Αθανάσιος ο Μέγας, 4ος αι.

Ὁμιλία εἰς τὸ Ἆσμα τῶν Ἀσμάτων

Homilia in Canticum canticorum / Проповедь на Песнь Песней

Homilia in Canticum canticorum Τοῦ αὐτοῦ Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὸ Ἆσμα τῶν ᾀσμάτων.

Ποθητοὶ οἱ λόγοι καὶ ἐράσμιοι, καὶ εἰς οὐρανοὺς ἀνάγοντες, καὶ πτεροποιοῦντες τοὺς πιστούς. Πτεροποιοῦσι γὰρ ἀληθῶς αἱ θεῖαι Γραφαὶ τοὺς πιστοὺς τῷ πόθῳ τῶν οὐρανίων. Τοῦτον γὰρ τὸν πόθον ἔχων εἷς τις τῶν ἁγίων ἔλεγε· Τίς δῴη μοι πτέρυ γας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ κα ταπαύσω; Ὁ πόθος τῶν οὐρανίων αὐτὸν εἷλκε, καὶ ἐπτεροποιεῖτο αὐτὸν τῶν ἁγίων ὁ νοῦς, ἐπιλανθανομένων τῶν γηίνων καὶ τῶν ἐπουρανίων μεριμνώντων. Τὸν γὰρ νοῦν ἑαυτῶν δόντες εἰς τὸν οὐρανὸν, καὶ ποθοῦντες τὰ οὐράνια, ἐπελανθάνοντο τῶν γηίνων. Τοῦ τον γὰρ τὸν πόθον ἔχων καὶ Παῦλος ὁ ἀπόστολος ἔλε γε· Κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ὁρᾷς τοὺς ἁγίους πτεροποιουμένους; Πτε ροποιοῦσι γὰρ αὐτοὺς ἀληθῶς οἱ λόγοι οὗτοι. Τίνων γὰρ οὐκ ἐπτεροποιήθη ὁ νοῦς ἀκηκοότων τοῦ ἀναγνώ σματος; Ἰδὲ γὰρ τὸν πόθον τῆς μακαρίας ψυχῆς ταύ της λεγούσης· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νό τε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώ ματά μου. Ἰδὲ τὴν πεποίθησιν τῆς μακαρίας ταύτης ψυχῆς, πῶς θαῤῥοῦσα ἑαυτῇ ἐκκαλεῖται τοὺς πειρα σμοὺς πρὸς δοκιμασίαν ἑαυτῆς. Ἐξεγέρθητι, λέγει, βοῤῥᾶ, καὶ ἔρχου, νότε. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐγὼ ἐστήριγμαι ἐπὶ τὴν πέτραν, ἐρχέσθωσαν οἱ ἄνεμοι καὶ προσβαλλέτωσάν μοι, ὁ μὲν εἷς ἐν τούτῳ τῷ μέρει, καὶ ὁ ἄλλος ἐν τῷ ἄλλῳ μέρει· ἐγὼ οὐ φοβοῦμαι οὐδένα· ἔχω τὴν πέτραν τὴν βαστάζουσάν με· τὴν γὰρ οἰκίαν μου ἐπὶ τὴν πέτραν ᾠκοδόμησα, καὶ ἐν τῷ ἐλθεῖν τοὺς ἀνέμους οὐκ ἐφοβήθην. Θέλεις δὲ γνῶναι τίς ἐστιν ἡ πέτρα, ἐφ' ἧς ἕστηκεν αὐτὴ ἡ μακαρία ψυχή; ἄκουε τοῦ Παύλου πῶς ἑρμηνεύει αὐτὴν καὶ λέγει· Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἐπὶ ταύτης τῆς πέτρας στήκουσα οὐ πτοεῖται, ἀλλὰ καὶ τὸν ἀπὸ βοῤῥᾶ ἐρχόμενον διάβολον οὐ φοβεῖται, οὐδὲ πάλιν τὸν ἐκ νότου. Ὅσον γὰρ τεθεμελίωμαι καὶ ἕστη κα ἐπὶ τὴν πέτραν, οὐδὲν φοβοῦμαι· κἂν ἀπειλῇ μοι θάνατον, οὐ πτοοῦμαι, οὐ φοβοῦμαι διωγμόν. Ἕτοιμός εἰμι τοῦ ὁμολογῆσαι· οὐ φοβοῦμαι λιμὸν, ἔχων τὸν ἐνδυναμοῦντά με Λόγον· καὶ λέγω κἀγὼ κατὰ τὸν μακαριώτατον Παῦλον· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, Χριστῷ. Θλίψις μοι ἐὰν ἔλθῃ, ὑπομένω αὐτήν· διωγμὸς ἐὰν ἔλθῃ μοι, μαρτυρῶ· λιμὸς ἐὰν ἔλθῃ μοι, ἔχω τὸν τρέφοντά με Λόγον· μάχαιρα ἐὰν ἔλθῃ, ἔχω τὸν ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τὸν διικνούμενον μέχρις ἁρμῶν τε καὶ μυελῶν· ἡδο νὴ σαρκὸς ἐὰν ἔλθῃ μοι, τῇ διστόμῳ μαχαίρᾳ ἀπο τέμνω αὐτὴν, καὶ ἀποβάλλω καὶ εὐνουχίζω ἐμαυτόν· οὐ μάχαιραν ἐπιβάλλων, καθάπερ τινὲς τῶν ἀνθρώ πων ποιοῦσιν, ἀλλὰ, καθὼς εἶπεν ὁ Κύριος, ὅτι· Εἰ σὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄνθρωποι μὲν γὰρ ἀνθρώ πους εὐνουχίζουσιν οὐ διὰ τὴν βασιλείαν τῶν οὐρα νῶν, ἀλλὰ διὰ τὴν βασιλείαν τῶν γυναικῶν ἑαυτῶν καὶ διὰ τήρησιν, καὶ διὰ ὑπερηφανίαν. Θέλεις δὲ ἀκοῦσαι τίνες εἰσὶν οἱ εὐνουχίσαντες ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν; ἰδοὺ Ἰωσὴφ διὰ τὴν βασι λείαν τῶν οὐρανῶν εὐνούχισεν ἑαυτόν· κρατηθεὶς γὰρ ὑπὸ τῆς δεσποίνης εἰς τὸν κοιτῶνα, καὶ μηδενὸς ὄν τος ἐν τῷ τόπῳ, κἀκείνης ἀναγκαζούσης τοῦ τελέσαι τὴν ἑαυτῆς ῥᾳθυμίαν, αὐτὸς εὐνούχισε μὴ συγκα ταθέμενος αὐτῇ. Τοῦτο δὲ καὶ ἡ μακαρία Σουσάννα πεποίηκεν, εὑρεθεῖσα μόνη ἐν τῷ παραδείσῳ· κατασχόντες γὰρ αὐτὴν οἱ δύο πρεσβύτεροι, θέλοντες μοιχευθῆναι αὐ τὴν, παράνομοι γέροντες οἱ μισητοὶ παρὰ τῷ Κυρίῳ· τούτοις δὲ καὶ Σολομὼν ἔλεγεν, μᾶλλον δὲ ὁ Κύριος διὰ Σολομῶντος, ὅτι Τρία εἴδη ἐμίσησεν ἡ ψυχή μου, γέροντα μοιχὸν, καὶ πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην· ὁρᾷς, ὅτι μισητοὶ ὄντως παρὰ τῷ Κυρίῳ ἐκεῖνοι οἱ γέροντες; ὅτε οὖν ἐπαν έστησαν τῇ μακαρίᾳ Σουσάννῃ, μηδενὸς ὑπάρχοντος ἐν τῷ τόπῳ, θέλοντες τὴν ῥᾳθυμίαν ἑαυτῶν ἐκτελέ σαι, αὕτη, συμβουλευσαμένη ἐν ἑαυτῇ τῷ λογισμῷ, εὐνούχισεν ἑαυτὴν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄνθρωπος μὲν γὰρ ἄνθρωπον τηρῆσαι οὐ δύναται· οὐδὲ μήτηρ θυγατέρα ἑαυτῆς, οὐδὲ παιδίσκη κυρίαν, ἐὰν μὴ ὁ εὐσεβὴς λογισμὸς φύλαξ γένηται τοῦ ἀνθρώ που. ∆ιὰ τοῦτο, ὦ ἄνερ, εὐνουχίσας σεαυτὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ σὺ, ὦ γύναι, ἔτι ἀσφαλέστερον νοήσασα τὸ ῥητὸν, ἐπισκεψαμένη, δοκίμα σον σεαυτὴν λέγουσα τό· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσά τωσαν ἀρώματά μου. Ὅτε γὰρ Κύριος καὶ Σωτὴρ ἡμῶν ἐσταυρώθη, ὅτε ὁ ἥλιος ἐσκότασεν, καὶ ἡ γῆ ἐσείετο, ὅτε αἱ πέτραι ἐσχίζοντο, καὶ τὰ μνημεῖα ἀνοίγοντο· φόβος συνεῖχε τότε τοὺς μαθητὰς, μὴ εἰ δότας τό· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθή σονται τὰ πρόβατα τῆς ποίμνης· τότε οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ὁμοθυμαδὸν ἦσαν εἰς κέλλιον κρυπτόμενοι. Μὴ παρὼν δὲ ἐνταῦθα Ἰουδαῖος χλευαζέτω, μηδὲ ἀκούων Ἕλλην γελάτω. Ἐν τούτῳ γὰρ τὴν ἐλπίδα ἔχομεν· διὰ τοῦτο καὶ παῤῥησιαζό μενος λαλῶ. Οὗτος γὰρ ὁ κρεμάμενος ἐπὶ ξύλου, αὐ τός ἐστιν ἡ σωτηρία ἡμῶν· ἡ γὰρ τούτου σταύρωσις κάθαρσις ἁμαρτιῶν ἦν. Καὶ ἦν θέαμα μέγα τότε γιγνόμενον, ὅτι, τοῦ σώματος σταυρουμένου, ἡ ἁμαρτία ἔπιπτεν. Εἰ μὴ γὰρ ἦν οὗτος ἐσταυρωμένος ἄχρι τοῦ νῦν, εἵλομεν τοὺς μώλωπας καὶ τὰς ἀσθενείας ἐν τῷ σώματι. Καὶ θεωρῶν ἡμῶν ὁ διάβολος τὸ ἀσθενὲς κατ εγαυρία ἡμῶν ἐπανιστάμενος καθ' ἡμῶν. Εἶπε γὰρ ὁ ἐχθρός· ∆ιώξας καταλήψομαι. ∆ιὰ τοῦτο ὁ Κύριος, κατελθὼν, πρὸς οὐδένα ἦλθεν εἰ μὴ πρὸς τὸν διάβολον· ἐκεῖνος γὰρ ἦν ὁ διδοὺς ἡμῖν τὰ τραύματα, καὶ διαφθείρας ἡμᾶς ἐν ταῖς ἀσθενείαις. ∆ιὰ τοῦτό φησι ὁ Κύριος λέγων· Ἰδοὺ ἐγὼ πρὸς σὲ, τὸ ὄρος τὸ διεφθαρμένον, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν. ∆ιὰ τοῦτο οὖν φησι· Μὴ γελάτω Ἰουδαῖος, τῶν μαθητῶν κρυπτομένων, καὶ τοῦ σώματος σταυρουμένου. Τοῦ γὰρ σώματος κινουμένου ἐν τῷ σταυρῷ, ὁ Λόγος ἐσκύλευσε τὸν ᾅδην· καὶ οἱ θυρωροὶ τοῦ ᾅδου βλέποντες ἔπτησσον· τότε αἱ γυναῖκες παρεκάθηντο τῷ σώ ματι ἐν τῷ μνημείῳ κλαίουσαι. Τότε οἱ μαθηταὶ τοῦ Κυρίου ἔσω ἐν τῷ κελλίῳ κρυπτόμενοι λεγέτωσαν. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε. διάπνευσον κῆπόν μου, καὶ ῥευσά τωσαν ἀρώματά μου. Τὸ μὲν σῶμα τὸ ἐν τῷ βοῤῥᾷ κείμενον ἐξεγειρέσθω, ὁ δὲ Λόγος ἐκ τοῦ νότου ἐρχέ σθω. Ἆρ' οὖν ἐν τῷ βοῤῥᾷ ἔκειτο τὸ σῶμα τοῦ Κυ ρίου; Καὶ γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἦν σταυρωθεὶς ὁ Κύριος, καὶ ἦν ἐκ βοῤῥᾶ τῆς Ἱερουσα λήμ. ∆ιὰ τοῦτο ὁ ∆αυῒδ παρατετηρημένως ἔλεγεν· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. ∆ιὰ τοῦτο καὶ ἡμεῖς, ὅτε γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ὅπου ἐσταυρώθη ὁ Χρι στὸς, καὶ ἦμεν ἑστῶτες ἐν τῇ ἀνατολῇ, καὶ προσευ χόμενοι. καὶ ἦν βορεινὸς ὁ τόπος ὅπου ἦν σταυρωθεὶς ὁ Κύριος. ∆ιὰ τοῦτο οὖν οἱ μαθηταὶ ἐν τῷ κελλίῳ ἔσω κρυπτόμενοι λεγέτωσαν· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε, ἐξεγέρθητι σὺν βοῤῥᾷ, τουτέστιν, ἐκ τοῦ νότου εἰς τὸ σῶμα. Τοῦτο γὰρ καὶ ἐν τοῖς προ φήταις γέγραπται, ὅτι Ὁ Θεὸς ἐκ Θεμὰν ἥξει. Τριημέρου δὲ κειμένου τοῦ σώματος ἐν τῷ βοῤῥᾷ, ἔρχεται ὁ Σωτὴρ ἐκ τοῦ νότου, καὶ λαμβάνει τὸ σῶ μα τὸ ἐν τῷ βοῤῥᾷ κείμενον, καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς ἐν τῷ τόπῳ ὅπου ἦσαν. Τότε λοιπὸν, εἰσελ θόντος τοῦ Ἰησοῦ, ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Τότε λεγέτωσαν οἱ μαθηταὶ τῷ Κυρίῳ· Ὦ Κύριε, ὅτε σὺ ἐσταυρώθης, καὶ ἐσκύλευες τὸν ᾅδην, ἡμεῖς ἦμεν ἐν κελλίῳ ὁμοθυμαδὸν συνερχόμενοι καὶ ζητοῦντες τὸ παρὰ σοῦ φῶς· φῶς δὲ ἡμῖν ἡ σὴ παρουσία. Μὴ βλέποντες δὲ τὴν σὴν παρουσίαν, ἦμεν ἐν σκότει πολλῷ συνεχόμενοι· καὶ ἐλέγετο καθ' ἡμῶν τοῦτο, ὅτι, Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐν κακοῖς γὰρ ἦμεν τότε, οὐκ ἐβλέπομέν σε· νῦν δὲ ὅτε εἴδομεν, ὅτι ἐξεγέρθη ὁ βοῤῥᾶς καὶ ἦλθεν ὁ νότος, τότε ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Τότε προσερχέσθω ὁ Θωμᾶς κατανοῆσαι τὸ σῶ μα, καὶ ἰδεῖν τοὺς τύπους τῶν ἥλων, καὶ ἐν τῷ κατα νοῆσαι αὐτὸν καὶ ἰδεῖν τοὺς τύπους τῶν ἥλων λεγέτω· Ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Ἀρώματα δὲ ἡμῶν ἡ ἀφθαρσία τοῦ σώματος, ἣν ἐνεδύ σατο. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Παῦλος ἔλεγεν· ∆εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Πότε δὲ ἐν εδύσατο τὸ σῶμα τὴν ἀφθαρσίαν εἰ μὴ διὰ τῆς ἀνα παύσεως τοῦ Λόγου; ἀμέλει γε ὅτε ἀνέστη ὁ Σωτὴρ, καὶ ἦλθον αἱ γυναῖκες ἅψασθαι αὐτοῦ, ἔλεγεν αὐταῖς· Μή μου ἅπτεσθε· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου. ∆ιὰ τοῦτο, εἰ εὐνούχισας σεαυτὸν, ὦ ἄνερ, καὶ σὺ, ὦ γῦναι, ἀκούσατε τὸν πόθον τῆς μα καρίας ταύτης ψυχῆς, πῶς ποθοῦσα τοῦ Λόγου λέγει· Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. Τότε μὲν γὰρ παρεκάλει τὸν Λόγον καταβῆναι εἰς τὸν κῆπον καὶ φαγεῖν καρπὸν ἀκροδρύων αὐτοῦ· πρὸς μὲν γὰρ τὸν κῆπον τὸν κόσμον εἶναι, ἐφ' ὃν παρεκάλει αὐτὸν κα ταβῆναι καὶ φαγεῖν καρπὸν ἀκροδρύων αὐτοῦ· τὰ δὲ ἀκρόδρυα εἶναι τοὺς ἀνθρώπους· τὸν δὲ καρπὸν εἶναι τῶν ἀκροδρύων τὰς πράξεις τοῦ νόμου· ὃν παρεκά λει αὐτὸν καταβῆναι καὶ φαγεῖν. Οὕτω καὶ ἡμεῖς εἰ ἔχομεν ἑτοίμους τοῦ νόμου ἀποδοῦναι τοὺς καρποὺς τῷ Κυρίῳ, παρακαλῶμεν καὶ ἡμεῖς τὸν Λόγον κατα βῆναι καὶ φαγεῖν τὸν καρπὸν τῶν ἀκροδρύων αὐτοῦ· αὐτοῦ γάρ ἐσμεν ἀκρόδρυα καὶ ποιήματα κτισθέντες ἐπ' ἔργοις ἀγαθοῖς. ∆ιὰ τοῦτο καὶ παρακαλῶμεν αὐτόν. Πῶς δὲ αὐ τὸν παρακαλοῦμεν; ∆ιὰ δεήσεων καὶ προσευχῶν, οὐχ ἵνα τῷ στόματι κράζωμεν, ἀλλὰ τῷ λογισμῷ ἐν ἑαυ τοῖς εὐχόμενοι. Τί γὰρ εὐχόμενος κράζεις, ὡς τοῦ Θεοῦ κοιμωμένου; Ἰδοὺ γὰρ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Τοῦτο δὲ καὶ Ἱερεμίας ἔλεγεν· Ἐγρηγόρησεν ἐπὶ τὰ ἀσεβήματά μου· τοῦτο δὲ καὶ Ἡσαΐας ἔλεγεν· Ἔτι σου λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. Οὐ γὰρ ἀναμένει ὁ Θεὸς τοὺς ἐκ τῶν χειλέων λόγους. Ἀμέλει γε ὁ Σωτὴρ ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν, ὅτι Οἶδεν ὁ Θεὸς ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. ∆ιὰ τοῦτο μὴ ὡς ἐξ ἔργου εὐχόμενοι κράζωμεν· ἀλλ' εἰ καὶ τῷ στόματι εὔχῃ, εὔχου καὶ τῷ νοΐ· τοῦτο γὰρ καὶ ὁ Παῦλος ἔλεγε· Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ. Ἐκ βαθέων γὰρ, φησὶ, ἐκέκραξά σοι, Κύριε. ∆ιὰ τοῦτο καὶ ἡ γυνὴ ἐν ταῖς Βασιλείαις ὅτε ηὔχετο κράζουσα, ὁ ἱερεὺς ἐφίμωσε τὸ στόμα αὐτῆς, ἡγησά μενος αὐτὴν, ὅτι ἐμέθυεν· καὶ ὅμως ἐκείνη, τῷ νοῒ εὐχομένη, καὶ εἰσηκούσθη, καὶ ἔτεκε τὸν Σαμουήλ. ∆ιὰ τοῦτο καὶ σὺ τί εὐχόμενος κράζεις, ὡς τοῦ Θεοῦ μὴ ἀκούοντος; Ἄκουε τοῦ λέγοντος, ὅτι Ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; Εἰ μὲν γὰρ σὺ ἔχων ὦτα ἀκούεις, πόσῳ μᾶλλον ὁ ποιητὴς ὤτων; ∆ιὰ τοῦτο παρὰ Κυρίῳ μὴ εὐχόμενοι κράζωμεν, ὡς τοῦ Θεοῦ μὴ ἀκούοντος· καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει. Θεωρεῖς γὰρ τὸν πόθον τὸν ἐν ταύτῃ τῇ μακαρίᾳ ψυ χῇ, πῶς, παρακαλούσης αὐτῆς καὶ λεγούσης· Κατα βήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ· πῶς εὐθέως λέγει ὁ Λό γος· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη; ὡς οὐδὲν ταχύτερον· ἔτι γὰρ αὐτῆς λαλούσης, εὐ θέως ὑπήκουσε· θεωρεῖς τὸ γεγραμμένον· Ὅτι καὶ ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι; Ἅμα γὰρ ἐν τῷ αὐτὴν παρακαλεῖν καὶ λέγειν· Κατάβηθι, ὦ Λόγε, εἰς τὸν κῆπόν σου, καὶ φάγε τὸν καρπὸν τῶν ἀκροδρύων σου, εὐθέως ὑπήκουσεν αὐτῇ λέγων· Εἰσῆλθον εἰς τὸν κῆπόν μου, ἀδελφή μου νύμφη. ∆ιὰ τί δὲ καὶ νύμφην καὶ ἀδελφὴν αὐτὴν ὀνομάζει; Πᾶς γὰρ νυμφίος οὐκ ὀνομάζει τὴν νύμφην αὐτοῦ ἀδελφήν· ὧδε δὲ καὶ ἀδελφὴν καὶ νύμφην αὐτὴν ὀνομάζει, ἵνα δείξῃ, ὅτι οὐκ ἔστιν ὁ θάλαμος ἐπᾳδόμενος σαρκός. Ὅταν μὲν γὰρ ὀνομάζει αὐτὴν νύμφην, διὰ τὸν Λόγον, τὸν μνηστευθέντα τὴν ψυχήν. Τοῦτο γὰρ καὶ Παῦλος ἔλεγεν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν δὲ καὶ ἀδελφὴν αὐτὴν ὀνομάζει, διὰ τὴν σάρκα ἢν ἐφόρεσε. Τοῦτο γὰρ εἷς τῶν προφητῶν σημαίνων περὶ αὐτοῦ ἔλεγεν· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. ∆ιὰ τοῦτο μηδεὶς νομιζέτω σαρκικοὺς εἶναι τοὺς λόγους τούτους. Ὅτε μὲν γὰρ παρεκάλει αὐτὸν ἡ μακαρία αὕτη ψυχὴ λέγουσα· Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ, ὅταν μὲν γὰρ ἀκούσῃ ψυχὴν, μὴ μίαν ψυχὴν ὑπολάμβανε, ἀλλ' ὅλον τὸν κόσμον. ∆ιὰ τοῦτο τοίνυν παρακαλοῦμεν αὐτὸν λέγοντες· Κατάβηθι, ὦ Λόγε, εἰς τὸν κῆπόν σου, καὶ φάγε τὸν καρπὸν τῶν ἀκροδρύων σου· καὶ εὐθέως αὐτὸς ἐπήκουσεν· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη· ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου. Πότερον παρεκάλεσάς με καταβῆναι καὶ φαγεῖν τοὺς καρπούς; Ἰδοὺ καταβέβηκα· δός μοι τοὺς καρπούς. Ὁ μὲν οὖν τῶν Ἰουδαίων λόγος εὐ θέως φέρει ἀντὶ σταφυλῶν ἀκάνθας, καὶ ἀντὶ συκῶν τριβόλους. Πότε δὲ προσήνεγκαν αὐτῷ τούτους τοὺς καρποὺς, εἰ μὴ ὅτε ἐσταυροῦτο; Ἤτησε γὰρ πιεῖν ἐκ τῶν καρπῶν τῆς ἀμπέλου, καὶ ἀντὶ οἴνου προσήνεγκαν αὐτῷ ὄξος. Ὁρᾷς τὸν καρπὸν αὐτῶν ὅτι ὤξηκε; Λεγέτω τοίνυν ὁ Σωτήρ· Παρεκάλεσάς με καταβῆναι, καὶ φαγεῖν ἀπὸ τῶν ἀκροδρύων, καὶ ἰδοὺ ἦλθον διψῶν, καὶ ὄξος μοι προσήνεγκας· καὶ ἦλθον πάλιν πεινῶν ἐπὶ τὴν συκῆν, καὶ φύλλα μόνον εὗρον. Εἴθε δὲ κἂν φύλλα μόνον εὑρίσκειν, καὶ μὴ τὸ ξύλον ξηρόν· διὰ τοῦτο γὰρ καὶ κατηρασάμην αὐτήν. Καταβέβηκα γὰρ φαγεῖν τοὺς καρποὺς τῶν ἀκροδρύων, καὶ ἰδοὺ καταβὰς εὗρον αἵματα ἐφ' αἵμασιν μισγόμενα, πορνεύοντας καὶ μοιχεύοντας, καὶ αἵματα ἀθῶα ἐκχυνόμενα. Εὗρον ὑμᾶς γλύφοντας λίθους, καὶ Θεὸν ὀνομάζοντας· καὶ λοιπὸν ἀντὶ ἀκροδρύων σμύρναν· καὶ εἰς θάνατον ἄγομαι διὰ σέ. Καταβέβηκα τοῦ φαγεῖν τοὺς καρποὺς τῶν ἀκροδρύων· καὶ ἰδοὺ θάνατον τρυγῶ διὰ σέ· σμύρναν τρυγῶ μετὰ ἀρωμάτων. Ἀλλ' εἴθε τρυγήσαντός μου τὴν σμύρναν σωθέντες ἦτε καὶ πεπαυμένοι τῶν κακῶν, καὶ μὴ λεγέτω καθ' ὑμῶν τὸ ἐν τῷ εἰκοστῷ ἐννάτῳ ψαλμῷ λεγόμενον· Τίς ὠφέλεια ἐν τῷ αἵματι μου ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; Καταβέβηκα γὰρ διὰ σὲ, καὶ θάνατον ἐτρύγησα καὶ σμύρναν· ἀλλ' οὐ μόνον τὴν σμύρναν, ἀλλὰ μετὰ ἀρωμάτων. Πῶς δὲ καὶ μετὰ ἀρωμάτων; Ὅτε γὰρ ἐτρύγησα τὴν σμύρναν, τουτέστι τὸν θάνατον· ὅτε ἐτέθη ἐν τῷ μνημείῳ, καὶ ἀνέστησεν τὸ σῶμα ἄφθαρτον, τότε ἐφάνησαν τὰ ἀρώματα· ἀρώματα δὲ ἦν ἡ ἀφθαρσία τοῦ σώματος. ∆ιὰ τοῦτο καλῶς λέγει· Ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου· ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου· ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. Θεωρεῖς τὸν Λόγον τὸν πρὸς πᾶσαν ἡλικίαν γιγνόμενον; καὶ τοῖς Ἰουδαίοις νηπίοις οὖσιν διδοὺς τροφὴν μέλι καὶ γάλα· μέλι δὲ καὶ γάλα ἐὰν ἀκούσῃς, τὸν νόμον νόμιζε· ὡς γὰρ νηπίοις αὐτοῖς οὖσιν ἐδόθη τὸ γάλα· τοῖς δὲ τελείοις ὁ ἄρτος καὶ ὁ οἶνος δίδοται· στερεὰ γάρ ἐστι τροφὴ καὶ ὁ ἄρτος καὶ ὁ οἶνος, τουτέστι τὸ Εὐαγγέλιον. ∆ιὰ τοῦτο τοίνυν καλῶς λέγει ὁ Σωτήρ· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. Θεωρεῖς πῶς πανταχοῦ λέγει; Αὐτοῦ γάρ ἐστι καὶ ἡ Καινὴ καὶ ἡ Παλαιά. ∆ιὰ τοῦτο οὐαὶ τοῖς Ἰουδαίοις τοῖς τὸ μέλι καὶ γάλα ἐσθίουσιν. Ὡσαύτως δὲ καὶ οἱ Μανιχαῖοι τὸν ἄρτον καὶ τὸν οἶνον ἐσθίουσιν· ἡ δὲ Καθολικὴ Ἐκκλησία τὰ δύο ὁμοῦ ἐσθίει, τὸν ἄρτον μετὰ τοῦ μέλιτος, καὶ πίνει τὸν οἶνον μετὰ τοῦ γάλακτος· καὶ ἐσθίοντες μὲν τὸν ἄρτον συναναλίσκομεν τῷ λόγῳ καὶ τὸ μέλι. Καὶ τὸ πρόβατον γέγραπται ἐσθίειν τὸ Πάσχα. Λαμβάνω τὸ πρόβατον καὶ συναναλίσκω αὐτὸ τῷ Λόγῳ· καὶ οὐκ ἐσθίω τὸ πρόβατον μόνον, ἀλλὰ καὶ τὸν ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον Λόγον. ∆ιὰ τοῦτο καλῶς λέγει· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, καὶ ἔπιον οἶνόν μου μετὰ γάλακτός μου· καὶ εὐθέως λέγει· Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφοί. Ἰδὲ τὸν Σωτῆρα πῶς νηπίοις παραγγέλλει φαγεῖν· τοῖς δὲ μείζοσι λέγει, Καὶ πίετε· τοῖς δὲ τελείοις ἔλεγεν, ὅτι Καὶ μεθύσθητε, ἀδελφοί. Ἀμέλει γε Παῦλος, τέλειος ὢν, καὶ μεμεθυσμένος τὴν θείαν ταύτην μέθην, ἔλεγεν· Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν. Μὴ νομίσῃς δὲ αὐτὸν, ὅτι ἀπὸ οἴνου ἦν ἐξιστάμενος· αὐτὸς γὰρ παρήγγειλε· Μὴ μεθύσκετε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλ', Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου, Τιμοθέῳ γράφει· εἰ δὲ ἄλλοις παραγγέλλει, πόσῳ μᾶλλον ἑαυτῷ; Ἐκεῖνος γὰρ μεμεθυσμένος ἦν καλὴν καὶ θείαν ἀπὸ τοῦ Λόγου μέθην. Γένοιτο δὲ καὶ ἡμᾶς συναριθμηθῆναι μετ' αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

3
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать