οὐκ ἤκουσας τοῦ ἀρχαγγέλου λέ γοντος τῇ Παρθένῳ· «Τὸ γεννώμενον ἐκ σοῦ Ἅγιον κληθήσεται;» Ὁρᾷς, ὅτι περὶ τῆς πραγματείας τῆς ἐνανθρωπήσεως ἔλεγεν. Ἐπειδὴ δὲ πεπαλαίωται ἡ ἑξαήμερος ἡ παλαίωσις ἐν τῇ παραβάσει τοῦ πατρὸς τοῦ γένους ἡμῶν Ἀδὰμ, καὶ εἰς θάνατον καταπεπτώκει τὸ γένος ἡμῶν, εὐδόκησεν ὁ Θεὸς πρὸς ἡμᾶς πέμψαι τὸν ἴδιον Υἱὸν Θεὸν Λόγον, λα βεῖν τε, καθὼς προεῖπον, ἐκ τῆς ἀπειρογάμου Παρ θένου τὸν ναὸν, τὸν ἄνθρωπον. Καὶ λέγει ὁ μακάριος ἀπόστολος Παῦλος· Εὐδόκησεν ὁ Θεὸς καταπέμψαι τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, γεννώμενον ἐκ γυναικός. Ὁρᾷς, ὅτι περὶ τῆς ἐνανθρωπήσεώς ἐστιν. Εἰ δὲ θέλεις ἀκοῦσαι περὶ τῆς ἀδιαιρέτου καὶ μιᾶς θεότητος, ἄκουε Παύλου λέγοντος· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·» καὶ πάλιν λέγει· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ὁρᾷς, ὅτι περὶ τῆς ἐνανθρωπήσεώς εἰσιν αἱ τοιαῦται φωναί. Καὶ αὐτὸς ὁ Κύριος αὐθεντικῇ φωνῇ εἶπεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ πάλιν λέγει Φιλίππῳ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ λέγει διὰ τοῦ μεγάλου προφήτου· «Ἴδετέ με, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.» Καὶ πάλιν λέγει· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω.» Καὶ διὰ τοῦ Ἱερεμίου λέγει ὁ Πατήρ· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ἑαυτοῖς ὕδωρ συναγαγεῖν.» Οὐ χθὲς ἡ πηγὴ, καὶ σήμερον τὸ ὕδωρ· μὴ γένοιτο! Ἀεὶ πηγὴ, ἀεὶ ὕδωρ. Τάλανες οἱ ἀχάριστοι Ἀρειομανῖται· τούτων κρείττων εὑρέθη ὁ Ναβουχοδονόσορ, ὃς, ἑαυτὸν θεὸν νομίζων εἶναι, καὶ εἰκόνα ἑαυτοῦ στήσας ἐν Βαβυλῶ νι, καὶ ἐμβαλὼν εἰς τὴν κάμινον τοῦ πυρὸς Ἀνανίαν, καὶ Ἀζαρίαν, καὶ Μισαήλ· καὶ τοῦ δροσοποιοῦ λόγου ἐν μέσῳ αὐτῶν γινομένου, καὶ ἐξελάσαντος τὸ πῦρ, καὶ αὑτῶν ὑμνούντων· καὶ ἐλθόντος τοῦ Ναβουχοδονόσορ, καὶ ἑωρακότος αὐτοὺς ὑμνοῦντας, ἔλεγε τοῖς παισὶν αὑτοῦ· «Οὐχὶ ἄνδρας τρεῖς ἐνεβάλομεν εἰς τὴν κάμινον;» Οἱ δὲ εἶπον· «Ἀληθῶς, βασιλεῦ.» Καὶ εἶπε πρὸς αὐτούς· «Ἰδοὺ θεωρῶ ἐγὼ ἄνδρας τέσσαρας, καὶ ὁ τέταρτος ὅμοιος Υἱῷ Θεοῦ.» Ὦ Ναβουχοδονόσορ, σεαυτὸν θεὸν ἐποίησας, πῶς οἶδας, ὅτι ὅμοιος Υἱῷ Θεοῦ ἐστιν; εὐθέως εἶπεν· Αὐτὸς κατέ νυξέ με εἰπεῖν. Χρείττων τούτων εὑρέθη Ναβουχο δονόσορ τῶν ἀσεβῶν, καὶ μηδὲ ὅμοιον, μηδὲ ὁμοούσιον λεγόντων τὸν Υἱόν. Εἴπατε τοῖς ἀσεβέσι μὴ βλασφημεῖν, ἀλλ' εὐφημοῦντας προσκυνεῖν τὸν ὄντα Θεὸν Λόγον ἐν πνεύματι, εἰ ἄρα ἀφεθήσεται ἡ ἀσέβεια τῆς βλασφημίας αὐτῶν. Τούτων τοίνυν ἐξοστρακισθέντων καὶ ἐκβληθέν των ἐκ τοῦ Θείου χοροῦ, εἴπωμεν καὶ πρὸς Τοὺς τούτων ἀδελφοὺς τοὺς Πνευματομάχους τοὺς Τροπικοὺς, τοὺς λέγοντας τὸ Πνεῦμα εἶναι κτιστόν. Ὦ Τρο πικὲ, οὐκ ἤκουσας τοῦ ∆αβὶδ λέγοντος· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν;» Ἰδοὺ ἡ Τριὰς ἀδιαίρετος. Καὶ πάλιν ἐν τῇ κοσμοποιίᾳ διηγούμενος ὁ μέγας θεράπων Μωσῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.» Ὁμοίως καὶ ὁ μέγας Παῦλος λέγει· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Καὶ αὐτὸς ὁ Πατὴρ λέγει διὰ τοῦ μεγάλου προφήτου· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι.» Καὶ αὐτὸς ὁ Κύριος, ἐλθὼν σῶσαι τὸ γένος ἡμῶν τῶν ἀνθρώπων αὐθεντικῇ φωνῇ εἶπεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγώ εἰμι ἡ ἀλήθεια·» καὶ, «Ἐὰν ἀπέλθω πρὸς τὸν Πατέρα μου, οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἀλλ' ἀποστελῶ ὑμῖν τὸν Παράκλητον τὸ Πνεῦμα τῆς ἀληθείας.» Ἰδοὺ τὸ Πνεῦμα ἐν τῇ ἀληθείᾳ, ἡ ἀλήθεια ἐν τῷ Πατρί. Ἰδοὺ ἡ Τριὰς ἀδιαίρετος, τὸ τρίπλοκον σχοινίον, ἐν ᾧ τὰ δράγματα σφίγγοντες προσφέρομεν τῷ Πατρί. Καὶ οὗτοι οὖν σὺν τοῖς Ἀρειομανίταις ἀπώλοντο. Εἴπωμεν καὶ πρὸς τὸν ἀτυχέστατον Σαμοσατέα Παῦλον, τὸν λέγοντα, ὅτι ἀφ' οὗ προῆλθεν ἀπὸ τῆς ἀπειρογάμου Παρθένου, ἀπὸ τότε Υἱὸς ἐχρημάτισεν. Ἄφρον, οὐκ ἤκουσας αὐτοῦ τοῦ Κυρίου λέγοντος πρὸς τοὺς Ἰουδαίους· «Ὁ πατὴρ ὑμῶν Ἀβραὰμἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη.» Καὶ τῶν ἀχαρίστων Ἰουδαίων λεγόντων πρὸς αὐτὸν τὸν Κύριον, «Οὔπω τεσσαράκοντα ἔτη ἔχεις, καὶ λέγεις ἑωρακέναι τὸν Ἀβραάμ;» Ἀπεκρίθη πρὸς αὐτοὺς καὶ ἔλεγεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Εἰ, πρὶν Ἀβραὰμ γενέσθαι, αὐτός ἐστι, πῶς λέγεις, ὅτι μετὰ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν Υἱὸς ἐχρημάτισεν; Οὐκ ἤκουσας ἐν τῷ Παροιμιαστῇ, αὐτὴ ἡ Σοφία πῶς ἔλεγεν· «Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθημέραν εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ,» ὅτε ἐποίησε τὴν οἰκουμένην, συμπαρήμην αὐτῷ; Καὶ πάλιν λέ γει ὁ μέγας Παροιμιαστής· «Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν.» Ἰδοὺ ἀεί ἐστιν ἐν τῷ Πατρί· καὶ ὁ μέγας Ἀπόστολος· «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Τί πρὸς ταῦτα λέγει ὁ ἀνόητος Σαμοσατεὺς, καὶ οὗτος, ἐξυδαρώσας τὸν θεῖον τοῦτον οἶ νον, καὶ πιὼν, καὶ τυμπανωθεὶς, ἀπώλετο σὺν τοῖς Ἀρειομανίταις. Εἴπωμεν καὶ πρὸς τοὺς ἀσεβεστάτους Μανι χαίους, τοὺς τρυγιοὺς τῶν κακῶν. Ὦ ἀσεβέστατοι Μανιχαῖοι, λέγετε δύο ὑποστάσεις εἶναι, ἀγαθοῦτε καὶ πονηροῦ; Καὶ λέγεις τὸν πονηρὸν θέλοντα μάχεσθαι τῷ ἀγαθῷ, ἵνα λάβῃ μέρος τι· καὶ ὁ ἀγα θὸς, φησὶν, ἀγαθὸς ὢν καὶ μὴ θέλων μάχεσθαι, δέ δωκε παραχωρήσας μέρος τι τῷ πονηρῷ, καὶ γέγονε τῷ πονηρῷ ἓν ἥμισυ μέρος, καὶ τῷ ἀγαθῷ ἥμισυ μέρος. Καὶ μεταμεληθὲν, φησὶν, ἦλθε τὸ ἀγαθὸν παρασκευάσασθαι εἰς πόλεμον, καὶ ἐσχημάτισεν ἑαυτὸν ἐν τῷ τοῦ πονηροῦ σχήματι. Ἀλλ', ὦ ἀσεβέστατε Μανιχαῖε, ὅτε ὁλόκληρον ἦν τὸ ἀγαθὸν, λέγεις, Οὐκ ἠθέλησε μάχεσθαι, καὶ ὅτε ἥμισυ γέγονεν, ὡς λέγεις, εἰς πόλεμον ἦλθε. ∆ιὰ τοῦτο λέγει ὁ ἀσεβέ στατος Μανιχαῖος, ὅτι «Ἦλθον ζητῆσαι τὸ ἀπολωλός.» Ὢ πολλῆς ἀφροσύνης! Ποῦ οὖν ἔτι ἀγαθοῦ γνώρισμα; Μάλιστα ὅτι καὶ τοῦ πονηροῦ σχῆμα ἀνέλαβε κατὰ σέ. Ὥσπερ οἰκοδεσπότου γυναῖκα ἐὰν ζωγράφος γράψῃ ἐν εἰκόνι παραχρῆμα ἀσέμνως, καὶ παρερχόμενος ὁ οἰκοδεσπότης ἴδῃ τὴν ἰδίαν γαμε τὴν παρὰ σχῆμα οὖσαν, οὐκ, ὀργισθεὶς καὶ πλήρης θυμοῦ γινόμενος ἀναιρήσει τὸν τοῦτο τολμήσαντα ποιῆσαι; Πόσῳ μᾶλλον τὸν λέγοντα, ὅτι τοῦ πονηροῦ σχῆμα ἀνέλαβεν; Ἰσχυρότερόν ἐστι τοί νυν, οὗ ἀπεχρήσατο τὸ σχῆμα. Ταῦτα τῶν ἀφρό νων καὶ ἀσεβῶν τὰ τολμήματα. Ὦ ἀσεβέστατε τρυγιὲ τῶν κακῶν Μανιχαῖε, οὐκ ἤκουσας τοῦ Ματθαίου λέγοντος περὶ τῆς ἐνανθρωπήσεως· «Βί βλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αβὶδ, υἱοῦ Ἀβραάμ;» Ἀλλ' ἐρεῖ, ὅτι Οὐ δέχομαι τὴν Παλαιάν. Καὶ ἐγὼ ἐρῶ πρὸς αὐτόν· ∆ιὰ τί οὐ δέχῃ τὴν Παλαιάν; Οὐκ ἤκουσας αὐτοῦ τοῦ Κυρίου λέγοντος τοῖς ἀσεβεστάτοις καὶ ἀχαρίστοις Ἰουδαίοις· «Εἰ ἐπι στεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, ὅτι Μωσῆς περὶ ἐμοῦ ἐλάλησε.» Τί ἐλάλησεν, ὦ Κύριε; «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.» Τοῦτον τὸν προφήτην ὡμολόγει ἡ μακαρία Σαμαρεῖτις λέγουσα· «Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ.» Εἰ καὶ ἄνθρωπον καὶ Κύριον καὶ προ φήτην ὡμολόγει ἡ μακαρία Σαμαρεῖτις· ἰδοὺ πάντη καὶ ὁ νόμος καὶ οἱ προφῆται, οἱ μεγάλοι καὶ οἱ ἅγιοι ὁμολογοῦσι. Πῶς δύναται βότρυς εἶναι ἄνευ ἀμπέλου; Πῶς δύναται βεβαιωθῆναι πᾶσα πραγματεία, καὶ ἡ εἰς τὸν κόσμον μέλλουσα ἔσεσθαι σωτηρία; Ὁμολο γήσουσιν οἱ σημάντορες οἱ μεγάλοι προφῆται καὶ ὁ νόμος· μάλιστα αὐτοῦ τοῦ Κυρίου λέγοντος, ὅτι «Ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου·» καὶ πάλιν· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον οὐδὲ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι.» Ὦ τρυγιοὶ πασῶν αἱρέσεων! Αὔταρκες αὐτοῖς ἐστι τὸ ὄνομα πρὸς τὴν πίστιν αὐτῶν. Περὶ τούτων εἶπεν ὁ μέγας ψαλμῳδὸς ∆αβίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. ∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτη δεύμασι,» καὶ αὐτοὶ μὴ ὁμολογήσαντες τὴν ἔνσαρ κον παρουσίαν, ἀλλὰ φαντασίαν, λέγοντος τοῦ Κυρίου πρὸς τοὺς Ἰουδαίους· «Τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» Καὶ πάλιν λέγοντος αὐτοῦ πρὸς τὸν ὑπηρέτην τὸν ῥαπίσαντα αὐτόν· «Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με τύπτεις;» Μὴ δύναται φαντασία τύπτεσθαι ἢ προσηλωθῆναι ἐν τῷ σταυρῷ; Οὐκ ἆρα σῶμα ἦν; Καὶ πῶς λέγει, ὅτι φαντασία ἐστί; Καὶ οὗτοι συνεξ αφανιζέσθωσαν νομίζοντες ἄκρατον εἶναι τὸν θεῖον οἶνον, καὶ εἰς ἔκστασιν γενόμενοι ἀπώλοντο. Εἴπωμεν καὶ πρὸς Μαρκίωνα καὶ Οὐαλεντῖνον καὶ Βασιλίδην τὸν λέγοντα ὡς διὰ σωλῆνος ὕδωρ παρελθόντα τὸν Κύριον διὰ τῆς ἀχράντου καὶ ἀπειρογάμου Μαρίας. Ὦ ἀσεβέστατοι! οὐκ ἠκούσατε τοῦ μεγάλου ἀρχαγγέλου Γαβριὴλ λέγοντος πρὸς τὴν ἄχραντον Παρθένον Μαρίαν· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Τὸ γὰρ ἐκ σοῦ Ἅγιον κληθήσεται.» Εἰ οὖν εἶπε, ∆ιὰ σοῦ, πιθανὴν εἶχον τὴν ἀναισχυντίαν· ἐν δὲ τῷ λέ γειν, «ἐκ σοῦ,» δείκνυσιν, ὅτι ἐξ αὐτῆς ἔλαβεν ὁ Θεὸς Λόγος τὸν ναὸν, ἄνθρωπον. Καὶ οὗτοι συνεκβαλέσθωσαν μετὰ τῶν νῦν Ἰουδαίων χριστομάχων Ἀρειομανιτῶν. Ὁμοίως καὶ πρὸς τὸν ἀνόητον καὶ ἀτυχέ στατον Ἱερακᾶν εἴπωμεν, τὸν νομίζοντα ὑψοῦν τὴν παρθενίαν, καὶ ἀθετεῖν τὸν γάμον. Ὦ Ἱερακᾶ, εἴπωμέν τι νομικόν· Ὁ Θεὸς Λόγος τοῦ Πατρὸς ἐν τῷ παραδείσῳ ἤγαγε τὴν Εὔαν πρὸς τὸν Ἀδάμ. Ἀλλὰ τί λέγεις, ὅτι Οὐ δέχομαι τὴν Παλαιάν; ἔστω· ἐν τῷ Εὐαγγελίῳ οὐκ ἤκουσας· Τῇ τρίτῃ ἡμέρᾳ συνανε κλίθη Κύριος ἐν Κανᾶ τῆς Γαλιλαίας εἰς τὸν γάμον, καὶ οἴνου λείψαντος, πεποίηκε τὸ ὕδωρ οἶνον; Καὶ πάλιν τῶν Ἰουδαίων λεγόντων πρὸς αὐτόν· «Μωσῆς δέδωκεν ἡμῖν βιβλίον ἀποστασίου,» τί εἶπε πρὸς αὐτοὺς ὁ Κύριος· «Μωσῆς δέδωκεν ὑμῖν βιβλίον ἀποστασίου πρὸς τὴν σκληροκαρδίαν ὑμῶν·» γέγραπται γάρ· «Ἃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Ἔπειτα πῶς δύναται κλάδος ὑποστῆναι, ῥίζης μὴ ὑποκειμένης; Πῶς δύναται παρθένος εἶναι, πατρὸς καὶ μητρὸς μὴ ὄντων; Καὶ οὗτοι σὺν τοῖς ἑταίροις αὐτῶν ἀπόλοιντο. Εἴπωμεν καὶ πρὸς τὸν Νοβᾶτον, τὸν λέγοντα ἑαυτὸν καθαρὸν, καὶ νομίζοντα ἀναιρεῖν τὴν μετάνοιαν. Πλήρης βορβόρου καὶ δυσωδίας ὢν, οὐκ ἤκουσας τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου τοῦ τῶν ὅλων Θεοῦ διὰ τοῦ μεγάλου προφήτου λέγοντος· «Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν;» Καὶ πάλιν ὁ μέγας Ἰώβ· «Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ᾖ ἐπὶ τῆς γῆς.» Καὶ πάλιν τῶν μαθητῶν λεγόντων τῷ Κυρίῳ· «Ποσάκις συγχωρήσομεν τῷ ἁμαρτάνοντι; ἕως ἑπτάκις;» Ὁ δὲ Κύριος εἶπε πρὸς αὐτούς· «Οὐχὶ, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά.» Ἀνακυλιομένης τῆς ἐπαγγελίας διαιωνίζεται ἡ μετάνοια· οὐχ ἵν' ἀκούον τες ἐπιμένωμεν ἁμαρτάνειν· μὴ γένοιτο! ἀλλ' ἵνα δείξωμεν τὴν ἀγαθότητα τοῦ ἀγαθοῦ καὶ φιλαν θρώπου τῶν ὅλων Θεοῦ· καὶ πάλιν διὰ τοῦ μεγάλου Ἡσαΐου ἐπικηρύσσοντος τὴν Ἱερουσαλὴμ, καὶ λέγοντος αὐτοῦ· «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν,» καὶ τὰ ἑξῆς. Οἴδατε, ἀδελφοί. Καὶ μετὰ τὸ αὐτοῦ τὴν τοσαύτην γενέσθαι ἀπειλὴν, λέγει· «Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.» Ὢ μεγάλης ἀγαθότητος! Καὶ πάλιν τοῦ Πέτρου τοῦ μεγάλου εἰπόντος πρὸς αὐτὸν, ὅτε ἐπερώτησε τοὺς μαθητὰς λέγων· «Τίνα με λέγουσιν οἱ ἄν θρωποι εἶναι;»–»Οἱ μὲν ἔλεγον, ὅτι Ἡλίας εἶ· ἄλλοι ἔλεγον προφήτης.» Καὶ αὐτοῦ εἰπόντος πρὸς αὐτούς· «Ὑμεῖς δὲ τίνα μὲ λέγετε;» Καὶ ἀποκριθεὶς ὁ Πέτρος εἶπε· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Εὐθέως δὲ εἶπε πρὸς αὐ τὸν ὁ Κύριος· «Μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ· ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας οὐρανῶν· καὶ πάντα ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς.» Καὶ τοσαύτας ἐπαγγελίας λαβὼν, εἶπε τῷ Κυρίῳ· «Ἀκο λουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ, καὶ θήσω τὴν ψυχήν μου ὑπὲρ σοῦ.» Εὐθέως εἶπε πρὸς αὐτὸν ὁ Κύριος· «Ἀμὴν λέγω σοι· σήμερον πρὸ τοῦ ἀλέκτορα φωνῆ σαι, τρὶς ἀπαρνήσῃ με.» Καὶ ἀρθέντος τοῦ Κυρίου εἰς τὸν οἶκον τοῦ Καϊάφα, καὶ παντὸς τοῦ συνεδρίου μετὰ τοῦ Καϊάφα, καὶ τοῦ Πέτρου ἑστῶτος ἐν τῷ πυ λῶνι, ὃν καὶ ἰδὼν ὁ παῖς εἶπε πρὸς αὐτόν· Οὐκ εἶ σὺ μετ' αὐτοῦ; Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτόν· Οὐκ εἰμί. Καὶ πάλιν τῆς θυρωροῦ εἰπούσης πρὸς αὐτόν· Μὴ καὶ σὺ ἐκ τῶν Γαλιλαίων εἶ; Ἀπεκρίθη καὶ εἶπεν· Οὐκ εἰμί. Καὶ τοῦ ὑπηρέτου ἐπερωτήσαντος αὐτὸν, ἠρνήσατο, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ στρα φεὶς ὁ τῶν ὅλων Κύριος προσέσχε τῷ Πέτρῳ· καὶ ἐδάκρυσεν ὁ Πέτρος, καὶ διὰ τῶν δακρύων ἀπενίψα το τὴν ἄρνησιν ἐν αὐτῇ τῇ μετανοίᾳ. Καὶ πάλιν ὁ ἅγιος προφήτης εἶπεν· «Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ.» Εἰ ἄστρα οὐ καθαρὰ, πῶς σὺ τὸν καθαρὸν καὶ εὔσπλαγχνον, καὶ φιλάνθρωπον Θεὸν σκληρὸν καὶ ἀφιλάνθρωπον λέγεις; Καὶ οὗτος συνεκβαλλέσθω μετὰ τῶν ἄλλων αἱρεσιαρχῶν. Εἴπωμεν καὶ πρὸς τὸν δείλαιον Φρύγα τὸν λέγοντα μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος ἐπιδεδημη κέναι Μοντανὸν καὶ Πρίσκιλλαν. Ταῦτα γρεῶν πτύ σματα ἴσως ὡς κεκεπφωμένων. Πῶς δύναται μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος πάλιν προφήτης ἐπιδεδη μηκέναι; Οὐκ ἤκουσας, ὅτι ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου; Ἄκουσον σὺ, λαὲ τοῦ Κυρίου. Ὥσπερ βασιλεὺς μέλλει καταντᾷν ἔν τινι πόλει, καὶ ἀποστέλλει σημάντορας λέγων· Ἰδοὺ ποίῳ σχήματι μέλλω ἔρχεσθαι. Ἐὰν δὲ ἐπιδημήσῃ, καὶ ἐπιγνῶσι τὴν ἐνσημανθεῖσαν ἐπιδημίαν, προσκυνοῦντες αὐτὸν, οὐκ ἔτι χρεία τοῦ σημαίνοντος· αὐτοψὶ γὰρ ἑώρακα αὐτὸν τὸν σημανθέντα. Ἐὰν δέ τις εἴπῃ ἐν αὐτῇ τῇ πόλει, ὅτι μέλλει ἔσεσθαι ὁ βασιλεὺς, οὐκ ἂν κατα πτύσωσιν αὐτοῦ οἱ ἐν τῇ πόλει λέγοντες, ὅτι· Ὃν ἑωράκαμεν καὶ ἔχομεν μεθ' ἑαυτῶν, πῶς σὺ λέγεις, ὅτι σημαίνω ὑπάρχειν ἄλλον; Καὶ οὗτοι τοίνυν σὺν ταῖς ἄλλαις αἱρέσεσιν ἀπώλοντο Εἴπωμεν καὶ πρὸς τὴν νέαν αἵρεσιν, τὴν ἐκ Συρίας ἐλθοῦσαν εἰς Αἴγυπτον, τοὺς Ἀπολλιναριστάς· καινὸν δόγμα προσενέγκαντος Ἀπολλιναρίου, σῶμα μόνον λαβόντα Θεὸν ἐκ τῆς ἀχράντου καὶ ἀειπαρθένου Μαρίας, καὶ αὐτὸν τὸν Θεὸν Λόγον ἀντὶ ψυχῆς ὄντα. Ὦ ἀτελέστατε καὶ ἄψυχε! Εἰ, τελείου τοῦ ἀνθρώπου παρὰ τὴν ἐντολὴν πράξαντος, καὶ ἐκβληθέντος τοῦ παραδείσου, καὶ εἰς θάνατον καταπεσόντος, μερικῶς ἔσωζε τὸν ἄνθρωπον· καὶ πῶς ἔμελλε σώζεσθαι ἡ ψυχή; Οὐκ ἤκουσας τοῦ μεγάλου προφήτου Ἡσαΐου κατὰ τῆς ἀθεΐας σου κηρύσσοντος, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλοῦσι τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.» Μὴ εἶπεν, ὅτι Σὰρξ οὐ παιδίον καὶ υἱὸς ἐγεννήθη. Γνῶθι, ἀσύνετε, ὅτι, παιδίον λέγων, τέλειον ἄνθρωπον δείκνυσι. ∆ειχθέντος τοίνυν τοῦ τελείου, ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς, ἁπλῇ τῇ φωνῇ λέγει· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν.» Καὶ αὐτὸς ὁ Κύριος λέγει· «Νῦν ἡ ψυχή μου τετάρακται.» Εἰς τίνα φθάνει αὕτη ἡ φωνή; εἰς τὸν Θεὸν Λόγον; Ἄπαγε! Ὁ ἀτάραχος Θεὸς Λόγος, ἐλθὼν τὴνταραχὴν παῦσαι, αὐτὸς ἔλεγε τὴν φωνήν; Ἀλλὰ τὸ σῶμα μᾶλλον θέλεις λέγειν, ὅτι αὐτὸ εἶπε; σφάλλῃ, καθ' ἑαυτὸ τὸ σῶμα ἀκίνητόν ἐστιν, εἰ μὴ ἡ ψυχὴ ἦν ἐν αὐτῷ. Οὐκ ἤκουσας Μωσέως λέγοντος· «Ἐμφάνισόν μοι σαυτόν;» καὶ εὐθέως ἀκούει· «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται.» Μετὰ δὲ τὸ τεθῆναι τὸ σῶμα ἐν τῷ μνημείῳ σὺν τοῖς σώμασι, πῶς κατήρχετο ἡ θεότης ἐν τῷ ᾅδῃ σῶσαι τὰς ψυχὰς γυμνή; Μᾶλλον ἀπολέσαι αὐτὰς κατήρχετο, ἢ σῶσαι. Οὐδεὶς γὰρ ἠδύνατο ἰδεῖν τὴν θεότητα γυμνὴν καὶ σωθῆναι. Οὐκοῦν ἄρα τῆς ψυχῆς χρεία· ἵνα ἐν τῇ ψυχῇ δυνηθῶσιν αἱ ψυχαὶ σωθῆναι. Καὶ πάλιν αὐτὸς ὁ Κύριος λέγει· «Ὁ καλὸς ποιμὴν τὴν ψυχὴν τίθησιν ὑπὲρ τῶν προβάτων. Ἐγώ εἰμι ὁ καλὸς ποιμήν.» Καὶ πάλιν λέγει· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ πάλιν ἆραι αὐτήν.» Καὶ πάλιν χρηματίζει ὁ ἄγγελος τῷ Ἰωσὴφ ἐν τῇ Αἰγύπτῳ, καὶ λέγει αὐτῷ· «Ἀναστὰς, ἆρον τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, ἰδοὺ γὰρ τεθνήκασιν οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.» Ἰδοὺ πάντη μαρτυρεῖται ἐν ταῖς θείαις Γραφαῖς περὶ τῆς ἐπιδημίας τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου Θεοῦ Λόγου, ὅτι τέλειον τὸν ναὸν, ἄνθρωπον ἐφόρεσε γενόμενος ἄνθρωπος, ἵνα σωθῇ πᾶν τὸ γένος ἡμῶν τῶν ἀνθρώπων. Ἀλλὰ τί ἐρεῖς, ὅτι διὰ Ἡσαΐου εἶπε πρὸς τοὺς Ἰουδαίους· «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου;» Ἀφρονέστατε. Ὥσπερ διὰ τούτου τοῦ μεγάλου προφήτου· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Καὶ πάλιν· «Παιδίον ἐγεννήθη·» καὶ πάλιν, ὅτι «Ἄνθρωπός ἐστι,» καὶ, «Τίς γνώσεται αὐτόν;» καὶ περὶ τούτου ἐσήμανε δι' ἑαυτοῦ ὁ Κύριος, ὅτι ἐν τῇ ἐπιδημίᾳ, μέλλοντος αὐτοῦ τοιαῦτα καὶ τηλικαῦτα σημεῖα καὶ τέρατα ποιεῖσθαι ἐν Σαββάτοις, καὶ ἀντὶ τοῦ εὐλογεῖν αὐτὸν, ὑποβαλλόμενοι ὑπὸ τοῦ διαβόλου, ὕβριζον αὐτόν. ∆ιὰ τοῦτο, καθὼς προεῖπον, καὶ αὐτὸ προεσημαίνετο. Λοιπὸν πρὸς ταῦτα τί λέγεις, ὦ ἄψυχε; Καὶ σὺ σὺν ταῖς ἄλλαις αἱρέσεσιν ἀπόλου. Ἡ δὲ καθολικὴ Ἐκκλησία αὕτη, ὀρθῶς ἀναγνοῦσα καὶ ἀκριβῶς ἐρευνήσασα τὰς θείας Γραφὰς, ἐπῳκοδόμησεν ἑαυτὴν ἐπὶ τὴν πέτραν, ἡ τελεία περιστερὰ, ἡ κατέχουσα τὸν οἴακα τῆς ὀρθῆς καὶ εὐσεβοῦς πίστεως ἐν τῷ σκάφει τῷ ἀποστολικῷ. Τῶν κυμάτων προσρασσόντων τῇ ἀκινήτῳ πέτρᾳ, καὶ ἐπαφριζόντων, εἰς ἑαυτὰ ἀναλυόμενα ἐξαφανίζονται. Τρικυμίας δὲ ἡγοῦ πάσας τὰς αἱρέσεις. Ἡμεῖς δὲ, παρακαλῶ, τούτῳ τῷ τριπλόκῳ καὶ ἀδιαιρέτῳ σχοινίῳ τὰ δράγματα σφίγξωμεν, τὰς ἐντολὰς ποιοῦντες λέγω, ἵνα καταντήσωμεν ἐκεῖ εἰς τὸν λιμένα τὸν σωτήριον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ εἴπῃ ὁ Θεὸς Λόγος, ὁ Υἱὸς ἡ σοφία τοῦ Πατρός· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκας,» καὶ καταξιώσῃ εἰπεῖν καὶ πρὸς ἡμᾶς· εὖ, δοῦλοι πιστοὶ καὶ ἀγαθοί· ἐπὶ ὀλίγα ἦτε πιστοὶ, ἐπὶ πολλῶν καταστήσω ὑμᾶς, εἰσέλθετε εἰς τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Γένοιτο! Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать