Αθανάσιος ο Μέγας, 4ος αι.

Ὁμιλία περὶ τῶν Ἁγίων Πατέρων καὶ Προφητῶν α'

Homilia in sanctos patres et prophetas 1 / Проповедь о святых отцах и пророках (1)

Homilia in sanctos patres et prophetas ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Εἰς τοὺς ἁγίους Πατέρας καὶ προφήτας, καὶ εἰς τὴν πάνσεπτον Ἐκκλησίαν, καὶ εἰς τὸν λδʹ ψαλμὸν ὁμιλία.

Ἡ ποδηγοῦσα πίστις εἰς τὴν ὁδὸν τῆς θεογνωσίας, καὶ τὴν ἐνάρετον καὶ ἀκατάληπτον πολιτείαν, οὐ νεωτέραν ἔχει τὴν ἀρχὴν, καθώς φασιν ἀνόμιμοι καὶ ἀλιτήριοι Ἰουδαῖοι· ἀλλ' ἄνωθεν ἐκ τῶν ὁσίων καὶ εὐσεβῶν Πατέρων, λέγω δὲ τοῦ Ἄβελ, καὶ τοῦ Ἐνὼχ, καὶ τοῦ Νῶε, καὶ τοῦ Ἀβραὰμ, καὶ τῶν ἄλλων δὲ πάντων δικαίων. Καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ μυροφόρον ἀγγεῖον, τὸν στύλον τῆς ἀληθείας Παῦλον, γράφοντα ταῦτα ἐπὶ λέξεως καὶ λέγοντα· Πίστει Ἄβελ πλείονα θυσίαν παρὰ Κάϊν προσεδέξατο ὁ Θεός· ὅθεν καὶ ζῇ εἰς τὸν αἰῶνα. Πίστει Ἐνὼχ εὐαρεστήσας τῷ Θεῷ, μετετέθη εἰς τὸν παράδεισον, μὴ θεασάμενος μηδὲ τὸν κοινὸν θάνατον τῆς φύσεως. Πίστει Νῶε κατεσκεύασε τὴν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, χαρακτηρίζων τὴν ἀνεκλάλητον Ἐκκλησίαν, ἔχουσαν διόροφα καὶ τριό ροφα, ἐπίκλησιν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύ ματος. Πίστει Ἀβραὰμ, ἐξελθὼν ἐκ τῆς Χαλδαϊκῆς χώρας, παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἀπεκδεχόμενος τὴν ἐπουράνιον πόλιν, τὴν ἄνω Ἱερου σαλὴμ, τὴν μητέρα τῶν πρωτοτόκων, ἧς τεχνίτης καὶ δημιουργὸς μόνος ὁ Θεός. Πίστει Ἰσαὰκ ἀναφερό μενος ἐπὶ τὸ θυσιαστήριον, οὐκ ἀπεδάκρυσεν, εἰδὼς, ὅτι εἰκονίζει τὸν ἀμνὸν τὸν μέλλοντα αἴρειν τὴν ἁμαρτίαν τοῦ κόσμου. Πίστει Ἰακὼβ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ, ἐκμηνύων ἀντικρὺ τὸν νικοποιὸν καὶ τρισμακάριον σταυρόν. Πίστει, Ἰωσὴφ τελευτῶν ἐνετείλατο τοῖς υἱοῖς Ἰσραὴλ περὶ τῶν ὀστέων αὐτοῦ, ἐξαγαγεῖν αὐτὰ ἐκ τῆς Αἰγύπτου, ἵνα μὴ μέλλουν (sic) οἱ Αἰγύπτιοι ὡς Θεὸν αὐτὰ σέβεσθαι. Πίστει Ῥαὰβ οὐ συναπώλετο τῇ πόλει Ἱεριχὼ, δεξαμένη μετ' εἰρήνης τοὺς κατασκόπους. Πίστει Μω σῆς ἐποίησε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵμα τος, πρὸς τὸ καὶ ἡμᾶς πίστει ἐπιτελεῖν τὸ σωτήριον Πάσχα, καὶ μὴ ἐν ὑποκρίσει («Πᾶν γὰρ τὸ μὴ ἐκ πίστεως γενόμενον ἁμαρτία ἐστί»)· χρίοντας τῷ αἵματι οὐκ ἐπὶ τῶν δύο σταθμῶν τῶν θυρῶν, ἀλλὰ σφραγίζοντας ψυχὴν καὶ σῶμα· ἵνα ὁ Φαραὼ σὺν τῷ διαβόλῳ καταποντισθῇ εἰς τὸ πέλαγος τῆς Ἐρυθρᾶς θαλάσσης. Ἡμεῖς δὲ ὁ νέος Ἰσραὴλ μετὰ Μωσέως ᾄδωμεν τὴν ἐπινίκιον ᾠδήν. Πίστει οἱ προφῆται κατ ηγωνίσαντο βασιλείας, ἐπέτυχον ἐπαγγελιῶν, ἔφρα ξαν στόματα λεόντων, δηλονότι ὁ σοφὸς ∆ανιήλ· ἔσβεσαν δύναμιν πυρὸς, οἱ τρεῖς παῖδες δηλαδὴ, πατή σαντες τὴν φλόγα τοῦ πυρὸς δρόσου μαλακωτέραν. Ἕτεροι δὲ ἐτυμπανίσθησαν περὶ τοὺς ἄξονας τῶν τροχῶν μεληδὸν κλονούμενοι, μὴ παραδεξάμενοι τοῦ τυράννου Ἀντιόχου τὴν παράκλησιν, ὅτι «θύσατε καὶ γίνεσθέ μου φίλοι,» ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἐλιθάσθη ὁ φερώνυμος Στέφανος, περιθέ μενος τοῖς κροτάφοις τὸ στέφος τῆς δικαιοσύνης. Ἐπρίσθη Ἡσαΐας, ἀλλ' ἐγκωμιάζεται εἰς τὸν αἰῶνα. Ἀπέθανον ἐν μαχαίραις Ἰωάννης καὶ Ἰάκωβος· ἐφονεύθη Ζαχαρίας· περιῆλθον ἐν μηλωταῖς Ἡλίας καὶ Ἐλισσαῖος, καὶ ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, κακουχούμενοι ὑπὸ ἀσυνέτων, μένοντες ἐν σπηλαίοις, καὶ ἐν ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ὅλος ὁ κόσμος ἄξιος. Αὐτοὶ γὰρ ἄξιοι ἦσαν, ὡς θεοφιλεῖς καὶ φιλάρετοι ἄνδρες. Λέγει δὲ καὶ ∆αβὶδ ἡ πνευματικὴ λύρα, καθὼς ἀρτίως ἠκούσαμεν διὰ τοῦ ὑποφωνηθέντος ἡμῖν ᾄσμα τος· «∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με· πολέ μησον τοὺς πολεμοῦντάς με.» Οὐκ ἐκφαίνων ταῦτα ὁ Θεὸς λέγει πρὸς αὐτόν· Θέλεις, ὁ ∆αβὶδ, καταπολεμηθῆναι τοὺς ἐχθραίνοντάς σοι; Ὁ δὲ ∆αβίδ· Ναὶ, Κύριε, καὶ πάνυ αὐτοὺς θέλω καταπολεμηθῆναι. Ὁ δὲ Μονογενής· Καὶ ἐὰν ταῦτα ὑποστῶσιν οἱ ἐχθροί σου, ποῦ σου τὸ ἀμνησίκακον; Πῶς δὲ καὶ δύνασαι ψάλλειν ἀληθεύων· «Κύριε, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός;» Ὁ δὲ ∆αβίδ· Ναὶ, ∆έσποτα, ὅτι οὕτω ψάλλω ἀληθῆ, ἀλλ' ἐὰν σὺ αὐτοὺς πολεμήσῃς, καὶ διὰ τὰ παρὰ σοῦ γινόμενα πάντα ἄγνωστα καὶ ἀκατάληπτα ὑπάρχει. Οὕτω δέ μοι καὶ ἐνετείλω· Μὴ ἑαυτὸν ἐκδικήσῃς· «Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω αὐτοῖς.» Ὁ δὲ Μονογενής· Καὶ πῶς χρὴ πολεμηθῆναι τοὺς ἐχθραίνοντάς σε; λέγε καὶ φανεροποίει τὴν αἰτίαν. Ὁ δὲ ∆αβίδ· Οὐ χρείαν ἔχεις, ∆έσποτα, ἐρωτήσεως ἢ ὑπομνήσεως, ὢν προ γνώστης καὶ εἰδαίνων τὰ προγνώσεως, καὶ ποίας προαιρέσεως ἔχει γενέσθαι ὁ μέλλων τίκτεσθαι ἄν θρωπος. Οὐδὲ ὑπάρχεις, ὡς εἷς τῶν ἀρχόντων, ἀγνοῶν τοὺς νόμους, ἢ χρῄζων συνηγόρου ἢ συγκαθ έδρου, οἳ πρὸς ἓν ἕκαστον κεφάλαιον ἀποφαίνοντες. Σὺ γὰρ εἶ σύνθρονος τοῦ Πατρὸς, τῶν νόμων εὑρε τὴς, τῶν σοφῶν διορθωτὴς, τῆς δικαιοσύνης χορηγὸς, τῶν καταπονουμένων ὑπερασπιστὴς, τῶν συκοφαντουμένων ἔκδικος. Τὴν γὰρ Σουσάνναν συκοφαντη θεῖσαν ὑπὸ τῶν ἀκολάστων γερόντων ἐῤῥύσω ἀπὸ τοῦ θανατικοῦ ψηφίσματος, ἀποστείλας εἰς δικολογίαν τὸν σοφὸν καὶ ἀνάργυρον ῥήτορα ∆ανιήλ. Ἐπεὶ οὖν πάντων ἔχεις γνῶσιν, καὶ ἐπίστασαι, πῶς χρὴ αὐτοὺς πολεμηθῆναι· εἰ δὲ ἐπιτρέπεις μοι, λέγω· εἰμὶ γὰρ δοῦλος τῆς σῆς φιλανθρωπίας, καὶ τοῦτο ἀχρεῖος, καὶ οὐ δύναμαι ἀντιπρᾶξαι τῇ κελεύσει σου. Ὁ δὲ Μονογενής· Ἐπιτρέπω σοι, καὶ εἰπὲ ἀτρόμως καὶ ἀνυπεσταλμένως. Ὁ δὲ ∆αβίδ· «Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου.» Ὁ δὲ Μονογενής· Καὶ ποίου ὅπλου ἔχω ἐπιλαβέσθαι, ἢ ποίου θυρεοῦ; Πῶς δὲ ἔχω ἀναστῆναι εἰς βοήθειάν σου; Μὴ ἆρα ἐκείνου τοῦ ὅπλου ἢ ἐκείνου τοῦ θυρεοῦ ἔχω ἐπιλαβέσθαι, ὃν ἀφείλου ἀπὸ τοῦ ἀλλοφύλου Γολιὰθ, ὃν καὶ ἐπάταξας ἐπὶ τῇ κοιλάδι, ἐμοῦ ὁδηγήσαντος τὸν λίθον εἰς τὸ ἀσημείωτον καὶ ἀφώτιστον αὐτοῦ πρόσωπον; Ἀλλ' ἴσθι τοῦτο σαφῶς, ὅτι ἐγὼ τούτων τῶν ὅπλων πάντη καὶ καθόλου χρείαν οὐκ ἔχω. Ἐὰν δὲ καὶ συσχῶ τὸ πνεῦμα, τελευτᾷ πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς. Ὁ δὲ ∆αβίδ· Οἶδα καὶ ἐγὼ, ∆έσποτα, ὅτι τούτων τῶν ὅπλων χρείαν οὐκ ἔχεις, ὢν βασιλεὺς κραταιὸς, παντοδύναμος, ἀκατα μάχητος, διαιωνίζων. Ἱκετεύω δὲ τὴν ἀσύγκριτον ἀγαθωσύνην σου ἐπιλαβέσθαι ὅπλου καὶ θυρεοῦ, τουτέστιν, ἐνανθρωπήσεως καὶ πάθους· ἀναστῆναι δέ μοι εἰς βοήθειαν τῇ τρίτῃ ἡμέρᾳ. Ὁ δὲ Μονογενής· Καὶ σὺ πόθεν οἶδας ταῦτα τὰ θεῖα καὶ ἀπόκρυφα μυστήρια, «εἰς ἃ ἐπιθυμοῦσιν οἱ ἄγγελοι παρακύψαι;» Ὁ δὲ ∆αβίδ· Ἔλαβον αὐτῶν τὴν γνῶσιν παρὰ τοῦ ἁγίου παρακλήτου Πνεύματος. Ὁ δὲ Μονογενής· Μεθ' ὧν οἶδας ταῦτα, εἰπὲ, εἴ τι καὶ ἄλλο ἔχεις· ἀκούσομαι γάρ σου καὶ περὶ αὐτοῦ εὐμενῶς καὶ δι καίως. Ὁ δὲ ∆αβίδ· «Εἶπον τῇ ψυχῇ μου, Σωτηρία σου εἰμί.» Ὁ δὲ Μονογενής· Τοῦτο ἔχεις, καὶ θάρσει· σώσω γάρ σου τὴν ψυχὴν διὰ τῆς ἐνανθρω πήσεώς μου καὶ τοῦ πάθους. Ὁ δὲ ∆αβίδ· «Ἐθαρσοποιήθην λίαν· καὶ παραυτὰ ἀνθυποφέρει· «Κύριε, τίς ὅμοιός σοι; ὁ δὲ Μονογενής· Ὁ Πατήρ. Ὅθεν καί φημι· «Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα μου.» Πορεύου ἐν εἰρήνῃ, ἀπεκδεχόμενος τῶν ἐπαγγελιῶν τὴν μακαρίαν ἐλπίδα. Οὐκοῦν ἀπολυθέντων τούτων ἐφοδίων, οἱ ἄγγελοι τοῦ Θεοῦ ἐξελθόντες κεκράγασιν μεγάλῃ τῇ φωνῇ· Εἴ τις καὶ ἄλλος ἔχει δίκην τῶν προφητῶν, εἰσερχέ σθω ἀκωλύτως, συνηγορῶν τὴν ἀλήθειαν. Πρὸς τὴν παρακέλευσιν εἰσέρχεται Ναβουθὲ ὁ Ἰσραηλίτης, ὃν καὶ θεασάμενος αὐτὸν ὁ Μονογενὴς λέγει· Σὺ δὲ με τὰ τίνος ἔχεις, ἢ μετὰ τίνα βούλῃ δικάσασθαι; Εἰ δὲ αὐτὸς δι' αὐτοῦ οὐ δύνασαι εἰσηγήσασθαι τὴν ὑπό θεσιν τοῦ πράγματός σου, ἔχεις δὲ δικολόγον, καὶ αὐτὸς εἰσερχέσθω ἀκωλύτως, συνηγορῶν σοι τὴν ἀλή θειαν. Ὁ δὲ Ναβουθέ· Ναὶ, ∆έσποτα, ἔχω συνήγορον δικαιότατον, ἁρματηλάτην Ἡλίαν· ἡ δὲ δίκη μου συγκροτεῖται μετὰ τῶν ψευδομαρτύρων. Ὅθεν ἀρ χόμενος τοῦ πράγματός μου λέγω κατὰ τὸ ἑξῆς· «Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με,» διαβεβαιούμενοι ὅτι ηὐλόγησα Θεὸν καὶ βασιλέα· οὓς καὶ ἐξετάζων ὁ Κύριος ἔφη· Εἴπατέ μοι φιλαλήθως, τίς ὑμᾶς ἠνάγκασε συκοφαντῆσαι τὸν ἐμὸν δοῦλον καὶ νομοφύλακα; Οἱ δὲ ἀπ εκρίνοντο· Ἀχαὰβ καὶ ἡ γυνὴ αὐτοῦ Ἰεζαβέλ. Ὁ δὲ Μονογενής· Ἔστω οὖν ὁ Ἀχαὰβ ἐν τῷ πολέμῳ τοξευόμενος βέλει εὐθυβόλῳ κατὰ τοῦ ἥπατος, ἢ μᾶλλον κατὰ τοῦ πνεύμονος, τοῦ ἀδίκως ἀναπνεύσαντος εἰς τὴν πλεονεκτικὴν ἐπιθυμίαν. Ἡ δὲ Ἰεζαβὲλ ἔστω ῥιπτομένη ἐν οἰκοπέδῳ, γενέσθω δὲ κυνῶν τάφος. Ὁ δὲ Ναβουθὲ κληρονομήτω ἀντὶ τοῦ ἐξαφανιζομένου ἀμπελῶνος τὴν τρυφὴν τοῦ παραδείσου καὶ τῆς αἰωνιότητος. Ὑπομνηματισθείσης δὲ ταύτης ἀποφάσεως, εἰσέρχεται ὁ μεγαλοφωνότατος Ἡσαΐας κεκραγώς· Κύριε, ἄκουσον ἐμοῦ εὐμενῶς καὶ δικαίως. Ὁ δὲ Μονογενής· Λέγε κατὰ τοῦ ἀδικήσαντός σε, μᾶλλον σὺ ὢν προφήτης δίκαιος, πνευματικὸς, ἱκανὸς ἑαυτῷ συστήσασθαι τὴν ὑπόθεσιν τοῦ πράγματός σου. Ὁ δὲ προφήτης· Ἔχω δίκην μετὰ τοῦ Μανασσῆ, ἐπεὶ ἐμοῦ σπουδαίως καὶ ἀόκνως κηρύσσοντος τὸν θεῖον καὶ θεόπνευστον λόγον, αὐτὸς ἀσυμπαθῶς καὶ ἀν ελεημόνως ξυλίνῳ πρίονί με ἀνεῖλεν. Ὁ δὲ Μονογε νής· Εἰ τοῦτο ἐποίησεν ὁ Μανασσῆς, παραδιδόσθω τοῖς Χαλδαίοις εἰς αἰχμαλωσίαν, καὶ ἐμπαιγμὸν καὶ σφαγήν· ἵνα μάθωσιν οἱ βασιλεῖς τοὺς ἐμοὺς προφήτας μὴ ὑβρίζειν, ἢ ἀποκτείνειν, ἀλλὰ τιμᾷν καὶ μεγαλύνειν· ἐνθυμούμενοι, ὅτι δι' ἐμοῦ πᾶς βασιλεὺς βασιλεύει, καὶ οἱ δυνάσται γράφουσι δικαιο σύνην. Σὺ μὲν ἀντὶ τῆς ἐπιγείου Ἱερουσαλὴμ τὴν ἐπουράνιον μητέρα τῶν πρωτοτόκων οἴκει· κἀκεῖνος δὲ τὸν τόπον, «ἐξ οὗ ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.» Περαιωθείσης δὲ καὶ ταύτης τῆς ἀποφάσεως, εἰσέρχεται ὁ θαυμασιώτατος Ἱερεμίας, ὃν καὶ θεασάμενος ὁ Μονογενὴς λέγει· Σὺ δὲ μετὰ τίνος ἔχεις, ἢ μετὰ τίνος βούλεσαι δικάσασθαι; Ὁ δὲ Ἱερεμίας· Ἔχω δίκην μετὰ τῶν Ἰουδαίων, βούλομαι δὲ δικάσασθαι ἐπὶ σοῦ τοῦ ἀπροσωπολήπτου ∆εσπότου. Ὁ δὲ Μονογενής· Καὶ τί κατηγορεῖς τοὺς ὁμοφύλους σου; Ὁ δὲ προφήτης· Κατηγορῶ αὐτοὺς, ἐπεὶ ἀνταπέδωκάν μοι ἀντὶ τῶν καλῶν κακὰ, ἀντὶ δὲ τῶν ἀγαθῶν πονηρά. Ἐμοῦ εὐχομένου ὑπὲρ ὑγείας αὐτῶν καὶ σωτηρίας, αὐτοὶ ἐβουλεύσαντο φαρμάκῳ με ἀνελεῖν, ἐγκρύψαντες αὐτὸ μετὰ πολλοῦ δόλου εἰς τὸν ἄρτον μου. Ὁ δὲ Μονογενής· Καὶ τί αὐτοῖς θέλεις γενέσθαι; Ὁ δὲ προφήτης· Ἐκεῖνο αὐτοῖς ποίησον τὸ γεγραμμένον ἐν ταῖς Παροιμίαις· «Ὁ ἀνταποδιδοὺς κακὸν ἀντὶ ἀγαθοῦ, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ.» Ὁ δὲ Μονογενής· Οὐδὲν ἄτοπον ἐζήτησας. Ἴδε οὐ κινοῦνται κακὰ ἐκ τοῦ οἴκου τῶν Ἰουδαίων τῆς Ἱερουσαλὴμ, ἕως ἂν ἐκ θεμελίων ἐρημωθῇ. Σὺ δὲ ἀναπαύου ἐν τοῖς ἀστενώτοις κόλποις τοῦ προπάτορος Ἀβραάμ. Περαιωθείσης καὶ ταύτης τῆς ἀποφάσεως, εἰσέρχεται ὁ προφήτης Ζαχαρίας κεκραγώς· Κύριε, ἄκουσον καὶ ἐμοῦ εὐμενῶς καὶ δικαίως. Ὁ δὲ Μονογενής· Λέγε κατὰ τῶν ἀδικησάντων σε. Ὁ δὲ Ζαχαρίας· Εἰσὶν οἱ ἀδικήσαντές με οἱ ἀρχιερεῖς καὶ οἱ νομοδιδάσκαλοι. Ὁ δὲ Μονογενής· Καὶ τί τοιοῦτό σε ἠδίκησαν οἱ ἀρχιερεῖς καὶ οἱ νομοδιδάσκαλοι; Ὁ δὲ Ζαχαρίας· Ἐφόνευσάν με μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἐπάγη δὲ καὶ τὸ αἷμά μου ἐπὶ τῆς πέτρας, πρὸς ἔλεγχον τῆς μιαιφόνου αὐτῶν γνώμης. Ὁ δὲ Μονογενής· Τοίγαρ καὶ αὐτοὶ ἀποθνησκέτωσαν ὑποκάτω τοῦ θυσιαστηρίου παρὰ τῶν Ῥωμαίων· δι' ὧν δέ τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται· καὶ οἵῳ τις μέτρῳ μετρήσει τῷ πλησίον αὐτοῦ, τοιούτῳ αὐτῷ ἀντιμετρηθήσεται οὐρανόθεν δικαίως. Ἐκείνων δὲ παθόντων τὰ ἴσα καὶ ὧν ἦσαν ἄξιοι, σὺ δὲ εἰσέρχου εἰς τὸν νοητὸν νυμφῶνα, ἐπακούων παρ' ἐμοῦ τῆς εὐκταιοτάτης φωνῆς· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Εἶτα, πληρωθείσης καὶ ταύτης τῆς ἀποφάσεως, εἰσέρχονται καὶ τὰ ἀναιρεθέντα παιδία ἐν Βηθλεὲμ, βοῶντα καὶ λέγοντα· Κύριε, καὶ ἡμεῖς διὰ τὸ ὄνομά σου ξίφεσιν ἀνῃρέθημεν ὑπὸ τοῦ ἀσεβεστάτου καὶ παρανόμου Ἡρώδου. Ὁ δὲ Μονογενής· Εἰ δι' ἐμὲ ὑπεμείνατε τὸν ἐπικέρδιον θάνατον καὶ προὔχοντα τῆς ζωῆς, κἂν μυρία μέρη, μὴ λυπεῖσθε, εἰδότες σαφῶς, ὅτι οἱ δι' ἐμὲ ἀποθνήσκοντες οὐ καταθνήσκουσι· ζῶσι γὰρ εἰς τὸν αἰῶνα. Ὅθεν κελεύω τὸν μὲν Ἡρώ δην ὑποβληθῆναι τοῖς ἐννέα ἀνιάτοις πάθεσιν, ὑμᾶς δὲ καταταγῆναι ἐν ταῖς χορείαις τῶν ἀθλοφόρων μαρτύρων, κελαδοῦντας μετ' αὐτῶν τὸν ἐπινίκιον ὕμνον. Τελευταῖον δὲ πάντων εἰσέρχεται καὶ ἡ ἀνεξάρνητος Ἐκκλησία, ἢν καὶ θεασάμενος ὁ Μονογενὴς λέγει· Σὺ δὲ τί ἔχεις, ἡ ἐμὴ νύμφη καὶ ἡ ἀμύσακτος κόρη, καὶ ἡ ἀκηλίδωτος παρθένος; Ἡ δὲ Ἐκκλησία· Λυποῦμαι, δι' ὃ καί φημι· «∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.» Ὁ δὲ Μονογενής· Καὶ διὰ τί πολεμήσῃ; Λέγε καὶ φανεροποίει τὴν αἰτίαν. Ἡ δὲ Ἐκκλησία· Πολεμοῦμαι, ∆έσποτα, διὰ τὴν ἀκρίβειαν τῶν εὐαγγελικῶν δογμάτων, καὶ τὴν ποίησιν τοῦ ἀληθινοῦ καὶ βεβαίου Πάσχα, καὶ διὰ τὴν σεπτὴν καὶ ἄχραντόν σου εἰκόνα, ἥν μοι παρέδωκαν οἱ θεοφόροι ἀπόστολοι κατέχειν αὐτὴν εἰς ὑπογραμμὸν καὶ ἀῤῥαβῶνα τῆς ἐνσάρκου οἰκονομίας σου. Ὁ δὲ Μονογενής· Εἰ καὶ διὰ τοῦτο πολεμήσῃ, μὴ ἀθυμήσῃς ἢ ἀποκάμῃς τῇ διανοίᾳ, ἢ τῷ λογισμῷ. Ἰδοὺ γὰρ σαφῶς, ὅτι ὁ ἀπαρνούμενος τὸ Πάσχα καὶ τὴν ἄχραντόν μου εἰκόνα, κἀγὼ αὐτὸν ἀπαρνήσομαι ἔμπροσθεν τοῦ ἐπουρανίου μου Πατρὸς, καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων. Ὁ δὲ πάλιν συμπάσχων μοι διὰ τοῦ Πάσχα, καὶ συνδοξάσεται. Ἢ οὐκ ἤκουσας τὸ, τί διεταξάμην τῷ νομοθέτῃ Μωσῇ· Ποίησόν μοι δύο Χερουβὶμ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰς προμήνυσιν τῆς ἐμῆς εἰκόνος; Καὶ πάλιν, ὅτε με ἐπείραζον οἱ Ἰουδαῖοι λέγοντες· «∆ιδάσκαλε, ἔξεστιν ἡμῖν δῶσαι κῆνσον τῷ Καίσαρι, ἢ οὔ;» εἶπον δὲ πρὸς αὐτούς· «Ὑποδείξατέ μοι νόμισμα,» καὶ λέγω ὑμῖν· Οἱ δὲ προσέφερόν μοι δηνάριον· καὶ λέγω πρὸς αὐτούς· «Τίνος εἰκὼν αὕτη καὶ ὑπογραφή;» Οἱ δὲ εἶπον· «Καίσαρος·» καὶ εἶπον πρὸς αὐτούς· «Ἀπόδοτε οὖν τὰ Καίσαρος τῷ Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Καὶ πάλιν πρὸς τὸν Πέτρον· «Πορεύου, βάλλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἰχθὺν τὸν ἔχοντα ἀνελθεῖν, ἄνοιξον τὸ στόμα αὐτοῦ, καὶ εὑρήσεις στατῆρα· δὸς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Τουτέστι, δὸς τὴν εἰκόνα τὴν ἐμὴν καὶ σὴν ἐν τῷ κόσμῳ. Ἢ οὐκ ἤκουσας τοῦ μνήστορός σου Παύλου λέγοντος· «Εἰ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν;» καὶ πρὸς Ἀθηναίους· «Κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Περιερχόμενος τὰ σεβάσματα ὑμῶν, ἐν ᾧ βωμὸν εὗρον γράφοντα· Ἀγνώστῳ Θεῷ· καὶ ὂν ὑμεῖς ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ὑμῖν καταγγέλλω.» Καὶ πρὸς Γαλάτας· «Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν μὴ πείθεσθαι τῇ ἀληθείᾳ, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν, καὶ τοῦτο ἐσταυρωμένος;» Καὶ πρὸς Κορινθίους· «Εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐληλυθότα ἐν σαρκὶ, ἔχει μαρὰν ἀθὰ τὸ ἀνάθεμα.» Σὺ δὲ, ἡ ἐμὴ νύμφη, νουθέτει τὰ τέκνα σου ἐμμένειν τοῖς ἐμοῖς προστάγμασι, καὶ μὴ δειλιάσῃς θυμοὺς βασιλέων, ἢ ἀπειλὰς τυράννων, ἢ φρυαγμοὺς αἱρεσιάρχων, ἢ πῦρ, ἢ ξίφος, ἢ θηρία, ἢ ἀφαιρέσεις χρημάτων, ἢ κτημάτων, ἢ οἰκιῶν, ἢ ὁμοίων. Οἵαν γὰρ καὶ δόξουσιν οἱ παραβάται ἧτταν, ἡττηθήσονται· καὶ οἵαν βουλὴν βουλεύσονται, ἐγὼ διασκεδάσω· ἔχεις γὰρ ἐκ θεμελίων τὴν στεῤῥὰν καὶ ζῶσαν πέτραν. Ἀμήν.

Примечания

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, aegean.gr.

4
Опубликовано пользователем: Rodion Vlasov
Хотите исправить или дополнить? Напишите нам: https://t.me/bibleox_live
Или отредактируйте статью сами: Редактировать