1.560 ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Ὁ ΘΕΣΠΕΣΙΟΣ Ἰωνᾶς πατρὸς μὲν ἐξέφυ τοῦ Ἀμαθὶ, ὥρμητο γεμὴν ἐκ Γεθχοβέρ· πολίχνιον δὲ τοῦτο τῆς Ἰου- δαίων γῆς, ἤτοι κώμη, κατά γε τὸν εἰκότα λόγον. ἔοικε δὲ τοὺς τῆς προφητείας πεποιῆσθαι λόγους κατ' ἐκεῖνον τὸν καιρὸν, καθ' ὃν καὶ οἱ πρὸ αὐτοῦ Ὠσηέ τε φημὶ καὶ Ἀμὼς καὶ Μιχαίας καὶ οἱ λοιποί. πλεῖστα δὲ ὅσα τοῖς Ἰουδαίων δήμοις κατίδοι τις ἂν αὐτὸν κεχρησμῳδηκότα, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύσαντα λόγους, καὶ τὰ ἐσόμενα σαφῶς προαπηγγελκότα. ἔγγραφος μὲν οὖν τῆς παρ' αὐτοῦ προφητείας λόγος ἕτερος οὐδεὶς παρὰ τοῦτόν ἐστιν. ὅτι δὲ διατετέλεκε ταῖς Ἰουδαίων ἀγέλαις τὰ κατὰ καιροὺς ἐσόμενα προαναφωνῶν, μεμαρτύρηκεν ἡ θεόπνευστος γραφή. ἐν γὰρ τῇ τετάρτῃ τῶν βασιλειῶν ποιεῖται μὲν τοὺς λόγους τὸ γράμμα τὸ ἱερὸν περὶ τοῦ Ἱεροβοὰμ, οὐχὶ δὴ τοῦ πρώτου καὶ ἐν ἀρχαῖς, ὃς ἦν τοῦ Ναβὰτ, ὃς καὶ ἐξήμαρτε τὸν Ἰσ- ραὴλ, καθὰ γέγραπται, δαμάλεσι δηλονότι ταῖς χρυσαῖς 1.561 προσκυνεῖν ἀναπείσας, ἀλλ' ἑτέρου πάλιν Ἱεροβοὰμ μετὰ πολλοὺς γεγονότος· τίνα δὲ προανήγγειλεν ὁ μακάριος Ἰωνᾶς, διεσάφησε λέγον "Οὗτος ἀπέστησε τὸ ὅριον Ἰσ-"ραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, "κατὰ τὸ ῥῆμα Κυρίου Θεοῦ Ἰσραὴλ, ὃ ἐλάλησεν ἐν χειρὶ "δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφητοῦ τοῦ ἐκ "Γεθχοβέρ. ὅτι ἐπεῖδε Κύριος ἐπὶ τὴν ταπείνωσιν Ἰσραὴλ "πικρὰν σφόδρα· καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπα- "νισμένους καὶ ἐγκαταλελειμμένους· καὶ οὐκ ἦν ὁ βοηθῶν "τῷ Ἰσραήλ· καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ "σπέρμα ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς ἐκ "χειρὸς Ἱεροβοὰμ υἱοῦ Ἰωάς." τὸ δὲ ἐκ χειρός φησιν ἀντὶ τοῦ διὰ χειρός. Ἱεροβοὰμ γὰρ, ὡς ἔφην, ὁ τοῦ Ἰωὰς πεπο-λέμηκε πρὸς τοὺς ἀλλοφύλους, καὶ πόλεις διηρπασμένας τῆς Ἰουδαίων γῆς ὑφ' ἑαυτὸν πεποίηται πάλιν, καὶ βεβοήθηκεν οὐ μετρίως τοῖς ἐξ Ἰσραὴλ, Θεοῦ προασπίζοντος καὶ δια σώζειν ἐθέλοντος, καίτοι πρὸς λῆξιν ἥκοντας τῆς ἁπασῶν ἐσχάτης ταλαιπωρίας. οὐκοῦν γεγόνασι μὲν καὶ ἕτεροι προ- φητείας λόγοι κατὰ καιροὺς τῷ μακαρίῳ Ἰωνᾷ, ἀναγέγραπται δὲ τὰ περὶ αὐτοῦ νυνὶ χρησίμως τε καὶ οἰκονομικῶς. ἀξιά- κουστον γὰρ τὸ χρῆμα, τὸ διακηρύξαι φημὶ Νινευίταις, καὶ παθεῖν τὰ μεταξύ. καταγράφει δέ πως ὡς ἐν σκιαῖς καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ μυστήριον. καὶ γοῦν αὐτὸς ἔφη Χριστὸς Ἰουδαίοις προσλαλῶν "Γενεὰ πονηρὰ "καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται "αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ "ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς 1.562 "νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ "τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας." Οὐκοῦν ἐξεικονίζεται μὲν καὶ διαπλάττεταί πως ἡμῖν ὡς ἔν γε τοῖς κατὰ τὸν θεσπέσιον Ἰωνᾶν τὸ Χριστοῦ μυστήριον. πλὴν ἐκεῖνο τοῖς ἐντευξομένοις εἰπεῖν οἰήσομαι δεῖν. ὅτε θεω- ρίας πνευματικῆς διαμορφοῦται λόγος, προκειμένου προσώ- που, καὶ παραληφθέντος εἰς ὑποτύπωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, δοκιμάζειν ἀναγκαῖον τὸν σοφόν τε καὶ ἐπιστήμονα, τίνα μὲν ἀκόλουθον ὡς ἄχρηστα ποιεῖσθαι τῷ προκειμένῳ σκοπῷ, τίνα δὲ δὴ αὖ χρήσιμά τε καὶ ἀναγκαῖα, καὶ ὠφελεῖν ὅτι μάλιστα πεφυκότα τοὺς ἀκροωμένους. οἷον φέρε εἰπεῖν· προκείσθω Μωυσῆς ὁ μακάριος, ὃς παρέστησε μὲν τὸν Ἰσραὴλ τῷ Θεῷ ὑπὸ τὸ ὄρος τὸ Σινᾶ, γέγονε δὲ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. δεδιότες γὰρ οἱ ἐξ Ἰσραὴλ ἐλιπάρουν λέγοντες "Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω "πρὸς ἡμᾶς ὁ Θεὸς, μήποτε ἀποθάνωμεν." ἀλλ' ὅτι τὸ χρῆμα τὴν διὰ Χριστοῦ μεσιτείαν προανετύπου σαφῶς αὐ- τὸς ἐδίδαξεν ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων "Ὀρθῶς πάντα "ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελ- "φῶν αὐτῶν ὥσπερ σὲ," μεσιτεύοντα δηλονότι καὶ παρι- στάντα τῷ Θεῷ τὸ ἀνθρώπινον γένος καὶ ἀπαγγέλλοντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόῤῥητον βούλησιν. "Θήσω γὰρ τοὺς λόγους μου εἰς τὸ στόμα αὐ- "τοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι." παρελήφθη δὴ οὖν ὁ θεσπέσιος Μωυσῆς εἰς τύπον Χριστοῦ, ἀλλ' οὐ πάντα τὰ Μωυσέως καὶ αὐτῷ προσάψομεν, ἵνα μή τι τῶν ἀτόπων δρῶντές τε ὁμοῦ καὶ λέγοντες ἁλισκοίμεθα. ὡμολόγει μὲν γὰρ ὁ Μωυσῆς, ὅτι τε ἰσχνόφωνος εἴη καὶ βραδύγλωσσος καὶ ἀνικάνως ἔχων εἰς ἀποστολήν· ἔφασκε 1.563 γὰρ ὅτι "Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι· καὶ οὐκ "εὔλαλος πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης οὐδὲ ἀφ' οὗ "ἤρξω λαλεῖν τῷ θεράποντί σου·" παρεκάλει δὲ λέγων· "∆έομαι Κύριε προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστε- "λεῖς." ἀλλ' οὐ βραδύγλωσσος ὁ Χριστὸς, οὔτε μὴν ἰσχνόφωνος κατ' ἐκεῖνον, ἀλλ' ἔστιν αὐτὸς ἡ μεγάλη σάλπιγξ. οὕτω γὰρ αὐτὸν ὁ μακάριος προφήτης Ἡσαΐας ὠνόμαζε, λέγων "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι "τῇ σάλπιγγι τῇ μεγάλῃ." περιαγγέλλεται γὰρ τοῦ Σω- τῆρος ὁ λόγος, καὶ ἀκουστὸς γέγονε τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανόν. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ἔφη ∆αυείδ "Θεὸς "θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν "ἡλίου μέχρι δυσμῶν." Οὐκοῦν μεσιτεύει μὲν ὁ Μωυσῆς εἰς τύπον Χριστοῦ, βραδυστομεῖ δὲ οὐκ ἔτι δεικνύων τὸν τύπον ἐν ἑαυτῷ. παρελήφθη πάλιν ὁ μακάριος Ἀαρὼν εἰς ὑποτύπωσιν τοῦ Ἐμμανουὴλ, τοῖς τῆς ἀρχιερωσύνης κατεστεμμένος αὐχή- μασι, καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰστρέχων, καὶ στολὴν ἐκείνην ἠμφιεσμένος τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον. ἀλλ' οὐ πάντα πάλιν τὰ αὐτοῦ Χριστῷ περιθήσομεν· οὐδὲ γὰρ ἦν ἀμώμητος παντελῶς· ἐπετιμᾶτο γάρ ποτε, καταλαλήσας Μωυσέως ὁμοῦ τῇ Μαρίᾳ. ἦν δὲ καὶ ἑτέρως οὐκ ἀνεύθυνος, μεμοσχοποιηκότος κατὰ τὴν ἔρημον τοῦ Ἰσραήλ. οὐ πάντα δὴ οὖν τὰ ὡς ἐν γράμμασί τε καὶ τύποις ταῖς πνευματικαῖς θεωρίαις χρήσιμα, ἀλλ' εἰ πρόσωπον εἰσφέροιτό τινος ἀνατυποῦντος ἡμῖν ἐφ' ἑαυτῷ τὸν Χριστὸν, παριππεύσομεν εἰκότως τὰ ἀνθρώπινα, μόνοις δὲ τοῖς ἀναγκαίοις ἐφιζήσομεν, πανταχῆ περιτρέποντες τὸ ὠφελεῖν πεφυκὸς εἰς τὸν τοῦ προκειμένου σκοπόν. οὕτω γὰρ δὴ καὶ ἐπὶ τοῦ θεσπεσίου 1.564 συνήσομεν Ἰωνᾶ. διαμορφοῖ γὰρ ὥσπερ ἡμῖν τὸ Χριστοῦ μυστήριον. Πλὴν οὐ πάντα τὰ συμβεβηκότα αὐτῷ νοοῖτ' ἂν εἰς τοῦτο χρήσιμά τε καὶ ἀναγκαῖα· οἷον, ἀπεστάλη κηρύξαι τοῖς Νινευίταις, ἀλλ' ἐζήτησε φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν· ἀπέσταλται καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς διακηρύξων τοῖς ἔθνεσιν, ἀλλ' οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν, οὔτε μὴν ἐζήτησε φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός. παρεκάλει τοὺς ἐμπλέοντας ὁ Προφήτης λέγων "Ἄρατέ με καὶ ἐμβάλετε εἰς "τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμῶν·" κατ- επόθη καὶ ὑπὸ τοῦ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ, καὶ πεπλήρωκε τὴν διακο- νίαν· λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος Θεοῦ τοὺς ἀπὸ τῆς Νινευί. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον· ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἀνεβίω τε αὖ, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν· ἐνετέλλετο γὰρ τοῖς μαθηταῖς μαθητεύειν "πάντα "τὰ ἔθνη· καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς "καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος." πλὴν οὐ λελύ- πηται σωζομένους ὁρῶν εἰς μετάγνωσιν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς. οὐκοῦν εἰ μὴ πάντα τῆς ἱστορίας τὸν λόγον εἰς τὸν τῆς πνευματικῆς θεωρίας περιτρέψομεν σκο- πὸν, αἰτιάσθω μηδείς. ὥσπερ γὰρ αἱ μέλιτται λειμῶνάς τε καὶ ἄνθη περιϊπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσι πρὸς τὴν τῶν κηρίων κατασκευὴν, οὕτω καὶ ὁ σοφὸς ἐξηγητὴς τὴν ἁγίαν καὶ θεόπνευστον ἀνερευνώμενος γραφὴν, τὸ τελοῦν εἰς διασάφησιν τῶν τοῦ Χριστοῦ μυστηρίων ἀεὶ συλλέγων 1.565 καὶ συντιθεὶς, εὐφυᾶ τε καὶ ἀνεπίπληκτον ἀποτελέσει τὸν λόγον. ἐντεῦθεν οὖν ἡμῖν ἀρκτέον τῆς ἐξηγήσεως. 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ λέγων Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.9 Τὴν Ἰωνᾶ προφητείας διακονίαν τε καὶ ἀποστολὴν ἐν- νενοηκὼς, φαίη τις ἂν καὶ μάλα εἰκότως ἐπὶ καιροῦ, τὸ διὰ τῆς τοῦ μακαρίου Παύλου φωνῆς ὑμνούμενον "Ἢ Ἰου-"δαίων ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, "εἴπερ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ "ἀκροβυστίαν διὰ τῆς πίστεως." πείρᾳ δὲ τοῦτο μεμαθη- κὼς καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Πέτρος, ἀναπεφώνηκε λέ- γων "Ἐπ' ἀλήθειας καταλαμβάνομεν, ὅτι οὐκ ἔστι προσω- "πολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος "αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι." δεδη- μιούργηκε μὲν γὰρ αὐτὸς γῆν τε καὶ οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτοῖς, πεποίηκε δὲ τὸν ἄνθρωπον ἐν ἀρχαῖς κατ' ἰδίαν εἰκόνα καὶ καθ' ὁμοίωσιν, ἵνα τῶν εἰς ἀρετὴν σπουδασμάτων ἐχόμενος διαβιῴη λαμπρῶς ἐν ἁγιότητι καὶ μακαρισμῷ, καὶ τῶν αὐτοῦ χαρισμάτων πλουσίαν ἔχοι τὴν μέθεξιν. εἶτα παρεκομίσθη πρὸς ἁμαρτίαν, τοῖς τοῦ διαβόλου κακουρ- γήμασι πεφενακισμένος· ταύτῃτοι καὶ γέγονεν ἐπάρατος καὶ ὑπὸ φθοράν. προώριστο μὲν οὖν καὶ προέγνωστο πρὸ καταβολῆς κόσμου Χριστὸς εἰς τὴν τῶν ὅλων ἐπανόρθωσιν. εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ "Ἀνακεφαλαιώσασθαι τὰ 1.566 "πάντα ἐν αὐτῷ, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς." ἀλλ' ἐφυλάττετο μὲν τὰ τοιάδε τῶν κατορθωμάτων γεγονότι καθ' ἡμᾶς τῷ Μονογενεῖ, καὶ ἐπιλάμψαντι τῷ κόσμῳ μετὰ σαρκός. ὅτι δὲ τὴν ὑπέρ γε τῶν πεπλανημένων φροντίδα, καὶ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν ἀναγκαίαν ἐποιεῖτο Θεὸς, καὶ τοῖς ἐξ ἀμαθίας ὠλισθηκόσιν ἐχαρίζετο τὴν ἐπίσκεψιν, καὶ διὰ πραγμάτων ἠθέλησε πληροφορεῖν. ταύτῃτοι προσ τέταχε τῷ μακαρίῳ Προφήτῃ βαδίζειν εἰς Νινευί. Περσικὴ δὲ πόλις ἡ Νινευὶ πρὸς ἀκτῖνα κειμένη, καὶ διαβόητος, καὶ, ὥς φησιν ὁ προφήτης Ἱερεμίας "Γῆ τῶν γλυπτῶν "ἐστι." πλεῖσται μὲν γὰρ ὅσαι τῆς Ἰουδαίων ἦσαν ὅμοροι πόλεις, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμεναι. "Τύρος "τε γὰρ καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαῖα ἀλλοφύλων" προσ- εκύνουν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀναριθμήτων παρ' αὐτοῖς δαιμονίων ἕδη τε ἦσαν καὶ βωμοὶ καὶ τεμένη. Τί οὖν, εἰπέ μοι, τὰς ἐκ τῶν γειτόνων παραδραμὼν ἀποστέλλει τὸν Προφήτην εἰς Νινευὶ τὴν ἀπωτάτω κειμένην, ἐν ᾗ μάλιστα, καθάπερ ἤδη προεῖπον, πληθὺς ἦν ἀγρία διανενευκότων ἀσχέτως ἐπὶ τὸ χρῆναι προσκυνεῖν ἡλίῳ καὶ ἄστροις καὶ πυρί; ἀνεπτόητο γὰρ καὶ πέρα λόγου παντὸς εἰς θεομισῆ γοητείαν. εἴρηται γὰρ πρὸς αὐτὴν διὰ τῆς Ἱερεμίου φωνῆς "Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρ- "μάκων." οἶμαι δὴ οὖν ἔγωγε τὸν πάντα εἰδότα Θεὸν βεβουλῆσθαι χρησίμως καὶ αὐτοῖς ἐπιδεῖξαι τοῖς ἀρχαιο- τέροις, ὅτι καὶ οἱ λίαν ἐξεστηκότες καὶ τοῖς τῆς πλανήσεως βρόχοις ἐνειλημμένοι, σαγηνευθήσονται μὲν κατὰ καιροὺς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, κἂν εἶεν σφόδρα δεινοί τε καὶ ἀτεράμονες καὶ πολὺ λίαν κεχωρηκότες εἰς τὸ ἐξήνιον. ἔχει γὰρ οὐκ ἀνικάνως ὁ τοῦ Θεοῦ λόγος, εἴς γε τὸ δύνασθαι 1.567 διαθρέψαι νοῦν, καὶ ἀναπεῖσαι μαθεῖν τὰ δι' ὧν ἂν γένοιτο σοφός. ἀκούσῃ δὲ λέγοντος πρὸς Ἱερεμίαν, ποτὲ μὲν ὅτι "̓Ιδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ "τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς·" ποτὲ δὲ αὖ "Οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει Κύριος, "καὶ ὡς πέλεκυς κόπτων πέτραν;" ἐπέμπετο δὴ οὖν πρὸς Νινευίτας οὐ μάτην ὁ θεσπέσιος Ἰωνᾶς, ἀλλ' ἵνα τις γένοιτο προαπόδειξις τῆς ἐνούσης ἡμερότητος τῷ Θεῷ, καὶ δοθησο- μένης κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς ἐξ ἀμαθίας πεπλανη- μένοις. ὁμοῦ δὲ καὶ εἰς κατάκρισιν τῷ Ἰσραὴλ τὸ δρώμενον ἦν· ἠλέγχετο γὰρ ὡς δυσάγωγος, ὡς ἀπειθὴς, ὡς ὀλίγα πεφροντικὼς τῶν τοῦ Θεοῦ νόμων. Νινευῖται μὲν γὰρ ἑνὸς προφήτου διακηρύξαντος ἀμελλητὶ μεταπλάττονται πρὸς τὸ δεῖν ἑλέσθαι μετανοεῖν, καίτοι πλείστην ὅσην κατηῤῥωστηκό- τες τὴν πλάνησιν· οἱ δὲ Μωυσέως καὶ προφητῶν ἀλογή- σαντες, καὶ αὐτοῦ καταπεφρονήκασι τοῦ πάντων ἡμῶν Σω- τῆρος Χριστοῦ, καίτοι ταῖς διδασκαλίαις προσεπάγοντος τὰς τερατουργίας, δι' ὧν ἦν εἰκὸς ἀναπείθεσθαι, καὶ μάλα ῥᾳδίως, ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, ἅπασαν μὲν ἀνασώ- σων τὴν ὑπ' οὐρανὸν, πρὸ δέ γε τῶν ἄλλων ἁπάντων αὐτούς. ὅτι δὲ τὸ χρῆμα τοῖς ἐξ Ἰσραὴλ εἰς ἐλέγχου δύναμιν εἴη ἂν, καὶ μάλα εἰκότως, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός "Ἄνδρες "Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς "ταύτης καὶ κατακρινοῦσιν αὐτὴν, ὅτι μετενόησαν εἰς τὸ "κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε." πῶς δὲ τὸ πλεῖον ἐν Χριστῷ παρὰ τὸν Ἰωνᾶν; ὁ μὲν γὰρ ἠπείλησε μόνον Νινευίταις τὴν καταστροφὴν, ὁ δέ γε Κύριος ἡμῶν 1.568 Ἰησοῦς ὁ Χριστὸς δι' ἀῤῥήτου τερατουργίας καταπλήττων ἐθαυμάζετο· ὁλκὸς δὲ πρὸς πίστιν ἀείπως ἐστὶ συντρέχον τῷ λόγῳ τὸ θαῦμα. οἰκονομικώτατα τοίνυν ἀποστέλλεται κηρύξων ὁ μακάριος Ἰωνᾶς τοῖς κατῳκηκόσι τὴν Νινευὶ ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρὸς τὸν τῶν ὅλων Θεόν. ἠγνόηκε μὲν γὰρ παντελῶς οὐδέν· εἰ δὲ δὴ κινοῖτο πρὸς ἐπίσκεψιν τῶν τισὶ πεπλημμελημένων, τότε καὶ ἀναβῆναί φησι πρὸς ἑαυτὸν τὴν ἐκ τῶν ἔργων καταβοήν. κριτὴς γάρ ἐστι τῶν ὅλων ὡς Θεός. καταβοῆσαι δὲ λέγεται καὶ τῆς τοῦ Καῒν μιαιφονίας τὸ Ἄβελ αἷμα, καὶ πόλεων δὲ τῶν ἐν Σοδόμοις τῆς αἰσχρουργίας ἡ ἀγριότης. 9Καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσεῖς ἐκ προσώπου Κυρίου, καὶ κατέβη εἰς Ἰόππην, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸ ναῦλον αὐτοῦ, καὶ ἐνέβη εἰς αὐτὸ, τοῦ πλεῦσαι μετ' αὐτῶν εἰς Θαρσεῖς ἐκ προσώπου Κυρίου.9 Ἰόππη μὲν οὖν Παλαιστίνης ἐστὶ πόλις, ἐπ' αὐτῇ θαλάσσῃ κειμένη· ἐπίνειον δὲ τῶν ἐπιτηδείων τοῖς ἐκ τῆς Ἰουδαίας ἐπὶ ναυτιλίαν ἰοῦσι καὶ εἰς πόλεις μάλιστα τὰς πρὸς ἠώ. κάτεισι δὴ οὖν ὁ Προφήτης, εἶτα πλοῖον ἀπαῖρον εἰς Θαρσεῖς καταλα- βών· προετέθειτο γὰρ τῇ νηῒ κατὰ τὸ εἰκὸς ὁ αὐτόθι δρόμος· ἐδίδου τὸ ναῦλον, καὶ συναπέπλει τοῖς ἄλλοις. Θαρσεῖς δέ φησι τοὺς νῦν καλουμένους Ταρσοὺς, ἤτοι Ταρσόν. τινὲς μὲν οὖν οἴονται πόλιν διὰ τούτου κατασημαίνεσθαι τὴν παρ' Αἰθίοψι καὶ Ἰνδοῖς, καὶ ἔστι μὲν ὁμολογουμένως παρ' ἐκεί-νοις Θαρσεῖς· ἡ γοῦν σύμπασα τῶν Ἰνδῶν διὰ τοῦ Θαρσεῖς σημαίνεται χώρα· πλὴν εἴς γε τὸ παρὸν οὐκ ἐκεῖνο οἶμαι 1.569 βούλεσθαι δηλοῦν τὸν λόγον· ὅτι τοῖς ἀποπλεῖν ἐθέλου σιν ἐπὶ τὰ Ἰνδῶν ἔθνη, γένοιτ' ἂν εἰκότως οὐ διά γε τῆς Ἰόππης ὁ πλοῦς, ἀλλὰ διὰ θαλάσσης μᾶλλον τῆς Ἐρυθρᾶς, εἰ μὴ ἄρα τις οἴοιτο τυχὸν βεβουλῆσθαι τὸν Προφήτην διὰ Περσῶν τε καὶ Ἀσσυρίων εἰς Αἰθίοπας τοὺς ἐσωτάτω ποιεῖσθαι τὴν ἀποδρομήν. ἀλλ' ἠλίθιον οἶμαι τὸ χρῆμα παντελῶς· Θαρσεῖς δὴ οὖν ἔοικεν ἀποκαλεῖν, ὡς ἔφην, τοὺς νυνὶ Ταρσούς· Κιλίκων δὲ αὕτη πόλις, τὸ Κύδνου πίνουσα νᾶμα, καὶ εἰς αὐτοὺς τοὺς πρόποδας τοῦ Ταύρου κειμένη· ὄρος δὲ τοῦτο Κιλίκων παμμέγεθες. ἀπαίρει γοῦν ὁ Προ- φήτης, καὶ πρόφασις αὐτῷ τῆς ἀποδημίας τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. ἐνταῦθα λοιπὸν οὐκ ἀζήτητος ἡμῖν ὁ λόγος, μᾶλλον δὲ τῆς φυγῆς ὁ τρόπος. οἶμαι δὴ οὖν ὅτι τὸ παραιτήσασθαι τὴν ἀποστολὴν καὶ οἱονεὶ κατοκνῆσαι τὴν διακονίαν, τοῦτό ἐστι τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. Ἄπεισι δὲ εἰς Θαρσεῖς ἀνθ' ὅτου, καὶ ὅ, τι διεσκεμμένος, οὐκ ἔχω νοεῖν. εἰ μὴ ἄρα τις ἐκεῖνο καθ' ἑαυτὸν ἐννοήσειεν, ὅτι μικρά τις καὶ ἐν αὐτῷ, καθὰ καὶ ἐν τοῖς ἀρχαιοτέροις ἁγίοις ἡ περὶ Θεοῦ διάληψις ἦν· ᾤοντο γάρ τινες, μόνης τῆς Ἰουδαίων χώρας ἀνῆφθαι τὸ κράτος τὸν τῶν ὅλων Θεὸν, συστέλλεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καὶ γῆς ἀπανίστασθαι τῆς ἑτέρας. καὶ γοῦν ὁ θεσπέσιος Ἰακὼβ ἀπεφοίτα μὲν κατὰ καιροὺς τῆς πατρῴας ἑστίας, ἠπείγετο δὲ πρὸς Λάβαν, καὶ εἰς τὴν μέσην τῶν ποταμῶν. εἶτα κατηυλίζετο μὲν ἐν χώρᾳ τινὶ, λίθον δὲ ὑποθεὶς τῇ κεφαλῇ κατὰ τὸ εἰωθὸς ἐκάθευδεν. εἶτα τὴν κλίμακα τεθέαται τὴν ἐκ γῆς διήκουσαν εἰς οὐρανὸν, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντάς τε καὶ καταβαί- νοντας δι' αὐτῆς, ἐπεστηριγμένον δὲ ἐν αὐτῇ τὸν Κύριον. 1.570 ἔφασκέ τε διαναστάς "Ὅτι ἔστι Θεὸς ἐν τῷ τόπῳ τούτῳ, "ἐγὼ δὲ οὐκ ᾔδειν." οἶμαι δὴ οὖν, ὅτι τοιοῦτόν τι καθ' ἑαυ- τὸν ἐννενοηκὼς καὶ ὁ μακάριος Προφήτης, τῆς μὲν Ἰουδαίας ἀπενοσφίζετο, ἀπεχώρει δὲ εἰς πόλεις τὰς Ἑλληνικάς. τοῦ δὲ κατοκνῆσαι τὴν πρόφασιν, καὶ μὴ προθύμως ἑλέσθαι πληροῦν τὴν διακονίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν αὐτοῦ λόγων. διεκήρυξε μὲν γὰρ ὕστερον ἀπελθών· ἐπειδὴ δὲ οὐκ ἐκβέ- βηκεν αὐτῷ τὰ τῆς προφητείας εἰς πέρας, λελύπηται σφόδρα, καὶ δὴ καὶ ἔφασκεν "Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι "ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν "εἰς Θαρσεῖς, διότι ἔγνων ὅτι 20σὺ20 εἶ ἐλεήμων καὶ οἰκτίρμων, "μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις· "καὶ νῦν, ∆έσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, "ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν." οὐκ ἠγνόησε μὲν γὰρ ὡς προφήτης τῆς διακονίας τὸ πέρας· ἐδεδίει γεμὴν μὴ ἄρα τῶν δι' αὐτοῦ κηρυγμάτων οὐκ ἐνηνεγμένων εἰς πέρας, ἀγνοή- σωσι μὲν Νινευῖται τοῦ κατοικτείραντος Θεοῦ τῆς χρηστό- τητα, διαχρήσωνται δὲ, καὶ ἀνέλωσιν αὐτὸν, ὡς βωμολόχον, ὡς ἀπατεῶνα καὶ ψευδοεπῆ, καὶ εἰκῇ πονεῖν αὐτοὺς ἀναπεπει- κότα. προαλὲς γὰρ ἀεὶ τὸ βάρβαρον εἰς ὀργὰς, καὶ λίαν ἑτοίμως ἀποταυρούμενον, κἂν εἰ μὴ πρόφασιν ἔχοι τῆς μανίας εὔλογον. 9Καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε συν- τριβῆναι. καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ' αὐτῶν.9 Κατεξανίσταται μὲν τῆς νεὼς τὸ κλυδώνιον, οἰκονομοῦντος Θεοῦ καὶ πνευμάτων ἀγρίαις ἐμβολαῖς διακυκῶντος τὴν 1.571 θάλασσαν· ἐμπίπτει δὲ τοῖς πλωτῆρσι τὸ δεῖμα, καὶ ὁ λόγος ἦν ἤδη περὶ τῶν ἐσχάτων αὐτοῖς, ἀποτριζούσης μὲν, κατὰ τὸ εἰκὸς, τῆς ὁλκάδος, μονονουχὶ δὲ καὶ ἀπειλούσης ἤδη πως, ὅτι δὴ μέλλοι συνθραύεσθαι. κέχρηται δὲ ταῖς ἐξ ἔθους ἐπικουρίαις ὁ τῶν ναυτῶν ὅμιλος, καὶ ἀποφορτίζει τὴν ναῦν, ὡς ἂν ὑψοῦ τε εἴη κυμάτων, εὐπετεστέρα δὲ οὕτω λοιπὸν ἐποχοῖτο τοῖς ὕδασι. μέγα δὲ πρὸς ἀπόδειξιν τοῦ χειμάζεσθαι, τὸ καὶ αὐτοὺς τοῖς δείμασι βεβλῆσθαι τοὺς ναυτίλους, καὶ σωτῆρας ἥκειν αὐτοῖς τοὺς ἰδίους θεοὺς ἐκ- τενέστατα παρακαλεῖν, ὡς ἀπεγνωκότας ἤδη τῆς σωτηρίας. 9Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδε καὶ ἔρεγχε. καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου, εἴπως δια- σώσει ὁ Θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.9 Ἁρμόσειεν ἂν ἥκιστά γε νήψεσι προφητικαῖς τὸ ῥᾴθυμον εἰς εὐχὰς, κινδύνων ἐπηρτημένων, καὶ τὸ ὑπτιοῦσθαι φιλεῖν, καλούντων εἰς πόνους καιροῦ καὶ πράγματος, ἐφ' ᾧπερ ἂν πρέποι μᾶλλον τὸν τῶν ὅλων ἐκμειλίσσεσθαι Θεόν. ὅθεν ἔστιν ἐννοεῖν, ὡς πρὸ χειμῶνος ὁ ὕπνος ἦν· εἰωθότος δὲ σφόδρα κατηρεμεῖν τὸ καὶ εἰς αὐτὴν καθικέσθαι τοῦ πλοίου τὴν κοίλην. φίλον γὰρ ἀεὶ τοῖς ἁγίοις καὶ περισπούδαστον, τὸ τύρβης ἀποφοιτᾶν, καὶ ὄχλων ἀπονοσφίζεσθαι, καὶ διατε- λεῖν κατὰ μόνας, καθὰ καὶ ὁ θεσπέσιος προφήτης Ἱερεμίας "̓Αγαθὸν ἀνδρὶ, φησὶν, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· "καθίσεται κατὰ μόνας, ὅτι ἦρεν ἐφ' ἑαυτῷ." ἀνακεκράγει δὲ πάλιν περὶ τῆς τῶν ἀπειθούντων πληθύος "Κύριε παντο- 1.572 "κράτορ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ παιζόντων αὐτῶν, ἀλλ' "ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαθή- "μην, ὅτι πικρίας ἐνεπλήσθην." τὸ δέ γε ἱζῆσαι κατὰ μόνας, τὸν ἠρεμαῖον οἶμαί που κατασημαίνει βίον, καὶ τὸ ἀπαλλάτ τεσθαι μερίμνης καὶ φροντίδος βιωτικῆς, καὶ τὸ μὴ ἀναμὶξ ἰέναι τοῖς ἄλλοις, οἱ τὴν φιλήδονον καὶ φιλόσαρκον τετιμή- κασι ζωήν. ἀπονυστάζει δὴ οὖν ὁ Προφήτης, οὐκ ἀφειδήσας τοῦ πρέποντος, ἀλλ', ὡς ἔφην ἤδη, πρὸ τῆς τῶν χειμώνων ἐμβολῆς. διανύττει γεμὴν ὁ πρωρεὺς, χρῆναι δὴ μᾶλλον εἰπὼν ἐπικαλεῖσθαι τὸν Θεὸν αὐτοῦ. λυπεῖ γὰρ ἀείπως τοὺς κινδυνεύοντας τὸ δοκεῖν ἀμείνους δειμάτων εἶναί τινας, καὶ οὐκ ἐν καιρῷ τιμῆσαι τὸ ῥᾴθυμον. 9Καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ∆εῦτε βάλωμεν κλή- ρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.9 Περιεργότατα μὲν οἱ πλωτῆρες καὶ ἀσύνηθές τι μελετῶσι καὶ ξένον, τὸ ἐπείγεσθαι κλήρῳ διαμαθεῖν τὸν ἐφ' ᾧ λελύπη- ται ὁ Θεός. πλὴν οἰκονομεῖται καὶ τοῦτο χρησίμως, ὡς ἂν γένοιτο καταφανὴς ὁ νομίσας δύνασθαι φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ· πίπτει γὰρ ὁ κλῆρος ἐπ' αὐτὸν, καὶ τὸν ἐκ τοῦ πράγματος ἔλεγχον ὑπομένων ὁρᾶται. ἐδεδίει γὰρ, κατὰ τὸ εἰκὸς, τῆς οἰκείας σκέψεως προαλεστέραν ποιεῖσθαι τὴν κατάῤῥησιν. καλὸν οὖν ἄρα καὶ σοφὸν τοῖς ἐθέλουσι τηρεῖν, τό "Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου." 9Καὶ εἶπαν πρὸς αὐτόν Ἀπάγγειλον ἡμῖν, τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν· τίς σου ἡ ἐργασία ἐστὶ, καὶ πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ; 1.573 καὶ εἶπε πρὸς αὐτούς ∆οῦλος Κυρίου ἐγώ εἰμι, καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν. καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἐπέγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.9 Φιλοπευστοῦσι χρησίμως, ὡς ἤδη μὲν κλήρῳ τὸν αἴτιον ἐπεγνωκότες, οὐ μὴν ἔχοντες σαφῶς διειδέναι τῆς πλημ- μελείας τὸν τρόπον. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, ποῖον μὲν αὐτῷ τὸ ἐπιτήδευμα, ποῖα δὲ χώρα καὶ πόλις, καὶ ἐκ ποίων ἔρχεται λαῶν προστετάχασιν εἰπεῖν, ζητοῦντες οἶμαι μαθεῖν, ποίῳ προσκέκρουκε Θεῷ. ἴδιος γὰρ ἦν καὶ τῶν ἐμπλεόντων ἑκάστῳ, καὶ οὐχ εἷς ὁ πάντων Θεός. ᾤοντο δὲ, ὅτι τὸν λελυπημένον ἐπ' αὐτῷ θεραπεύσαντες δαίμονα, τὰ ἐκ τοῦ χειμῶνος ἀποκρούσονται βλάβη. ἐπειδὴ δὲ ὁ Προφήτης δοῦλον ἑαυτὸν ὠνόμαζε Θεοῦ τοῦ τεκτηναμένου γῆν τε καὶ οὐρανὸν, καὶ αὐτὸν ἔφη ποιεῖσθαι προσκυνητὸν, συνῆκαν εὐθὺς ὅτι πέφευγεν ἐκ προσώπου Θεοῦ. συνῆκαν δὲ ὅπως; ὅτι μὴ ἐξῆν Ἰουδαίοις τῆς ἐκνεμηθείσης αὐτοῖς ἀπονοσφί- ζεσθαι χώρας, μήτε μὴν ἀλλοφύλοις ἐπιφοιτᾶν, μήτε πό- λεσιν ἐμβάλλειν εἰδωλολατρεῖν εἰθισμέναις. μῶμος δὲ τὸ χρῆμα παρ' αὐτοῖς, καὶ οὐκ ἀνύποπτον εἰς ἀπόστασιν· ἐδόκει δὴ εἶναι καὶ ἔξω νόμου, καὶ τῶν ἐν αἰτίᾳ καὶ δίκῃ. καὶ γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπολισθήσειν αὐτοῦ τῆς σωτηρίας, τῆς ὡς ἐν πίστει φημὶ, διεβεβαιοῦτο σαφῶς, εἰ μὴ ἕλοιντο καταδράττεσθαι παρόντος ἔτι καὶ ἐνδη- μοῦντος ἐν κόσμῳ· ἔφασκε γάρ "Ἔτι μικρὸν χρόνον μεθ' "ὑμῶν εἰμὶ, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. ζητήσετέ με 1.574 "καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε "ἐλθεῖν·" οἱ δὲ τὴν Ἰουδαίων ἀπόστασιν ἐπὶ τὰ ἔθνη κατονει- δίζοντες, ἔφασκον ἀμαθῶς "Ποῦ μέλλει οὗτος πορεύεσθαι "ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν "τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς " Ελληνας;" ὡς γὰρ ἐξίτηλόν τε καὶ ἔξω τριβῆς, καὶ συν- ηθείας ὡς ἀπωτάτω τοῖς παρ' αὐτοῖς, ὑπὸ μῶμον ἄγουσι τὸ τοῖς Ἑλλήνων ἀναφύρεσθαι δήμοις. ὅτι τοίνυν οὐ μεμένηκεν ἐν τοῖς τῆς Ἰουδαίας ὅροις, συνέπλει δὲ αὐτοῖς εἰς Ταρσοὺς, δέχονται τὰς ὑποψίας, διατεκμαίρονται δὲ ὅτι παραιτεῖται τάχα που καὶ τὴν ἐν νόμῳ ζωὴν, καὶ τοῖς τῶν Ἑλλήνων ἔθεσιν ἑαυτὸν ἐπιδοὺς, τὴν ὡς ἐκ προσώπου Θεοῦ μεμελέτηκε φυγήν. 9Καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσομεν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο, καὶ ἐξήγειρε μᾶλλον κλύδωνα. καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς Ἄρατέ με καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμῶν· διότι ἔγνωκα ἐγὼ, ὅτι δι' ἐμὲ ὁ κλύδων οὗτος ὁ μέγας ἐφ' ὑμᾶς ἐστιν.9 ∆εδίασι μὲν ἀγριαίνουσαν κατ' αὐτῶν οὐ φορητῶς τὴν θάλασσαν· καταπεφρίκασι δὲ οὐδὲν ἧττον τὸν τῶν Ἑβραίων Θεόν· οὐ γὰρ ἦσαν ἐν ἀγνοίᾳ τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ δόξης, καίπερ ὄντες ἀλλογενεῖς. ἐπειδὴ δὲ δοῦλον ἑαυτὸν ἔφη Θεοῦ, διαποροῦσι λοιπὸν καὶ μερίζονται τὰς γνώμας. ὀκνοῦσι μὲν γὰρ τὸν φόνον, ὑποβλεπόμενοι τὴν ὀργὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ. ἐπιθρωσκούσης δὲ τῆς θαλάσσης αὐτοῖς οὐ μεῖον ἢ πρὶν, ἀναγκαίαν τὴν ὑπέρ γε σφῶν αὐτῶν ποιοῦνται φροντίδα. ταύτῃτοι παρακαλοῦσιν εἰπεῖν τὸ, τί ἂν γένοιτο παρ' αὐτῶν, καὶ κατευνασθήσεται μὲν 1.575 ὁ κλύδων, κατηρεμήσει δὲ καὶ τὸ κῦμα, καὶ τὸν ἐπὶ τοῖς ἐσχάτοις αὐτοὶ διαφεύξονται κίνδυνον. τί οὖν ὁ Προφήτης; ὁμολογεῖ τὸ πλημμέλημα, καὶ προσκεκρουκὼς αἰσχύνεται, καὶ τῆς ἑαυτοῦ δυσβουλίας καταψηφίζεται· Ἄρατέ με γάρ φησι καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν. μονονουχὶ γὰρ τοῦ κατοκνῆσαι τὴν ἀποστολὴν ἐξαιτεῖσθαι παρ' αὐτῶν δεῖν ἔφη τὰς δίκας. ᾔδει γὰρ ὅτι σπένδεταί πως τῇ νηῒ τὸ κλυδώ- νιον, εἰ λάβοι τὸν ζητούμενον, καὶ καταλήξει τῆς μάχης ἡ θάλασσα, ἔχουσα λοιπὸν τὸν προσκεκρουκότα. 9Καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ὑποστρέψαι εἰς τὴν γῆν, καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ' αὐτούς. καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπον Μηδαμῶς Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ' ἡμᾶς αἷμα δίκαιον, ὅτι σὺ Κύριε ὃν τρόπον ἐβούλου πεποίηκας. καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἔβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.9 Ἑαυτοῦ μὲν τὸν θάνατον ὁ Προφήτης κατεψηφίζετο, καὶ τῷ κινδύνῳ τῆς ἰδίας ψυχῆς καταλύειν αὐτοὺς ἠξίου τὸ δεῖμα. οἱ δὲ ἦσαν ἔτι περιδεεῖς καὶ ὀκνηροὶ πρὸς μιαιφο- νίαν, δοῦλον δὲ ὄντα Θεοῦ σώζειν ἤθελον, καὶ ζῶντα δοῦναι τῇ χέρσῳ· οὕτω δὲ μᾶλλον ἀποφορτίσασθαι τὴν ὀργήν. ταύτῃτοι παρεβιάζοντο καὶ προσοκεῖλαι τὴν ναῦν, ἀλλ' ἦν τῶν ἐγχειρημάτων ἀνήνυτος ὁ σκοπὸς, ἄμαχον αὐτοῖς τὸ κῦμα διανιστάντος τοῦ πνεύματος, καὶ ἀγριωτέραις ὁρμαῖς καταθέοντος τῆς ὁλκάδος. ταύτῃτοι λοιπὸν ἐκμειλίσσονται μὲν διὰ προσευχῆς, συγγνώμονα δὲ παρακαλοῦσιν αὐτοῖς γε- 1.576 νέσθαι τὸν Θεὸν, οὐ φονᾶν ἐθέλουσιν, ἀλλ' ὡς τοῖς αὐτοῦ παραχωροῦσι κρίμασι, καταβιαζομένοις τε λοιπὸν πρὸς τὸ δοῦναι τῇ θαλάσσῃ τὸν Ἰωνᾶν, καὶ δὴ καὶ δεδώκασιν. ἡ δὲ λαβοῦσα, σπένδεται μόλις, ἁπλοῖ δὲ γαλήνην, καὶ δίδωσι τοῖς ναυτίλοις τοῦ σώζεσθαι τὴν ἐλπίδα· πανταχοῦ δὲ τοῖς θείοις εἴκουσα νεύμασι, καὶ δεσποτικοῖς προστάγμασιν ὑπηρ- ετοῦσα γοργῶς, ἐξ αὐτῶν ἐφαίνετο τῶν πραγμάτων. 9Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον, καὶ ἔθυσαν θυσίας τῷ Κυρίῳ καὶ ηὔξαντο εὐχάς.9 Ὠφέληνται λίαν, ἕνα τε τὸν φύσει Θεὸν εἶναι πιστεύουσι, καίτοι μεμερισμένοι πρὸς ἔκτοπον πλάνησιν, καὶ μυρίους εἶναι νομίζοντες ἀνὰ τὸν κόσμον θεούς. τοιγάρτοι θύουσι τῷ φύσει καὶ μόνῳ καὶ ἀληθῶς Θεῷ, παρέντες τοὺς ἑαυτῶν, καὶ ἐῤῥῶσθαι φράσαντες τοῖς ἐξ ἀπάτης τετιμημένοις, καὶ τὴν Θεῷ πρέπουσαν ὑποκλέπτουσι δόξαν. ἐπαγγέλλονται δὲ καὶ εὐχὰς, καίτοι τοῦτο δρᾶν εἰωθότες τοῖς ἐναλίοις δαί- μοσι. δοκεῖ γὰρ Ἑλλήνων παισὶ καὶ τὸ τῆς θαλάσσης ἀνῆφθαι κράτος Ποσειδῶνά τινα· μῦθοι γὰρ πάντα τὰ παρ' ἐκείνοις, τερθρεία τε καὶ ἀποπληξία δεινή. ἡμεῖς δὲ τὸν φύσει Θεὸν δοξάζοντες, αὐτῷ καί φαμεν ἀληθῶς "Σὺ δε- "σπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν "κυμάτων αὐτῆς σὺ καταπραΰνεις. σοί εἰσιν οἱ οὐρανοὶ "καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς "σὺ ἐθεμελίωσας." 9Καὶ προσέταξεν Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν. καὶ 1.577 ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.9 Προστάττει τῷ κήτει ὁ Θεὸς ἐν τῷ κατανεῦσαι· τὸ γὰρ ἐθελῆσαί τι πρὸς πέρας ἐλθεῖν, τοῦτο καὶ νόμος ἐστὶ, καὶ πλήρωσις, καὶ νόμου δύναμιν ἔχει. οὐ γάρ που φαμὲν, καθάπερ ἀμέλει καὶ ἡμῖν αὐτοῖς, ἤγουν ἁγίοις ἀγγέλοις, ἐν- τετάλθαι τῷ κήτει τὸν τῶν ὅλων Θεὸν, ἐνηχοῦντά πως εἰς νοῦν τὸ πρακτέον, καὶ καρδίαις ἐνιέντα τὴν ὧν ἂν ἕλοιτο γνῶσιν. εὔηθες γὰρ κομιδῇ καὶ ἀποπληξίας οὐ μακρὰν τὸ καὶ κνωδάλοις ἡγεῖσθαι κατὰ τοιόνδε τινὰ τρόπον τὸν τῶν ὅλων προσφέρεσθαι Θεὸν, ἀλλ' εἰ δή τι λέγοιτο προστάτ- τειν ὅλως ἢ ζῴοις ἀλόγοις ἤγουν τοῖς στοιχείοις ἢ μέρει κτίσεως, νόμον εἶναί φαμεν καὶ πρόσταγμα τὸ αὐτῷ δοκοῦν. πάντα γὰρ εἴκει τοῖς αὐτοῦ νεύμασι, καὶ ἀπόῤῥητος μὲν ἡμῖν παντελῶς ὁ τῆς ὑπακοῆς τρόπος, ἐγνωσμένος δὲ πάντως αὐτῷ. καταπίνεται τοίνυν ὑπὸ τοῦ κήτους ἠδικημένος οὐδὲν, καὶ ἦν ἐν αὐτῷ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ∆όξειε δ' ἂν ἴσως τὸ χρῆμά τισιν ἀκαλλὲς εἶναί πως, καὶ πέρα λόγου τοῦ πρέποντος. ἀπιστήσουσι γὰρ καὶ πρό γε τῶν ἄλλων οἱ τὸν φύσει καὶ ἀληθῶς οὐκ εἰδότες Θεὸν, προσκείμενοι δὲ ταῖς τῶν δαιμόνων ἀπάταις. ἐροῦσι δέ Πῶς ἂν διεσώθη γεγονὼς ἐν κήτει; πῶς δὲ οὐκ ἂν ἐφθάρη κατα- πινόμενος; ἢ πῶς ἠνέσχετο τῆς ἐκφύτου θερμότητος; ὑγρό- τητι δὲ τῇ τοσαύτῃ περιεχόμενος, τῇ ἐν νηδύϊ φημὶ, πῶς διεβίω, μᾶλλον δὲ πῶς οὐκ ἐν ἴσῳ τροφῆς δεδαπάνηται καθεψόμενος; ἀσθενὲς γὰρ κομιδῇ καὶ πολὺ λίαν ἕτοιμον εἰς καταφθορὰν τὸ σαρκίον. φαμὲν οὖν, ὅτι παράδοξον ἀλη θῶς, καὶ λόγου καὶ συνηθείας ἐπέκεινα, νοοῖτ' ἂν εἰκότως τὸ συμβεβηκός. ἀλλ' εἰ Θεὸς λέγοιτο κατορθοῦν, τίς ὁ ἀπι- 1.578 στήσων ἔτι; παναλκὲς γὰρ τὸ θεῖον, καὶ τὰς τῶν ὄντων φύσεις μεταπλάττον εὐκόλως πρὸς ὅπερ ἂν ἕλοιτο, καὶ τοῖς ἀῤῥήτοις αὐτοῦ νεύμασι τὸ ἀντεξάγον οὐδέν. τὸ γὰρ φθείρεσθαι πεφυκὸς, κρεῖττον ἂν γένοιτο καὶ φθορᾶς, αὐτοῦ γε θέλοντος, καὶ τὸ πεπηγὸς καὶ ἀκράδαντον, καὶ τοῖς τῆς φθορᾶς δυσάντητον νόμοις, πάθοι ἂν εὐκόλως τὴν φθοράν. φύσις γὰρ οἶμαι τοῖς οὖσι τὸ τῷ Κτίσαντι δοκοῦν. πλὴν κἀκεῖνο ἰστέον, ὅτι καὶ Ἑλλήνων παῖδες τοὺς παρά σφισιν αὐτοῖς συντεθέντες μύθους, Ἡρακλέα φασὶ τὸν Ἀλκμήνης καὶ ∆ιὸς καταποθῆναι μὲν ὑπὸ κήτους, ἐκδοθῆναι δὲ πάλιν ἐκ τῆς ἐμφύτου θερμότητος, ἐψιλωμένης αὐτῷ τῆς κεφαλῆς, καὶ μόνης τριχὸς πεπονθότα τὴν ἀπόθεσιν. μέμνηται δὲ τῆς ἱστορίας Λυκόφρων· εἷς δὲ οὗτος τῶν παρ' αὐτοῖς λογά- δων· ἔφη γὰρ περὶ αὐτοῦ, Τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις Τρίτωνος ἠμάλαψε κάρχαρος κύων. Ἀλλ' οὐκ ἐκ τῶν παρ' ἐκείνοις μυθολογουμένων τὰ θεῖα πιστούμεθα, διαμεμνήμεθα χρησίμως, τοὺς ἀπιστοῦντας ἐλέ- γχοντες, ὅτι καὶ τῆς παρ' αὐτοῖς ἱστορίας ὁ λόγος οὐκ ἀπό- βλητα ποιεῖται τὰ τοιάδε τῶν διηγημάτων. ἐπειδὴ δὲ τῷ παραδόξως γεγενημένῳ καὶ ἐκ τῶν ἔτι δρωμένων κατὰ βού- λησιν Θεοῦ χρῆναι συνειπεῖν τῶν ἀναγκαίων ὑπολαμβάνω, φέρε δὴ λέγωμεν, ὅτι καὶ ἐν μήτρᾳ τὸ ἔμβρυον ὑγρότητι μὲν ἐννήχεται τῇ φυσικῇ, κατακέχωσται δὲ ὥσπερ τῇ τῆς κυοφο- ρούσης νηδύϊ, καὶ τὸ ἀναπνεῖν οὐκ ἔχει, ζῇ δὲ καὶ οὕτω, καὶ σώζεται, τοῖς τοῦ Θεοῦ νεύμασι παραδόξως τιθηνούμενον. ἀλλ' οὐδεὶς ἂν τῶν τοιούτων ἐφίκοιτο λόγος, οὐδ' ἂν γένοιτό τισιν ἁλώσιμα τὰ τοῦ Θεοῦ "Τίς γὰρ ἔγνω νοῦν Κυρίου;" 1.579 κατὰ τὸ γεγραμμένον· ἢ τίς ἂν εἰδείη τὰς τῶν παραδόξων ὁδούς; ἢ τίνος ὅλως οὐκ ἂν ὑπερφέροιντο νοῦν τὰ λόγου δύναμιν ὑπερτρέχοντα; ἐπισφαλὲς οὖν ἄρα τὸ ἀπιστεῖν, κἂν εἴ τι τῶν ἄγαν ἐπέκεινα λόγου Θεὸς ἐργάζοιτο· παραδεξόμεθα δὲ ὡς ἀληθὲς τὴν ἄκαιρον ἐξιστάντες βάσανον. Χρῆναι δέ φημι τῆς ἐν Χριστῷ νοουμένης διακονίας παραληφθέντος εἰς τύπον τοῦ μακαρίου Προφήτου, προσ- επειπεῖν ἀναγκαίως, ὅτι κεκινδύνευκεν ἡ σύμπασα γῆ, κατεχειμάζετο τὰ ἀνθρώπινα, μονονουχὶ καταθρωσκόντων αὐτῆς τῶν τῆς ἁμαρτίας κυμάτων, δεινῆς τε καὶ ἀφορήτου περικλυζούσης ἡδονῆς, καὶ ὡς ἐν τάξει κλύδωνος κατεξαν ισταμένης τῆς φθορᾶς, καὶ πνευμάτων ἀγρίων καταῤῥη- γνυμένων, τοῦ τε διαβόλου φημὶ καὶ τῶν ὑπ' αὐτῷ τε καὶ σὺν αὐτῷ δυνάμεων πονηρῶν. ἐπειδὴ δὲ ἦμεν ἐν τού τοις, ἠλέησεν ὁ ∆ημιουργὸς, πέπομφεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανοῦ τὸν Υἱὸν, ὃς ἐν σαρκὶ γεγονὼς, καὶ εἰς γῆν ἀφιγμένος τὴν κινδυνεύουσαν καὶ χειμαζομένην, καθῆκεν ἑαυτὸν ἑκὼν εἰς θάνατον, ἵνα στήσῃ τὸν κλύδωνα, καὶ κο- πάσῃ μὲν ἡ θάλασσα, κατευνασθείη δὲ καὶ τὸ κῦμα, κατα- λήξῃ δὲ καὶ ὁ κλύδων. σεσώσμεθα γὰρ ἐν θανάτῳ Χριστοῦ. καὶ ὁ μὲν χειμὼν παρελήλακεν, ὁ ὑετὸς ἀπῆλθεν, τὰ κύματα ἐστορέσθησαν, λέλυται τῶν πνευμάτων ἡ βία, βαθεῖα δὲ λοιπὸν ὑπέστρωται γαλήνη, καί ἐσμεν ἐν εὐδίαις ταῖς νοη- ταῖς, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν. ἔχεις τι τούτων τὸ παραπλήσιον ἐν εὐαγγελικοῖς συγγράμμασι. διέπλει μὲν γάρ ποτε τῶν Ἀποστόλων τὸ σκάφος τὴν Τιβεριάδος θά- λασσαν. εἶτα ῥαγδαίου τοῖς ὕδασιν ἐμβεβηκότος πνεύ- ματος, ἀφορήτως κατεχειμάζοντο· καὶ τὸν ἐπὶ τοῖς ἐσχάτοις κίνδυνον ὑπομένοντες, καθεύδοντα διανύττουσι συνόντα Χριστὸν, διαῤῥήδην ἀνακεκραγότες "Ἐπιστάτα σῶσον, 1.580 "ἀπολλύμεθα." ὁ δὲ διεγερθεὶς, φησὶν, ἐπετίμα μὲν τῇ θαλάσσῃ τό "Σιώπα, πεφίμωσο" μετ' ἐξουσίας εἰπὼν, διέσωζε δὲ τοὺς μαθητάς. τύπος δὲ ἄρα τὸ δρώμενον ἦν τῶν τῇ ἀνθρωπείᾳ φύσει συμβεβηκότων. δι' αὐτοῦ γὰρ, ὡς ἔφην, ἀπηλλάγμεθα καὶ θανάτου καὶ φθορᾶς καὶ ἁμαρ- τίας καὶ παθῶν, καὶ ὁ πάλαι χειμὼν ἀπελήλαται, μετακε- χώρηκε δὲ πρὸς γαλήνην τὰ καθ' ἡμᾶς. 9Καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους, καὶ εἶπεν Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.9 Ἀδικηθεὶς μὲν οὐδὲν, οἴκῳ δὲ ὥσπερ τῷ κήτει χρησάμενος, ἔννους τε ὑπάρχων, καὶ κατ' οὐδένα τρόπον ἢ σῶμα τυχὸν ἢ φρένας λελωβημένος, αἰσθάνεται τῆς ἐπικουρίας. οἶδε γε- γονότα τὸν Θεὸν εὐμενῆ· οὐκ ἠγνοηκὼς δὲ τὸ συμβὰν ἐκ τοῦ κατοκνῆσαι τὴν διακονίαν, τρέπεται πρὸς εὐχὴν, καὶ χαριστη- ρίους μὲν ἀνατείνει λιτὰς, ὁμοῦ δὲ τὴν δόξαν ὁμολογεῖ τοῦ σώζοντος, καὶ καταθαυμάζει τὴν ἐξουσίαν, καὶ ἀνακηρύττει τὴν ἡμερότητα. δεχθῆναι γὰρ ἔφη τὴν ἑαυτοῦ προσευχὴν, καὶ τοῦτο οἶμαι που προφητικῷ πνεύματι συνιείς. τὸ δὲ ἐκ κοιλίας ᾅδου, τὸ οἷον ἐκ τῆς τοῦ κήτους γαστρός φησιν, ᾅδῃ καὶ θανάτῳ παρεικάζων εὐφυῶς τὸ θηρίον· ἅτε δὴ καὶ φονεύειν εἰδὸς, καὶ καταῤῥοφᾶν ἀγρίως τὸν ἁλισκομένον. 9Ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλω- σάν με, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. κἀγὼ εἶπον Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου.9 1.581 Ἐξηγεῖται πολυτρόπως τὸ συμβεβηκὸς, ἀνακομίζων ὥσπερ ὑψοῦ τὴν χάριν, καὶ τοῖς θείοις νεύμασιν ἐπιμαρτυρῶν τὸ καὶ ἐκ παντὸς δύνασθαι κακοῦ διασώζειν εὐκόλως. ἐν αὐ- τοῖς μὲν γὰρ γεγενῆσθαί φησι τοῖς τῆς θαλάσσης μυχοῖς, καὶ ἐν συγχύσει πολλῶν ὑδάτων, ποταμίοις ἐν ἴσῳ κύμασιν ἐπικλυζόντων αὐτὸν, καὶ συμφορᾶς εἰς τοῦτο κατωλισθηκέναι, ὡς ἐννοῆσαι λοιπὸν παντελῆ τῶν θείων ὀμμάτων ὑπομεῖναι τὴν ἀποστροφὴν, καὶ εἰς ἀπόγνωσιν τῆς σωτηρίας ἐλάσαι. Πάνδεινον δὲ τὸ χρῆμα καὶ ὀλέθρου πρόξενον, τὸ ἐξ ὀμμάτων φημὶ γενέσθαι Θεοῦ. τοιγάρτοι καὶ ὁ θεσπέσιος ∆αυεὶδ ἐλιπάρει λέγων "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου "ἀπ' ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου." ἕψεται δὲ πάντως ταῖς ἀποστροφαῖς τὸ χρῆναι παθεῖν τὴν θείαν ὀργὴν, μᾶλλον δὲ προανατελεῖ που καὶ προηγήσεται τῆς ἀποστροφῆς ὁ θυμός. 9Ἆρα προσθήσω ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;9 Οἶδε μὲν ὅτι δυνάμει Θεοῦ τετήρηται, καὶ τῆς ἄνωθεν ἐπικουρίας ἠξιωμένος διεβίω καὶ σέσωσται· καὶ τοῦτο ἐν κήτει καὶ ἐν κοιλίᾳ θηρὸς παραδόξως καὶ ὑπὲρ λόγον. ἐν- δοιάζει γεμὴν, κατὰ τὸ εἰκὸς, εἰ καὶ ἐκδοθήσεται καὶ εἰς φῶς ἐλάσει πάλιν. τριπόθητον δὲ ποιεῖται καὶ πολύευκτον ἀλη- θῶς τὸ καὶ εἰς αὐτὸν εἰσελάσαι τὸν θεῖον ναὸν, ἀναθεῖναί τε τὰς δοξολογίας τῷ σεσωκότι Θεῷ, καὶ τῆς τοιᾶσδε χάριτος εὔχεται τυχεῖν, τὸ πάντα δύνασθαι κατορθοῦν, ὡς ἔφην, ἐπιμαρτυρῶν τῷ Θεῷ. 9Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με 1.582 ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων· κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σὲ, Κύριε ὁ Θεός μου.9 Ἀῤῥήτῳ δυνάμει σεσωσμένος παρὰ Θεοῦ, λαμπροτέρας ἠβούλετο τὰς τῶν εὐχαριστηρίων ἀναπέμπειν ᾠδάς. ἀφηγεῖ- ταί που πάντως τὰ συμβεβηκότα, καὶ ποίᾳ μὲν γέγονε περί- σχετος συμφορᾷ διδάσκει λεπτῶς, σέσωσται δὲ ὅπως ἀνακηρύττει πάλιν. ὅτι τοίνυν ἐν θαλάσσῃ γέγονε, καὶ ἐν ἀβύσσῳ πολλῇ, καὶ ἐν σχισμαῖς ὀρέων, καταδυομένου κατὰ τὸ εἰκὸς τοῦ κήτους ἐν πέτραις καὶ τοῖς ἐν ἁλὶ σπηλαίοις, οὐκ ἠγνόηκεν ὡς προφήτης· καθικέσθαι δέ φησιν εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, τουτέστι τὸν ᾅδην, οὐχ ὅτι γέγονεν ἐκεῖσε· τεθνεῶτα γὰρ οὐχ εὑρήσομεν· ἀλλ' ὅτι τοῦ κινδύνου τὸ μέγεθος καὶ τῶν συμβεβηκότων τὸ ἄχθος οὐδὲν ἀποδεῖ τοῦ καὶ ἐκτεθνάναι δοκεῖν, καὶ εἰς αὐτὸν ἀφικέσθαι τὸν ᾅδην, ὅθεν οὐκ ἂν ἐξοίχοιτό τις, ὑπο- νοστήσειε δ' ἂν οὐδαμῶς ὁ ἅπαξ ἐνειλημμένος. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ κατόχους ἔχειν εἰς αἰῶνα τοὺς μοχλοὺς, οἷον ἀῤῥήκτους καὶ ὑπ' οὐδενὸς πώποτε νενικημένους ἤγουν παραλελυμένους. ὅτι δὲ οὐ τέθνηκε, διεβίω δὲ, ὡς ἔφην, ἐν τῷ κήτει, καὶ ἦν ἐν αὐτῷ, τῶν εἰς θάνατον ἢ καταφθορὰν πεπονθὼς οὐδὲν, ἀποφήνειεν ἂν εὐκόλως τὸ καὶ ἐν ἐλπίσιν εἶναι τοῦ σωθήσεσθαι πάλιν. ταύτῃτοί φησι τό Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ Θεός μου. ἐκδοθῆναι γὰρ εἰς φῶς εὔχεται, καὶ οἷον ἐξ ᾅδου τῆς τοῦ κήτους ἀνενεχθῆναι γαστρός. 1.583 9Ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ' ἐμοῦ, τοῦ Κυρίου ἐμνήσθην· καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου πρὸς ναὸν ἅγιόν σου.9 Τοῖς ἐθέλουσιν εὐδοκιμεῖν οὐκ ἀκερδὴς ὁ πόνος, οὐδ' ἂν νοοῖτο τὸ θλίβεσθαι φορτικόν. καὶ μαρτυρήσει λέγων ὁ μακάριος ∆αυείδ "Ἐν θλίψει ἐπεκαλεσάμην τὸν Κύριον·" ἕτερος δὲ αὖ τῶν ἁγίων προφητῶν "Κύριε ἐν θλίψει ἐμνή- "σθημέν σου." ἐδόκει δὲ σφόδρα καὶ τῷ θεσπεσίῳ Παύλῳ ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὴν θλίψιν, τὴν ἐπ' ἀρετῇ δηλονότι συμβαίνουσαν. ἔφη γάρ "Ὅτι ἡ θλίψις ὑπομονὴν κατερ- "γάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ "ἐλπὶς οὐ καταισχύνει." ἐκλειπούσης δὴ οὖν τῆς τοῦ Προ- φήτου ψυχῆς, τουτέστι τὸν εἰς κίνδυνόν τε καὶ τὸν ἐπ' ἐσχάτοις ὑπομενούσης πόνον, πάλιν τι τῶν ὠνησιφόρων ἐπράττετο. οὐ γὰρ, κατά τινας, εὐθὺς ἀπολισθήσας εἰς ἀκη- δίαν τῶν θείων κριμάτων ἐποιεῖτο κατάῤῥησιν, ἀλλ' ἐμνήσθη τοῦ σώζοντος. βεβόηκε γὰρ πρὸς αὐτὸν, δεδίψηκε τὴν ἐπικουρίαν, οὐκ ἀγνοήσας τὴν ἡμερότητα καὶ τὴν τῆς ἰσχύος ὑπεροχὴν, τὰς πρὸς αὐτὸν ἐποιεῖτο λιτὰς, ῥυσθῆναι παρακαλῶν ἐκ θανάτου καὶ φθορᾶς τὴν ἑαυτοῦ ζωήν. μέγα δὴ οὖν καὶ ἀξιάγαστον τὸ ἐν πόνοις μὴ ἀκηδιᾶν, ἱκετείαις δὲ μᾶλλον καὶ λιταῖς ἐκμειλίσσεσθαι τὸν ∆εσπότην, καὶ παρ' αὐτοῦ ζητεῖν τοῦ κακοῦ τὴν ἀνάβλησιν καὶ τῆς συμφορᾶς τὴν λύσιν. 9Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτῶν ἐγκατέλιπον. ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.9 Ἕτεροι μὲν γὰρ, φησί, σε τὸν τῶν ὅλων ἠγνοηκότες ∆εσπότην, τὸν ∆ημιουργὸν, εἶτα τοῖς τῆς ματαιότητος ἐνει- 1.584 λημμένοι βρόχοις, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνατιθέντες τὸ σέβας, καὶ διώκοντες μὲν ὄρνεα πετόμενα, τὴν ἐπ' ἐκείνοις δηλονότι ἐλπίδα, ποιμαίνοντες δὲ καὶ ἀνέμους, οὐκ ἐξαιτοῦσι παρὰ σοῦ τὸν ἔλεον, οὔτε μὴν ἐλπίδος εἴσω γεγόνασι τῆς τοιᾶσδέ ποτε. ἐγὼ δὲ οὐ κατ' ἐκείνους· πόθεν; ἀλλ' οἶδά σε τὸν ἐπίκουρον, τὸν ἀγαθόν τε καὶ φιλοικτίρμονα. τοιγάρτοι μετὰ φωνῆς καὶ δεήσεως ἐξομολογήσομαι σοί φησι, καὶ ὥσ- περ τι τῶν εὐοσμοτάτων θυμιαμάτων ἀναθήσω τὰς ᾠδὰς, χαριστηρίους δὲ δηλονότι καὶ πνευματικὰς προσοίσω σοι θυσίας, τὴν δοξολογίαν, τὰς εὐφημίας. ἀποπερανῶ δὲ, καὶ μάλα προθύμως, τὰς εἰς σωτηρίαν εὐχὰς, τουτέστιν, ὅσα μοι τὸ σώζεσθαι κατεργάζεται, καὶ τὴν ἐμὴν ὀνίνησι ψυχήν. τοῦτο δὲ ἦν ἡ πρὸς ἅπαν ὁτιοῦν τῶν Θεῷ δοκούντων ὑπακοὴ, καὶ τῆς προφητικῆς λειτουργίας ἐκπλήρωσις, ὄκνου τε παντὸς καὶ μικροψυχίας ἐξῃρημένων. Εὔχεται μὲν οὖν ὁ Προφήτης ἐν τῷ κήτει γεγονώς. καὶ ὁ μὲν τύπος ἀνθρώπινος, ἡ δὲ ἀληθὴς τοῦ πράγματος εἰκὼν, τουτέστι Χριστὸς, ἐφαίνετο πρὸ τοῦ τιμίου σταυροῦ, μονον- ουχὶ καὶ εἰσβάλλοντος ἤδη τοῦ παθεῖν, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα λέγων "Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ "τὸ ποτήριον τοῦτο," γέγονε δὲ καὶ περιδεὴς, καὶ ὡς συν- εχόμενος. εἰ δὲ δὴ καὶ ἐν τοῖς ὑποχθονίοις ἀφικόμενος χώραις λελάληκέ τι τῶν ἀνθρωπίνων, αὐτὸς ἂν εἰδείη· σφαλερὸν γὰρ εἰπεῖν. πλὴν εὑρήσομεν τὸν θεσπέσιον Πέτρον αὐτῷ προσ- νέμοντα τὰ διὰ φωνῆς τοῦ ∆αυείδ "∆ιὰ τοῦτο οὐκ ἐγκατα- "λείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν "σου ἰδεῖν διαφθοράν." ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθο ράν. τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν ὄντα κατὰ φύσιν, αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς. 1.585 9Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.9 Προστάττεται πάλιν τὸ κῆτος θείᾳ τινὶ καὶ ἀποῤῥήτῳ δυνάμει Θεοῦ πρὸς τὸ αὐτῷ δοκοῦν κινούμενον· καὶ δὴ καὶ ἐκ λαγόνων ἀνίησι τὸν Προφήτην, οὐκ ἀκερδὲς ἔχοντα τὸ παθεῖν, ἠκονημένον δὲ μᾶλλον ἐκ πείρας, καὶ ἐγνωκότα σαφῶς, ὡς ἐστὶν ἐπισφαλὲς τὸ δεσποτικοῖς ἀντιλέγειν δόγμασι. 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου, λέγων Ἀνά- στηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλά- λησα πρὸς σέ.9 Θερμοτέραις δὴ οὖν προθυμίαις ἤδη χρώμενος, διακελεύε- ται πάλιν Θεὸς ἰέναι μὲν εἰς τὴν Νινευὶ, κεχρῆσθαι δὲ τῷ αὐ τῷ κηρύγματι, τῷ καὶ ἐν ἀρχαῖς πρὸς αὐτὸν εἰρημένῳ. τοῦτο δὲ ἦν "Ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ." ἔφην μὲν οὖν ἤδη τὰ ἐπὶ Χριστῷ, πλὴν ἐρῶ πάλιν, ὀκνήσας οὐδέν. γέγραπται γὰρ ὅτι "Τὰ αὐτὰ λέγειν, ἐμοὶ μὲν οὐκ "ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές." οὐκοῦν πρὸ μὲν τοῦ τιμίου σταυροῦ κατοκνοῦντά πως ἔτι Χριστὸν εὑρήσομεν, εἴς γε τὸ χρῆναί φημι καὶ τοῖς ἐξ ἐθνῶν τὸν τῶν εὐαγγελικῶν θεσ- πισμάτων προθεῖναι λόγον. καὶ γοῦν ἐναργέστατά φησιν "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου "̓Ισραὴλ," καὶ αὐτοῖς δὲ τοῖς ἁγίοις ἐνετέλλετο μαθηταῖς "Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν "μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα "πρόβατα οἴκου Ἰσραήλ." ἀλλὰ γέγονεν "ἐν τῇ καρδίᾳ τῆς "γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας·" ἦλθε δὲ "ἐπὶ πηγὰς 1.586 "θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησεν." ἔδυ δὲ ὥσπερ εἰς σχισμὰς ὀρέων, καὶ καταβέβηκεν εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. εἶτα σκυλεύσας τὸν ᾅδην, καὶ τοῖς ἐκεῖσε διακηρύξας πνεύμασι, καὶ τὰς ἀκινήτους πύλας ἀνεὶς, ἀνεβίω πάλιν. ἀναβέβηκε γὰρ ἐκ φθορᾶς ἡ ζωὴ αὐτοῦ, ὤφθη δὲ οὕτω καὶ πρό γε τῶν ἄλλων ταῖς ἐν τῷ κήπῳ ζητούσαις αὐτὸν γυναιξίν. εἶτα τὸ χαίρειν εἰπὼν, ἀπαγγέλ- λειν ἐκέλευσε τοῖς ἁγίοις μαθηταῖς, ὅτι προάγει αὐτοὺς εἰς τὴν Γαλιλαίαν· τότε γέγονε καὶ πρὸς τὰ ἔθνη λοιπὸν ὁ λόγος αὐτῷ διὰ τῶν μακαρίων Ἀποστόλων· τότε τοῖς πλανωμένοις ἐκήρυξε κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν. οὐ γὰρ ἑτέραις μὲν ἐντολαῖς πεπαιδαγώκηκε πρὸ τοῦ θανάτου τὸν Ἰσραὴλ, ἑτέραις δὲ μετὰ τοῦτο τοὺς ἐξ ἐθνῶν· ἀλλ' ἓν ἐπὶ πάντας τὸ Εὐαγγέλιον· καὶ τῶν θείων μαθητῶν ἡ γνῶσις μία πάντως, καὶ οὐχ ἑτέρα παρά γε τοῖς ἐξ Ἰσραὴλ καὶ ἡμῖν τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ πίστεως εἰς ἁγιασμόν. 9Καὶ ἀνέστη Ἰωνᾶς καὶ ἐπορεύθη εἰς Νινευὶ, καθὼς ἐλάλησε Κύριος. ἡ δὲ Νινευὶ ἦν πόλις μεγάλη τῷ Θεῷ, ὡσεὶ πορείας ὁδοῦ ἡμε- ρῶν τριῶν. καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσπορεύεσθαι εἰς τὴν πόλιν, ὡσεὶ πορείας ὁδοῦ ἡμέρας μιᾶς, καὶ ἐκήρυξε καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὶ καταστραφήσεται.9 Στέλλεται μὲν ὁ Προφήτης, καὶ προθυμίαις ἀμάχοις διε- ζωσμένος ἄρχεται τῶν πρακτέων. εἴσεισι γὰρ δὴ, καὶ μάλα νεανικῶς, εἰς τὴν ἀλλόφυλον Νινευὶ, τοῖς θείοις ὑπηρετήσων νεύμασιν. εὐρεῖαν δὲ οὖσαν τὴν πόλιν, καὶ εἰς τοῦτο μεγέ- θους ἐκτεινομένην, ὡς δεῖσθαι πορείας ἡμερῶν τριῶν, εἴ τις ἕλοιτο περινοστεῖν, δίεισιν αὐτὸς εἰς ἡμέραν μίαν· ἤγουν, ὡς ἑτέροις δοκεῖ, μιᾶς ἡμέρας ἐξανύσας ὁδὸν ἐν αὐτῇ, τὸν τῶν 1.587 θείων κηρυγμάτων ἐποιεῖτο λόγον. θαῦμα δέ που πάντως ὁ Προφήτης ἦν, ἀνὴρ Ἑβραῖος, καὶ ἐξ ἀλλοδαπῆς ἥκων, καὶ οὐδενί που τάχα τῶν ἐκεῖσε διεγνωσμένος, διὰ μέσου βαδί- ζων τοῦ ἄστεος, ἀνακεκραγώς τε καὶ λέγων Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὶ καταστραφήσεται. ἐνταῦθά μοι πάλιν ἐκεῖνο ἄθρει τε καὶ κατασκέπτου λεπτῶς. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς δια- κηρύττειν ἐκέλευε περὶ τῆς Νινευί "Ὅτι ἀνέβη ἡ κραυγὴ "τῆς κακίας αὐτῆς πρὸς μέ·" ὁ δέ γε Προφήτης ἐν αὐτῇ γεγονώς Ἔτι τρεῖς ἡμέραι ἐβόα καὶ Νινευὶ καταστραφήσεται. τί οὖν ἐροῦμεν; ψευδοεπεῖ, καὶ λελάληκε τὰ ἀπὸ καρδίας, καὶ οὐχὶ δὴ μᾶλλον τὰ ἀπὸ στόματος Κυρίου, κατά τινας; οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι σημαίνουσι μὲν οἱ προφῆται πολλάκις τῆς ἑαυτῶν ἀποστολῆς τὸν τρόπον· οὐ πάντας δὲ πάντως εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ πρὸς αὐτοὺς γεγονότας ἐκφέρουσι λόγους, οὔτε μὴν τοὺς παρ' αὐτῶν πρὸς Θεόν· ὅτι μὲν γὰρ πρὸς αὐτὸν λελάληκεν ὁ ∆εσπότης "̓Ανάστηθι καὶ πορεύθητι εἰς Νινευὶ καὶ κήρυξον ἐν αὐτῇ "ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ," σαφῶς ἠκούσαμεν ἐν ἀρχαῖς εὐθὺς τῆς προφητείας· ὅτι δὲ αὐτός τι λελάληκε πρὸς Θεὸν, οὐκ ἐγνώκαμεν. πλὴν εὑρήσομεν λέ- γοντα "Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου "ἐν τῇ γῇ μου· διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρ- "σεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων." ὁρᾷς ὅτι τὰ πλεῖστα σεσίγηται, καὶ λεληθότως εἴρηται παρὰ Θεοῦ καὶ πρὸς Θεὸν ὁμοίως διὰ τῆς τοῦ Προφήτου φωνῆς; οὐκοῦν ἀκόλουθον ταῖς τῶν ἁγίων φωναῖς ἐπιψηφίζεσθαι τὴν ἀλήθειαν, ψευδοεπήσουσι γὰρ ἥκιστά γε, τὸ τῆς ἀληθείας πλουτήσαντες πνεῦμα. 1.588 9Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευὶ τῷ Θεῷ, καὶ ἐκήρυξαν νηστείαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.9 Ἐμφαντικὸς ὁ λόγος, πεπιστεύκασι γὰρ οἱ ἐκ Νινευί φησι, τουτέστιν, οἱ ἐκ πόλεως τῆς ἐφ' ἅπασιν ἀεὶ τοῖς ἀτόποις κατεγνωσμένης, ἐν ᾗ πολὺς μὲν καὶ ἀναρίθμητος εἰδώλων ἐσμὸς, μυρία δὲ ὅσα τεμένη, καὶ ἐν σπουδῇ τὰ ἀπόῤῥητα. γοήτειαι γὰρ καὶ ψευδομαντείαι τὰ παρ' αὐτοῖς τιμώμενα, καὶ σοφὸς ἦν ἄγαν ὁ περίεργον τοῖς ἄστροις τὸν ὀφθαλμὸν ἐνιεὶς, καὶ εἰς λῆξιν ἥκων εὐκλείας ὁ πρὸς πᾶν ὁτιοῦν τῶν ἀτόπων εὔκολος. ἀλλὰ πεπιστεύκασι τῷ Θεῷ ἀπὸ μικροῦ ἕως μεγάλου, τουτέστι, περιφανεῖς τε καὶ ἄσημοι, λαμπροὶ καὶ κατεῤῥιμμένοι, καὶ οἱ ταῖς ἐκ πλούτου τρυφαῖς ἐπιχεόμενοι, καὶ οἱ τῷ τῆς πενίας ἄχθει καταμεθύοντες· μία δὲ ἦν ἅπασιν ἡ σπουδὴ τὸ τοῖς τοῦ Προφήτου καταπείθεσθαι λόγοις. μέγα δὲ τὸ θαῦμα, καὶ πολὺς ἄγαν τῶν πεπιστευκότων ὁ ἔπαινος. ἕπονται γὰρ εὐθὺς ἀμελλητὶ πρὸς τὸ ἄμεινον καλοῦντι λοιπὸν, καὶ τρυφερὸν τοῖς θείοις κηρύγμασιν ὑπέ- χουσι τὸν αὐχένα, καὶ τοῦτο ἀλλογενοῦς καὶ ἑνὸς ἀνδρὸς, καὶ οὐ πάλαι διεγνωσμένου, καλοῦντος εἰς μετάγνωσιν. Ἀλλ' ὧδε μὲν τὰ Νινευιτῶν. ὁ δέ γε ἀπόπληκτος Ἰσραὴλ ἀπειθεῖ τῷ νόμῳ· διαγελᾶ τὰ Μωυσέως, οὐδὲν ἡγεῖται τὰ προφητῶν. καὶ τί τοῦτο λέγω; γέγονε καὶ κυριοκτόνος, οὐδὲ αὐτῷ πειθόμενος τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. οὐκοῦν ἐν ἀμείνοσιν ἦν τὰ Νινευιτῶν, καὶ τοῦτο δέδειχεν ἀληθὲς ὁ τῶν ὅλων Θεὸς, οὕτω που λέγων πρὸς τὸν μακά- ριον προφήτην Ἰεζεκιήλ "Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε "πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, οὐ πρὸς λαοὺς πολλοὺς "ἀλλοφώνους ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ "ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν· καὶ εἰ πρὸς 1.589 "τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου. ὁ δὲ "οἶκος Ἰσραὴλ οὐ μὴ θελήσωσιν ἀκοῦσαί σου, διότι οὐ "βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλό "νεικοί εἰσι καὶ σκληροκάρδιοι." οἱ μὲν γὰρ ἀλλόγλωσσοι καὶ βαθύχειλοι καὶ σοβαροὶ τοὺς λόγους, τουτέστιν οἱ Νινευῖται, τετιμήκασι τὸ χρησμῴδημα, καὶ πρὸς τὸ χρῆναι μετανοεῖν κεχωρήκασιν ἀμελλητί· ὁ δὲ φιλόνεικος Ἰσραὴλ οὐ τετίμηκεν, ὡς ἔφην, οὐδὲ αὐτὸν τὸν τοῦ νόμου καὶ προ- φητῶν ∆εσπότην. 9Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευὶ, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ' ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ· καὶ ἐκηρύχθη καὶ ἐῤῥέθη ἐν τῇ Νινευὶ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λεγόντων Οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηθὲν, μηδὲ νεμέσθωσαν καὶ ὕδωρ μὴ πιέτωσαν. καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέ- γοντες Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;9 Ἐπιτείνει σφόδρα τῆς εὐπειθείας τὸν ἔπαινον, καὶ κατα- θαυμάζει μειζόνως τὸ ἕτοιμον εἰς ὑπακοὴν τῶν κεκλημένων εἰς μετάγνωσιν. ἐπειδὴ γὰρ τῶν τοῦ Προφήτου ῥημάτων 1.590 κατήκοοι ἦσαν, καὶ αὐτὸς ὁ τῷ σκήπτρῳ τετιμημένος καὶ ταῖς ἀνωτάτω κατεστεμμένος εὐκλείαις ὑπεχώρει μὲν εὐθὺς τῶν τῆς βασιλείας θρόνων, ἐῤῥῶσθαι δὲ φράσας ταῖς αὐτῷ πρεπούσαις στολαῖς, καὶ ἁλουργίδα ἐκδὺς περιεβάλετο σάκ κον, τουτέστιν ἐν πενθικοῖς ἦν σχήμασιν· ἐφιζήσας δὲ καὶ σποδῷ σύνθημα τοῖς ἄλλοις ἐδίδου τὸ χρῆναι καὶ ἀσιτεῖν, καὶ ἀκαταλήκτοις λιταῖς ἐξημεροῦντας Θεὸν ἐξαιτεῖν τὸν ἔλεον. σοφοὶ δὲ λίαν οἱ Νινευῖται, συνεπιτηδεύοντες τῇ νηστείᾳ καὶ τῆς φαυλότητος τὴν ἀποστροφήν· μετανοίας γὰρ οὗτος ἂν εἴη καὶ μόνος ὁ ἀληθὴς καὶ ἀμώμητος τρόπος. ἐπειδὴ δὲ τὸ ἐν τούτοις εὐτεχνὲς οὐκ ἔχων ὁ Ἰσραὴλ, ἀλο γωτάτην ἔσθ' ὅτε καὶ βέβηλον ἐπεδείκνυτο τὴν νηστείαν, ἐκέλευε τῷ προφήτῃ Θεὸς εἰς ὕψος αἴροντα τὴν φωνὴν ἀπαγγέλλειν αὐτοῖς, ὅτι "Οὐ ταύτην τὴν νηστείαν ἐξε "λεξάμην, λέγει Κύριος." καὶ διὰ ποίαν αἰτίαν διαμε- μήνυκεν αὐτὸς, ἐπενεγκὼν εὐθύς "Ἐν γὰρ ταῖς ἡμέραις "τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ "πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε· εἰς κρίσεις καὶ "μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. ἵνα τί "μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν "φωνὴν ὑμῶν; οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ "ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ." οὐκοῦν ἀμείνους οἱ Νινευῖται, καθαρὰν καὶ ἄμωμον ἐπιτελοῦντες Θεῷ τὴν νηστείαν. μεμαρτύρηκε γὰρ τὸ γράμμα τὸ ἱερὸν ὅτι ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. εἴσω δὲ λόγου καὶ φρενὸς τὸ δρώμενον ἦν. πεπιστεύκασι γὰρ ὅτι μετανοήσει Θεὸς καὶ ἀποστρέψει τὰ ἐξ ὀργῆς. τὸ δὲ μετανοήσει φησὶ ἀντὶ τοῦ μεταβουλεύσεται, κἂν ἴδῃ μεταφοιτήσαντας ἐκ 1.591 φαυλότητος εἰς τὸ ἀγαθὸν, μετοιχήσεται καὶ αὐτὸς εἰς τὴν ὅτι μάλιστα φιλαιτάτην αὐτῷ γαλήνην καὶ φιλανθρωπίαν. ἔστι μὲν γὰρ ἀγαθὸς τῇ φύσει. πλὴν ἐπάγει τοῖς πλημ- μελοῦσι τὰς δίκας, καὶ τοῖς ἀκαθέκτως ἀπονενευκόσι πρὸς τὸ ἐξήνιον, οἷά τινα χαλινὸν ἀνακόπτοντα γενικῶς καὶ μετα- τιθέντα πρὸς εὐπείθειαν ἐπιφέρει τὰ ἐξ ὀργῆς. ἄθρει δὲ ὅπως οἱ μὲν Νινευῖταί φασιν Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα· ὁ δέ γε σοφὸς Ἰσραὴλ, ὁ νόμῳ πεπαιδευμένος ὅτι χρηστὸς καὶ ἥμερος ὁ ∆εσπότης, οὐκ ἀνέχεται οὕτω νοεῖν. ἔφασκον γὰρ ἀμαθαίνοντες "Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν "ἐφ' ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησό- "μεθα;" ἀλλ' ἤκουον Θεοῦ λέγοντος ἐναργῶς "Ἀπο- "στροφῆ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, "καὶ ἵνα τί ἀποθνήσκετε οἶκος Ἰσραήλ;" ὃ δὴ δεδράκασι Νινευῖται, ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς τὴν ἐπηρτημένην αὐτοῖς ἐκδυσωποῦντες ὀργὴν, πλὴν προσέταττον τοῖς ἀνθρώ- ποις καὶ τὰ κτήνη συγκαταλγύνεσθαι, τροφῆς καὶ ποτῶν ἀποστερούμενα, καὶ οἷον πενθεῖν κατηναγκασμένα. καὶ τὸ χρῆμά ἐστιν ὑπερβολικὸν, οὐχ ὡς ἀναγκαίως γεγονὸς, ἢ Θεοῦ ζητοῦντος παρὰ τῶν κτηνῶν τὸν πόνον. ἐπεσημήνατο δὲ καὶ τοῦτο τὸ γράμμα τὸ ἱερὸν, τῆς τῶν Νινευιτῶν μετανοίας, ὡς ἔφην, ἐμφανίζον τὴν ὑπερβολήν. οἶδα μὲν οὖν ὅτι κατερυθριῶσί τινες ἐπὶ τῷδε, καί φασι κτήνη χρῆναι νοεῖσθαι τοὺς ἐν ἀνθρώποις ἀλογωτάτους. καὶ ἀληθὴς ὁ λόγος, καὶ εὖ ἂν ἔχοι κατὰ καιροὺς, εἰ τῇδε νοοῖτο παρά τινων. ἀλλ' εἴς γε τῶν προκειμένων τὸν νοῦν ἁρμόσειεν ἂν ἐκεῖνό που τάχα, τὸ τῆς μετανοίας φημὶ κατασημαίνεσθαι 1.592 τὴν ὑπερβολὴν διὰ τοῦ καὶ αὐτῶν καθορίζεσθαι τῶν κτηνῶν τὸν πόνον. 9Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν· καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.9 Ταχὺς εἰς ἔλεον ὁ ∆εσπότης καὶ σώζει μεταγινώσκοντας. ἀπαλλάττει παραχρῆμα τῶν ἀρχαίων αἰτιαμάτων, καὶ κατα ληγούσης τῆς παρ' αὐτοῖς ἁμαρτίας, ἀνίησι καὶ αὐτὸς τὴν ὀργὴν, καὶ μεταβουλεύεται τὰ χρηστά. ἐπειδὴ δὲ μετα- θεμένους ὁρᾷ πρὸς τὸ ἀγαθὸν, μεταφοιτᾷ πρὸς τὸ ἥμερον, καὶ ἀναβάλλεται τὴν καταστροφὴν, καὶ φειδοῦς ἀξιοῖ. καὶ γάρ ἐστιν ἀληθὴς ὅταν λέγῃ "Καὶ ἵνα τί ἀποθνήσκετε οἶκος "̓Ισραήλ; λέγει Κύριος· διότι οὐ θέλω τὸν θάνατον τοῦ "ἀποθνήσκοντος, λέγει Ἀδωναῒ Κύριος, ὡς τὸ ἀποστρέψαι "αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῆν τὴν ψυχὴν αὐτοῦ." κακίαν δὲ ὅταν λέγῃ, μὴ φαυλότητα νόει, τὴν κακωτικὴν δὲ μᾶλλον ὀργήν. οὐ γάρ ἐστι τῶν κακῶν ἐργάτης ὁ φιλάρετος ἡμῶν Θεός. 9Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην, καὶ συνεχύθη· καὶ προσηύ- ξατο πρὸς Κύριον καὶ εἶπεν Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. καὶ νῦν, ∆έσποτα κύριε, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν.9 1.593 Θεοῦ κατοικτείραντος τοὺς ταῖς μεταγνώσεσιν ἀποκρουο- μένους τὰ ἐξ ὀργῆς, καὶ εἰς πέρας ἤδη τὸ ὡρισμένον ἐν- ηνεγμένου τοῦ καιροῦ, μεθ' ὃν ἦν εἰκὸς συμβήσεσθαι τὸ προηγγελμένον, εἶτα γεγονότος τῶν προσδοκωμένων οὐδενὸς, λελύπηται λίαν ὁ μακάριος Ἰωνᾶς, καὶ οὐχ ὅτι διέδρα τὸν ὄλεθρον ἡ πόλις· πονηροῦ γὰρ τοῦτο καὶ βασκάνου, καὶ ἁγιοπρεπὲς οὐδαμῶς· ἀλλ' ὅτι ψευδοεπὴς εἶναί τις καὶ βω- μολόχος ἐδόκει, καὶ μάτην αὐτοὺς τεθορυβηκὼς, καὶ τὰ ἀπὸ γνώμης λαλῶν, καὶ οὐχὶ δὴ πάντως τὰ ἀπὸ στόματος Κυρίου, κατὰ τὸ γεγραμμένον. οἴονται γεμὴν ἕτεροί τινες λελυπῆσθαι τὸν Προφήτην ἐφ' ἑτέραις τισὶ καὶ ἀποῤῥήτοις ἐννοίαις. ἐπειδὴ γὰρ ἔγνω, φασὶν, ὅτι κεκλημένης τῆς ἐξ ἐθνῶν ἀγέλης, ἀπολισθήσει πάντως τῆς εἰς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ, ὡς ἥκοντος ἤδη πρὸς πέρας τοῦ τοιοῦδε καιροῦ, κατηφὴς ἦν ἄγαν, καὶ μονονουχὶ τοῖς ἐξ αἵματος ἐπιστυ γνάζει διολωλόσιν. ἀλλ' ἐξίστησιν αὐτὸς τοῦ τόδε νοεῖν, ἐναργέστατα λέγων, ὡς ἀπέδρα μὲν εἰς Θαρσεῖς· ἥλω δὲ κατοκνήσας τὴν ἀποστολὴν, διάτοι τὸ εἰδέναι σαφῶς, ὅτι χρηστὸς καὶ οἰκτίρμων ἐστὶν ὁ ∆εσπότης, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. ἐπειδὴ γὰρ ἦσθα τοιοῦτος, φησὶ, πῶς ἐκέλευες διακηρύξαι αὐτοῖς μάτην τὴν καταστροφήν; καὶ μικροψυχεῖ μὲν ὡς ἄνθρωπος, τούτοις ἑαυτὸν χρήσασθαι τοῖς λόγοις καὶ ἐν τῇ τῶν Ἰουδαίων διαβεβαιούμενος γῇ, ἐκτεθνάναι δὲ ἤδη παρακαλεῖ, καὶ μονονουχὶ τῆς οἰκονομίας οὐ μετρίαν τινὰ ποιεῖται τὴν καταβοήν. ἐπισφαλὲς δὲ τὸ χρῆμα καὶ φρενὸς ἁγίας οὐκ ἄξιον. εἰ γὰρ τοῖς τῶν σωμάτων ἰατροῖς ἐπιτι μήσειεν ἂν οὐδεὶς, εἴ γε νοῦν ἔχοι, τὰ τοῖς τραύμασι χρειω- δέστερα μεταπλάττουσι φάρμακα, πῶς ἄν τις εἰκότως 1.594 καταβοήσειε τοῦ πάντα εἰδότος Θεοῦ, καὶ ταῖς ἡμετέραις διανοίαις τὴν ἀεὶ πρέπουσαν καὶ χρειωδεστάτην ἀληθῶς ἐπινοοῦντος ἄκεσιν; ἰατρὸς γάρ ἐστι πνευμάτων, καὶ ποτὲ μὲν τοῖς πόνοις, ποτὲ δὲ αὖ τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς τῶν ἐν ἡμῖν παθῶν κατευνάζων τὴν ἀγριότητα. 9Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι σύ; καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως, καὶ ἐποίησεν αὐτῷ ἐκεῖ σκηνὴν, καὶ ἐκάθητο ὑπο κάτω αὐτῆς ἐν σκιᾷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.9 Οὐκ ἐᾷ ταῖς ἀκηδίαις καταπνίγεσθαι τοῦ Προφήτου τὸν νοῦν, ἀναῤῥώννυσι δὲ ὥσπερ ἠσθενηκότα, καὶ χρηστῶς μὲν λίαν, πλὴν ὅτι λελύπητο, καταιτιᾶται χρησίμως. ὑπεμφήνειε γὰρ ἂν ἕτερον οἶμαί τι παντελῶς οὐδὲν τὸ ἀναπυνθάνεσθαί τε καὶ λέγειν Εἰ σφόδρα λελύπηται· μονονουχὶ δὲ καὶ ἐπι- πλήττει λελυπημένῳ καὶ τῶν θείων κριμάτων οὐ συνιέντι τὸν σκοπόν. ἡμερῶν δὲ ἤδη διαγενομένων, καθάπερ ἔφην ἀρτίως, μεθ' ἃς ἦν εἰκὸς ἀποπερανθήσεσθαι τὰ διηγγελμένα, εἶτα τῆς ὀργῆς ἀπρακτούσης ἔτι, συνίησι μὲν ὅτι κατηλέησε Θεὸς, πλὴν οὐκ εἰσάπαν ἔξω βέβηκε τῆς ἐλπίδος· οἴεται δὲ, ὅτι δέδοται μὲν αὐτοῖς ἀνάβλησις τοῦ κακοῦ μετανοεῖν ᾑρημένοις, πλὴν ἔσται τι πάντως τῶν ἐξ ὀργῆς, οὐκ ἰσοπαλεῖς τοῖς πταίσμασι τοὺς ἐπὶ ταῖς μεταγνώσεσι πόνους ἐπιδεδειχόσι. τί γὰρ ὠνήσειε τριήμερος ἱδρὼς τοὺς ἀτόπῳ παντὶ κατα κεχωσμένους πράγματι, καὶ ταῖς οὕτω δειναῖς πλημμελείαις ἐνισχημένους; ταῦτα καθ' ἑαυτὸν κατά γε τὸ εἰκὸς διενθυ- μούμενος, τοῦ μὲν ἄστεος ἀπεφοίτα, περιμένει δὲ τοῦ ἰδεῖν 1.595 τί ἔσται αὐτοῖς· προσεδόκα γὰρ ἢ πεσεῖσθαι τυχὸν κατα δονουμένην, ἢ κατεμπρησθήσεσθαι πυρὶ, καθὰ καὶ τὰ Σόδομα. σχεδιάζεται δὲ οἶκος αὐτῷ, καὶ σκηνὴ τὸ δρώ- μενον ἦν. 9Καὶ προσέταξεν Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κε- φαλῆς τοῦ Ἰωνᾶ, τοῦ εἶναι εἰς σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.9 Προστάττει δὴ πάλιν τῇ κολοκύνθῃ Θεὸς, καθὰ καὶ τῷ κήτει, κατανεύσας δηλονότι καὶ θελήσας μόνον. ἀνίσχει δὲ παραχρῆμα καλή τε καὶ εὐανθὴς, καὶ ὅλην εὐθὺς κατέῤ- ῥεψε τὴν σκηνὴν, καὶ οἷον ἀλείφει πρὸς εὐθυμίαν εὖ μάλα κατασκιάζουσα. χαίρει δὲ λίαν ὁ Προφήτης ἐπ' αὐτῇ, καὶ γέγηθεν ἀληθῶς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ἀξιολήπτῳ πράγ- ματι. ἄθρει δὴ οὖν κἀντεῦθεν τῆς ἐνούσης αὐτῷ διανοίας τὴν εἰς ἁπλότητα ῥοπήν. ἐλυπήθη μὲν γὰρ λύπην μεγάλην, ὅτι μὴ ἐκβέβηκεν εἰς πέρας αὐτῷ τὰ τῆς προφητείας· ἐχάρη δὲ αὖ χαρὰν μεγάλην ἐπὶ λαχάνῳ καὶ πόᾳ. Εὔκολος δὲ λίαν ὁ ἄκακος νοῦς πρός τε λύπας καὶ θυμη- δίας. ὄψει δὲ ἀτρεκῆ τὸν λόγον, τοῖς τῶν νηπίων ἤθεσιν ἐνορῶν, ἃ καταλγύνεται μὲν ἐπ' οὐδενὶ πολλάκις, καὶ κλαίει λίαν ἐπὶ μικροῖς· γέγηθε δὲ αὖ, καὶ ἀθρόαν ποιεῖται τὴν ἐκ τοῦ λυπεῖσθαι πρὸς τὸ χαίρειν μετάστασιν, ἐπὶ μικρῷ δὴ πάλιν ἔσθ' ὅτε καταθελγόμενα. ὅνπερ γὰρ τρόπον ἐν τοῖς ἀνθρωπίνοις σώμασι τὰ μὴ λίαν εὐρωστεῖν εἰωθότα πίπτει ῥᾳδίως, προσωθοῦντος τινὸς, κἂν εἰ μὴ τοῦτο δρῴη νεανικῶς, 1.596 τρυφεροτέρᾳ δὲ ὥσπερ ἅπτηται χειρί· οὕτω καὶ νοῦς ὁ ἀπάνουργος, εὔκολος εἰς ἀποφορὰν τὴν ἐφ' ὁτουοῦν τῶν κατατέρπειν αὐτὸν ἢ καὶ λυπεῖν πεφυκότων. 9Καὶ προσέταξεν Κύριος σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολόκυνθαν καὶ ἀπεξηράνθη. καὶ ἐγένετο "ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξε Κύριος ὁ Θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ. καὶ ὠλιγοψύχησε καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπε Καλόν μοι τὸ ἀποθανεῖν ἢ ζῆν με.9 Σκώληκα μὲν ἑωθινὴν ὀνομάζει τὴν κάμπην, διάτοι τὸ ἐκ δρόσου τῆς ὑπὸ τὴν ἕω πιπτούσης τὰς τῆς γενέσεως ἔχειν ἀρχάς. προστάττει γεμὴν αὐτῇ καὶ μέντοι καὶ τῷ καύσωνι Θεὸς ὡς ἂν νοοῖτο προστεταχὼς καὶ αὐτῇ τῇ κολοκύνθῃ καὶ τῷ κήτει, καθάπερ ἤδη προείπομεν. καὶ ἡ μὲν ἀδοκήτως αὐαίνεται· πλήττει δὲ ὁ καύσων σφόδρα, καὶ θερμὸν ἐνίησιν ἀλύοντι σέλας, σκιᾶς δὲ ἔρημον εὑρὼν, ὅθεν αὐτῷ μάλιστα τὰ τῆς δυσθυμίας ἐπετείνετο. καθῖκτο δὲ ἤδη πρὸς τοῦτο μικροψυχίας, ὡς καὶ αὐτὸν πολύευκτον ποιεῖσθαι τὸν θά- νατον. 9Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.9 Ἄθρει δὴ πάλιν τὸν τῶν ὅλων Θεὸν ἐξ ἀμετρήτου φιλαν- θρωπίας ταῖς ἀκάκοις μάλιστα τῶν ἁγίων ψυχαῖς μονονουχὶ προσαθύροντα, καὶ ταῖς τῶν πατέρων φιλοστοργίαις παρα 1.597 χωροῦντα μηδέν. κατασκιάζει μὲν γὰρ ἡ κολόκυνθα, καὶ ἐπιγάννυται λίαν ὁ Προφήτης αὐτῇ· ἐπιβουλεύει δὲ μετὰ τοῦτο οἰκονομικῶς ἡ κάμπη, πλήττει δὲ καὶ ὁ καύσων χρειωδεστάτην αὐτῷ καὶ ἀναγκαίαν εἰς ὄνησιν ἀποφαίνων τὴν σκιὰν, ἵνα δὴ μᾶλλον ἀλγύνοιτο τῶν ἀρίστων ἐστερη- μένος· εἶτα ἐπὶ σμικρῷ λυπούμενος, καὶ τοῦτο δεινῶς, τῇ κολοκύνθῃ λέγω, μηκέτι τὴν θείαν αἰτιῷτο φιλανθρωπίαν, εἰ φειδώ τε καὶ ἡμερότητα διανέμειν ἕλοιτο ταῖς τῶν πόλεων περιφανεστάταις, καὶ ἀναριθμήτῳ πληθύϊ τῶν ἐνοικούντων μεμεστωμέναις. ἐρωτᾷ δὴ οὖν εὐτεχνῶς Εἰ σφόδρα λελύπη- ται, καὶ τοῦτο ἐπὶ λαχάνῳ. ὁ δὲ ὁμολογεῖ, καὶ τὸ χρῆμα λοιπὸν ἀπολογίας ἦν τρόπος τῷ φιλανθρώπῳ Θεῷ. 9Καὶ εἶπε Κύριος Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας εἰς αὐτὴν, καὶ οὐκ ἐξέθρεψας αὐτὴν, ἣ ὑπὸ νύκτα ἐγενήθη καὶ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὶ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά.9 Ὦ τῆς ἀσυγκρίτου καὶ ὑπὲρ νοῦν ἡμερότητος. ποῖος ἂν ἡμῖν ἐξαρκέσειε λόγος εἰς ὑμνολογίαν; ἢ ποῖον ἀνοιγνύντες στόμα τὰς χαριστηρίους ᾠδὰς ἀναθήσομεν τῷ φιλοικτίρμονι καὶ ἀγαθῷ; μακρύνει γὰρ ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν, καὶ καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβου- μένους αὐτὸν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. θέα γὰρ ὅπως οὐκ ἐν καιρῷ λυπούμενον, οὐδὲ ἐφ' οἷς ἦν εἰκὸς, ἀπο- φαίνει τὸν Ἰωνᾶν, καίτοι δέον ἁγιοπρεπῶς κατακροτεῖν καὶ εὐφημεῖν ὡς ἀγαθὸν τὸν ∆εσπότην. εἰ γὰρ σὺ, φησὶν, 1.598 ἐπεστύγνασας, μᾶλλον δὲ καὶ εἰς ἐσχάτην κατακομίζῃ λύ- πην, ὅτι σοι μεμάρανται τὸ τῆς κολοκύνθης φυτὸν, ὃ ὑπὸ νύκτα μίαν ἀνέφυ, διόλωλε δὲ ὡσαύτως, πῶς ἂν αὐτὸς ἀλο- γήσαιμι πολυανδρούσης πόλεως, ἐν ᾗ πλείους εἰσὶν ἢ δώδεκα μυριάδες ἀνθρώπων, οὐκ ἐχόντων ἀπὸ τοῦ καιροῦ καὶ τῆς ἡλικίας τὸ διειδέναι δύνασθαι ποία μὲν αὐτοῖς ἡ δεξιὰ, ποία δὲ ἡ εὐώνυμος; ἀδιάκριτα γάρ πως παρὰ τοῖς ἔτι νηπίοις καὶ ταῦτα, οἷς ἦν ἀκόλουθον καὶ πρό γε τῶν ἄλλων χαρί- σασθαι τὴν φιλανθρωπίαν, ἡμαρτηκόσι μηδέν· τὸ γὰρ οὔπω τὰς ἑαυτοῦ χεῖρας εἰδὸς, ποίοις ἂν ἐνέχοιτο πλημμε- λήμασι; εἰ δὲ ὀνομάζει καὶ κτήνη καὶ φειδοῦς ἀξιοῖ, φιλαγά- θως καὶ τοῦτο. εἰ γὰρ "δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν "αὐτοῦ," ἔστι δὲ αὐτῷ πρὸς ἐπαίνου καὶ τοῦτο, τί τὸ παράδοξον, εἰ καὶ αὐτὸς ὁ τῶν ὅλων ∆ημιουργὸς φειδώ τε καὶ οἰκτιρμοὺς ἀπονέμει καὶ τούτοις; Οὕτω δὴ πάντας διέσωσεν ὁ Χριστὸς, δοὺς ἑαυτὸν ἀν- τίλυτρον ὑπὲρ μικροῦ καὶ μεγάλου, σοφοῦ καὶ ἀσόφου, πλουσίου καὶ πένητος, Ἰουδαίου καὶ Ἕλληνος, ᾧ καὶ λέγοιτ' ἂν εἰκότως "Ἀνθρώπους καὶ κτήνη σώσεις Κύριε, ὡς ἐπλή- "θυνας τὸ ἔλεός σου ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν "σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν," αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΕΛΟΣ ΤΟΥ ΙΩΝΑ.ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ
ΕΙΣ μὲν ἅπασι καὶ θεοφιλὴς τοῖς ἁγίοις προφήταις ὁ σκοπὸς, τὸ ἀναπεῖσαι τὸν Ἰσραὴλ ἀποφοιτῆσαι νεανικῶς τοῦ πλανᾶσθαι θέλειν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ἐναβρύνεσθαι, τὴν ἐπὶ τοῖς ἀτόποις κατάῤῥησιν ῥιπτοῦντας ὡς ἀπωτάτω. πολλοὶ δὲ γεγόνασι καὶ καθεξῆς, προδια- μαρτυρομένου τρόπον τινὰ τοῦ Θεοῦ, καὶ διὰ πλείστων ὅσων στομάτων προαναφωνοῦντος ἐναργῶς, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, μήτε μὴν ποιοῖντο περὶ πολλοῦ τὴν εἰς τὰ ἀμείνω λοιπὸν ἐπιτηδεύειν ἀναδρομὴν, αὐτοὶ καθ' ἑαυτῶν ὁριοῦσι τὰς δίκας, καὶ αὐτόκλητον ἀνατλάντες ὄλεθρον, τὰς τοῦ 1.600 παθεῖν αἰτίας ταῖς ἰδίαις ἀνάψουσι γνώμαις. εἰ δὲ δὴ τῶν αὐτῶν ἔχοιντο διηγημάτων τῶν ἁγίων προφητῶν οἱ λόγοι, αἰτιάσθω μηδεὶς, ταυτολογίαν ἐπιφημίζων αὐτοῖς, ἀναλογι- ζέσθω δὲ μᾶλλον ἐκεῖνο σαφῶς· οὐδένα γὰρ ἐχρῆν ὀφθῆναι καιρὸν, καθ' ὃν οὐκ ἦσαν οἱ ἐπανορθοῦν ἰσχύοντες τοὺς ἡμαρτηκότας. καὶ ὥσπερ οὐκ ἂν αἰτιάσαιτό τις, εἴ γε νοῦν ἔχοι, τὸ κατὰ πάντα καιρὸν ὑπάρχειν ἰατροὺς, τοὺς τὰ αὐτὰ τῶν ἐν ἡμῖν παθῶν ταῖς αὐτοῖς πρεπούσαις ἐπικουρίαις ἀνασειράζοντας, οὕτως οὐκ ἂν, οἶμαί, τις εὐλόγως ἐπιτιμήσειε τοῖς ἁγίοις προφήταις, εἰ καὶ διὰ τῶν αὐτῶν ἰόντες φαίνοιντο πραγμάτων τε καὶ λόγων. εἷς γὰρ ἦν Κύριος ὁ πᾶσι λαλῶν, καὶ τοῖς πλανωμένοις ἀναδεικνὺς κατὰ πάντα καιρὸν τοὺς ἀποκομίζειν εἰδότας εἰς εὐθεῖαν ὥσπερ ὁδόν. προαγορεύουσι γὰρ ἅπαντες τοὺς πολέμους, τὰς αἰχμαλωσίας, τὴν τῶν πόλεων ἐρήμωσιν, τοὺς πόνους, τὰ πένθη, τοὺς ἐπὶ τοῖς τεθνεῶσιν ὀδυρμοὺς, τὰς τῶν παραλελημμένων ταλαιπω ρίας, τὴν τῶν πορθούντων ὠμότητα· καὶ ἁπαξαπλῶς διὰ πάσης αὐτοῖς ἀγριότητος κεχωρηκότα τὰ διηγήματα κατίδοι τις ἂν, διά γε τὸ τοῖς πλανωμένοις εἰς ὄνησιν ἀναγκαῖον. ἀνακόπτεται γὰρ ἔσθ' ὅτε τοῖς δείμασι καὶ τὸ ἀσχέτως ἐκνενευκὸς εἰς ἀπόστασίν τε καὶ ἁμαρτίαν. Προφητεύει τοίνυν καὶ ὁ μακάριος Μιχαίας ἐν καιροῖς βασιλείας τοῦ τε Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου. καὶβασιλεύοντος μὲν Ἰωάθαμ κατεστρατεύετο τῆς Ἱερουσαλὴμ ὁ τοῦ Ῥομελίου Φακεὲ, καὶ Ῥαασσὼν βασιλεὺς Συρίας· 1.601 τεθνεῶτος δὲ διαδέχεται τὴν ἀρχὴν ὁ Ἄχαζ, ὃς καὶ παρα- τείνοντος τοῦ πολέμου κατεμισθοῦτο χρήμασι τὸν Ἀσσύριον, ἐπαμῦναί τε οἱ παρεκάλει, ταῖς τῶν ἐπιόντων δυνάμεσιν ἀντεξάγειν οὐκ ἔχοντι· ὃς καὶ παρελθὼν εἷλε μὲν τὴν ∆αμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν Ῥαασσών. εἶτα κατ' ἐκεῖνο τοῦ καιροῦ βασιλευόντων ἐν τῇ Σαμαρείᾳ Ἱεροβοάμ τε τοῦ Ἰωὰς, καὶ μετ' αὐτὸν Ἀζαρίου, καὶ τρίτου δὲ Μα-ναεὶμ, ἀνέβη Φουλὰ βασιλεὺς Ἀσσυρίων, ὃς καὶ πολλοῖς μόλις χρήμασιν ὑποπεισθεὶς, εἰς τὴν ἐνεγκοῦσαν ἀνεκομί- ζετο. μετὰ δέ γε τὸν Φουλὰ κατεστράτευε τῆς Ἰουδαίων γῆς Θεγλαφαλάσαρ ὁ Ἀσσύριος, καὶ πλείστας μὲν ὅσας τῆς Σαμαρείας ἀνέστησε πόλεις· προσετίθει δὲ αὐταῖς καὶ πᾶσαν τὴν Γαλιλαίαν ἕως Νεφθαλείμ. εἴρηται μὲν οὖν ταυτὶ δὴ λεπτῶς, ὅτε τὴν ἐπὶ τῷ μακαρίῳ προφήτῃ Ὠσηὲ συνετίθεμεν ἐξήγησιν, ὑπεμνήσαμεν δὲ καὶ νῦν ἀναγκαίως διὰ τὸ τεθεῖσθαι τοὺς χρόνους καὶ τῆς τοῦ Μιχαίου προφη- τείας. ἔδει γὰρ ἔδει τὸν φιλακροάμονα καὶ φιλομαθῆ μὴ ἀγνοῆσαι τὴν αἰτίαν, δι' ἣν ὠνομάσθησαν οἱ τῆς Ἱερου- σαλὴμ βεβασιλευκότες, Ἰωάθαμ φημὶ καὶ Ἄχαζ. παρα-τείνει δὲ τῆς προφητείας ὁ χρόνος καὶ μέχρι τῆς Ἐζεκίου βασιλείας, ἐφ' οὗ πάλιν ὁ Σεναχηρείμ· Ἀσσυρίων καὶ οὗτος βασιλεύς· εἷλε κατὰ κράτος τὴν Σαμαρειτῶν, κατεδῄωσε δὲ καὶ τὰς πόλεις τῶν Φυλιστιεὶμ, τουτέστι τὰς Παλαιστηνῶν. εἶτα τὴν Λάχις ἑλών· πόλις δὲ αὕτη τῆς Ἰούδα βασιλείας· 1.602 ἐκεῖθεν πέμπει Ῥαψάκην πολιορκήσοντα τὴν Ἱερουσαλὴμ, ὃς καὶ τῆς ἀλαζονείας καὶ τῆς κατὰ Θεοῦ γλωσσαλγίας ἐξαιτεῖται δίκας, ἀποθανουσῶν ἐν μιᾷ νυκτὶ τῆς τῶν Ἀσσυ- ρίων στρατιᾶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων. γέγονε τοίνυν, φησὶν, ὁ λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθί. 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθὶ, ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα.9 Χρὴ εἰδέναι πάλιν, ὡς Ἑβραῖοι γεγράφασιν ἀντὶ τοῦ Μωραθὶ τὸν Μωραθίτην, ἵνα μὴ ὡς ἐκ πατρὸς, ἀλλ' ὡς ἐκ τόπου σημαίνηται. φασὶ γὰρ εἶναι τὴν Μωραθὶ κώμην ἤτοι πολίχνην τῆς Ἰουδαίων γενέσθαι χώρας. συμφέρονται δὲ τῇ ἐκδόσει καὶ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. οὐκοῦν εἴη ἂν οὐχὶ τοῦ Προφήτου πατὴρ ὁ Μωραθί· σημαίνεται δὲ, ὡς ἔφην, ἐκ τόπου μᾶλλον καὶ Μωραθίτης. τίνες δὲ ἄρα λοι- πὸν οἱ πρὸς αὐτὸν γεγονότες λόγοι, περιαθρεῖν ἀναγκαῖον. 9Περὶ ὧν εἶδεν περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ.9 Τεθέαται γὰρ ὡς ἐν ὁράσει τὰ ἐσόμενα, καὶ τῶν ὅσον οὐδέπω παρεσομένων ἢ καὶ ἐπὶ θύραις ὄντων κακῶν, οὐχὶ μόνην ἑλὼν τὴν γνῶσιν, ἀλλ' ὅσον ἧκεν εἰς ὄψιν, τὴν ὡς 1.603 ἐν ὁράματι λέγω, δεδιὼς τὴν ἔκβασιν, ἀναγκαίως ποιεῖται τοὺς λόγους περί τε τῆς Σαμαρείας καὶ τῆς Ἱερουσαλήμ. 9Ἀκούσατε λαοὶ πάντες λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.9 Ἑτοιμάζεσθαι κελεύει πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λογίων τὴν δύναμιν. ὅτι δὲ οὐκ ἀπὸ γνώμης ἤγουν θελημάτων ἀνθρωπίνων ἡ ἀφήγησις, ἀλλὰ παρ' αὐτοῦ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ πληροφορεῖ προστιθεὶς, ὅτι ἔσται Κύριος ἐν ὑμῖν εἰς μαρτύριον. μονονουχὶ γάρ φησι Κἂν αὐτὸς ἐγὼ Μιχαίας ποιῶμαι τοὺς λόγους, κἂν εἰ μεσιτεύοιμι τυχὸν ὡς ἄνθρωπος, ἀλλ' αὐτὸς ὑμῖν ὁ τῶν ὅλων διαμαρτύρεται Θεὸς, καὶ δεσποτικοῖς θεσπίσμασι τὴν ἐμαυτοῦ δανείζω φωνήν. ἔσται τοίνυν ὑμῖν εἰς μαρτύριον ἐκεῖνος αὐτὸς, ᾧ τὸν δια- βόητον τουτονὶ καὶ περιφανῆ ναὸν ἐστήσατε, ᾧ τὸ θεῖον ἵδρυται πρὸς ὑμῶν θυσιαστήριον, ᾧ τὸ σέβας ἀνάπτειν πεπαίδευσθε διὰ νόμου· ὃς ἐκ τοῦ ἰδίου οἴκου λελάληκεν ἀεὶ πρὸς προφήτας ἁγίους, καὶ πρό γε τῶν ἄλλων τῷ μα- καρίῳ Μωυσεῖ, τὴν ἀρχαίαν ἐκείνην σκηνὴν ἐγηγερκότι κατὰ τὴν ἔρημον. ἐλάλει γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου, καὶ ᾗ φησὶ τὸ γράμμα τὸ ἱερόν "Μωυσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο 1.604 "αὐτῷ φωνῇ." καὶ νῦν ὑμᾶς διαμαρτύρεται, φησὶν, ἐκ τοῦ οἴκου αὐτοῦ. οὐκοῦν ἀκούετε μὲν λαοὶ, προσεχέτω δὲ καὶ ἡ γῆ. τούτῳ παραπλήσιον τὸ διὰ φωνῆς Ἡσαΐου "Ἄκουε "οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησε." κατοικεῖ μὲν οὖν ὁ Ὕψιστος οὐκ ἔν γε τοῖς ἐκ λίθων ναοῖς ἢ χειρο- ποιήτοις τεμένεσιν. ἐπειδὴ δὲ εἰς δόξαν Θεοῦ τοὺς ἁγίους οἴκους ἐγηγέρθαι φαμὲν, ταύτῃτοι καὶ κατοικεῖν ἐν αὐτοῖς οὐκ ἀπαξιοῦν πεπιστεύκαμεν τὸν τῶν ὅλων Θεὸν, καίτοι πληροῦντα τοὺς οὐρανοὺς καὶ τὴν γῆν καὶ τὰ κατωτέρω. Ἐφαρμόσαι δ' ἄν τις εἰκότως καὶ ταῦτα Χριστῷ καλοῦντι πρὸς σωτηρίαν οὐχὶ μόνους λαοὺς, οἳ καὶ ἐξ αἵματος ἦσαν Ἁβραὰμ, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. διεμαρτύρατο γὰρ ὥσπερ διὰ φωνῆς τοῦ ∆αυεὶδ λέγων "Ἀκούσατε ταῦτα "πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν "οἰκουμένην." ὅτι δὲ ὡς ἐξ οἴκου τοῦ ἰδίου καὶ φιλαιτάτου λίαν αὐτῷ καταπεφοίτηκεν ὡς ἡμᾶς ἐξ οὐρανοῦ ὁ Λόγος, πῶς ἐστιν ἀμφιβαλεῖν; ἄτοπον δὲ οὐδὲν οἶκον Θεοῦ λέγειν τὸν οὐρανὸν, ὁπότε καὶ τὴν ἐπίγειον Σιὼν, ἣ καὶ εἰς τύπον τῆς Ἐκκλησίας λαμβάνεται, οἶκόν τε αὐτοῦ καὶ πόλιν αἱ θεόπνευστοι λέγουσι γραφαί. ψάλλει γάρ που καί φησιν ὁ θεσπέσιος ∆αυείδ "∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ "πόλις τοῦ Θεοῦ." οὐκοῦν ὡς πόλις εἴη ἂν οὕτω καὶ οἶκος ἡ Ἐκκλησία Χριστοῦ τοῦ πληροῦντος τὰ πάντα κατά γε τὴν τῆς Θεότητος φύσιν. 9∆ιότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται 1.605 ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει.9 Ἀσαφὴς μὲν λίαν, καὶ αἰνιγμάτων ἔμπλεως ὁ τοιόσδε λόγος. πλὴν ἐκεῖνό φαμεν ἀναγκαίως, ὅτι κἂν ἐν τοῖς καθ' ἡμᾶς σημαίνηται λόγοις τὰ περὶ Θεοῦ, ἀλλ' οὖν ὁ ταῦτα τεχνίτης, καὶ νοεῖν εἰδὼς "παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα," συνήσει λεπτῶς, καὶ ὡς ἂν ὅτι μάλιστα πρέποι τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει. ἵδρυσίς τε γὰρ αὐτῆς, θρόνοι τε καὶ ἔγερσις διὰ τῆς τῶν ἁγίων λέγονται φωνῆς, καὶ μὴν καὶ ὁδοὶ καὶ πορεῖαι, ἕτερά τε πρὸς τούτοις ἅττα σμικρὰ καὶ ἀνθρώπινα, ἀλλ' ὡς ἔφην ἀρτίως, τὰ τοιάδε τῶν θεωρημάτων ἰσχνῶς τε καὶ κατεῤ- ῥινημένως νοοῖτ' ἂν εἰκότως παρά γε τοῖς ἀγαθοῖς καὶ ἀρτίφροσι. γίνονται γὰρ ὡς ἐξ ὁμοιώσεως καὶ μεταφορᾶς τῶν καθ' ἡμᾶς οἱ λόγοι. ὅταν τοίνυν ἀκούσῃς τοῦ Προ- φήτου λέγοντος τό ∆ιότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, προσεπάγει δὲ, ὅτι καὶ ὄρη μὲν σαλευθήσονται, κατατακήσονται δὲ καὶ αἱ κοιλάδες, τότε δὴ τότε τῶν ἐν αἰσθήσει πραγμάτων ὑπερ- φέρων βραχὺ, ἄνιθι τοῖς θεωρήμασιν εἰς ἐννοίας ἰσχνάς. ἔξοδον τοίνυν ἐνθάδε νοήσεις Θεοῦ γενομένην ὥσπερ ἐξ ἰδίου τόπου, τὴν οἱονείπως ἐκ τῆς ἠρεμίας κίνησιν, τὴν ἐπί τισι 1.606 τῶν πραχθησομένων. μόνον γὰρ οὐχί φησι Κεκίνηται λοιπὸν ὁ πάλαι μακροθυμῶν, καὶ ἀφειδήσει δήπως τὸ ἔτι κατηρεμεῖν ἐπὶ τοῖς προσκεκρουκόσι, καὶ τὴν αὐτῷ φίλην ἡμερότητα τρόπον τινὰ καταλελοιπὼς, ἐποίσει τὰς δίκας λοιπόν. ἐπιβή- σεται μὲν γὰρ ἐπὶ τὰ ὕψη τῆς γῆς, τουτέστι πατήσει λοιπὸν τοὺς ἐν ταῖς ἄγαν ὑπεροχαῖς, ἵνα νοῶμεν τοὺς βασιλεύοντας ἔν τε τῇ Σαμαρείᾳ καὶ ἐν Ἱερουσαλήμ. σαλευθήσονται δὲ καὶ τὰ ὄρη, τουτέστι πάλιν μετακινηθήσονται τῶν ἰδίων ἀξιω- μάτων, οἱ τοὺς ἄλλους ὑπεραίροντες καὶ πολὺ λίαν ἀνεστη- κότες ἐν δόξῃ· ὄρεσι γὰρ τοὺς τοιούτους εὖ μάλα παρει- καστέον. ἐκτακήσονται δὲ καὶ ὡς κηρὸς αἱ κοιλάδες, τουτέστιν, οἱ ταπεινοὶ καὶ κατεῤῥιμμένοι, καὶ τὸ τῶν ἀγελαίων ἔχοντες μέτρον, ἀλλὰ καίτοι λίαν ὄντες σκληροὶ, καὶ τοῖς θείοις θεσπίσμασιν εἴκειν οὐκ ἀνεχόμενοι, οἱονεὶ πυρὶ προσβάλ- λοντες τῷ ἐκ τῆς θείας ὀργῆς κηροῦ δίκην κατατακήσονται· γενήσονται δὲ καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει, τουτέστι κατὰ πρανοῦς ὀξεῖ καὶ ἀσχέτῳ διάττον δρόμῳ. ὡς γὰρ ἤδη προεῖπον, οἱ τῶν Ἀσσυρίων βασιλεῖς τήν τε Σαμάρειαν αὐτὴν καὶ τὴν Ἰούδα βασιλείαν ἀγρίως καταδῃώσαντες, ἀπῴκισαν μὲν τῶν βασιλέων τινὰς, ἀπεκτόνασι δὲ καὶ πάντας τοὺς ἡγουμένους, δρομεὺς δὲ ὥσπερ καὶ ὡς ὕδωρ κατὰ πρανοῦς ἐρχόμενον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν τὴν τῶν ἀγελαίων πληθύν. καὶ τοῦτο ἦν τὸ ὕδωρ τὸ φερόμενον ἐν καταβάσει, καὶ τρέχον ἐκ τῆς Σαμαρείας εἰς τὴν Περσῶν τε καὶ Μήδων. Ἐκπεπόρευται δὲ καὶ ὁ τοῦ Θεοῦ λόγος ἐκ τοῦ τόπου αὐτοῦ. Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος· δοκεῖ δέ πως 1.607 καὶ ὑπομεῖναι κίνησιν τὴν ἔν γε τούτῳ φημὶ, καίτοι τροπὴν οὐκ εἰδὼς, ἐρηρεισμένος δὲ μᾶλλον ἐν ἰδίᾳ φύσει, καὶ τὸ βεβηκὸς ἔχων ὡς Θεός. ἐπέβη δὲ καὶ ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σεσάλευκεν ὄρη, καὶ κατέτηξε κοιλάδας, καὶ ὡς ὕδωρ αὐ- τὰς φερόμενον ἐν καταβάσει ῥεῦσαι παρεσκεύασε. καὶ ὕψη μὲν τῆς γῆς αἱ κατὰ πάντων ἐπαιρόμεναι νοηταὶ δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας νοηθεῖεν ἄν· ὄρη δὲ σαλευόμενα οἱ τῆς καθ' ἡμῶν ἀρχῆς ἐξωσθέντες δαίμονες. ἐκβέβληνται γὰρ, καὶ κεκλήμεθα λοιπὸν εἰς τὸ ὑποκεῖσθαι τῷ φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ. κοιλάδες δὲ πάλιν ἡ τῶν δαιμονίων ἀγελαία πληθὺς, ἡ ταπεινὴ καὶ κατεῤῥιμμένη, ἡ δίκην κηροῦ κατατετηγμένη, ῥεύσασα δὲ καὶ ὡς ὕδωρ εἰς τοὺς ἐν ᾅδου μυχούς. προσῄεσαν γὰρ τὰ πονηρὰ πνεύματα τῷ Χριστῷ, καὶ "παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν "ἄβυσσον ἀπελθεῖν." ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμένων, οἱ περιλειφθέντες ἔτι τὸ χρῆμα κατεπεφρίκεσαν. εἰ δὲ δὴ βούλοιτό τις ὕψη τε καὶ ὄρη καὶ κοιλάδας τοὺς τῶν Ἰουδαίων νοῆσαι καθηγητὰς, καὶ μέντοι καὶ δήμους τοὺς ὑπ' αὐτοῖς, οἳ διά γε τὴν εἰς Χριστὸν παροινίαν καὶ τῆς ἰδίας ἐξώσθη- σαν ἀρχῆς· ἐτάκησαν γὰρ, καὶ ὡς κηρὸς ταῖς τοῦ πολέμου τοῦ παρὰ Ῥωμαίων συμφοραῖς ὡς φλογὶ προσβάλλοντες, "̓Εξουθενώθησαν δὲ καὶ ὡς ὕδωρ διαπορευόμενον, καὶ ὡσεὶ "κηρὸς ὁ τακεὶς ἀντανήρηνται," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ. 1.608 9∆ι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα, καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ.9 Ἐπιβήσεσθαι λέγων τὸν τῶν ὅλων Θεὸν ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεσθαι μὲν ὑπ' αὐτοῦ τὰ ὄρη, κηροῦ δὲ δίκην καὶ ὕδατος ἐκτακήσεσθαι καὶ καταῤῥεῖν τὰς κοιλάδας, ἐπιφέρει λοιπόν ∆ι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα. ἄθρει δὴ οὖν ὅπως κεκρυμμένα λαλεῖ μυστήρια, καὶ οὐ μέχρι τῶν αἰσθητῶν τὸν τῶν προκειμένων ἵστησι νοῦν, οἶδε δὲ πλαγίως τῶν ἐν Σαμαρείᾳ καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις τὰς ὅσον οὐδέπω παρεσομένας ἀφηγησάμενος συμφοράς. ποῖον γὰρ ἂν ἔχοι τὸ δεῖμα, καταλυπήσει δὲ ὅπως τοὺς ἐν Σαμαρείᾳ τυχὸν ἤγουν τοὺς ἑτέρους, τὸ καταδονεῖσθαι τὰ ὄρη; κοιλά- δες δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν, ἢ καὶ ὡς ὕδωρ φερόμενον ἔσονται ἐν καταβάσει; ἀλλ' οἶδεν, ὡς ἔφην, κατασημήνας ἀξίως τὰ συμβησόμενα τοῖς ἐξ Ἰσραήλ. ταύτῃτοι λοιπὸν ἀναγκαίως προσεπάγει τὰς δίκας, οὐχ ὡς ἠγνοηκόσιν αὐτοῖς, καθάπερ ἐγῷμαι, διαλεγόμενος, ἀλλ' οἷον ἐλέγχων, καὶ μετα- τιθεὶς εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν τὰ χρήσιμά τε καὶ πρεπωδέστερα. ἔφη τοίνυν ὅτι ∆ι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραὴλ, ἵνα σύμπαν νοῆται πεπλημμεληκὸς τὸ ἐξ Ἰσραὴλ γένος εἴς τε Θεὸν καὶ ἀνθρώ- πους. ἀσέβειαν μὲν γὰρ ὀνομάζειν ἔοικε τὰ εἰς Θεὸν πταίσ- ματα, τὰ δέ γε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἁμαρτίαν. 9Τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ;9 Ἰακὼβ ὀνομάσας τοὺς ἐξ Ἰακὼβ γεγονότας, τὸν Ἐφραῒμ 1.609 δὴ λέγω, τὸν ἐν Σαμαρείᾳ, καθίστησιν ἐναργῆ τὰ αὐτῶν ἐγκλήματα. Σαμάρειαν δὲ εἶναί φησι τῆς ἀσεβείας τὸ εἶδος. καὶ οὐ δήπου φαμὲν, ὡς αὐτὴν αἰτιᾶται τὴν χώραν· κομιδῇ γὰρ ἀπόπληκτον τὸ τῇδε νοεῖν· Σαμάρειαν δὲ τὰ εἰς Σαμά- ρειάν φησιν, οἷον τὰς δαμάλεις, τὸν Χαμὼς, τὸν Βάαλ, καὶ τὰ ἐν αὐτῇ πραττόμενα κατά τινων διὰ τῆς τῶν κρατούντων πλεονεξίας. ἔφη γὰρ ὅτι "Κατεκονδύλιζον εἰς κεφαλὰς "πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν." καὶ πρὸς τούτοις ἔλεγον "Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ "τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν "μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν "ἄδικον;" ἁμαρτίαν καὶ τοῦ Ἰούδα τὴν Ἱερουσαλὴμ γενέσθαι φησί. καὶ οὔτι που πάντως αὐτὴν ἐν τούτοις τὴν πόλιν αἰτιασόμεθα φρονοῦντες ὀρθῶς· οἰησόμεθα δὲ μᾶλλον τὰ ἐν αὐτῇ πραττόμενα τῷ Ἰούδα γενέσθαι πρὸς ἁμαρτίαν. κατ- ητιᾶτο δέ που Θεὸς τῶν Ἰουδαίων τὰς παροινίας, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς "Ὅτι κατ' ἀριθμὸν πόλεών σου ἦσαν "θεοί σου Ἰούδα, καὶ κατ' ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ "ἐτάξατε βωμοὺς τοῦ θυμιᾶν τῇ Βάαλ. ἵνα τί λαλεῖτε "πρὸς μέ; πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε- "βήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ." ἐπιπλήττει δὲ αὐτοῖς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων "Πῶς ἐγένετο "πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιο- "σύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον "ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. "οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες "δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ 1.610 "κρίσει χήρας οὐ προσέχοντες." γέγονε τοίνυν εἰς ἁμαρτίαν τῷ Ἰούδα τὰ ἐν τοῖς Ἱεροσολύμοις ἀνοσίως πραττόμενα, καὶ οὔτι που μᾶλλον ἡ πόλις. ∆εῖ δὴ οὖν ἄρα καὶ Θεὸν ἀγαπᾶν, καὶ τοῦτο ἐξ ὅλης ψυ- χῆς καὶ καρδίας, ἀποσείεσθαι δὲ καὶ τὸ ῥᾴθυμον εἰς ἀγα- θουργίαν, καὶ κατὰ μηδένα τρόπον κακοῦν τὸν πλησίον, μᾶλλον δὲ ἀνακτᾶσθαι ταῖς εὐποιΐαις, καὶ ἀποσπουδάζειν μὲν τὰ πονηρὰ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς τῆς δικαιοσύνης αὐχήμασιν. ὑπτιουμένοις δὲ δὴ περὶ τὰ οὕτω σεπτὰ, καὶ καταφρονεῖν ᾑρημένοις, ἐποίσει τὰ ἐξ ὀργῆς, καὶ ὡς κηρὸν κατατήξει κολάζων ἐν πυρὶ, καὶ ὡς ὕδωρ σκορπιεῖ, φειδοῦς ἡμᾶς ἔτι καὶ ἀγάπης οὐκ ἀξιῶν. 9Καὶ θήσομαι Σαμάρειαν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτείαν ἀμπελῶνος· καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω· καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσι· καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί· καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν.9 Τίνα δὴ πάλιν ἔσονται τῶν οὕτω προσκεκρουκότων τὰ πάθη, διηγεῖται σαφῶς. ἔσται γὰρ ἡ Σαμάρεια φησιν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπελῶνος. τὰ μὲν γὰρ ἐν ἀγροῖς φυόμενα τηροῦσί τινες, σκηνὰς ἀναπλέκοντες καὶ ἐν αὐταῖς ἱζήσαντες. εἶτα πᾶσαν αὐτῶν ἀποσοβοῦσι βλάβην. εἰ δὲ δὴ γένοιτο συναχθῆναι τοὺς καρποὺς, κατα- λήγουσι τῶν πόνων οἱ φύλακες, οἴκοι τε ὑπονοστοῦσι, καὶ αὐτὰς ἀνατρέψαντες τὰς σκηνάς. τοῦτο τὴν Σαμάρειαν παθοῦσαν εὑρήσομεν. ἐπειδὴ γὰρ πεπλημμέληκεν οὐ μετρίως, 1.611 μᾶλλον δὲ καὶ εἰς αὐτὸν δεδυσσέβηκε τὸν τῶν ὅλων Θεὸν, τοῖς ἰδίοις ἔργοις ἀνατιθεῖσα τὸ σέβας, ἀνετράπη καὶ πέπτω- κεν, ἀφέντων αὐτὴν τάχα που καὶ τῶν πάλαι τηρεῖν ἐπιτε- ταγμένων, ἁγίων τέ φημι δυνάμεων καὶ ἀγγέλων. ἔφη τι τοιοῦτον περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἡσαΐας "̓Εγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπε- "λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ." ἐγκατε- λείφθη δὲ ὅπως; ἀποπεφοίτηκε γὰρ, ὡς ἔφην, ἡ προσεδρεύ- ουσά τε καὶ ῥυομένη πληθὺς λογικὴ τῶν ἄνω ταγμάτων. ἔσται τοίνυν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπε- λῶνος. ὅμοιον ὡς εἰ λέγοι Καὶ πόλεων καὶ οἴκων ἐρήμη καὶ εἰς ὄψιν ἀγρῶν μετενηνεγμένη. ἢ καὶ καθ' ἕτερον τρόπον συνήσεις, εἰ δοκεῖ. τῶν ἀμπελώνων οἱ φυτουργοὶ τὸν αὐτοῖς ὅτι μάλιστα πρέποντα καταλαβόντες χῶρον, ἀρότοις αὐτὸν ἀνατέμνουσιν, ἄνω τε καὶ κάτω στρέφοντες. τοῦτό τοι παθεῖν τὴν Σαμαρειτῶν ἀπειλεῖ, μονονουχὶ καὶ ἀρόσιμον ἔσεσθαι γῆν, ἐξῃρημένων αὐτῆς, ὡς ἔφην, πόλεών τε καὶ οἴκων. διὰ τοῦτό φησιν, ὅτι κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω. ἔσεσθαι δέ τι καὶ καταγέλα- στον πρὸς τούτῳ φησίν. οὓς γὰρ προσεδόκησαν ἔσεσθαι σωτῆρας αὐτοῖς ὡς θεοὺς, οὗτοι καὶ συνδιόλλυνται τοῖς προσκυνεῖν εἰωθόσιν αὐτούς· κατεμπρησθήσονται δὲ καὶ τὰ μισθώματα αὐτῆς, καὶ εἰς ἀφανισμὸν οἰχήσονταί φησι πάντα τὰ εἴδωλα αὐτῆς. μισθώματα δὲ τοῖς εἰδώλοις ὁμοῦ τὰ καταπιμπράμενα, τάχα που τὰ ἀναθήματα δηλοῖ. προσ- εκόμιζον γὰρ τοῖς τεμένεσιν εἰς δόξαν εἰδώλων τὰ ἐξ ἰδίου νέμοντες πλούτου, καὶ τοῖς οὐδὲν ὠφελεῖν εἰωθόσιν ἤγουν 1.612 ἰσχύουσιν, ὡσανεὶ μισθὸν καὶ ἀντέκτισιν ὧν ἔχειν ᾤοντο παρ' αὐτῶν ἀνετίθεσαν τὰς εὐχαριστίας. μεμνήμεθα δὲ ὅτι καὶ διὰ φωνῆς Ὠσηὲ κατῃτιᾶτο τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὕτω λέγων "Καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον "καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον "ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ "Βάαλ·" οὐκοῦν ἐναργῆ τὰ ἀναθήματα. ὅτι δὲ μισθώματά τε καὶ ἀντέκτισιν τῆς ἐπί γε τῷ πλανᾶσθαι σπουδῆς κατελο- γίζετο τὴν εὐημερίαν ὁ Ἰσραὴλ ὁ παράφρων, οὐδὲν ἧττον συνήσεις Θεοῦ πάλιν λέγοντος "Καὶ ἀφανιῶ ἄμπελον αὐτῆς "καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε Μισθώματά μου ταῦτά "ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου." ᾤετο γὰρ, ὡς ἔφην, τοῖς τῶν εἰδώλων νεύμασι καὶ πλούτῳ κομᾶν καὶ ἐν τρυφαῖς εἶναι καὶ εὐημερεῖν. τυφλὸς οὖν ἄρα τῶν πλανωμένων ὁ νοῦς. ἦ γὰρ ἂν, τὸν φύσει Θεὸν οὐκ ἠγνοηκὼς, αὐτῷ δὴ μᾶλλον, καὶ οὐχ ἑτέροις τισὶ τὸ σέβας ἀνῆψεν· αὐτῷ τὰς χαριστηρίους ἀνετίθει λιτάς· αὐτὸν ὡμολόγει παντὸς ἀγαθοῦ δοτῆρα καὶ πρύτανιν· φρονεῖν δὲ ὧδε διεγνωκὼς, οὐκ ἂν γέγονεν ὡς ὀπωροφυλάκιον ἀγροῦ, ἀλλ' οὐδὲ ὡς φυτεία ἀμπε- λῶνος, ἐπ' ἀκλονήτοις δὲ μᾶλλον εὐημερίαις μακαριζόμενος διετέλει, καὶ ταῖς ἄνωθεν εὐμενείαις τετεισχισμένος, ἐν καλῷ τῆς εὐθυμίας γεγονὼς ἐθαυμάζετο. 9∆ιότι ἐκ μισθωμάτων πορνείας συνήγαγε, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.9 ∆ιαγελᾷ δὴ πάλιν ὁ λόγος, καὶ τῆς Ἰουδαίων ἀμαθίας 1.613 κατειρωνεύεται σὺν ἤθει πολλῷ· τῆς γὰρ ἐνούσης αὐτοῖς ἀπονοίας τὴν ἀποπληξίαν καθίστησιν ἐμφανῆ, καὶ τὰ εἰς νοῦν ἔσω καὶ καρδίαν κείμενα καταλευκαίνει σαφῶς· Ναὶ γὰρ, φησὶν, ὀρθῶς καὶ δικαίως ἀνετίθει τοῖς λίθοις τὰ χαριστήρια αἰσθήσεως ἔμπλεως ὁ Ἰσραὴλ, εὐγνώμων καὶ σοφός· ἔγνω τοὺς τετιμηκότας, τῆς εὐημερίας τοὺς χορηγοὺς, τοὺς τὸν πλοῦτον αὐτῷ συναγηγερκότας, καὶ ἐν εὐπαθείαις εἶναι παρα- σκευάζοντας. οἴεται γὰρ ὅτι μισθὸν ἔχει τῆς νοητῆς πορνείας τὸ εὐημερεῖν· καὶ ἐπειδὴ τέθυκεν εἰδώλοις, ξύλοις τε λατρεύει καὶ λίθοις, ἀνενδεὴς ἔσται τῶν ἐν εὐχαῖς. συνήγαγεν, ὥς φησι, καὶ πεπλούτηκε ἐκ μισθωμάτων πορνείας, συνέστρεψε καὶ συνήνεγκεν, ἀκράδαντον ἔχει τὴν εὐθυμίαν. οὐκοῦν ἐν ἤθει τε καὶ εἰρωνείᾳ, συμπεπλεγμένης καὶ ἀπειλῆς, τὴν τῶν εἰρημένων δύναμιν ἐκληψόμεθα. 9Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνὴ, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγα- τέρων σειρήνων· ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μοῦ, ἕως Ἱερουσαλήμ.9 Ἐπειδὴ γὰρ διεβίω φησὶν ἐν πλάναις, καὶ κατέληξε μὲν οὐδαμῶς τὸν ἑαυτῆς λυποῦσα ∆εσπότην, ἀνατιθεῖσα δὲ τοῖς γλυπτοῖς τὰ ἐφ' οἷς εὖ ἔχει καὶ διευφημεῖται χαριστήρια, πρὸς τοῦτο δὲ, φησὶ, λοιπὸν δυσσεβείας διελήλακε, ταύτῃτοι κόψε- ται καὶ θρηνήσει· καὶ οὐχ ἑτέροις τισὶν ἐπαλγήσει τυχὸν, ἤγουν ἐπ' ὀθνείοις, τὸ ὡς ἐξ ἀγάπης στάζουσα δάκρυον, ἀλλὰ ταῖς οἰκείαις αὐτῆς καταπαιομένη συμφοραῖς. ἡ δέ γε γυμνότης 1.614 καὶ ἀνυποδεσία τὸ τῶν αἰχμαλώτων σχῆμα δεικνύει· οὕτω καὶ ὁ μακάριος προφήτης Ἡσαΐας τὴν ὅσον οὐδέπω παρε- σομένην αὐτοῖς αἰχμαλωσίαν ὑποδηλῶν περιεφοίτα τὴν Ἱερουσαλὴμ, "γυμνός τε καὶ ἀνυπόδετος," Θεοῦ τὸ χρῆμα γενέσθαι προστάττοντος. ἀπομιμήσεται δὴ οὖν ἐν ἰδίοις πάθεσι τῶν δρακόντων τὰ πένθη, καὶ τῶν σειρήνων τοὺς ὀδυρ- μούς. φασὶ γάρ τινες, ὡς, εἰ πληγείη δράκων, τότε δὴ τότε κατολοφύρεσθαι κινδυνεύοντα, καὶ τοῦτο δηλοῦν καταπαίοντά τε τῇ κέρκῳ τὴν γῆν, καὶ οὐ μετρίαν ἠχὴν ἀποτελεῖν εἰωθότα. σειρῆνας δὲ λέγουσιν Ἕλληνες μὲν καὶ παῖδες ἐκείνων πτηνὰ μελῳδεῖν εἰδότα, καὶ καταθέλγειν ἰσχύοντα ταῖς τῶν ᾠδῶν εὐρυθμίαις τοὺς ἀκροωμένους. ἡ δέ γε θεόπνευστος γραφὴ σειρῆνας ἀποκαλεῖ τὰ τῶν στρουθίων λαλίστατά τε καὶ εὐστομεῖν εἰωθότα, ἢ καὶ αὐτὰς ἔσθ' ὅτε τὰς ἀηδόνας, αἳ τοῖς ἐναλίοις ἐπωάζουσι κόλποις· εἶτα τῆς καλιᾶς ληφθείσης ὑπὸ κυμάτων, γοερὸν ᾄδουσι μέλος, καὶ καταθρηνοῦσι τρόπον τινὰ τὴν τῆς ἑαυτῶν ὠδῖνος ζημίαν. οὕτω καταθρηνήσειν ἔφη τὴν Σαμάρειαν τῶν ἰδίων τέκνων τὸν ὄλεθρον. κατεκρά- τησε γὰρ αὐτῆς ἡ πληγή φησι, ἀφίκετο δὲ καὶ ἕως Ἰούδα, καὶ μέχρι πυλῶν Ἱερουσαλήμ. ἔοικε δὲ ὁ λόγος ἡμῖν ἐν τούτοις τὸν παρὰ τοῦ Σεναχηρεὶμ αἰνίττεσθαι πόλεμον ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ καταδῃώσας τὴν Ἰουδαίαν, περι- εκάθισε τὴν Ἱερουσαλὴμ, καὶ μέχρι πυλῶν ἀφιγμένος, ἠπεί λησε μὲν ἐμπρῆσαι αὐτήν· οὐ μὴν ἔτι καὶ δεδύνηται, Θεοῦ προασπίζοντος, κατὰ τὸν τῆς Ἐζεκίου βασιλείας καιρόν. Οὐκοῦν, ὅταν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ∆εσπότην ἀφέντες προσκεῖσθαι σπουδάσωμεν τοῖς ἀκαθάρτοις δαίμοσι, τότε πάντη τε καὶ πάντως ἑαυτοὺς θρηνήσομεν, καὶ ταῖς ἑαυ- τῶν ἀβουλίαις ἐποιμώζοντες, γυμνοὶ μὲν ἐσόμεθα τῆς παρ' 1.615 αὐτοῦ χάριτός τε καὶ βοηθείας, ἀσχήμονα δὲ καὶ ἀκαλλῆ διαζήσομεν βίον· τοῦτο γὰρ ἡ ἀνυποδεσία δηλοῖ. ὑποκεισό- μεθα δὲ καὶ πλήττοντι τῷ σατανᾷ, καὶ οὐδὲν ἔτι τὸ κωλύον ἐν παντὶ γενέσθαι κακῷ. 9Οἱ ἐν Γὲθ μὴ μεγαλύνεσθε, οἱ Ἐνακεὶμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν.9 Περισκεπὴς μὲν ὁ λόγος καὶ δυσάλωτος κομιδῇ τῶν προ- κειμένων ὁ νοῦς καὶ τῶν ἐφεξῆς ἔτι κειμένων. πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι. καταθέοντος τοῦ πολέμου τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, ἁλισκομένων δὲ καὶ ἑτέρων τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, τῶν ἀλλοφύλων οἱ πρόσοικοι καὶ ὅσα τῆς Ἰουδαίων γῆς ὅμορά πως ἦν καὶ ἐκ γειτόνων ἔθνη, πλατὺ γελῶντα κατεκερτόμουν τὸν Ἰσραὴλ, ὡς οὐδὲν ὠφελημένον παρὰ Θεοῦ. ᾤοντο γὰρ τὴν τοῦ σώζοντος χεῖρα καὶ παθεῖν τὸ ἄναλκι καὶ ἀτονῆσαι δεῖν, ὡς πρὸς τὰς τῶν καταδῃούντων ὁρμάς. ἀλλ' ἦν ἄμεινον ἐννοεῖν, ὅτι λυπεῖν ᾑρημένοι τὸν σώζοντα καὶ προσκεκρουκότες Θεῷ, πεπείρανται τῶν δεινῶν, δέδονται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν. ἐπειδὴ δὲ ἦν τῶν ἀτόπων, ἐκείνους μὲν οἴεσθαι κατὰ σφᾶς αὐτοὺς, ὅτι τῇ δυνάμει τῶν ἰδίων σεβασμάτων, ἐν καλῷ τῆς εὐημερίας με- μενήκασιν, ἀπόλωλε δὲ καὶ ὠλόθρευται διὰ τὴν τοῦ σώζοντος ἀσθένειαν ὁ Ἰσραὴλ, ταύτῃτοι Θεὸς καὶ αὐτὰς τὰς τῶν περι- οίκων πόλεις παρεδίδου τοῦ Σεναχηρεὶμ εἰς ἐρήμωσιν. καὶ γοῦν ὁ Ῥαψάκης τοῖς ἐν τῷ τείχει τῶν Ἱεροσολύμων προσ-λαλῶν, τούτων αὐτῶν διεμέμνητο λέγων "Ποῦ ἐστιν ὁ "θεὸς Αἰμὰθ καὶ Ἀρφάθ; ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως 1.616 "Σεπφαρουείμ; μὴ ἠδύνατο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χει- "ρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο "τὴν γῆν αὐτοῦ ἐκ χειρός μου;" ἔστι τοίνυν ἡ Γὲθ ἀλλο- φύλων μὲν τῶν καλουμένων Φυλιστιεὶμ, μητρόπολις δὲ τῆς Παλαιστίνης. ἀλλὰ καὶ ἡ Ἐνακεὶμ ὁμοίως πολίχνη πάλιν ἐν ἐσχατιαῖς τῆς Ἰουδαίας κειμένη, πρὸς τῇ κατὰ νότον ἐρήμῳ, εἴκουσα μὲν τοῖς Ἰούδα σκήπτροις, φρονοῦσα γεμὴν οὐκέτι τὰ Ἰουδαίων, προσκειμένη δὲ μᾶλλον τοῖς τῶν ἐθνῶν ὁμόροις, Μωαβίταις δὴ λέγω καὶ Ἰδουμαίοις. ὦ τοίνυν, φησὶ, τῆς Γὲθ οἰκήτορες, ὦ τῆς Ἐνακεὶμ, μὴ τὰς ἑτέρων συμφορὰς ἑορτῆς ποιεῖσθε προφάσεις· μὴ μεγαλύνεσθε διὰ ταῦτα, μηδὲ ἐπειδήπερ ὁ γείτων ὑμῶν οἶκος ἠρήμωται, του- τέστιν ὁ τοῦ Ἰσραὴλ, ταύτῃτοι πλατὺ γελᾶτε, φησὶ, μονον- ουχὶ τῶν ἀπολωλότων κατορχούμενοι. μὴ οἰκοδομεῖτε ἐξ οἴκου καταγέλωτα, ἀλλ' ὡς καὶ αὐτοὶ τὰ χείρω πεισόμενοι, καθά- περ τινὰ γῆν καταπάττεσθε τὸν ἐσόμενον καθ' ὑμῶν κατα γέλωτα, καὶ τὰς ἑαυτῶν θρηνεῖτε συμφοράς. κατορχήσονται γὰρ ὑμῶν οἱ Βαβυλώνιοι, καὶ οἰκτρῶς ἀπολωλόσιν ἐπιμει- διάσουσιν οἱ ἐχθροί. σοφὸν οὖν ἄρα τὸ ἐπιμεμνῆσθαι τοῦ λέγοντος "Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ὅτι "ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν "θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ." Πράττουσι δὲ τοῦτο καὶ οἱ Χριστὸν οὐκ εἰδότες. διωκο- μένων γὰρ ἔσθ' ὅτε τῶν ἐκκλησιῶν, καὶ δοκιμαζομένων ἁγίων ἤτοι τῶν ἐν αὐταῖς, τότε δὴ τότε μάλιστα τοὺς ἰδίους αὐτοὶ καταθαυμάζουσι θεούς. ἀλλ' ὁ γέλως αὐτοῖς ἐκ- τελευτᾷ πρὸς δάκρυον, κατευμαρίζοντος μὲν τὰ δεινὰ τοῦ 1.617 Χριστοῦ, κατευνάζοντος δὲ τὰ κεκινημένα, καὶ ἀποσοβοῦντος μὲν τὸ λυποῦν, ἀνευρύνοντος δὲ τοῖς ἁγίοις θυμηδίαν καὶ χαράν· τέλος γὰρ πόνων εὔκλεια καὶ τρυφή. καί μοι δοκεῖ φάναι τι τοιοῦτον ὁ μακάριος ∆αυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν "∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς "εἰς ἀναψυχήν." 9Κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα Σενναὰρ κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.9 Ἐκδεδώκασι μὲν οἱ ἑβδομήκοντα Σενναὰρ, Ἀκύλας δὲ ἔφη Σενὰν, εὐσθενοῦσαν δὲ ὁ Σύμμαχος, τάχα που τουτὶ τοῦ Σενὰν ὑπεμφαίνοντος. ἀλλ' εἰ μὲν νοοῖτο Σεναὰρ, φαμὲν ὅτι χωρίον ἐστὶ πλατὺ κατὰ πόλεις τε καὶ κώμας οἰκούμενον ἀλλοφύ- λοις μὲν, πλὴν ἐν ὁρίοις τῆς Ἰουδαίας· εἰ δὲ δὴ νοοῖτο Σενὰν, λαμπρὰν καὶ ἐπίσημον Αἰγύπτου πόλιν κατασημαίνει. εὐ- σθενεῖται δὲ ὅτι πίων ἡ χώρα, καὶ ληΐοις κατάκομος, πῶς ἔστιν ἀμφιβαλεῖν; Σεναὰρ τοίνυν φησὶν ἤτοι Σενὰν ἡ καλῶς τὰς ἑαυτῆς οἰκοῦσα πόλεις. ἥξει δὲ ὁ λόγος κατὰ τῶν οἰ- κούντων αὐτάς· οὐκ ἐπεδάκρυσε τοῖς ἐγγὺς οἰκτρῶς καὶ ἀθλίως διολωλόσιν· οὐκ ἐξῆλθε κόψασθαι τὸν ἐχόμενον οἶκον, του- τέστιν, οὐ τεθρήνηκε τοὺς ἐκ γειτόνων. ἐγγὺς δὲ τῆς Ἰου- δαίας ἡ Σενναὰρ, ὡς ἔφην, καὶ μέντοι καὶ ἡ Σενὰν, τουτέστιν ἡ Αἰγυπτίων. διαπίπτοντι δὲ καὶ πεπορθημένῳ τῷ Ἰσραὴλ, οὐκ ἐπήλγησε μᾶλλον, ἀλλ' ἐπετώθασεν, ἐπέχαιρε δὲ καὶ αὐτὴ, 1.618 καθάπερ οἱ ἀπὸ Γὲθ καὶ Ἐνακείμ. τί οὖν Ἰσραήλ; ἆρα γελάσουσιν εἰκῆ τὰ περίοικα τῶν ἐθνῶν, καὶ ταῦτα δρώντων ἐκείνων ἀνεξικακήσει Θεός; ἀνέξεται δὲ παρ' ἐχθρῶν γελω- μένης αὐτοῦ τῆς δόξης; οὐδαμῶς, φησὶν, ἀλλ' ἐξ ὑμῶν ἤτοι δι' ὑμᾶς λήψεται πληγὴν ὀδύνης· τουτέστι, καταδῃωθήσεται καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ. πεπόρθηται δὲ καὶ ἡ Σενναὰρ, καὶ μέντοι καὶ Αἴγυπτος, καταθέοντος αὐτὴν Σεναχηρείμ. ∆εῖ δὴ οὖν ἄρα καὶ τὸν ἑστῶτα καλῶς φοβεῖσθαι μὴ πέσῃ, καὶ ῥίπτειν μὲν ὡς ἀπωτάτω τὸ τοῖς πεπονθόσιν ἐπι- μειδιᾶν, "Κλαίειν δὲ μᾶλλον μετὰ κλαιόντων" καὶ μὴ ταῖς ἑτέρων ἐξοφρυοῦσθαι συμφοραῖς, ἐκδεδιέναι δὲ μᾶλλον τὸ τοῖς ἴσοις περιπεσεῖν. 9Τίς ἤρξατο εἰς ἀγαθὰ κατοικοῦσα ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, ψόφος ἁρμάτων καὶ ἱππευόντων.9 Ὦ Γετθαῖοι, φησὶν, ὦ τῆς Ἐνακεὶμ, ὦ τῆς Σενναὰρ ἤτοι Σενὰν οἰκήτορες, οὐκ ἐπλήγητε ταῖς τῶν ὁμόρων συμφοραῖς, γέλωτος ὑμῖν γέγονεν ἀφορμὴ πίπτων τε καὶ διολλύμενος ὁ πάλαι δεινὸς ὑμῖν καὶ ἀφόρητος Ἰσραήλ. ᾠήθητε δὲ ὅτι καὶ Θεὸς ἠσθένησεν ὁ σώζων αὐτοὺς, ἔῤῥωται δὲ τὰ παρ' ὑμῖν χειρόκμητα καὶ πρὸς τοῦτο διάττει σθένους, ὡς ἀμο- γητὶ δύνασθαι τὰς ὑμῶν διασῶσαι πόλεις. οὐκοῦν ἀπὸ τῶν πραγμάτων φέρε δὴ φέρε καταθρήσωμεν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· τίς ὁ παναλκὴς, καὶ ἄμαχον ἀπονέμων οἷς ἂν ἕλοιτο τὴν ἐπικουρίαν. ἥλωσαν μὲν γὰρ καὶ πεπόρ- 1.619 θηνταί φησιν αἵ τε τοῦ Ἰσραὴλ, καὶ αἱ παρ' ὑμῖν δὲ πόλεις, καὶ κοινὴν ὥσπερ ἀνέτλητε συμφοράν. ποία δὴ οὖν ἄρα πόλις ἐν ὀδύναις οὖσα καὶ τοῖς περὶ τῶν ἐσχάτων δείμασι· τοῦτο γάρ ἐστι τὸ κατοικοῦσα ὀδύνας· διανένευκεν ἀδοκήτως εἰς ἀγαθὰ, τουτέστιν, εἰς εὐθυμίαν καὶ εὐημερίαν; ἆρα μία τῶν παρ' ὑμῖν; οὐδαμῶς φησὶν, ἀλλ' ἡ ἐμὴ πάλιν Ἱερου- σαλήμ. κατέβη μὲν γὰρ ἐπ' αὐτὴν παρὰ Κυρίου κακὰ, του- τέστιν, ἐγὼ λελύπημαι καὶ πεπαίδευκα, καὶ τὸν Ἀσσύριον αὐτοῖς ἐπενήνοχα, καὶ ἐξ ἐμῆς ὀργῆς ἡ κατ' αὐτῶν γέγονε κάκωσις. πλὴν ἀπέσβη καὶ λέλυται, τῆς ἐμῆς νικώσης χειρὸς καὶ παραδόξως ἐκρυομένης τοὺς τὰ ἐμὰ σέβοντας κράτη. μέχρι γὰρ πυλῶν ἔστη τὸ λυποῦν. ἴσμεν δὲ ὅτι πολλὴν ἵππον ἔχων ὁ Ῥαψάκης ἀφίκετο μὲν ἐν τοῖς Ἱερο-σολύμοις, μόνον δὲ οὐχὶ καὶ αὐτῶν ἥψατο πυλῶν, εἷλε δὲ οὐδαμῶς· δεδαπάνηται γὰρ ὁ Ἀσσύριος ἐν μιᾷ νυκτί. καὶ γοῦν τεθρηνήκασιν οἱ ἐν τοῖς Ἱεροσολύμοις, ὡς αὐτίκα δὴ μάλα τεθνηξόμενοι, ἄυπνόν τε κλαίοντες διατετελέκασι νύκτα· σκιδναμένης δὲ τῆς ἠοῦς, ὤφθη τὸ παράδοξον. ἔκειντο γὰρ εἰς γῆν ἀναρίθμητοι νεκροὶ, ὡς ἀνασκιρτῶντας λέγειν τοὺς διὰ Θεοῦ παραδόξως νενικηκότας καὶ σεσωσμένους "Τὸ "ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλ- "λίασις." ὁρᾷς οὖν ὅπως πρώτη τε καὶ μόνη παρὰ τὰς ἄλλας πόλεις ἤρξατο διανεύειν εἰς ἀγαθὰ, καίτοι κατοικοῦσα ὀδύνας; οὐ γὰρ περιόψεται παντελῶς τοὺς ἰδίους Θεὸς, ἀλλὰ παιδεύσας συμμέτρως, ἀνασώζει πάλιν, καὶ τῆς αὐτῷ πρε- πούσης εὐκλείας οὐ μετρίαν ποιεῖται φροντίδα, κἂν εἰ προσ- κρούωμεν ἡμεῖς. ἔφη γάρ που δι' ἑνὸς τῶν προφητῶν "Οὐ "δι' ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου." 1.620 9Κατοικοῦσα Λάχις ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶ τῇ θυγατρὶ Σιὼν, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.9 Λάχις δὴ πάλιν πόλις μέν ἐστι τοῖς Ἰούδα σκήπτροις ὑποκειμένη, γείτων δὲ καὶ ὅμορος τῶν Φυλιστιεὶμ, ἐκτόπως δὲ καὶ αὕτη πικρὰ καὶ εἰδωλολάτρις, καὶ ἀποσπουδάζουσα μὲν τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν εἰς τὸν νόμον αἰδῶ, περὶ πλείστου δὲ ποιουμένη τὸ καὶ πλανᾶσθαι φιλεῖν, καὶ προσ- απολλύειν ἑτέρας. ταύτην τάχα που καὶ πρώτην Σεναχηρεὶμ τῶν πόλεων ἑλὼν τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, πέπομφεν ἐκεῖθεν τὸν Ῥαψάκην εἰς Ἱεροσόλυμα. ἡ τοίνυν Λάχις, φησὶν, ἡ καλῶς οἰκοῦσά ποτε, καὶ ἀσφαλῶς ἱδρυμένη, αὕτη γέγονεν ἀρχηγὸς ἁμαρτίας τῇ Σιὼν, ἤτοι τῇ Ἱερουσαλήμ. ηὕρηνται γὰρ ἐν αὐτῇ ἀσέβειαι τοῦ Ἰσραὴλ, τουτέστι τὰ χει- ρόκμητα καὶ τῶν ψευδωνύμων θεῶν οὐ μετρία πληθύς. Τί οὖν ὁ λόγος βούλεται δηλοῦν; ἀπολογεῖται τρόπον τινὰ τοῖς τῶν ἀλλοφύλων δήμοις, καὶ ἀναπείθειν πειρᾶται διακεῖσθαι λοιπὸν, ὡς οὐκ ἂν ἠσθένησεν ὁ σώζων Θεός. ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς αὐτὸν αἱ τοῦ Ἰούδα πόλεις, παραδέδονται τοῖς ἐχθροῖς. ἀρχηγὸς γάρ φησιν ἡ Λάχις ἁμαρτίας τῇ Σιὼν γινομένη, καὶ ἀποστασίας πρόφασις πρώ- τη δέδοται τῷ Σεναχηρείμ. ἀπόλωλε δὴ οὖν ὁ Ἰσραὴλ, ὡς ἀπό γε τῆς Λάχεως ἔξεστιν ἰδεῖν, οὐκ ἠῤῥωστηκότος Θεοῦ τὸ ἄναλκι· πολλοῦ γε καὶ δεῖ· τὸ πλανᾶσθαι δὲ μᾶλλον ἠῤῥωστηκὼς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἀσυνέτως προσκείμενος. 1.621 9∆ιὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους, εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ἰσ- ραὴλ, ἕως τοὺς κληρονόμους ἀγάγωσι· κατοικοῦσα Λάχις κληρονομία ἕως Ὀδολὰμ ἥξει.9 Ὑποπεπτωκότος τοῦ Ἰσραὴλ τοῖς ἐξ ὀργῆς κινήμασι, καὶ τῶν εἰς Θεὸν πεπλημμελημένων ἀποτιννύντος δίκας, οἱ ἀπὸ Γέθ τε καὶ Ἐνακεὶμ τῆς τοῦ Θεοῦ δόξης καταμειδιᾶν ἀπε-τόλμων. ᾤοντο γὰρ ὅτι, καθάπερ ἤδη προεῖπον, οὐ σέσωκε τοὺς ἰδίους, ὡς τῆς Ἀσσυρίων χειρὸς ἡττώμενος. εἶτα πρὸς τοῦτο Θεὸς ἀναπείθειν ἤθελεν, ὡς ἀπό γε τῆς Λάχεως, ὅτι δέδονται τοῖς ἐχθροῖς διὰ τὸ ηὑρῆσθαι πολλὰς ἀσεβείας τοῦ Ἰσραὴλ ἐπ' αὐτοῖς, καὶ ὅτι γεγόνασιν ἁμαρτίας ἀρχηγοὶ τῇ θυγατρὶ Σιὼν, τουτέστι τῇ Ἱερουσαλήμ. ταῦτα Θεοῦ λέ- γοντος, συνεὶς εὖ μάλα τὸ δηλούμενον καὶ πρό γε τῶν ἄλλων ὁ μακάριος Προφήτης, ἀποδέχεται τοὺς λόγους, καὶ μονονουχὶ ταῖς παρ' ἑαυτοῦ ψήφοις εἰς ἀλήθειαν στεφανῶν, ἀναπεφώ- νηκεν εὐθύς ∆ιὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρο- νομίας Γὲθ, οἴκους ματαίους. ναί φησιν, ὦ ∆έσποτα, βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ ἐξαποσταλήσονται παρὰ σοῦ, τὴν ἐνεγκοῦσαν ἀφέντες, καὶ εἰς τὴν τῶν Ἀσσυρίων μετα- χωρήσαντες, οὐχὶ μόνοι, φησὶν, οἱ ἐν Σαμαρείᾳ, ἀλλὰ γὰρ καὶ οἱ ἐν Γέθ. οἱ μὲν γὰρ γεγόνασιν ἀποστάται καὶ ὑβρισταὶ, καὶ τῶν σῶν κατόπιν ἰέναι θεσπισμάτων οὐκ ἀνεχόμενοι· οἱ δὲ πεπραχόσιν ἀθλίως ἐπιτωθάζοντες, τῆς σῆς δόξης ἐποιοῦντο κατάῤῥησιν τὸ συμβεβηκός. αὐτὸς οὖν δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους. 1.622 μάταιοι γὰρ οἶκοι καὶ ὁ τοῦ Ἐφραῒμ καὶ οἱ τῶν ἀπὸ Γὲθ, διάτοι τὸ μήτε Θεὸν ἀνέχεσθαι τιμᾶν, ἀπονέμειν δὲ τὰς λατρείας τοῖς γλυπτοῖς, καὶ ὅτι μόνα πεφρονήκασι τὰ σαρκὸς, καὶ τοῖς ἐπιγείοις προσκείμενοι, οὐδένα τῆς ἀρετῆς ἐποιοῦντο λόγον. εἶτα μεταξὺ σχετλιάζει τρόπον τινὰ, καὶ μονονουχὶ τὼ χεῖρε συμπλήττει ὁ μακάριος Προφήτης, εἰς ἔννοιαν ἐρχόμενος τῶν κατὰ καιροὺς πεπραγμένων ἐν Σα- μαρείᾳ. διαλογίζεται δὲ τὴν τῶν βασιλέων ἀγερωχίαν, καὶ ὅτι τῆς ἐκείνων σκαιότητος ἀνοσιουργήματα γεγόνασι τὰ ἐφ' οἷς πεπλημμέληκεν ὁ Ἰσραήλ. αὐτῶν γὰρ εὑρήματα καὶ αἱ δαμάλεις ἦσαν, καὶ τὰ τῶν ἑτέρων εἰδώλων τεμένη. οὐ διαλελοίπασι δὲ διὰ παντὸς τρόπου παροτρύνοντες τὸν ∆ημιουργόν. ἀσχάλλων δὴ οὖν ὁ Προφήτης Εἰς κενά φησιν ἐγένετο τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ, ἕως τοὺς κληρονό- μους ἀγάγωσιν. ὅμοιον ὡς εἰ λέγοι Τῶν εἰς ματαιότητα σπουδασμάτων οὐ κατέληξαν οἱ βασιλεῖς, ἄχρις ἂν εἰς τοῦτο πεπτώκασιν ἀθλιότητος, ὡς ἑτέρων γενέσθαι κλῆρον τὸν ἐκνεμηθέντα αὐτοῖς παρὰ Θεοῦ. ὅτι δὲ ἔμελλον Ἀσσύριοι τῆς Ἰουδαίων ἁπάσης κατάρξαι γῆς, δέχεται δύο πόλεις ἐν ἐσχατιαῖς τῆς ὅλης χώρας κειμένας, τήν τε Λάχιν φημὶ καὶ τὴν Ὀδολὰμ, ἃς ᾠκοδόμησε Ῥοβοὰμ, καί φησι Κατοι-κοῦσα Λάχις κληρονομία ἕως Ὀδολὰμ ἥξει. κληρονομήσει γὰρ τὴν Λάχις καίτοι καλῶς σφόδρα τετειχισμένην· τοῦτο γὰρ τὸ κατοικεῖν ἐστι· παρατείνει δὲ, φησὶ, καὶ ἕως τῆς Ὀδολάμ. Οὐκοῦν εἰ μὲν ἕλοιτό τις σοφὸς εἶναι καὶ εὐήνιος 1.623 καὶ τοῖς θείοις νεύμασιν ἀντιτάττεσθαι μισῶν, ἐν μακραῖς εὐημερίαις ἔσται, καὶ ἐν καλῷ τῶν ἰδίων κείσεται κλήρων· ἔσται γὰρ ἐλπίδος ἐπίμεστος ἀγαθῆς καὶ συναναλάμψει τοῖς ἁγίοις κατὰ καιρούς· εἰ δὲ δὴ φαίνοιτο τραχὺς καὶ δυσάγωγος καὶ τοῖς θείοις οὐκ εἴκων νόμοις, ἐξωσθήσεται πάντως τῆς τῶν ἁγίων ἐλπίδος καὶ ἀπολέσει κλῆρον τὸν παρὰ Θεῷ, ἔσται δὲ καὶ κλῆρος ἐχθρῶν αὐτοῦ, κατά τοι τὸ ἐν ψαλμοῖς ᾀδόμενον περί τινων "Μερίδες ἀλωπέκων ἔσονται," τουτέστι δυνάμεων πονηρῶν μέριδα καὶ πανούργων καὶ κακεντρεχῶν. 9Ἡ δόξα τῆς θυγατρὸς Ἰσραὴλ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.9 Ὅμοιον ὡς εἰ λέγοι πάλιν Ὦ τρισμακαρία ποτὲ θύγατερ Ἱερουσαλὴμ, ἡ λίαν εὐκλεεστάτην καὶ περιφανῆ λαχοῦσα τὴν δόξαν, Ἱερουσαλὴμ ἤτοι Σαμάρεια, οἴχεταί σου τὰ τέκνα τὰ τρυφερὰ, καὶ διόλωλεν ἡ πάλαι σπαταλῶσα πληθὺς, ἡ λαμπρά τε καὶ ἁβροδίαιτος, ἡ καθεύδουσα μὲν "̓Επὶ κλινῶν ἐλεφαντίνων, κατασπαταλῶσα δὲ καὶ ἐν ταῖς "στρωμναῖς αὐτῆς· ἡ ἔσθουσα μὲν ἐρίφους ἐκ ποιμνίων "καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· ἡ ἐπικρο- "τοῦσα πρὸς τὴν φωνὴν τῶν ὀργάνων· ἡ ὡς ἑστῶτα "αὐτὰ λογισαμένη καὶ οὐχ ὡς φεύγοντα· ἡ τὸν διυλισ- "μένον οἶνον πίνουσα καὶ τὰ πρῶτα μῦρα χριομένη·" 1.624 ἀπαμφίεσαι δὴ οὖν ὦ θύγατερ Ἱερουσαλὴμ, τουτέστιν ἀπόθου τὴν δόξαν καὶ γυμνὴ τῆς ἀρχαίας ἐκείνης εὐημε- ρίας ἀναδεδειγμένη· εἶτα πλατὺ καὶ ἀσύνηθες κατοιμώζουσα καὶ τὰς ἀετῶν βαρυθυμίας ἀπομιμεῖσθαι σπουδάζουσα· θρήνησόν σου τὰ τέκνα, καὶ γὰρ αἰχμάλωτοι βαδιοῦνται, χήρα δὲ ἔσῃ καὶ μεμονωμένη. φασὶ δὲ οἱ ταῦτα σοφοὶ καὶ πτηνῶν ὡς ἔνι μάλιστα περιεργαζόμενοι τὰς φύσεις, φιλότεκνόν τι χρῆμα τὸν ἀετόν· κατολοφύρεσθαι δὲ δεινῶς ἐκπεπτωκότων αὐτῷ τῆς καλιᾶς τῶν νεοττῶν, ἤγουν ὑπό του σεσυλημένων. ὅτι δὲ τῶν εἰς φιλοπαιδίαν ἠθῶν οὐκ ἂν ἀμοιρήσειε τὸ πτηνὸν, ἀναπείσει λέγων καὶ ὁ θεσπέσιος Μωυσῆς περί τε Θεοῦ καὶ τῶν ἐξ αἵματος Ἰσραήλ "Ὡς"ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς "αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐ- "τοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ." ὁρᾷς ὅπως ἐπιποθεῖν ἔφην τὸν ἀετὸν ἐπὶ τοῖς ἰδίοις νεοττοῖς, καὶ πτερύγων εἴσω ποιεῖσθαι φιλεῖν, ὡς ἐκ πολλῆς ἀγάπης κατασκιάζοντα τὸ τεχθέν. ἐμπλάτυνον δὴ οὖν τὴν χηρείαν σου φησὶν ὡς ἀετός. Ἐπιφωνήσειε δ' ἄν τις καὶ τοῦτο εἰκότως οὐχὶ μόνοις τοῖς ἀρχαιοτέροις τῶν Ἰουδαίων δήμοις, ἀλλὰ γὰρ καὶ τοῖς ἐν καιρῷ γεγονόσι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ὅτε καὶ σταυρῷ παραδόντες αὐτὸν δειναῖς καὶ ἀφύκτοις περι- πεπτώκασι συμφοραῖς· διεσπάρησαν δὲ καὶ εἰς πάντα ἄνεμον, οἱονείπως ἑτέρῳ τρόπῳ τοὺς τῆς αἰχμαλωσίας ὑπομένοντες πόνους. 1.625 9Ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ ἦραν πρὸς τὸν Θεὸν τὰς χεῖρας αὐτῶν· καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρ- παζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.9 Ὅτε μακροὺς περὶ τῆς τινῶν τιμωρίας ποιεῖται λόγους ὁ τῶν ὅλων Θεὸς, ἵνα μή τις εἶναι νομίζηται σκληρὸς ἢ βαρύ- μηνις, δίκαιος δὲ μᾶλλον Κριτὴς κατὰ τὰ ἑκάστου πταίσματα ταλαντεύων ὀρθῶς, καὶ τοῖς πλημμελοῦσιν ἀποδιδοὺς κατὰ τὰ ἔργα αὐτῶν, παρατίθησιν εὐθὺς τὰ ἐγκλήματα, καὶ τῆς ἀσεβείας αὐτῶν ἀπογυμνοῖ τὸ μέγεθος· γεγόνασι τοίνυν φησὶ πονηροὶ τοὺς τρόπους καὶ εἰς τοῦτο σκαιότητος ἀφι- γμένοι λοιπὸν ὡς βουλεύεσθαι μὲν ἐν νυκτὶ καὶ σχολῆς ἔργον ποιεῖσθαι κόπους, τουτέστι τὰς κατά τινων συντι- θέναι συντριβὰς, καὶ ἐργάζεσθαι κακὰ, τουτέστι πάλιν αἰτίας σκέπτεσθαι πληροῦν καὶ δύνασθαι κακοῦν τοὺς ἀσθενεσ- τέρους. εἶτα δέον μεταβουλεύεσθαι καὶ δρᾶν ἑλέσθαι τὸ ἄμεινον, οὐδένα ταῖς ἑαυτῶν σκέψεσιν ἐνδιδόντες καιρὸν, ἅμα τῇ ἕω πρὸς πέρας ἦγον τὸ δοκοῦν, καίτοι δέον ἀνατεῖναι μᾶλλον τὰς χεῖρας πρὸς Θεὸν, ὡς ἑωθινῆς θυσίας ἀναφε- ρομένης κατὰ τὸν νόμον. ἦσαν δὲ αὐτοῖς ἐκεῖ τὰ ἐν νυκτὶ βουλεύματα καὶ ἡ σχολαία διάσκεψις, ἀγρῶν ἀλλοτρίων ἐπιθυμίαι, οἴκων ἀνατροπαὶ, καταδυναστεῖαι καὶ πλεονεξίαι, ἀνδρός τε καὶ κλήρου διαρπαγαί. ταύτῃτοι δικαίως ἐξεπέμ- 1.626 φθησαν ὡς οἶκοι μάταιοι, καὶ τὰ ἁνδάνοντα Θεῷ φρονεῖν οὐκ εἰδότες. Ἄμεινον οὖν ἄρα καὶ ἀσυγκρίτως κατευμεγεθεῖν τῶν τοιούτων, καὶ φαυλότητος μὲν ἁπάσης ἀποφοιτᾶν, πλεο- νεξίαν δὲ ῥιπτοῦντας ὡς ἀπωτάτω, καὶ τῶν περιττῶν οὐκ ἐφιεμένους, διατροφὰς ζητεῖν καὶ σκεπάσματα, καὶ ὅσα τοῖς σώφροσιν ἀπόχρη πρὸς τὸ βιοῦν. "Οἱ γὰρ βουλό- "μενοι πλουτεῖν ἐμπίπτουσιν εἰς ἐπιθυμίας πολλὰς καὶ "ἀνοήτους καὶ βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώ- "πους εἰς ὄλεθρον καὶ ἀπώλειαν." ἐπιζήμιον δὲ πρὸς τούτῳ καὶ τὰς ἐν νυκτὶ σχολὰς τοῖς εἰς ἁμαρτίαν σκέμμασι δαπα- νᾶν· καλὸν δὲ ζηλοῦν τὸν μακάριον Ψαλμῳδὸν πρὸς τὸν τῶν ὅλων λέγοντα Θεόν "Μεσονύκτιον ἐξεγειρόμην τοῦ "ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου." καὶ πάλιν "Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ "σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου." καὶ πάλιν "Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις "ἐμελέτων εἰς σέ." 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακὰ, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν.9 Ἐπειδὴ γὰρ αὐτοὶ κόπους ἐλογίζοντο, καὶ εἰργάζοντο κακά τισι, τὸ πρὸς Θεὸν αἴρειν τὰς χεῖρας ὡς ἀκερδὲς καὶ ἀνόνητον παρωθούμενοι, ταύτῃτοι κἀγὼ, φησὶ, κατὰ πάσης τοιαύτης φυλῆς λογιοῦμαι κακὰ, τουτέστι, διασκέψομαι τὰ ἐφ' οἷς ἂν 1.627 εἶεν κακοῖς, ἤγουν ἀνιάτοις συμφοραῖς· ἔσεσθαι δὲ οὕτω φησὶ δύσοιστά τε καὶ φορτικὰ τὰ ἐπενεχθησόμενα, ὡς ἐν ἴσῳ γενέσθαι τοῖς κεκυφόσι τοὺς πεπονθότας, καὶ τρόπον τινὰ κατακαμφθήσεσθαι, δεινῶς καὶ ἀφορήτως κατηχθισ- μένους. καιρὸς γὰρ ἔσται φησὶ πονηρὸς, καθ' ὃν ἂν αὐτοῖς τὰ ἐξ ὀργῆς ἐπαρτήσειε. καὶ τοῦτο οἶμαί ἐστι τὸ ὑπό του σοφῶς ὑμνούμενον "Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ." ἀλλ' ὅ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς οὕτω κατη- χθισμένους πρὸς ἀπόθεσιν τῶν ἐπηρτημένων αὐτοῖς ἐκάλει λέγων "∆εῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορ- "τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." ἀλλ' οἱ μὲν τῇ πίστει τὸν κεκληκότα τιμήσαντες, ἀπεσείσαντο τὸ φορτίον· ἀπο- μεμενήκασι δὲ κάμνοντες καὶ πεπιεσμένοι, καὶ σφόδρα εἰκό- τως, οἱ ταῖς ἀπειθείαις λελυπηκότες γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ ἡ σὺν αὐτοῖς ἑτέρα πληθὺς, οἳ καὶ οὐκ ἂν δύναιντο βαδίζειν ὀρθοί. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος ∆αυεὶδ, ἀνακεκράγει πρὸς Θεόν "Σκοτισθήτωσαν οἱ ὀφ- "θαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν "διὰ παντὸς σύγκαμψον·" ἵνα τὰ ἄνω μὴ βλέποντες, μήτε μὴν ἀνακουφίζειν ἰσχύοντες τῆς διανοίας τὸν ὀφθαλμὸν πρὸς τὴν τῶν ἁγίων ἐλπίδα καὶ τὴν ἐν τοῖς οὐρανοῖς καλλίπολιν, πρὸς μόνα βλέπωσι τὰ ἐπὶ τῆς γῆς, μονονουχὶ κεκυφότες καὶ τοῖς προσκαίροις καὶ σαρκικοῖς τὸν ὑβριστὴν καὶ μισόθεον ἐνερείδοντες νοῦν. 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ' ὑμᾶς παραβολὴ, καὶ 1.628 θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων Ταλαιπωρίᾳ ἐταλαι- πωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι.9 ∆ύο κατὰ ταυτὸν συμβήσεσθαι λέγει, παραβολήν τε καὶ θρῆνον. καὶ ἡ μὲν παραβολὴ σημαίνειν ἔοικε τὸ οἱονείπως ἐν στόματι πάντων τὸν ἐπ' αὐτοῖς, ἤτοι περὶ αὐτῶν, γενέσθαι λόγον· μνημονεύεται γὰρ ἀεὶ καὶ τὰ ἐξαίσια τῶν κακῶν, καὶ τῶν τοιούτων ἡ φήμη πόλεις τε καὶ χώρας ἐπιφοιτᾷ, καὶ μέχρι τερμάτων τῆς ὅλης διάττει γῆς. ὁ θρῆνος δέ γε τὸ δάκρυον καὶ τὰς ἐπ' αὐτοῖς οἰμωγὰς, ἃς ἂν ἕτεροι ποιοῖντο τυχὸν, ἤγουν αὐτοὶ κατὰ σφᾶς αὐτοὺς τὰ οἰκεῖα κλαίοντες πάθη. τοιγάρτοι φησί Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν. καὶ τίς ἂν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, διατρανοῖ λέγων Μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ἀποστρέψαι. ὁ κλῆρος, φησὶν, ὁ ἐκνεμηθεὶς τῷ ἐμῷ καὶ ἠγαπημένῳ λαῷ· δῆλον δὲ ὅτι τῷ Ἰσραήλ· μεμέ- τρηται παρ' ἐχθρῶν, τουτέστι, δασμοῖς καὶ τέλεσιν ὑπενή νεκται. τὸ γὰρ μετρούμενον ὑπὸ φόρον ἐστι καὶ τέλη. εἶτα τούτου γεγονότος καὶ παρ' ἐλπίδα συμβεβηκότος, οὐκ ἦν ὁ κωλύσων. ποῦ δὴ οὖν ἄρα, φησὶν, αἱ δαμάλεις, ὁ Χαμὼς, ὁ ∆αγὼν, ὁ Βεελφεγὼρ, ὁ Βάαλ, καὶ τὰ ἐν τοῖς τεμένεσι τῆς Σαμαρείας πολυειδῆ χειρόκμητα; σεσιγήκασιν, οὐκ ἀντετάξαντο τοῖς μεριζομένοις· οὐ βεβοηθήκασι τοῖς ἰδίοις προσκυνηταῖς· οὐκ ἐπήγαγον ὀργὴν τοῖς μετροῦσι τὴν γῆν. τοιοῦτόν τι φησὶ καὶ διὰ φωνῆς Ἱερεμίου περὶ τῶν ἐξ Ἰσ-ραήλ "Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν Ἀνάστα "καὶ σῶσον ἡμᾶς. καὶ ποῦ εἰσὶν οἱ θεοί σου οὓς ἐποίησας 1.629 "σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς "κακώσεώς σου;" ἀλλὰ πῶς ἂν ἑτέρους ἐκσώσειαν, οἳ πάθοιεν ἂν εὐκόλως πᾶν ὅσον τις ἕλοιτο δρᾶν; εἰσὶ γάρ εἰσιν "ἔργα χειρῶν ἀνθρώπων, ἀργύριον καὶ χρυσίον," καὶ λίθος καὶ ξύλα, κωφὴ καὶ ἀναίσθητος ὕλη. ψαλλέτω δὴ οὖν ὁ θεσπέσιος ∆αυείδ "Ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ "ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς." 9Οἱ ἀγροὶ ὑμῶν διεμετρήθησαν· διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ.9 Φανερὰν ποιεῖται τῶν εἰρημένων τὴν δύναμιν. ἀπόκληροι γὰρ γεγόνατέ φησι, καὶ μεμέτρηται μὲν τὰ ὑμῶν ἑτέροις, σοὶ δὲ οὐκ ἔξεστι καταμετρεῖν τὰ σά. πεπονθότας δὲ τοῦτο κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν καὶ τοὺς ἀλαζόνας εὑρήσομεν Ἰουδαίους. ἐμπαροινήσαντες γὰρ τῷ Χριστῷ τῶν ἐκνεμη- θέντων αὐτοῖς ἀπώλισθον κλήρων. ἦν μὲν γὰρ πρωτότοκος, καὶ αὐτῶν εἶναί φησι τὰς ἐπαγγελίας ὁ σοφώτατος Παῦλος, αὐτῶν τοὺς πατέρας, καὶ ἐξ αὐτῶν τὸ κατὰ σάρκα Χριστόν. ἐκπέπτωκε δὲ τῆς ἐλπίδος καὶ τῆς εἰς τοῦτο πάσης εὐκλείας· εἰσέφρησε δὲ τῶν ἐθνῶν ἡ πληθὺς καὶ εἰς τὸν ἐκείνων ἀν- τανέβη κλῆρον· αὐτῶν γὰρ γεγόνασιν αἱ ἐπαγγελίαι, αὐ- τῶν ὁ Χριστὸς, αὐτῶν οἱ πατέρες· τέκνα χρηματίζουσιν Ἁβραὰμ, κατακολουθοῦντες "τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ "πίστεως" αὐτοῦ· "Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσ-"ραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα, ἀλλὰ "τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα." 1.630 τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰωάννης τὴν τῶν Ἰουδαίων ὀφρῦν καὶ τὸ ἱκανὸν φύσημα καταφέρων "Ποιήσατε οὖν καρποὺς "ἀξίους τῆς μετανοίας, φησὶ, καὶ μὴ δόξητε λέγειν ἐν "ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν Ἁβραάμ· λέγω γὰρ "ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι "τέκνα τῷ Ἁβραάμ." οὐκοῦν ἀποπέπτωκε μὲν τῆς κληρο νομίας ὁ ἀπόπληκτος Ἰσραὴλ, ἀντανέφυ δὲ ὥσπερ ἡ ἐξ ἐθνῶν ἀγέλη, καὶ αὐτοῖς ὁ Χριστὸς τῶν ἄνωθεν ἀγαθῶν τὸν εὐκλεᾶ τε καὶ ἀξιόληπτον ἀπονέμει κλῆρον. συμπολῖται γὰρ γεγόνασι τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, σύσσωμοί τε τοῦ Χριστοῦ, καὶ τῇ πρὸς αὐτὸν ἑνότητι διὰ Πνεύματος ἐκ- λελαμπρυσμένοι, τὸν πολύευκτον ἀληθῶς διαζήσονται βίον, ἐν ὁσιότητί τε καὶ ἁγιασμῷ καὶ ἀφθαρσίᾳ. 9Ἐν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσιν, μηδὲ δακρυέτωσαν ἐπὶ τούτῳ οἱ ὀφθαλμοὶ ὑμῶν· οὐ γὰρ ἀπώσεται ὀνείδη ὁ λέγων Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστίν;9 Ἆρ' οὖν ἀπείργει τοῦ μετανοεῖν ἑλέσθαι τὸν Ἰσραήλ; ἀνακόπτει δὲ, εἰπέ μοι, τὴν ἐπ' αὐτοῖς ἡμερότητα Θεὸς, κἂν εἰ βούλοιντο μαθεῖν τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα, καὶ δρᾶν ἤδη πως τὸ ἁνδάνον αὐτῷ; οὐ τοῦτό φησιν. ἀλλ' ἔθος τισὶν, εἰ ὑπό του τυχὸν τῶν σοφῶν πεπλημμεληκότες ἐλέγχοιντο, τὸν τῆς μεταγνώσεως τρόπον μέχρι μόνου τοῦ δακρύσαι μετρεῖν, καὶ ὁμολογεῖν μὲν τὴν ἁμαρτίαν, τούτῳ 1.631 τε καὶ μόνῳ ζητεῖν τὴν ἄφεσιν· οὐ μὴν ἔτι καὶ τῶν προκει- μένων αὐτοῖς καταλήγειν κακῶν. τοῦτό τινες ἔδρων τῶν ἐξ Ἰσραὴλ, ὡς μηδὲ αὐτῶν ἔσθ' ὅτε φείδεσθαι τῶν ἀμφίων. ἀλλὰ τί φησιν ὁ εἰς καρδίαν ὁρῶν καὶ νεφρούς; "Ἐπιστρέ- "ψατε πρὸς μὲ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ "ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαῤῥήξατε τὰς καρδίας "ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν." ὅτι τοίνυν ψιλὸν ἐξ ὀμμάτων καταχέοντες δάκρυον, καὶ χρηστοεπεῖν ὑποκρινό- μενοι, τῶν γεμὴν ἰδίων οὐ καταλήγοντες θελημάτων, οὐκ ἂν εὐμενῆ καὶ πρᾶον ἐφ' ἑαυτοῖς καταστήσειαν τὸν Κριτὴν, ἐκδιδάσκει λέγων Ἐν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσι. μὴ ποιεῖτέ φησι πένθους οἶκον τὸν θεῖον ναόν· μηδὲ ἐπὶ τούτῳ δακρύετε, ὥστε δοκεῖν ἐν οἴκῳ μόνον κλαῦσαι Θεοῦ· ἀνόνητον γὰρ τὸ τοιόνδε παντελῶς· μήτε μὴν ἐκεῖνο λε- γόντων τινές Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. ἀπο- τρίψαιτο γὰρ ἂν ἥκιστά γε τοὺς ἐφ' οἷς πεπλημμέληκεν ὀνειδισμοὺς, κἂν εἰ ἕλοιτό τις ταῖς οὕτω χρησταῖς ἀπο κεχρῆσθαι φωναῖς. Εἰ ταῦτά ἐστι τὰ ἐπιτηδεύματα αὐτοῦ; καὶ ποῖα δὴ ταῦτα, φησίν· "Ἐγένοντο λογιζόμενοι κόπους, "καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ "ἡμέρᾳ συνετέλουν αὐτὰ, καὶ οὐκ ἦραν πρὸς τὸν Κύριον "τὰς χεῖρας αὐτῶν· καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον "ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα "καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ." οὐκοῦν εἰ τοιάδε, φησὶν, εἶεν αὐτοῦ τὰ ἐπιτηδεύματα, πῶς ἂν διακρούσαιτο τὰ ὀνείδη, ψιλὸν καταχέων δάκρυον, ὁμολο- γῶν τε καὶ λέγων Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου; Χρὴ δὴ οὖν ἄρα μετανοεῖν ᾑρημένους ἀπαλλάττεσθαι μὲν 1.632 τῶν εἰς φαυλότητα ἐγκλημάτων, δακρύειν δὲ οὕτω καὶ ἐξ- ομολογεῖσθαι Θεῷ, τετιμηκότας ἤδη τὸ ἀγαθουργεῖν. ὁ γὰρ Θεὸς οὐχ ἁπλῶς εἰς δάκρυον, οὐδὲ εἰς χρηστοὺς ἐμβλέψεται λόγους, ἀλλ' εἰς ἤθη καὶ τρόπους. ὀνησιφόρον δὲ τότε δὴ τότε τὸ κλαίειν ἔσται, φησὶ, τισὶν, ὅταν φαίνωνται τῆς ἀγα- θουργίας οἱ τρόποι τῇ τῆς φαυλότητος ἀνατροπῇ συνεισθέον- τες. ἀναιρουμένης γὰρ ἐν ἡμῖν τῆς ἁμαρτίας, ἡ τῆς ἀρετῆς παρειστρέχει γένεσις. 9Οὐχ οἱ λόγοι αὐτοῦ εἰσὶ καλοὶ μετ' αὐτοῦ, καὶ ὀρθοὶ πεπόρευνται; καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη κατέναντι τῆς εἰρήνης αὐτοῦ.9 Καταιτιᾶται δὴ πάλιν ὡς εἰωθότας μὲν ἀριστοεπεῖν, ἀσύμβατον δὲ τοῖς λόγοις τὴν διάνοιαν ἔχοντας. ὀρθοὶ μὲν γὰρ, φησὶν, οἱ παρ' αὐτοῖς γίνονται λόγοι, καλοὶ δὲ λίαν· ὁμολογοῦσι γὰρ τὰ ἐγκλήματα, χρηστόν τε καὶ ἀγαθὸν ὀνομάζουσι τὸν Θεὸν, καὶ κατειρωνεύονται πολυτρόπως, ἔρ- γοις γεμὴν αὐτὸν παροτρύνοντες οὐ διαλελοίπασιν. ἴδοι δ' ἄν τις αὐτοὺς ἑαυτοῖς γεγονότας ἐχθροὺς, καὶ τὴν σφῶν αὐτῶν ἀποσοβοῦντας εἰρήνην. αὐτὸς γὰρ ὁ λαός μου ἀντι- κατέστη φησὶν ὡς ἐχθρὸς τῇ ἑαυτοῦ εἰρήνῃ. ἐξὸν γὰρ αὐτοὺς ἐν εὐπαθείαις εἶναι καὶ τρυφαῖς καὶ ἐν βεβαίῳ τῆς δόξης καὶ ἐρηρεισμένην ἔχειν τὴν εὐθυμίαν, εἰ τετίμηται Θεὸς, ἐθελοντὶ κατώλισθον εἰς ἀπόστασιν. ταύτῃτοι καὶ τὸ ἐν 1.633 εἰρήνῃ διατελεῖν ἀποβεβληκότες, αὐτόκλητον ὥσπερ ταῖς σφῶν αὐτῶν κεφαλαῖς ἐπεγείρουσι πόλεμον. ὅτι δὲ οὐχὶ πάντως ἀκερδὲς τὸ χρηστοεπεῖν πρὸς Θεὸν τοὺς ἡμαρτη κότας, ἤγουν εἰ ἕλοιτό τις τοῖς ἰδίοις πταίσμασιν ἐπερυθριᾶν, ἐξ αὐτῆς ἀποδείξομεν τῆς θεοπνεύστου γραφῆς. γέγραπται γὰρ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων περὶ τοῦ Ῥοβοάμ "Καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ῥοβοὰμ καὶ ὡς "κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς Κυρίου, καὶ πᾶς "̓Ισραὴλ μετ' αὐτοῦ." εἶτα Σουσακεὶμ ὁ τῶν Αἰγυπτίων τύραννος κατὰ τῶν Ἱεροσολύμων ὡπλίζετο, καὶ πανστρατιᾷ τῆς οἰκείας ἐξέθει γῆς. ἀφικνεῖτο δὲ μετὰ τοῦτο "Σαμαίας "ὁ προφήτης πρὸς Ῥοβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα, "τοὺς συναχθέντας εἰς Ἱερουσαλὴμ ἀπὸ προσώπου Σου "σακεὶμ, καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπε Κύριος Ὑμεῖς "ἐγκατελίπετέ με, κἀγὼ ἐγκαταλίπω ὑμᾶς ἐν χειρὶ Σου- "σακείμ. καὶ ᾐσχύνθησαν, φησὶν, οἱ ἄρχοντες Ἰσραὴλ καὶ "ὁ βασιλεὺς, καὶ εἶπον ∆ίκαιος ὁ Κύριος. καὶ ἐν τῷ ἰδεῖν "Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς "Σαμαίαν, λέγων Ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς." εἶτα πάλιν φησί "Καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη "ἀπ' αὐτοῦ ἡ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς "τέλος· καὶ γὰρ ἐν τῷ Ἰούδᾳ, φησὶν, ἦσαν λόγοι ἀγαθοί." ὁρᾷς οὖν, ὅπως οὐκ ἀκερδὲς τὸ ἀγαθοὺς ἔχειν ἐπὶ γλώττης λόγους, εἰ παρέποιτο τὸ ἐντρέπεσθαι, καὶ τὰ ἐφ' οἷς πε- πλημμέληκε τις κατερυθριᾶν. οὐκοῦν ὡς ὁ Παῦλός φησιν 1.634 "Οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει," καὶ αὐτὸς δέ που Χριστὸς ἀναφανδὸν ἔφη "Οὐ πᾶς ὁ "λέγων μοι Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν "τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου "τοῦ ἐν τοῖς οὐρανοῖς." εἰκαῖον οὖν ἄρα, καθάπερ ἔφην ἀρτίως, τὸ χρηστὰ λέγειν περὶ Θεοῦ, ὅτε τὸ ἐν ἔργοις εὐδόκιμον οὐ παρομαρτεῖ. 9Τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου.9 Ἐπιφέρει πάλιν τοῖς καθηγεῖσθαι λαχοῦσι τῆς τῶν ἀγελαίων ἀπωλείας τὰ ἐγκλήματα. οὐ γὰρ ἂν ἱκανῶς ἔχοντες εἴς γε τὸ δύνασθαι παιδεύειν αὐτοὺς, καὶ εἰς τὴν ὀρθήν τε καὶ ἀδιάστροφον ἀποκομίζειν τρίβον, καὶ ἀντέ- χεσθαι μὲν ὅτι μάλιστα φιλεῖν τῆς εἰς Θεὸν εὐσεβείας, ὡς ἀχρεῖον δὲ καὶ ὀλέθρου πρόξενον ἀποῤῥίπτειν καὶ ἀπωτάτω ποιεῖσθαι, τὸ προσκεῖσθαι γλυπτοῖς, αὐτοὶ γεγόνασιν ὀλε- τῆρες καὶ φθορεῖς, πρὸς πᾶν τοὐναντίον τὰς τῶν ὑπὸ χεῖρα μετατρέποντες γνώμας, καὶ Θεοῦ μὲν ἀποφοιτᾶν ἀναπεί- θοντες, ἐπαγάλλεσθαι δὲ μᾶλλον τοῖς τῆς πλανήσεως τρό- ποις. ταύτῃτοι Θεῷ προσκρούοντες, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀπώλισθον, ἣν εἴπερ ἔχοντες διετέλουν, οὐδὲν τὸ ἀπεῖργον ἦν καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν. οὐκοῦν ὡς ἐπὶ προβάτου φησὶν, ὅτι τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου. ὅμοιον ὡς εἰ λέγοι Γυμνὸν ἀποφήναντες τῶν ἐξ ἐλπίδος περιβλημάτων, ἀπαμ- 1.635 φιάσαντες δὲ ὥσπερ τῆς παρ' ἐμοῦ φροντίδος καὶ ἐπικουρίας, εὐπαθῆ καὶ εὐάλωτον ἀποτετελέκασι. παρῄρηται γὰρ αὐτῶν ἡ εἰς Θεὸν ἐλπὶς, τοῦτο δὲ ἦν αὐτοῖς τοῦ πολέμου τὸ σύν- τριμμα. ὥσπερ γὰρ τοῖς ἀλόγοις τῶν ζῴων ἀσφαλὲς ἀμφίον ἡ δορὰ· κομιδῇ γὰρ εὐπαθὲς τὸ γυμνὸν σαρκίον· οὕτω καὶ ἡμῖν αὐτοῖς ἀσφαλὲς περίβλημα καὶ δορά τις ὥσπερ, τῆς εἰς Θεὸν ἐλπίδος ἡ δύναμις, ἣν εἴπερ ἔχοιμεν κατ' οὐδένα τρόπον λυποῦντες Θεὸν, κατευμεγεθήσομεν τῶν ἐχθρῶν, καὶ περιεσόμεθα μὲν πολέμου παντὸς σαρκικοῦ τε καὶ νοητοῦ· ἐπιβησόμεθα δὲ καὶ "Ἐπὶ ἀσπίδα καὶ βασι- "λίσκον, καὶ καταπατήσομεν λέοντα καὶ δράκοντα," κατὰ τὸ γεγραμμένον· ἀναμέλψομεν δὲ πεποιθότες "Κύριε ὁ "Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ "σέ." 9∆ιὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀποῤῥιφήσονται ἐκ τῶν οἴκων τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώ- σθησαν.9 Ἐπειδὴ γὰρ, φησὶν, οἱ ταῖς εἰσηγήσεσι καὶ ταῖς νουθε- σίαις ὠφελεῖν δυνάμενοι τοὺς ὑπεζευγμένους, οἱ χειραγωγοὶ καὶ πατέρες, οἱ ποιμένες καὶ ἐπιστάται τὴν δορὰν αὐτοῦ ἐξέδειραν, καὶ ἀφείλαντο τὴν ἐλπίδα τὴν εἰς Θεὸν, δι' ἧς εὔκολον ἦν πάντα συντρίβεσθαι πόλεμον, ταύτῃτοι δικαίως τὰ οἴκοι μεθέντες ἀγαθὰ, καὶ τῶν ὅτι μάλιστα φιλαιτάτων ἐστερημένοι, τέρψεώς τε καὶ τρυφῆς ἀπωλισθηκότες, βα διοῦνται πρὸς ἐχθροὺς, καὶ πικροὺς τῆς ῥᾳθυμίας καὶ τῆς φαυλότητος ἀποτίσουσι λόγους. ὅτι δὲ τοῦ παθεῖν οὐχ ἕτερός τις αὐτοῖς, αὐτοὶ δὲ μᾶλλόν σφισιν αὐτοῖς γεγόνασιν 1.636 ἀφορμὴ, σαφηνίζει λέγων ∆ιὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐ- τῶν ἐξώσθησαν. "Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς," κατὰ τὸ γεγραμμένον· "αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, "θησαυρίζουσιν ἑαυτοῖς κακά." Αὐτοὶ δὴ οὖν ἡμεῖς ἑαυτοὺς ἀδικήσομεν, εἰ δρᾶν ἐθέλοι- μεν ἃ μὴ θέμις· ἐκπεμπόμεθα δὲ καὶ ἐξ οἴκων τρυφῆς. οἱ γὰρ Θεῷ προσκρούοντες, τὰς ἄνω καὶ ἐν οὐρανοῖς οὐκ ὄψον- ται μονὰς, ἀμέτοχοι δὲ μενοῦσι καὶ τῆς τῶν ἁγίων ἐλπίδος καὶ τῆς εἰς αἰῶνα τρυφῆς. ἀλλ' οἵγε σοφοί τε καὶ ἀγαθοὶ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων διανενευκότες, οὐκ ἐν τούτοις ἔσονται· πόθεν; ἕξουσι δὲ πόλιν τὴν ἐν οὐρανοῖς Ἐκκλησίαν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσονται, καὶ τοῖς οὐρανίοις ἐντρυφῶντες ἀγαθοῖς. 9Ἐγγίσατε ὄρεσιν αἰωνίοις. ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις.9 Ἔστι μὲν ἔτι πρὸς τοὺς καθηγεῖσθαι λαχόντας ὁ λόγος. κατειρωνεύεται δὲ, καὶ οἷον ἐν ἤθει γέγονε, τὸ λυποῦν εἰσ- φέρων ὡς χρήσιμον. μονονουχὶ γάρ φησιν Ὦ λαῶν ἡγού- μενοι, τάχα που βαρύ τε καὶ φορτικὸν ὑμῖν εἶναι δοκεῖ τὸ οἴκοι τε τρυφᾶν, καὶ τὴν ἐνεγκοῦσαν ἔχειν, καὶ ἐν εἰρήνῃ διατελεῖν, καὶ τὴν ἐλευθέροις πρέπουσαν ποιεῖσθαι δίαιταν. ἐπειδὴ δὲ τοῦτο ὑμῖν, ὡς ἔοικεν, εὖ ἔχειν δοκεῖ, βαδίζετε πρὸς ἐχθροὺς, ἀποτρέχετε πρὸς γῆν τὴν Περσῶν τε καὶ Ἀρμενίων. ἐγγίσατε τοῖς αἰωνίοις ὄρεσι, φησὶ δὲ τὰ Ἀραράτ· αἰώνια δὲ, ἢ ὅτι μακροὺς ἐν αὐτοῖς ἔμελλον διατελέσαι χρό- 1.637 νους, ἢ τὰ ἐξ αἰῶνος διαβόητα, διά τοι τάχα τὸ ἐν αὐτοῖς ἀπομεῖναι τὴν κιβωτόν. Ἴοι δ' ἂν ὁ λόγος καὶ κατὰ τῶν ἐν τοῖς καιροῖς τῆς ἐπι- δημίας Ἰουδαίων, οἳ ταῖς τῶν γραμματέων τε καὶ Φαρισαίων ἑπόμενοι γνώμαις οὐ προσίεντο τὴν πίστιν. ὄρη μὲν γὰρ ὥσπερ καὶ οἱ παρ' αὐτοῖς ἦσαν διαφανέστεροι, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὑψοῦ τε ἠρμένοι, καὶ εἰς λῆξιν ἥκοντες δόξης. ἀλλ' ἦν ἐκεῖνα πρόσκαιρα· πέπαυται γὰρ ἡ σκιὰ, πεπαλαίωται δὲ ὥσπερ ἡ ἐν τύποις λατρεία, ἤργησε δὲ καὶ τὸ ἱερὸν τὸ τηνικάδε γένος· ὄρη γὰρ ἀνεδείχθη λοιπὸν τὰ αἰώνια, τουτέστιν, οἱ τῆς νέας διαθήκης κήρυκές τε καὶ διά κονοι, οἱ τὸ Χριστοῦ λαλοῦντες μυστήριον, οἱ διαβόητοι καὶ διαφανέστατοι, καὶ τοῖς τῆς ἀρετῆς ὑψώμασι διαπρέποντες. ὄρη γὰρ αὐτοὺς, καὶ δι' ἑτέρου προφήτου κατονομάζει Θεὸς, οὕτω λέγων "Καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ "πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται." γλυκὺς γὰρ λίαν τῶν θεηγόρων ὁ λόγος, καὶ αὐτοῦ μέλιτος ἡδίων τοῖς γε ἀληθῶς φιλοθεωτάτοις, οἷς ἂν εἴη καὶ πρέπον εἰπεῖν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ "Ὡς γλυκέα τῷ λάρυγγί "μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου." τούτοις δὴ οὖν ἄρα τοῖς νοητοῖς ὄρεσιν οἱ οὔπω πεπιστευκό- τες, εἰ γένοιντο πλησίον, κατὰ σχέσιν δὲ δηλονότι τὴν πνευματικὴν, εὑρήσουσι τὴν ἀνάπαυσιν. ἀποφορτιοῦνται γὰρ εὐθὺς τὴν ἐπισκήψασαν ἁμαρτίαν, καίτοι μηδεμίαν ἀνάπαυσιν ἔχοντες ἐν τῇ κατὰ νόμον ζωῇ, εἴπερ ἐστὶν ἀλη- θὲς, ὡς "Τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ." οὐκοῦν ἀκουόντων Ἰουδαῖοι καὶ πρός γε ἡμῶν αὐτῶν Ἀνά- 1.638 στηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις. ἐπειδὴ γὰρ οὐκ ἔχεις ἐν νόμῳ τὸ ἀναπαύεσθαι, βάδιζε καὶ μεταχώ ρησον διὰ πίστεως ἐπὶ τὰ Χριστοῦ παιδεύματα. 9Ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ.9 Ἀκαθαρσίαν φησι τὸν τῆς ἐκτόπου καὶ βδελυρᾶς εἰδω- λολατρείας δυσκλεᾶ μολυσμόν· αἰσχρὰ γὰρ ὄντως καὶ κάκοσμος. τρόπος δὲ αὖ ῥύπου τε καὶ ἀκαθαρσίας ἕτερος, τὸ πλεονεκτεῖν ἀδελφοὺς, ἅρπαγμα ποιεῖσθαι τὸ ἀλλότριον, καὶ ἡ καθ' ἕτερον τρόπον κατὰ πολλῶν ἀδικία. ταύτης δὴ οὖν ἕνεκα τῆς ἀκαθαρσίας, φησὶ, διολώλατε, φθορᾷ τῇ εἰς θάνατον ἀθλίως κατεφθαρμένοι. ∆ιολώλασι δὲ καὶ οἱ τῇ εἰς Χριστὸν μαχόμενοι πίστει, καὶ οὐχ ἑτέρου του χάριν, ἀλλ' ἢ ἕνεκεν ἀκαθαρσίας. σαφὲς δὲ τοῦτο ἡμῖν καταστήσει λέγων αὐτὸς ὁ Χριστὸς πρὸς τοὺς ἀπειθοῦντας Ἰουδαίους "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν "μὴ πιστεύσητε ὅτι ἐγὼ εἰμὶ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν "ἀποθανεῖσθε." ἢ οὐχὶ τοῦτό ἐστι τό Ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ; οὐ γὰρ ἀπενίψαντο τὰ ἐγκλήματα, οὔτε μὴν τῶν ἀρχαίων αἰτιαμάτων ἀπηλλαγμένοι τῆς παρὰ Χριστοῦ μετέλαχον σωτηρίας, καθὰ καὶ οἱ τὴν πίστιν εἰσ- δεδεγμένοι. 9Κατεδιώχθητε οὐδενὸς διώκοντος.9 Αὐθαίρετον, φησὶν, ὑπομεμενήκατε τὴν αἰχμαλωσίαν, ἤτοι τὴν φυγὴν τὴν εἰς ἀλλοτρίους, δῆλον δὲ ὅτι καὶ πρὸς ἐχθρούς. ἐγκειμένου γὰρ οὐδενὸς ἢ ἐπαναγκάζοντος, αὐτοὶ 1.639 τετιμήκασι τὸ δρᾶν ἐκεῖνα, καὶ μάλα ἐσπουδασμένως, τὰ δι' ὧν ἦν ἀνάγκη καὶ οὐχ ἑκόντας κολάζεσθαι. κατεδιώ- χθησαν τοίνυν τῶν Ἰουδαίων τὰ στίφη, διώκοντος οὐδενός. ἐξὸν γὰρ αὐτοὺς εὐημεροῦντας διατελεῖν, καὶ ἐν παντὶ κεῖσθαι καλῷ τετιμηκόσι Χριστὸν, κατώλισθον εἰς ἀπόστασιν, καὶ προσκεκρούκασι πολυτρόπως· ἀπειθοῦντες, ὑβρίζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων δρῶντές τε καὶ λέγοντες; Οὐκοῦν οὐδενὸς διώκοντος ἑαυτοὺς διώξομεν, καὶ τῶν ἀνηκέ- στων κακῶν ταῖς ἰδίαις ψυχαῖς παραίτιοι γεγονότες, αἰτιασό- μεθα μὲν οὐχ ὁσίως ἔτι τὸν τῶν ὅλων δοτῆρα Θεὸν, ἑαυτοὺς δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ καὶ νοῦ καὶ φρενός. 9 Πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέθυσμα.9 Τοῖς τῶν εἰδώλων τεμένεσι προσιζήσαντές τινες τῶν ἐν Σαμαρείᾳ κατεμαντεύοντο πολυτρόπως, καὶ τῶν ἐσομένων ἀκριβῆ τὴν κατάληψιν ἔχειν ὑποπλαττόμενοι, τὰ θυμήρη καὶ φίλα τοῖς προσιοῦσιν ἀπήγγελον, ψυχρὰ καὶ ἀπόπτυστα ζητοῦντες λημμάτια, καὶ ὀλίγων ὀβολῶν, ἢ "κλάσματος "ἄρτου," κατὰ τὸ γεγραμμένον, ψευδῆ πωλοῦντες ῥημάτια. τοῦτο δὲ μάλιστα κατέφθειρέ τε καὶ ἀπολώλεκε τὸν Ἰσραήλ. φησὶν οὖν ὅτι πνεῦμα πονηρὸν ὡς παγίδα τῷ Ἐφραῒμ ἔστησε ψεῦδος, καὶ ὥσπερ τι τῶν δηλητηρίων φαρμάκων ἐνεστάλαξεν οἴνῳ τὴν δαιμονιώδη πλάνησιν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀκρατέσιν ἀποφοραῖς μονονουχὶ καταμεθύοντα δέδειχεν αὐτόν. 1.640 Ἐνεστάλαξε δὲ καὶ τοῖς Φαρισαίοις ὁ πονηρὸς, ὁ δράκων ὁ ἀποστάτης, τὴν ἐπὶ Χριστῷ ψευδοδοξίαν καὶ ἔκτοπον πλάνησιν. ποτὲ μὲν γὰρ ἔφασκεν Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον· ποτὲ δὲ καὶ Σαμαρείτην, καὶ μέντοι καὶ πάροινον ἀποκαλεῖν ἀπε- τόλμων. καὶ εἴπερ ἐστὶν ἀληθὲς, ὡς οὐδεὶς λέγει Ἀνάθεμα Ἰησοῦς, εἰ μὴ ἐν Βεελζεβοὺλ, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ὅτι δὴ μάλιστα παρ' αὐτοῖς πνεῦμα ἔστησε ψεῦδος; κατεστά- λαξε δὲ καὶ εἰς νοῦν αὐτοῖς καὶ καρδίαν, τὴν διὰ πλανήσεως μέθην, ἐφ' ᾗ δικαίως καὶ ἀπολώλασι, θηριοπρεπῶς ἐπιθρώ- σκοντες, παντί τε θράσει καὶ δυσφημίᾳ χρώμενοι. 9Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου· συναγόμενος συνα- χθήσεται Ἰακὼβ σὺν πᾶσιν, ἐκδεχόμενος ἐκδέξομαι τοὺς κατα- λοίπους τοῦ Ἰσραὴλ, ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν.9 Κατὰ βραχὺ πρὸς αὔξησιν ἰόντα τὰ φαῦλα, καὶ ἐν ὀλί- γοις ἀνθήσαντα τὴν ἀρχὴν, καταδράττεταί πως ἀεὶ καὶ τῶν ἔτι πλειόνων, ἐπέκεινά τε τῶν ἐν ἀρχαῖς ἐκτείνεται μέτρων. ἴδοι δ' ἄν τις ἀτρεκὲς ὃ λέγω, τὰ συμβεβηκότα τῷ Ἐφραῒμ εἰ περινοεῖν ἕλοιτο λεπτῶς. πρῶτος μὲν γὰρ Ἱεροβοὰμ, καί τινες τῶν ὁμοφρόνων αὐτῷ τὰς δαμάλεις τοῖς τεμένεσιν ἐνιδρύσαντες, προσκεκυνήκασιν αὐταῖς, καὶ τοῖς τῶν ἀνοσίων ψευδομάντεων ἤγουν ψευδοπροφητῶν προσεσχήκασι λόγοις. εἶτα διέρποντος τοῦ κακοῦ, καὶ ἀεὶ τοῖς πρώτοις προστιθέντος 1.641 ἕτερα, συνηνέχθη λοιπὸν καὶ συνδεδράμηκεν ὅλος εἰς ἕνα σκοπὸν ὁ Ἰσραὴλ, καὶ τῷ πλημμελήματι κάτοχος ἦν, καὶ οὐκ ἀνὰ μέρος ἔτι, παμπληθεὶ δὲ μᾶλλον καὶ ὁλοτρόπως. οὐκοῦν ἀπὸ τῆς σταγόνος φησὶν, ἧς ἂν αὐτοῖς καταστάξειεν ὁ τῶν ψευδομάντεων λόγος· πλεῖστοι γὰρ ὅσοι παρὰ τῷ Ἐφραῒμ οἱ τοῦτο δρᾶν εἰωθότες· συναχθήσεταί φησι σύμπας ὁ Ἰακὼβ, τουτέστιν εἰς μίαν συνενεχθήσεται γνώμην, κατα- νεμηθήσεται δὲ ἅπαντας ἡ νόσος. ἐγὼ δὲ αὐτοῖς οὐκ ἀνὰ μέρος ἐποίσω τὰς διὰ τοῦτο δίκας, περιμενῶ δὲ μᾶλλον τοὺς τοῖς ἤδη κατεφθαρμένοις ἐπενεχθησομένους. τοῦτο γάρ ἐστι τό Ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, καὶ τότε δὴ τότε μίαν ποιήσομαι τὴν κατὰ πάντων ἀποσ- τροφήν. Ἔνδειξις δὲ καὶ τοῦτο ἂν εἴη τῆς ἐνούσης ἀνεξικακίας Θεῷ, μὴ κολάζοντι εὐθὺς, ὑπερτιθεμένῳ δὲ χρηστῶς, καὶ τὴν ἐπανόρθωσιν περιμένοντι καὶ τῶν πλανωμένων τὴν ἐπιστροφήν. εἰ δὲ δὴ μὴ γένοιτο, φαίνοιτο δὲ μᾶλλον εἰς αὔξην ἰὸν τὸ ἀῤῥώστημα, τότε δὴ μόλις καὶ ὀκνηρῶς ἀποστρέφεται. ἕψεται δὲ πάντως ταῖς. ἀποστροφαῖς τὸ χρῆναι ταλαιπωρεῖν τοὺς τοῦτο παθόντας. τοιγάρτοι καὶ ὁ θεσπέσιος ψάλλει ∆αυείδ "Μὴ ἀποστρέψῃς τὸ πρό- "σωπόν σου ἀπ' ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ "δούλου σου." ἰστέον δὲ, ὅτι ἐνεστάλαξεν ὥσπερ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις ὁ Βεελζεβοὺλ τὴν ἐπὶ Χριστῷ ψευδῆ καὶ ἀπαίσιον δόξαν, κατενεμήθη δὲ ὥσπερ ἅπαντας ἡ νόσος, καὶ συνδεδράμηκε ταῖς τῶν ἡγουμένων ἀπάταις ἡ 1.642 ἑτέρα πληθύς. τοιγάρτοι καὶ μίαν ὑπομεμενηκότες ψῆφον, τὴν εἰς κατάκρισιν λέγω καὶ ἀποστροφὴν, ἰσοπαλεῖς τοῖς ἡμαρτημένοις ἀποτετίκασι δίκας. 9Ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτοῦ ἐξαλοῦνται ἐξ ἀνθρώπων διὰ τῆς κοπῆς· πρὸ προσώπου αὐτῶν διέκοψαν, καὶ διῆλθον πύλην, καὶ ἐξῆλθον δι' αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς πρὸ προσώπου αὐτῶν, ὁ δὲ Κύριος ἡγήσεται αὐτῶν.9 Ἔθος τοῖς ἁγίοις προφήταις καὶ ἐν θεωρίαις αὐταῖς γίνεσθαι πολλάκις τῶν ὡς ἔσονται κατὰ καιροὺς προαπηγ- γελμένων, μονονουχὶ δὲ παρόντα τε καὶ ἐνεργούμενα βλέπειν τὰ καὶ πολλοῖς ὕστερον ἐκβησόμενα χρόνοις. οἷον ὁ μακά- ριος προφήτης Ἡσαΐας τὰ περὶ Χριστοῦ διηγούμενος, μονονουχὶ δὲ καὶ ἀποκομιζόμενον βλέπων ἐπὶ τὸ σωτήριον πάθος, "Ὡς πρόβατον, φησὶν, ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς "ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος." ἐρωτᾷ δὲ ὥσπερ τοὺς τῶν ἥλων τύπους καταθεώμενος, καί φησι πρὸς αὐτὸν τάχα που τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν "Τί "αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου; ὁ δὲ εἶπεν, " Ας ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου." Ἱερεμίας γεμὴν ὁ θεσπέσιος τὸν ἐσόμενον κατὰ τῆς Ἱερουσαλὴμ προαναφωνήσας πόλεμον, καὶ πληθὺν ἤδη τῶν Ἰουδαίων πολλὴν κειμένην ἰδών· ὡς ἐν θεωρίαις δὲ δηλονότι ταῖς προφητικαῖς· κατοιμώζει λέγων "Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει 1.643 "ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις." οὕτω καὶ ὁ μακάριος Προφήτης Μιχαίας ἔοικέ πως ὁρᾶν τὸν ἐν ταῖς πόλεσι τῆς Σαμαρείας ἐσόμενον θόρυβον, πτοουμένους τε ἤδη πολλοὺς, φεύγοντας δὲ καὶ ἑτέρους, τείχη τε καὶ τάφρους ὑπερθέοντας, καὶ αὐτά που τὰ τῶν πολεμίων στίφη διαῤῥηγνύντα μὲν πύλας, εἰσχεόμενα δὲ δι' αὐτῶν τοῖς κρατοῦσιν ὁμοῦ, μονο- νουχὶ Θεοῦ προασπίζοντος καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐπιθήγοντος, ὡς λελυπημένου. οὐκοῦν οὕτω φησὶ κατα- πτοηθήσονται, ὡς ἂν εἰ καὶ πρόβατον ἐν θλίψει γένοιτο τυχὸν, ἤγουν ὅλον ποίμνιον, εἰ κοιτάζοιτο μὲν ἐν τόποις, εἶτά τινες βούλοιντο λαβεῖν, ἄνω τε καὶ κάτω πηδῶντα τὰ θρέμματα καταθεῷτό τις ἂν, καὶ ᾗπερ ἂν γένοιτο διακοπὴ, δι' αὐτῆς ἰόντα καὶ φεύγοντα· οὕτω φησὶ κἀκεῖνοι, καθ' ὧν ἂν ἴοι τῶν Βαβυλωνίων ὁ πόλεμος. διακόπτοντες δὲ καὶ πύλας, ὁρώντων αὐτῶν, ἤτοι πρὸ προσώπου αὐτῶν, εἰσελεύσονταί τε καὶ ἐξελεύσονται δι' αὐτῶν, τουτέστιν, ἀμογητὶ καὶ δίχα φόβου παντὸς διελεύσονται εἰς τὰς πόλεις, αὐτὸν ἔχοντες ἡγούμενον τὸν τῶν ὅλων Κύριον· ὅτι μὴ τῆς ἐκείνων ἰσχύος ἔργον ἦν τὸ κατακρατῆσαι τοῦ Ἰσραὴλ, νεύματι δὲ μᾶλλον τοῦ Ἰσραὴλ ψῆφος τοῦ παραδόντος Θεοῦ. ταῦτα συμβῆναί φαμεν, καὶ τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσι τὸν Ἐμμανουήλ. πεπόρθηνται γὰρ αἱ παρ' αὐτοῖς πόλεις τε καὶ κῶμαι Οὐεσπασιανοῦ τε καὶ Τίτου κατακρατούντων τότε, καὶ τὸν θεῖον ἐπ' αὐτοῖς πληρούντων θυμόν. 1.644 9Καὶ ἐρεῖ Ἀκούσατε δὴ ταῦτα αἱ ἀρχαὶ οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι τοῦ Ἰσραήλ. οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρῖμα; οἱ μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρὰ, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ' αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν. ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστᾶ αὐτῶν συνέθλασαν, καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα, καὶ ὡς κρέα εἰς χύτραν· οὕτως κεκράξον- ται πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ' αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ' ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ' αὐτούς.9 Ὁ τοῖς πολεμοῦσι τὸν Ἰσραὴλ ἀνοιγνὺς τὰς πύλας, ὁ πάντα καταλεαίνων αὐτοῖς, καὶ τὰ δυσχερῆ καταστρέφων, ὡς ἂν δύναιντο λοιπὸν δι' εὐμαρείας ἰέναι πολλῆς, καὶ ἀκονιτὶ καταδράττεσθαι τῶν ἀνθεστηκότων, ὁ ἡγούμενος αὐτῶν Κύριος. αὐτὸς καὶ ἐρεῖ τοῖς ἄρχουσι, καὶ τοῖς καταλοίποις τοῦ λαοῦ. τὸ δὲ ἐρεῖ, τέθεικεν ἀντὶ τοῦ προσδιαλεχθήσεται. καὶ τοῖς μὲν διέπουσι τὰς ἀρχὰς ἐγκαλεῖ τὸ ῥᾳθύμον, καὶ ὅτι τῶν ὑπὸ χεῖρα κατημεληκότες, ὄλεθροι γεγόνασι καὶ φθοροί· τοῖς γεμὴν ὑπεστρωμένοις, καὶ ταῖς τῶν κρατούντων δυσ- τροπίαις ἠπατημένοις, δίδωσι νοεῖν, ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα πλημμελημάτων ἐπιῤῥίπτεται δίκη τοῖς ἠδικηκόσι. κήδεται γὰρ καὶ τῶν πλανωμένων ὁ τῶν ὅλων ∆ημιουργὸς, ὁ κτίσας τὸν ἄνθρωπον "ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς καὶ προητοίμασεν," ὡς 1.645 ὁ θεσπέσιος γράφει Παῦλος, "ἵνα καὶ περιπατῶμεν ἐν "αὐτοῖς." τί τοίνυν Οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρῖμα; κρῖμα δέ φησιν ἤτοι τὴν ἐπ' αὐτοῖς γεγενημένην ὁσίαν τε καὶ ἀμώμητον ψῆφον, ἤγουν τὴν κατάκρισιν· πρέποι δ' ἂν ἐν τούτοις νοεῖσθαι τὴν τοῦ κρίματος εἴδησιν οὐχ ὡς ἐν μαθήσει μόνον· τί γὰρ ἂν τοῦτο τοῖς ἐκεῖνα πεπλημμεληκόσι διελυμήνατο; ἢ πῶς ἂν λελύπηκε τοὺς ἠσεβηκότας; ἀλλ' ὡς διὰ πείρας αὐτῆς τῶν συμβησομένων· ἀποτιννύντες γὰρ τοῖς κολάζουσι δίκας οἱ πλημμελεῖν εἰωθότες, τότε δὴ τότε μαν- θάνειν λέγονται καὶ τῆς ἐνούσης αὐτοῖς ἐξουσίας τὸ ὑπερ- φερὲς καὶ δεσποτικῶν κριμάτων τὴν δύναμιν. ἔστι δὴ οὖν ἀναγκαῖον ὑμᾶς δὴ μάλιστά φησι διὰ τῶν συμβησομένων τὸ κρῖμα μαθεῖν· ὑμᾶς τοὺς ἀεὶ μὲν τοῖς φαύλοις προσκεκλι- μένους, ἀποσπουδάζοντας δὲ τὸ ἀγαθόν· ὑμᾶς τοὺς ἀγρίαν τινὰ καὶ ἀνήμερον κατὰ τῶν ἐμῶν προβάτων ποιουμένους τὴν ἔφοδον, καὶ τοῖς τῶν θηρίων ἀπηνεστάτοις παραχω- ροῦντας οὐδὲν, τοὺς ἀποδέροντας μὲν τὰ πρόβατα, κατα ξαίνοντας δὲ καὶ σάρκας, καὶ καταμελίζοντας ἀφειδῶς, καὶ οἷον ἕψοντας διὰ χύτρας. σημαίνει δὲ διὰ τούτων πᾶν εἶδος πλεονεξίας, ἀπληστίας τε καὶ καταδυναστείας. ἐπειδὴ δὲ ταῦτα δεδράκασι, καὶ αὐτοὶ κεκράξονταί φησι· καὶ οὔτ' ἂν ἐποπτείας ἀξιώσαιμι τῆς παρ' ἐμαυτοῦ· οὔτ' ἂν εἰ κεκράξειαν αἰτοῦντες τὸν ἔλεον, ἐπιδοίην ἄν. κατεπανουργεύσαντο γὰρ καὶ αὐτοὶ τῶν ὑπεζευγμένων, καὶ πᾶν εἶδος αὐτοῖς ἐπενη- νόχασι μοχθηρίας, πικρῶν τε καὶ ἀνοσίων εὑρέσεων καὶ ἐγχειρημάτων. Ἐφαρμόσαι δ' ἄν τις τὰ τοιαῦτα καὶ μάλα εἰκότως τοῖς 1.646 γραμματεῦσι καὶ Φαρισαίοις, οἳ λαῶν ἡγούμενοι, καὶ ποιμνίων προεστηκότες, τοῖς ἀγελαίοις ὁμοῦ καθάπερ τισὶ προβάτοις, ἐπέθρωσκον ἀπηνῶς τοῖς πιστεύουσιν εἰς Χρι- στὸν, μόνον δὲ οὐχὶ καὶ ἐκδέροντες κατεμέλιζον καὶ κατεδη- δόκασι τοὺς ἁγίους, θηρῶν ἀγρίων διενεγκόντες οὐδέν. τοι- γάρτοι καὶ ἤκουον προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς Ἡσαΐου "Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω "τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν "δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν "αἵματος πλήρεις."
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ.
9Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ' αὐτὸν εἰρήνην, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ' αὐτὸν πόλεμον.9 Κατῃτιᾶτο λίαν τοὺς ἐξ Ἰσραὴλ ὡς ἐθελούσιον μὲν ἀνατλάντας ὄλεθρον, σφᾶς δὲ αὐτοὺς αὐτοκλήτοις ἐνιέντας κακοῖς, καὶ πολὺ βλέποντας εἰς τὸ ῥᾴθυμον. προσετίθει δὲ, ὅτι καὶ ἠδίκηνται σφόδρα, τοῦ πονηροῦ καὶ ἀκαθάρτου πνεύ- ματος ἀεὶ φενακίζοντος καὶ ἀπατῶντος αὐτούς. ἔφη δὲ οὕτως "Ἐγγίσατε ὄρεσιν αἰωνίοις· ἀνάστηθι καὶ πορεύου, "ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, ἕνεκεν ἀκαθαρσίας "διεφθάρητε φθορᾷ. κατεδιώχθητε οὐδενὸς διώκοντος. "πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέ- "θυσμα." ταύτης ἕνεκα τῆς αἰτίας ἐπέσκηψε μὲν οὐ μετρίως τοῖς καθηγεῖσθαι λαχοῦσι· μεθίστησι δὲ νυνὶ χρησίμως τὸν λόγον ἐπὶ τοὺς ὄντας παρ' αὐτοῖς ψευδοπροφήτας τε καὶ μάντεις, οἳ μονονουχὶ καὶ ὡς οἶνον αὐτοῖς κατεστάλαζον, τὰ 1.648 ἐκ τοῦ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος, ψευδοεπείας δὲ δηλονότι καὶ φενακισμοὺς, οὕτω τε λοιπὸν οἷά τινι μέθῃ περιβεβληκότες ἐξέστησαν λογισμοῦ τοῦ σώφρονος. ἔδακνον μὲν γὰρ καὶ οὐ μετρίως ἠδίκουν, ἀναπείθοντες τοῖς παρ' αὐτῶν προσκεῖσθαι λόγοις, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων· κατεψεύδοντο δὲ, λέγοντες ὡς καταβιώσονται μὲν ἐν εἰρήνῃ καὶ εὐημερίαις, παρενοχλήσει δὲ ὅλως τῶν ἀνιᾶν πεφυκότων οὐδέν. ἀλλ' ἦν αὐτοῖς εἷς ὁ εἰς τοῦτο λόγος οὐ παρὰ Θεοῦ. οὐ γὰρ ἂν ἀκαθάρτοις ἐδόθη γλώτταις τὸ χρῆναι λαλεῖν τὰ οὕτω λαμπρά τε καὶ ἀξιό- ληπτα. ἐπειδὴ δὲ ἀναπεπείκασι προσέχειν αὐτοῖς, ἤγειραν ἐπ' αὐτοὺς πόλεμον, οὐκ αὐτοὶ τοὺς Ἀσσυρίους εἰς τοῦτο διανιστάντες· πόθεν; καταθήγοντες δὲ μᾶλλον ἐπ' αὐτοὺς τὴν ὁσίαν ὀργήν. ὅτι γὰρ ἐκείνοις προσεσχήκασιν, ἐπενήνεκται δικαίως καὶ τὰ ἐκ τοῦ πολέμου κακά. Ἔγκλημα δὴ τοῦτο τῶν ὅτι μάλιστα καὶ ἀληθῶν καὶ πρεπωδεστάτων τοῖς ἀρχιερεῦσι καὶ Φαρισαίοις, οἷς ἡ ἀθλία τῶν Ἰουδαίων πληθὺς κατακολουθήσασα διόλωλέ τε καὶ κατεφθάρη· γέγονε γὰρ δυσσεβὴς καὶ κυριοκτόνος. 9∆ιὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκο- τάσει ἐπ' αὐτοὺς ἡ ἡμέρα.9 Ἐπειδὴ γὰρ, φησὶν, ἐσταλάξατε τὸ ψεῦδος εἰς οἶνον καὶ μέθυσμα τῷ λαῷ, καὶ κατεδάκνετε μὲν ὡς θῆρες, εὐηγγελί ζεσθε δὲ τὴν εἰρήνην, ψευδοεποῦντες αὐτοῖς, καὶ ταῖς τοῦ 1.649 πολέμου συμφοραῖς ἐναλῶναι παρεσκευάσατε, ταύτῃτοι δι- καίως νὺξ ἐφ' ὑμᾶς ἔσται καὶ σκότος, καίτοι καὶ ὁρᾶν ὑπο- κρινομένους, καὶ ὥς γε οἴεσθε κατὰ σφᾶς, ἄριστά τε καὶ ἀψευδῶς τὸ μαντεύεσθαι μεμελετηκότας. δύσεται γὰρ ὑμῖν ὁ ἥλιος, καὶ αὐτὸ δὲ τῆς ἡμέρας συσκοτάσει τὸ φῶς. καὶ οὐ δήπου φαμὲν, ὅτι συνέστειλεν ἀληθῶς ἐπ' αὐτοῖς ὁ ἥλιος τὰς αὐγὰς, ἤγουν τῆς ἠοῦς κατεσκοτίσθη τὸ φῶς, ἀλλ' ὅτι τῆς συμφορᾶς τὸ μέγεθος οἱονεὶ σκότος αὐτοῖς καὶ νὺξ ἀφεγγὴς, καὶ ἡλιακῆς ἀκτῖνος κατάδυσις καὶ φωτὸς συστολὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων γενέσθαι συμβέβηκε; τὰ γάρ τοι δεινὰ καὶ ἐξαίσια τῶν κακῶν καταμεθύσκει τὸν νοῦν, καὶ καταθολοῖ τὴν καρδίαν, ἐμπίπλησι δὲ καὶ σκότους. Φαίη δ' ἄν τις ἀληθεύων, ὅτι καὶ τοῖς Ἰουδαίων δήμοις ἐμπαροινήσασι τῷ Χριστῷ κατέδυ λοιπὸν ὁ νοητὸς ἥλιος, οὐκέτι Θεοῦ καταλάμποντος, οὐκέτι τῆς νοητῆς ἡμέρας διαυ- γαζούσης αὐτοῖς, ἀλλ' οἷον νυκτὸς κατασκιδναμένης αὐτῶν τῆς πωρώσεως. πεπώρωνται γὰρ, ὡς ὁ Παῦλός φησι, καὶ "̔Ηνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρ- "δίαν αὐτῶν κεῖται." "Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω- "ράνθησαν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία." καὶ ὅτι ταῦτα συμβήσεται παθεῖν αὐτοῖς, προκαταμεμήνυκε λέ- γων αὐτὸς ὁ Χριστός "Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν "τῷ φωτὶ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ." ἐπειδὴ δὲ τὸ θεῖον οὐ προσίεντο φῶς, τουτέστι Χριστὸν, κατελήφθησαν ὑπὸ τῆς σκοτίας, καὶ νὺξ αὐτοῖς γέγονεν ἐξ ὁράσεως, κατὰ τὴν τοῦ Προφήτου φωνήν. Τοῦτο δὲ αὐτὸ συμβήσεται καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, οἳ βλέπειν ὑποκρινόμενοι, διατεινόμενοί τε νοεῖν 1.650 δύνασθαι λαμπρῶς τὸ Χριστοῦ μυστήριον, ψευδοεποῦσιν οἱ δείλαιοι, καὶ τὰ ἐξ ἀπάτης βλάβη μονονουχὶ καταστάζουσι ταῖς τῶν ἁπλουστέρων καρδίαις, εἶτα τῶν τῆς ἀληθείας αὐτοὺς ἀποφέρουσι δογμάτων. ἔσται δὴ οὖν αὐτοῖς ἐξ ὁρά- σεως νὺξ καὶ σκότος, κατοιχήσονται γὰρ εἰς τὸ ἐξώτερον σκότος, "Ἁμαρτήσαντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες "αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν ὑπὲρ ὧν Χριστὸς "ἀπέθανε." 9Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθή- σονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατ' αὐτῶν πάντες αὐτοὶ, διότι οὐκ ἔσται ὁ ὑπακούσων αὐτῶν.9 Οἱ μὲν γὰρ ἐμαντεύοντο τὴν εἰρήνην ὡς ἔσται πολλὴ, καὶ ψυχροῖς ὀνειρατίοις τοὺς προσιόντας αὐτοῖς συναρπάζοντες διακεῖσθαι παρεσκεύαζον, ὡς βαδιεῖται πάντα κατὰ ῥοῦν αὐτοῖς, καὶ κρατήσει τὰ ἐν εὐχαῖς. ἐπειδὴ δὲ οἷς ἔφασκον ἡ πεῖρα μαχομένην ἔδειξε τῶν πραγμάτων τὴν ἔκβασιν, καὶ εἰς πᾶν αὐτοῖς τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε, κατεγινώ- σκοντο λοιπὸν ἀναγκαίως, ὡς ψευδοεπεῖς, ὡς βωμολόχοι τε καὶ φένακες· καὶ δὴ καὶ εἰς τοῦτο δυσκλείας κατώλισθον, ὡς μηδένα βούλεσθαι προσέχειν αὐτοῖς· πῶς γὰρ, ἢ πόθεν; οἵ γε χρηστὰ μὲν ἐλάλουν, ἐμβεβλήκασι δὲ τοὺς ἠπατημένους εἰς ἀδόκητον συμφορὰν, καὶ τῶν ἐλπισθέντων ὡς ἀπωτάτω; 9Ἐὰν μὴ ἐμπλήσω ἐγὼ ἰσχὺν ἐν πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ Ἰακὼβ ἀσεβείας αὐτοῦ καὶ τῷ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ.9 1.651 ∆είκνυσιν ὅτι πάντη τε καὶ πάντως ψευδοεπεῖν ἀναγκαῖον τοὺς κατάπλαστον ἔχοντας τὴν τῆς προφητείας δόξαν. πῶς γὰρ ἂν ἀληθεύσειεν ὁ μὴ ἐν Θεῷ λαλῶν ὅς ἐστιν ἀλήθεια; περὶ μὲν γὰρ τοῦ Κάϊν ἔφη που Χριστός "Ἐκεῖνος ἀνθρω- "ποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, "ὅτι ψεύστης ἐστὶ καθὼς καὶ ὁ πατὴρ αὐτοῦ·" πατέρα διδοὺς αὐτῷ τὸν καὶ τὸ ψευδὸς ἐξευρηκότα, τουτέστι, τὸν σατανᾶν. ὅτι δὲ ἀνάγκη τοὺς ἐκ διαβολικοῦ λαλοῦντας πνεύματος τὰ ἐκείνου λέγοντας ψεύδεσθαι, πῶς ἔστιν ἀμφι- βάλλειν; οἱ γεμὴν διὰ Θεοῦ, πάντη τε καὶ πάντως ἀριστοεπ- οῦσί τε καὶ ἀληθεύουσιν· ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. οὐκοῦν πῶς ἂν γένοιτο, φησὶν, οὐ διεψευσμένος παρά τισι τῆς προφητείας ὁ λόγος, εἰ μὴ ἐμπλήσαιμι, διὰ τοῦ ἐμοῦ Πνεύματος, δυνάμεώς τινας καὶ δικαιοσύνης, ἤτοι κρίματος, ὥστε καὶ ἀδεῶς καὶ τεθαῤῥηκότως κατεξανίστασθαι τῶν ἡμαρτηκότων, καὶ διελέγχειν αὐτούς; δεῖ γὰρ οἶμαι τοῖς λαλοῦσι τὰ παρὰ Θεοῦ, πλείστης τε ὅσης καὶ ἀγαθῆς εὐτολ- μίας. ἐλέγχουσι γὰρ ἔσθ' ὅτε δήμους τε ὅλους, καὶ μέντοι καὶ βασιλεῖς, καὶ τοὺς ὄντας ἐν ὑπεροχαῖς, οἳ δὴ μάλιστα τοῖς ἐπανορθοῦν ἐθέλουσιν ἐπιτρίζουσι, καὶ οὐκ οἰστὸν ποιοῦνται τὸν τῶν ὠφελούντων λόγον. κεκμήκασι γὰρ οἱ μακάριοι προφῆται, μᾶλλον δὲ κεκινδυνεύκασι, καὶ ἀνῄρην- ται πολυτρόπως ταῖς τῶν παιδαγωγουμένων ἀνοσίοις ὀργαῖς κατὰ καιροὺς περιπίπτοντες. ἐμαστίζοντο δὲ καὶ οἱ θεσπέσιοι μαθηταί. πλήρεις γὰρ ὄντες δυνάμεως καὶ κρίματος καὶ δικαιοσύνης προσεκόμιζον τῷ Θεῷ διὰ πίστεως τῆς εἰς Χρι- 1.652 στὸν τὰς τῶν Ἰουδαίων ἀγέλας. ἀλλ' ἔχαιρον αἰκιζόμενοι, καὶ τρυφῶντες τῶν συνεδρίων ἐξῄεσαν, ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθέντες. ᾔδεσαν γὰρ ὅτι συμπεπονθότες Χριστῷ καὶ συμβασιλεύσουσιν αὐτῷ. 9Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερου- σαλὴμ ἐν ἀδικίαις.9 Ἀγαθὸς ὢν λίαν ὁ ∆ημιουργὸς, εἶτα τῶν συμβησομένων αὐτοῖς κακῶν τὸ μέγεθος οὐκ ἠγοηκὼς, διὰ παντὸς ἔρχεται τρόπου, καὶ πᾶν εἶδος εἰσηγήσεώς τε καὶ ἀπειλῆς εἰσφέρει, ὡς ἂν τάχα πως ἀναπεισθεῖεν οἱ ἡμαρτηκότες καὶ μετανοεῖν ἕλοιντο, τὰ αἰσχίω μεταμανθάνοντες καὶ κατορθοῦν ᾑρημένοι τὰ δι' ὧν ἦν εἰκὸς ἀκονιτὶ δύνασθαι διαδράναι τὰ ἐξ ὀργῆς. εἰδέναι γεμὴν ἀναγκαῖον τὸν φιλομαθῆ καὶ φιλολογώτατον, ὅτι συνεχὴς μὲν τῶν προφητῶν ὁ λόγος ἐν βιβλίοις τε καὶ συγγραφαῖς, γέγονε δὲ κατὰ καιροὺς καὶ ἀνὰ μέρος, ὥστε κἂν εἰ φαίνοιντό πως ταυτοεποῦντες ἔσθ' ὅτε, ἀλλ' οὖν ἀκόλουθον ἐννοεῖν, ὡς οὐ καθ' ἕνα καιρὸν, ὡς ἔφην, οὔτε μὴν τοῖς αὐτοῖς, τὰ τοιάδε προσεφώνουν, μακρῶν δὲ πολλάκις παρεισ- βεβληκότων διαστημάτων, ἄλλοτε ἄλλοις καὶ κατὰ καιροὺς προσελάλουν. ἔδει γὰρ πάντας εἰδέναι τὰ συμβησόμενα, καὶ κοινῆς συμφορᾶς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν γενέσθαι τὴν προαγόρευσιν. πρὸς ὑμᾶς δὴ οὖν ὁ λόγος, φησὶ, τοὺς εἰς 1.653 τοῦτο λοιπὸν ἀφιγμένους ἐμβροντησίας, ὡς βδελύττεσθαι τὸ κρῖμα, τουτέστι τὴν δικαιοσύνην, καὶ διεστραμμένον ἀπο- φαίνειν τὸν εἰς εἴδησιν ἀγαθὴν κατορθοῦντα νόμον· πρὸς ὑμᾶς τοὺς οἰομένους τάχα που ταῖς μιαιφονίαις καὶ ἀδίκοις αἵμασιν ἀνορθοῦν τὴν Σιὼν, καὶ εὐκλεᾶ καὶ περίβλεπτον τὴν Ἱερουσαλὴμ ἀποφαίνειν. ἀλλ' ἦν ἄμεινον ἐννοεῖν, ὅτι κατα- στρέφουσι μᾶλλον αὐτὴν, καίτοι τεθειμένοι πρὸς οἰκοδομὴν καὶ εἰς ἐπανόρθωσιν, ἅτε δὴ καὶ τῶν ποιμνίων προεστηκότες, ἱερεῖς τε καὶ νομοφύλακες παρὰ Θεοῦ τεταγμένοι. Καθῃρήκασι δὲ ἀληθῶς τὴν Σιὼν ἐν αἵμασιν. ἀπεκτόνασι γὰρ τοὺς προφήτας, προσέθεσαν δὲ αὐτοῖς καὶ τὸν τῶν ὅλων ∆εσπότην, φημὶ δὴ τὸν Χριστόν. οἰκοδόμοι γὰρ ὄντες τῆς Σιὼν, ἀπεδοκίμαζον αὐτόν· καίτοι Θεοῦ λέγοντος ἐναργῶς "̓Ιδοὺ τίθημι εἰς τὰ θεμέλια Σιὼν λίθον ἐκλεκτὸν ἀκρο- "γωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ κατ "αισχυνθῇ." ἀλλ', ὡς ἔφην, οἱ τῆς Σιὼν οἰκοδόμοι τὸν ἐκ- λεκτὸν καὶ ἔντιμον ἀπεδοκίμασαν λίθον· πλὴν εἰς κεφαλὴν τέθειται γωνίας· βεβασίλευκε γὰρ ἡμῶν, καὶ τῶν ἐκ περι- τομῆς ὁ Χριστὸς, οὓς καὶ ἔκτισεν "εἰς ἕνα καινὸν ἄνθρωπον, "ποιῶν εἰρήνην διὰ τοῦ σταυροῦ" καὶ ὥσπερ τινὰ γωνίαν συνείρων εἰς ὁμοψυχίαν ἐν Πνεύματι. γέγραπται γὰρ ὅτι "Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ "μία." ἐπειδὴ δὲ σύμμορφοι γεγόνασι δι' ἁγιασμοῦ καὶ πίστεως τῷ ἀκρογωνιαίῳ καὶ ἐντιμοτάτῳ, καλῶς καὶ σοφῶς ὁ θεσπέσιος αὐτοῖς ἐπιστέλλει Πέτρος "καὶ ὑμεῖς ὡς λίθοι "ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευματικὸς" "εἰς ναὸν "ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι·" κατῴκηκε γὰρ ὁ Χριστὸς ἐν ταῖς τῶν πιστευόντων καρδίαις. καὶ περὶ 1.654 αὐτῶν που φησὶ διὰ προφήτου φωνῆς "Ὅτι ἐνοικήσω ἐν "αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ "αὐτοὶ ἔσονταί μοι λαός." 9Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυ- ρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριασθήσεται, καὶ Ἱερου σαλὴμ ὡς ὀπωροφαλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.9 Βδελυρόν τι χρῆμα, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων τῷ πανάγνῳ Θεῷ καὶ κρίσις ἄδικος καὶ δωροδοκία. γέγραπται γὰρ ὅτι "Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευ- "οδοῦνται ὁδοί." ἥττηνται γὰρ ὧδέ τινες τῆς ἐπαράτου φιλοκερδείας καὶ λημματίων αἰσχρῶν, ὡς ἡγεῖσθαι παρ' οὐδὲν τὸ παρευθύνειν τὸ δίκαιον, καὶ πιπράσκειν τὴν ἀλή- θειαν. ὥσπερ δὲ οἱ κόνιν λαβόντες εἰς ὀφθαλμοὺς ἀτονοῦσαν ἔχουσι τῆς ὀπτικῆς δυνάμεως τὴν ἐνέργειαν, οὕτω κἀκεῖνοι τὴν εἰς νοῦν δεχόμενοι πήρωσιν οὐχ ὁρῶσιν ἔτι· "Τὰ γὰρ δῶρα "ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καθὰ γέγραπται, καὶ λυμαί- "νεται ῥήματα δίκαια·" οἱ δὲ δὴ τὸ δίκαιον παρευθύνοντες, τῶν θείων ἀξιωμάτων τὸ εἰλικρινὲς ἀδικοῦσι κάλλος. πρέπει γὰρ μόνῳ τὸ κρίνειν Θεῷ, καὶ τοῦτο εἰδὼς ὁ μα- κάριος ἔφη Μωυσῆς "Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι "ἡ κρίσις τοῦ Θεοῦ ἐστιν." ὁ δὲ κρίνειν ἄδικα μεμελετηκὼς, μονονουχὶ τῶν θείων καὶ ὑπερτάτων ἅπτεται θρόνων, καὶ εἰς 1.655 αὐτὴν ἴστω πεπλημμεληκὼς τὴν ἀπόῤῥητον δόξαν, ἣ κρίνειν οἶδεν ὀρθῶς καὶ δικαίως. Θεοῦ γὰρ ἡ κρίσις, ὡς ἔφην. πάν- δεινον δὲ πρὸς τούτῳ καὶ τὸ κέρδους ἀφορμὰς ποιεῖσθαι τὴν εὐσέβειαν, καὶ πορισμὸν ἡγεῖσθαι τὰ παρὰ Θεοῦ. ἄθρει γὰρ ὅπως ἀκαταιτίατον οὐκ ἐᾷ προφήτην καὶ ἱερέα μισθοφορεῖν ἐθέλοντα, ὡς τοῖς προσιοῦσιν ἐπαγγέλλεσθαι λαλεῖν, εἰ δὴ προσκομίζειν ἕλοιντο μισθούς τε καὶ δῶρα. οἶμαι δὲ ὅτι ψευδοπροφητῶν διαμέμνηται πάλιν ὁ λόγος εἰς τὸ παρὸν, καὶ οὐχὶ πάντως ἱερουργῶν τῶν ἐκ νόμου καὶ ἀληθινῶς, ἀλλ' οἷς ἦν ἔθος τὰς τοιάσδε τιμὰς ὑποτρέχειν, καὶ ὠνητὴν ἑαυ- τοῖς περιποιεῖσθαι τὴν δόξαν. οὐ γὰρ ἂν προφήτης ἅγιος, ἤγουν ἱερεὺς ἀληθῶς, τοῖς τοιοῖσδε πταίσμασι τὴν ἰδίαν ἔνοχον καθίστη ψυχήν. Εἶτα, τοιαῦτα πλημμελοῦντες, φησὶν, ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. ἦν μὲν γὰρ ὁμολογουμένως ἐν τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, ἐξείλετο δὲ αὐτοὺς τῆς ἐν Αἰγύπτῳ ταλαι- πωρίας, εἰσκεκόμικεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, κρείττους καὶ ἀλκιμωτέρους ἔδειξεν ἐχθρῶν. ἀλλ' ἔδει που πάντως ἐννοεῖν, ὅτι πλημμελοῦσι δεινῶς καὶ ἐπὶ τοῖς οὕτως ἐκτόποις κατεγνωσμένοις, οὐκ ἂν ἠνέσχετο συνεῖναι Θεός. ἀσύμβατον γὰρ τῷ βεβήλῳ τὸ ἅγιον, καὶ ἀσυναφὲς τῷ ῥυποῦντι τὸ καθαρόν. ὅτι τοίνυν μάταια πεφρονήκασιν, οἰηθέντες, ὅτι κἂν εἰ τῆς φαυλότητος εἶεν ἐργάται, κἂν εἰ δρᾶν ἕλοιντο τὰ παντὸς ἐπέκεινα κακοῦ, συνέσται πάλιν αὐτοῖς οὐδὲν ἧττον Θεὸς, ἐξ αὐτῶν ἐπιγνώσονταί φησι τῶν συμβησομένων. ἀροτριασθήσεται μὲν γὰρ ἡ Σιὼν, ἔσται δὲ ὡς ὀπωροφυλάκιον 1.656 ἡ διαβόητος Ἱερουσαλὴμ, τουτέστιν ἠρημωμένη καὶ κατε- στραμμένη, καὶ αὐτὸ δὲ τὸ ὄρος τοῦ οἴκου, τουτέστιν, ὁ ἐφ' ὑψηλοῦ γηλόφου κείμενος νεὼς, εἰς ἄλσος δρυμοῦ. ὅμοιον ὡς εἰ λέγοι, θηρίων ἀγρίων ἐναύλισμα καὶ δρακόντων χειαί. ὥσπερ γὰρ ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς δρυμοῖς κατοικοῦσιν οἱ θῆρες καὶ τὰ τῶν ἑρπετῶν ἀτίθασα γένη, οὕτω καὶ ἐν τοῖς ἠρημωμένοις τῶν τόπων, καὶ ἔνθαπερ ἂν πολλὰ λίαν φαίνοιντο τὰ συμπεπτωκότα. Συμβέβηκε δὲ ταυτὶ τοῖς τῶν Ἰουδαίων δήμοις, ὅτε καὶ εἰς αὐτὸν πεπαρῳνήκασι τὸν Ἐμμανουήλ. τότε γὰρ τότε διολώ- λασι παντελῶς, καὶ λίθος οὐ μεμένηκεν ἐπὶ λίθῳ, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν· ἀρόσιμος δὲ γῆ καὶ τοῖς γηπο- νοῦσιν ἐπιτηδεία δέδεικται λοιπὸν ἡ πάλαι σεπτὴ καὶ ἀξιά- γαστος Σιών. πλὴν ἰστέον, ὅτι Θεὸς ἔσται καὶ ἐν ἡμῖν, οὐ πίστιν ἔχουσι μόνην, οὐδὲ οἷον ἐπ' αὐτῷ ἀναπαυομένοις διὰ τοῦτο, ἀλλ' εἰ προσγένοιτο τῇ πίστει καὶ τὸ ἐξ ἔργων εὐδοκι- μεῖν. "Ἡ γὰρ πίστις χωρὶς ἔργων νεκρά ἐστι" κατὰ τὸ γεγραμμένον. συνθεόντων δὲ τῶν ἔργων τοῖς ἐκ πίστεως ἀγαθοῖς, τότε δὴ τότε καὶ συνέσται Θεὸς, καὶ ἀναῤῥώσει ῥᾳδίως, καὶ φίλους ἡγήσεται, καὶ ὡς γνησίους εὐφρανεῖ, καὶ παντὸς ἀπαλλάξει κακοῦ. 9Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ' αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ' αὐτὸ ἔθνη πολλά· καὶ ἐροῦσι ∆εῦτε ἀναβῶμεν 1.657 εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρί- βοις αὐτοῦ.9 Σαφὴς ἐν τούτοις ὁρᾶται λοιπὸν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἡ προαγόρευσις. ἐκ μέσου δὲ ὥσπερ γεγενημένου τοῦ κατὰ σάρκα Ἰσραὴλ, καὶ θυσιῶν πεπαυμένων τῶν κατὰ τὸν νόμον, ἠρεμούσης δὲ καὶ ἱερωσύνης τῆς ἐξ αἵματος τοῦ Λευῒ, καὶ αὐτοῦ δὲ λοιπὸν τοῦ διαβοήτου κατεμπρησθέντος νεὼ, καὶ τῆς Ἱερουσαλὴμ καθῃρημένης, ἀνέδειξεν ὁ Χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ ὡς ἐν λοίσθῳ καιρῷ, τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου· τότε γὰρ γέγονε καθ' ἡμᾶς. ὄρος δὴ οὖν ὀνομάζει τὴν Ἐκκλησίαν, ἥτις ἐστὶν οἶκος Θεοῦ ζῶντος· ὑψηλὸν δὲ, ὅτι χθαμαλὸν ἐν αὐτῇ παντελῶς οὐδέν· ἀλλ' αἴρεται μὲν ὑψοῦ τῶν περὶ Θεοῦ δογμάτων ἡ γνῶσις, ἀνῴκισται δὲ καὶ αὐτὸς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς τὸ χαμαιριφὲς καὶ πεπατημένον εἰς ζωὴν, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν ἐκ περιτομῆς κατίδοι τις ἄν. οἱ μὲν γὰρ ἥττηντο φιλοσαρκίας καὶ λημμάτων αἰσχρῶν, ἡλίσκοντο δὲ φονῶντες ἀδίκως, πλείσταις τε ὅσαις ἑτέραις πλημμελείαις ἔνοχοι· "Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ, καθά φησιν ὁ θεσπέσιος Παῦ- "λος, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς "ἐπιθυμίαις." μεμισήκασι δὲ οὕτω τὸ χρῆναι πλουτεῖν, ὥστε καὶ ἀνακεκραγότων ἐκ παῤῥησίας ἐπαΐοι τις ἄν "Ἔχοντες "διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. οἱ δὲ "βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγί- 1.658 "δας καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες "βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν." ἀφεστήκασι δὲ ὧδε τοῦ φονᾶν, ὥστε καὶ τοῖς παίουσιν εἰς τὴν δεξιὰν σιαγόνα, στρέφειν καὶ τὴν ἄλλην. ὄρος δ' ἂν νοοῖτο καὶ ἑτέρως ἡ Ἐκκλησία τοῖς Ἑλλήνων παραβαλλομένη δόγμασιν. οἱ μὲν γὰρ λίθοις καὶ ξύλοις καὶ αὐτῇ δὲ τῇ κτίσει χρῆναι προσκυνεῖν ἀσυνετώτατα δογματίζουσιν, ἡ δὲ καθίστησιν ἐναργῆ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ὃς τόδε τὸ σύμπαν διετεκτήνατο, καὶ πρὸς τὸ εὖ εἶναι συνέχει, καὶ ἔστι τῶν ὅλων Κύριος ὡς Θεός. Ἐπῆρθαι γεμὴν τὸ ὄρος φησὶ τοῦ Κυρίου ἐπ' ὄρη τε καὶ βουνοὺς, εἶναί τε ἕτοιμον, τὸ οἷον ἐν περιφανείᾳ πολλῇ κεῖ σθαί τε καὶ εἶναι διὰ τούτου σημαίνων. περίοπτον γὰρ τὸ ἐν ὄρει κείμενον, ἕτοιμόν τε λίαν ἰδεῖν, καὶ οὐδενί που τάχα καὶ τῶν ἀπωτάτω κειμένων ἀγνούμενον. ὅτι δὲ καὶ μάλα προθύμως διάττειν ἔμελλον ἐπ' αὐτὸ τὰ ἔθνη, διαμεμήνυκεν ἐναργῶς τῆς προφητείας ὁ λόγος. μεμαρτύρηκε δὲ τοῦτο, καὶ ἀτρεκὲς ὂν ἀπέφηνε καὶ αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις. σπεύσουσι γὰρ, φησὶν, ἐπ' αὐτὸ λαοὶ, δῆλον δὲ ὅτι τὸν τοῦ οἴκου ∆εσπότην, τουτέστι Χριστόν. τί δὲ καὶ ἐροῦσι; ∆εῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. ἀκούεις ὅτι προτροπάδην ἀλλήλοις διακελεύονται, τὸ Ἀναβῶμεν λέγοντες ὀρθῶς τε καὶ νουνεχῶς· φαίην γὰρ ὅτι τῶν παρ' Ἕλλησι δογμάτων τὸ χθαμαλὸν καὶ κατεῤῥιμμέ- νον οὐκ ἠγνοηκότες τὸ Ἀναβῶμεν λέγουσιν, ὡς ὑψοῦ λοιπὸν 1.659 ἀναθρώσκοντες, ὅσον ἧκεν εἰς ἐννοίας τὰς ἐπί γε τῷ φύσει καὶ ἀληθῶς ὄντι Θεῷ. γλίχονται δὲ τῆς δικαιοσύνης, καὶ δεδιψήκασι μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δὴ καὶ ἰέναι κατεπαγγέλλονται, καὶ λίαν ἐσπουδασμένως, ἐν ταῖς τρίβοις αὐτοῦ. καὶ τίνες ἂν εἶεν οἱ τῶν τοιούτων εἰσηγηταί; ἢ δη- λονότι τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἱ τὸ θεῖον ἐγχειρισθέντες κήρυγμα, πρὸς οὓς ἔφη Χριστός "Πορευθέντες μαθητεύ- "σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ "Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκον- "τες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν." 9Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν.9 Αἱ μυρίαι τε καὶ ἀναρίθμητοι τῶν ἐθνῶν ἀγέλαι, αἱ βαδί ζουσαι μὲν ἐπὶ τὸ ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, γλιχόμεναί τε μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δι' αὐτῆς ἰέναι προθύμως ὑπισχνούμεναι, τὴν αἰτίαν ἐνθάδε φασὶ τοῦ μὴ θέλειν ἔτι μονονουχὶ τελεῖσθαι τῷ νόμῳ καὶ προστρέχειν Ἰουδαϊσμῷ. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἔτι τῶν κατὰ τὸν νόμον ἑστώτων ἐθῶν, προσῄεσάν τινες τῶν πεπλανημένων, καὶ τοῖς τῆς εἰδωλολατρείας κακοῖς ἐῤῥῶσθαι φράζοντες, εἶτα τὴν σάρκα περιτεμνόμενοι, τοῖς τῶν Ἰουδαίων ἔθεσί τε καὶ νόμοις διαζῆν ἐσπούδαζον. ἀριθ- μοῦ δὲ κρείττων τῶν παρ' αὐτοῖς ἡ τοιάδε πληθύς. καὶ γοῦν ὁ Σολομῶν, ὅτε τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνορθοῦν ἐσκέπτετο ναὸν, ἑκατὸν καὶ πεντήκοντα χιλιάδας λατόμων τε καὶ ἐργα- 1.660 τῶν ἐκ τῶν προσηλύτων προεχειρίζετο· γέγραπται γὰρ οὕτως ἐν ταῖς Παραλειπομέναις. τύπος δὲ ἦν ἄρα μυστηρίου τὸ δρώμενον. ἔμελλον γὰρ ἀναδείμασθαι ναὸν τῷ Θεῷ, τὸν ἀληθῆ καὶ περίοπτον, τουτέστι τὴν Ἐκκλησίαν, οὐκ Ἰουδαῖοι δὲ μᾶλλον, ἀλλ' οἱ ἐξ ἐθνῶν, τὸν ἐν τῷ κρυπτῷ περιφέ- ροντες Ἰουδαῖον, καὶ περιτομὴν ἔχοντες οὐχὶ τὴν ἐν σαρκὶ μᾶλλον, ἀλλὰ τὴν ἐν πνεύματι. Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας προσῄεσάν τινες τῶν εἰδωλολατρῶν καὶ τοῖς Ἰουδαίων διέζων νόμοις. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν τὸ ὄρος τοῦ Κυρίου τὸ περίοπτον ἀληθῶς, ἐπ' αὐτὸ δὴ μᾶλλον προσίενται, χαίροντές τε καὶ λέγοντες Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. ἐοίκασι δὲ βούλεσθαι δηλοῦν, κἀκεῖνό που τάχα διακεκρα γέναι σαφῶς, ὡς ἔρημος ἔσται καὶ αὐτοῦ τοῦ νόμου Σιὼν, καὶ γυμνὴ τῶν θείων λόγων Ἱερουσαλήμ. οἱονεὶ γάρ πως ἐκπεφοίτηκεν αὐτῶν ὁ νόμος καὶ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος Θεοῦ. κατήργηται γὰρ ἡ σκιὰ, καὶ πέπαυται τὰ ἐν τύποις, ἀνῄρηνται δὲ καὶ αἱ θυσίαι, καὶ πάντα λοιπὸν τὰ διὰ Μωυσέως συμπεπέρασταί πως, ὅσον ἧκεν εἰς τὸ γράμμα φημί. ὅτι δὲ ἔμελλεν ὁ Χριστὸς κρῖναι τε καὶ διελέγξαι ἔθνη πολλὰ, μονονουχὶ προφητεύουσι καὶ προαγορεύουσι· κρῖναι τε καὶ ἐλέγξαι ὅπως τε, καὶ τίνα τρόπον, εἰπεῖν ἀναγκαῖον. ἀναπείθων γὰρ τῶν τῆς πλανήσεως ἀποσχέσθαι τρόπων, καὶ καταδεικνὺς ἐναργῶς, ὅτι σπεύδουσιν εἰς ἀπώλειαν, εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἀπο- 1.661 μάττεσθαι τὰ ἐγκλήματα, κρινεῖ τε καὶ ἐλέγξει τρόπον τινὰ καὶ οὐχὶ μόνον ἔθνος ἓν, ἀλλ' ἕως εἰς γῆν μακρὰν, τουτέστι, μέχρι τερμάτων τῆς ὑπ' οὐρανόν· πανταχῆ γὰρ ὁ σωτήριος ὑμνεῖται λόγος. "Κηρυχθήσεται γὰρ, φησὶ, τὸ εὐαγγέλιον "τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ." Ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ἰσχνόν τε καὶ κεκρυμμένον μυστήριον ὁ προφητικὸς ὑπεμφαίνειν λόγος. ἀφηγεῖται γὰρ ὥσπερ, τίνα δὴ τρόπον οἱ ἐξ ἐθνῶν εἰσδεχθεῖεν ἂν, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀφέντες πλάνησιν βαδιοῦνται λοιπὸν ἐπὶ τὸ ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐκ γάρ τοι φησὶν τῆς ἄνω Σιὼν, καὶ τῆς νοητῆς Ἱερουσαλὴμ ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου. καταπεφοίτηκε γὰρ εἰς ἡμᾶς ἐξ οὐρανῶν ὁ τοῦ Θεοῦ Λόγος, ὃς καὶ γέγονεν ἡμῖν νόμος τε καὶ νομοθέτης, καὶ αὐτὸς κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν. τί δ' ἂν βούλοιτο δηλοῦν τὸ κρι- νεῖ καὶ ἐλέγξει, κατά γε τὸ εἰς νοῦν ἧκον ἐρῶ. τετυράννευκε κατὰ πάντων ὁ σατανᾶς, καὶ ὁμοῦ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς τῆς ὑφ' ἡλίῳ κατεστρατεύετο, καὶ πᾶσιν ἐπιθεὶς τῆς πλεονεξίας τὸν ζυγὸν, ἀπεβουκόλησε Θεοῦ τὸ ἐπὶ τῆς γῆς γένος. ἀλλ' "Ἐπέφανεν ἡμῖν Θεὸς Κύριος," κατὰ τὸ γεγραμμένον, ὤφθη λοιπὸν ἐπὶ γῆς ὁ ἀγαθὸς ποιμὴν, καὶ τῆς μὲν ἐκείνου πλεονεξίας ἐξείλετο τοὺς πεπλανημένους, κατα- δεδίκακε δὲ τοὺς πλανήσαντας, καὶ διήλεγξε τοὺς ἠδικηκό- τας, τουτέστι "Τὰς ἄρχας, τὰς ἐξουσίας, τοὺς κοσμοκρά "τορας τοῦ αἰῶνος τούτου, τὰ πνευμάτικα τῆς πονηρίας "ἐν τοῖς ἐπουρανίοις." καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Χριστὸς καθίστησιν ἐναργὲς λέγων "Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος 1.662 "τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται "ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς "ἐμαυτόν." δεδίκακε γὰρ πολλοῖς καὶ ἀναριθμήτοις λαοῖς, δῆλον δὲ ὅτι τοῖς ἠδικημένοις, καὶ δεδικαίωκε μὲν αὐτοὺς ἐν ἐλέῳ καὶ πίστει. ἐκβέβληκε δὲ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τῆς καθ' ἡμῶν ἀπεσόβησεν ἀρχῆς, ἐλέγχων ὡς ἄδικον, ὡς ἀνόσιον, ὡς ἀνθρωποκτόνον, ὡς πλεονεκτήσαντα τὴν ὑπ' οὐρανόν. συνηλέγχοντο δὲ αὐτῷ πάντως που καὶ τὰ ἕτερα τῶν δαιμονίων ἔθνη, τὰ πάλαι δεινά τε καὶ ἰσχυρὰ, καὶ οὐ μίαν περιφοιτῶντα πόλιν, ἀλλ' ἕως εἰς γῆν μακρὰν κατ- εσκεδασμένα, τουτέστι, μέχρι περάτων τῆς ὑπ' οὐρανόν. διενείμαντο γὰρ ὥσπερ τὴν γῆν, καὶ οὐδεὶς ἦν ὅλως τῆς ἐκείνων δυστροπίας ἄπειρος. 9Καὶ κατακόψουσι τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐκ ἔτι οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος ῥομφαίαν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παν- τοκράτορος ἐλάλησε ταῦτα.9 Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ ἀληθεύει λέγων ὁ Παῦλος, ὅτι "ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα "παρῆλθε." μετακεχώρηκε γὰρ ἐπὶ τὸ ἄμεινον, καὶ αὐτὴ τῶν πραγμάτων ἡ κατάστασις, οὐκέτι πολέμους καὶ μάχας ὠδίνουσα, δύσοιστον ἔχοντας καὶ παμμόχθηρον ἀληθῶς κατὰ πάντων τὴν ἔφοδον. τὸ γὰρ μεταπλάττεσθαι μὲν τὰ 1.663 πολέμου πρὸς ἔργα γηπόνοις, καὶ ἕκαστον δὲ ἀναπαύεσθαι, φησὶν ὁ Προφήτης, ὑποκάτω συκῆς ἰδίας καὶ μὴν καὶ ἀμπέλου, μηδένα τε εἶναι τὸν δεδιττόμενον, τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ ὅτι βαθεῖά τις ἔσται καὶ ἄῤῥηκτος ἡ εἰρήνη, καὶ καιρὸς ἀπόλεμος; τετέλεσται δὲ ταυτὶ κατὰ τοὺς τῆς ἐπιδημίας καιρούς. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν "ἀφίημι ὑμῖν." Πότε δὲ ἢ πῶς καὶ ἡ ἐν κόσμῳ γέγονεν εἰρήνη; ἐπειδὴ γὰρ τῆς ὑπ' οὐρανὸν κατεκράτησε λοιπὸν ἡ τῶν Ῥωμαίων ἀρχὴ καὶ εὐκλεεστάτη βασιλεία, συνηνέχθησάν τε καὶ ὑφ' ἕνα γεγόνασι ζυγὸν τὰ ἔθνη σύμπαντα, καὶ κατέληξαν μὲν τοῦ πρὸς ἄλληλα πολέμου, ἐτράποντο δὲ πρὸς τὰ τῆς εἰρήνης ἔργα, δῆλον δὲ ὅτι πρὸς γεωπονίας, ἕκαστοί τε ἀσφαλῶς τὰς ἑαυτῶν οἰκοῦσι πόλεις. οὔπω μὲν γὰρ τῆς Ῥωμαίων χειρὸς κατακρατούσης αὐτῶν, πόλεμοί τε καὶ ἐξαναστάσεις χωρῶν τε καὶ πόλεων γεγόνασι πανταχῆ, καὶ προὔκειτο μὲν τοῖς ἐθέλουσιν οὓς ἂν ἕλοιντο καταδῃοῦν, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων ὡς νενικηκόσι, καὶ ἦν ἀνάγκη τοῖς τοῦ πολέμου σκεύεσιν ἐνηρμόσθαι καλῶς τοὺς ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει, καὶ μελέτην ποιεῖσθαι τὰ τακτικὰ, σφισί τε αὐτοῖς ἐπαμύνειν τε καὶ τέκνοις. ἐπειδὴ δὲ ἡδρύνθη λοι- πὸν ἡ τῆς τῶν Ῥωμαίων βασιλείας ἰσχὺς, πέπαυται τὰ τοιάδε, καὶ τοῦ πολέμου τὰ σκεύη, σκαπάναι καὶ δρέπανα καὶ μὴν καὶ ἄροτρα γεγόνασιν, καὶ εἰς ἕτερα ἅττα τὰ τοιάδε λοιπὸν μετεπλάττοντο. 1.664 Εἰ δὲ δή τις ἕλοιτο καὶ πνευματικῶς τοῖς προκειμένοις προσβαλεῖν, συνήσει πάλιν ὅτι τὴν ἐκ τῆς ἰδίας ἡμῖν ἡμε- ρότητος εἰρήνην βραβεύοντος Χριστοῦ, καὶ καταργοῦντος τὰς ἀρχὰς καὶ τοὺς πάλαι μαχομένους τοῖς ἐθέλουσιν εὐσε- βεῖν, κατελήξαμεν δειμάτων, ἔξω τε γεγόναμεν ἐφόδου τε καὶ μάχης, τετραμμένοι τε πρὸς γεωργίαν τῶν πνευματικῶν, καὶ τοὺς τῆς δικαιοσύνης καρποὺς συναγείρομεν, ἀναπεπαύ- μεθά τε λοιπὸν ὑποκάτω συκῆς καὶ ἀμπέλου. καὶ συκῆ μὲν ἔσται γλυκύτητος σύμβολον, ἄμπελος δέ γε τῆς νοητῆς εὐφρασίας. γλυκὺς γὰρ λίαν τοῦ Σωτῆρος ὁ λόγος, καὶ κατευφραίνειν εἰδὼς καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμ- μένον. γλυκεῖα δὲ δὴ πρὸς τούτῳ καὶ εὐφροσύνης ἐπίμεστος ἡ εἰς τὸ μέλλον ἐλπὶς, ἣν ἐν Χριστῷ πεπλουτήκαμεν. 9Ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα.9 Οἱ σπουδὴν πεποιημένοι τὸ ἀναφοιτᾶν εἰς τὸ ὄρος Κυρίου, καὶ ἀναμανθάνειν ἐθέλοντες τὰς τρίβους αὐτοῦ, τὸ εὐήνιον ἐπαγγέλλονται, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἀποδέχονται τὰ αὐχήματα, καὶ ὅτι τῶν εἰς εὐσέβειαν σπουδασμάτων παντὶ δὴ σθένει μεταποιήσονται, διὰ τούτων ἡμῖν εὖ μάλα κατασημαίνουσιν. ἕκαστος μὲν γάρ φησι τῶν ἐν πάσῃ χώρᾳ τε καὶ πόλει, ἣν ἂν αὐτὸς ἕλοιτο διαστείχοι τρίβον, διαβιῴη δὲ αὖ κατὰ τὸ αὐτῷ δοκοῦν ἢ καὶ εὖ ἔχειν ὑπειλημμένον· ἡμῖν δὲ φροντὶς ὁ Χριστὸς, καὶ τρίβον ὀρθὴν ποιησόμεθα 1.665 τὰ αὐτοῦ θεσπίσματα, συμβαδιούμεθα δὲ ὥσπερ αὐτῷ, καὶ οὐχὶ δὴ μόνον εἰς αἰῶνα τὸν ἐνεστηκότα καὶ παρερχόμενον, ἀλλ' ἐπὶ πολὺ καὶ ἐπέκεινα. καὶ ἀτρεκὴς ὁ λόγος· οἱ γὰρ νυνὶ συμπάσχοντες, συνέσονταί τε διαπαντὸς καὶ συν- δοξασθήσονται καὶ συμβασιλεύσουσι. φροντίδα γεμὴν ποιοῦνται Χριστὸν οἱ τῆς εἰς αὐτὸν ἀγάπης προτιθέντες οὐδὲν, οἱ καταλήγοντες μὲν τῶν εἰκαίων τοῦ κόσμου περι- σπασμῶν, ζητοῦντες δὲ μᾶλλον τὴν δικαιοσύνην, καὶ τὸ ἁνδάνον αὐτῷ, καὶ τὸ διαπρέπειν ἐν ἀρεταῖς, ὁποῖός τις ἦν καὶ ὁ θεσπέσιος Παῦλος. γράφει γοῦν ὅτι "Χριστῷ "συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός." καὶ πάλιν "Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν "Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον." 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην· καὶ θή- σομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρὸν, καὶ βασιλεύσει Κύριος ἐπ' αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.9 Ὅτι τῆς ἐλπίδος ἥκιστά γε διολισθήσειεν ἂν ὁλοτρόπως ὁ Ἰσραὴλ, ὑποφαίνει λοιπόν· συνετρίβη μὲν γὰρ, γέγονε δὲ καὶ ἀπόπεμπτος, ἤγουν ἀποβέβληται διὰ πολλὴν ἄγαν ἀσέβειαν· θεομάχος τε γὰρ καὶ εἰδωλολάτρης, βδελυρός τε καὶ βέβηλος ἦν, καὶ τοῖς τῆς μιαιφονίας ἐγκλήμασιν οὐ μετρίως ἐνισχημένος. ἀπεκτόνασι γὰρ τοὺς προφήτας, εἶτα τελευταῖον καὶ αὐτὸν ἐσταύρωσαν τὸν τῶν ὅλων Σωτῆρα 1.666 καὶ λυτρωτὴν, πλὴν ἠλέηται διὰ τοὺς πατέρας καὶ σέσωσται τὸ κατάλειμμα, γέγονε δὲ καὶ εἰς ἔθνος μέγα. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς ἔθνος ἂν νοοῖτο πάμμεγα, καὶ μάλα εἰκότως, ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων ἁγία πληθύς. ἐξαίρετα δὲ αὐτῆς, καὶ τὰ ἐφ' οἷς ἂν ἔχοι τὸ χρῆναι θαυμάζεσθαι, τὰ εἰς νοῦν ἀγαθὰ, τὰ εἰς καρδίαν αὐχήματα, τουτέστιν, ὁ ἁγιασμὸς, ἡ εἰς Χριστὸν ἐλπὶς, τὸ ἐν πίστει γνήσιον, τὸ τεθαυμασμένον ἐν ἀρεταῖς, τὸ ἀξιάγαστον ἐν ὑπομονῇ, καὶ τὸ ὑπ' αὐτοῦ βασιλεύεσθαι τοῦ Χριστοῦ καὶ ὑπ' αὐτοῦ ποιμαίνεσθαι, καὶ αὐτὸν ποιεῖσθαι καθηγητήν· "Εἷς γὰρ "ἡμῶν ὁ καθηγητὴς ὁ Χριστός." εἰ δὲ δὴ καὶ ἐγερθεῖεν οἱ νεκροὶ, καὶ "ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν "αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυ- "ρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα." ὄρος δὲ Σιὼν τὴν ἄνω φησὶ Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων μητέρα, ἐν ᾗ καὶ αὐτῷ συνεσόμεθα τῷ Χριστῷ. 9Καὶ σὺ πύργος ποιμνίου αὐχμώδης, θύγατερ Σιὼν, ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία Βαβυλῶνος τῇ θυγατρὶ Ἱερουσαλήμ.9 Ἐξαγγέλλεται μὲν τὰ ἐξ ἡμερότητος τοῖς πεπονηκόσιν, ἔφη δὲ ὅτι κατὰ καιροὺς εἰσδέξεται τὴν συντετριμμένην, θήσει τε αὐτὴν καὶ εἰς ἔθνος μέγα. πλὴν αἰτιᾶται τῷ μεταξὺ, καὶ ὅτι τεταλαιπώρηκεν ὅλως, συνετρίβη τε καὶ ἀποβέβληται, κατονειδίζει χρησίμως. ὡς γὰρ ὁ μακάριος ἔφη Παῦλος "Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν 1.667 "ἀμεταμέλητον κατεργάζεται." πλήττει δὴ οὖν ἐξ ἀγάπης, καὶ ὅτι μετὸν οὐδενὸς τῶν λελυπηκότων εἰς πεῖραν ἐλθεῖν ἐθελουσίοις εἰς τοῦτο καθικνεῖτο ῥοπαῖς. ποιμνίου δὲ πυργὸν αὐχμώδη τὴν Σιὼν, ἤγουν καὶ αὐτὴν ὀνομάζει τὴν Ἱερου σαλὴμ, οἱονεί πως ἐν ἤθει λέγων, μονονουχὶ δὲ καὶ ἐπι- στυγνάζων αὐτῇ. ὦ Σιὼν ἤγουν Ἱερουσαλὴμ ἀθλία θύγα- τερ, ὦ τῶν ἐμῶν προβάτων ἄθλιον καὶ ἀφεγγὲς ἐνδιαίτημα, προκείσῃ δὴ πάντως καὶ οὐκ ἐθέλουσα τοῖς ἐχθροῖς. ἥξει γὰρ ἥξει, καὶ οὐκ εἰς μακρὰν ἐπὶ σὲ τῶν ἐπὶ γῆς βασιλειῶν ἡ προὔχουσα καὶ εὐσθενεστέρα, τουτέστιν, ἡ Βαβυλωνίων. πύργον δὲ αὐχμώδη καὶ σκοτεινὸν ἐνδιαίτημα τὴν Σιὼν ἀποκαλεῖ, ἤτοι τὴν Ἱερουσαλὴμ, διὰ τὸ πάντας τοὺς ἐν αὐτῇ οἷον ἐν σκότῳ περιπατεῖν, ἀπὸ τοῦ μὴ βούλεσθαι λύχνον ὥσπερ τινὰ ποιεῖσθαι καὶ φῶς τὸν τοῦ Θεοῦ νόμον, καὶ τὸν παρ' αὐτοῦ φωτισμὸν εἰσδέχεσθαι κατὰ νοῦν. ἦν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως, καὶ ἀπλανῆ δύνασθαι διάττειν ὁδὸν, καὶ βόθρων ἀποφοιτᾶν, καὶ διαπηδᾶν ἁμαρτίαν, καὶ τοῖς μεταξὺ προσπίπτουσι μὴ περιπταίειν κακοῖς. Ψάλλωμεν δὴ οὖν καὶ ἡμεῖς αὐτοὶ λέγοντες πρὸς Θεόν "Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θά- "νατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν." φωτὶ γὰρ θείῳ κατηυγασμένοι, καὶ τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ σοφίας λαβόντες εἰς νοῦν τὸ σέλας, ἀνάλωτοι μὲν ἐσόμεθα τοῖς ἐχθροῖς, διεκδύνοντες δὲ τὰ ἐκ θείας ὀργῆς, ἐν καλῷ ἐσόμεθα τῆς ἄνωθεν εὐθυμίας, καὶ ἐν Χριστῷ δὴ πάντως εὐημερήσομεν. 1.668 9Καὶ νῦν ἵνα τί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; ἢ ἡ βουλή σου ἀπώλετο, ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης; ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε θύγατερ Σιὼν ὡς τίκτουσα, διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε, καὶ ἐκεῖθεν λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου.9 Ἀφίξεται μὲν οὖν ἐπὶ σὲ, φησὶν, ἡ ἀρχὴ ἡ πρώτη. πλὴν τίς ἄρα ἐστὶν ἡ πρόφασις, δι' ἢν τοῖς οὕτω δεινοῖς περι- θραύῃ κακοῖς; τὸ γὰρ γνῶναι κακὰ, τὸ περιπεσεῖν ἐστιν ἐν τοῖς κακοῖς, ἤγουν τοῖς κακοῦν εἰωθόσι, φημὶ δὴ ταῖς τοῦ πολέμου συμφοραῖς. μὴ ἄρα σοι βασιλεὺς οὐκ ἦν; ἢ οὐ μεμελέτηκας βουλεύεσθαι σοφὰ, καὶ ἀρίστας ἐπὶ σεαυτῇ ποιεῖσθαι τὰς σκέψεις; ὑποπλήττει δὲ πάλιν εὐφυῶς, καὶ κατονειδίζει πλαγίως ὡς καὶ ἀσύνετον κομιδῇ καὶ Θεῷ προσκρούειν οὐ παραιτουμένην. καὶ τίς ὁ τρόπος, βραχυ- λογήσας ἐρῶ. Βεβασίλευκε μὲν τῶν ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς ἐν ἀρχαῖς, μεσιτεύοντος τοῦ πανσόφου Μωυσέως, εἶτα μετ' ἐκεῖνον Ἰησοῦ τοῦ Ναυῆ παραληφθέντος εἰς στρατηγίαν· εἶτα διὰ τῶν κατὰ καιροὺς ἀναδεδειγμένων κριτῶν, καὶ μετ' ἐκείνους διὰ τοῦ μακαρίου Σαμουήλ. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένων, πικρὰ καθ' ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. ἀποσειό- μενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄ εσαν λέγοντες τῷ μακαρίῳ Σαμουήλ "Ἰδοὺ σὺ γεγήρακας, 1.669 "καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου, καὶ νῦν "κατάστησον ἐφ' ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ "τὰ λοιπὰ ἔθνη· καὶ ἦν, φησὶ, πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλ- "μοῖς Σαμουὴλ, ὡς εἶπαν ∆ὸς ἡμῖν βασιλέα δικάζειν "ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον· καὶ εἶπε "Κύριος πρὸς Σαμουήλ Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ "ἂν λαλήσωσι πρὸς σὲ, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἢ "ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπ' αὐτούς." εἶτα τοῦ μακαρίου Σαμουὴλ τὰ δικαιώματα τῆς βασιλείας καταγ γέλλοντος αὐτοῖς, καὶ πολλοῖς ἄγαν καταπτοοῦντος δείμασιν, ἀφιστάντος δὲ καὶ μάλα γοργῶς τῶν οὕτω σαθρῶν καὶ ἀνο- σίων σκεμμάτων, οὐδὲν ἧττον ἐπεφύοντο λέγοντες "Οὐχὶ "ἀλλ' ἢ βασιλεὺς ἔσται ἐφ' ἡμᾶς, καὶ ἐσόμεθα καὶ ἡμεῖς "καθὰ καὶ τὰ λοιπὰ ἔθνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν, "καὶ ἐξελεύσεται πρὸ προσώπου ἡμῶν, καὶ πολεμήσει τὸν "πόλεμον ἡμῶν." οὐκοῦν εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῶν ἀρχαίων ἐκείνων καὶ ἐπισφαλῶν βουλευμάτων, καὶ οἷον κατειρωνεύεται τὸ συμβὰν καί φησι Πῶς ἔγνως κακά; μὴ οὐκ ἦν σοι βασιλεύς; ἢ ἡ βουλή σου ἀπώλετο; οὐ βασι- λέα, φησὶν, ᾐτήσω λέγων, προπορεύσεται "πρὸ προσώπου "ἡμῶν, καὶ τὸν πόλεμον ἡμῶν πολεμήσει." μὴ ἄρα καλῶς ἐβουλεύσω ποτέ; ἰδοὺ τῶν πραγμάτων τὸ πέρας τὴν σὴν ἔδειξε βουλὴν, ὡς ἀρίστη τε εἴη καὶ ἀναγκαία. ἀπόβλητον ἐποιήσω τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγόν. ἰδοὺ κατεκρά- τησάν σου ὠδῖνες ὡς τικτούσης. ὤδινε οὖν καὶ ἀνδρίζου θύγατερ Σιών. ἐν ἤθει πάλιν ὁ λόγος· ὦ γὰρ χρηστὴ θύγατερ, 1.670 φησὶ, τληπαθὴς ἔσο πρὸς τὰς ὠδῖνας, διακαρτέρει πρὸς τὰς λύπας, ἔγγιζε τῷ τίκτειν, τουτέστιν, οὐκ ἔσῃ μακρὰν τῶν προσδοκωμένων· ἀλλ' οἷον ἐπίτεξ ἤδη γυνὴ κατολολύξεις ἐκ πόνων, ἀφεῖσα δὲ πόλεις τὰς εὐπυργοτάτας κατασκηνώσεις ἐν πεδίῳ, καταυλισθήσῃ, φησὶν, ἐν ἐρήμοις· ἀφίξῃ δὲ καὶ εἰς Βαβυλῶνα αὐτήν· πλὴν ἀπαράκλητον οὐκ ἐᾷ παντελῶς· προστέθεικε γὰρ εὐθὺς ὅτι καὶ διαφεύξεται καὶ ἀνακομισθή- σεται πάλιν κατοικτείροντος Θεοῦ. Κάλλιστον οὖν ἄρα τὸ ὑπὸ Θεῷ μένειν καὶ βασιλεύεσθαι καὶ αὐτὸν ποιεῖσθαι δύναμιν, ὑπερασπιστήν τε καὶ ἀρωγὸν, αὐτῷ καθυφεῖναι μόνῳ τῆς ψυχῆς τὸν αὐχένα, τοῖς αὐτοῦ θελήμασι βιοῦν, καὶ λόγου παντὸς ἀξιοῦν τὸ αὐτῷ δοκοῦν. ἢ εἰ μὴ τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως ὑπὸ νοητοὺς ἐσόμεθα Βαβυλωνίους, ἀντιτεταγμένους δὴ λέγω καὶ ἀκαθάρ- τους δυνάμεις, καὶ ὑπὸ τὴν πρώτην ἀρχὴν, τουτέστι τὸν σατανᾶν, πόλεως δὲ ὥσπερ τῆς ἁγίας ἐξεῤῥιμμένοι "ἧς ἐστι "τεχνίτης καὶ δημίουργος ὁ Θεὸς," τὴν Βαβυλωνίων οἰκή- σομεν. ἐν συγχύσει γὰρ καὶ θορύβοις ἐσόμεθα, ἱκανοῖς τοῦ παρόντος βίου περισπασμοῖς. σύγχυσις γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται. 9Καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ οἱ λέγοντες Ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σιὼν οἱ ὀφθαλμοὶ ἡμῶν. καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν 1.671 αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος. ἀνάστα καὶ ἁλόα αὐτοὺς, θύγατερ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς· καὶ λεπτυνεῖς λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίῳ τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς.9 Πλειστάκις ἤδη προείπομεν, ὅτι τὴν βασιλείαν ἐν τοῖς Ἱεροσολύμοις διέποντος Ἐζεκίου, κατεδῄωσε μὲν τὴν Σα-μάρειαν ὁ Σεναχηρεὶμ, πολλὰς δὲ αὐτῇ καὶ τῆς Ἰουδαίας συνεξῄρηκε πόλεις. εἶτα πέπομφεν ἐκ Λάχις τὸν Ῥαψάκην, ὃς οὐ μετρίως τῆς θείας κατεφλυάρησε δόξης, ὅτε καὶ ἀπο- λώλασιν ἐν μιᾷ νυκτὶ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ἀγγέλου χειρί. ταυτησὶ τῆς ἱστορίας δια- μέμνηται πάλιν. συνήχθησαν γὰρ ἔθνη πολλὰ κατὰ σοῦ φησι, μονονουχὶ καὶ ἀθύροντα καὶ ὅσον οὐδέπω κεισομένης κατορχησόμενα. πλὴν οὐκ ἔγνωσαν ἃ βεβούλευται Θεός. συνεκομίσθησαν γὰρ ὡς εἰς ἅλω, καὶ δράγματος δίκην τοῖς σοῖς ὑποκείσονται ποσίν. ἀνάστα δὴ οὖν καὶ ἁλόα αὐτοὺς, κέρατα γὰρ ἕξεις σιδηρᾶ καὶ ὁπλὰς χαλκᾶς, τουτέστι, δυσκαταγώνιστος ἔσῃ καὶ ἄμαχος τοῖς ἐχθροῖς, μόνον δὲ οὐχὶ καὶ καταπατήσεις τοὺς ἀνθεστηκότας. ἐπειδὴ γὰρ ἅλω τε καὶ δράγματος πεποίηται μνήμην, τετήρηκε τῇ μετα- φορᾷ τὸν πρέποντα τρόπον, καὶ ὡς ἐπὶ μόσχου φησὶ κέρατα καὶ ὁπλάς. ἐπειδὴ δὲ οὐκ ἀνθρωπείᾳ χειρὶ δεδαπάνηνται καὶ πεπτώκασιν, ἀλλ' ἔργον ἦσαν κείμενοι τῆς θείας ὀργῆς, μὴ σαυτῇ φησιν ἀνάψῃς τὰ ἐπί γε τούτοις αὐχήματα, ἀνατίθει 1.672 δὲ μᾶλλον τῷ Κυρίῳ πάσης τῆς γῆς τό τε πλῆθος αὐτὸ, καὶ τὴν ἰσχὺν τῶν ἀπολωλότων. Ἀλλ' οὑτοσὶ μὲν τῆς ἱστορίας ὁ νοῦς, θορυβήσει δὲ ἴσως τῶν ἐντευξομένων τινὰς τὸ οὕτως ἀγχίστροφον τῶν προ- φητικῶν κηρυγμάτων. ἄρτι μὲν γὰρ ἠκούομεν λέγοντος Ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη ἡ βασιλεία Βαβυλωνίων, καὶ ὁ τῆς αἰχμαλωσίας ἡμῖν ἐγράφετο τρόπος· εἶτα σεσωσμένην ὁρῶμεν εὐθὺς, καὶ καταπατοῦσαν τοὺς ἐχθρούς. δεῖ δὴ οὖν ἄρα τῆς τῶν χρόνων εὐδιακρίτου δια- στολῆς· ἔσται γὰρ οὕτως ἀσύγχυτος καὶ σαφὴς τῶν λεγομένων ἡ θεωρία. Ἐζεκίου μὲν γὰρ βασιλεύοντος, ἀνέβη Σεναχηρεὶμ κατὰ τῶν Ἱεροσολύμων, εἶτα μετὰ τὸν Ἐζεκίου θάνατον τέσσαρες γεγόνασιν ἕτεροι βασιλεῖς, καὶ πέμπτος Ἰεχονίας. τότε καὶ πᾶσαν εἷλε τὴν Ἰουδαίαν καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα Ναβουχοδονόσορ, καὶ ἀπεκόμισεν εἰς αἰχμαλωσίαν πάντα Ἰσραήλ. γράφει δὲ σαφῶς τὴν ἐπὶ τούτοις ἡμῖν ἱστορίαν ὁ μακάριος προφήτης Ἱερεμίας. 9Νῦν ἐμφραχθήσεται θυγάτηρ Ἐφραΐμ ἐμφραγμῷ, συνοχὴν ἔταξεν ἐφ' ὑμᾶς, ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνας τὰς φυλὰς τοῦ Ἰσραήλ.9 Ἐπισυναχθήσονται μὲν γὰρ ἐπὶ Σιὼν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ, εἶτα κατορχήσεσθαι καὶ καταμειδιάσειν αὐτῆς προσδοκήσαντα, ἠλόηνταί τε καὶ συνετρίβησαν, Θεοῦ τοῖς ποσὶ τῶν νικησάντων παραῤῥιπτοῦντος αὐτοὺς ὡς ἐν εἴδει 1.673 δράγματος. ἥλω δὲ καὶ ἀπόλωλεν ἡ Σαμαρειτῶν, καὶ δεδαπάνηται τῷ πολέμῳ, καὶ περὶ αὐτῆς φησὶν, ὡς ἐμφρα- χθήσεταί τε καὶ ἐνσχεθήσεται καθορίζοντος δηλονότι Θεοῦ τὸ ἐν συνοχῇ γενέσθαι καὶ χρῆναι παθεῖν αὐτήν. θυγατέρα δὲ τοῦ Ἐφραῒμ ὀνομάζει τὴν Σαμάρειαν, ἤγουν τὴν ἐν τῇ Σαμαρείᾳ πληθύν. ἔοικε γάρ πως ἐν τάξει κεῖσθαι πατρὸς τοῖς ὑπεζευγμένοις ὁ βασιλείαν πεπιστευμένος. βεβασιλεύ κασι δὲ τῆς Σαμαρείας οἱ ἐξ Ἐφραΐμ. ἔσται δὴ οὖν ἔσται φησὶν οἷον περίσχετος καὶ διεζωσμένη τοῖς τῶν πολεμίων δήμοις ἡ Σαμαρειτῶν, οἳ μονονουχὶ καὶ πατάξουσιν εἰς σια- γόνα αὐτὴν, οὐ χερσὶ ῥαπίζοντες ἐχομέναις φειδοῦς, ἀλλὰ καὶ ῥάβδοις συντρίβοντες καὶ καταικιζόμενοι σφοδρῶς. σημαίνει δὲ διὰ τούτων πρὸς ταῖς ἀτιμίαις καὶ δύσοιστον ὄντα τῆς αἰχμαλωσίας τὸν πόνον. ἀτιμίας μὲν γὰρ σημεῖόν ἐστιν οὐκ ἀμφίλογον τὰ εἰς σιαγόνα ῥαπίσματα. εἰ δὲ δὴ νοοῖτο καὶ διὰ ῥάβδου γενέσθαι, φορέσει πάντως τὸ μοχθηρὸν, καὶ τὸ οἷον οἰκέτῃ πρέπον. ἄτιμος οὖν ἔσται φησὶ καὶ ἐν αἰκίαις καὶ πόνοις ἡ ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραῒμ βασιλευο- μένη Σαμάρεια. Ἀλλ' ἥ γε τοῦ παίοντος ἀργήσει χεὶρ, ἄγευστοι δὲ μενοῦ- μεν αἰκίας, εἰ παντὶ δὴ σθένει παραιτοίμεθα τὸ καταθήγειν ἐφ' ἑαυτοῖς εἰς ὀργὰς τὸν τῶν ὅλων Κύριον διά τοι τοῦ δρᾶν ἃ μὴ θέμις καὶ ποιεῖσθαι περισπούδαστον τὸ ἀπηχθημένον αὐτῷ. τιμῶντες δὲ μᾶλλον ταῖς ἐπιεικείαις ἐσόμεθα τῆς εὐημερίας ἐν καλῷ, λαμπρόν τε καὶ ἀξιόληπτον ἀληθῶς διαζήσομεν βίον. 1.674 9Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.9 Τὴν εἰς τὸ ἐν ἀρχαῖς ἀναφοίτησιν τῶν καθ' ἡμᾶς πραγμάτων ὁ προφητικὸς ἡμῖν ἐν τούτοις εὐαγγελίζεται λόγος. διαμέμνηται δὲ καὶ μάλα σαφῶς τῆς ἀνακεφα- λαιώσεως τῆς ἐν Χριστῷ γεγενῆσθαι λεγομένης. καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ, καθὰ γέγραπται, καὶ "Τὰ μὲν "ἀρχαῖα παρῆλθε, γέγονε δὲ δι' αὐτοῦ καινὰ" μεταστοι- χειοῦντος τὰ ἀνθρώπινα καὶ ἀνακαινίζοντος εἰς τὸ εὖ εἶναι πάλιν αὐτά. βεβασίλευκε γὰρ, καὶ πεποίηται πάλιν αἱρετὸν τὴν κατὰ πάντων ἀρχήν. σημαίνεται δὲ τὸ καθόλου καὶ διὰ τῶν μερικῶς οἰκονομουμένων. ἐβασιλεύετο μὲν γὰρ, ὡς ἔφην, ὁ Ἰσραὴλ ἐν ἀρχαῖς ὑπὸ Θεοῦ, μεσολαβούντων ἁγίων. εἶτα μετ' οὐ πολὺ νοσήσας τὸ εὔηθες, ἀτιμάσας τε τὸ πράττειν ὑπὸ Θεῷ, τὰ ἀνθρώπινα μᾶλλον τετιμήκασι κράτη. καὶ γοῦν ᾔτησαν ἐφ' ἑαυτῶν βασιλέα τὸν Σαούλ. εἶτα προσκεκρούκασιν οὐ μετρίως· λελυπημένος γὰρ ἔφασκεν ὁ τῶν ὅλων Θεὸς τῷ μακαρίῳ Σαμουήλ "Οὐ σὲ ἐξουθενή- "κασιν, ἀλλ' ἐμὲ ἐξουθενήκασι, τοῦ μὴ βασιλεύειν ἐπ' "αὐτούς." ὅτι δὲ τὸ χρῆμα αὐτοῖς ὀνησιφόρον μὲν οὐδαμῶς, πικρὸν δὲ μᾶλλον καὶ ἐπιζήμιον καὶ ὀλέθρου πρόξενον, αὐτὴ δέδειχεν ἡ πεῖρα, πῶς ἂν ἐνδοιάσειέ τις; περιπεπτώ- κασι γὰρ δεινοῖς καὶ ἀφύκτοις διὰ τοῦτο κακοῖς. οὐκοῦν 1.675 ἀνακομίζων ὥσπερ τὸν Ἰσραὴλ ἐπὶ τὸ ἐν ἀρχαῖς, φημὶ δὴ τὸ ὑπ' αὐτοῦ βασιλεύεσθαι τοῦ Θεοῦ, τὸν ἐκ Βηθλεὲμ αὐτοῖς ἐσόμενον Σωτῆρα καὶ λυτρωτὴν προανακεκράγει Χριστόν. Ἴοι δ' ἂν οὐκ ἀπὸ σκοποῦ κἂν εἰ τῷ δοκοίῃ γενικὸν ὥσπερ τινὰ ποιεῖσθαι τὸν λόγον. ἐπειδὴ γὰρ ἀποπεπτώκαμεν τῆς ὑπὸ Θεῷ βασιλείας οἱ ἐπὶ τῆς γῆς, ὀθνεῖον ἐφ' ἑαυτοῖς κατ- αρτίζοντες ζυγὸν, καὶ δεσπότην ἐπιγραψάμενοι τὸν οὐ φύσει δεσπότην, μᾶλλον δὲ ἀλαζόνα καὶ ἀποστάτην, φημὶ δὴ τὸν σατανᾶν, ἐν παντὶ γεγόναμεν κακῷ· ἀλλ', ὡς ἔφην ἀρτίως, εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ "ἀνακεφαλαιώσασθαι τὰ "πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ "τῆς γῆς," καὶ "ἐῤῥύσατο μὲν ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ "σκότους, μετέστησε δὲ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς "ἀγάπης αὐτοῦ ἐν τῷ φωτί." Ποιεῖται δὴ οὖν τὸν λόγον πρὸς τὴν Βηθλεὲμ, ἤτοι τὸν οἶκον τοῦ Ἐφραθᾶ. καὶ καλεῖται μὲν ὁ χῶρος Ἐφραθᾶ, Βηθ-λεὲμ δὲ τὸ πολίχνιον, ἤγουν ἡ ἐν τῇ χώρᾳ κώμη, ὅθεν ἦν Ἰεσσαὶ καὶ ∆αυεὶδ, καὶ αὐτὴ δὲ πάλιν ἡ ἁγία παρθένος, ἣ τὸ θεῖον ἡμῖν ἐκτέτοκε βρέφος τὸν ἴδιον υἱὸν τὸν Ἰησοῦν "Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ "ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος." βεβασίλευκε γὰρ διὰ τοῦ σταυροῦ, καὶ ἐπειδὴ γέγονεν "Ὑπήκοος μέχρι θανά- "του, θανάτου δὲ σταυροῦ," ταύτῃτοι, καθά φησιν ὁ θεσπέ- σιος Παῦλος, "καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο "αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ "Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ "καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι 1.676 "Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν." ὦ τοίνυν Βηθλεὲμ, φησὶν, οἶκος τοῦ Ἐφραθᾶ, εἰ καὶ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, τουτέστι, μυρίαι μὲν ὅσαι λαμ- πραὶ καὶ μεγάλαι τῆς Ἰουδαίας αἱ πόλεις, καὶ πολυάνδρῳ πληθύϊ τῶν ἐνοικούντων καταμεθύουσαι, ἀλλ' εἰ καὶ ὀλίγοι παντελῶς οἱ σὲ κατοικοῦντες καὶ νεμόμενοι, σὺ γενήσῃ τροφὸς, καὶ κληθήσῃ πόλις τοῦ βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, ὅς ἐστι ποιμὴν ἀγαθὸς ὡς καὶ αὐτὴν θεῖναι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, κατάρξει δὲ παντὸς τοῦ Ἰσραήλ. καὶ οὔτι που πάντως τῶν ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ καὶ τῶν ἐξ ἐπαγ- γελίας προεπηγγελμένων τῷ Ἁβραάμ· ἔφη γάρ που πρὸς αὐτὸν ὁ Θεός "Ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα." τὸ δὲ Ἐν Ἰσαὰκ, ἐξ ἐπαγγελίας φησί. βεβαία τοίνυν ἡ ὑπό-σχεσις οὐχὶ μόνον τοῖς ἐξ αἵματος Ἰσραὴλ, "ἀλλὰ καὶ τοῖς "στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πα- "τρὸς ἡμῶν Ἁβραάμ·" οὗτοι γὰρ ὁ Ἰσραὴλ, ὅτι "τὰ τέκνα "τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα." ὅμοιον οὖν ὡς εἰ λέγοι Κατάρξει παντὸς τοῦ πιστεύοντος εἰς αὐτὸν καὶ προσ- οικειοῦντος ἑαυτὸν ἐμοὶ δι' αὐτοῦ. προσενηνέγμεθα γὰρ τῷ Πατρὶ δι' Υἱοῦ, καὶ μαρτυρήσει λέγων αὐτός "Οὐδεὶς ἔρχεται "πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ." ἀνεδείχθη τοίνυν ἐκ Βηθλεὲμ ὁ Χριστὸς ὁ ποιμὴν ὁ καλὸς "ὁ ἐν κήποις ἡμᾶς "καταβόσκων καὶ κρίνοις," καὶ τὴν τῶν εὐαγγελικῶν θεσ- πισμάτων εὐοσμίαν παρατιθεὶς, καὶ οἷον ἄνθη προσάγων ὥριμα τὰ καθ' ἑαυτὸν, τοῖς ἐθέλουσιν ἀποδρέπεσθαι καὶ τῆς 1.677 ἐξ αὐτῶν εὐωδίας ἀναπίμπλασθαι νοητῶς· ἔφασκε γάρ "̓Εγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων." ἀπ' ἀρχῆς δὲ εἶναι φησὶ τὰς ἐξόδους αὐτοῦ καὶ ἐξ ἡμερῶν αἰῶνος, ἢ τὴν προαιώνιον ὕπαρξιν τοῦ Λόγου σημαίνων· ἔστι γὰρ ἔστι συναΐδιος τῷ ἰδίῳ Γεννήτορι, καὶ αὐτὸς τῶν αἰώνων ὁ ποι- ητής· ἤγουν ὅτι γέγονε μὲν ἄνθρωπος ὡς ἐν λοίσθῳ τοῦ αἰῶνος καιρῷ, προώριστο γεμὴν ὡς ἐν προγνώσει Πατρὸς καὶ πρὸ τῆς τῶν αἰώνων καταβολῆς τὸ ἐπ' αὐτῷ μυστήριον. ἔξοδον τοίνυν φησὶν ἢ τὴν ἄχρονον ἐκ Θεοῦ Πατρὸς γέννησιν εἰς ἰδίαν ὕπαρξιν τοῦ Υἱοῦ, ἤτοι τὴν ἀνάδειξιν, τὴν ὡς ἐν καιροῖς ἐσομένην, ὅτε γέγονε σάρξ, εἰ καὶ ἀπ' ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος προώριστό τε καὶ τέθειτο παρὰ τοῦ Πατρὸς Σωτήρ τε καὶ λυτρωτὴς, οὐκ ἠγνοηκότος τὰ μεταξὺ τῷ ἀνθρωπίνῳ γένει συμβησόμενα διὰ τὴν ἐν Ἀδὰμ παρά- βασιν. 9∆ιὰ τοῦτο δώσεις αὐτοὺς ἕως καιροῦ τικτούσης. τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ.9 Ἔοικεν ὁ Προφήτης ἐντεθυμῆσθαι καθ' ἑαυτὸν κἀκεῖνο τάχα που διαλογίζεσθαί τε καὶ λέγειν Οὐ ψευδοεπήσει Θεὸς, ἀποπερανεῖ δὲ πάντως τὰ ἐπηγγελμένα. καὶ εἴπερ ἐστὶν ἐν λαμπραῖς οὕτως ἐλπίσιν ὁ Ἰσραὴλ, καὶ ἀποτεχθήσεται μὲν αὐτοῖς ὁ ἡγούμενος, κατάρξει δὲ, καὶ παντὸς ἀπαλλάξει κακοῦ, τί καὶ ὅλως ἔσται δορίληπτος; εἶτα τῆς ἐπαγγελίας 1.678 ἐννενοηκὼς τὸν χρόνον, οὔπω τε παρόντα συνεὶς, ἑαυτῷ τρόπον τινὰ καὶ ἀπολογεῖται λέγων Ἐπειδὴ γὰρ ἐν ὑπερθέσει μὲν ἔτι μακρᾷ τῆς ἐπαγγελίας ὁ χρόνος, αὐτοὶ δέ εἰσιν ἐν οὐ μετρίοις πταίσμασι, καταλήγουσι δὲ πλημμελοῦντες οὐδα- μῶς, ταύτῃτοι δώσεις αὐτοὺς, τουτέστι, παραδώσεις ἐχθροῖς, ὦ ∆έσποτα, ἕως καιροῦ τῆς τικτούσης, ἄχρις ἂν καταδοθῇ φησὶ τὸ θεῖον ἐκεῖνο βρέφος ἐκ λαγόνων παρθενικῶν. τότε γὰρ ἔσται λύτρωσις ἡ τελεωτάτη, καὶ ἐν βεβαίῳ κείσονται τῆς εὐημερίας, οὐδενὸς αὐτοῖς παντελῶς τῶν εἰς εὐθυμίαν ἐκ λελοιπότος. ταυτὶ τοῦ Προφήτου διενθυμουμένου τε, ὡς ἔφην, καὶ οἱονεὶ διαψιθυρίζοντος ἐν ἑαυτῷ, προσυπακούει Θεός Τέξεται, καὶ εἰς πίστιν ἑδραίαν αὐτὸν ἀποκαλεῖ. ὅμοιον δὲ τούτῳ τὸ πρὸς τὸν προφήτην Ἀμβακούμ "Ἔτι μικρὸν "ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ." τεχθήσεται μὲν γὰρ πάντη τε καὶ πάντως φησὶν, οἱ δέ γε κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ. παρεδέξαντο μὲν γὰρ τὴν πίστιν τὴν εἰς Χριστὸν τῶν Ἰουδαίων οὐκ εὐαρίθμη- τοι, καὶ πρό γε τῶν ἄλλων οἱ μακάριοι μαθηταί· διωλισθή- κασι δὲ τῆς ἐλπίδος οἱ ταῖς ἀπειθείαις περιυβρίσαντες. πλὴν ἐν ἐσχάτοις καιροῖς προσεπενεχθήσονται τοῖς ἄλλοις, καὶ οἷον ἐξ ὑποδρομῆς ἀναδραμοῦνται μόλις πρὸς ὅπερ ἦν ἄμεινον ἐλθεῖν ἐν ἀρχαῖς. 9Καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος Κυρίου τοῦ Θεοῦ αὐτῶν 1.679 ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσεται ἕως ἄκρων τῆς γῆς. καὶ ἔσται αὕτη ἡ εἰρήνη.9 Τὸ στήσεταί φησιν ἀντὶ τοῦ καὶ ἐπιστατήσει. καὶ ἔσται τῶν ἰδίων προβάτων αὐτουργὸς ὁ ποιμὴν, οὐχ ἑτέρῳ τινὶ τὸ παιδαγωγεῖν ἐπιτρέψας, καθὰ καὶ πάλαι τῷ μακαρίῳ Μωυσεῖ, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς "Οὐ πρέσ- "βυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς·" ποιμανεῖ δὲ ἡμᾶς ἐν ἰσχύϊ, παντὸς ἀνωτέρω τιθεὶς ἱδρῶτος καὶ πόνου. προβεβλήσεται γὰρ ὥσπερ, καὶ διασώσει γενι κῶς, οὐ ψευδοποιμέσιν ἐπιτρέπων ἐξ ἀπάτης ἀδικεῖν, οὐ θηρσὶν ἀγρίοις ἐπιθρώσκειν ἀγέλαις, οὐ ταῖς πονηραῖς καὶ ἀντικειμέναις δυνάμεσι συγχωρῶν, καθάπερ ἀμέλει καὶ πάλαι, κατανεανιεύεσθαι τῶν πεπιστευκότων καὶ πλεονεκτεῖν τοὺς ἡγιασμένους, διδοὺς δὲ μᾶλλον αὐτοῖς "Ἐπ' ἀσπίδα καὶ βα- "σιλίσκον ἐπιβαίνειν, λέοντά τε καὶ δράκοντα καταπατεῖν." εὐκλεεῖς γὰρ γεγόναμεν δι' αὐτοῦ, ἤρμεθά τε ὑψοῦ λαμπροὶ καὶ διαφανεῖς, καὶ μέχρι τερμάτων γεγόναμεν τῆς ὑπ' οὐ ρανόν. αὐτὸς γὰρ ἡμῶν ἰσχὺς καὶ δύναμις, αὐτὸς ὁ μεσίτης καὶ διαλλακτὴς, αὐτὸς ἡ εἰρήνη ἡμῶν. καθεῖλε γὰρ "Τὸ "μεσότοιχον τοῦ φραγμοῦ, καὶ κατήργησε μὲν ἐν δόγμασι "τὸν νόμον τῶν ἐντολῶν, ἔκτισε δὲ τοὺς δύο λαοὺς εἰς ἕνα "καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην" κατὰ τὸ γεγραμμένον, καὶ τοῖς τῆς ἀγάπης δεσμοῖς εἰς ἑνότητα κατασφίγγων. ὄνομα δὴ οὖν αὐτῷ πρέπον τε καὶ ἀληθὲς εἰρήνη, εἰ καὶ καλοῖτο Χριστός. 1.680 9Ὅταν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ' αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων, καὶ ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρῶδ ἐν τῇ τάφρῳ αὐτῆς, καὶ ῥύσεται ἐκ τοῦ Ἀσσοὺρ, ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν.9 Ἡ Ἑβραίων ἔκδοσις τοῦ προκειμένου κεφαλαίου ποιεῖται τὴν ἀρχὴν ἀπὸ τοῦ Καὶ ἔσται αὕτη ἡ εἰρήνη, ὅταν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ τὴν χώραν ὑμῶν. οὗτος γὰρ ἔσται, φησὶ, τῆς εἰρήνης ὁ τρόπος, εἰ δὴ βούλοιτο καταθεῖν τῆς ὑμῶν γῆς τε καὶ χώρας ὁ Ἀσσούρ. διερμη- νεύοντες δὲ τοὺς στίχους, ἐροῦμεν ἡμεῖς, ὅτι τῶν αἰσθητῶν καὶ ἐμφανεστέρων πραγμάτων ἀποφοιτᾷ δὴ πάλιν ὁ λόγος, αἴρεται δὲ ὥσπερ ὑψοῦ, καὶ ἐξ ἐμφανοῦς εἰκόνος ἀποφέρει λεπτῶς ἐπὶ τὰ νοητῶς συμβαίνοντα. Ἀσσύριον μὲν γὰρ ἐν τούτοις ἄνδρα μὲν οὐκέτι τὸν ἐκ Βαβυλῶνος, κατασημαίνει δὲ μᾶλλον τὸν τῆς ἁμαρτίας εὑρετὴν, φημὶ δὴ τὸν σατανᾶν, μᾶλλον δὲ, ἁπαξαπλῶς εἰπεῖν, τὴν ἀτίθασόν τε καὶ φιλοπό- λεμον τῶν δαιμονίων πληθὺν, ἣ παντὸς ἁγίου κατεξανίστα- ται νοητῶς, καὶ μάχεται τῇ ἁγίᾳ πόλει, τῇ νοητῇ Σιὼν, "ἥτις "ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος" καὶ τῆς ἄνω καὶ ἐπουρανίου νοουμένης Ἱερουσαλὴμ τύπος οἷά τις καὶ εἰκὼν ἐμφερής. οὕτως αὐτῆς καὶ ὁ θεσπέσιος μελῳδὸς διεμέμνητο λέγων "∆εδο- "ξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ·" κατοικεῖ γὰρ τὴν Ἐκκλησίαν, καὶ ὥσπερ τινὰ πόλιν ἰδίαν ἐποιήσατο 1.681 Χριστὸς, καίτοι τῇ τῆς θεότητος φύσει τὰ πάντα πληρῶν. αὕτη δὴ οὖν ἡ τοῦ Θεοῦ πόλις γῆ τις ὥσπερ ἐστὶ καὶ χώρα τῶν ἡγιασμένων καὶ τὴν εἰς Θεὸν ἑνότητα πεπλουτηκότων ἐν Πνεύματι. ὅταν τοίνυν φησὶν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, τουτέστιν, εἰ μάχοιντο τοῖς ἁγίοις αἱ βάρβαροί τε καὶ ἀντικείμεναι δυνάμεις, οὐκ ἐρήμους εὑρήσουσι τῶν προεστη κότων. κατεξαναστήσονται γὰρ αὐτῶν, ἑπτὰ μὲν ποιμένες, ὀκτὼ δὲ ἀνθρώπων δήγματα. ἔοικε δὲ τῆς προφητείας ὁ νοῦς ἀπὸ τῶν καιρῶν, ἤτοι τῶν ἀριθμῶν τοῦ τε ἑπτά φημι καὶ μέντοι τοῦ ὀκτὼ τοὺς ἁγίους βούλεσθαι δηλοῦν, τοὺς πρὸ τῆς ἐπιδημίας, καὶ τοὺς κατ' αὐτὴν ἅμα, καὶ μετ' αὐτὴν γεγονό- τας. τετίμητο μὲν γὰρ πρὸ τῆς ἐπιδημίας, κατὰ τὸν Μωυ- σέως νόμον, ὁ ἐν ἑβδόμῃ σαββατισμὸς, καὶ ἦν ἔτι τῆς σκιᾶς ὁ καιρός. τότε καὶ τὸ τῶν ἁγίων προφητῶν ἀνεδείχθη στίφος παιδαγωγοῦν εἰς εὐσέβειαν καὶ ἐπίγνωσιν τοῦ Χριστοῦ. ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ὁ Μονογενὴς, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη σταυρὸν, ἀνεβίω δὲ αὖ, σκυλεύσας τὸν ᾅδην τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, τότε τοῖς ἁγίοις κεκέλευκεν Ἀποστόλοις μαθητεύειν μὲν "πάντα τὰ ἔθνη, "βαπτίζειν δὲ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ "καὶ τοῦ Ἁγίου Πνεύματος, διδάξαι τε τηρεῖν ὅσα αὐτοῖς "ἐντέταλται." τούτους δὴ οὖν ἄρα φησὶ τὰ ὀκτὼ τῶν ἀν- θρώπων δήγματα, ὡς ἀπό γε τοῦ τῆς ἀναστάσεως καιροῦ, τοῦς ἐν αὐτῷ τε καὶ μετ' αὐτὸν γεγονότας ὑποδηλῶν. Ὅταν τοίνυν ἐπέλθῃ φησὶν ὁ Ἀσσύριος ἢ ἀλλογενὴς καὶ βάρβαρος, τότε δὴ τότε πρὸς ἑπτὰ μὲν ἥξει ποιμένας, 1.682 πρὸς δήγματα δὲ ὀκτώ. εὑρήσομεν γὰρ καὶ τοὺς ἐν καιρῷ τοῦ νόμου γεγονότας ἁγίους, οὓς ἑπτὰ ποιμένας φησὶ, καὶ πρός γε δὴ τούτοις Ἀποστόλους τε καὶ Εὐαγγελιστὰς, καὶ τοὺς τῶν ἐκκλησιῶν κατὰ καιροὺς διδασκάλους, ἀεὶ πολε- μοῦντας καὶ ἀνθεστηκότας γενικῶς ταῖς τῶν δαιμόνων ἀπά ταις, καὶ ταῖς τοῦ πονηροῦ δυστροπίαις τὴν οἰκείαν ὥσπερ ἀντεξάγοντας νῆψιν. ἀνασώζουσι γὰρ τοὺς τὴν ἁγίαν οἰ- κοῦντας χώραν τε καὶ γῆν, νουθεσίαις ἀνατειχίζοντες καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων παιδαγωγίαις ἀσφαλιζό- μενοι. ὅτι δὲ ἔμελλεν ὁ τῶν ἁγίων χορὸς ἐπιβουλεύειν τρόπον τινὰ τῷ σατανᾷ, καὶ νοητῶς αὐτὸν δήγμασι δαπανᾶν, διεσάφει καὶ πάλιν Θεὸς διὰ φωνῆς ἁγίου λέγων περὶ αὐτοῦ "Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ἕως τίνος; "καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης "ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ "ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς, ὅτι σὺ "ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύσουσί σε πάντες οἱ ὑπο- "λελειμμένοι λαοί." ἀκούεις ὅτι καταδηχθήσεσθαί τε φησὶ καὶ σκυλευθήσεσθαι τὸν πληθύνοντα ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, τουτέστι, τὸν σατανᾶν; εἶτα τοὺς σκυλεύσαντας αὐτὸν ὀνομάζει τοὺς ὑπολελειμμένους, τουτέστι, τοὺς ἐκ τοῦ καταλείμματος ἤτοι τοὺς ἐξ Ἰακώβ. ἀλλ' εἰ καί τις Ἀσσύ-ριος ἐπέλθῃ φησὶ, τουτέστιν, ἀνὴρ ἑτερόφρων καὶ πεπλανη- μένος, καὶ τὴν εἰς εὐθὺ διάττουσαν πίστιν οὐκ ἔχων, χωλεύων δὲ ὥσπερ καὶ κεκλασμένος τὸν νοῦν, ἀντανιστᾶσι καὶ τούτῳ τῆς ἀληθείας τὴν δύναμιν καὶ τῆς ἐν αὐτῷ σαθρότητος δεικ- 1.683 νύντες τὸ ἀτερπὲς, ἀποσοβοῦσιν ὡς λύκον μονονουχὶ κατα- δάκνοντες καὶ τῆς τῶν νοητῶν προβάτων ἀγέλης εἶναι τέως ἀπωτάτω καὶ ἔξω φέρεσθαι καὶ οὐχ ἑκόντας παρασκευάζοντες. οὗτοι δὴ οὖν οἱ ἑπτὰ ποιμένες, καὶ ὡς ἐν ὀκτὼ νοούμενοι δήγμασι, ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαίᾳ. τὸ ποιμανοῦσιν ἀντὶ τοῦ διώξουσι λέγει. ἐπεὶ γὰρ ἐμνήσθη ποιμένων, τε- τήρηκε τῇ τοῦ λόγου μεταφορᾷ τὸ πρέπον, τὸ ποιμανοῦσιν εἰπών. Καὶ τίς ἡ ῥομφαῖα νοοῖτ' ἂν εἰκότως, ᾗ κεχρῆσθαι τοὺς ἁγίους ἔθος, σαφηνιεῖ λέγων ὁ ψαλμῳδὸς περὶ αὐτῶν "Καὶ "ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ ποιῆσαι ἐκ- "δίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς·" "Ζῶν "γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ "πᾶσαν μάχαιραν δίστομον." ἐξοπλίζων δὲ καὶ ὁ Παῦλος τὸν ἐν Χριστῷ νοούμενον στρατιώτην, δίδωσιν αὐτῷ "Τὴν "μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ." ὅτι δὲ διώκει τὸν Ἀσσοὺρ ἡ θεία τε καὶ παναλκὴς ῥομφαία, τουτέστιν ὁ τοῦ Θεοῦ Λόγος, οὐδὲν ἧττον ἡμᾶς ἀναπείσει λέγων καὶ ὁ προφήτης Ἡσαΐας "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει "ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν τὴν μεγάλην καὶ τὴν "ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ "τὸν δράκοντα·" καὶ πάλιν "Καὶ ἔσται, ὅταν συντελέσῃ "Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσα- "λὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν "̓Ασσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν "αὐτοῦ. εἶπε γάρ Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέ "σεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνο- 1.684 "μεύσω, καὶ σείσω πόλεις κατοικουμένας." ἐν ταύτῃ δὴ οὖν τῇ ῥομφαίᾳ ποιμανοῦσι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ ἐν τῷ τάφρῳ αὐτῆς. βούλεται δὲ διὰ τούτων ἐκεῖνο εἰπεῖν. τὴν γῆν τοῦ Νεβρὼδ τὴν τῶν Ἀσσυρίων ὀνομάζει χώραν, ἤτοι τὴν Βαβυλῶνα, περὶ ἣν, ὥς φασι, βαθεῖα βέ- βλητο τάφρος. γῆν δὲ αὐτὴν τοῦ Νεβρὼδ ὀνομάζει, διὰ τὸν αὐτὸν εἶναι τὴν Βαβυλωνίων ἀρχὴν καὶ γένεσιν καὶ πατέρα τοῦ γένους. γέγραπται δὲ οὕτως ἐν τῇ Γενέσει περὶ αὐτοῦ "Υἱοὶ δὲ Ῥεγμὰ Σαβὰ καὶ ∆αδάν. Χοῦς δὲ ἐγέννησε τὸν "Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. οὗτος ἦν "γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο "ἐροῦσιν Ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου. καὶ "ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὁρὲχ "καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σενναάρ." ἐγηγέρθαι μὲν τὸν πύργον ἐν τῇ Χαλάννῃ· Περσικὸν δὲ τοῦτο χωρίον· καὶ ἡ θεία λέγει γραφή. γῆν οὖν ἄρα τοῦ Νεβρὼδ τὴν Βα- βυλῶνά φησιν, ἣ τάφρῳ διέζωσται, καθάπερ ἔφην ἀρτίως. οὕτω δὴ οὖν ποιμανοῦσί φησι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ, ὡς εἴσω μένειν τῆς τάφρου, καὶ πόλεων καὶ χωρῶν κατευρύνεσθαι μὲν οὐκέτι, μένειν δὲ ὥσπερ οἴκοι περιδεεῖς καὶ τρέμοντας· τοῦτό τοι παθόντα διὰ Χριστοῦ τὰ τῶν δαιμονίων εὑρήσομεν στίφη. οὐ γὰρ ἔτι τῆς ὑφ' ἡλίῳ καταλαζονεύονται, καθὰ καὶ πάλαι καὶ πρὸ τῆς ἐπιδημίας· 1.685 μένουσι δὲ ὥσπερ ἐν οἷς εἰσὶ, ταῖς τῶν ἁγίων νήψεσι καὶ ἀγαθαῖς συμβουλίαις ἀνακοπτόμενα, καὶ τῆς τῶν ἁγίων εἰργόμενα γῆς, ὡς ἂν ἠρεμαῖον καὶ ἀπόλεμον διαζῶντες βίον ἀποπεραίνειν δύναιντο τὰ ἀδδάνοντα τῷ Θεῷ, καὶ διὰ τῆς αὐτῷ φιλαιτάτης εὐκοσμίας καταφαιδρύνεσθαι. 9Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ Κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ' ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων.9 Ἔφην ἤδη πλειστάκις, ὅτι σέσωσται τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, καὶ οὐκ ἀπόλωλεν εἰσάπαν τὸ ἐξ Ἰακὼβ γένος. πεπιστεύκασι γὰρ εἰς Χριστὸν οὐκ ὀλίγοι τὸν ἀριθμὸν, καὶ τὴν διὰ πίστεως σωτηρίαν καὶ πρό γε τῶν ἄλλων, φημὶ δὴ τῶν ἐξ ἐθνῶν, πεπλουτήκασιν. ἀλλ' ἐκ τούτου τοῦ καταλε λειμμένου τε καὶ διασεσωσμένου διὰ τῆς πίστεως μέρους καὶ αὐτοὶ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ συναθλοῦντες αὐτοῖς καὶ συνηλγηκότες αὐτοῖς ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. τούτους δὴ οὖν αὐτοὺς σεσῶσθαί φησιν ἐν τοῖς ἔθνεσιν, οἷά τινα δρόσον ἀγρῶν καταχεομένην, καὶ τῆς διαβολικῆς δυστρο- πίας τὸν καύσωνα παραλύουσαν. ὥσπερ γὰρ ἐν κήποις ἤγουν ἐν ἀγροῖς πόαις τε καὶ κρίνοις εἰ τὸ τῆς ἡλιακῆς ἀκ- τῖνος ἐμπίπτει σέλας, χαλᾶσθαι ποιεῖ πρὸς τὸ ἀκαλλὲς, καὶ εἰς αὐτό πως ἤδη μεμαράνθαι δοκεῖν· οὕτω καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς κοσμικαῖς φιληδονίαις ὅτε τὸν ἀνθρώπινον κατα- 1.686 φλέγει νοῦν, καταμαραίνει τρόπον τινὰ καὶ πολὺ λίαν ἀκαλλῆ φαίνεσθαι ποιεῖ. ἀνορθοῖ δὲ ὥσπερ αὐτὸν ὁ τοῦ Θεοῦ Λόγος, καθὰ καὶ ἄνθος ἢ πόας ἡ δρόσος. καὶ οὕτως ἔσονται, φησὶ, καὶ οἱ ἐξ Ἰακὼβ ἐν τοῖς ἔθνεσι, τὰς τῶν πειθο- μένων ψυχὰς οἷά τινι δρόσῳ κατάρδοντες τοῖς εἰς εὐσέβειαν λόγοις, καὶ μαθήμασιν εὐαγγελικοῖς πλουσίως καταπιαίνοντες. κατορχήσονται δὲ ὥσπερ βοτάνης ἀμνοὶ, τουτέστι πλείσ- την τε ὅσην καὶ ἀμφιλαφῆ τὴν νομὴν εὑρήσουσιν· ἑτοιμότερα γάρ πως ἀεὶ τὰ ἔθνη πρὸς τὸ εὐήνιον καὶ νενευκότα πολὺ πρὸς τὸ πιστεῦσαι Χριστῷ, καὶ πρός γε φημὶ τὸ ἀσυγκρί- τως ἀμεῖνον τῆς ἐν ἀρχαῖς ἑλέσθαι ζωῆς. ἀλλ' ὥσπερ ἀμνοῖς πολλή τε καὶ εὐανθὴς εἰ παρακέοιτο πόα, τότε δὴ τότε κατα- τρυφῶσί τε καὶ κατασκαίρουσι· κατὰ τὸν αὐτὸν οἶμαι τρό- πον καὶ τῶν διδασκόντων ὁ νοῦς τρυφὴν ποιεῖται καὶ τέρψιν τῶν παιδαγωγουμένων τὸ εὐήνιον, καὶ τῶν μυσταγωγουμέ- νων τὸ εὐπειθές. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν τῆς Σαμαρείτιδος εὐπείθειαν ἰδίαν ὥσπερ καὶ αὐτῷ πρέπουσαν ἐποιεῖτο τροφήν. ἔφη γὰρ τοῖς ἁγίοις Ἀποστόλοις "Ἐγὼ "βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε." εἶτα τοῦτο δη- λῶν, προσετίθει λέγων "Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω "τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ "ἔργον." βρῶμα δὴ οὖν τοῖς ἁγίοις καὶ τρυφὴ, τὸ ἔργον τοῦ Θεοῦ. κατορχήσονται τοίνυν φησὶν ὥσπερ ἄγρωστιν ἤγουν εὐανθῆ κείροντες πόαν, καὶ οἱονεί πως καταφερβόμενοι τοὺς ἐξ ἐθνῶν πιστεύοντας οἱ ἐξ Ἰακὼβ, κατευρυνομένην δὲ οὕτω τοῦ κηρύγματος εὑρήσουσι τὴν ὁδὸν, ὡς μηδένα 1.687 δύνασθαι συναχθῆναί τε καὶ ὑποστῆναι κατ' αὐτῶν, τουτέστι, μήτε συνελθεῖν μήτε μὴν ἀντισχεῖν· τοῦτο γὰρ τὸ ὑποστῆναι εἰ κακοῦν ἕλοιντό τινες τῶν ἐν υἱοῖς ἀνθρώπων. πολλαὶ μὲν γὰρ καὶ παρὰ πολλῶν σκέψεις τε καὶ ἐγχειρήματα συντέ- θεινται κατ' αὐτῶν, ἠδίκηνται δὲ οὐδὲν, Θεοῦ κατευνάζοντος τοὺς τῶν ἰσχυόντων θυμοὺς, καὶ οἷον εὐδοκίας ὅπλῳ περι βάλλοντος τοὺς ἰδίους καὶ παραδόξως αὐτοὺς ἐκ παντὸς ῥυομένου τε καὶ ἀνασώζοντος πειρασμοῦ. 9Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθή- σονται.9 Τὰ χρηστὰ καὶ ἀξιάκουστα τῶν διηγημάτων, κἂν εἰ διὰ τῶν αὐτῶν ἔρχοιντο λόγων, οὐκ ἂν ἔχοι τὸ φορτικὸν, ἕψεται δὲ μᾶλλον αὐτοῖς πολὺ τὸ ἐπίχαρι. τὸ κατάλειμμα δὴ οὖν τοῦ Ἰακώβ φησι, τουτέστιν, οἱ ἐξ Ἰακὼβ σεσωσμένοι διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν καὶ τῶν εὐαγγελικῶν θεσπισ- μάτων ἀναδεδειγμένοι κήρυκες καὶ ἱερουργοὶ, ἔσονται μὲν ὡς δρόσος ἐν τοῖς ἔθνεσιν, νεμηθήσονται δὲ καὶ ὡς ἄρνες καλῆς καὶ ἀμφιλαφοῦς κατασκαίροντες πόας. γενηθήσονται δὲ οὐδὲν ἧττον καὶ ὡσεὶ λέων ἐν κτήνεσι δρυμοῦ, βαρὺ καὶ φρι κῶδες καταβρυχόμενος, καὶ ἀφόρητον ἐντιθεὶς τὸ δεῖμα καὶ τοῖς μακράν. ἔσονται δὲ καὶ ὡς σκύμνοι λέοντος ἐν ποιμνίοις, 1.688 κατεξανιστάμενοι δηλονότι γενναίως καὶ ὧν ἂν ἕλοιντο κατα- θρώσκοντες, ἀντεξάγοντος οὐδενὸς ἤγουν ἐξελέσθαι δυνα μένου τὸ ἡρπασμένον· ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῖς ἁγίοις ἔφασκε μαθηταῖς "Ἰδοὺ ἐγὼ ἀποστέλλω "ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων," τουτέστι, πράους τε καὶ ὑφειμένους· κἂν εἰ ἕτοιμοι πρὸς τὸ φονᾶν εἶεν ἂν τῶν ἐν κόσμῳ τινὲς, καὶ τῇ τῶν λύκων ὠμότητι παραχωροῦντες οὐδὲν, ἰδίᾳ δὲ αὐτὸς ἰσχύϊ τὰς τῶν πολεμούντων συνθραύσω καρδίας· δειλοὺς καὶ ἀνάνδρους ἀποτελῶ· καὶ πολύ τι τὸ περὶ ὑμᾶς ἐργάσομαι σέβας. οὕτω κεκρατήκασι τῶν ἐχθρῶν, νενικήκασι τοὺς ἀνθεστηκότας, φοβεροὶ τοῖς λύκοις γεγόνασι, καίτοι προβάτων ἐν τάξει κείμενοι· διέδρασαν τὰς ἐπιβουλὰς, "Κινδύνους λῃστῶν, ὡς ὁ μακάριος γράφει Παῦλος, κινδύ- "νους ἐκ γένους, κινδύνους ἐν ψευδαδέλφοις," καὶ διηρπά- ζοντο μὲν ὡς ὑπὸ λεόντων αἱ τῶν ἐθνῶν ἀγέλαι· ὁ δὲ ἰδίοις αὐτὰς θελήμασι καταβοσκήσας εἰς ὄλεθρον σατανᾶς, ἐπα- μύνειν οὐκ εἶχεν, οὔτε μὴν ἐκσπᾶσαι χειρῶν ἀποστολικῶν τὸ εἰλημμένον εἰς σωτηρίαν. καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὸν εἰρημένον διὰ φωνῆς Ἀμβακούμ "Οὐαὶ ὁ πληθύνων ἑαυτῷ "τὰ οὐκ ὄντα αὐτοῦ· ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν "αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες "αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρ- "παγὴν αὐτοῖς. ὅτι σὺ ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύ- "σουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοί." κατέδακνον μὲν γὰρ οἱ ὀκτὼ, καὶ διήρπαζον ὡς σκύμνοι τὰ παρ' ἐκείνου συνη- θροισμένα· συναγήγερκε γὰρ ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, Θεοῦ 1.689 γὰρ ὁ ἄνθρωπος, μᾶλλον δὲ καὶ τὰ πάντα, καὶ οὐδὲν ἐκείνου παντελῶς· πλὴν ἐσκυλεύετο παρὰ τῶν ὑπολελειμμένων λαῶν, τουτέστι τῶν ἐκ τοῦ καταλείμματος, ἵνα πάλιν ἐννοῇς τῶν εὐαγγελικῶν θεσπισμάτων τοὺς ἱερουργούς. εἶτα πρὸς αὐτοὺς ὁ ἐνισχύων αὐτοὺς καὶ συνέχων Κύριος Ὑψωθή- σεται, φησὶν, ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται. νενικήκασι γὰρ, ὡς ἔφην, ἐν Χριστῷ, καὶ ἀμείνους ἦσαν ἁπάσης ἐπιβουλῆς, καὶ διέ- λαμψαν ἐν κόσμῳ, καὶ κατεκράτησαν ἐχθρῶν, Θεῷ κατακ- τώμενοι τοὺς ἀπολωλότας. 9Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἐξολοθρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου, καὶ ἐξολοθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου· καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί· καὶ ἐξολοθρεύσω τὰ γλυπτά σου καὶ τὰς στηλάς σου ἐκ μέσου σου, καὶ οὐκ ἔτι οὐ μὴ προσκυνήσεις τοῖς ἔργοις τῶν χειρῶν σου· καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου, καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθ' ὧν οὐκ εἰσήκουσαν.9 Ἐπάνεισι πάλιν ὁ λόγος ἐπὶ τὰ σκυθρωπὰ, καὶ καταλήγει μὲν τέως τῶν ἐπὶ Χριστῷ λαμπρῶν καὶ ἀξιαγάστων διηγη- μάτων, συνείρει δὲ ὥσπερ τοῖς ὀπίσω ταυτὶ, καὶ τὰ ἐξ ὀργῆς ἐσόμενα δηλοῖ. ἔφη τοίνυν ὅτι "Καὶ σὺ πύργος "ποιμνίου αὐχμώδης, θύγατερ Σιὼν, ἐπὶ σὲ ἥξει, καὶ εἰσε- 1.690 "λεύσεται ἡ ἀρχὴ ἡ πρώτη βασιλεία Βαβυλῶνος." τότε δὴ οὖν τότε, φησὶν, οἰχήσεται μέν σου τὸ ἱππικὸν, συνδιολεῖται δὲ τούτοις καὶ ὀχημάτων ἀγερωχία, καταδῃωθήσονται δὲ καὶ αἱ πόλεις, καὶ αὐτῶν ἔρημος ἔσῃ τῶν ὀχυρωμάτων, τουτέστι τειχῶν· κατεπίμπρασαν γὰρ αὐτοῖς ἀνδράσι τὰς πόλεις οἱ Βα βυλώνιοι· τὰ δέ γε τῆς σῆς ἀπονοίας ἐπιτηδεύματα, γοητεῖαί τε καὶ ψευδομαντεῖαι, καὶ αὐτὰ τὰ τῆς ἀπάτης ἐργαστήρια, τεμένη δὲ πάντως ὁμοῦ τοῖς εἰδώλοις ἐξολοθρευθήσονται, καὶ ἐκ βάθρων αὐτῶν πεσεῖται τὰ ἄλση. καὶ τί τὸ ἐντεῦθεν; διαβόητος ἡ δίκη, καὶ ὁ τῆς ποινῆς τρόπος οὐκ ἂν διαλά- θοι τοὺς ὁμόρους τῶν ἐθνῶν. γνώσονται δὲ, ὅτι πάντα συνέβη παθεῖν αὐτοὺς ἀνθ' ὧν οὐκ εἰσήκουσαν, τουτέστι, τὰ τῆς ἀπειθείας ἐγκλήματα. ἔφη τι τοιοῦτον τοῖς ἀχάλινον ἔχουσιν εἰς τὸ ἀπειθὲς τὴν ῥοπὴν καὶ ἡ σοφία πάλιν "Ἀνθ' "ὧν ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους "ἐποιεῖτε ἐμὰς βουλὰς, τοῖς δὲ ἐμοῖς λόγοις οὐ προσείχετε· "τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, κατα- "χαροῦμαι δὲ ἥνικα ἂν ἔρχηται ὑμῖν ὄλεθρος, καὶ ὡς ἂν "ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως "καταιγίδι παρῇ·" καρποὶ δὲ ἀποστροφῆς "ὀργὴ καὶ θυμὸς, "θλίψις καὶ στενοχωρία" κατὰ παντὸς ἐπέκεινα τοῦ κατα- κούειν εἰωθότος. δεῖ δὴ οὖν ἄρα καὶ λίαν ἀμελλητὶ Θεῷ καλοῦντι πρὸς τὸ συμφέρον ἕπεσθαί τε γοργῶς, καὶ τὰ αὐτῷ θυμήρη πληροῦν· ὡς τό γε βραδὺ καὶ ῥᾴθυμον εἰς τὸ 1.691 δρᾶν ἑλέσθαι τὸ ἀγαθὸν, πρὸς πολλῆς ἡμῖν ἔσται ζημίας, καὶ πικροῖς ἐνίησι πόνοις. θέα δὲ ὅπως καὶ δίκας αἰτῶν τῶν ἡμαρτημένων ὀνίνησι Θεός. ἀπαλλάττει γὰρ τὸν Ἰσ- ραὴλ βεβήλου τε καὶ βδελυρᾶς εἰδωλολατρείας, καὶ ἀνοσίων ἐγχειρημάτων, φαρμακείας καὶ ψευδομαντείας, βωμῶν, τε- μενῶν, θυσιῶν, καὶ τοῦ προσκυνεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. οὐκοῦν οὐκ ἀνόνητον τὸ παιδεύεσθαι, "πλὴν εἰ ἐν "κρίσει γένοιτο, καὶ μὴ ἐν θυμῷ," κατὰ τὴν τοῦ προφήτου φωνήν. Εἰ δὲ δή τις λέγοι συμβῆναι ταυτὶ τοῖς Ἰουδαίων δήμοις ἐμπεπαρῳνηκόσιν εἰς Χριστὸν, οὐχ ἁμαρτήσει διανοίας τὸ εἰκὸς ἐχούσης ἐφ' ἑαυτῆς. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς ἠρή- μωνται μὲν αἱ παρ' αὐτοῖς πόλεις, ἀπόλωλε δὲ καὶ πᾶν τὸ μάχιμον γένος ταῖς Ῥωμαίων χερσὶ δαπανώμενον. καὶ τάχα που τῆς ἀρχαίας ἐκείνης εἰδωλολατρείας ἐξῄτηνται λόγους, εἰ καὶ ἦσαν παρ' αὐτοῖς οἱ προσκυνεῖν ἔτι τῇ κτίσει βουλό- μενοι καὶ γοητειῶν ἁπτόμενοι. φιλεῖ γάρ πως ἀεὶ τοῖς εἰδωλολατρεῖν ᾑρημένοις ἕπεσθαι ταυτὶ, καὶ οὐδέν ἐστι παρ' αὐτοῖς τῶν ἄγαν ἐκτοπωτάτων, ὃ φαύλην ἔχει τὴν δόξαν. 9Ἀκούσατε δὴ ἃ ὁ Κύριος εἶπεν Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. ἀκούσατε βουνοὶ τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται.9 Ἐντρεπτικὸς μὲν ὁ λόγος, καὶ οἱονεὶ κατακέκραγε τῆς 1.692 Ἰουδαίων ἀναισθησίας, εἰ καὶ αὐτοὺς παρ' οὐδὲν τοὺς θείους ποιοῖντο λόγους, οἵπερ ἂν γένοιντο πράως τε καὶ ὑφειμένως, καὶ ὡς ἐκ πατρὸς πρὸς τέκνα τὸ τῆς ἀγάπης γνήσιον ὑπο- φαίνοντος, καὶ ἀπροφάσιστον αὐτοῖς ἀποτελοῦντος τὸ ἐξή νιον. ἔθος δὲ τῷ φιλαγάθῳ Θεῷ προαγορεύσει μὲν τῶν δεινῶν προεκδειματοῦν ἔσθ' ὅτε τοὺς ἡμαρτηκότας· οὐ μὴν ἐᾶν ἀμαλθάκτους καὶ ἀπηνεῖς ὡς ἀπεγνωκότας, ἀλλ' ὁμοῦ τοῖς συμβήσεσθαι μέλλουσι τὸν τῆς παρακλήσεως εἰσκομί- ζειν λόγον, καὶ τόπον ὥσπερ αὐτοῖς τοῦ διαδράναι τηρεῖν, εἰ παλινδρομεῖν ἕλοιντο πρὸς μετάγνωσιν. τοῦτό τοι καὶ νῦν ἐξ ἐμφύτου πάλιν ἐργάζεται γαληνότητος. ἀκούσατε τοίνυν φησὶν ὅσα ὁ Κύριος εἶπε. τί δέ μοι προστέταχεν; Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. ἔοικε μὲν οὖν τῷ διὰ φωνῆς Ἡσαΐου καὶ τοῦτο "Ἄκουε "οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν." ὄρη γάρ που δὴ τάχα καὶ βουνοὺς τὰς νοητὰς ὀνομάζει δυνάμεις, αἳ τόδε τὸ σύμπαν περιέπουσι κατὰ βούλησιν Θεοῦ, τὰς τῶν δαιμόνων πλεονεξίας ἀποσοβοῦσαι τῶν ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ τῆς τοῦ Θεοῦ γαληνότητος τὴν ὑπερβολὴν αὗται δὴ μάλιστα καὶ πρό γε τῶν ἄλλων ἐπιγινώσκουσιν, ὅσην τε τῶν καθ' ἡμᾶς ποιεῖται φροντίδα μεμαθήκασιν ἐξ ὧν ἐν- εργοῦσιν εἰς ἡμᾶς, τοῖς παρ' αὐτοῦ πειθόμεναι νόμοις, ἐπ' αὐτῶν γενήσεσθαι δεῖν τὴν κρίσιν ἐντέλλεται. εἰκὸς δὲ δή τι καὶ ἕτερον τὸν προφητικὸν ἡμῖν ὑποφαίνειν λόγον. ἐπειδὴ γὰρ ὄρη τε καὶ βουνοὺς καταλαμβάνοντες οἱ ἐξ Ἰσραὴλ 1.693 ἐκεῖ τελετάς τε καὶ θυσίας τοῖς δαιμονίοις προσῆγον "ὑπο- "κάτω δρυὸς καὶ λεύκης," ταύτῃτοι λοιπὸν πρὸς βουνοὺς ἡ κρίσις, ἐν οἷς ἦσαν ἐναργῆ τὰ τῶν κατηγορουμένων ἐγκλή- ματα. εἰκὸς δὲ βουνοὺς καὶ θεμέλια τῆς γῆς ὀνομάζειν αὐτὸν τοὺς ὑπερκειμένους ἐν δόξῃ καὶ ὑπεραίροντας ἐν τιμῇ τὴν τῶν ἀγελαίων πληθὺν, οἳ καὶ μάλιστα γεγόνασι τοῖς ὑπὸ χεῖρα καὶ ὁδὸς καὶ πάγη πρὸς ὄλεθρον. ἔφη γάρ που πρὸς αὐτούς "Ὅτι πρὸς ὑμᾶς ἐστι τὸ κρῖμα, ὅτι παγὶς ἐγενήθητε "τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον." ὦ τοίνυν, φησὶ, τῶν ἄλλων ὑπερανεστηκότες, ὦ θεμέλια τῆς γῆς, τουτέστιν, ἐφ' οἷς τὰ τῶν ἄλλων ἐρήρεισται πράγματα, ἀκούσατε τὴν πρὸς ὑμᾶς κρίσιν τοῦ πάντων Κυρίου. Ἀλλ' ὅ γε φρονῶν ὀρθῶς, ψάλλει καί φησι πρὸς τὸν τῶν ὅλων ∆εσπότην "Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου." περιέσται γὰρ πάντως ὁ πάντα εἰδὼς, καὶ καυχήσεται μὲν οὐδεὶς ἁγνὴν ἔχειν τὴν καρδίαν, οὐδ' ἂν γένοιτο καθαρὸς ἀπὸ ἁμαρτιῶν. πάνδεινον οὖν ἄρα τὸ κρίνεσθαι πρὸς Θεόν. Ἰστέον δὲ ὅτι ἡ μὲν τῶν ἑβδομήκοντα ἔκδοσις ἔχει τὸ φά- ραγγες· ἡ δὲ τῶν Ἑβραίων βουνοὺς ὀνομάζει καὶ θεμέλια τῆς γῆς, ἵνα γνῶμεν διὰ μὲν τῶν βουνῶν τὸ οἷον ἦρθαι ὑψοῦ τοὺς τῶν λαῶν ἡγουμένους, καὶ τὸ τῶν ἄλλων ὑπερέχειν καὶ ἀνανήχεσθαι μέτρον, θεμέλια δὲ τοὺς αὐτούς. οἱ γὰρ χωρῶν ἢ πόλεων ἡγούμενοι, ὥσπερ εἰσὶ περιφανεῖς τὴν δόξαν, ἠρμένοι τε πρὸς τὸ ὑψοῦ, οὕτως εἶεν ἂν καὶ θεμέλια τῆς γῆς, τουτέστιν, ἔρεισμα τρόπον τινὰ καὶ ὑποβάθρα κείμενοι τῶν πραγμάτων. συμβέβηκε γὰρ ἐπ' αὐτοῖς, καὶ οἷον ἐνίδρυταί πως, τὰ τῶν ἑτέρων πράγματα, καθάπερ ἔφην ἀρτίως. 1.694 9Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προ- σώπου σου τὸν Μωυσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ.9 ∆ικάζεται Θεὸς ἀπὸ προσώπου φωνῆς τοῦ Προφήτου, ἀπροφάσιστον ἀποφαίνων τῶν εἰς αὐτὸν δεδυσσεβηκότων τῆς ἀποστασίας τὸν τρόπον, καὶ πέρα λόγου τοῦ πρέποντος, μᾶλλον δὲ καὶ ἀποπληξίας ἁπάσης, τὰ τολμήματα, καὶ τὸ τῆς ἀναισθησίας μέγεθος ἀσύνηθές τε καὶ ξένον καὶ αὐτοῖς που τάχα τοῖς λίαν ἀγνώμοσι. ποία γὰρ εἰπέ μοι, φησὶ, τῶν εἰς ἐμὲ δεδυσσεβημένων ἡ πρόφασις; τί δὲ ὅλως τὸ δύσοιστον ἢ καὶ ὅλως φορτικὸν τῶν ἐμῶν θεσπισμάτων; ἢ τί τὸ λυποῦν; εἰς μέσον ἧκε, δεικνύς· ἡμάρτηκα κατὰ τὸ εἰκὸς λογισμοῦ τοῦ πρέποντος, πικρᾶς ὅτι σε δουλείας ἀπήλλαττον, πηλοῦ καὶ πλινθείας καὶ τῶν ἐντεῦθεν ἱδρώ- των ἐξεκόμιζον εὐσθενῶς· προσκέκρουκα τοῖς ἠλεημένοις ὅτε καὶ ἀδικοῦσι τοῖς Αἰγυπτίοις καὶ αὐτὴν ἐμαυτῷ διεξ- ώπλιζον τὴν κτίσιν, διέσωζον τοὺς ἐμούς. ἐγκαλέσεις που τάχα καὶ αὐτὸν ἐμοὶ τὸν παιδαγωγὸν, φημὶ δὴ Μωυσέα, τὸν εἰς εὐκλεᾶ σύνεσιν ἀποφέροντα, καὶ παραδεικνύντα σα- φῶς τὸ ἁνδάνον Θεῷ, ἵνα ἔχοις ἀκράδαντον τὸ διαβιῶναι 1.695 λαμπρῶς, καὶ εἰς ἄκρον ἥκειν εὐημερίας καὶ δόξης· οὐ μετρίαν δὲ τάχα καὶ αὐτὴν ποιήσει τὴν καταβοὴν τῆς ἱερουργίας· ἐγὼ μὲν γὰρ κέχρικα τὸν Ἀαρὼν, καὶ μεσιτεύειν προστέταχα Θεῷ καὶ ὑμῖν, καὶ ταῖς ἐν τύπῳ θυσίαις ἐκμειλίσ- σεσθαι Θεόν. ἀσχάλλετε δὲ καὶ πρὸς τοῦτο αὐτοί; τί δ' ἂν εἴποιμι τὴν Μαριὰμ, τὴν τοῖς Αἰγυπτίοις ἀπολωλόσιν ἐπι- τωθάζουσαν, καὶ ταῖς χορευούσαις ἐξάρχουσαν; εἶδε γὰρ ἥδε κατακτυποῦσα τὸ τύμπανον, ἵππον τε καὶ ἀναβάτην καταπεπνιγμένους ἐν ὕδασιν· ἀλλά σοι τάχα, καὶ τὸ νικᾶν ἀπευκτὸν, καὶ ἐν λόγῳ οὐδενὶ τὰ Θεοῦ, σοὶ μὲν διὰ μέσων ἐξιέναι κυμάτων ἐξεῖναι διδόντος, ἀνήμερον δὲ τοῖς ἐχθροῖς ἀποτελοῦντος τὴν θάλασσαν. ἐν ἤθει δὴ οὖν ποιεῖται τὰς μέμψεις, ὧν ἐσχήκασιν ἀγαθῶν διανιστὰς εἰς ἀνάμνησιν, καὶ οἱονείπως κατονειδίζων ἀστείως ὡς λήθην εἰσδεδεγμέ- νους, ὧν ἦν ἄμεινον μεμνῆσθαι διαπαντὸς, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις ἀντευφραίνειν τὸν Εὐεργέτην. Ἐξήγαγε δὲ καὶ ἡμᾶς αὐτοὺς ὁ Σωτὴρ ἐξ Αἰγύπτου νοητῆς, τουτέστιν ἐκ σκότους καὶ δαιμονίων πλεονεξίας, καὶ πηλοῦ καὶ πλινθείας ἐξείλετο, σαρκικῶν δηλονότι παθῶν καὶ ἀκαθάρτου φιληδονίας· διεβίβασε δὲ καὶ θάλασσαν τοὺς ἐν τῷδε τῷ κόσμῳ περισπασμοὺς, μόνον δὲ οὐχὶ καὶ πικρῶν ἀπήλλαξε κυμάτων τῶν ἐπ' αὐτοῖς κινδύνων, καὶ νόμους τοὺς θείους εἰς νοῦν ἐνεχάραξεν· ἀνέδειξε δὲ καὶ ἱερουργὸν τὸν 1.696 τῆς σωτηρίας ἡμῶν "ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν." ἐξαπέστειλε δὲ ὥσπερ καὶ Μαριὰμ, δῆλον δὲ ὅτι τὴν Ἐκκλη- σίαν, ἣ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς καταλαλάξει λαμπρῶς ἀνατιθεῖσα τὴν δόξαν τῷ σεσωκότι Θεῷ. ἀεὶ γὰρ ὕμνοι καὶ χαριστήρια, καὶ τῆς τοῦ Θεοῦ δόξης ἔπαινοι καὶ ἀναῤ- ῥήσεις ἐν ἐκκλησίαις. παραφυλακτέον δὴ οὖν καὶ ἡμῖν αὐτοῖς, μὴ ἄρα πως ἡμᾶς τοῖς Ἰουδαϊκοῖς ἐγκλήμασιν ὑπο- βάλῃ τὸ ῥᾴθυμον, καὶ μὴ φορτικὸν ἡγώμεθα τὸ ἁνδάνον Θεῷ. ὡς γὰρ ὁ μακάριός φησιν Ἰωάννης "Αἱ ἐντολαὶ "αὐτοῦ βαρεῖαι οὐκ εἰσί·" καὶ αὐτὸς δὲ ὁ Χριστός "Ὅτι ὁ "ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι." προσάγωμεν τοίνυν τὸ ἀδδάνον Θεῷ, ὅτι τῶν παρ' αὐτοῦ φορτικὸν οὐδέν· χρηστὰ δὲ πάντα καὶ τοῖς ἄριστα διαβιοῦν ᾑρημένοις εὐδιακόσμητα παντελῶς. 9Λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωὰβ, καὶ τί αὐτῷ ἀπεκρίθη Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν Σχοίνων ἕως τοῦ Γαλγὰλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ Κυρίου.9 Εὐθύνει δὴ πάλιν, ὡς ἀνοσίως ἐξυβρικότας εἰς τὰ αὐτοῦ κράτη, καίτοι λέγειν ἔχοντας οὐδὲν, ἐφ' οἷς ἦν εἰκὸς ἐν δίκῃ λελυπημένους ἀποκλῖναι πρὸς ἀπόστασιν. ἠξίωσα γὰρ 1.697 τοσαύτης φησὶ τῆς παρ' ἐμοῦ φειδοῦς καὶ ἀγάπης, ὡς μηδ' ὅσον ἧκεν εἰς νοῦν ἀνασχέσθαι δυσφημουμένων. ὁ μὲν γὰρ ἐπάρατος Βαλὰκ, ὁ Μωαβιτῶν τύραννος κατεμισθοῦτο τὸν Βαλαὰμ γόητα καὶ οἰωνοσκόπον, εἶτα καταράσασθαι παρε- κάλει τὸν Ἰσραήλ· ὁ δέ γε τῶν ὅλων Θεὸς παράδοξόν τι καὶ ὑπερφυὲς κατειργάζετο, τὴν τοῦ ψευδομάντεως γλῶτταν μετατρέπων εἰς εὐλογίαν. ἐπίκλημα δὲ ποιουμένου τὸ χρῆμα τοῦ Βαλὰκ, καταιτιωμένου τε τὸν οἰωνοσκόπον, ἀπεκόμιζε μὲν εὐθὺς ἐφ' ἑτέρους αὐτὸν βουνούς. εἶτα βωμοὺς ἐγείρειν προστάττων, καὶ ταύρους ἱερουργεῖν, ᾤετο τάχα που μὴ ἐν παντὶ τόπῳ δύνασθαι τὸν Θεὸν, ἀλλ' ηὐλόγει πανταχῆ, καίτοι περιθέων ἐκ τῶν καλουμένων Σχοίνων· χῶρος δὲ τῆς Μωάβ· ἕως ὄρους Γαλγάλ. μνήσθητι δὴ οὖν τί μὲν ἐβου- λεύσατο Βαλὰκ, τί δὲ Βαλαὰμ ἀπεκρίνατο. ἐγὼ μὲν γὰρ καὶ αὐτὰς ἀνέκοπτον τὰς καθ' ὑμῶν δυσφημίας, οὐδὲ ὅσον ἧκεν εἰς λόγους καταλυπεῖν ἐπιτρέπων τὸν οἰωνοσκόπον. ὑμεῖς δὲ καὶ τούτων ἀμνημονήσαντες, τὴν ἐμοὶ πρέπουσαν δόξαν ὕλαις ἀψύχοις ἀνατεθείκατε, δαμάλεσι ταῖς χρυσαῖς ἐπιφωνοῦντές τε καὶ λέγοντες "Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, "οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου." Οὐκοῦν διανέμοντος τοῦ Θεοῦ τὰ ἐξ ἀγάπης ἡμῖν ἀγαθὰ, καὶ πλείστῃ μὲν ὅσῃ φιλοτιμίᾳ καταπιαίνοντος, καταδονοῦντος δὲ τοὺς ἐχθροὺς, παραλύοντός τε τὰ καθ' ἡμῶν ἐγχειρήματα, τί ἂν δρῴημεν αὐτοὶ τὸ χρῆναι φρονεῖν ὀρθῶς ᾑρημένοι, ἢ ἐκεῖνό που πάντως τὸ δι' οὗ ἂν γένοιτο καὶ ἡμᾶς αὐτοὺς ὁρᾶσθαι 1.698 θεοφιλεῖς. τοῦτο δέ ἐστι, τὸ τοῖς αὐτοῦ θελήμασιν ἕπεσθαι, καὶ τὸ αὐτῷ θυμῆρες ἀποπεραίνειν εὖ μάλα, μονονουχὶ δὲ τῷ τῆς διανοίας παραστήματι γεγονότας ἐγγὺς, ἐκεῖνο λέγειν τὸ ἐν ψαλμοῖς "Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου."
ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ.ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
9Ἐν τίνι καταλάβω τὸν Κύριον; ἀντιλήψομαι Θεοῦ ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῷ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τοῦ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου;9 Ἀπροφάσιστον τοῖς ἐξ Ἰσραὴλ ἀποφήναντος τοῦ Θεοῦ τὴν ἀπόστασιν, καὶ τρόπον τινὰ δικασαμένου καὶ σαφῶς ἀπελέγξαντος, ὡς εἴη μὲν αὐτὸς κατὰ μυρίους ὅσους εὐεργε- τήσας τρόπους, οἱ δὲ πρὸς ἀμέτρητον ἐληλακότες ἀναι- σθησίαν λελυπήκασιν οὐ μετρίως τὸν σεσωκότα, τὸ τοῦ μετανοοῦντος εὐθὺς εἰσφέρεται πρόσωπον, οἱονείπως κλαί 1.700 οντος ἐπί τε τοῖς ἤδη προεπταισμένοις, καὶ ζητοῦντος ἀναμαθεῖν, τίνα δὴ τρόπον διακρούσαιτο τὰ ἐγκλήματα, καὶ τῶν Θεῷ φιλτάτων ἀντέχοιτο σπουδασμάτων. φησὶ τοίνυν Ἐν τίνι καταλάβω τὸν Κύριον; τί γὰρ προσοίσω, φησὶ, τί δὲ δράσαιμι λοιπὸν, ὁ οὕτω προσκεκρουκώς; ἄρα δὴ μόσχους ἱερουργῶν νέους τε καὶ ἁπαλοὺς ἔσομαι καθαρός; ἐπαινέσει δέ με Θεὸς εἰ ἑλοίμην ὁλοκαυτοῦν; εὕροιμι δ' αὐτόν· του- τέστιν, ἐγγὺς ἔσομαι, καὶ εἰς οἰκειότητα παραδεχθήσομαι τὴν πνευματικήν· εἰ καὶ πολὺ πλῆθος ἀναθείην θρεμμάτων; ἀλλ' ἐκεῖνα παρεὶς, τῶν τῆς ἐμῆς κοιλίας ἅψομαι καρπῶν· εὐαρεστήσω δὲ ἆρα, καταθύσας αὐτῷ τῶν ἐμῶν τέκνων τὸ ἐξαίρετον, τουτέστι, τὸ πρωτότοκον; Ταῦτά τινος οἱονείπως διασκεπτομένου καὶ λέγοντος, ἀποκρίνεται πάλιν ὁ Προφήτης, καί φησιν ἐν πνεύματι Οὐκ ἀσυμφανὲς τὸ χρῆμα, καὶ οὐ σὺν ἱδρῶτι ληπτόν. οἶσθά που πάντως τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ· ἀκήκοας τὸ δοκοῦν καὶ φίλον αὐτῷ. τοιγαροῦν ἐνδοιάζεις, ἄνθρωπε; ζητεῖ γὰρ παρὰ σοῦ τί ἕτερον ὁ τῶν ὅλων Θεὸς, ἢ ὅτι δὴ μόνον τὸ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; τὸ μὲν οὖν ποιεῖν κρῖμα, τὸ κατεργάζεσθαι καὶ πληροῦν ἐστι τὴν δικαιοσύνην· κρῖμα γὰρ ἡ δικαιοσύνη· τὸ δὲ ἀγαπᾶν ἔλεος, τῆς φιλαλ- ληλίας ἔχει τὰ αὐχήματα, καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης καταπλουτεῖ τὴν δόξαν. τὸ δὲ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου, τὸ εἰς πᾶν ὁτιοῦν εὐπειθὲς καὶ 1.701 εὐήνιον ὑποφαίνει. δεῖν δὲ καὶ ἡμᾶς ὁ μακάριος ἔφη Παῦλος ἐνδύσασθαι μὲν "τὸν θώρακα τῆς δικαιοσύνης, ὑποδή- "σασθαι δὲ καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου "τῆς εἰρήνης," τουτέστι Χριστοῦ· προσεπιτάττει δὲ, λέγων "̓Ενδύσασθε σπλάγχνα οἰκτιρμῶν," καὶ μὴν καὶ αὐτὸς ὁ Σωτήρ "Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν "οἰκτίρμων ἐστί." ταῦτα φίλη τε καὶ ἀξιόληπτος θυσία Θεῷ, ὀσμὴ νοητῶν ὁλοκαυτωμάτων ὑπὲρ αἷμα καὶ καπνοὺς καὶ λιβανωτόν. τὰ μὲν γὰρ ἦσαν ἐν τύποις· τὰ δὲ αὐτὴν εὐωδιάζει Θεῷ τὴν ἀλήθειαν, ὃς καὶ δι' ἑτέρου προφήτου φησίν "Ἔλεον θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ "ἢ ὁλοκαυτώματα." ἐπιτήρει δὲ ὅπως τὸ μὲν τοῦ μετα- γινώσκοντος πρόσωπον τὰς κατὰ νόμον θυσίας πληροῦν ἐσκέπτετο· Θεὸς δὲ προαναφαίνων ὡς ἀδρανὴς μέν ἐστι, καὶ ἀνικάνως ὁ νόμος ἔχει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, παραπολὺ δὲ ἀμείνων καὶ ἀσυγκρίτως ὑπερκειμένη τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις, ἀπαράδεκτα μὲν ὥσπερ ποιεῖ- ται τὰ κατὰ τὸν νόμον, ἔφη δὲ ὅτι θελητὸν τῷ Θεῷ, τὸ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετ' αὐτοῦ. ταῦτα δέ ἐστι τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα. 9Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ.9 Καὶ δι' ἑτέρου τρόπου καθίστησιν ἐναργὲς, ὅτι τῆς δι' αἱμάτων προσαγωγῆς οὐδεὶς ὁ καρπὸς, ὀνήσειε δ' ἂν οὐ μετρίως τινὰ τῆς πνευματικῆς λατρείας ἡ δύναμις. τέθεικε 1.702 δὲ τὴν φωνὴν ἐν τούτοις ἀντὶ τοῦ ὀνόματος, ἤτοι τῆς ἐπικλή- σεως. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Εἰ ἐπιφημίζοιτο τῇ πόλει τὸ ὄνομα τοῦ Θεοῦ, πάντη τε καὶ πάντως σωθήσεται. μὴ γὰρ οἰηθῇς ἄνθρωπε, φησὶ, ταῖς δι' αἱμάτων ἐφήδεσθαί με θυσίαις, μηδὲ ἀσεβῆ καὶ ἄνομον ἡγεῖσθαι πόλιν εἰ μὴ προσάγοι μόσχους εἰς ὁλοκαύτωσιν· ἀλλ' οὐδ' ἂν ὅλως σώσαιμι κινδυνεύουσαν, βουθυτεῖν ᾑρημένην, κἂν μηλο σφαγίαις μὲν καθαιμάττοι τὸ θυσιαστήριον, ἕλοιτο δὲ καὶ κριῶν προσάγειν ἀγέλας, ἀρκέσει δὲ μᾶλλον εἰς σωτηρίαν αὐτῇ τὸ ἐπικληθῆναι τὸ ὄνομα τοῦ Θεοῦ. ἐμὴ γὰρ πάντως ἡ τὰ ἐμὰ τιμῶσα κράτη, καὶ τὰ ἐμοὶ θυμήρη δρῶσά τε ἀμελλητὶ καὶ φρονεῖν ἑλομένη. τότε σώσω τοὺς φοβουμένους ἐμέ. οὐκοῦν ὅτε καὶ Θεοῦ λεγόμεθα, τότε καὶ δεδίαμεν αὐ- τὸν, καὶ παρ' αὐτοῦ σωζόμεθα, καὶ τῆς πνευματικῆς λατρείας ἡ δύναμις τοιάδε νοοῖτ' ἂν εἰκότως. ἔφη τι τοιοῦτον ὁ τῶν ὅλων Θεὸς καὶ διὰ φωνῆς τοῦ ∆αυείδ "Ἄκουσον λαός μου, "καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς "ὁ Θεός σου εἰμὶ ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω "σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παν- "τός." εἶτα τούτοις ἐπενεγκὼν, ὡς οὐ φάγεται κρέα ταύρων, ἀλλ' οὐδ' ἂν ἐκπίοι τὸ τράγων αἷμα, πάλιν φησί "Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ "τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, "καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με." 9Ἄκουε φυλὴ, καὶ τί κοσμήσει πόλιν; μὴ πῦρ καὶ οἶκος ἀνό- 1.703 μων θησαυρίζων θησαυροὺς ἀνομίας καὶ μετὰ ὕβρεως ἀδικίας;9 Κατὰ φυλὰς γὰρ καὶ γένος κατῳκήκασι τὴν Ἰουδαίων, καὶ μέντοι καὶ τὴν Σαμάρειαν, οἱ ἐξ αἵματος Ἰσραὴλ, κατα- κληροδοτοῦντος αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ ἐπίκλην Ναυῆ. διαλέγεται τοίνυν ὁ Θεὸς οὐ πρὸς μίαν φυλὴν, ἀλλ' οἷον πρὸς πάσας, ἤτοι πρὸς ἑκάστην, πρέποντος τοῦ λόγου καὶ ἰδικῶς ἑκάστῃ, καὶ πάσαις. ἄκουε δὴ οὖν, ὦ πᾶσα φυλὴ, σώζεται μὲν πόλις ᾗπερ ἂν ἐπιφημίζοιτο τὸ ὄνομα τοῦ Θεοῦ. περιόψεται γὰρ οὐδαμῶς τοὺς φοβου- μένους αὐτὸν, ἀλλ' ἔσται τεῖχος ἀπόρθητον, κόσμημά τε καὶ δόξα τοῖς ἐθέλουσι κατορθοῦν τὸ θεοφιλές. εἰ δὲ δὴ βού- λεσθε, φησὶ, καὶ τὸ ἐναντίον ἰδεῖν, τί κοσμήσει πόλιν; οἶκος ἀνόμων, ἢ μετὰ ὕβρεως ἀδικία; ἆρα, φησὶ, διὰ πολλὴν ἁμαρτίαν εἰ δαπανῷτο πόλις ὑπὸ πυρὸς ταῖς τῶν πολεμίων ἁλοῦσα χερσὶν, εὐσχήμων ἔσται καὶ καλὴ, λαμπρὰν δὲ αὐ- τὴν καὶ εὐκλεεστάτην ἀποφήνειεν ἂν οἶκος ἀνόμων, ὁ θησαυ- ρίζων θησαυροὺς ἀδικίας, ὠφελήσει δὲ αὐτὴν μετὰ ὕβρεως ἀδικία; ἀλλ' ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν ὀρθὰ φρονεῖν εἰω- θότων, ὅτι δυσκλεᾶ καθίστησι τὰ τοιάδε. οὐ γὰρ ἂν ἥλω πόλις, καὶ δεδαπάνητο πυρὶ μὴ οὐχὶ πάντως προσκρούσασα διὰ πολλὴν ἁμαρτίαν. τί τοίνυν μεθέντες, φησὶ, τὰ δι' ὧν ἂν σώζοιτό τε καὶ κατακαλλύνοιτο πόλις, ζηλωτὰ πεποίησθε μᾶλλον τὰ κατασίνεσθαι πεφυκότα, τετιμήκατε δὲ τὰ δι' ὧν 1.704 ἂν ὁρῷτο αἰσχρά τε καὶ ἀκαλλὴς, πονηροὺς ἔχουσα τοὺς οἰκήτορας, ἐρασιχρημάτους καὶ ἀδίκους καὶ θησαυρίζοντας ἀνομίαν; 9Καὶ εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου, ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνέπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν;9 Ἆρα γὰρ οἴεσθε, φησὶν, ἐν ζυγῷ δικαιωθήσεσθαι τὸν ἄνομον; τουτέστιν, εἰ δοκιμάζοιμί τε καὶ οἱονεὶ ταλαντεύοιμι τὸν ἑκάστου βίον, δικαιοσύνης τοῖς ἀδίκοις ψῆφον ἐπενεγκεῖν ἀνέχεσθαί ποτε τὸν φιλάρετον ἐμὲ πεπιστεύκατε; τοὺς δὲ ἐν μαρσίππῳ στάθμια δόλου, τουτέστι, τοὺς ἐκ πλεονεξίας καὶ ἀνισότητος καὶ φιλοκερδείας ἐκτόπου καταπλουτεῖν ἐθέ- λοντας διαφυγεῖν δύνασθαι νενομίκατε τὴν ὀργήν; ἀπὸ γὰρ τοιούτων λημμάτων τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνέπλησαν. γεγόνασι δὲ καὶ ψεῦσται καὶ ἀλαζόνες. παρέπεται γὰρ ἀεὶ τὸ μὲν ψεύδεσθαι φιλεῖν τοῖς τῆς ἀνισότητος ἐρασταῖς, καὶ λημμάτων αἰσχρῶν ἡττωμένοις καὶ φιλοκερδείας· μεγαλη- γορία δὲ καὶ ὑπεροψία τοῖς ἤδη πεπλουτηκόσιν. Ἔχουσιν ἐν μαρσίπποις στάθμια δόλου καὶ οἱ τῶν ἀνοσίων δὲ δογμάτων εὑρεταὶ, οἱ "πάντα τὰ ὀρθὰ διαστρέφοντες," καὶ τὸν τῶν ἁπλουστέρων ὑποτρέχοντες νοῦν ἀπάταις καὶ δόλοις, καὶ πλουτοῦντες μὲν διὰ τοῦ θηρᾶσθαι πολλούς· πλὴν ἀσεβείας ἐπίμεστον τὸν τοιοῦτον ἑαυτοῖς συναγείροντες 1.705 πλοῦτον, λαλοῦσιν ὁμολογουμένως ἀτρεκὲς μὲν οὐδὲν, παρά- σημα δὲ καὶ ψευδῆ, καὶ ταῖς ἐξ ἀπάτης κομψείαις οἱονεὶ κατακεχρωσμένα. ὑψοῦσι δὲ καὶ τὴν ἑαυτῶν γλῶτταν οἱ τοιοίδε πάλιν, "ἀδικίαν λαλοῦντες κατὰ Θεοῦ," κατὰ τὸ γε- γραμμένον, καὶ "Ἀποφθεγγόμενοι τὰ τῆς ματαιότητος ὑπέρ- "ογκα ῥήματα," οἷς ἀκόλουθον εἰπεῖν "Ἄκουε φυλὴ, καὶ "τί κοσμήσει πόλιν; μὴ πῦρ ἢ οἶκος ἀνόμων θησαυρίζων "θησαυροὺς ἀνομίας, καὶ μεθ' ὕβρεως ἀδικία;" οὐ γὰρ εἰς κόσμον αὐτοῖς, ἀλλ' εἰς δίκην ἔσται τὸ τῆς κολάσεως πῦρ. ἐπειδὴ δὲ οἶκοι γεγόνασι θησαυρίζοντες ἀνομίαν, εἰς ἀρὰν ἔσονται καὶ δίκην καὶ ἐν παντὶ πεσοῦνται κακῷ. 9Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐν ταῖς ἁμαρ- τίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται· σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου. καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδώσω σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμὸν, καὶ ὀνείδη λαῶν λήψεσθε.9 Ἐπειδὴ γὰρ οἶκοι γεγόνασιν ἀσεβῶν θησαυρίζοντες ἀνο- μίαν, καὶ συναγείροντες πλοῦτον ἐξ ἀδικιῶν, λοιπὸν ἀπειλεῖ τὴν δίκην, καὶ τῶν ἔσεσθαι προσδοκωμένων τὴν ἔφοδον ἐν 1.706 ἀρχαῖς ἤδη πως τεθεῖσθαί φησιν, ὡς ἀναλόγως τοῖς πταίσ- μασι κατ' αὐτῶν ἔσεσθαι τὸν ἀφανισμόν. καταπτοεῖ δὲ χρησίμως, καὶ τοῖς τῶν ἐσομένων δείμασι καθαπερεί τινι μονονουχὶ χαλινῷ περιτρέπει πρὸς τὸ δρᾶν ἑλέσθαι τὰ βελτίω, καὶ τοῖς δευτέροις ἐκμειλίσσεσθαι Θεόν. ἀπαριθ- μεῖται δὲ ὥσπερ, καὶ ἐν ὄψει τίθεται τὰς πληγάς. λιμῷ τε γὰρ αὐτοὺς κολασθήσεσθαί φησι, καὶ ταῖς τῶν ἐπιτηδείων ἐνδείαις, καὶ αὐτοὺς ἐν ἑαυτοῖς ἐξολοθρευθήσεσθαι, καὶ κατα- ληφθήσεσθαι μὲν, οὐ μὴν ἔτι καὶ διαδράναι παντελῶς. ἀλλ' εἰ καί τινες ὅλως τὰ παραυτίκα βλάβη φυγεῖν ἰσχύσειαν, τούτους ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, ἔργον τε γενήσεσθαι τῆς ἑτέρων ῥομφαίας. ἐκεῖνο δὲ ἔοικεν ἡμῖν διὰ τούτου δη- λοῦν. πλεῖστοι μὲν γὰρ ὅσοι κεκίνηνται πόλεμοι κατὰ τῶν ἐξ Ἰσραὴλ, ἤγουν κατὰ παντὸς τοῦ Ἰούδα, πλὴν οὐκ ἀεὶ παρ' ἐχθρῶν· ὡπλίζοντο δὲ καὶ αὐτοὶ κατὰ σφῶν αὐτῶν, ὡς ποτὲ μὲν τὸν Ἐφραῒμ ἤτοι τὰς δέκα φυλὰς, κατεξανί- στασθαι τοῦ Ἰούδα, ποτὲ δὲ καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις αὐτοῖς καταστρατεύεσθαι τοῦ Ἐφραΐμ· οὐκ εὐαρίθμητοι δὲ διολώλασι πόλεις, ὡς αὐτοὺς ἐν ἑαυτοῖς ἐξωσθῆναι πολ- λάκις· καὶ κατὰ τοῦτον τὸν τρόπον διωκομένους ἐκ πόλεων, καταλαβεῖν μὲν ἑτέρας, πλὴν ἁλῶναι καὶ κατὰ καιροὺς, ἢ Σύρων ἐμβεβληκότων καὶ τῶν τῆς ∆αμασκοῦ βασιλέων, ἢ καὶ αὐτῶν που τάχα Περσῶν τε καὶ Μήδων. τοῦτο οἶμαί ἐστι τό Ἐξώσω σε ἐν σοὶ καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται. 1.707 Ὅτι δὲ καὶ τῆς ἐξ ἀγρῶν εὐκαρπίας ἐστερημένοι, καὶ ταῖς τῶν ἀναγκαίων ἐνδείαις ἐκτετηγμένοι διαβιώσονται μὲν ἀθ- λίως, ἀποτίσουσι δὲ δίκας τῶν ἀνοσίως αὐτοῖς εἰργασμένων, καθίστησιν ἐναργὲς, διά γε τῶν ἐφεξῆς. σπερεῖς γάρ φησι καὶ οὐκ ἀμήσεις, καταφθείροντος οἶμαι Θεοῦ τοὺς καρποὺς, καὶ πιέσεις μὲν ἐλαίαν αὐτός· ἐλαιοφόρος γὰρ ἡ Σαμαρειτῶν χώρα· ἔσῃ δὲ οὕτως ἐλαίου, φησὶν, ἐνδεὴς, ὡς μηδ' ἂν εἰ ἕλοιο, πρὸς ἀλοιφὴν εὑρεῖν εὐπορῆσαί που τάχα. πολυαμ- πέλου δὲ λίαν οὔσης ὑμῖν τῆς χώρας καὶ εὐοινούσης ἄγαν, ὡς καὶ πόλεσιν αὐτὸν διανέμειν ἑτέραις, οὐκ ἂν εὕροις πιεῖν αὐτός. ἀργήσει δὲ καὶ τὰ νόμιμά φησιν, ἂ σὺ τέθεικας τοῖς εἰδώλοις προσκομίζων αὐτοῖς τῆς εὐκαρπίας τὰς ἀφορμάς. ποῖος γὰρ ἔτι λοιπὸν ἀπαρχῆς ἀνάθεσις, εἰ ἅπας ὑμῖν διόλωλεν ὁ καρπὸς καὶ κατεφθάρη τὰ ἐν ἀγροῖς; ἢ ποῖα προσοίσεις χαριστήρια, καὶ ἐπὶ τίσιν εἰκότως, ὁ πίπτων ἀθλίως καὶ δαπανώμενος; Εἶτα διδάσκων ὅτι οὐχ ἕτερος αὐτῷ παραίτιος ἂν νοοῖτο τῆς συμφορᾶς γεγονὼς, ἀλλ' αὐτὸς ἑαυτὸν ἀδικήσας ἁλώ- σεται τῶν ὅτι μάλιστα δεδυσσεβηκότων ζηλώσας τοὺς τρό- πους, ἐπιφέρει καί φησι Καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδώσω σε εἰς ἀφανισμόν. Ζαμβρὴ γέγονε βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ, αὐτὸς δέ ἐστιν ὁ Ἀχαὰβ πατὴρ, ἀλλ' ὡς τὸ γράμμα φησὶ τὸ ἱερὸν, πε- πόρευται μὲν "ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ," ὃς ἐξήμαρτε τὸν Ἰσραήλ· "ἐπονηρεύσατο δὲ ὑπὲρ πάντας τοὺς πρὸ 1.708 "αὐτοῦ γεγονότας." τοιγάρτοι καὶ δεδαπάνηται πυρὶ, κατ- εμπρήσας αὐτὸς ἐφ' ἑαυτῷ τὸν ἴδιον οἶκον· γέγραπται γὰρ ὡδί. οἶκον δὲ, ὡς ἔοικεν, Ἀχαὰβ τὴν Ἰεζάβελ ἀποκαλεῖ· φόνοι δὲ ἦσαν ἐν ἐκείνῃ καὶ ἁρπαγαὶ καὶ διώξεις ἁγίων τὰ ἐπιτηδεύματα. ταῦτα δὴ οὖν τετήρηκάς φησιν, ἵνα σε καὶ ἀφανίσω δικαίως, καὶ γέλωτα ποιήσωμαι καὶ ὄνειδος τῶν ἄλλων. Ἁρμόσομεν δὲ τὸν τοιόνδε λόγον καὶ τοῖς τῆς ἀληθείας ἐχθροῖς, οἳ ταῖς ἑαυτῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ ἀθλίων νοημάτων συναγείροντες συρφετοὺς, πλουτοῦσιν ὥσπερ ἐξ ἀδικίας, συλλέγοντες ἑαυτοῖς τὰ οὐκ ὄντα αὐτῶν, καὶ τὰς τῶν ἁπλουστέρων ἀγέλας πολεμίων δίκην καταδῃ- οῦν εἰωθότες, καὶ εἰς ἔκτοπον αὐτὰς ἀποφέροντες πλάνησιν. ἀκουέτωσαν τοίνυν Θεοῦ λέγοντος Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς. περιτυγχάνοντες γὰρ ταῖς θείαις γραφαῖς, εἶτα τῶν τῆς ἀληθείας δογμάτων οὐκ ἐμφο- ρούμενοι, καίτοι δοκοῦντες ἐσθίειν, φθείρονται λιμῷ, οἰόμενοι δὲ καὶ καταλαμβάνειν τὴν τῆς σωτηρίας, οὐκ ἂν εὕροιεν, ὁδὸν, σπείροντες δὲ, ὥς γε νομίζουσιν, οὐδένα τῶν πόνων εὑρήσουσι τὸν μισθὸν, καὶ τὴν νοητὴν ἐλαίαν ἐκθλίβοντες, τουτέστι, τὸ γράμμα τὸ ἱερὸν, τῇ τοῦ Πνεύματος χάριτι κατ' οὐδένα τρόπον καταπιαίνονται, οἶνον δὲ τρυγᾶν οἰόμενοι, μακρὰν εὐφροσύνης ἔσονται τῆς πνευματικῆς· τετηρήκασι γὰρ τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, τουτέστιν, ἐπονηρεύσαντο, πεπλεονεκτήκασι, καὶ διωγμοὺς εἰργάσαντο κατὰ τῶν ἁγίων. ἔσονται δὴ οὖν εἰς 1.709 ἀφανισμὸν, καὶ εἰς ἐπονείδιστόν τε καὶ ἐπάρατον ἀληθῶς καταστρέψουσι τέλος. 9Οἴμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.9 Ἐξ ἀγάπης ὁ Προφήτης κατοιμώζει τοῦ Ἰσραὴλ, ὡς ὅσον οὐδέπω κατοιχησομένου εἰς ὄλεθρον, καὶ εἰς τοῦτο λοιπὸν ἥξοντος ἀριθμοῦ, ὡς ὀλίγους κομιδῇ καὶ μόλις περιλιμπάνεσθαι, ἐοικέναι δὲ τοῖς ἀποπίπτουσι τῶν σταχύων, οὓς αἱ τῶν ἀμώντων παρατρέχουσι χεῖρες, ὀλίγοι δὲ οὗτοι καὶ τοῖς τὴν καλάμην συλλέγουσι σπανιάκις ἁλώσιμοι. ἐοικέναι δὲ οὐδὲν ἧττον καὶ ταῖς καλουμέναις ἐπιφυλλίσιν, ἃς αἱ τῶν τρυγώντων παρῆλθον δρεπάναι. οἶμαι δὲ ὅτι καὶ τὸ τῶν ἁγίων δυσεύρετον διὰ τούτων ὑποδηλοῖ, ὡς ἐν ὀλίγοις ὄντων λειψάνοις κατ' ἐκεῖνο καιροῦ, εὑρισκομένων δὲ οὕτως, ὡς ἂν εἰ καὶ ἄσταχυς εἷς ἐν ληΐοις τεθερισμένοις, ἢ καὶ ἐν τοῖς πρωτογόνοις τῶν βοτρύων αἱ τῶν δευτέρων ἐπεκβολαί. ἀέρος μὲν γὰρ καταθάλποντος, ἐκβράττεται τῶν κλημάτων ὁ βότρυς ὁ ἐν ἀρχαῖς τε καὶ πρῶτος. προϊόντος γεμὴν τοῦ καιροῦ, νόθη τις ἔσθ' ὅτε καὶ δευτέρα μετ' ἐκείνους ἀκολουθεῖ βοτρύων διεκβολή. ταῦτα δή ἐστι τοῖς τρυγῶσι δυσεύρετα, διάτοι τὸ ὡς ἐν πολλῇ τῇ φυλλάδι διαλανθάνειν εὐκόλως, καὶ ἐν ὀλίγαις εἶναι ῥαξί. ταῦτα συλ- λέγουσιν οὐκ ἀνιδρωτὶ, περιεργότερον ταῖς ἀμπέλοις ἐνιέντες 1.710 τὸν ὀφθαλμὸν οἱ τοῖς τρυγῶσιν ἑπόμενοι. ἔοικε δὴ οὖν τῶν ἐπιεικῶν τὴν σπάνιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατολο- φύρεσθαι λόγος. ὅτι δὲ πρὸς ζημίας γέγονε τοῖς ἐξ Ἰσ- ραὴλ τὸ χρῆμα, τὸ ἐν ἐνδείᾳ γενέσθαι, φημὶ, τῶν ἁγίων, πῶς ἐστιν ἀμφιβαλεῖν; κήδεται γὰρ ἔσθ' ὅτε καὶ χωρῶν καὶ πόλεων, καὶ πολλὰ λίαν ἀφίησιν ἐγκλήματα, φιλάν- θρωπος ὢν ὁ ∆εσπότης, πέντε που μόλις ἁγίων ἐν αὐτοῖς ηὑρημένων, κἂν ἐσώθησαν αἱ Σοδομιτῶν ποτὲ πόλεις, κατοικτείροντος Θεοῦ αἰδοῖ τῇ πρὸς τοὺς ἁγίους, καὶ ὀλίγους κομιδῇ, καὶ τὴν ὀργὴν ἀνακόπτοντος. 9Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει, πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ, ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ.9 Ἀτρεκὴς, ὡς ἔοικεν ἡμῖν, ὁ λόγος. ὀδύρεται γὰρ ὁ Προ- φήτης ὡς οὐκ ὄντος εὐλαβοῦς ἐν ὅλῃ τῇ γῇ, δῆλον δὲ ὅτι τῇ τῶν Ἰουδαίων, καίτοι κομώσῃ πάλαι πλείσταις τε ὅσαις ἁγίων κεφαλαῖς, καὶ διαφανῆ τὴν δόξαν ἐχούσαις. ταύτῃτοί φησι καὶ διὰ φωνῆς Ἡσαΐου Θεός "Πῶς ἐγένετο πόρνη 1.711 "πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοι- "μήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί." τὸ γὰρ δὴ μάλιστα φορτικώτατον καὶ εἰς ἄκρον αὐτοὺς φαυλότητος διελάσαι παρασκευάσαν, τὸ ἐφ' αἵμασιν αὐτοὺς δικάζεσθαι, καὶ φονᾶν ἀγρίως, ἀποῤῥίπτεσθαι δὲ καὶ ὡς ἕωλον κομιδῇ τὸ ἀγα- θουργεῖν, ὥστε καὶ ἀναγκαῖον ποιεῖσθαι σπούδασμα, τὸ ἐπὶ μόνῳ τῷ κακοῦν ἑτέρους τὰς χεῖρας ἔχειν εὐπρεπεῖς. οὐδὲν γάρ ἐστιν τοῖς ὧδε ζῆν εἰωθόσιν ἀνεπιτήδευτον, κἂν εἰ νόμῳ κολάζοιτο, κἂν εἰ τοῖς τῆς ἐλευθερίας διαβέβληται τρόποις. ἆρ' οὖν κατηῤῥώστησε μὲν τὸ ἐν τούτοις εἶναι τὸ ὑπήκοον, ἔῤῥωται δὲ τὸ ἡγούμενον, καὶ ὑγιαίνει τὸ κρίνον; οὐδαμῶς, φησίν· ὁ γὰρ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε. πολλοὶ πολλάκις τῶν εἰς ἀρχὴν τεταγμένων, γε- γόνασι μὲν ἀνόσιοι καὶ φιλοκερδέστατοι, καὶ καταπωλοῦντες εὐκόλως τὰς ἑαυτῶν γνώμας τοῖς παραφθείρειν ἐθέλουσιν. ἀλλ' εἰ καὶ νενεύκασιν ἤδη εἰς τὸ οὕτω γοῦν ἡττῆσθαι δοκεῖν λημμάτων καὶ δωροδοκίας, ἀποτρέπονταί πως καὶ δόξῃ χρηστῇ κατακαλλύνειν ἐπείγονται τοὺς ἑαυτῶν τρόπους· τὸ δὲ δὴ προήκειν εἰς τοῦτο λοιπὸν ἀθλιότητος νοῦ καὶ τρόπων αἰσχρῶν, ὡς μονονουχὶ καὶ χεῖρα προτείνειν, κἂν εἰ μὴ λάβοι, δικάζων τὸν τοῦ δικαίου καταφθείρειν λόγον, καὶ ἀναισχύντως ἀπειλεῖν, πῶς οὐκ ἂν εἴη λοιπὸν ἁπάσης ἐπέ- κεινα βδελυρίας; μετ' ἐμφάσεως δὴ οὖν ὁ λόγος, καὶ οἱονεὶ 1.712 κατακεκραγότος τῆς πλεονεξίας Ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν. Ἆρ' οὖν αἰτιάσαιτό τις τὸν εἰς εἰρήνην συλλέγοντα τοὺς μεμερισμένους εἰς διαφοράν; εἶτα πῶς ἂν ἀληθὲς εἴη, ὅτι "Μακάριοι οἱ εἰρηνοποιοὶ," καὶ ποῖος αὐτῶν ὁ μισθός; ἀλλὰ σώζεται μὲν τοῖς τῆς εἰρήνης βραβευταῖς τὰ ἐντεῦθεν αὐχή- ματα. πλὴν ὁ κρίνων ὀρθῶς, τὸ τῷ θείῳ δοκοῦν διερμηνεύει νόμῳ, καὶ τοὺς μὲν ἀδικοῦντας ἐλέγξει, συναγορεύσει δὲ πάντως τοῖς ἠδικημένοις. ὅταν δὲ τοῖς ἀδικοῦσι λέγωμεν λόγους εἰρηνικοὺς, οὐκ ἐλέγχοντες αὐτοὺς ὡς ἡμαρτηκότας, τότε δὴ τότε παραλύσομεν ἐναργῶς τὸ τῷ Νομοθέτῃ δοκοῦν. ἔφη γὰρ ὅτι "Στόμα ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον "ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ." παρέπεται δέ πως ἀεὶ τοῖς δωροδοκεῖν εἰωθόσι τὸ μήτε δύνασθαι κρίνειν ὀρθῶς, μήτε μὴν ἐκ παῤῥησίας ἐλέγχειν τοὺς ἡμαρτηκότας, συμβου- λεύειν δὲ μᾶλλον τὰ πρὸς εἰρήνην, κἂν εἰ πλείστην ὅσην ἐπιφέρωσί τισι τὴν πλεονεξίαν. καὶ τῆς νόσου τὴν αἰτίαν σαφῆ καθιστὰς ὁ Προφήτης, φησί Καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν· ἀρέσκει γὰρ ἴσως αὐτῷ, φησὶ, καὶ τὸ ἐκτόπως γεγενη- μένον. εἶτα πῶς ἐπιτιμήσει τοῖς ἠδικηκόσιν; ὃ γὰρ ἐπαι- νέσας ἔχει, πῶς ἂν ἔτι καταμωμήσαιτο; χρῆμα δὴ οὖν ἀνόσιόν τε καὶ ἐπιζήμιον ἀληθῶς ἡ πλεονεξία καὶ τὸ καταθλίβειν ἑτέρους. Ἐπάρατον δὲ πρὸς τούτῳ καὶ τὸ αἰσχρῶν ἡττῆσθαι λημ- μάτων, ἥκειν δὲ εἰς τοῦτο δυσβουλίας, ὡς ἀλογῆσαι λοιπὸν καὶ τῶν εἰς ὀρθότητα τρόπων, καὶ τὸ κρίνειν ἀδεκάστως, 1.713 μηδὲ ποιεῖσθαι περὶ πολλοῦ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς ἀδικεῖν εἰωθόσι, καὶ μερίζεσθαι πρὸς αὐτοὺς τὴν ἀσέβειαν, ἀλλοτρίαις τε οὕτω κοινωνεῖν ἁμαρτίαις. ὑποκείσεται δὲ ὅτι πάντη τε καὶ πάντως ὀργαῖς τε καὶ δίκαις ὁ τοῖς ὧδε δεινοῖς πλημμελήμασιν ἑαυτὸν ἐνιεὶς, πῶς ἂν ἐνδοιάσειέ τις, εἴπερ ἕλοιτο φρονεῖν ὀρθῶς; 9Καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σῆς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς.9 ∆ιττὸν ἐπηπείλησεν αὐτοῖς ἐπάγειν τῆς δίκης τὸν τρόπον. ἔφη γὰρ ὅτι "Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, καὶ ἀφανιῶ "σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμ "πλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ "διασωθῇς." προσεπετίθει δὲ, ὅτι καὶ "Σὺ σπερεῖς καὶ οὐ "μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ "οἶνον καὶ οὐ μὴ πίητε." ὅτι τοίνυν οἰχήσεται μὲν αὐτοῖς τῆς ἐξ ἀγρῶν εὐκαρπίας τὸ ἀμφιλαφὲς, ἐλλείψει δὲ καὶ τὰ ζωαρκῆ, καὶ τῇ τῶν χρειωδεστάτων ἐνδεία καταπιεσθή- σονται, διδάσκει λέγων, ὡς ἐν εἴδει μὲν σητὸς δαπανήσειν πάντα αὐτῶν τὰ ἀγαθὰ, τουτέστι, τὰ οἷς ἦν εἰκὸς οὐ μετρίως ἐντρυφᾶν, καὶ τὸ τῆς εὐημερίας διακεκτῆσθαι πλάτος. ὅτι δὲ ἔμελλον παταχθήσεσθαί τε καὶ ἀφανισθήσεσθαι, ἐξ- ωσθῆναί τε, ὥσπερ καὶ ἔν σφισιν αὐτοῖς, τουτέστιν, ἀλλή- λοις συνδιολεῖσθαι, καὶ ὑπό γε σφῶν αὐτῶν οἴκων τε καὶ πόλεων ἐλεεινῶς ἐκπέμπεσθαι, διατρανοῖ λέγων Καὶ βαδίζων 1.714 ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς· ἐξελοῦμαι γάρ φησι τὰ ἀγαθὰ αὐτῶν. καὶ οὐχὶ δὴ μόνον ὡς σῆς ἐκτρώγων, ἀλλὰ καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς. καὶ δυσ- έφικτον μὲν κομιδῇ τὸ ῥησίδιον, οἶμαι δὲ ἔγωγε μὴ ἂν ἑτέρως αὐτὸ νοηθῆναι δύνασθαι πρὸς ἡμῶν, εἰ μὴ γένοιτο σαφὴς ἡ τῶν εἰς τοῦτο βλεπουσῶν ἱστοριῶν προαφήγησις, ὃ δὴ καὶ ποιεῖν πειράσομαι. Γαβὰ τοίνυν κώμη τις ἐστὶν, ἤγουν πολίχνη κατὰ τὴν Ἰουδαίαν, ἐπὶ γηλόφου κειμένη, ἐκνεμηθεῖσα δὲ καὶ εἰς κλῆρον τοῖς ἐκ φυλῆς Βενιαμὶν, ὠνόμασται δὲ τοῦτο καὶ βουνὸς καὶ σκοπιά. μεμνήμεθα δὲ ὅτι Λευίτης ἀνὴρ, ὡς ἐν τῇ βίβλῳ γέγραπται τῶν κριτῶν, ὑβρισθείσης αὐτῷ τῆς παλλακίδος ὑπὸ τῶν ἐκ φυλῆς Βενιαμὶν ἐν αὐτῇ τῇ γῇ Γαβαὰ, κατατεμὼν τὸ λείψανον εἰς δυοκαίδεκα μέρη, ἁπά σαις ἔπεμψε ταῖς φυλαῖς, τῶν ἐκ φυλῆς Βενιαμὶν τὸ πλημ- μέλημα καταφανὲς ἅπασι καθιστάς. εἶτα συμβέβηκεν ἐν- τεῦθεν κατεξαναστῆναι μὲν πολέμου νόμῳ τῶν ἐκ φυλῆς Βενιαμὶν τὰς ἑτέρας φυλὰς, πληθὺν δὲ πεσεῖν οὐκ εὐαρίθ- μητον, ἐν ἀρχῇ μὲν νενικηκότων τῶν ἐκ φυλῆς Βενιαμὶν, ὕστερον δὲ τῶν ἑτέρων φυλῶν κατεφθαρκυιῶν αὐτοὺς εἰσά- παν. μέμνηται τῆς ἱστορίας καὶ ὁ προφήτης Ὠσηέ. φησὶ γὰρ, ὅτι "Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν, ἐφθάρησαν "κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ." ἐπειδὴ γὰρ, φησὶν, εἰδω- λολατρείαν καὶ ψευδομαντείαν· ταυτὶ γὰρ ἡμῖν ἐν τούτοις ἡ μανία δηλοῖ· κατέπηξαν ἐν οἴκῳ Κυρίου, ταύτῃτοι καὶ 1.715 κατεφθάρησαν ὡς ἐν ταῖς ἡμέραις τοῦ βουνοῦ, τουτέστι, τῆς Γαβαά. ὅτι δὲ ὁ βουνὸς ἤτοι Γαβαὰ καλεῖται καὶ σκοπιὰ. μαθήσῃ σαφῶς ἐκ τῶν γεγραμμένων ἐν τῇ τρίτῃ τῶν βασιλειῶν. Ἀσὰ μὲν γὰρ βεβασίλευκε τῆς Ἱερου-σαλὴμ, Βαασὰ δὲ τῆς Σαμαρείας καθ' ἕνα καιρόν. ἐπειδὴ δὲ κατεμερίζοντο πρὸς διχόνοιαν, καὶ ἀλλήλοις ἐπιμηνί σαντες τὸν τοῦ πολέμου νόμον ὡπλίζοντο, "Ἀνέβη, φησὶ, "Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν "̔Ραμὰ, τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον "τῷ Ἀσὰ βασιλεῖ Ἰούδα." καταθέοντος δὲ τὴν Σαμαρει-τῶν τοῦ Ἄδερ, ὁ μὲν Βαασὰ τῆς Ῥαμὰ ἀπεσκευάζετο, τοῖς πολεμίοις ἀντανιστάμενος. ἐκδεδράμηκε δὲ τῶν Ἱεροσολύ- μων ὁ Ἀσὰ, εἶτα γεγονὼς ἐν Ῥαμά "Παρήγγειλε, φησὶ, "παντὶ Ἰούδα εἰς Ἐνακεὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς "̔Ραμὰ καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησε Βαασὰ, καὶ "ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βε- "νιαμὶν καὶ τὴν σκοπιάν." ἐκαλεῖτο δὴ οὖν ἡ Γαβαὰ βοῦνός τε καὶ σκοπιά· διερμηνεύεται γὰρ οὕτως ἡ Γαβαὰ, διὰ τὸ ἦρθαί τε ὑψοῦ, καὶ ἐν γηλόφῳ κεῖσθαι καὶ σκοπιᾷ. "Ἄρξομαι δὴ οὖν τοῦ πατάξαι σε, καὶ ἀφανιῶ σε ἐπὶ "ταῖς ἁμαρτίαις σοῦ," καὶ οὐ καθ' ἕτερον τρόπον, ἢ κατ' ἐκεῖνον αὐτὸν τὸν ἐν ἡμέρᾳ σκοπιᾶς. βαδιοῦμαι γὰρ ὥσπερ ἐπὶ κανόνος, οὐκ ἐκκλινῶ δὲ εἰς δεξιὸν οὔτε μὴν εἰς εὐώνυμον, τῆς κατὰ σοῦ δίκης τὴν ὁδὸν ἐρχόμενος. Ἔοικε δὲ πάλιν τοιοῦτόν τι ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνειν λόγος. προφητεύει μὲν γὰρ ὁ Μιχαίας ἐν ἡμέραις Ἰωάθαμ 1.716 καὶ Ἄχαζ καὶ Ἐζεκίου. ἀλλ' ὁ μὲν Ἰωάθαμ ἀνὴρ γέγονενεὐσεβὴς, ὁ δὲ δὴ Ἄχαζ βδελυρὸς καὶ ἀπηχθημένος καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων εἰς δυσσέβειαν. οὗ καὶ βασι λεύοντος Φακεὲ ὁ τοῦ Ῥομελίου, βασιλεύων δὲ τὸ τηνικάδε τῆς Σαμαρείας, πεπολέμηκε τὸν Ἰούδαν, σύνοπλον ἔχων τὸν Ῥαασσὼν τὸν τῆς ∆αμασκοῦ βασιλέα, πλείστους τε ὅσους ἀπέκτεινεν ἐν ἡμέρᾳ μιᾷ. γέγραπται γὰρ οὕτως ἐν τῇ δευ- τέρᾳ τῶν Παραλειπομένων περὶ τοῦ Ἄχαζ "Καὶ παρέ- "δωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως "Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐξ αὐ- "τῶν αἰχμαλωσίαν πολλὴν, καὶ ἤγαγεν εἰς ∆αμασκὸν, καὶ "εἰς τὰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ "ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην, καὶ ἀπέκτεινε Φακεὲ "ὁ τοῦ Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδα, ἐν ἡμέρᾳ"μιᾷ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ, ἐν τῷ "αὐτοὺς καταλιπεῖν Κύριον τὸν Θεὸν αὐτῶν." Ἰστέον οὖν, ὅτι Θεῷ προσκρούοντες ἐν ἐνδείᾳ μὲν εὐθὺς ἐσόμεθα παντὸς ἀγαθοῦ, καὶ λιμὸς ἡμᾶς κατατήξει δεινὸς τῶν θείων καὶ πνευματικῶν ἀγαθῶν, ἀλλήλους δὲ ὥσπερ δάκνοντες δαπανήσομεν. οὐ γὰρ βραβεύει Χριστὸς τὴν ἰδίαν εἰρήνην τοῖς οὐκ ἀγαπῶσιν αὐτὸν, ὃ δὴ μάλιστα συμβαῖνον ὁρᾶται τοῖς τῆς ἀληθείας ἐχθροῖς, παρ' οἷς οὐκ ἔστιν εὑρεῖν χάρισμα πνευματικὸν, ἀλληλοφαγίαν δὲ ὥσπερ καὶ διαμά- χην, ἔριν καὶ φιλονεικίαν καὶ σχίσματα· καὶ περὶ αὐτῶν ἂν λέγοι Θεός "Ὅτι ἀφέστηκα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ "τούτου, καὶ ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται" καὶ ἰσχὺν 1.717 καὶ ὁμοψυχίαν οὐκ ἐκείνοις· πόθεν; ἀλλὰ τοῖς τὰ αὐτοῦ σέβουσι διανέμοντος, καὶ οἷς ἂν εἰκότως τὸ τῆς εἰρήνης ἐνιζήσειεν ἀγαθὸν, τὴν τῆς ἀληθείας τιμῶσι δύναμιν, καὶ τὸ κατατέμνεσθαί ποι πρὸς ἐκτόπους εἰκαιοβουλίας οὐκ ἀνεχο- μένοις, καταθαυμάζειν δὲ μόνον τῆς ἀληθείας τὸ κάλλος ἐσπουδακόσιν. 9Οὐαὶ οὐαὶ αἱ ἐκδικήσεις σου ἥκασιν, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν.9 Ἀκούεις ὅπως καὶ τὰς τῶν θρηνούντων ἀπομιμεῖται φωνὰς, οὐ προσδοκώντων ἔτι τὰς συμφορὰς, ἀλλ' οἷον ἐν αὐταῖς ἤδη γεγενημένων, καὶ κλαιόντων γυναικοπρεπῶς; ἥκασι γὰρ αἱ ἐκδικήσεις σου φησὶ, τουτέστιν, ἐνέστηκεν ὁ τῆς δίκης καιρὸς, ἐν χερσὶν ὁ πόλεμος, ἐπὶ θύραις ὁ πόνος. ἐπι- φέρων γὰρ ὅτι Νῦν ἔσονται κλαυθμοὶ αὐτῶν, δέδειχεν ἐναργῶς, ὅτι μὴ εἰς μακρὰς ὑπερθέσεις τὰ τῆς προφητείας ἔρχεται, κεῖται δὲ ὥσπερ ἐν ὀφθαλμοῖς. μετὰ γάρ τοι τὸν Ἰωάθαμ εὐθὺς γέγονεν ὁ Ἄχαζ πονηρὸς καὶ ἀποστάτης, καὶ τῶν ἰδίων τέκνων σφαγεὺς, ἃ τοῖς τῶν δαιμονίων ἀνετίθει βωμοῖς. ἐπ' αὐτοῦ πεπτώκασιν "ἐν ἡμέρᾳ μιᾷ ἑκατὸν εἴκοσι χιλιάδες" τῶν ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμίν. ἰστέον δὲ, ὅτι κατ' ἐκεῖνο τοῦ καιροῦ καὶ αὐτὸς ἐκτέτικε δίκας ὁ Ἰσραήλ. Φακεὲ γὰρ βασιλεύοντος, ἀνέβη Θεγλαφαλασὰρ βασιλεὺς Ἀσσυρίων κατὰ τῆς Σαμαρείας, καὶ πλείστας μὲν ὅσας αὐτῆς ὠλό- θρευσε πόλεις, εἷλε δὲ καὶ τὴν ∆αμασκὸν, καὶ αὐτὸν ἀπέκ- τεινε τὸν Ῥαασσὼν, ὥστε καθ' ἕνα καιρὸν συμβέβηκε δα- πανηθῆναι μὲν τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ὑπὸ τῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν, αὐτοὺς δὲ τοὺς ἐν Σαμαρείᾳ παθεῖν ὃ δεδράκασιν ὑπὸ τοῦ Βαβυλωνίου. ὁρᾷς οὖν, ὅπως μονονουχὶ 1.718 τὸν κανόνα τῆς ὀργῆς διατρέχων, τὸν ἐν καιρῷ τοῦ βουνοῦ ἤτοι τῆς σκοπιᾶς, τετιμώρηκε τοὺς ἡμαρτηκότας. Ἀλλ' ἐκεῖνα μὲν τοῖς ἀρχαίοις "συνέβη τυπικῶς, ἐγράφη "δὲ εἰς νουθεσίαν ἡμῶν," ἵνα τοῖς ἴσοις ἐναλῶναι πλημμε- λήμασι ἀεὶ διεκνεύοντες, διατελῶμεν ἐν εὐπαθείαις, εὐμενῆ καὶ φίλον καὶ προεστηκότα τὸν τῶν ὅλων ἔχοντες Θεόν. ἁρ
μόσειε δ' ἂν καὶ μάλα εἰκότως τοῖς τὰ ὀρθὰ διαστρέφουσι, καὶ τὴν τῶν ἁπλουστέρων παραλύουσι πίστιν, καὶ ἡμᾶς αὐτοὺς ὡς εἰπεῖν Οὐαὶ οὐαὶ αἱ ἐκδικήσεις σου ἥκασι, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν. "Ἁμαρτάνοντες γὰρ εἰς τοὺς ἀδελ- "φοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, "εἰς Χριστὸν ἁμαρτάνουσι." καὶ ὅτι πάντη τε καὶ πάντως ἀπολογήσονται τῷ Κριτῇ, καὶ "τῆς ἑαυτῶν δυσσεβείας "ἔδονται τοὺς καρποὺς," πῶς ἔστιν ἀμφιβαλεῖν; "Ἀνθ' "ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς "ἀσεβεῖς ὀλεῖ," κατὰ τὸ γεγραμμένον. 9Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συγκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ· διότι υἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.9 Πλημμελοῦντες πολυτρόπως οἱ ἐξ Ἰσραὴλ, καὶ ἐπί γε σφίσιν αὐτοῖς καταθήγοντες εἰς ὀργὰς τὸν τῶν ὅλων ∆εσπό- την, εἶτα διὰ τῶν ἁγίων προαναμανθάνοντες προφητῶν, ὡς ἐν ἀφύκτοις ἔσονται κακοῖς, εἰ μὴ ταῖς ἐπιεικείαις ἐξημεροῦν ἕλοιντο τὸν ∆εσπότην, δέον ἑλέσθαι φρονεῖν ὀρθῶς, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς τιθασεύειν λελυπημένον· τοῦτο 1.719 μὲν οὐκ ἔδρων οἱ δείλαιοι· πόθεν; δυσβουλίας δὲ μᾶλλον εἰς τοῦτο κατώλισθον, ὡς οἴεσθαί τε καὶ πιστεύειν, ὅτι περιέ- σονται μὲν τῆς θείας ὀργῆς, κατευμεγεθήσουσι δὲ, καὶ λίαν εὐκόλως, πολέμου παντὸς, εἰ τὰς τῶν ὁμόρων ἐθνῶν ἔχοιεν ἐπικουρίας, καὶ τὰς τῶν ἀρχόντων συμπνοίας καὶ ὑποσχέσεις. ὅτι δὲ ψυχροῖς καὶ εἰκαίοις ἐπιτεθαῤῥήκασι φενακισμοῖς, καὶ ἀνόνητον ἕξουσι παντελῶς τὴν ἐλπίδα, διδάσκειν αὐτοὺς ὁ Προφήτης πειρᾶται, λέγων Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις· σφαλερὸν γὰρ τὸ χρῆμα καὶ ἀνόνη- τον παντελῶς. ἐπειδὴ γὰρ ἧκεν ὁ Βαβυλώνιος καταδῃώσων τὴν Σαμάρειαν, τότε δὴ τότε τῶν ὁμόρων ἐθνῶν οἱ ἡγούμενοι, καίτοι πλείστην ὅσην αὐτοῖς ὑπισχνούμενοι τὴν ἐπικουρίαν, τοὺς ὑπέρ γε σφῶν αὐτῶν ἀγῶνας ἔχοντες οὐ μετρίως, ἀσπα- στὸν ἡγοῦντο τὸ σώζεσθαι μόνον, τὸ δὲ δὴ χρῆναι καὶ ἑτέροις ἐπικουρεῖν, οὐδ' ὅσον εἰς νοῦν ἐποιοῦντο τάχα. μὴ τοίνυν ἐν φίλοις καταπιστεύετε, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις· ἴστε δὲ, φησὶν, ὅτι Θεοῦ καθ' ὑμῶν κινοῦντος τὰ ἐξ ὀργῆς, οὐδὲ αὐτὸς ὑμῖν ὁ τῆς φύσεως νόμος καὶ τῆς ἐμφύτου φιλοστοργίας ἡ δύναμις τὴν εὔνοιαν χαριεῖται, κἂν γοῦν τῶν ἐξ αἵματος ἐγγύς τε καὶ οἰκείων κατὰ τὴν σάρκα, ἀλλ' ἐχθροὺς ἀπομιμήσονται καὶ αὐτοί. καὶ γύναιον μὲν ἀνδρὸς ἀλογήσει τότε, υἱοὶ δὲ πατράσιν ἐπαναστήσονται, καὶ μὴν καὶ μητράσι θυγατέρες. αὐτὸς γὰρ, φησὶν, ὁ τῆς φιλοστοργίας τοὺς νόμους ἐγχαράττων τῇ φύσει, μεταπείσειεν ἂν εὐκόλως καὶ μεταβαλεῖ πρὸς τὸ ῥᾴθυμον. Πλὴν ὅτι τῆς ἔν γε τούτοις ἡμῖν ῥᾳθυμίας ὁ τρόπος οὐχ εἷς ἂν νοοῖτο καὶ ὁ αὐτὸς, ἀλλὰ διττὸς καὶ διάφορος. οἱ μὲν γὰρ τοῖς τῆς φιλοστοργίας προσκρούουσι νόμοις, ἀνοσίως 1.720 τοῖς γεγεννηκόσι ἐπιφυόμενοι, οἱ δὲ τοῦτο δρῶσι καὶ Θεὸν εὐφραίνοντες καὶ τὰς ἰδίας ψυχὰς ἀνασώζοντες. καὶ γοῦν ἔφασκεν ὁ Σωτήρ "∆οκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι "ἐν τῇ γῇ; οὐχὶ, λέγω ὑμῖν, ἀλλ' ἢ διαμερισμόν. ἔσονται "γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς "ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί. διαμερισθήσονται πατὴρ ἐπὶ "υἱῷ καὶ υἱὸς ἐπὶ πατρὶ, μητὴρ ἐπὶ τὴν θυγατέρα καὶ θυ- "γάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς "καὶ νύμφη ἐπὶ τὴν πενθεράν." ψήφῳ δὴ οὖν ὀρθῇ στε φανώσομεν τὴν οὕτω λαμπρὰν ἀφιλοστοργίαν. προσοικειοῖ γὰρ τῷ Θεῷ, κἂν εἰ τῆς κατὰ σάρκα συγγενείας ἀποτέμοι τινὰς, ὥστε καὶ ἀναμελῳδεῖν εὖ μάλα τὸ διὰ φωνῆς τοῦ "∆αυείδ Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλειπόν "με, ὁ δὲ Κύριος προσελάβετό με." 9Ἐγὼ δὲ ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, εἰσακούσεταί μου ὁ Θεός μου.9 Ἁρμόσειεν ἂν, καὶ μάλα εἰκότως, ταυτὶ μετανοούσῃ τε τῇ Σιὼν, καὶ τῶν τῆς αἰχμαλωσίας πόνων ὡς ἔσται κατὰ και- ροὺς προαναθρούσῃ τὸ πέρας. εἷλε μὲν γὰρ τὴν Βαβυλωνίων ὁ Κῦρος, ἀνῆκε δὲ μόλις ἐν λειψάνοις ὄντα τὸν Ἰσραὴλ, καὶ ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, οἴκοι τε ἰέναι προστέταχε καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀναδείμασθαι νεών. τότε γὰρ οἷά περ ἐκ σκότους καὶ δεσμῶν ἀῤῥήκτων διαδιδράσκοντες, ἐν φωτὶ γεγόνασι, Θεοῦ κατοικτείροντος, καὶ εἰς τὴν ἄνωθεν 1.721 αὐτοῖς πρεπωδεστάτην ἐλευθερίαν ἀνενήχοντό πως, ἀνιέμενοί τε καὶ χαίροντες. ἐγὼ τοίνυν φησὶν ἐπὶ τὸν Κύριον ἐπιβλέ- ψομαι, ὀψὲ μὲν λίαν καὶ μετὰ πεῖραν ὧν ἔδει παραιτεῖσθαι τὴν ἔφοδον. πλὴν εἰς Θεὸν ἕξειν τὴν ἐλπίδα φησὶν, ὑπομέ- νειν τε τὴν παρ' αὐτοῦ σωτηρίαν, διακεῖσθαί τε καὶ ἀραρό- τως, ὅτι φιλάνθρωπος ὢν, κατήκοος ἔσται τῶν ὀδυρμῶν αὐτῆς καὶ παραδέξεται τὰς λιτάς. σωτηρίας δὲ, οἶμαι, νοοῖτ' ἂν ἀρχὴ τὸ ἀποστῆσαι μὲν τέως τὸν νοῦν τῆς ἀρχαίας ἀπά- της, ἀνθελέσθαι δὲ λοιπὸν τὸ φρονεῖν ὀρθῶς, καὶ τῆς σωτη- ρίας χορηγὸν αὐτὸν καὶ πρύτανιν οἴεσθαι ὑπάρχειν τὸν τῶν ὅλων ∆εσπότην, καὶ μὴ τὸ οὕτως ἐξαίρετον ἀγαθὸν, ἢ ταῖς ἐξ ἀνθρώπων ἀπονέμειν ἐπικουρίαις, ἤγουν ἀνούστατά τε καὶ ἀμαθέστατα δῶρον ἔσεσθαι προσδοκᾶν τῆς ἀδρανεστάτης τῶν εἰδώλων πληθύος. Πάλαι μὲν γὰρ κατέβαινον πρὸς Αἰγυπτίους, ἀπῴχοντό τε καὶ εἰς Ἀσσυρίους, τὰς παρ' ἀμφοῖν συμπνοίας τε καὶ ἐπικουρίας οὐκ εὐαριθμήτων χρημάτων ὠνούμενοι. προσ- ῄεσαν δὲ καὶ εἰδώλοις ἀψύχοις, πληροῦντες θυσίας, καὶ προσεπιτούτῳ τὰς ὑπέρ γε σφῶν αὐτῶν προσάγοντες λιτάς. νυνὶ δέ φασιν ὡς ἐπιβλέψονται μὲν ἐπὶ τὸν Κύριον, ὑπομεν- οῦσι δὲ αὐτὸν, τουτέστιν, ἐκδέξονται τὴν παρ' αὐτοῦ σωτη- ρίαν καὶ χάριν, καὶ μὴν ὅτι καὶ εἰσακουσθήσονται παρ' αὐτοῦ, αὐτῷ δηλονότι καὶ οὐχ ἑτέροις ἔτι προσάγοντες τὰς ἱκετηρίας. τοῦτο δὲ ἦν ἀνανηφούσης, ὡς ἔφην, τῆς Σιὼν, καὶ 1.722 ὁρώσης ἤδη πρὸς τὸ δέον μὲν ἀποσείεσθαι τὴν ἀρχαίαν ἐκείνην πλάνησιν, μεταβουλεύεσθαι δὲ τὰ ἀμείνω καὶ δρᾶν ἑλέσθαι τὰ χρήσιμα. 9Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ μοι. ὀργὴν Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρῖμά μου καὶ ἐξάξει με εἰς τὸ φῶς, καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.9 Χαριέστατά μοι δοκεῖ διαπεπλάσθαι νυνὶ τῆς Σιὼν ὁ λόγος πρὸς τὴν ἀπηνῆ καὶ ὑβρίστριαν καὶ ἀλαζόνα πόλιν, δῆλον δὲ ὅτι τὴν Βαβυλωνίων, τὴν οἱονείπως ἐπιτωθάζουσαν ὡς πεπορθημένῃ τῇ Ἰουδαίων χώρᾳ. μὴ γὰρ ἐπαγάλλου, φησὶν, ὡς κειμένῃ. νενίκηκας γὰρ, οὐκ αὐτὴ μᾶλλον ὑπερ- ισχύσασα, καταβαλοῦσα δὲ ἀῤῥωστοῦσαν ἐμὲ τὸ προσ- κροῦσαι Θεῷ, καὶ διὰ τοῦτο κειμένην. ἀλλ' ἥξει καιρὸς, ὅτε καὶ ἀναστήσομαι, κἂν εἰ γέγονα, φησὶν, ἐν σκότει "Τῷ ξύλῳ "λέγουσα Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με" καὶ τὸν ἐπὶ ταῖς δαμάλεσιν ἀνιεῖσα λόγον· ἔφην γὰρ ἔφην ἐξ ἀποπληξίας "Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν "σε ἐκ γῆς Αἰγύπτου·" ἀλλ' οὖν ἔσομαι καὶ εἰς φῶς, ἐπι- γνώσομαι τὸν ∆εσπότην, τὸν σώζοντα, τὸν ἐπίκουρον, τῆς εὐσθενείας τὸν χορηγόν· ἀνέξομαι δὲ τῶν συμβεβηκότων, καὶ ὑποστήσομαι τὰ δεινὰ, κατακεκράξομαι δὲ οὐδαμῶς ὡς ἀδικοῦντος Θεοῦ, διακείσομαι δὲ μᾶλλον, ὡς ὀρθὴν ἐπ' ἐμοὶ τὴν ψῆφον ἐνέγκαντος, κἂν εἰ πέπομφεν εἰς αἰχμαλωσίαν. πεπλημμέληκα γὰρ, καὶ φέρω τὰ ἐξ ὀργῆς, ἕως ἂν δικαιώσῃ τὴν δίκην μου, τουτέστιν, ἕως ἂν τὴν ἰσοπαλῆ τοῖς πλημμελή- 1.723 μασιν ἐπιμετρήσας κόλασιν, κατοικτείρῃ λοιπὸν, καὶ τὴν πάλαι ἐσκοτισμένην τῇ τῆς πλάνης ἀχλύϊ ἀποφήνῃ λαμ- πρὰν, διά γε τοῦ γνῶναι τὸν ἀληθῆ καὶ φύσει Θεὸν οἱονεί πως ἐν φωτὶ καὶ αὐτὴν γενέσθαι παρασκευάσας· καταθαυ- μάζοιτό τε, φησὶν, εἰκότως, καταδεικνὺς ἐπ' ἐμοὶ τῆς ἑαυτοῦ δικαιοσύνης τὸ εἰλικρινές. ὥσπερ γὰρ οὐκ ἔξω δίκης πλημ- μελοῦσαν ἐκόλαζεν, οὕτως ἐν ἴσῳ ποιήσεται λόγῳ, τὸ παθοῦσαν ἤδη καὶ μεταγινώσκουσαν, καὶ φροντίδος ἀξιοῦν καὶ κατοικτείρειν κειμένην. Οὐκοῦν ἀγαθὸς ὁ τῶν πάντων ∆εσπότης, καὶ τοῖς ἐπι- στρέφουσιν εἰς αὐτὸν διανέμει μὲν ἀμελλητὶ τὸν ἔλεον, κατευφραίνει δὲ καὶ σφόδρα πλουσίως τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς, ἀνιεὶς ἀμνησικάκως τὰ πάλαι διεπταισμένα. 9Καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην, λέγουσα πρὸς μέ Ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς· ἡμέρας ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη.9 Ἥλω μὲν ἥλω τῶν Ἰουδαίων ἡ χώρα, καὶ δορίληπτος εἰς Βαβυλῶνα καὶ Μήδους ἀπεκομίσθη κατὰ καιροὺς ὁ Ἰσραὴλ, οὐκ ἰδίαις δυνάμεσι κατευμεγεθοῦντος αὐτῶν τοῦ κεκρατη- κότος, ἀποστρεφομένου δὲ μᾶλλον αὐτὸν ὡς ἡμαρτηκότα τοῦ διασώζοντος Θεοῦ, καὶ οἷον ὑπὸ χεῖρα φέροντος τῶν ἐχθρῶν, διὰ τὸ καὶ εἰδώλοις ἀψύχοις ἑλέσθαι προσκυνεῖν, ἀπο- σείεσθαι δὲ καὶ τὸν πάλαι διὰ Μωυσέως ὁρισθέντα νόμον, καὶ ἁπαξαπλῶς ἀπονεῦσαι πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, οὐδένα τε φαυλότητος τρόπον ἀνεπιτήδευτον ἐᾶν. εἶτα λα- 1.724 βόντες οἱ Βαβυλώνιοι, καὶ ταῖς ἑαυτῶν δυνάμεσιν ἀνάπ- τοντες τὸ νικᾶν, καὶ αὐτῆς τῆς θείας κατεσοβαρεύσαντο δόξης, ᾤοντό τε κρατήσειν τῆς Ἰουδαίας, κἂν εἰ ἕλοιτο σώζειν αὐτοὺς ὁ τῶν ὅλων Θεός· καὶ λαβόντες ὑπὸ χεῖρα τοὺς ἡ- μαρτηκότας, δεινοῖς τε καὶ ἀφορήτοις κατῃκίσαντο πόνοις, χαλεπὴν αὐτοῖς ἐπαρτήσαντες τὴν δουλείαν. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν τῶν Ἀσσυρίων ἀνοσίαν πληθὺν, ἤγουν πρὸς τὴν Βαβυλῶνα "Ἰδοὺ ἐγὼ "πρὸς σὲ τὴν ὑβρίστριαν" καὶ μέντοι καὶ περὶ αὐτῶν τῶν ἐξ Ἰσραήλ "Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χειράς σου, σὺ δὲ "οὐκ ἔδωκας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν "ζυγὸν σφόδρα, καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα." οὐ γὰρ ἦν ἔλεος παρ' ἐκείνοις, οὐ φειδὼ ἡλικίας, οὐ γήρως αἰδὼς, οὐ σπλάγχνα οἰκτιρμοῦ. δέδονται δὴ οὖν ταύτῃτοι δικαίως εἰς χεῖρας καὶ αὐτοὶ Περσῶν τε καὶ Μήδων, κατα- στρατηγοῦντος Κύρου, ὃς εἷλε τὴν Βαβυλῶνα. καὶ περὶ αὐτῶν που τάχα φησὶν ὁ προφήτης Ἱερεμίας "Ἐπιθήσον-"ταί σοι, καὶ ἁλώσῃ Βαβυλὼν, καὶ οὐ γνώσῃ· εὑρέθης "καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης. ἤνοιξε Κύριος τὸν "θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ." σκεύη δέ φησι τῆς ὀργῆς τοὺς πεπορθηκότας αὐτήν. συμ- βέβηκε τοίνυν ληφθῆναι μὲν ὑπὸ Κύρου τὴν Βαβυλωνίων, ἀνεθῆναι δὲ τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. ταύτῃτοί φασιν οἱ λελυτρωμένοι, ὅτι ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην. ὅταν γὰρ ἴδῃ κείμενα μὲν εἰς γῆν τὰ ἴδια τέκνα οἰκτρῶς τε καὶ ἀδοκήτως ἀπολωλότα, τοὺς δὲ ὑπὸ χεῖρά ποτε χαίροντάς τε καὶ ἀνιεμένους, οἴκοι τε λοιπὸν ἀποτρέ- χοντας, πῶς οὐ πάντη τε καὶ πάντως περιβαλεῖται αἰσχύνην, 1.725 καίτοι λέγουσά ποτε Ποῦ Κύριος ὁ Θεός σου; ἐπόψομαι γὰρ αὐτὴν ὡς πηλὸν ἐν ὁδοῖς ὑπὸ πόδας ἐχθρῶν ἐῤῥιμμένην τε καὶ πεπατημένην. εἶτα πρὸς αὐτὴν ὁ λόγος τὴν Βαβυλῶνά φησιν Ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, ἀντὶ τοῦ Ὁ καιρὸς καθ' ὃν ἂν γένοιο, φησὶν, ὑπὸ πόδας ἐχθρῶν, Κύρου δηλονότι συμπατοῦντός τε καὶ καταθλίβοντος ἐν ἴσω πηλοῖς τὴν ἀλαζόνα τε καὶ ὑβρίστριαν. Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ χρῆναι νοεῖν τὰ τοιάδε πάλιν ἱστορικῶς, ἀποχρώντως ἡμῖν εὖ μάλα καὶ εὖ ἔχων ἐκπεποίηται λόγος. ἐφαρμόσειε δ' ἂν οὐδὲν ἧττόν τις αὐτὰ καὶ τῇ νοητῇ Σιὼν, τουτέστι τῇ Ἐκκλησίᾳ κατευμεγεθούσῃ τῶν ἐχθρῶν καὶ πατούσῃ τοὺς διώκοντας καὶ τῶν πολεμεῖν εἰωθότων αὐτὴν κατακερτομούσῃ τὸ ἀδρανὲς, κἂν εἰ δοκεῖεν ἔσθ' ὅτε περιγίνεσθαι καὶ κρατεῖν. πολλοὶ μὲν γὰρ λίαν οἱ καὶ ὀδόντας αὐτῇ δυσσεβῶς ἐπιτρίζοντες καὶ ὀργὰς ἐπι- θήγοντες καὶ πᾶν εἶδος συνιστάντες ἐπιβουλῆς· τοῦτο μὲν Ἑλλήνων παῖδες τοῖς σφῶν αὐτῶν ἀσυνέτοις εὑρήμασιν οὐ μετρίως ἐπαγωνιζόμενοι, καὶ τῆς τῶν εἰδώλων ἀπάτης ὑπερ- αθλοῦντες γενικῶς· τοῦτο δὲ καὶ οἱ κατὰ τῶν ἁγίων μάλιστα φονῶντες αἱρετικοὶ, καὶ ἀπηνέστερόν που τάχα κατὰ τῶν ὀρθὰ φρονεῖν ᾑρημένων ἀγριαίνοντες, ἢ ἐκεῖνοι μᾶλλον οἱ καὶ τὴν πίστιν οὐ προσηκάμενοι. διαγυμνάζοντος γὰρ ἔσθ' ὅτε τοὺς ἁγίους τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ πειρασμοῖς περιπίπτειν ἐῶντος, καὶ οἷάπερ ἐν πυρὶ δοκιμάζοντος τοὺς γνησίους προσκυνητὰς, ὀφρὺν οἱ δείλαιοι κατ' αὐτῶν ἐπαί- ρουσι τὴν ἀγέρωχον, μονονουχὶ δὲ πονοῦντας ὁρῶντες, τό 1.726 Ποῦ Κύριος ὁ Θεός σου, φληνάφως κατακεκράγασιν. ἀλλ' ἥ γε σοφή τε καὶ πάναγνος καὶ ἁγία παρθένος, ἡ σπίλον τε καὶ ῥυτίδα μὴ ἔχουσα, φήσειεν ἂν εἰκότως "Ἐγὼ δὲ ἐπὶ τὸν "Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, "εἰσακούσεταί μου ὁ Θεός μου·" καταπατήσει δὲ ὅτι τοὺς ἀνθεστηκότας ὡς πηλὸν ὁδῶν, καὶ ὡς οὐκ ἂν ἐφησθεῖεν εἰσά- παν αὐτῇ, κἂν εἰ κατασείοιτό πως, οἱ πειράζειν εἰωθότες, πῶς ἔστιν ἀμφιβαλεῖν; "τεθεμελίωται γὰρ ἐπὶ τὴν πέτραν," καὶ ἔστιν αὐτῆς ἔρεισμα Χριστὸς, κρηπὶς ἀκράδαντος, καὶ διηνε- κὴς ἀσφάλεια, Σωτήρ τε καὶ Λυτρωτής. Φαίη δ' ἂν οἶμαί που τό "Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου "ὅτι πέπτωκα," καὶ ὅσα τούτοις συνήρμοσται, καὶ ἀνθρώπου ψυχὴ, πλημμελήσασα μὲν καὶ κατεγνωσμένη, μεταχωροῦσα δέ πως ἐπὶ τὸ χρῆναι μετανοεῖν καὶ τῆς διὰ Χριστοῦ σωτη- ρίας ἐκδεχομένη τὴν χάριν. ἐρεῖ γὰρ ὡς πρὸς ἐχθρὰν τὴν τυραννήσασαν ἁμαρτίαν Μὴ ἐπίχαιρέ μοι· πέπτωκα μὲν γὰρ ὁμολογουμένως, τὸ τῷ Θεῷ δοκοῦν παραλύσασα, καὶ τὸν ἐμαυτῆς καθεῖσα νοῦν εἰς φιληδονίας κοσμικάς. ἀλλ' οὐ μακρὰν ἐλπίδος εἰμὶ ὅτι καὶ ἀναστήσομαι, κἂν εἰ γέγονά πως ἐν ἀχλύϊ καὶ σκότῳ· φῶς γὰρ καὶ αὐτὴ εὑρήσω Χριστὸν, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος εἰς νοῦν ἀνατείλας λελευκα- σμένην ἀποφανεῖ. "Ὀργὴν Κυρίου ὑποίσω, ὅτι καὶ ἥμαρτον "αὐτῷ." εἰ γὰρ καὶ γέγονα, φησὶν, ἐκ προσώπου βραχὺ, δέ- δομαι δὲ καὶ εἰς νοῦν ἀδόκιμον, ἀλλ' οὖν ἔσομαι σοφὴ, καὶ παθοῦσα δικαίως τὴν ἀποβολὴν εἴσομαι τὸ κρῖμα, καὶ δὴ καὶ ὀρθῶς γενέσθαι φημί· κεκόλασμαι γὰρ οὐ μάτην. ἐπειδὴ δὲ τὴν πρεπωδεστάτην ἐκτέτικα δίκην, "ὄψομαι τὴν δικαιο- 1.727 "σύνην αὐτοῦ." δικαιοσύνη δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τίς ἂν εἴη λοιπὸν, πλὴν ὅτι Χριστός; οὕτω γὰρ ἡμῖν αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ ἀποκαλεῖ λέγων "Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη "μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι." εἶτα τῆς ἐν Χριστῷ δικαιοσύνης τὴν χάριν καὶ τῆς ἁμαρτίας τὴν κατα- στροφὴν ἐννοήσασά που κατὰ τὸ εἰκὸς ἡ τοιάδε ψυχὴ, σοφῶς καὶ ἀγχίνως ἀνακεκράξεται Καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην ἡ λέγουσα πρὸς μέ Ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς· ἡμέρα ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη. ἐπειδὴ γὰρ ἐπιδεδήμηκεν ὁ Χριστὸς, δικαιῶν τῇ πίστει τοὺς ἡμαρτηκότας, ἐμπέφρακται μὲν τῆς ἀνομίας τὸ στόμα, κατῃσχύνθη δὲ ὥσπερ καὶ ὁ ταύτης εὑρετής. καὶ ὁ μὲν ἀπελήλαται, καὶ τῆς καθ' ἡμῶν ἀποπέπτωκεν ἀρχῆς, ἡ δὲ ὡς πηλὸς ἐν ὁδοῖς πεπάτηται λοιπὸν, τοῖς τῶν ἁγίων ποσὶν οἱονείπως ὑπενηνεγμένη. γέγονε δὲ αὐτῇ καὶ ἐξάλειψις ἡ ἡμέρα Χριστοῦ, καθ' ἣν ἕκαστον τῶν προσιόντων αὐτῷ καθαρὸν ἀποφαίνει τῶν ἀρχαίων αἰτιαμάτων διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ κατα- σφραγίζει τῷ Πνεύματι πρὸς ἁγιασμὸν, καὶ ἐν τέκνοις καταγράφει Θεοῦ. 9Καὶ ἀπώσεται νόμιμα ἡ ἡμέρα ἐκείνη· καὶ αἱ πόλεις σου ἥξουσιν εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν Ἀσσυρίων, καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως ποταμοῦ, καὶ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους. 1.728 καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικούντων αὐτὴν, ἐκ καρπῶν ἐπιτηδευμάτων αὐτῶν.9 ∆ιὰ μέσου τέθειται τὸ τῆς Σιὼν πρόσωπον, ἤτοι τῆς Ἱερουσαλὴμ τετραμμένης ἤδη πως πρὸς μετάγνωσιν, καὶ τὴν ἐλπίδα θεμένης ἐπὶ Θεῷ, διατεθειμένης τε ὅτι καὶ λυτρωθή- σεται, καὶ πατουμένην ἐπόψεται τὴν Βαβυλωνίων, καίτοι λέ- γουσαν ἐξ ὑπεροψίας αὐτῇ "Ποῦ Κύριος ὁ Θεός σου;" τὴν δέ γε τῶν προκειμένων διάνοιαν ἐφαρμόσαι τις ἂν οὐχὶ τοῖς διὰ μέσου μᾶλλον, ἀλλὰ τοῖς ἀνόπιν βραχύ· ποῖα δὲ ἦν ἄρα ταυτὶ, δι' ὀλίγων ὑπομνήσομεν. μὴ γὰρ δὴ χρῆναι πιστεύειν αὐτοὺς ἐν φίλοις, μήτε μὴν ἐλπίζειν ἐπὶ ἡγουμένοις προστέ- ταχεν. ἐδήλου δὲ, ὅτι καὶ γύναιον μὲν ὀλιγωρήσει πρὸς ἄνδρα, καὶ πατρὸς ἀλογήσει τέκνον, καὶ τῆς εἰς μητέρας αἰδοῦς ἀφειδήσουσι θυγατέρες, καλούντων εἰς τοῦτο τῶν ἐκ τοῦ πολέμου δειμάτων. ἔνθα γὰρ ἂν ὁ τοῦ παθεῖν φόβος κατὰ πάντων ἐν ἴσῳ φαίνοιτο τρέχων, ἐκεῖ δή που πάντως ἑκάστῳ φροντὶς ἡ προυργιαιτέρα τῆς οἰκείας ἔσται ζωῆς, τῆς ἑτέρου πάντως κατημελημένης. Κατ' ἐκεῖνο δὴ οὖν φησὶ τοῦ καιροῦ, ἤγουν κατ' ἐκείνην τὴν ἡμέραν, καθ' ἣν ἂν ῥᾴθυμοι γένοιντο τῆς περὶ πατέρας φιλοστοργίας υἱοὶ, θυγατέρες δὲ αὖ τῆς περὶ μητέρας, ἀπω- σθήσεται τὰ νόμιμα, τουτέστιν, ἀτονήσει λοιπὸν καὶ ὁ τοῦ πρέποντος λόγος· οὐ γὰρ ἐν σχολῇ μὲν αἰτιάσεται πατὴρ τὸν υἱὸν ὡς ἠμεληκότα καὶ φύσεως νόμων, οὔτε μὴν τοῖς ἐκ τοῦ καθήκοντος ἐπιτιμίοις ὑποθήσει θυγατέρα μητὴρ λελυπη μένη, φροντίδος ἑτέρας ἐπηρτημένης, μᾶλλον δὲ ὀλέθρου καὶ τῶν εἰς ἄκρον κακῶν. οἰχήσονται γὰρ εἰς ἐρήμωσιν αἱ 1.729 πόλεις, καὶ εἰς διαμερισμὸν καὶ καταστροφήν. οἱ μὲν γὰρ ἐκείνης, οἱ δὲ τῆς γείτονος, ἕτεροι δὲ τῆς ὁμόρου καταστρα- τεύσονται, καὶ ἁπάσης καταδραμοῦνται τῆς γῆς ἐξ ὄρους εἰς ὄρος, ἐξ ἠοῦς εἰς δύσιν, ὡς ἐκ βορέου πρὸς νότον, ὡς μέχρι τερμάτων ἅπασαν ἁπλῶς καταδῃοῦσθαι τὴν γῆν, ἀπὸ Τύρου ἕως ποταμοῦ καὶ ἐξ ὄρους εἰς ὄρος. εἰκὸς δὲ δὴ πάλιν νόμιμα λέγειν ἐν τούτοις τὰς ἐν ἔθει τεθειμένας τοῖς τῶν εἰδώλων τεμένεσιν ἑορτὰς, ἤγουν τὰς θυσίας. ἀνῃρημένων γὰρ αὐτοῖς τῶν πόλεων, οἴκων τε καὶ τῶν ἐν αὐτοῖς ἁπάντων διηρπασμένων, τίς ὁ πληρώσων ἔτι τὰ νενομισμένα, καὶ τοῖς τῶν εἰδώλων ἕδεσι καὶ ναοῖς προσκομιῶν τὸ σέβας; Ἴοι δ' ἂν ὁ λόγος, καὶ μάλα εἰκότως, καὶ ἐπ' αὐτοὺς εἴπερ ἕλοιτό τις τοὺς ἑτερόφρονας καὶ δοκησισόφους καὶ τὰ ὀρθὰ τῆς Ἐκκλησίας δόγματα διαστρέφοντας. ἥλωσαν γὰρ ὡς πόλεις, καὶ εἰς διαμερισμὸν γεγόνασι τοῖς ἐχθροῖς· δῆλον δὲ ὅτι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου· καὶ μερίδες γεγόνασιν ἀλωπέκων, κατὰ τὸ γεγραμμένον, μερισά- μενοι τὴν ἀσέβειαν καὶ τοὺς τῆς βλασφημίας τρόπους καὶ τῆς ἀληθείας τὴν κατάῤῥησιν. συμβέβηκε δὲ ταυτὶ καὶ τοῖς Ἰουδαίων δήμοις, ὅτε τὸν Ἐμμανουὴλ ἀνοσίως περιυβρί-σαντες, ἐκβεβλήκασι μὲν ἔξω τοῦ ἀμπελῶνος, κατὰ τὸ γεγραμμένον, σταυρῷ δὲ παρέδοσαν, καίτοι λέγοντες καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος. τοιγάρτοι πε- πόρθηνται καὶ ἀκλεῶς διολώλασιν, οὐχ ἑτέρου του χάριν, ἢ ἐκ καρπῶν ἐπιτηδευμάτων αὐτῶν. δέον γὰρ ἄγασθαι τὸν ∆η- μιουργὸν, τῆς εἰς τὸν κόσμον ἀγάπης, ὅτι "τὸν Υἱὸν αὐτοῦ "τὸν Μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ 1.730 "ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον," τοῦτο μὲν οὐκ ἔδρων· πόθεν; ἀναφυσώμενοι δὲ πρὸς ἀλαζονείας ἀπεκτόνασι τὸν ∆εσπότην, ἀνταποδιδόντες αὐτῷ πονηρὰ ἀντὶ ἀγαθῶν, κατὰ τὸ γεγραμμένον, καὶ πᾶν εἶδος δυσσεβείας ἀνοσίως ἐπι- τηδεύοντες. ἀκουέτωσαν δὴ οὖν "Πορεύεσθε τῷ φωτὶ τοῦ "πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε," καὶ μὴν καὶ τό " Εδεσθε τοὺς καρποὺς τῶν ἰδίων ἐπιτηδευμάτων." 9Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας κατὰ μόνας δρυμὸν ἐν μέσῳ τοῦ Καρμή- λου, νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος. καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά.9 Ἐφήρμοσται πάλιν τοῖς διὰ μέσου κειμένοις ὁ λόγος, καὶ μετανεύει πρὸς τὸ χρηστὸν, τῇ τῶν ἐν Χριστῷ νοουμένων ἀγαθῶν ἐλπίδι προτρέπων ἐπὶ τὸ ἄμεινον καὶ μετατιθεὶς εὖ μάλα πρός γε τὸ ἑλέσθαι βιοῦν ὀρθῶς. τεθορύβηκε μὲν γὰρ οὐ μετρίως τῇ προαγορεύσει τῶν σκυθρωπῶν τοὺς εὐκόλως ἰόντας ἐπὶ τὸ ῥᾳθυμεῖν, ἀνακτᾶται δὲ αὖ, τὸ κατευφραίνειν εἰδὸς εὖ μάλα παρεντιθεὶς, ὡς ἂν μὴ ἀπογινώσκοντες οἱ πρὸς οὓς ὁ τῆς νουθεσίας πεποίηται λόγος, φέροιντο κατὰ πετρῶν, ἀμεταστρεπτί τε καὶ ἀχαλίνως. γέγραπται γάρ "Ὅταν ἔλθῃ "ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ." εἰσκεκόμισται τοί- νυν ἢ τὸ αὐτοῦ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, λέγον τῷ Υἱῷ Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κλη- 1.731 ρονομίας σου, ἤγουν ἔτι πάλιν τὸ πρόσωπον ἡμῖν τὸ προ- φητικὸν αὐτῷ τρόπον τινὰ διακεκραγὸς τῷ Ἐμμανουὴλ, ὅτι χρὴ ποιμαίνειν αὐτὸν ἐν ῥάβδῳ τὸν ἴδιον λαὸν ἢ κλῆρον. λαὸς δὲ Χριστοῦ, καὶ μέντοι καὶ πρόβατα νομῆς αὐτοῦ νοη- θεῖεν ἂν οἵ τε ἐκ περιτομῆς πιστεύσαντες, καὶ οἱ κεκλημένοι πρὸς ἁγιασμὸν ἐκ τῆς τῶν ἐθνῶν πληθύος. ἔκτισε γὰρ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀπο- κατήλλαξεν ἀμφοτέρους διὰ τοῦ σώματος αὐτοῦ πρὸς ἕνωσιν τὴν πνευματικήν. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός "Καὶ ἄλλα πρόβατα ἔχω·" τοὺς ἐκ περιτομῆς δηλονότι· "κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ γενήσεται μία ποίμνη, εἷς "ποιμήν." Λαὸς οὖν ἄρα Χριστοῦ, φυλή τε καὶ πρόβατα καὶ κληρονο- μία οἱ "οὐκ ἐξ ἔργων νόμου," δεδικαιωμένοι δὲ μᾶλλον διὰ τῆς πίστεως. οἱ μὲν γὰρ ὑπὸ κατάραν ἦσαν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· οἱ δὲ φαῖεν ἂν ἐφ' ἑαυτοῖς ἀλη- θεύοντες "Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν "οὐρανὸν καὶ τὴν γῆν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν." καταποιμαίνει δὲ τοὺς ἰδίους ἐν ῥάβδῳ Χριστὸς, οὐκ ἐν σιδηρᾷ καταπλήττων, καὶ ὡς σκεῦος κεραμέως συντρίβων, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἀλλ' ἐπιστρέφων ἐν ἠπιότητι, καὶ οἷα ποιμὴν ἀγαθὸς, μετρίοις ἀνακόπτων δείμασι τὰς ἐπὶ τὸ ῥᾴθυμον ὁρμὰς τῶν πεπιστευκότων· οὕτω γάρ που φησὶν ὁ τῶν ὅλων ∆εσπότης, ὡς ἐν προσώπῳ ∆αυεὶδ τὸν ἐφ' Υἱῷ διαπλάττων λόγον "Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν "νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ 1.732 "δικαιώματά μου βεβηλώσουσι, καὶ τὰς ἐντολάς μου μὴ "φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, "καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ "διασκεδάσω ἀπ' αὐτῶν." οὐκοῦν συντρίβει μὲν, ὥσπερ ῥάβδῳ καταπαίων τῇ σιδηρᾷ, τὸν ἐξήνιον, ἀπειθῆ τε καὶ ἀλαζόνα, καὶ τὴν πίστιν οὐ προσιέμενον· παιδαγωγεῖ δὲ χρηστῶς τοὺς πεπιστευκότας, καὶ καταβόσκει μὲν ἐν κρίνοις, ἀποφέρει δὲ καὶ ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι, δῆλον δὲ ὅτι τῇ θεοπνεύστῳ γραφῇ, καθιστὰς ἐναργῆ διὰ τοῦ Πνεύ- ματος τοῖς νουνεχεστέροις τὰ ἐν αὐτῇ κεκρυμμένα, ἵνα "πρὸς ἄνδρα τέλειον ἀναβαίνωσι, καὶ εἰς μέτρον ἡλικίας "τοῦ πληρώματος τοῦ Χριστοῦ," λιπαρὰν ἔχοντες καὶ εὐ- τροφουμένην τὴν φρένα, καὶ ταῖς νοηταῖς ἐνσπαταλῶσαν τρυφαῖς. Κατασκηνοῦμεν δὲ κατὰ μόνας οἱ ἀπόλεκτοι καὶ ἐκκεκρι- μένοι, καὶ τῶν ἄλλων ἀποφοιτήσαντες, οἳ μόνα φρονοῦσι τὰ ἐπὶ τῆς γῆς καὶ τὴν τῶν προσκαίρων ἐκτετιμήκασι κτῆσιν, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ἐνδούμενοι, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων οὐ μετρίως ἀπονενεύκασιν. οὐκοῦν ἠρεμαῖον ἔχοντες τὸν νοῦν, καὶ τύρβης αὐτὸν τῆς εἰκαίας καὶ βδελυρᾶς ἀπαλλάττοντες, ἔξω που τεθείμεθα, σεπτήν τε καὶ ἀξιάγαστον διαζῶμεν ζωὴν, καὶ κατὰ μόνας ἐσμὲν, καθά- περ ἀμέλει καὶ ὁ προφήτης Ἱερεμίας. ἔφη γὰρ ὅτι "Κύριε "παντοκράτωρ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, "ἀλλ' εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας "ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην." κατοικοῦμεν δὲ κατὰ μόνας οἷάπερ ἐν δρυμῷ καὶ ἐν ὄρει. καὶ δρυμὸν μὲν νοήσεις εὔξυλόν τε καὶ εὐανθῆ τὴν διφυᾶ παίδευσιν, ἠθικήν τε φημὶ 1.733 καὶ δογματικὴν, ὄρος δὲ τὸ οἷον ὑψοῦ τε καὶ ἀνηγμένον. χθαμαλὸν γὰρ οὐδὲν τῶν παρ' ἡμῖν φιλοσοφουμένων, καὶ σπουδῆς ἀξιουμένων ἐν Ἐκκλησίᾳ. ὅτι δὲ πίων τε καὶ εὔβοτος ἡ τοιάδε νομὴ, κατασημαίνει πάλιν ὡς ἐκ παχυτέρων παρα- δειγμάτων, νεμηθήσεσθαι λέγων τοὺς ὑπὸ Χριστῷ παιδαγω- γουμένους τήν τε Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν· χωρία δὲ ταῦτα πλείστην ὅσην καὶ ἀμφιλαφῆ τοῖς θρέμμασιν ἀνα βρύοντα νομὴν, καὶ ποικίλῃ πόᾳ πλουσίως κατεστεμμένα. ἀπὸ δὴ τῶν σωματικῶν καὶ ὡς ἐν αἰσθήσει κειμένων ἀναθρώσκοντες σοφῶς ἐπὶ τὰ πνευματικὰ, καὶ τὴν ἔσω τε καὶ κεκρυμμένην θεωρίαν ἐννοῶμεν, ὅτι τοῖς τῆς θεοπνεύστου γραφῆς ἐντρυφῶν θεωρήμασιν ἐναβρύνεται μὲν τῶν ἁγίων ὁ νοῦς, πιμελῆς δὲ ὥσπερ τινὸς ἀναπίμπλαται, πρακτικῆς, ὡς ἔφην, καὶ θεωρητικῆς ἀρετῆς ἀφθόνως μεταλαχὼν, οὐκ εἰς χρόνον τινὰ βραχὺν καὶ συνεσταλμένον, ἀλλ' ὡς ὁ Προφήτης φησὶ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν, εἰς μακρὸν καὶ ἀπέραντον. τὰ μὲν γὰρ εὐφραίνοντα τὴν σάρκα σὺν αὐτῇ πίπτει καὶ μαραίνεται καὶ ἐν ἴσῳ σκιαῖς παριπ πεύοντα μετὰ βραχὺ συστέλλεται· τῶν δὲ ἄνωθεν καὶ πνευματικῶν ἀγαθῶν ἡ μέθεξις μακροῖς αἰῶσι συνεκτείνεται· ἀναπόβλητος γὰρ τῶν τοιούτων ἡ κτῆσις. Ἔφη δὲ ὅτι ὄψεσθε θαυμαστὰ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐκ γῆς Αἰγύπτου. ὥσπερ γὰρ τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλάττων τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, διαφόροις κολάσεσι κατῃκίζετο τοὺς ἐθέλοντας πλεονεκτεῖν, πηλῷ τε1.734 αὐτὸν καὶ πλινθείᾳ κατατρύχοντας, οὕτω δὲ καὶ ἡμᾶς τοὺς πεπιστευκότας τῆς τοῦ διαβόλου χειρὸς καὶ τῆς νοητῆς δου- λείας ἔξω τιθεὶς ὁ Σωτὴρ, ἔδησε τὸν ἰσχυρὸν ὡς αὐτός φησι, καὶ ἐξέβαλεν ἔξω τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. καὶ ὥσπερ ὁ Φαραὼ κατεποντίσθη, καὶ ἀπόλωλεν ὁμοῦ τοῖς ἰδίοις ὑπ- ασπισταῖς· οὕτω πάλιν ὁ σατανᾶς ὁμοῦ τοῖς ἀκαθάρτοις πνεύμασι μονονουχὶ γέγονεν ὑποβρύχιος, σειραῖς ζόφου τε ταρταρωμένος. καὶ ὥσπερ ὁ Ἰσραὴλ εἰς Μωυσέα μὲν, πλὴν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ ἐβαπτίζοντο· οὕτω καὶ ἡμεῖς εἰς Χριστὸν βεβαπτίσμεθα. αὐτὸς γάρ ἐστιν ἡ νοητὴ νεφέλη, ἡ τὴν ὑφ' ἥλιον καταρδεύουσα, καθάπερ τισὶν ὑετοῖς, τοῖς εὐαγγελικοῖς κηρύγμασι. καὶ ὥσπερ ἐκείνοις καθίει τὸ μάννα κατὰ τὴν ἔρημον, οὕτω καὶ ἡμῖν ἑαυτὸν δίδωσιν εἰς τροφὴν "ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν "διδοὺς τῷ κόσμῳ." καὶ εἰσεκομίζοντο μὲν εἰς γῆν ἐκεῖνοι τὴν αἰσθητήν· ἡμεῖς δὲ τὴν ἄνω κατακληρονομοῦμεν πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν· καὶ ταύτην εἶναι τὴν γῆν φησὶν ὁ Σωτὴρ, ἣν καὶ τοῖς πραέσιν ἐπηγγείλατο. οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν πάλαι γεγενη- μένων ἐπὶ τῷ Ἰσραὴλ μαθήσῃ σαφῶς τῶν διὰ Χριστοῦ κατωρθωμένων ἐν ἡμῖν τὴν δύναμιν. Ἐπειδὴ δὲ τοῖς ἀκροωμένοις τὸ τελοῦν εἰς ὄνησιν παντα- χόθεν ἡμᾶς ἐκπορίζειν ἀναγκαῖον, φέρε καὶ ἑτέραν ἰόντες ὁδὸν, ἀπὸ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἑλόντες λέγωμεν. 1.735 Κάρμηλος μὲν γὰρ Περιτομῆς ἐπίγνωσις ἑρμηνεύεται, αἰσ- χύνη δὲ Βασανῖτις, Γαλααδῖτις γεμὴν ∆ιαθήκης μετάθεσις. ἔχει δὲ λίαν ἔν γε δὴ τούτοις μάλιστα τὸ πιθανὸν ὁ λόγος. ἐσόμεθα τοίνυν, Χριστοῦ ποιμαίνοντος, ἐν ἐπιγνώσει περι- τομῆς, δηλονότι τῆς ἐν Πνεύματι νοουμένης. περιτετμήμεθα γὰρ ἡμεῖς ἀχειροποιήτῳ περιτομῇ, καὶ τὸν ἐν τῷ κρυπτῷ περιφέρομεν Ἰουδαῖον, τοῦ κατὰ σάρκα Ἰσραὴλ τὴν αἰσθη-τὴν ἔχοντος μόνην καὶ τὴν ἐν γράμματι, καὶ οὐχὶ δὴ πάντως τὴν ἐν καρδίᾳ διὰ τοῦ Πνεύματος. αὕτη γὰρ ἡ ἀληθὴς περι- τομὴ, Θεῷ γνωρίμους ἀποτελοῦσα τοὺς δεχομένους αὐτήν. τοιγάρτοι καὶ ἔφασκε προφητικὸς ἡμῖν ὁ λόγος "Περιτμή- "θητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, "ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλήμ." ἐν Καρ μήλῳ δὴ οὖν ἐσόμεθα, διαποιμαίνοντος Χριστοῦ, τουτέστιν ἐν ἐπιγνώσει περιτομῆς, ἐσόμεθα δὲ οὐδὲν ἧττον καὶ ἐν Βα- σανίτιδι, τουτέστιν ἐν ἐντροπῇ καὶ αἰσχύνῃ, οὐκ ἐλεγχόμενοι διὰ τὴν ἁμαρτίαν, ἀλλ' ὅτι πεπλημμελήκαμεν, ταύτῃτοι μεταγινώσκοντες, καὶ ἐν αἰσθήσει λοιπὸν τῶν ἐξ ἀγνοίας ἡμαρτημένων ἐρχόμενοι· σωτηρίας δὲ τὸ χρῆμα ὁδός. ἀναι- σθησίας γὰρ τῆς ἐσχάτης ἀπόδειξις ἐναργὴς, τὸ οἷον σκληρᾷ τε καὶ ἀναισχύντῳ καρδίᾳ διαβιοῦν ἑλέσθαι τινὰς, καὶ ἥκιστα μὲν τοῖς ἰδίοις πταίσμασιν ἐπερυθριᾶν· κεῖσθαι δὲ τάχα που καὶ ἐν ἀγνοίᾳ τῶν ἡμαρτημένων. οὐκοῦν οἱ ἐν ἐπιγνώσει περιτομῆς τῆς νοητῆς τε καὶ θείας, ἐπερυθριάσουσι μὲν τοῖς ἰδίοις πταίσμασιν, ἐν αἰσθήσει δὲ τοῦ πεφυκότος ἀδικεῖν γενόμενοι, πάντως που μεταφοιτήσουσιν ἐπὶ τό σφισιν αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατον. ἔσονται δὲ οἱ 1.736 τοιοῦτοι καὶ ἐν τῇ Γαλααδίτιδι, τουτέστιν, ἐν μεταστάσει νο- μοθεσίας ἤγουν διαθήκης. πολιτευσόμεθα γὰρ ὑπὸ Χριστῷ γεγονότες, νομικῶς μὲν οὐκέτι, ζήσομεν δὲ μᾶλλον εὐαγ- γελικῶς, καὶ τὴν ἐκ τοῦ γράμματος παχύτητα παρατρέχοντες, τὴν πνευματικὴν λατρείαν ἐπιτελέσομεν τῷ Θεῷ, καὶ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον μεθιστάμενοι, ἀλλαξόμεθα τῶν τύπων τὴν ἀλήθειαν. 9Ὄψονται ἔθνη καὶ καταισχυνθήσονται ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιθήσουσι χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀπο- κωφωθήσονται. λείξουσι χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυ- θήσονται ἐν συγκλεισμῷ αὐτῶν.9 Ἔθνη φησὶν ἐν τούτοις τὰς βδελυράς τε καὶ ἀκαθάρτους τῶν δαιμόνων ἀγέλας, αἳ πάντη τε καὶ πάντως ἐπὰν ἴδωσι τοὺς ἐν Χριστῷ καλουμένους εἰς δικαίωσιν, εἰς ἁγιασμὸν, εἰς ἀπολύτρωσιν, εἰς υἱοθεσίαν, εἰς ἀφθαρσίαν, εἰς δόξαν, εἰς ἀνειμένην τε καὶ ἐλευθέραν ζωὴν, τότε δὴ τότε καταισχυν- θήσονται, τῆς κατ' αὐτῶν δυναστείας ἐξωθούμενοι καὶ τὴν ἰδίαν ἰσχὺν διαπίπτουσάν τε καὶ ἀτονοῦσαν βλέποντες. δέ- δωκε γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς "πατεῖν "ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ "ἐχθροῦ." κείσονται δὴ οὖν ὑπὸ πόδας τῶν πεπιστευκότων οἱ πάλαι νενικηκότες, κατηῤῥωστηκότες τὸ ἄναλκι καὶ ἀπονευ- ρούμενοι διὰ Χριστοῦ. καὶ τὰς μὲν χεῖρας ἐπιθήσουσι τῷ στόματι, καταγορεύειν οὐκέτι τῶν ἡμαρτηκότων συγχωρού- μενοι· "Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;" κατὰ τὸ 1.737 γεγραμμένον. ἔφη δέ που καὶ ὁ μακάριος ∆αυεὶδ ὅτι "Πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς." σιωπήσουσι δὴ οὖν, καὶ οὐχ ἑκόντες, φησὶν, οἱ δεινοὶ πρὸς ἐγκλήματα, καὶ ὥσπερ ὑπὸ βροντῆς βεβλημένοι τοῦ ἐφ' ἡμῖν δηλονότι θαύματος, ἀποκωφωθήσονται. ἐξαίσιον γὰρ ἄκουσμα τὸ ἐφ' ἡμῖν, μέγα τε ὥσπερ καὶ ὑπερφυὲς ἀληθῶς κατακτύπημα, εἴπερ ἐστὶν ἀληθές "Ὅτι ἔτι ὄντων ἡμῶν ἁμαρτωλῶν κατὰ καιρὸν "Χριστὸς ὑπὲρ ἀσεβῶν ἀπέθανεν," ἵν' οἱ πάλαι δεινοῖς καὶ ἀφορήτοις ἐνισχημένοι πταίσμασι, νῦν ὦμεν ἡγιασμένοι, καὶ "Οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλ'" ἐλέῳ καὶ χάριτι, οἱ πάλαι λελυπημένοι καὶ ἁπάσης ἐλπίδος ὡς ἀπωτάτω, νῦν ἠγαπημένοι, λαμπροὶ καὶ ἀπόβλεπτοι, "κλη- "ρονόμοι μὲν Θεοῦ, Χριστοῦ δὲ συγκληρονόμοι." ἀποκω- φωθήσονται δὴ οὖν φησὶ, μονονουχὶ καὶ ἐμβρόντητοι γεγονότες διάτοι τὴν ἐφ' ἡμῖν γαληνότητα τοῦ Θεοῦ καὶ τῆς παραδόξου χρηστότητος τὴν ὑπερβολὴν, λείξουσι χοῦν σύροντες γῆν ὡς ὄφεις, τουτέστιν, οὐχ εὑρήσουσι τροφήν. ἔθος μὲν γὰρ τοῖς ὄφεσιν, εἰ ἐν ἐνδείᾳ γένοιντο τῶν ἐδωδίμων, ἔσθ' ὅτε δια- μάττειν τῇ γλώττῃ τὸν χοῦν, καὶ τροφὴν ἡγεῖσθαι τὸ παρα- τυχόν. ἔσεσθαι δέ φησιν καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐν ἴσαις ἐνδείαις. οἱ γὰρ δὴ πάλαι τρυφᾶν εἰωθότες καὶ ἄρδην ἅπαντας καταπίνοντες τοὺς ἐπὶ τῆς γῆς, οὐχ εὑρήσουσιν ἔτι τὸν τοῦτο παθεῖν ἀνεχόμενον, διὰ τὸ καὶ πάντας σεσῶσθαι παρὰ Χριστοῦ, ἥκειν τε λοιπὸν εὐσθενείας εἰς τοῦτο πνευ- ματικῆς, ὡς τῶν ἀρχαίων ἐκείνων μὴ ἀνέχεσθαι δηγμάτων, ἐπιβαίνειν δὲ μᾶλλον ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, κατὰ τὸ γεγραμμένον. οὐχὶ μόνον δὲ λείξουσι τὴν γῆν, ἀλλὰ γὰρ καὶ 1.738 συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν, τουτέστι, συνεχόμενοί τε πρὸς ἀσθενείας καὶ λύπας, καὶ οἷον πολιορκούμενοι τῇ τοῦ καταθλίβοντος δυνάμει, φημὶ δὴ Χριστοῦ, οὐκ ἐν με- τρίοις ἔσονται δείμασιν. Εἰκὸς δὲ δή τι καὶ ἕτερον ἐν τούτοις ἡμῖν ὑποδηλοῦν τὸν συγκλεισμόν. γενόμενος γὰρ καθ' ἡμᾶς ὁ Μονογενὴς μυρία μὲν ὅσα παραδόξως εἰργάζετο, πλείονα δὲ ἦν οἶμαί που τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. ἐπέταττε γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι καταβαίνειν εἰς ᾅδου, καὶ κατακλείεσθαι λοιπὸν εἰς τὴν ἄβυσσον, ἵνα τῶν πικροτέρων θηρίων ἀπαλλάττοι τὴν γῆν. εἰκόνα δὲ τοῦ πράγματος ἐν τοῖς ἀρχαιοτέροις τεθεάμεθα γράμμασιν· ἐπειδὴ γὰρ εἷλεν Ἰησοῦς ὁ τοῦ Ναυὴ τὰς τῶν ἐθνῶν χώρας, πέντε βασιλεῖς κατέκλεισεν ἐν σπη- λαίῳ, ἐπεκύλισέ τε τῷ στόματι λίθον, τῆς τοῦ Σωτῆρος οἰκονομίας ἀνατυπῶν, ὡς ἔφην, ἐφ' ἑαυτῷ τὴν δύναμιν. καὶ γοῦν οἱ δαίμονες "παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς "εἰς τὴν ἄβυσσον ἀπελθεῖν." συγχυθήσεσθαι δὴ οὖν αὐτοὺς φησὶν ἐν συγκλεισμῷ αὐτῶν, οἷον κατακλειομένους εἰς ᾅδου λοιπὸν, καὶ σειραῖς ζόφου τεταρταρωμένους, ἵν', ὡς ἔφην, τῶν πικρῶν τε καὶ ἀνημέρων θηρίων ἀπαλλάττῃ λοιπὸν τὸ γένος τὸ ἀνθρώπινον. 9Ἐπὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν ἐκστήσονται, καὶ φοβηθήσονται ἀπὸ σοῦ. τίς Θεὸς ὥσπερ σύ; ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ, καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν. 1.739 αὐτὸς ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν καὶ ἀποῤῥίψει εἰς τὰ βάθη τῆς θαλάσσης πᾶσας τὰς ἁμαρτίας ἡμῶν. δώσει εἰς ἀλήθειαν τῷ Ἰακὼβ, ἔλεος τῷ Ἁβραὰμ, καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.9 Ἔκστασις γὰρ ἀληθῶς τὸ Χριστοῦ μυστήριον, καὶ παν τὸς ἐπέκεινα λόγου τοῦ καταθαυμάζειν εἰδότος τῆς ἐφ' ἡμῖν ἡμερότητος ἡ ὑπεροχή. καὶ γοῦν ὁ θεσπέσιος Ἀμβακοὺμ τὸν τῆς ἐνανθρωπήσεως τρόπον κατατεθηπὼς ἀνακεκράγει σαφῶς "Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, "Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην." ἐν μορφῇ γὰρ ὑπάρχων καὶ ἐν ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Μονο- γενὴς, καὶ πλούσιος ὢν ὡς Θεὸς, ἐπτώχευσε δι' ἡμᾶς, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· ἵνα σώσῃ τὸ ἀπο- λωλὸς, ῥώσῃ τὸ ἠσθενηκὸς, καταδήσῃ τὸ συντετριμμένον, ζωοποιήσῃ τὸ ἐφθαρμένον, καθαρίσῃ τὸ ῥυποῦν, ἀπαλλάξῃ δίκης τὸ καταδεδικασμένον, εὐλογημένον ἀποφήνῃ τὸ ἐπάρα τον, τῇ τῆς υἱοθεσίας κατακαλλύνῃ τιμῇ τὸ δοῦλον τῇ φύσει. οὐκοῦν ἀκουέτω παρὰ πάντων Τίς Θεὸς ὥσπερ σύ; ἀγαθὸς δηλονότι καὶ ἀμνησίκακος, ἀνιεὶς ἐγκλήματα τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ· κατάλοιποι δὲ κληρονο- μίας αὐτοῦ νοηθεῖεν ἂν οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες, τῆς ἑτέρας δηλονότι πληθύος ὠλοθρευμένης, ὅτι μὴ πεπιστεύ- κασιν. ἔφη δέ που Χριστός "Ὁ πιστεύων εἰς τὸν Υἱὸν, "οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται ὅτι μὴ πεπί- 1.740 "στευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ Θεοῦ." ὑπερθρώσκει δὴ οὖν ἁμαρτίας καὶ παριππεύει τὰ ἐγκλήματα καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ. τὸ εἰς μαρτύριον ἀντὶ τοῦ εἰς τέλος, ἢ μέχρι παντός. ἐκβεβλήμεθα γὰρ ἐν Ἀδὰμ, ἀλλ' εἰσεδέχθη- μεν ἐν Χριστῷ. καὶ κατηράσατο μὲν ἐν ἐκείνῳ, ηὐλόγησε δὲ πάλιν ἐν τούτῳ· "Ὥσπερ γὰρ, φησὶ, τῷ τοῦ ἑνὸς "παραπτώματι οἱ πολλοὶ ἀπέθανον," οὕτω καὶ τῷ τοῦ ἑνὸς δικαιώματι οἱ πολλοὶ ζήσονται. κατέληξε δὴ οὖν τῆς ὀργῆς, ὅτι θελητὴς ἐλέους ἐστίν· ἐν καιρῷ δὲ τῆς ἁπάντων ἐπιστρο- φῆς, τουτέστι τῆς ἐνανθρωπήσεως, οἷά περ ἐν θαλάσσῃ βαπτιεῖ τὰς ἁπάντων ἁμαρτίας. ἐπειδὴ δὲ τοῖς ἁγίοις πατράσιν, Ἁβραάμ τε φημὶ καὶ Ἰακὼβ ἐπηγγείλατο πολυ-πλασιάσειν αὐτῶν τὸ σπέρμα καθάπερ τὰ ἄστρα τοῦ οὐ- ρανοῦ, δώσει φησὶν αὐτοῖς τὰ ἐπηγγελμένα. κληθήσονται γὰρ πατέρες πολλῶν ἐθνῶν, οὐκ ἐν μόνοις δηλονότι τοῖς ἐξ αἵματος Ἰσραὴλ μετρουμένων τῶν τέκνων, ἀλλὰ καὶ τοῖς ἐξ ἐπαγγελίας. οὗτοι δέ εἰσιν οἱ ἐκ πίστεως τῆς καὶ καλου- μένης ἀκροβυστίας, τοῖς ἐκ νόμου καὶ περιτομῆς εἰς ἑνότητα τὴν πνευματικὴν οἱονείπως ἀνακιρνάμενοι. γέγραπται γὰρ ὅτι "Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· ἀλλὰ τὰ "τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα." ὅσοι γάρ εἰσιν "ἐκ πίστεως, εὐλογοῦνται σὺν τῷ πιστῷ Ἁβραάμ." καὶ ὁ τῆς εὐλογίας τρόπος νοοῖτ' ἂν ἡ χάρις ἡ ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΝΑΟΥΜ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
ἝΚΑΣΤΟΣ τῶν ἁγίων προφητῶν ἐπί τινι χρησίμῳ καὶ ἀναγκαίῳ παρελαμβάνετο πράγματι κατὰ καιροὺς τοῖς θείοις ὑπηρετήσων νεύμασι, καὶ τὰς ἄνωθεν εἰς ἀνθρώπους δια- πορθμεύσων φωνάς. καὶ οἱ μὲν ἐκδεδιττόμενοι πλημμε λοῦντα τὸν Ἰσραὴλ, τὰς ἐσομένας αὐτοῖς προαπήγγελλον συμφορὰς, καὶ εἰ μὴ δρᾶν ἕλοιντο τὰ θυμήρη Θεῷ, δεινοῖς καὶ ἀφύκτοις περιπεσεῖσθαι κακοῖς ἠπείλουν ἀναφανδόν· οἱ δὲ καὶ αὐτὰ τὰ συμβεβηκότα παραφέροντες εἰς μέσον, καὶ τοῖς πεπονθόσιν ἐπιστυγνάζοντες, ἀνέπειθον εὐφυῶς δια- βιῶναι ἐθέλειν ἐπεικέστερον, οὕτω τε λοιπὸν ἐκκρούεσθαι τὴν ὀργήν· οἱ δὲ πεπονθότα τὸν Ἰσραὴλ εἰς ἐλπίδα βόσκου- σιν ἀγαθὴν, καὶ διακεῖσθαι παρεσκεύαζον, ὅτι πεπραχότες ἀθλίως ἐπί γε ταῖς σφῶν ἁμαρτίαις, εὐημερήσουσι πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ' ἀρχῆς, ἐλέῳ τε καὶ χάριτι καὶ δυνάμει Θεοῦ τοῦ τὰ πάντα εὐ- 2.2 κόλως πρὸς ὅπερ ἂν βούλοιτο μεταπλάττοντος. τοιοῦτόν τινα καὶ νῦν τῆς προκειμένης ἡμῖν πραγματείας εὑρήσομεν τὸν σκοπόν. Ἐπειδὴ γὰρ ἥλω τῶν Ἰουδαίων ἡ χώρα, καὶ εἰς τὴν Περσῶν τε καὶ Μήδων ἐξεκομίσθησαν δορίληπτοι γεγονότες οἱ ταῖς ἐκτόποις ἀποστασίαις καταλυπήσαντες τὸν ἀεὶ προ- εστηκότα καὶ ὑπεραθλοῦντα Θεὸν καὶ ἀμείνους ἀποφαίνοντα τῶν ἀνθεστηκότων αὐτοὺς, οἱ μὲν ἤδη τοῦτο πεπονθότες, τοῖς τῆς αἰχμαλωσίας ἐνισχημένοι κακοῖς καὶ δύσοιστον ἔχοντες ἀθλιότητα διετέλουν· οἱ δὲ δὴ μόλις ἰσχύσαντες ἔξω βρόχων γενέσθαι, καὶ τὴν τῶν Βαβυλωνίων διαφυγεῖν ἀγριότητα, ἐν ἀκαταλήκτοις ἦσαν δείμασι καὶ ἐν ὑποψίᾳ πολλῇ, μὴ ἄρα πως καὶ αὐτοὶ τοῖς ἴσοις κακοῖς ἢ τοῖς ἔτι χείροσι περιπέ- σωσιν, ἐπιμηνίσαντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος Θεοῦ, ἀνέντος τε οὔπω τὴν ἀγανάκτησιν· εἰς τοῦτο δὲ ἤδη δειμάτων ᾔεσαν, ὡς ἐν ταῖς τῶν ὁμόρων ἐθνῶν κατασκίδνασθαι χώραις, μονονουχί τε θητεύειν ἑτέροις, καὶ τούτοις ἀλλογενέσι καὶ εἰδωλολάτραις. οὐκ ἀζήμιον δὲ ἦν τὸ χρῆμα αὐτοῖς· ἐμάν- θανον γὰρ τοῖς ἐκείνων ἔθεσι διαζῆν, καὶ παρ' οἷς ἂν εὑρε- θεῖεν ἕκαστοι, τὸ αὐτῶν ποιεῖσθαι σέβας ἐν τάξει Θεοῦ. διὰ τοῦτο καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἐμπεπρησμένων τῶν Ἱεροσολύμων κατὰ καιροὺς διὰ χειρὸς τοῦ Ναβουχοδονόσορ, τοῖς διασεσωσμένοις ἐπέταττε μὴ καταβαίνειν εἰς Αἴγυπτον, ἱζήσαντας δὲ μᾶλλον οἴκοι τῆς πατρῴας ἔχεσθαι λατρείας, ἐπικουροῦντος αὐτοῦ. ἵνα τοίνυν τὴν τοῦ ἐπανήξειν κατὰ καιροὺς ἔχοντες ἐλπίδα, μὴ λίαν ἄθυμοι διατελοῖεν οἱ ἐξ 2.3 Ἰσραὴλ, παραιτοῖντο δὲ μᾶλλον τὴν ἀπόγνωσιν οἱ γεγονότες αἰχμάλωτοι, καὶ ἀεὶ συντείνοιντο πρὸς εὐχὰς, ἕλοιντό τε προσκυνεῖν τῷ καὶ ἀπαλλάττειν ἰσχύοντι καὶ λυτρῶσαι δυ- ναμένῳ· οἱ δέ γε τὴν Ἰουδαίαν οἰκοῦντες μὴ ἔτι ταῖς τῶν ἐθνῶν ἐπιμίσγοιντο χώραις· δέχεται τὴν ὅρασιν ὁ Προφήτης παρὰ Θεοῦ κατὰ τῆς Νινευΐ· πόλις δὲ αὕτη τῶν Ἀσσυρίων ἡ προὔχουσα· καὶ ὅτι πεσεῖται προαπαγγέλλει, συγκατα- δῃωθείσης αὐτῇ καὶ ἁπάσης τῆς χώρας, ὃ δὴ καὶ τετέλεσται Κύρου τοῦ Καμβύσου καὶ Μανδάνης υἱοῦ Πέρσας τε καὶ Μήδους καὶ Ἐλαμίτας καὶ ἕτερά τινα τούτοις συγκαθο-πλίσαντος ἔθνη κατὰ τῆς Νινευΐ. εἷλε γὰρ αὐτὴν κατὰ κράτος, καὶ τῆς αἰχμαλωσίας ἀνῆκε τὸν Ἰσραὴλ, οἴκαδέ τε ἰέναι προστέταχεν ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς. οὗτος μὲν οὖν ἡμῖν ὁ σκοπὸς τῆς προκειμένης πραγματείας· τὰ δὲ ἐφεξῆς, ὡς ἔνι, καὶ ἀνὰ μέρος προσθήσομεν. 9Λῆμμα Νινευῒ, βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου.9 Ὁρίζεται πρῶτον τῆς προφητείας τὸν σκοπὸν, καὶ ἐφ' ὅ τι τε καὶ ὅποι βλέπει χρησίμως διατρανοῖ· εἶτα τίς ὁ λέγων καὶ πόθεν, καθίστησιν ἐναργές. τὸ μὲν γὰρ λῆμμά φησιν, τουτέστιν, ἡ ληφθεῖσά τε καὶ προκειμένη καὶ ἐν χερσὶν προ- φητεία νοοῖτ' ἂν οὐκ ἐφ' ἑτέροις τισὶ μᾶλλον, ἢ κατὰ τῆς Νινευῒ, ἤγουν τὸ τῆς προφητείας λῆμμα νοείσθω Νινευΐ. ἐπι γράφεται δὲ τὸ βιβλίον Ὅρασις Ναοὺμ τοῦ ἀπὸ τῆς Ἐλκεσαί. κώμη δὲ αὕτη πάντως που τῆς Ἰουδαίων χώρας. ἐκληψό- 2.4 μεθα γὰρ οὐχ ὡς ἐκ πατρὸς, ἀλλ' ὡς ἐκ τόπου μᾶλλον τὸ Ἐλκεσαίου. καὶ τοῦτό φαμεν ἐξ ἀναγνωσμάτων ἔχοντες τὴν παράδοσιν. 9Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῳῶν οὐκ ἀθῳώσει.9 Βαθὺς ὁ λόγος, καὶ οὐχ ἕτοιμος ἑλεῖν, πλὴν ὅτι μόνοις τοῖς ἐθέλουσι περιαθρεῖν εὖ μάλα τὰ ἐν αὐτῷ. καὶ εἰ μὲν νοοῖτο γεγονὼς ὡς πρός γε τοὺς Ἰουδαίους, ἐπιπλήξει μετρίᾳ κεκερασμένην ἐπιεικῶς εὑρήσομεν τὴν παράκλησιν. εἰ δὲ δή τις οἴοιτο κατὰ τῆς Νινευῒ γενέσθαι καὶ λέγεσθαι, πρὸς ἕτερόν τι τετράψεται τῶν θεωρημάτων ὁ νοῦς, καὶ τοῖς πεπον- θόσι τὴν δῄωσιν τοῦ καὶ αὖθις ἀνασφῆλαι δίδωσί τε καὶ ἐμπεδοῖ τὰς ἐλπίδας. τῆς οὖν ἐπ' ἀμφοῖν ἐννοίας τὸν σκοπὸν ὡς ἔνι ἐμφανῆ καταστήσομεν. ἀπολακτίσαντες γὰρ Ἰουδαῖοι τὴν εἰς Θεὸν ἀγάπησιν, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας τὸ γνή- σιον δι' οὐδενὸς παντελῶς ποιούμενοι λόγου, κατέθορον εἰς πολυθεΐαν καὶ ἀλλόκοτον πλάνησιν καὶ τὴν ἔξω νόμου ζωὴν, ἀνεδείμαντό τε βωμοὺς, ἔστησαν τεμένη τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, τελετὰς καὶ θυσίας προσῆγον, τῇ Ἀστάρτῃ, τῷ Χαμῶς, τῷ Βεελφεγὼρ, ταῖς δαμάλεσι ταῖς χρυσαῖς, καὶ τὸ ἔτι τούτων ἀλογώτερον, αὐταῖς ἀνέθεσαν ᾠδὰς τὰς χαρισ- τηρίους. ἔφασκον γὰρ ἐξ ἀποπληξίας οἱ δείλαιοι "Οὗτοι "οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰ- 2.5 "γύπτου." ἀλλὰ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασι διαλε- λήθασι σφᾶς αὐτοὺς καταθήγοντες ἐφ' ἑαυτοῖς τὸν πάλαι προεστηκότα καὶ ἀνασώζοντα Θεὸν, ᾧ γεγόνασιν ἐχθροὶ, καὶ ἐν τῇ τῶν πολεμίων τέθεινται μοίρᾳ, τοῖς μὴ κατὰ φύσιν θεοῖς προσνέμοντες ἑαυτοὺς, καίτοι πάλαι Μωυσέως βοῶντος περὶ Θεοῦ, ὡς εἴη τε καὶ ζηλωτὴς, καὶ ὡς πῦρ ἀναλίσκον, καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο καταλυπεῖν ᾑρημένων. προανε- φώνει γὰρ ὅτι "Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώρ- "γισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐ- "τοὺς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς." προσκεκρουκότες δὴ οὖν πολυτρόπως, εἰκότως καὶ διολώλασι. τοῦτο καὶ νῦν ὁ Προφήτης φησὶ, μονονουχὶ καὶ ἀσχάλλοντας ἐπὶ τοῖς συμβεβηκόσι τοὺς δήμους τῶν Ἰουδαίων, ἐλέγχων τε ὁμοῦ καὶ παραμυθούμενος. ναὶ γὰρ, φησὶ, καταλγύνεσθε πεπονθότες ἀδοκήτως τὴν ἐρήμωσιν, οἴκων τε καὶ χώρας καὶ πόλεων ἐκσεσοβημένοι, καίτοι νικῶντες ἀεὶ τοὺς ἀνθεστη- κότας· πεπτώκατε δὲ καὶ ὑπὸ πόδας ἐχθρῶν. εἶτα πῶς οὐκ ἔδει πρὸ πείρας ἐννοεῖν, ὅτι Θεὸς ζηλωτής ἐστι, καὶ ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαί- ρων τοὺς ἐχθροὺς αὐτοῦ; εἰ δὲ δὴ καὶ ἡμεῖς ἐξῃρήμεθά φησι, καὶ γεγόναμεν ἐκ μέσου, καὶ ὑπὸ χεῖρα δυσμενῶν, ἀλλ' ἔστη- μεν εἰς ἐχθροὺς, πεπολεμήκαμεν ἀνοσίως τῷ πάντα ἰσχύοντι, καὶ πρὸς πᾶν ὁτιοῦν ᾠχόμεθα τῶν ἀπᾳδόντων αὐτῷ. Ἀλλ' ἐρεῖς, ὅτι μακρόθυμος ὁ ∆εσπότης. ναὶ, σύμφημι καὶ αὐτὸς, καὶ γάρ ἐστι κατὰ φύσιν τοιοῦτος. πλὴν ἀθῳῶν οὐκ ἀθῳώσει, τουτέστιν, οὐκ ἀπαλλάξει παντελῶς αἰτιαμάτων 2.6 καὶ δίκης τοὺς προσκεκρουκότας αὐτῷ, καὶ τοῦτο ἀκαταλή- κτως καὶ πέρα δὴ μέτρου. ἀναβάλλεται μὲν γὰρ τὴν ὀργὴν ἐξ ἡμερότητος τῆς ἐμφύτου, καὶ ἀνέχεται πλημμελούντων τινῶν ἔσθ' ὅτε, περιμένων τὴν μετάγνωσιν· μέλλοντας δὲ καὶ ἀναδυομένους μακρὰ, κολάζει λοιπὸν καὶ ὑπάγει ποιναῖς ὡς κατεσκληκότας. ὧδε μὲν οὖν ἕξει τε ὁ λόγος ἡμῖν καὶ νοοῖτο γεγονὼς, εἰ βλέποι πρὸς Ἰουδαίους· εἰ δὲ δὴ φέροιτο κατὰ τῆς Νινευῒ, νοήσομεν ἑτεροίως. Εἷλον μὲν γὰρ Ἀσσύριοι τὴν τῶν Ἰουδαίων χώραν, κατα-νεύοντος Θεοῦ τὸ νικᾶν αὐτοῖς, διάτοι τὸ πλείστοις ὅσοις ἐνέχεσθαι πλημμελήμασι τοὺς ἐξ Ἰσραήλ. οἱ δὲ ἦσαν ἀνήμεροί τε καὶ ἀλαζόνες καὶ ἄγροικον ἔχοντες παντελῶς τὴν φρένα, κατέληγον δὲ οὐδαμῶς καὶ αὐτὴν τὴν τοῦ Θεοῦ δόξαν μονονουχὶ καταπαίοντες σκληραῖς τε καὶ ἐπαράτοις φωναῖς. ᾤοντο γὰρ ὅτι νενικήκασι καὶ οὐχ ἑκόντος αὐτοῦ, καὶ ὁμοῦ τοῖς Ἰουδαίοις τὴν ἐπαμύνουσαν αὐτοῖς πεπλεο- νεκτήκασι χεῖρα. καὶ γοῦν ὁ Ῥαψάκης παλιμφήμοις ἐχρῆτο φωναῖς, τοῖς ἐν τῷ τείχει τῶν Ἱεροσολύμων ἐκεῖνα λέγων, ἃ μόναις ἂν πρέποι ταῖς τῶν οὐκ εἰδότων τὸν φύσει καὶ ἀληθῶς Θεὸν ἀνοσίαις ἀθυροστομίαις. ἀλλ' ἐκτέτικεν εὐ- θὺς τῆς ἀλαζονείας τὰς δίκας. πλὴν ᾑρηκότες τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις οἱ ἀμφὶ τὸν Σαλμανασὰρ, καὶ ἑτέρας δὲ ταύταις προσκατεμπρήσαντες, κατηλαζονεύοντο τῶν ἑαλω- κότων, καὶ τῆς θείας δόξης κατεθρασύνοντο. παραμυθεῖται δὴ οὖν ὁ Προφήτης ἀλύοντας τοὺς δήμους τῶν Ἰουδαίων οὐ μετρίως, καὶ ὅτι πάντη τε καὶ πάντως τοῖς αὐτοὺς πεπολε- 2.7 μηκόσιν ἐπαρτήσει τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διδάσκει λέγων Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν τοὺς ὑπεναντίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. περιέσται γάρ πως, φησὶν, ἄμαχον ἔχων τὴν δύναμιν, καὶ κατακρατήσει τῶν λελυπηκότων. εἰ γὰρ καὶ μακρόθυμός ἐστι, καὶ ὁρᾶται τέως ὡς ἀνεξικακῶν, ἀλλ' εἰς τέλος οὐκ ἀθῳώσει· ζηλωτὴς γάρ ἐστι. εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν τῶν ὅλων Θεὸν ἐφ' οἷς πεπόνθασιν οἱ ἐξ Ἰσραὴλ διὰ τῆς τῶν Βαβυλωνίων ὠμότητος οὐ μετρίως κεκινημένον. ἔφη γὰρ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν τῶν Βαβυλωνίων πληθὺν ἢ πόλιν "Ἐγὼ δέδωκα αὐτοὺς "εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος." καὶ μὴν καὶ διὰ φωνῆς Ζαχαρίου πάλιν οὕτως φησίν "Ἐζήλωκα "τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ ὀργὴν "μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, "ἀνθ' ὧν ἐγὼ μὲν ὀργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο "εἰς κακά." Τὸ δέ γε Θεὸς ζηλωτὴς καὶ τὰ ἐφεξῆς, ἁρμόσειεν ἂν εἰ κότως καὶ τοῖς οὐκ ἐθέλουσι τὴν ἐπιεικῆ καὶ φιλόθεον ἰέναι τρίβον, ἀπονενευκόσι δὲ μᾶλλον ἐπὶ τὸ βιοῦν ἑλέσθαι σαρ- κικῶς. ὅτι γὰρ ἐκδικήσει, κολάσεσιν ὑποφέρων καὶ ποιναῖς ὑποτιθεὶς τὸν ἐξήνιόν τε καὶ ἀλιτήριον, πῶς ἔστιν ἀμφιβα- λεῖν, εἴπερ ἀληθές ἐστιν ὅτι "Τοὺς πάντας ἡμᾶς δεῖ φανερω- "θῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται "ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν "εἴτε φαῦλον." 2.8 Οὐδὲν δὲ ἧττον ὁ λόγος πρέποι ἂν εἰκότως καὶ τοῖς Ἰου- δαίων καθηγηταῖς, τοῖς γραμματεῦσι λέγω καὶ Φαρισαίοις, οἳ τὴν εἰς Χριστὸν παρωθούμενοι, πίστιν, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους διολλύντες ἡλίσκοντο. πεφρονήκασι γὰρ ἐχθρὰ, καὶ πεπολεμήκασι τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς, ἔλαβόν τε τὴν κλεῖδα τῆς γνώσεως, καθά φησιν αὐτὸς, καὶ οὔτε εἰσῆλθον αὐτοὶ, οὔτε μὴν ἑτέρους συγκεχωρήκασιν εἰσ- ελθεῖν. οὐκοῦν εἰ καί ἐστι μακρόθυμος, ἀλλ' οὖν ἀθῳῶν οὐκ ἀθῳώσει τοὺς τῇ ἀληθεῖ πίστει πεπολεμηκότας. 9Κύριος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ.9 Μέλλων ὁ Προφήτης τῆς Νινευῒ τὴν ἅλωσιν εἰς παρά- κλησιν τῶν πεπονθότων προαναφωνεῖν, καὶ ὅτι κατασεισθή- σεται παρὰ Θεοῦ καταδηλοῦν τοῖς ἠδικημένοις, προαφηγῆται χρησίμως τὸ τῆς θείας φύσεως παναλκὲς, καὶ ὅτι πᾶν ὁτιοῦν κατορθοῦν ἑλομένῃ τὸ ἀντιστατοῦν οὐδὲν, πάντα δὲ μᾶλλον ἕψεται ῥᾳδίως, καὶ ἰσχύσει τὸ αὐτῇ δοκοῦν, κἂν εἴτι τῶν ἐπιγείων πραγμάτων ἡμῖν τε καὶ τοῖς καθ' ἡμᾶς δυσκατόρ- θωτον εἶναι δοκῇ. ᾤοντο μὲν γὰρ οἱ Ἰουδαῖοι δυσαλωτάτους ἔσεσθαι τοὺς Βαβυλωνίους, καὶ ἄμαχον οὕτως χεῖρα λαχεῖν, ὡς μηδ' ἂν εἰ βούλοιτο Θεὸς, ἀτονῆσαι πρὸς ἐχθρούς. ἐκάλει γὰρ οἶμαι δυσθυμίας εἰς τοῦτο αὐτοὺς τὰ κατὰ πάσης αὐ- τῶν τῆς χώρας ὠμῶς τε καὶ ἀνημέρως παρ' ἐκείνων τε- τολμημένα. ἵνα τοίνυν εἰδεῖεν, ὡς κείσονται μὲν ἀκονιτὶ κατεξανιστάντος αὐτοῖς τὴν ὀργὴν τοῦ Θεοῦ, ἁλώσονται δὲ, 2.9 καὶ μάλα ῥᾳδίως, ἀναγκαίως φησί Κύριος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. εἰ γὰρ δὴ, φησὶ, βουλεύσαιο κατά τινων· τοῦτο γὰρ ἡ ὁδός· καταδραμεῖται πάντως ὡς ἐν συσσεισμῷ. ἄμαχον δὲ χρῆμα καὶ δυσδιάφυκτον κομιδῇ συσσεισμὸς καὶ συντέλεια, καὶ νε- φέλαι πρὸς τούτοις κονιορτοῦ δίκην ἱπτάμεναι καὶ τὸν οὐρανὸν καταπυκάζουσαι. ἔοικε δὲ ὁ Προφήτης εἰς ἀνάμνησιν αὐ- τοὺς ἀναφέρειν τοῦ κατὰ παντὸς ἀνθρώπων γένους ἐπὶ Νῶε γεγονότος κατακλυσμοῦ, ἐν συντελείᾳ γὰρ τότε καὶ ἐν συσ- σεισμῷ τῷ κατὰ πάντων οἱονεὶ πεπόρευται Θεὸς, νεφέλας ἐξανιστὰς, καὶ, καθὰ φησὶ τὸ γράμμα τὸ ἱερὸν, ἀνοίγων τοὺς καταῤῥάκτους τοῦ οὐρανοῦ, καὶ ὑετοῖς ἀσχέτοις ἐπικλύζων τὴν ὑπ' οὐρανόν. ὁ τοίνυν, φησὶ, πρὸς ὅλην εὐκόλως ἰσχύσας τὴν γῆν, καὶ ψήφῳ μιᾷ τοὺς ἐν αὐτῇ πάντας ἀνελὼν, πῶς ἂν ἀτονήσειε πρὸς ἔθνος ἓν τὸ Βαβυλώνιον; θεοπρεπῶς δὲ σφόδρα φησὶ τό Νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. ὡς γὰρ εὔκολον ἀνθρώπῳ χοῦν τε καὶ κόνιν ἀνακινῆσαι ποδὶ, τὸν αὐτὸν οἶμαι τρόπον εὐχερὲς καὶ τῷ πάντων κατ- εξουσιάζοντι Θεῷ, χειμῶνί τε καὶ νεφέλαις καταπυκάσαι τὸν οὐρανόν. Εἰ δὲ δὴ προσήκοι καὶ τὸν ἀπόῤῥητον νοῦν τῶν προκει- μένων ἐκβασανίσαι, ἐκεῖνο εἰπεῖν οἰήσομαι δεῖν, ὅτι τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν ὅδον, ἤγουν τὴν ἐκπλήρωσιν ἐν συν- τελείᾳ καὶ ἐν συσσεισμῷ πεποιῆσθαί φαμεν τὸν Μονογενῆ Λόγον τοῦ Θεοῦ. ἐπειδὴ γὰρ γέγονε καθ' ἡμᾶς, συντετέλεκε καὶ συνέσεισεν "ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμο- 2.10 "κράτορας τοῦ αἰῶνος τούτου," τῆς καθ' ἡμῶν ἐξελάσας πλεονεξίας, καὶ τῆς ἀρχαίας ἐκείνης ἀποσοβήσας ἰσχύος, καθελὼν δὲ καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος καὶ πρός γε τούτῳ τὴν ἁμαρτίαν. γεγόνασι δὲ καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. ὥσπερ γὰρ τοῦ βαδίζοντος προανίπταται κόνις, οὕτω τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς προεβάδιζον αἱ νοηταὶ νεφέλαι, τουτέστιν οἱ μακάριοι προ- φῆται, σκοτεινοτέρῳ μὲν καὶ οὐ λίαν ἐμφανεστέρῳ χρώμενοι λόγῳ, πλὴν ζωοποιοῖς κηρύγμασι τὸν τῶν συνιέναι δυνα- μένων κατάρδοντες νοῦν. 9Ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν.9 Ἐξ ὧν ᾔδεσάν τε καὶ πεπείραντο τὸν τῆς διηγήσεως λόγον διατεκταίνει, ἀποστήσας αὐτὸν τῶν ἄγαν ἀρχαιοτέρων. ὅτε γὰρ τῆς Αἰγυπτίων ἀνοσιότητος καὶ τῆς ἀφορήτου πλεο- νεξίας τὸν Ἰσραὴλ ἐξεκόμιζεν ὁ προασπίζων Θεὸς, διεβίβασε μὲν διὰ μέσης θαλάσσης αὐτοὺς, ἐκέλευε δὲ βαδίζειν ὡς ἐπὶ ξηρᾶς· "ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα," κατὰ τὸ γεγραμ- μένον. οὐκοῦν ἠπείλησε μὲν τῇ θαλάσσῃ, καὶ βάσιμος ἦν οἷά τις ξηρά. εἰ δὲ δή τις βούλοιτο ταῖς περὶ τούτων ἐννοίαις τὰ πρῶτα συνείρειν, φημὶ δὴ τό "Κύριος ἐν συντελείᾳ καὶ ἐν "συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ," τὰ εἰκότα καὶ οὕτω φρονήσει. μονονουχὶ γὰρ συντελέσας τε καὶ συσσείσας τὴν Αἰγυπτίων, ὁ τῶν ὅλων Κύριος διὰ τῶν ἐν αὐτῇ γεγονότων σημείων καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· διολώλασι γὰρ ἐν μιᾷ νυκτὶ, 2.11 θρήνου τε καὶ οἰμωγῆς, ὡς ἔφησε, τὰ πάντα πεπλήρωτο· διὰ μέσης θαλάσσης διεβίβασε τὸν Ἰσραὴλ, κατηρτημένης αὐ- τῶν τῆς ἐξ οὐρανοῦ νεφέλης. Ἔφη τι τοιοῦτον καὶ ὁ μακάριος ∆αυείδ. ψάλλει γὰρ ὧδε "Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ "σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ "γὰρ οἱ οὐρανοὶ ἔσταξαν." γῆν δὲ σεσεισμένην, καθάπερ ἐγῷμαι, τὴν Αἰγυπτίων φησίν. ὅτι δὲ καὶ νεφέλη κατ- εκρέματο, προβαδίζουσα τῶν υἱῶν Ἰσραὴλ, ἀσυμφανὲς μὲν οὐδενί, πιστώσεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς τοῦ Ἰσραὴλ πατέρας βεβαπτίσθαι λέγων ἅπαντας "ἐν τῇ νεφέλῃ "καὶ ἐν τῇ θαλάσσῃ." Προσεπήγαγε δὲ ὁ Προφήτης τῷ ξηραίνεσθαι τὴν θάλασσαν, καὶ τὸ ἐρημοῦσθαι τοὺς ποταμοὺς, εἰς ἀνάμνησιν ἀναφέρων ἑτέρου θαύματος. ὅτε γὰρ εἰς τὴν τῆς ἐπαγγελίας εἰσεκο- μίζοντο γῆν, Ἰησοῦ μετὰ Μωυσέα προεστηκότος, τότε κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνης, τὴν τῶν ναμάτων καταφορὰν ἀῤῥήτοις νεύμασι καὶ δεσμοῖς ἀνακόπτοντος τοῦ πάντα ἰσχύ- οντος Θεοῦ. ἀξιοῖ δὲ ταῦτα τοῦ μεγίστου θαύματος καὶ ὁ μακάριος ∆αυεὶδ, οὕτως λέγων "∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ "Θεοῦ, ὡς φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· "ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διε- "λεύσονται ποδί." ποδὶ γὰρ πάλιν τὸν Ἰορδάνην διέβησαν. εἰ δὲ δὴ καὶ πάντας λέγοι ξηραίνεσθαι τοὺς ποταμοὺς, τὸ ἐφ' ἑνὶ γεγονὸς ὅτι καὶ πᾶσι συμβήσεται Θεοῦ κατανεύοντος, διακεῖσθαι κελεύει. 2.12 ∆οκεῖ δέ τισι καὶ καθ' ἕτερόν τινα τρόπον τῷ τῶν προκει μένων προσφέρεσθαι νῷ. εἰ γὰρ ἕλοιτο, φησὶν, ὁ τῶν ὅλων ∆εσπότης τὴν κατὰ τῆς Νινευῒ ποιεῖσθαι καταδρομὴν, ποιή- σεται δὴ πάντως ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ· συντε- λέσει γὰρ αὐτὴν καὶ καταδονήσει ῥᾳδίως· πλατεῖαν δὲ οὖσαν, καὶ οἷον θαλάσσης δίκην τοῖς ἄλλοις ἔθνεσι τοὺς πολέμους ἐπικυμαίνουσαν, ἀμελλητὶ καταξηρανεῖ. κἂν εἰ ἀνέρχοιντο, φησὶν, ὡς χείμαῤῥοι τὰ παρ' αὐτῆς ἔθνη, πάντη τε καὶ πάν- τως ἐρημωθήσονται. θάλασσαν δὲ καὶ ποταμοὺς ἐπικλύ- ζοντάς τε καὶ καταπνίγοντας, οὐδὲν ἧττον εἶναί φαμεν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, καὶ πρό γε τῶν ἄλλων τὸν σατανᾶν. ἀλλ' ὅλην αὐτῶν τὴν δύναμιν κατεξήρανεν ὁ Χριστὸς, καὶ ἄμαχον οὖσαν πάλαι, τοῖς τῶν σεβομένων αὐτὸν ὑπέστρωσε ποσίν. 9Ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. τὰ ὄρη ἐσείσθησαν ἀπ' αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν, καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμ- πασα, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.9 Καὶ δι' ἑτέρων εὐθὺς ἀποδείξεων ὁ λόγος ἔρχεται, τῇ θείᾳ φύσει τὸ παναλκές τε καὶ ἄμαχον εἰς ἐξουσίαν ἐπιμαρτυρῶν. χώρα μὲν γὰρ ἡ Βασανῖτις ἐστιν εὐθαλής τε καὶ πίειρα· Κάρ- μηλος δὲ καὶ Λίβανος, τὸ μὲν τῆς Φοινίκης, τὸ δὲ τῆς Ἰου- δαίας ὄρος, εὐδενδρότατα δὲ ἄμφω, καὶ ἀμφιλαφέσι κομῶν- τα δρυμοῖς. ἀλλὰ ταυτὶ δὴ πάντα, τήν τε Βασανῖτίν φημι, 2.13 καὶ αὐτὴν δὲ τὴν τοῖς ὄρεσι παρακειμένην χώραν, δεινά τε καὶ μαχιμώτατα κατενέμοντο γένη καὶ υἱοὶ γιγάντων, κατὰ τὸ γεγραμμένον. πλὴν ἐξῄρηνται καὶ νενίκηνται παρὰ τῶν υἱῶν Ἰσραὴλ, Θεοῦ προασπίζοντος, καὶ κεκληρονομήκασι τὴν γῆν αὐτῶν. ὅμοιον οὖν ὡς εἰ λέγοι πάλιν Αἱ πάλαι δεινοῖς καὶ ἀλκιμωτάτοις ἀνδράσι βρύουσαι χῶραι, καὶ οἷον δρυμοῖς τῶν ἐν αὐταῖς μαχίμων κομῶσαι πολλοῖς, ᾤχοντο καὶ πεπόρθηνται τῶν ἐνοικούντων παθοῦσαι τὴν ἐρημίαν. τοῦτο γὰρ οἶμαί ἐστι τὸ ὠλιγῶσθαι λέγειν αὐτάς. Εἶτα, πῶς οὐκ ἂν ἁλοίη Θεοῦ κατανεύοντος ἡ διαβόητος Νινευΐ; πρὸς δὲ δὴ τῇ Βασανίτιδι καὶ τῷ Καρμήλῳ, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. Λίβανος μὲν οὖν, ὡς ἔφην, ὄρος τῆς Φοινικῆς ἐστιν, ἀπ' αὐτοῦ δὲ σημαίνει τὴν ὑπ' αὐτῷ τε κειμένην καὶ περὶ αὐτὸ σύμπασαν χώραν. ἐξανθοῦντας δὴ οὖν τοῦ Λιβάνου τοὺς ∆αμασκοῦ καὶ Φοινίκης βεβασιλευκότας φησὶ κατὰ καιροὺς, οἳ καὶ ὑπὸ χεῖρας δέδονται τῶν υἱῶν Ἰσραήλ· νενίκηνται γὰρ καὶ αὐτοὶ κατὰ καιροὺς, καίτοι πλείστην ὅσην ἔχοντες χεῖρα, δειναῖς τε καὶ δυσαντήτοις ἐπικουρίαις ἀναφυσώμενοι. εὑρήσομεν δὲ τὰ τῶν βασιλειῶν ἐπερχόμενοι βιβλία πεπορθημένην κατὰ καιροὺς τὴν ∆αμασκηνῶν βα σιλείαν, διὰ τῶν ἐκ φυλῆς Ἰούδα βεβασιλευκότων. ἐξέλι- πον δὴ οὖν τὰ ἐξανθοῦντα τοῦ Λιβάνου, τουτέστιν, ἐξῄρηνται καὶ ἀπολώλασι πλειστάκις καὶ αὐτὰ τῆς Φοινίκης ἤγουν τοῦ Λιβάνου τὰ ἐξαίρετα, τουτέστιν, οἱ τῶν ἐκεῖσε κρατοῦντες πραγμάτων. Καὶ τί ταῦτα λέγω, φησὶν, ὅτε καὶ μάλα ῥᾳδίως, Θεοῦ γε θέλοντος, κατασεισθεῖεν ἂν καὶ αὐτὰ τὰ ὄρη καὶ οἱ βουνοὶ μεταστήσονται καὶ σύμπασα δὲ ἡ γῆ μετὰ τῶν ἐνοικούντων 2.14 αὐτὴν ἀνασταλήσεται, τουτέστι, χωρήσει πρὸς τὸ μὴ ὂν, καὶ ἔσται πάλιν ὡς οὐχ ὑπάρχουσα; ὁ γὰρ ποιήσας ἐν ἀρχῇ, καὶ ἀφανιεῖ που πάντως εὐκόλως, καὶ οὐδὲν αὐτῷ τὰ μεγάλα παντελῶς. ἔοικε δὲ καὶ ὁ μακάριος ∆αυεὶδ συνῳδὰ τοῖς προ- κειμένοις ἐννενοηκέναι τε καὶ λέγειν "Τί γάρ ἐστι σοὶ, "θάλασσα, ὅτι ἔφυγες; καί σοι, Ἰορδάνη, ὅτι ἐστράφης εἰς "τὰ ὀπίσω; τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ "βουνοὶ ὡς ἀρνία προβάτων; ἀπὸ προσώπου Κυρίου ἐσα- "λεύθη ἡ γῆ." Ὡς γὰρ ἤδη προεῖπεν "Ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ." ὅτι δὲ οὐδὲν ἡ σύμπασα γῆ, καὶ ὀλίγου παντελῶς ἀξιωθεῖεν ἂν λόγου τὰ ἐν αὐτῇ, τὴν θείαν τε καὶ ἀπόῤῥητον εἴ τις ἕλοιτο δόξαν ἀναμετρεῖν, ἐπιμαρτυρήσει λέγων ὁ προφήτης Ἡσαΐας "Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ "ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· "ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετρά- "ποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη ὡς "οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν· τίνι ὡμοιώσατε "Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν;" ∆οκεῖ δὲ πάλιν ἑτέροις εὖ ἔχειν, εἰ καὶ ἐπ' αὐτῆς ἐλο- γίσθη τῆς Νινευῒ τὰ τοιάδε πλαγίως. βούλονται γὰρ αὐτὴν παρεικάζεσθαι τῇ τε Βασανίτιδι ὡς ἀρίστῃ τε καὶ διαβοήτῳ χώρᾳ, καὶ Καρμήλῳ τε καὶ λιβάνῳ πάλιν, ὡς ἐπισήμοις τε καὶ διαφανεστάτοις ὄρεσι· θαυμαστὴ δὲ καὶ ἐπίσημος ἡ Νινευῒ ἦν. καὶ ὠλιγῶσθαί φησιν, ὡς ὅσον οὐδέπω δῃωθησομένης ὁμοῦ τοῖς ἐξανθοῦσιν ἐν αὐτῇ, τουτέστιν, ἡγουμένοις τε καὶ στρατη- γοῖς καὶ τοῖς τῶν ἄλλων λαῶν ἐπιφανεστέροις. ἐπειδὴ γὰρ 2.15 ὀρῶν ἐποιήσατο μνήμην καὶ χώρας εὐδενδροτάτης, φημὶ δὴ τῆς Βασανίτιδος, τετήρηκε τῷ λόγῳ μέχρι παντὸς τὴν τρο- πήν· τὴν πιοτάτην καὶ ἐξανθοῦσαν ἔφη τοὺς ἢ πλούτῳ τυχὸν διαφανεστέρους, ἢ ταῖς τῶν σωμάτων ἀλκαῖς ἐμπρέποντας, ἢ καὶ καθ' ἕτερόν τινα τρόπον ὑπεροχῆς τῶν ἄλλων ἠρμένους. Ἀνασκοπούμενος δέ τις τὰ παρὰ τῶν Ἰουδαίων εἰς Χρι- στὸν τολμήματα, καὶ τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐρήμωσιν καὶ τὴν ὁλοτελῆ συντριβὴν καὶ ἀπώλειαν, μετά γε τὸ ἀναβιῶναι καὶ ἀνελθεῖν εἰς τὸν οὐρανὸν, ἐφαρμόσαι ἂν εἰκότως αὐτοῖς καὶ τάδε. Βασανῖτις μὲν γὰρ καὶ Κάρμηλος καὶ μέντοι καὶ Λίβανος νοοῖτο ἂν εἰκότως ἡ Ἰουδαία· καὶ Βασανῖτις μὲν, ἐπείτοι καὶ ὠνόμασται γῆ ῥέουσα μέλι καὶ γάλα, γῆ σίτου καὶ ἐλαίου καὶ ἀμπελώνων· Κάρμηλος δὲ καὶ Λίβανος διάτοι τὸ ὑψοῦ τε ἦρθαι κατὰ τὴν δόξαν, γενέσθαι τε διαφανῆ καὶ περίοπτον, καὶ οἷον ἀκαταλήκτοις δρυμοῖς τοῖς κατοικοῦσιν αὐτὴν ἐπιγάνυσθαι. ἀλλ' ὠλιγῶσθαί φησιν αὐτήν· δεδαπά- νηνται γὰρ τῇ Ῥωμαίων χειρὶ, μονονουχὶ δὲ καὶ δεινοῖς καὶ ἀλκιμωτάτοις περιπεσόντες δρυτόμοις, φυτοῖς ἐν ἴσῳ πεπτώ- κασι. καί τι τοιοῦτον ὁ μακάριος προφήτης Ἡσαίας ὑπαι- νίττεται, λέγων ὡς πρός γε τὴν Ἱερουσαλήμ "∆ιάνοιξον "ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς "κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, "ὅτι μεγάλως μεγιστάνες ἐταλαιπώρησαν. ὀλολύξατε δρύες "τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος·" σαφέστερον δὲ καὶ ἑτέρωθί που φησί "Καὶ ἔσται ὁ κοπετὸς 2.16 "τῆς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτο- "μένου·" ἐπειδὴ γὰρ πάλιν Λιβάνῳ τὴν Ἱερουσαλὴμ παρει- κάζει, κέδρους καταπιπτούσας καὶ πίτυς ἔφη τοὺς ἐν αὐτῇ ὑψηλοὺς, καὶ δρῦς δὲ ἀποκαλεῖ τῆς Βασανίτιδος· μεταφορικὸν δὲ, ὡς ἔφην, τοῦ λόγου τὸ σχῆμα. 9Ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστή- σεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπ' αὐτοῦ.9 Κατασφραγίζει τοὺς λόγους εἰς ἀλήθειαν τοῖς ἐν πείρᾳ γεγονόσι τῆς θείας ὀργῆς, ὅτι πικρά τις ἐστὶ καὶ δυσάντητος λέγων. δίκην γὰρ οἶμαι πυρὸς ἐμπίπτουσα, κατατήξειεν ἂν εὐκόλως ἀρχάς τε καὶ ἐξουσίας, ἐπιγείους τε καὶ νοητὰς, συνθραύσειε δ' ἂν ἀμογητὶ καὶ πέτρας, ἤγουν τοὺς πέτραις ἐν ἴσω κατεσκληκότας, καὶ ἀμείλικτον ἔχοντας νοῦν. εὑρή- σομεν δὲ τοιούτους γεγονότας τοὺς τῶν Ἀσσυρίων βεβασι- λευκότας, καὶ μὴν καὶ αὐτὸν τὸν τῶν ἀκαθάρτων πνευμάτων ἡγούμενον τὸν σατανᾶν, περὶ οὗ φησι τὸ γράμμα τὸ ἱερόν "̔Η καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε δὲ ὥσπερ "ἄκμων ἀνήλατος." ὅτι δὲ σκληροὶ καὶ ἀτεράμονες καὶ πλείστην ὅσην ἀναισθησίαν ἠῤῥωστηκότες ἁλοῖεν ἂν καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ καὶ οἱ τεταγμένοι παρ' αὐτοῖς εἰς ἀρχὰς, ἱερέας δὴ λέγω καὶ τῶν ἀνοσίων γραμματέων καὶ Φαρισαίων τὰ βέβηλα στίφη, πῶς οὐχ ἅπασιν ἐναργές; οἳ καὶ τῷ πολέμῳ δεδαπάνηνται τῷ παρὰ Ῥωμαίων, καθάπερ τις κηρὸς ταῖς ἀνηκέστοις ἐκτηκόμενοι συμφοραῖς, σκληροὶ 2.17 δὲ ὄντες ἄγαν, συνεθραύοντο τοῖς κακοῖς, καὶ τῆς εἰς Χριστὸν παροινίας δίκας ἐξῄτηνται. Συνέτριψε δὲ δι' ἡμᾶς καὶ ἑτέρως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς "Ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκρά- "τορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, τά τε πνευματικὰ "τῆς πονηρίας," ἵνα ἡμᾶς ἐξέληται καὶ διασώσῃ. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ψάλλει ∆αυείδ "Σὺ φοβερὸς εἶ, καὶ τίς "ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου; ἐκ τοῦ οὐρανοῦ "ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀνα "στῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς "τῆς γῆς." δέδωκε δὲ ἡμῖν "πατεῖν ἐπάνω ὄφεων καὶ σκορ- "πίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." κατέτηξε γὰρ ἀρχὰς, συνέθραυσεν ὡς πέτρας τὰς τῶν ἀνοσίων πνευ- μάτων ἀλαζονείας. ὀργιζομένῳ δὲ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῖς ἠδικηκόσι, παραχωρεῖν ἦν ἀνάγκη καὶ οὐχ ἑκοῦσιν αὐτοῖς. 9Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβομένους αὐτόν. καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος.9 Νουθετεῖ χρησίμως καὶ λίαν εὐτέχνως, οὔτε τῆς εὐημερίας ἀποκείρων τὴν ἐλπίδα, δι' ὧν ἔφη χρηστὸν ἔσεσθαι τοῖς ὑπο- μένουσι τὸν Κύριον, οὔτε μὴν ἀνιεὶς εἰς ἄφετόν τινα καὶ ἐξί- τηλον ζωήν· μετατιθεὶς δὲ μᾶλλον εἰς εὐκοσμίαν καὶ εἰς τὸ βιοῦν ἑλέσθαι ἐννόμως, διά τοι τοῦ φάναι πάλιν, ὅτι τὴν ὡς ἐν κατακλυσμῷ νοουμένην ὁδὸν εἰ δὴ ποιοῖτο κατά τινων, κα- 2.18 θάπερ τινὰ σεισμὸν ποιήσεται, καὶ ὥσπερ ὑδάτων πολλῶν τε καὶ ἀφορήτων ὁρμὴ κατὰ πρανοῦς ἰοῦσα χωρίου χρῆμά τι δεινὸν καὶ δυσδιάφυκτον παντελῶς, οὕτως εἰ διάττοι κατά τινων τὰ ἐκ θείας ὀργῆς, ἄρδην ἅπαντας ἀπολέσει τοὺς καθ' ὧν ἂν ἴοι καὶ φέροιτο. Σκότῳ γεμὴν τοὺς ἐχθροὺς αὐτοῦ καταδιωχθήσεσθαι καὶ καταληφθήσεσθαι λέγει. καὶ οὐχὶ δή που πάντως τῷ τῆς νυκ- τὸς, ἀλλ' ἑτέρας οἶμαι τῆς νοητῆς καὶ ὡς ἐν τρόπῳ τοῦ παθεῖν νοουμένης. κατασκοτάζειν γὰρ οἶδε τὸν ἀνθρώπινον νοῦν, καὶ ἀμείλικτος συμφορὰ καὶ πικρὸν καὶ ἀδόκητον πάθος, ὃ δὴ τοῖς ἀρχαιοτέροις συμβέβηκεν, ἀπενηνεγμένοις εἰς αἰχμαλω- σίαν, καὶ ἁλούσης αὐτοῖς τῆς χώρας. τοιγάρτοι Θεὸς οἴνῳ καὶ μεθύσματι τὰ τοιάδε τῶν κακῶν παρεικάζων, εὖ μάλα πρὸς τὸν μακάριον ἔφασκεν Ἱερεμίαν "Λάβε τὸ ποτήριον "τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς "πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτοὺς, "καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ μανήσονται ἀπὸ προσώπου "τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν·" καὶ μὴν καὶ διὰ φωνῆς Ἡσαΐου πρὸς αὐτήν "Τὸ ποτήριον γὰρ "τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας." μέθῃ δὴ οὖν καὶ σκότῳ καταληφθήσεσθαί φησι τοὺς ἐχθρὰ φρονοῦντας Θεῷ, μετασοβῶν εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν ἅπερ ἦν ἄμεινον εἰδέναι τε καὶ δρᾶν αὐτούς. Κεχώρηκε δὲ καὶ κατὰ τῶν Ἰουδαίων ἐν κατακλυσμῷ πορείας ὁ τῶν ὅλων Θεὸς, καὶ συντετέλεκεν αὐτοὺς τὰς ἐπὶ Χριστῷ εἰσπραττόμενος δίκας. γεγόνασι δὲ καὶ ἐν σκότῳ, καὶ τοῦ θείου φωτὸς ὁλοτρόπως ἠμοιρηκότες, μωροὶ καὶ 2.19 τυφλοὶ διατελοῦσιν οἱ τάλανες. οὐ γὰρ ἤθελον ἀκολου- θεῖν ἐπιφωνοῦντι Χριστῷ "Ἕως τὸ φῶς ἔχετε, περι- "πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ." ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς καὶ ἐξήνιοι, ταύτῃτοι λοιπὸν, καθά φησιν ὁ προφήτης "Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐ- "τοῖς σκότος, μείναντες δὲ αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν." γεγόνασι γὰρ ἐχθροὶ τοῦ θείου φωτὸς, καὶ κατεξανέστησαν ἀνοσίως τῆς δόξης Χριστοῦ. 9Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; συντέλειαν αὐτὸς ποιήσεται, καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει.9 Ἔφην ἤδη καὶ ἐν ἀρχαῖς, ὅτι τοῦ Σαλμανασὰρ βασιλέως Ἀσσυρίων τὴν Σαμαρείαν πεπορθηκότος, συγκαταδῃώσαντος δὲ αὐτῇ καὶ ἑτέρας πόλεις τε καὶ κώμας τοῖς Ἰούδα σκήπτροις ὑποκειμένας, εἶτα τῶν ἐκ τοῦ πολέμου περιλελειμμένων ἐν ἀφορήτοις ὄντων δείμασι καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν ἀναφευγόντων χώρας· ᾤοντο γὰρ κατὰ τὸ εἰκὸς, τοῖς ἴσοις κακοῖς περιπεσεῖσθαι καὶ δεύτερον ἐπ' αὐτοὺς τῶν Βαβυλω- νίων ὑπονοστούντων· ἀναγκαίαν ἐποιεῖτο Θεὸς τὴν παρά- κλησιν διὰ τῆς τοῦ Προφήτου φωνῆς, δύο ταῦτα καθυπι- σχνούμενος, ὅτι καὶ τοὺς ἤδη κατειλημμένους τῷ πολέμῳ καὶ ἐν ἀφορήτοις ὄντας συμφοραῖς ἐλεήσει κατὰ καιροὺς, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπαλλάξει δεσμῶν, καὶ ὅτι παραδώσει τὴν Νινευῒ πρὸς ἐρήμωσιν καὶ ἀπώλειαν. Ἵνα τοίνυν μὴ καὶ αὖθις τοῖς ἴσοις περιπεσεῖσθαι κακοῖς 2.20 προσδοκήσαντες εὐάφορμον ἤδη ποιοῖντο τὴν ἀποδρομὴν, τὴν ἐκ τῆς Ἰουδαίας εἰς ἀλλοφύλους, μονονουχὶ καὶ ἀνα- πυνθάνεται λέγων τί ἄρα λογίζονται καὶ φρονεῖν ἐγνώκασι περὶ τοῦ Κυρίου· σκληρὸν ἆρα, φησὶ, καὶ βαρύμηνιν ὑπάρχειν οἴεσθε τὸν τῶν ὅλων ∆εσπότην, ὡς διττὰς ἐπὶ τοῖς αὐτοῖς πλημμελήμασι τὰς δίκας αἰτεῖν; ἀλλὰ πολὺ τοῦ πρέποντος ἀποσφάλλεσθε. προστεθεικότων γὰρ ὑμῶν οὐδὲν τῶν ὅσα ἐστὶν ἔξω νόμου καὶ κατερεθίζει πρὸς ὀργὰς τοῦ νόμου τὸν ὁριστὴν, οὐδ' ἂν αὐτὸς ἔτι δευτέραν ἐποίσῃ πληγήν. ἔθλιψεν ἀρκούντως ἐφ' οἷς ἤδη δυσσεβοῦντες ἡλίσκεσθε. στήσατε τὴν ἁμαρτίαν, καὶ τὴν ὀργὴν ἀνακόψει. πεπαίδευκεν ἀπο- χρώντως, κατελεήσει λοιπὸν σωφρονεῖν ᾑρημένους. μέμικται τοίνυν ὁ λόγος, καὶ συγκεκραμένην ἔχει τὴν παραίνεσιν. ἐν ταυτῷ γὰρ ἀναπείθει καὶ τὰ ἁνδάνοντα τῷ Θεῷ κατορθοῦν ἑλέσθαι γνησίως, καὶ τοῦτο δρᾶν ἑλομένοις δίδωσι θαῤῥεῖν, ὅτι χρηστὸς ἔσται περὶ αὐτοὺς, οὐκ ἀχάλινον αὐτοῖς ἐφιεὶς τὴν ὀργὴν, καθάπερ ᾤοντο κατὰ σφᾶς. ἄθρει δὲ ὅπως τε- τήρηκε πάλιν ὁ λόγος τῷ Ἰσραὴλ τὸ κατάλειμμα. ὅτι γὰρ οὐ συντελέσει ὁ Θεὸς αὐτοὺς, προαναπεφώνηκεν ἐναργῶς, ὡς ἐν ἐρωτήσει λέγων Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; συντέλειν αὐτὸς ποιήσεται; οὐ γὰρ ποιήσεταί φησι τὴν συντέλειαν οὐδ' ἂν ἐκ βάθρων αὐτῶν κατασείσας τὸν Ἰσραὴλ, εἰς ὄλεθρον παραδώσει παντελῆ. φείσεται δὲ διὰ τοὺς πατέ- ρας, καὶ σωθήσονται κατὰ καιροὺς, κατόπιν ἐθνῶν εἰσβαί- 2.21 νοντας διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς ἁγιασμὸν καὶ οἰκειότητα τὴν ὡς πρὸς Θεὸν δι' Υἱοῦ ἐν Πνεύματι. 9Ὅτι ἕως θεμελίων αὐτῶν χερσωθήσονται, καὶ ὡς σμίλαξ περι- πλεκομένη βρωθήσεται, καὶ ὡς καλάμη ξηρασίας μεστή. ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου πονηρὰ βουλευό- μενος ἐναντία.9 Ἀποφήνας διὰ πολλῶν, ὅτι καὶ τὸ πάντα δύνασθαι κατορ- θοῦν εὐκόλως τῷ τῶν ὅλων ἐνυπάρχει Θεῷ, ἀνήνυτον δὲ αὐτῷ παντελῶς οὐδὲν, μετακομίζει τὸν λόγον ἐπ' αὐτὴν ἤδη τὴν Νινευῒ, καί φησιν, ὅτι κἂν εἰς τοῦτο προήκοι λαμπρό- τητος, ὡς ἐν ἴσῳ φαίνεσθαι τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν, Λιβάνῳ τέ φημι καὶ Καρμήλῳ, πολλοῖς καὶ ἀναριθμήτοις κομῶσα λαοῖς· κἂν εἰ μηδὲν ἀποδέοι τῆς Βασανίτιδος, ἀλλ' ἥξει καιρὸς, ὅτε καὶ εἰς ἅπαν ἐρημωθήσεται. τοῦτο γὰρ οἶμαί ἐστι τὸ ἕως θεμελίου χερσωθήσεσθαι, τετηρηκότος τοῦ λόγου τὴν τροπὴν ὡς ἐπ' ὁρῶν τε καὶ γῆς, ξύλων τε καὶ ὕλης. βρωθήσεσθαι δέ φησιν αὐτὴν κατανεμηθέντων τρόπον τινὰ Περσῶν τε καὶ Μήδων. εἷλον γὰρ οὗτοι τὴν Νινευῒ, πολεμαρχοῦντος τοῦ Κύρου. σμίλακι δὲ παρεικάζει τὴν τῶν Ἀσσυρίων πληθὺν, κατῴκουν γὰρ οὗτοι τὴν Νινευΐ. καὶ τίς ἂν γένοιτο λόγος τοῦ τοιοῦδε πάλιν; ἔστι μὲν γὰρ ἡ σμίλαξ κιττοειδές τι φυτὸν, ἕρπει δὲ ἀεὶ πρὸς τὸ ὑψοῦ καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράττεται φυτῶν, ὡς καταπνίγεσθαι πολλάκις ὑπ' αὐτῆς καὶ τὰ εὐμη- κέστατα τῶν ξύλων. ἔδρων δὲ τοῦτο καὶ Ἀσσύριοι, κατα- θρώσκοντες ἀεὶ χωρῶν καὶ πόλεων, καὶ οἷον συμπνίγοντές 2.22 τε καὶ καταβρίθοντες ταῖς τῶν πολέμων συμπλοκαῖς καὶ ταῖς ἀφορήτοις καταδυναστείαις. ἔφη δὲ αὐτὴν καταπρη- σθήσεσθαι, καὶ ὡς καλάμην ξηρασίας μεστήν. ἑτοιμότατον δὲ τῆς καλάμης τὸ χρῆμα πρὸς τὸ δαπανᾶσθαι πυρί. κα- τεμπιπραμένῃ δὲ ὥσπερ τῇ Νινευῒ καὶ πασχούσῃ τὰ ἐξ ὀργῆς καταδῃουμένῃ τε λοιπὸν ὁ Προφήτης ἐπιφθέγγεται καὶ τοῦ τὰ τοιάδε παθεῖν τὴν πρόφασιν καταλευκαίνει λέγων Ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου πονηρὰ βου- λευόμενος ἐναντία. προκείσῃ φησὶν εἰς ἐρήμωσιν, ἔσῃ δὲ καὶ ὡς χέρσος, καὶ μὴν καὶ καταφλεχθήσῃ πυρὶ, λογιῇ γὰρ κατὰ τοῦ Θεοῦ δεινὰ καὶ ὑπέροπτα καὶ τὰ ἐναντία. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς πλημμελοῦντα τὸν Ἰσραὴλ κολάζων, εὐάλωτον ἀπετέλει καὶ τοῖς σοῖς αὐτὸν ὑπεκόμιζε ποσί. διακείσῃ γεμὴν οὐχ οὕτως αὐτὴ, νομιεῖς δὲ μᾶλλον ᾑρηκέναι τὴν Ἰουδαίαν καὶ οὐχ ἑκόντος αὐτοῦ. ἔχουσαν γὰρ οὕτως εὑρήσομεν τὴν Ῥαψάκου περιττοέπειαν, ὅτε τὴν τοῦ Θεοῦ κατεκερτόμει δόξαν, λέγων τοῖς καθημένοις ἐν τῷ τείχει "Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνή- "σονται ῥύσασθαι ὑμᾶς· καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι "ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου." πρὸς δὴ τὴν οὕτως ἀβουλοτάτην καὶ ἀνόσιον ἀληθῶς ἀθυροστο- μίαν ἀπελογεῖτο ὁ Θεὸς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων "Μὴ "δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ, ἢ ὑψω- "θήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;" ὥσπερ γὰρ ἡ ἀξίνη, κἂν τομωτάτη τις εἴη καὶ εὔχαλκος, οὐκ ἂν ἐνεργήσῃ περὶ τὰς τῶν δένδρων ἀποτομὰς, εἰ μή τις αὐτὴν ἰδίαις 2.23 δυνάμεσι κατά τινος ἐπιφέροι, ὡσαύτως δὲ καὶ ὁ πρίων ἀπ- ρακτήσει πάντως περὶ τὰ οἰκεῖα, καθέλκοντος αὐτὸν ἢ ἀνέλ- κοντος οὐδενός· οὕτω καὶ ἡ τῆς τῶν Νινευιτῶν βασιλείας ἤγουν στρατιᾶς ἰσχὺς οὐκ ἂν ἐκράτησε τῆς Σαμαρείας, μὴ οὐχὶ θείας ὀργῆς πόλεσί τε αὐτὴν ἐπιφερούσης καὶ κώμαις, καὶ οἷον ἐργαλείῳ χρωμένης, ὃ κινεῖται μὲν παρ' ἑτέρου, καί ἐστι χρήσιμον εἰς ὑπουργίαν παραληφθὲν, ἐνεργήσειε δ' ἂν οὐδὲν αὐτὸ καθ' ἑαυτό. κολάζεται τοίνυν ἡ Νινευῒ διάτοι τὸ πονηρὰ κατὰ Θεοῦ λογίζεσθαι καὶ τὰ ἐναντία μᾶλλον, ἢ ὡς ἂν ἔχοι κατὰ τὸ ἀληθὲς ἡ φύσις τοῦ πράγματος. παρα- δέδωκε γὰρ ὁ τῶν ὅλων Θεὸς ἡμαρτηκότα τὸν Ἰσραὴλ, καὶ οὐκ αὐτὴ μᾶλλον εἷλεν ἐπαμύνοντος Θεοῦ καὶ σώζειν αὐτοὺς θέλοντος ἔτι. 9Τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν Καὶ οὕτως δια- σταλήσονται, καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι.9 Ἔστι μὲν οὖν ὁ λόγος πρὸς τὴν Νινευῒ τὴν ἀλαζόνα καὶ θεομάχον. ὕδατα δὲ εἶναί φησιν ἐν τούτοις τὰς ἀ- μετρήτους κατά τε χώρας καὶ πόλεις καὶ ἔθνη πληθῦς, ποταμῶν ἢ θαλάσσης δίκην καταχεομένας εὐκόλως, ὧν ἂν ἕλοιτο Θεός. αὐτὸς γάρ ἐστιν αὐτῶν ὁ κατάρχων, ὡς ∆η- μιουργὸς, ὡς τῶν ὅλων Κύριος καὶ Θεὸς, ὡς ἰδίοις νεύμασι τὰ ὑπ' αὐτοῦ γεγονότα πηδαλιουχῶν, καὶ τῆς ἁπάντων καρ- δίας τὸ νεῦμα μετατιθεὶς πρὸς τὸ αὐτῷ δοκοῦν, οὕτω τε 2.24 διαστέλλων καὶ διατυπῶν καθ' ὃν ἂν βούλοιτο τρόπον αὐτός. ταύτῃτοί φησιν Ὦ Νινευῒ, λοιπὸν πεπαύσῃ τοῦ εἶναι δεινὴ, παναλκής τε καὶ διαβόητος. ἡ γὰρ ἀκοή σου οὐκ ἐνακου- σθήσεται ἔτι, τουτέστιν οὐκ ἔσται λοιπὸν πολὺς περὶ σοῦ παρὰ πᾶσι λόγος. πάλαι μὲν γὰρ ἦσθα λαμπρὰ, καὶ ἐν γλώσσαις ἦν τῶν ἁπάντων μεγάλα περὶ σοῦ διηγήματα· νυνὶ δὲ οὐκ ἔτι, ἀλλὰ στυγνὸν ἐπὶ σοὶ κατηχήσουσι μέλος. ἔσται δὲ οὐδὲν ἔτι παρὰ σοὶ τὸ μέγα καὶ ἀξιάκουστον. 9Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ, καὶ τοὺς δεσμούς σου διαῤῥήξω, καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος.9 Πάλιν ὁ λόγος τῷ Προφήτῃ μετακεχώρηκεν ἐπὶ τὸν Ἰσ- ραήλ. ὅμοιον δὲ ὡς εἰ λέγοι Τῶν ἀρχαιοτέρων ἐκείνων πλημμελημάτων τὴν μνήμην ἀποπεμψάμενος κατελεήσω λοιπὸν, ὡς δίκας ἐκτετικότα· ὡς ἀποχρώντως κεκολασ- μένον ἀπαλλάξω τῆς ἐκείνων πλεονεξίας, ὑποκείσῃ δὲ οὐ- δαμῶς τῇ ῥάβδῳ τῶν Ἀσσυρίων, τουτέστι τῷ σκήπτρῳ ἤτοι τῇ βασιλείᾳ· σύμβολον γὰρ βασιλείας τὸ σκῆπτρον· ἀνήσω δὲ καὶ δειμάτων καὶ δουλείας δεσμῶν, ἀνακομιῶ δὲ αὖθις εἰς ἐλευθερίας εὐήμερον. τὸ γεμήν Ἐντελεῖται περὶ σοῦ Κύριος, τοιῶσδε νοήσεις. ἐντελεῖται γὰρ τίσιν; ἢ πνεύ- μασιν ἀγαθοῖς καὶ ἀγγέλων στρατιαῖς, αἳ τετάχαται παρὰ Θεοῦ πρὸς τὸ προεστάναι τοῦ Ἰσραήλ· ἤγουν ἐντελεῖται καὶ αὐτῷ που τάχα τῷ τῆς αἰχμαλωσίας ἀνέντι κατὰ καιρούς· 2.25 Κύρος δὲ ἦν ὁ Καμβύσου· ἐντέλλεται δὲ οὐχὶ πάντως ὡς ἁγίῳ καὶ προφήτῃ προσλαλῶν, ἀλλ' εἰς νοῦν ἐνιεὶς τὸ ἴδιον θέλημα, καὶ ὑπουργὸν ἀποφήνας τῶν δοκούντων αὐτῷ, καίτοι βέβηλον ὄντα καὶ εἰδωλολάτρην. ὥσπερ γὰρ ἐνετεί- λατο τῷ κήτει καταπιεῖν τὸν Ἰωνᾶν, καὶ τῇ κολοκύντῃ πά- λιν, ἀναφῦναί τε ὑπὲρ κεφαλῆς αὐτοῦ καὶ ἐπισκιάζειν αὐτὸν, καὶ μὴν καὶ τῇ σκώληκι τῇ ἑωθινῇ πατάξαι τὴν κολόκυνταν· οὕτω φαμὲν ἐντετάλθαι καὶ Κύρῳ. Καὶ ταυτὶ μὲν ἱστορικῶς· ἐπιφωνήσειε δ' ἂν ὁ Θεὸς καὶ Πατὴρ κυριοκτόνῳ γεγενημένῃ τῇ Ἱερουσαλὴμ, ἤτοι τῇ τῶν Ἰουδαίων χώρᾳ "Ὅτι ἕως θεμελίων αὐτῶν χερσωθήσεται, "καὶ ὡς σμίλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς κα- "λάμη ξηρασίας μεστή. ἐκ σοῦ ἐξελεύσεται λογισμὸς "κατὰ τοῦ Κυρίου πονηρὰ βουλευόμενος ἐναντία." κατα- πέπρησται γὰρ καὶ κεχέρσωται, καὶ ὡς καλάμη ξηρὰ δεδα- πάνηται. τετολμήκασι γὰρ λογίσασθαι πονηρὰ κατὰ τοῦ Κυρίου, καὶ μὴν καὶ ἀθύρῳ γλώττῃ χρήσασθαι· ποτὲ μὲν γὰρ Σαμαρείτην καὶ κάτοινον καὶ ἐκ πορνείας γεγεννημένον ὠνόμαζον· ποτὲ δὲ καὶ ἔφασκον ὅτι "πλανᾷ τὸν ὄχλον," καίτοι ταύτης ἕνεκα τῆς αἰτίας ἀπεσταλμένου παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα τοῦ πλανᾶσθαι τὸ πλανώμενον ἀπαλλάξῃ καὶ προσκομίσῃ Θεῷ τὸ ἀποσκιρτῆσαν αὐτοῦ, καὶ προσ- άγῃ διὰ τῆς πίστεως τὸ πολυτρόπως ὠλισθηκὸς εἰς ἀπό- στασιν, καὶ καταφωτίσῃ μὲν τὸ ἐν σκότει, καταδήσῃ δὲ τὸ συντετριμμένον. ἐπειδὴ δὲ οὐκ εἰσάπαν ὠλόθρευσε τὸν Ἰσραὴλ, τετήρηται δὲ, ὡς ἔφην ἤδη πλειστάκις, αὐτῷ τὸ 2.26 κατάλειμμα· πεπιστεύκασι γὰρ καὶ ἐξ Ἰουδαίων οὐκ εὐ- αρίθμητοι, καὶ τοῖς ἔθνεσιν ἀναμὶξ δοξολογοῦσι Χριστόν· ἀκουέτωσαν μὲν οἱ ἐκ τῆς κατὰ σάρκα περιτομῆς ὅτι Συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος. ποίαν δὲ ἄρα φησὶ τὴν ῥάβδον, ἢ τίνας ὅλως δεσμοὺς, πῶς οὐκ ἀναγκαῖον εἰπεῖν; ὑπέκειντο μὲν γὰρ οἷά τινι σκήπτρῳ, κατηχθισμένοι τῇ τῶν γραμματέων τε καὶ Φαρισαίων ἀπονοίᾳ τε καὶ ἀγριότητι, καὶ μονονουχὶ δεσμοῖς συνεχόμενοι τοῖς ἐκείνων ἐντάλμασιν, οὐ παρεδέχοντο τὴν πίστιν. ἀλλ' ἐξῄρηται μὲν ἡ ῥάβδος, τουτέστιν ἡ ἀρχὴ, διεῤῥάγη δὲ τὰ δεσμὰ, καὶ λοιπὸν ἐλευθέρῳ φρονήματι προσδεδραμήκασι τῷ Χριστῷ, μονονουχὶ προ τροπάδην ἐπιφωνοῦντες ἀλλήλοις, κἀκεῖνο λέγοντες τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας "∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐ- "τῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν." Ἀκουέτωσαν δὲ πρὸς ἐκείνοις οὐδὲν ἧττον οἱ ἐξ ἐθνῶν Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος. πάλαι μὲν γὰρ τοῖς τοῦ διαβόλου σκήπτροις ὑπεζευγμένοι, καὶ τοῖς τῶν κοσμικῶν ἡδονῶν κατεσφιγμένοι δεσμοῖς προσεκύνουν "τῇ "κτίσει παρὰ τὸν κτίσαντα·" Θεὸν οὐκ ᾔδεσαν τὸν φύσει καὶ ἀληθῶς, καὶ κτηνῶν ἀλόγων ὀλίγα διενεγκόντες ταῖς ἡδοναῖς ἐδούλευον τῆς σαρκὸς, οἰκτρόν τε καὶ ἀλογώτατον διέζων βίον. ἀλλ' ἠλευθέρωνται καὶ αὐτοὶ, Χριστοῦ τὴν ἀρχαίαν ἐκείνην ῥάβδον συντρίψαντος καὶ διαῤῥηγνύντος τὰ δεσμὰ, καὶ ἁμαρτίας ἐξέλκοντος, καὶ μετατιθέντος ἐκ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ, καὶ δικαιοῦντος τῇ πίστει, καὶ ἐντελλομένου λοιπὸν ὑπὲρ αὐτῶν, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀγγέλοις. 2.27 γέγραπται γὰρ ὅτι "Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, "ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται." ἐντελεῖται γὰρ τοῖς ἁγίοις ἀγγέλοις διαφυλάσσειν ἡμᾶς ἐν πάσαις ταῖς ὁδοῖς καὶ λαμβάνειν ἐπὶ χειρῶν, μήποτε προσκόψωμεν πρὸς λίθον τὸν πόδα. καὶ ἀτρεκὲς ὅτι "Παρεμβαλεῖ ἄγγελος "Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐ- "τούς." 9 Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι.9 Ὅμοιον ὡς εἰ λέγοι πάλιν Οὐκ ἔσῃ διεσπαρμένος εἰς πάντα τὰ ἔθνη, ἢ δορίληπτος καὶ ἀλήτης καὶ τῆς ἐνεγκούσης ὡς ἀπωτάτω καὶ παγχάλεπον ὑπομένων θητείαν ἐν πόλεσι δυσμενῶν οἰκτρῶς τε καὶ ἐλεεινῶς καὶ ἀθλίως κατεσκεδασ- μένος. σημειωτέον δὲ, ὅτι πρὸ τῆς ἐν Βαβυλῶνι δευτέρας αἰχμαλωσίας ἦν ὁ Προφήτης Ναοὺμ, καὶ μετὰ ταύτας τοῦ Προφήτου τὰς φωνὰς ἥλω καὶ πεπόρευται πρὸς αἰχμαλω- σίαν ὁ Ἰούδας, καὶ δεδούλευκεν Ἀσσυρίοις. Ἐζεκίου μὲνγὰρ τοῦ Ἱερουσαλὴμ βασιλεύοντος, κατεστράτευσε τῆς Σα- μαρείας ὁ Σεναχηρεὶμ, καὶ τὰς ἐν αὐτῇ πόλεις καταδῃώσας, προσεμπρήσας δὲ καὶ ἑτέρας, ἀπέστειλεν ἐκ Λαχὶς τὸν Ῥαψάκην, ὃς καὶ ἄγροικον ἠφίει κατὰ Θεοῦ τὴν γλῶτταν, εἶτα πεπτώκασιν ἀγγέλου χειρὶ τῆς τῶν Ἀσσυρίων στρατιᾶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες· μετὰ δέ γε τὴν Ἐζεκίου βασιλείαν χρόνου μεταξὺ διαγεγονότος οὐ μικροῦ, Σεδεκίου βεβασιλευκότος, ὃς ἦν υἱὸς Ἰωσίου, πεπολιόρκηκε τὴν Ἱε- 2.28 ρουσαλὴμ, προκαταδῃώσας ὅλην τὴν Ἰουδαίαν ὁ Ναβου- χοδονόσορ, εἶτα κατὰ κράτος ἑλὼν τὴν ἁγίαν πόλιν, κατ- εμπρήσας δὲ καὶ τὸν διαβόητον ἐκεῖνον ναὸν, ἀπῴκισε τὸν Ἰούδαν καὶ προστέθεικε τοῖς ἐκ Σαμαρείας διὰ τοῦ Σεναχη- ρεὶμ ἀπενηνεγμένοις. ἆρ' οὖν διαψεύδεται τὴν ὑπόσχεσιν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ Προφήτου λέγων πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι; εἶτα πῶς οὐκ ἀμαθὲς, μᾶλλον δὲ καὶ εἰς λῆξιν ἂν ἴοι τοῦ παντὸς ἤδη κακοῦ, τὸ ψευδοεπεῖν οἴεσθαι τὸν Θεόν; ἁμαρτοεπὲς γὰρ οὔτι που τὸ θεῖον, πολλοῦ γε καὶ δεῖ· ἀληθεύσει δὲ οὕτως. μνημονεύσας γὰρ πρότερον τῆς ἀφέσεως τῆς γεγε- νημένης κατὰ καιροὺς, Κύρου τοῦ τῶν Περσῶν ἀνῃρηκότος τὸ κράτος, τότε φησιν, ὡς οὐκ ἂν ἀλήτης γένοιτο μετὰ τοῦτο ἔτι καὶ ἔξοικος ὁ Ἰσραήλ. ἀνακεκλημένοι γὰρ εἰς τὰ ἑαυ- τῶν καὶ ὑπονοστήσαντες εἰς τὴν Ἰουδαίαν, κατῳκήκασιν ἀσφαλῶς. καὶ κεκίνηνται μὲν πόλεμοι κατ' αὐτῶν ὑπό τε Ἀντιόχου τὸ ἐπίκλην Ἐπιφανοῦς, καὶ ἑτέρων δὲ μετ' ἐκεῖνόν τινων· πλὴν οὐκ ἀπῴχοντο πρὸς αἰχμαλωσίαν· ἀλλ', ὡς ἔφην, κατῳκήκασι τὴν ἐνεγκοῦσαν ἀσφαλῶς. Οὕτω μὲν οὖν ἐπὶ τοῦ κατὰ σάρκα Ἰσραὴλ νοηθείη ἂν τό Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἀκούσεται δὲ, καὶ μάλα εἰκότως, ὁ νοητὸς Ἰσραὴλ, τουτέστιν, οἱ τοῖς τῆς διανοίας ὄμμασιν ὁρῶντες Θεὸν καὶ τὴν δόξαν τοῦ Μονογε- νοῦς κατατεθηπότες Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι. γεγόνασι μὲν γὰρ πρὸ τῆς πίστεως ὑπὸ χεῖρας ἐχθρῶν, ὑποζεύξαντες τὸν τῆς διανοίας αὐχένα τῷ σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς, καὶ τοῖς κακοῖς τῆς φιλοσαρ- 2.29 κίας ἐνδεδεμένοι. ἀλλ' ἐξῄρηται λοιπὸν ἡ πλεονεξία τῶν πάλαι κεκρατηκότων, κατεσείσθη καὶ πέπτωκε σὺν ἐκείνοις ἡ ἁμαρτία, ἐξῄρηται τῶν παθῶν ἡ δύναμις. ἀνῆκε γὰρ ἡμᾶς ὁ Χριστὸς, συνεκόμισε διὰ τῆς πίστεως εἰς ἁγιασμὸν, καίτοι πολυτρόπως κατεσπαρμένους εἰς πολυειδῆ καὶ ἐξίτηλα πάθη, καὶ εἰς ἀμέτρητον πολυθεΐαν. ἀλλ' οὐκ ἔτι διασπαρησό- μεθα, μενοῦμεν δὲ πάντως ἐν Χριστῷ, μίαν ἔχοντες πίστιν, ἓν βάπτισμα, καὶ ἕνα Κύριον Σωτῆρά τε καὶ Λυτρωτὴν, καὶ δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ πρὸς ἑνότητα τὴν πνευματικὴν συνδούμενοι. 9Ἐξ οἴκου Θεοῦ σου ἐξολοθρεύσω τὰ γλυπτὰ, καὶ χωνευτὰ θήσομαι ταφήν σου.9 Προσκέκρουκε μὲν οὐ μετρίως ὁ Ἰσραὴλ, ἀπονενευκὼς εἰς ἀπόστασιν, καὶ ἀποφοιτήσας μὲν ἀνοσίως τοῦ σεσωκότος Θεοῦ, προσκείμενος δὲ ταῖς τῶν εἰδώλων λατρείαις, ταύτῃτοι καὶ γεγονὼς αἰχμάλωτος πεπόρευται πρὸς ἐχθροὺς, ἀπεκο μίσθη τε οὕτως εἰς τὴν Νινευΐ. οἱ δὲ δὴ περιλειφθέντες ἐν τοῖς Ἱεροσολύμοις, οὐδὲν ἧττον ἦσαν ῥᾴθυμοι πρὸς φιλο- θεΐαν, καὶ ἀνασφαλεῖς εἰς εὐλάβειαν, καὶ ἀποσπουδάζοντες μὲν τὸ ἁνδάνον Θεῷ, καὶ τῆς ὑπ' αὐτῷ δουλείας ἀποσειόμενοι τὸν ζυγόν· θύοντες δὲ τῇ Βάαλ ἔτι καὶ τῇ Ἀστάρτῃ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. ἐπειδὴ δὲ διὰ προφητῶν ἁγίων γεγό- νασιν ἀπειλαὶ, Θεοῦ λέγοντος ἐναργῶς ὡς διολεῖται μὲν Ἱερουσαλὴμ, βαδιοῦνται δὲ τοῖς ἄλλοις ὁμοῦ πάντη τε καὶ πάντως αἰχμάλωτοι καὶ οἱ κατοικοῦντες αὐτὴν εἰς χείρας 2.30 ἀλλοτρίων, ἐξένηψαν κατὰ καιροὺς τῶν ἐν αὐτῇ βεβασιλευ- κότων τινὲς, καὶ καθεῖλον τεμένη, βωμοὺς ἀνέτρεψαν, καὶ πυρὶ δεδαπανήκασι τὰ γλυπτά. μάλιστα δὲ τῶν ἄλλων διέπρεψεν ἐν τούτοις Ἰωσίας, περὶ οὗ λελάληκε καὶ ὁ ἄνθρωπος τοῦ Θεοῦ θύοντί ποτε τῷ Ἱεροβοὰμ τῷ τοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. ὁ μὲν γὰρ εἱστήκει ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἀνοίσων θυσίας· ὁ δὲ πρὸς τὸ θυσι- αστήριον ἐν λόγῳ Κυρίου φησί "Θυσιαστήριον θυσιαστή- "ριον τάδε λέγει Κύριος Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ "∆αυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς "τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων "καύσει ἐπὶ σέ." ὅτι δὲ εἰς πέρας ἐκβέβηκε τὸ προεπηγ- γελμένον, μεμαρτύρηκεν ἐναργῶς τὸ γράμμα τὸ ἱερόν. γέ- γραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν περὶ Ἰωσίου "Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ "καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσι τὸν "σταθμὸν, τοῦ ἐξαγαγεῖν ἐκ τοῦ οἴκου Κυρίου πάντα τὰ "σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ ἄλσει καὶ πάσῃ "τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἱερου- "σαλὴμ ἐν Σαδημὼθ κέδρων, καὶ ἔλαβε τὸν χοῦν αὐτῶν "εἰς Βαιθὴλ, καὶ κατέκαυσε τοὺς χωμαρεὶμ οὓς ἔδωκαν "βασιλεῖς Ἰούδα, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς "πόλεσιν Ἰούδα καὶ ἐν τοῖς περικύκλῳ Ἱερουσαλὴμ, καὶ "τοὺς θυμιῶντας τῇ Βάαλ καὶ τῷ ἄλσει καὶ τῷ ἡλίῳ καὶ "τῇ σελήνῃ καὶ τοῖς μαζουρὼθ καὶ πάσῃ τῇ δυνάμει τοῦ "οὐρανοῦ. καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν "̔Ιερουσαλὴμ εἰς τὸν χειμάῤῥουν τῶν κέδρων, καὶ κατέκαυ- 2.31 "σεν αὐτοὺς ἐν τῷ χειμάῤῥῳ τῶν κέδρων, καὶ ἐλέπτυνεν εἰς "χοῦν, καὶ ἔῤῥιψε τὸν χοῦν αὐτῶν εἰς τὸν τάφον τῶν υἱῶν "τοῦ λαοῦ." συνίης οὖν, ὅπως τισὶ τέθεινται ταφή τις ὥσπερ τὰ χωνευτὰ, καὶ ἐξωλοθρεύθησαν ἐξ οἴκου Κυρίου τὰ γλυπτά; Πιστώσεται δὲ τὸν ἐπὶ τῷδε λόγον καὶ ἑτέρα γραφή. ἔφη γὰρ οὕτως ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων "Ἐν "τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ·" δῆλον δὲ ὅτι τῆς Ἰωσίου· "καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι "Κύριον τὸν Θεὸν ∆αυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ "δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι "τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ "τῶν ἀλσέων καὶ ἀπὸ τῶν χωνευτῶν, καὶ κατέσκαψαν κατὰ "πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βάαλ, καὶ τὰ "ὑψηλὰ τὰ ἐπ' αὐτῶν, καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, "καὶ τὰ χωνευτὰ συνέτριψε καὶ ἐλέπτυνε καὶ ἔῤῥιψεν ἐπὶ "πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς· καὶ "ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθά- "ρισε τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλήμ." οὐκοῦν διολώ-λασιν ἐπ' αὐτοῖς τεμένεσιν, ὡς ἔφην, καὶ βωμοῖς, καὶ τοῖς χωνευτοῖς μονονουχὶ συνεθάπτοντο, κατὰ τὸν τοῦ Προφήτου λόγον. ἰστέον δὲ, ὅτι κατά γε τοὺς χρόνους Ἐζεκίου προεφή- τευσεν ὁ Ναούμ. εἶτα γέγονεν ἐκ μὲν Ἐζεκίου Μανασσῆς, ὃς βεβασίλευκεν ἔτη πέντε καὶ πεντήκοντα· Μανασσῆ δὲ υἱὸς Ἀμὼς, ὃς ἔτη μόλις διεβίω δύο, καὶ μετ' ἐκεῖνον ὁ Ἰω-σίας, ἐφ' οὗ τὰ τῆς προφητείας πεπλήρωται, καθὰ δέδειχεν ἡμῖν ἀρτίως ὁ λόγος. 2.32 9Ὅτι ταχεῖς ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγ- γέλλοντος εἰρήνην.9 ∆ιέτριβον μὲν ἐν Βαβυλῶνι γεγονότες αἰχμάλωτοι οἱ υἱοὶ Ἰσραὴλ, ἦσαν γεμὴν ἐν ἐλπίσι τοῦ καὶ αὖθις ἀνακομι- σθήσεσθαι κατὰ καιροὺς, καὶ εἰς τὴν ἄνωθεν αὐτοῖς καὶ ἐκ πατέρων εὐγένειαν ἀναφοιτήσειν οὐκ εἰς μακρὰν, τοῦτο προ- φητῶν ἁγίων ὡς Θεοῦ λαλοῦντος ἐπηγγελμένων. ἦν δὲ αὐτοῖς ὁ τῆς ἐλπίδος καιρὸς, τῆς Κύρου βασιλείας μέλλοντος αἱρήσειν κατὰ κράτος τὴν Νινευῒ, καὶ τοῦτο πάλιν αὐτοῖς Ἡσαΐου προαπηγγελκότος. ἔφη γάρ "Οὕτω λέγει Κύριος "ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς "ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων "διαῤῥήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ "συγκλεισθήσονται Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ "ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς "συνθλάσω." καὶ μεθ' ἕτερα πάλιν "Οὗτος οἰκοδομήσει "τὴν πόλιν Ἱερουσαλὴμ, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ "μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε "Κύριος σαβαώθ." ἥξει τοίνυν, φησὶν, ἄγγελος τοῖς ἐξ Ἰσραὴλ εἰρήνης, τὴν Κύρου σημαίνων ἐκστρατείαν, ὅτε καὶ τὸν τῆς αἰχμαλωσίας ἀπεσείοντο ζυγὸν, καὶ τὴν τῶν κρα- τούντων ῥάβδον συνέτριψαν, καὶ τῆς ἀσυνήθους δουλείας ἀποῤῥήξαντες τὰ δεσμὰ, οἴκαδε πάλιν γεγονότες, ἐσώζοντο. Εἰ δὲ δή τις ἕλοιτο τὴν δύναμιν τῶν προκειμένων τοῖς τοῦ ἁγίου Βαπτιστοῦ κηρύγμασιν ἐφαρμόσαι, παλινδρομήσειεν 2.33 ἂν καὶ οὗτος ὀρθῶς. ἐποιεῖτο γὰρ ἐν ἐρήμῳ τὰς διατριβὰς, καὶ οἷον ἐν ὄρεσι διακεκραγὼς εὐηγγελίζετο τὴν εἰρήνην, του τέστι Χριστόν. ὡραῖοι δὴ οὖν οἱ πόδες καὶ ταχεῖς τοῦ λέγοντος "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς "τρίβους τοῦ Θεοῦ ἡμῶν." 9Ἑόρταζε Ἰούδα τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, δίοτι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν.9 Προστεταχότος τοῦ νόμου, μὴ δεῖν ἔξω θύειν τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, ἀλλ' "εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται "Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ," ἐν ἀλλοδαπῇ γεγονότες οἱ ἐξ Ἰσραὴλ, καὶ τὴν Περσῶν τε καὶ Μήδων χώραν οἰκοῦντες, ἄπρακτοί που πάντως περὶ τά σφισι νενομισμένα καὶ ἀνενέργητοι διετέλουν, οὐ τὰς ἐξ ἔθους πληροῦντες ἑορτὰς, οὐ θυσίας προσάγοντες, οὐκ ἀπαρ χὰς, οὐ χαριστήρια κατὰ τὸν νόμον, οὐ τὸν ἀμνὸν σφάζοντες ἐν μηνὶ τῷ νέῳ· τάχα που καὶ πρὸς μόνας ὀκνοῦντες δοξο- λογίας. καὶ τοῦτό φαμεν τοῦ θεσπεσίου ∆αυεὶδ ὡς ἐκ προσ- ώπου λέγοντος τοῦ ἐν Βαβυλῶνι λαοῦ "Ἐπὶ τὸν ποταμὸν "Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν, ἐν τῷ μνη- "σθῆναι ἡμᾶς τῆς Σιών. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς "ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν." καὶ πρὸς τούτοις ἔτι "Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;" ἔξω γὰρ, ὡς ἔφην, τῆς ἁγίας γῆς γεγονόσιν αὐτοῖς, ἔξω ναοῦ καὶ σκηνῆς, καὶ τὸν ἱερὸν οὐκ ἔχουσι χῶρον, ἀπρακτεῖν ἦν ἀνάγκη περὶ τὰ ἐκ νόμου. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν ὁ τοῦ 2.34 ἀνεῖσθαι καιρὸς, ἐπιφθέγγεταί τις εἰκότως αὐτοῖς ἢ ὁ τῆς εἰρήνης ἄγγελος, οὗ καὶ ταχεῖς οἱ πόδες, ἤγουν αὐτὸς ὁ Προφήτης, ὅτι μετέστιν αὐτοῖς πληροῦν ἑορτὰς, ἀνάπτειν χαριστηρίους ᾠδὰς, καὶ ἀποπεραίνειν εὖ μάλα τὰ ἐν εὐχαῖς ἤγουν ὑποσχέσεσι. προσεπαγγέλλεται δὲ καὶ τὴν ὅσον οὐ- δέπω τῶν ἐχθρῶν ἐσομένην ἀπώλειαν. οὐ γὰρ μὴ προσθῶσί φησι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν οὐκ εἰς μακροὺς ἔτι χρόνους μενοῦσι, οὔτε μὴν παλαιουμένην ἤγουν ἀτελεύ- τητον ἕξουσι τὴν εὐημερίαν. πεπαύσεται γὰρ καὶ καταλήξει συστελλομένη. Ἀκουέτω δὲ πρεπωδέστερον καὶ ὁ νοητὸς Ἰούδας τῶν τοιῶνδε φωνῶν. "Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, "οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ "κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ "γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ' ἐκ τοῦ "Θεοῦ." ἑορτάσει μὲν οὖν ὁ τοιόσδε λαμπρῶς, ἐρηρεισμένην ἔχων τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, ἡγιασμένος τῷ Πνεύματι, καὶ τῇ τῆς υἱοθεσίας διαπρέπων χάριτι. προσ- οίσει δὲ τῷ Θεῷ θυσίας πνευματικὰς, ἑαυτὸν ἀνατιθεὶς εἰς ὀσμὴν εὐωδίας, καὶ πᾶν εἶδος συνεπιτηδεύων ἀρετῆς, σωφρο- σύνην, ἐγκράτειαν, ἀνδρείαν, ὑπομονὴν, ἀγάπην, ἐλπίδα, φιλοπτωχείαν, χρηστότητα, μακροθυμίαν· "Τοιαύταις γὰρ "θυσίαις εὐαρεστεῖται Θεός." ἴστω γεμὴν ὁ νοητὸς Ἰούδας περὶ παντὸς ἐχθροῦ καὶ τῶν πάλαι κεκρατηκότων, ὅτι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν ἐκ μέσου γενήσονται πεμπόμενοι δηλονότι πρὸς κόλασιν. ὃ δὴ καὶ πεπλήρωκεν ὁ Χριστὸς, ἐπιτάσσων τοῖς ἀκαθάρτοις πνεύ 2.35 μασιν εἰς τὴν ἄβυσσον ἀπελθεῖν, καὶ δοὺς τοῖς αὐτὸν ἀγαπῶσι τῶν ἐχθρῶν κατεξανίστασθαι, καὶ κατὰ παθῶν ἀνδρίζεσθαι καὶ ἁμαρτίας καταθλεῖν καὶ "πατεῖν ἐπάνω "ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ "ἐχθροῦ." 9Συντετέλεσται, ἐξῇρται· ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξ- αιρούμενος ἐκ θλίψεως.9 Ὡς ἀραρότως ἤδη, καὶ πάντη τε καὶ πάντως συμβησο- μένου τοῦ δεῖν ἀπολέσθαι τὴν Νινευῒ, συντετελέσθαι φησὶν αὐτὴν, τὸ οἷον ἐλθεῖν εἰς συντέλειαν διὰ τούτου δηλῶν. καὶ μὴν καὶ ἐξῇρθαι, τουτέστιν ἐκκεκόφθαι τε εἰσάπαν καὶ ἀνῃ ρῆσθαι παντελῶς. εὖ δὲ δὴ σφόδρα καὶ τὸ ἀνέβη φησὶν ἐπὶ Κύρου, μετ' ἐμφάσεως οἶμαί που τοιοῦτόν τι σημαίνων, ὁποῖον ἔφη περὶ αὐτοῦ καὶ ὁ προφήτης Ἱερεμίας, τὰ κατὰ καιροὺς ἐσόμενα τῇ Νινευῒ προαναφωνῶν "Ἀνέβη λέων ἐκ "τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῇρε, καὶ ἐξῆλθεν "ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν σου εἰς ἐρήμωσιν, "καὶ αἱ πόλεις σου ἐρημωθήσονται, παρὰ τὸ μὴ κατοικεῖσθαι "αὐτάς." θηρὸς γὰρ ἀγρίου δίκην ἐπιθρώσκων τῇ Νινευῒ, τοὺς ἐν αὐτῇ κατεδήδοκεν. ἀλλ' ἐκείνοις μὲν ὡς πολέμιος δεινός τε καὶ ἀτεράμων ἦν, καὶ ἄθραυστος εἰς ὀργὰς γέγονε, τοῖς δὲ ἐξ Ἰσραὴλ ἐμφυσῶν εἰς πρόσωπον καὶ ἐξαιρούμενος ἐκ θλίψεως, τουτέστιν ἀπαλλάττων αὐτοὺς τῆς ἀσυνήθους δου- λείας, δεσμῶν ἀνιεὶς, αἰχμαλώτους ὄντας ἀνακτώμενος, διὰ 2.36 τοῦ πέμψαι μὲν οἴκαδε, προστάξαι δὲ καὶ τὸν θεῖον αὐτοῖς ἀναδείμασθαι ναόν. Τὸ δὲ ἐμφυσῶν εἰς πρόσωπον, ὡς ἐκ παραδόσεώς τε καὶ συνηθείας φησὶν Ἰουδαϊκῆς. εὑρήσομεν δὲ καὶ τῶν τοιούτων τὴν μνήμην ἔσθ' ὅτε κειμένην παρὰ ταῖς θεοπνεύστοις γραφαῖς, ὁποῖόν ἐστι τὸ δεῖν οἴεσθαι τοὺς Ἰουδαίους ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις περιῤῥηγνύναι τὰ ἱμάτια. καὶ γοῦν ὁ Καιάφας Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος τοῦ Χριστοῦ περιέῤῥηξε τὴν ἐσθῆτα, διακεκραγώς τε καὶ λέγων Ἐδυσφήμησε. δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέ σιοι μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. γεγόνασι μὲν γὰρ ἐν Λυκαονίᾳ. ἐπειδὴ δέ τινα τῶν ἠῤῥωστηκότων τοῦ πάθους ἀπήλλατον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν ἤθελον αὐτοῖς τῆς θεοσημίας οἱ θεωροί. ἔφασκον γὰρ ὅτι "Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον πρὸς ἡμᾶς· ἐκά- "λουν δὲ τὸν μὲν Βαρνάβαν ∆ία, τὸν δὲ Παῦλον Ἑρμῆν, "ὅτι αὐτὸς ἦν, φησὶν, ὁ ἡγούμενος τοῦ λόγου." ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέῤῥηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσιν Ἰουδαϊκαῖς καὶ ἀγράφοις ἔθεσιν ἀκολουθοῦντες ἔτι. διαβέβληται δὲ τὸ ἔθος, ὡς οὐκ ὂν ἐκ νόμου, καὶ ἀνό- νητον παντελῶς. καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων Θεὸς πλαττομένους τὰ τοιάδε καὶ τῆς ἀληθοῦς εὐσεβείας ἀποφοιτῶντας μακράν "Ἐπιστρέψατε πρὸς μὲ ἐξ ὅλης "καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, "καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια "ὑμῶν." ὥσπερ οὖν ἔθος ἦν περιῤῥηγνύναι τισὶ τὴν ἐσ- 2.37 θῆτα, δεδυσφημηκότος τινὸς, οὕτω καὶ τὸ ἐμφυσᾶν εἰς πρό- σωπον τῶν ἠῤῥωστηκότων καθ' ὁντιναοῦν τρόπον. ἔδρων δὲ τοῦτο μάλιστα, καὶ ἄγαν ἐκτόπως, οἱ ἀφορκίζειν εἰωθότες καὶ περιέργοις ἐπῳδαῖς, πνευμάτων τε καὶ ἀλγημάτων τοὺς κάμνοντας ἀπαλλάττειν προσποιούμενοι. δέχεται τοίνυν ἐκ τῆς παρ' αὐτοῖς συνηθείας τὸ παράδειγμα, καί φησιν Ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου· Κῦρος δὲ δηλονότι· καὶ ἐξαι- ρούμενός σε ἐκ θλίψεως. τοῦτο γὰρ δύνασθαι κατορθοῦν, ὡς ἔφην, προσεποιοῦντό τινες, ἐμφυσῶντες ἑτέροις. Σοφὸν δὲ καὶ ἀληθὲς εἰπεῖν, ὅτι καὶ τὸ τοῦ διαβόλου καὶ τὸ τῆς καθ' ἡμῶν τυραννούσης ἁμαρτίας συνέσταλται κρά- τος, καὶ ἥλω μὲν ὥσπερ ὁ θάνατος, ἐξῇρται δὲ καὶ εἰς ἅπαν ἡ φθορά. ἀναβέβηκε γὰρ ἐξ ᾅδου καὶ ἀνεβίω Χριστὸς, ὁ ἐμφυσῶν εἰς πρόσωπον τῶν ἁγίων ἀποστόλων καὶ λέγων "Λάβετε Πνεῦμα Ἅγιον." ἀπηλλάγμεθα γὰρ οὕτω παντὸς κακοῦ, καὶ μέτοχοι γεγονότες τοῦ Ἁγίου Πνεύματος, εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἀναστοιχειούμεθα κάλλος, καὶ εἰς εἰκόνα τὴν πρώτην νοητῶς μεταχαραττόμεθα. μορφοῦται γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. 9Σκόπευσον ὁδὸν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύι σου σφόδρα, διότι ἀπέστρεψε Κύριος τὴν ὕβριν Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ.9 Ὡς αὐτίκα δὴ μάλα βαδιουμένοις εἰς τὴν Ἰουδαίαν, οἴκαδέ τε ἰέναι μέλλουσιν, ἀναγκαίως ἐπιφωνεῖ τὸ χρῆναι λοιπὸν καὶ τὴν ὁδὸν κατασκέπτεσθαι καὶ κρατεῖν ὀσφύος, τουτέστιν 2.38 ἑτοίμως τε καὶ ἐπιτηδείως ἔχειν πρὸς τοὺς τῆς ὁδοιπορίας πόνους, καὶ παντὸς ὄκνου κατανδρίζεσθαι, καὶ μακρῶν δια- στημάτων ἀμείνους ὁρᾶσθαι φιλεῖν, προθυμίαις ἀμάχοις εἰς τοῦτο χρωμένους. ἑτοιμότητος δὲ σημεῖον, τὸ οἷον εὐπρεπῆ καὶ διεζωσμένην ἔχειν τὴν ὀσφύν. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις, μᾶλλον δὲ καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν "Ἔστωσαν ὑμῶν αἱ ὀσφύες "περιεζωσμέναι" φησίν. ὁδοιπορικὸν γὰρ τὸ σχῆμα, καὶ ὅτι μάλιστα πρεπωδέστατον τοῖς τὸ θεῖον κηρύττουσιν εὐ- αγγέλιον, καὶ ἑτοιμοτάτους ἔχουσιν εἰς τοῦτο τοὺς πόδας. κράτησον δὴ οὖν ὀσφύος φησὶν, ἀντὶ τῶν παρεσκευασμένος ἔσο καὶ οἷον εὐτρεπὴς εἰς ἀποδρομήν. ἀπέστρεψε γὰρ Κύριος τὴν ὕβριν φησὶ τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. ἐπιτήρει πάλιν ἐν τούτοις ἀναγκαίως εἰσκεκομισμένην τὴν διαστολήν. Ἰακὼβ μὲν γάρ φησι τοὺς ἐν τῇ Σαμαρείᾳ κατῳκηκότας, τουτέστι τὰς δέκα φυλὰς, ὧν βεβασιλεύκασιν οἱ ἐκ φυλῆς Ἐφραῒμ καὶ Μανασσῆ, οἳ γεγόνασιν ἐξ Ἰωσὴφ, ὃς ἦν ἐξ Ἰακώβ· Ἰσραὴλ δὲ ὀνομάζει τοὺς ἐν Ἱεροσολύμοις Ἰούδατέ φημι καὶ Βενιαμίν. ἐπειδὴ δὲ τοῦ Σεναχηρεὶμ τὴν Σαμά- ρειαν πεπορθηκότος, οὐχ ἥλω τὰ Ἱεροσόλυμα, Θεοῦ τὸ τηνικάδε προασπίζοντος καὶ δαπανῶντος ἀγγέλου χειρὶ τὸν Ἀσσύριον· ἀνῆκε δὲ Κῦρος οὐχὶ μόνους τοὺς ἐκ τῆς Σαμα- ρείας αἰχμαλώτους, ἀπενηνεγμένους εἰς τὴν Νινευῒ, ἀλλὰ γὰρ καὶ τοὺς ἐκ τῶν Ἱεροσολύμων, ἑλόντος τοῦ Ναβουχουδο- νόσορ τὴν χώραν· ἀναγκαίως φησὶν ὁ Προφήτης ὅτι ἀπέ- 2.39 στρεψε Κύριος τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. καὶ ὕβριν μέν φησι τὴν δουλείαν ἤτοι τὴν θητείαν. ὅτι δὲ ἅπαντας ἀνήσει Θεὸς, οὐ προασπίζων μὲν τινῶν, ἐναφιεὶς δὲ τοῖς πόνοις ἑτέρους ἐντρύχεσθαι, διδάσκει λέγων οὕτως Ἀπέστρεψε τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ἀποστρέφεται καὶ ἡ τοῦ Ἰσραήλ. σύμπαντες γὰρ, ὡς ἔφημεν, ἀνέδραμον εἰς τὴν Ἰουδαίαν, τὰ ἐκ τῆς αἰχμαλωσίας διακρουσάμενοι βλάβη. Χρῆναι δέ φημι ἔγωγε, καὶ μάλα εἰκότως, καὶ τοὺς ἐν Χριστῷ λελυτρωμένους ζῆν μὲν ἐθέλειν οὐκ ἀπερισκέπτως ἔτι· περιαθρεῖν δὲ μᾶλλον τῆς ἀρεσκούσης τῷ Θεῷ πολιτείας τὴν ὁδὸν καὶ τρίβον ἰέναι τὴν ἀγαθὴν καὶ κρατεῖν ὀσφύος, τουτέστιν ἀμείνους ὁρᾶσθαι γαστρὸς καὶ φιληδονίας, "καὶ τῆς "σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν εἰς ἐπιθυμίας," κατανεανιεύ- εσθαι δὲ καὶ παθῶν καὶ ὄκνου παντός· ἥξουσι γὰρ οὕτως εἰς τὴν ἁγίαν πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐκεῖ τε προσκομιοῦσι Θεῷ πνευματικὰς θυσίας, καὶ τῆς ἀρχαίας δουλείας τὸν ζυγὸν ἀποσεισάμενοι, τὸν εὐκλεᾶ καὶ ἐλεύθερον καὶ φαυλότητος ἁπάσης ἀπηλλαγμένον διαβιώσονται βίον. 9∆ιότι ἐκτινάσσοντες ἐξετινάξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν. διέφθειραν ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί. αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.9 2.40 Ἐνηχοῦντος μὲν τοῖς ἁγίοις προφήταις τὰ κατὰ καιροὺς ἐσόμενα τοῦ πάντα εἰδότος Θεοῦ, προαπήγγελλον ἀναγκαίως κατὰ τὸ αὐτῷ δοκοῦν. ἐγίνοντο δὲ πλειστάκις καὶ ἐν αὐταῖς ταῖς τῶν πραγμάτων ὁράσεσι. τοιγάρτοι καταπεπλήγασι καὶ μονονουχὶ πληρούμενα βλέποντες, τοὺς περὶ αὐτῶν ἐποι- οῦντο λόγους· ὁποῖόν τι καὶ νῦν ὁ Προφήτης δοκεῖ πεπον- θέναι ἐπί τε τοῖς οἰκοῦσι τὴν Νινευῒ, καὶ τοῖς Κύρῳ συν- ησπικόσιν, ὅτι καὶ ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν. πεποίηται δὲ ὁ λόγος ὡς ἀπό γε τοῦ συμβαίνειν ταῖς ἀμπέ- λοις εἰωθότος. ἐκτινάσσεται γὰρ ὁ βότρυς καὶ τὰς ῥάγας ἀποπτύει, ἢ ῥαγδαιοτάτου προσβάλλοντος πνεύματος, ἢ καύσωνος καταφλέγοντος, ἢ καὶ ἑτέρας ἡστινοσοῦν συμ- βαινούσης βλάβης, ὡς καὶ αὐτὸ τοῖς καρποῖς τὸ κλῆμα συναναφαίνεσθαι καὶ αὐτῆς τῆς ἄνθης ἀπογυμνούμενον. οὕτω δὴ οὖν ἀπετίναξαν αὐτοὺς ὡς ἀμπέλους. διέφθαρται δὲ καὶ τὰ ὅπλα αὐτῶν, τουτέστιν ἡ δυναστεία· ὅπλα γὰρ ἔσθ' ὅτε σημαίνει τὴν δυναστείαν. δεινοὺς δὲ ὄντας ἱππέας, καὶ τὰς ἐφ' ἁρμάτων εἰδότας μάχας ἐν ἀφορήτοις ἄγαν φησὶ γενέσθαι δείμασιν, ὡς τραπέσθαι μὲν εἰς φυγὴν, συμπλέ- κεσθαι δὲ ἀλλήλοις, καὶ συνθραύεσθαι προσρηγνυμένους, οἴεσθαι δὲ οὕτως καταθεᾶν αὐτὸν τὰς τῶν πολεμίων φά- λαγγας, ὡς οὐδὲν λαμπάσι παραχωρεῖν, ἢ καὶ ἀστραπαῖς ἐν ἴσῳ καταφλέγειν αὐτοὺς ὀξεῖ καὶ ἀσχέτῳ διαττούσας δρόμῳ. 9Καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν, καὶ φεύξονται ἡμέρας 2.41 καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν, καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν.9 Καταβρίθοντος τοῦ πολέμου καὶ αὐτοὺς τοῖς ἄλλοις ὁμοῦ τοὺς δυνατωτάτους, εἰς νοῦν δέξονται, φησὶν, ἃ δεδράκασιν ἑλόντες τὴν Ἰουδαίαν, ἤγουν ὧν ἐκτόπως εἰρήκασι, παλιμ- φήμους ἱέντες φωνὰς, καὶ οἷον τὴν τοῦ Θεοῦ δόξαν ταῖς παρὰ σφῶν ἀθυροστομίαις κατασφενδονῶντες οἱ δείλαιοι. εἶτα τούτων ἐνηνεγμένοι πρὸς ἀνάμνησιν, εἴσονται λοιπὸν, ὅτι Θεὸν ἔχουσι δυσμενῆ καὶ τοῖς τῶν πολεμούντων αὐ- τοὺς ὑποστρωννύντα ποσὶ, καίτοι πάλαι δεινοὺς ὄντας ἄγαν, καὶ κομιδῇ δυσάντητον τὴν καθ' ὧν ἂν ἴοιεν προσβολὴν ποιεῖσθαι μεμελετηκότας. εἰ δὲ δὴ καὶ τράποιντο πρὸς φυγὴν, δυσεξίτητον εὑρόντες τὸ χρῆμα, καὶ ἀσθενήσαντες ἐν ταῖς πορείαις αὐτῶν μετοιχήσονται πρὸς βουλὰς ἑτέρας. ἐπιμελήσονται γὰρ τειχῶν, καὶ τὰς ἐπ' αὐτῶν ποιήσονται φυλακάς. δείκνυσι δὲ διὰ τούτων ἠπορηκότας πανταχῆ, καὶ ὅ τι δράσαι προσήκοι μηδὲ εἰδότας ὅλως, ἀπό γε τοι τοῦ κατεσκοτίσθαι τὸν νοῦν, μονονουχὶ δὲ καὶ οἴνῳ μεμεθυσ μένους ταῖς ἀκράτοις συμφοραῖς, τὴν τῆς σωτηρίας ἀπότευξιν ὀλοφύρεσθαι καὶ διαῤῥίπτεσθαι πανταχῆ, μεθισταμένους εὐ- κόλως, ἐκ τούτων μὲν εἰς ἐκεῖνα, ἐξ ἐκείνων δὲ πρὸς ἕτερα, καὶ τὸν ἐφ' ἅπασι τούτοις ἀνόνητον πόνον ἔχοντας. εἰ δὲ δὴ καὶ λέγοι ὅτι Καὶ φεύξονται ἡμέρας, ἐκεῖνο οἶμαί που δηλοῖ. δεινοὶ γὰρ ὄντες, ὡς ἔφην, δυσκαταγώνιστοί τε καὶ τραχεῖς, κατοιχήσονται λοιπὸν εἰς τοῦτο δειλίας ὡς ἀναφανδὸν ἑλέσ- θαι φυγεῖν, καὶ ἀκρύπτως ἤδη τοῦτο δρᾶν, καίτοι πάλαι 2.42 παραιτουμένους καὶ μόναις ταῖς εἰς τοῦτο κατηγορεῖσθαι ψιλαῖς ὑποψίαις. Ἥττηνται δὲ καὶ αἱ πονηραὶ δυνάμεις ὑπὸ τῆς μεγαλειό- τητος τοῦ Χριστοῦ, καὶ ἀντιπράττειν οὐκ ἔχουσαι τοῖς θείοις αὐτοῦ νεύμασι, τοῖς ὑπὲρ ἡμῶν δηλονότι, κατεκλῶντό τε τοῖς δείμασι καὶ πεφεύγασιν ἀληθῶς ὑπ' οὐδεμιᾶς ἀσφαλείας ἔτι σωζόμεναι. Θεοῦ γὰρ τὰς δίκας ἐπάγοντος, τίς ἂν δια- φύγοι; ἢ τίς τοὺς προσκεκρουκότας ἐξονήσῃ τρόπος; 9Πύλαι τῶν πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσεν, καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη· καὶ αὐτὴ ἀνέβαινε, καὶ αἱ δοῦλαι αὐ- τῆς ἤγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν.9 Οἱ μὲν οὖν μεγιστᾶνες, φησὶν, ἄπορον εὑρόντες τὴν φυ- γὴν, ἐπὶ τὰ τείχη σπεύσουσι, καὶ ἑτοιμάσουσι τὰς προφυλα- κὰς αὐτῶν. ἔσται δὲ ἀνόνητος ἡ σκέψις αὐτοῖς, ἀνοιγνύντος Θεοῦ τοῖς δι' ἐναντίας τὰς τῶν πόλεων πύλας, καὶ τὰ βασίλεια παραδιδόντος, τουτέστι τοὺς τῶν βασιλέων οἴκους, ἐκκαλύπτοντός τε τὰ ἐν αὐτοῖς κεκρυμμένα, καὶ προτιθέντος αὐτοῖς τὴν ὑπόστασιν εἰς διαρπαγήν. ὑπόστασιν δὲ τὸν πλοῦτον ἀποκαλεῖ τὸν ἐκ διαρπαγῆς δηλονότι καὶ πλεονε- ξίας τῆς καθ' ἑτέρων συνειλεγμένον. εἶτα πάλιν ὡς ἐν θεωρίᾳ γεγονὼς τοῦ συμβησομένου, ἑλκομένους ἤδη πρὸς αἰχμαλωσίαν ὁρᾶ, τήν τε βασιλεύουσαν πόλιν, φημὶ δὴ τὴν Νινευῒ, καὶ τὰς ὑπ' αὐτῇ καὶ περὶ αὐτὴν, ἃς καὶ δούλας 2.43 ὀνομάζει, διάτοι τὸ ὑπεζεῦχθαι καὶ ὑποκεῖσθαι τάχα που καὶ ὑπηρετεῖν αὐτῇ. φθέγγεσθαι δέ φησιν αὐτὰς ὡς περιστερὰς ἐν καρδίαις αὐτῶν, τουτέστιν οὐκ ἀναφανδὸν ἀλλὰ λεληθότως. ἔθος μὲν γὰρ τῷ πτηνῷ βαρύ τι καὶ δυσαχθὲς ἐνολολύζειν τῇ καρδίᾳ. τοῖς γεμὴν πεσοῦσιν εἰς χεῖρας ἐχθρῶν, ἑλκο- μένοις τε λοιπὸν εἰς αἰχμαλωσίαν συμβαίνειν τι τοιοῦτον, τὸ ἀπεικὸς οὐδέν. κατοιμώζουσι γὰρ τὴν ἑαυτῶν συμφορὰν, μο- νονουχὶ καταπνίγοντες ἔν γε δή σφισιν αὐτοῖς τοὺς θρήνους, ἐπεὶ μὴ ἐλεύθερον ἐσθ' ὅτε κἂν γοῦν αὐτὸ τὸ κλαίειν αὐτοῖς. 9Καὶ Νινευῒ ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων. διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς.9 Κολυμβήθρᾳ τὴν Νινευῒ παρεικάζει πεπληρωμένῃ τε καὶ ἐκχεομένῃ, διάτοι τὸ πλείστην ὅσην ἔχειν τὴν ἐνοικοῦσαν αὐτῇ πληθὺν, καὶ τῶν ἐπεισχεομένων ἐθνῶν εἰς ἐπικουρίαν τὰ ἀναρίθμητα γένη. κατατέθηπε δὲ ὥσπερ, ἤγουν ἄμεινον ὥσ- περ ἐπιτωθάζει, τοῖς φεύγουσιν, ὅτι πλεῖστοί τε ὄντες καὶ ἀριθμοῦ κρείττονες κατῴχοντο πρὸς δειλίας, καίτοι πάλαι τῇ πολυάνδρῳ χειρὶ παντὸς πολέμου καταθαρσήσαντες, καὶ ὑψηλὴν ἐπαίροντες ἐπί γε σφίσιν αὐτοῖς τὴν ὀφρύν. ἀλλ' ἦν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ δειλίαις αὐτῶν καταφορτίζων τὸν νοῦν καὶ κατακομίζων εἰς κακανδρίαν, καὶ παραλύων τὸ 2.44 μάχιμον. ἀληθὲς γὰρ ὅτι "Οὐ σώζεται βασιλεὺς διὰ πολ- "λὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος "αὐτοῦ·" σώζει δὲ μᾶλλον οὓς ἂν ἕλοιτο καὶ λίαν εὐκόλως ὁ τῶν ὅλων Κύριος. εἶτα τί φησιν ὁ Προφήτης; διήρπαζον τὸ ἀργύριον καὶ διήρπαζον τὸ χρυσίον· ταῦτα δὲ ἦν ἡ ὑπό- στασις· Καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῶν, ἔοικε δὲ καὶ λίθους ἐν τούτοις ὀνομάζειν τὰς Ἰνδικὰς, ἐφ' αἷς δὴ μάλιστα βεβαρύνθαι φησὶν αὐτὴν, καίτοι καὶ ἐφ' ἑτέροις σκεύεσιν ἀθύμως διακειμένην. Ἀσσυρίοις γὰρ ἔθος, ἤγουν Νινευίταις, πολλὴν καὶ ἐσπουδασμένην τῶν λίθων ποιεῖσθαι τὴν ἄθροι- σιν, καὶ κοσμεῖσθαι κορικῶς, ὡς καὶ ἐν αὐταῖς ἐπείγεσθαι ταῖς μάχαις τὴν τοῦ κόσμου λαμπρότητα καὶ περιηνθισ- μένους ὁρᾶσθαι. ἰσχνολογεῖ δὲ λίαν ὁ Προφήτης ἐν τούτοις οἰκονομικῶς, καί ποτε μὲν πίπτοντας, ποτὲ δὲ ἀλλήλοις συμ- πλεκομένους, καὶ ἀποροῦντας τὴν φυγὴν, καὶ ἀνονήτως ἔχον- τας τὰς προφυλακὰς, ποτὲ δὲ καὶ πεπορθημένους τῷ λόγῳ ζωγραφεῖ, τὰς τῶν ὄντων ἐν αἰχμαλωσίαις περικόπτων λύ- πας, καὶ τῇ τῶν τοιῶνδε προαγορεύσει καταγοητεύων εὐφυῶς, καὶ ἡδίστοις αὐτοὺς διηγήμασιν ἀποφέρων εἰς εὐθυμίαν. ∆ιήρπασται δὲ καὶ ὁ σατανᾶς διὰ πρώτου μὲν τοῦ Σωτῆ ρος Χριστοῦ, εἶτα μετ' αὐτὸν διὰ τῶν ἁγίων Ἀποστόλων, περὶ ὧν ἔφη που καὶ ὁ προφήτης Ἱερεμίας "Ὅτι ἐξαίφνης "ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπί- "βουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς." εἰσκεκόμικε δὲ καὶ ὡς ἐν εἴδει παραβολῆς τὸ διήγημα Χριστὸς ἐν εὐαγγε- λικοῖς κηρύγμασιν, ἔφη γάρ "Ἢ πῶς δύναταί τις εἰσελθεῖν "εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, 2.45 "ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ "σκεύη αὐτοῦ;" οἱ γὰρ προσκυνοῦντες τῷ σατανᾷ, τὰ ἀπόλεκτα σκεύη καὶ τίμια παρ' αὐτῷ, προσδεδραμήκασι τῇ πίστει, μετατιθέντος αὐτοὺς πρὸς θεοσέβειαν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἀναπειθόντων δὲ καὶ αὐτῶν βαδίζειν εἰς τοῦτο τῶν ἁγίων Ἀποστόλων. 9Ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας θραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφὺν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας.9 Πᾶν εἶδος συντριβῆς συντριβήσεσθαι λέγει. τὸ γὰρ ἐκ τινάσσεσθαί τε καὶ ἀνατινάσσεσθαι καὶ μέντοι καὶ ἐκβράτ- τεσθαι τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ τοῦτο; διαῤῥιπτεῖται γὰρ πανταχῆ τὸ τινασσόμενον καὶ ἀνατινασσόμενον. ἕψεσθαι δὲ λέγει καὶ καρδίας θραυσμὸν, Θεοῦ δηλονότι συνθραύοντος εἰς δειλίας, καὶ ὑπόλυσιν γονάτων, τουτέστιν ἀσθένειαν καὶ σωμάτων πάρεσιν, καὶ ὠδῖνας ἐπὶ τούτοις, τὰς ἐξ ἀηδιῶν δηλονότι· πῶς γὰρ οὐκ ἔμελλον ἐν τοιούτοις ἔσεσθαι κακοῖς, οἱ πρὸς πᾶν ὁτιοῦν κατενηνεγμένοι τῶν καταλυπεῖν εἰωθό- των Θεόν; γενήσεσθαι δὲ πρὸς τούτοις διϊσχυρίζεται Καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας. καταμελαίνεται γὰρ ἀείπως τῶν ἐν ἀθυμίαις τὰ πρόσωπα, καὶ τῶν ὀμμάτων τὸ φαιδρὸν παραιρεῖται δεινῶς τῶν δειμάτων ἡ ἔφοδος. Συμβῆναι δὲ τὰ τοιάδε φαμὲν ἀληθεύοντες αὐτῷ τε τῷ 2.46 καθ' ἡμῶν τυραννήσαντι σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνά- μεσι πονηραῖς. ἐπειδὴ γὰρ ἐξεπέμποντο τῆς ἀρχαίας ἐκείνης τιμῆς τε καὶ δόξης, πῶς ἦν εἰκὸς μὴ οὐχὶ πάντη τε καὶ πάν- τως τὰ τοιάδε παθεῖν αὐτούς; 9Ποῦ ἔστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα ἐν τοῖς σκύμνοις; οὗ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ· σκύμνος λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν; λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησε θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.9 Κατοικητήριον μὲν ὀνομάζει λεόντων τὴν Νινευΐ. κατῳκήκασι γὰρ ἐν αὐτῇ, καὶ λαμπρὸν ἐποιοῦντο καὶ ἀξιάγαστον ἐνδιαί- τημα καὶ βασίλειον ἀσφαλὲς, οἱ κατὰ καιροὺς αὐτῇ βεβασι- λευκότες Φουλὰ καὶ Σαλμανασὰρ καὶ Σεναχηρεὶμ καὶ μέντοι καὶ Ναβουχοδονόσορ· πεπολεμήκασι γὰρ οὗτοι τὴν Ἰουδαίαν. τὸ δὲ Ποῦ ἔστιν οὐ διερωτῶντος οἶμαί που· δεῖν γὰρ οἶμαι παραιτεῖσθαι τὸ εὔηθες· ἐπιτωθάζοντος δὲ μᾶλλον, καὶ ὅτι διόλωλεν ὁλοτρόπως διὰ τούτου δεικνύοντος, ὡς μηδὲ ὅποι ποτὲ γέγονεν ὁρᾶσθαι λοιπόν. συντετέλεσται γὰρ καὶ ἐξ ῇρται, καθά φησιν αὐτός. ποῦ δὴ οὖν ἄρα φησὶ τὸ τῶν λε- όντων κατοικητήριον, τουτέστιν ἡ Νινευΐ; ποῦ δὲ ἡ νομὴ τῶν σκύμνων; καὶ σκύμνους μὲν ὥς γε οἶμαι, φησὶ τοὺς ὑπὸ τῷ μεγίστῳ βασιλεῖ πράττοντας καὶ κειμένους, καὶ τὸ τίμιον ἔχοντας παρ' αὐτῷ ἐν δόξῃ, σατράπας δὴ λέγω καὶ στρατη- γοὺς, νομὴν δὲ αὐτῶν ἀποκαλεῖ τοὺς ὑπὸ χεῖρα καὶ ὑπεζευ- 2.47 γμένους καὶ δασμὸν εἰσφέροντας καὶ χρημάτων ἄθροισιν ποιουμένους· "Νομαὶ γὰρ πλουσίων πτωχοὶ," κατὰ τὸ γε- γραμμένον. ὡς ἐξῃρημένης δὴ οὖν εἰσάπαν τῆς Νινευῒ, καὶ ἁπάσης δὲ τῆς περιοίκου χώρας, ποῦ δὴ ἄρα φησὶ τὸ τῶν λεόντων κατάλυμα; ποῦ δὲ τῶν σκύμνων ἡ νομή; ὅτι δὲ ἀσφαλὲς οἱονεὶ γέγονέ πως ὁρμητήριον τῶν κατὰ καιροὺς βεβασιλευκότων ἡ Νινευῒ, δέδειχεν εἰπών Οὗ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ, σκύμνος λέοντος καὶ οὐκ ἦν ὁ ἐκφοβῶν. ἀπόρθητον γὰρ τῇ πόλει τὸ τεῖχος ταῖς ὑπὲρ λόγον μεγα- λουργίαις εὖ μάλα πεποιημένον. ἐπειδὴ δὲ ἅπασαν κατα- δῃώσας τὴν Σαμάρειαν ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν δὲ τὴν Ἰουδαίαν, καὶ τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἀπεκόμισε μὲν εἰς τὴν ἑαυτοῦ τοὺς ἐξ αἵματος Ἰσραὴλ, δια- τέθεικε δὲ οὕτως ἐπ' ἐξουσίας τοὺς ἅπαξ ἐνειλημμένους, ὡς τοὺς μὲν ὑφ' ἑαυτῷ ποιῆσαι καὶ δεδεμένους ἔχειν, τοὺς δὲ καὶ ἑτέροις χαρίζεσθαι καὶ καταπωλεῖν, καὶ πλήρη τὴν ἑαυ- τοῦ χώραν τε καὶ πόλιν τῶν δορικτήτων ἔχειν. ταύτῃτοί φησιν ὅτι Λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ καὶ ἔμπλησε θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς. πεποίηται δὲ πάλιν ὁ λόγος ὡς ἐκ τοῦ γίνεσθαι πεφυκότος. ἁρπάσαντες γὰρ οἱ θῆρες ἁπλῶς τὸ παρεμπίπτον, εἶτα τὸ ἀρκοῦν κατεδηδοκότες, τῷ λοιπῷ ἀποτρέφουσι τοὺς σκύμνους, τοὺς ἰδίους αὐτοῖς δανείζοντες πόνους. Λέγοιντο δ' ἂν τὰ τοιάδε πάλιν καὶ ἐπ' αὐτοῦ τοῦ σατανᾶ, Χριστοῦ κατωλοθρευκότος αὐτόν τε καὶ τὰ αὐτοῦ, καὶ ἐξῃρη- κότος αὐτοῦ τὴν θήραν ἐκ γῆς. συνέτριψε γὰρ τῶν λεόντων 2.48 τὰς μύλας, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν "Τὴν μύλαν "τῶν λεόντων συνέθλαψεν ὁ Κύριος." 9Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομ- φαία, καὶ ἐξολοθρεύσω ἐκ γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκουσθῇ οὐκ ἔτι τὰ ἔργα σου.9 Ἑαυτὸν ἀνθίστησι Θεὸς, καὶ αὐτουργὸς ἀνίσταται, περι- τρέπων εἰς ἀπόγνωσιν τῆς σωτηρίας αὐτούς. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ὁ σώζων ἔτι; ἢ τίς ἀποστήσει κατα- δῃοῦν ἐθέλοντα τὸν τῶν δυνάμεων Κύριον; "Τὴν γὰρ "χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;" κατὰ τὸ γεγραμμένον. ἐκκαύσειν γεμὴν ἐν καπνῷ τὸ πλῆθος αὐτῆς φησὶν, ἵνα τι τοιοῦτον ἐννοῶμεν πάλιν. οἱ μελιττοκόμοι κατὰ καιροὺς, ὅτε τὰ κηρία τῶν σίμβλων ἐξορύττειν ἐθέλουσι, πῦρ ἐναύοντες καπνῷ τὰς μελίσσας διώκουσιν, ἵνα μὴ μάχοιντο καὶ κατατιτρώσκωσι τοῖς κέντροις αὐτοὺς ἀθρόαι περιπετόμεναι. συμβέβηκέ τι τοιοῦτον καὶ τοῖς ἐπικεκλημένοις εἰς ἐπικουρίαν κινδυνευούσῃ τῇ Νινευΐ. ἀπῴχοντο γὰρ καὶ ἀπέδρασαν οἷα καπνοῦ τοῦ πολέμου προσβάλλοντος καὶ καταπτοοῦντος εἰς κακανδρίαν, καὶ ἀφορήτοις αὐτοὺς ἐνιέντος δείμασι. λέοντας γεμὴν ὀνομάζει τοὺς ἀλκιμωτάτους καὶ θρασεῖς, οἳ καὶ τάχα που τεθαρσήκασι τὴν ἀντίστασιν· πλὴν ἔργον γε- γόνασι τῆς Κύρου ῥομφαίας. ἐπειδὴ δὴ ὁ λόγος ἡμῖν τὴν τῶν λεόντων εἰσκεκόμικε μνήμην, ἀναγκαίως καὶ τὴν αὐτῶν θήραν φησὶν ἐξολοθρευθήσεσθαι, ὡς μηδὲν ἔτι γενέσθαι τῶν παρ' 2.49 αὐτοῖς ἀξιάκουστον. ἔθος γὰρ ἦν ἐπιφύεσθαι μὲν αὐτοὺς πόλεσί τε καὶ χώραις, ἐπιθρώσκειν τε θηριοπρεπῶς, οἷς ἂν ἕλοιντο τυχὸν, μυρία τε ὅσα δρᾶν, ὡς τῶν πεπονθότων τὰς συμφορὰς ᾠδὴν καὶ θρῆνον πολλοῖς γενέσθαι. ἐξολοθρευθή- σεσθαι δὴ οὖν φησιν αὐτῶν τὴν θήραν. πῶς γὰρ ἔμελλον ἢ τίνα λοιπὸν καταθηρεύσειν ἔτι, κατεπτοημένων μὲν τῶν ἀγελαίων καὶ πεφευγότων ὡς ἐκ καπνοῦ, πεπτωκότων δὲ τῶν μαχιμωτάτων, οἳ δίκην λεόντων τοῖς ἀνθεστηκόσιν ἐπε- φύοντο; Ἐπεγήγερται δὲ καὶ τοῖς κυριοκτονήσασιν Ἰουδαίοις ὁ τῶν ὅλων Θεὸς, ὡς εἰς πάντα μὲν ἄνεμον τὴν τῶν ἀγελαίων κατασκεδασθῆναι πληθὺν, θῆρας δὲ ὥσπερ ὠμοὺς συνδιο- λέσθαι τοῖς πολλοῖς τοὺς τῶν ἄλλων ἐπιφανεστέρους. οὐ φορητῶς γὰρ δεδυσσεβήκασιν εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. 9Ὦ πόλις αἱμάτων, ὅλη ψευδὴς, πλήρης ἀδικίας.9 Αἱμάτων αὐτὴν πόλιν ὠνόμασεν· ἑτοιμότατοι γὰρ εἰς φόνους καὶ φιλαίματοι λίαν οἱ τῆς Νινευῒ βεβασιλευκότες· φιλοπόλεμοι δὲ καὶ ἑτέρως οἱ ἐν αὐτῇ, καὶ ἀτιθάσους ἀεὶ καθ' ὧν ἂν ἴοιεν τὰς ἐφόδους ποιεῖσθαι σπουδάζοντες. ψευ- δὴς δέ φησιν, ὅτι καὶ εἰδώλων μεστὴ, ἐφ' ὧν μάλιστα τὸ ψεῦδος, οὐκ ἀναπόδεικτόν ἐστι. ψευδώνυμοι γὰρ, καὶ τὴν τῆς θεότητος δόξαν ὑποκλέπτοντες οἱ χειρόκμητοι θεοί 2.50 "Ἀργύριον καὶ χρυσίον, κατὰ τὸ γεγραμμένον, ἔργα χειρῶν "ἀνθρώπων." γῆν δὲ αὐτὴν τῶν γλυπτῶν ἀπεκάλεσέ που καὶ ὁ σοφὸς Ἱερεμίας. ψευδὴς δ' ἂν νοοῖτο καὶ καθ' ἕτερον τρόπον, ὡς νοουμένου τοῦ ψεύδους εἰς πανουργίαν καὶ δόλους καὶ ἀπάτην τὴν θεομισῆ, δηλονότι συνθεούσης καὶ ἀδικίας. οὗ γὰρ ἀπάτη καὶ δόλος, ἐκεῖ που πάντως ἕψεται καὶ τὸ ἀδικεῖν. Αἱμάτων δὲ πόλις, ψευδὴς καὶ ἀδικίας πλήρης καὶ ἡ κυριοκτό- νος Ἱερουσαλήμ. διαμεμνήμεθα γὰρ εἰπόντος τοῦ Χριστοῦ "̔Ιερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτένουσα τοὺς προφήτας, "καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν." ἔφη δέ που καὶ διὰ φωνῆς προφητῶν "Οὐαὶ αὐτοῖς ὅτι ἀπεπή- "δησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· "ἐγὼ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ' "ἐμοῦ ψευδῆ." κατειρήκασι γὰρ τῆς δόξης Χριστοῦ, ποτὲ μὲν λέγοντες ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· ποτὲ δὲ κάτοινον ὀνομάζοντες, Σαμαρείτην τε πρὸς τούτῳ, καὶ τὰ πολὺ λίαν αἰσχίονα. ταῖς γὰρ ἐκείνων ἀθυροστομίαις πρέποι ἂν καὶ μόναις ἐκεῖνα ληρεῖν, ἃ καὶ φάναι τετολμή- κασιν. 9Οὐ ψηλαφηθήσεται θήρα. φωνὴ μαστίγων καὶ φωνὴ σεισμοῦ τροχῶν καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομφαίας καὶ ἐξαστραπ- τόντων ὅπλων καὶ πλήθους τραυμάτων καὶ βαρείας πτώσεως καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς, καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας.9 2.51 Ἐκ τοῦ πεφυκότος γίνεσθαι, πεποίηται πάλιν ὁ λόγος. τοὺς γάρ τοι δασὺ κομῶντας τῶν θάμνων καταπυκάζοντες λίνοις οἱ ὀρνιθοθῆραι, καταδράττονται πολλάκις τῶν ὑπ' αὐ- τοῖς κεκρυμμένων χερσὶν ἐπαφώμενοι. καὶ τέχνη τοῦτο αὐτοῖς. οὐκ ἔτι δὴ οὖν ψηλαφηθήσεται θήρα αὐτοῖς φησὶ, τουτέστιν οὐκ ἂν ἔτι θηρεύσειαν καθὰ καὶ πάλαι τινὲς, ἤγουν τὰ ἑτέρων εἰς ἑαυτοὺς διαρπάζοντες, οὐδ' ἂν γένοιντο πάγη καὶ βρόχος τοῖς ἀσθενεστέροις, φροντίδος αὐτοῖς ἑτέ- ρας ἐπεισπεσούσης, καὶ τοῦ περὶ τῶν ἐσχάτων ἀγῶνος ἐπηρτημένου. ἔσται γὰρ ἐν αὐτῇ φωνὴ μαστίγων. καί μοι πάλιν ὁ Προφήτης δοκεῖ τὴν ἐκ τοῦ πολέμου τύρβην, οἷον ἐν ὄψει κειμένην, ἀφηγεῖσθαι σαφῶς. ὁρᾷ γὰρ ὥσπερ ἱπποκροτουμένην μὲν τὴν πόλιν, καὶ τοῖς τροχοῖς τῶν ἁρ- μάτων κατακτυπουμένην, καὶ παντευχίαις λαμπραῖς ἐναστ ράπτοντας τοὺς καταδῃοῦντας αὐτὴν, καὶ ἀριθμοῦ κρείττονας τοὺς διολωλότας, οἴκους τε τοὺς ἐν αὐτῇ κατασεσεισμένους· μέμνηται γὰρ καὶ βαρείας πτώσεως. κατατέθηπε δὲ, ὅτι πλείστη μὲν ὅση τῶν ἐν αὐτῇ συναγηγερμένων ἐθνῶν ἡ πληθὺς, πάντες δὲ ἄνανδροι καὶ τὸ ἄναλκι νοσοῦντες ἐκτό- πως, καὶ πολὺ λίαν εὔκολοι πρὸς δειλίαν. καὶ τὴν αἰτίαν εὐθὺς ἀποδίδωσι, λέγων ὅτι ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐ- τῶν ἀπὸ πλήθους πορνείας. ἐπειδὴ γὰρ φαῦλοι γεγόνασι καὶ πονηροὶ τοὺς τρόπους, καὶ προσέτι καὶ εἰδωλολάτραι, καὶ εἰς πλάνησιν ἐκτόπως ἀπονενευκότες, ταύτῃτοι δικαίως ἀσθενεῖς ἔσονται καὶ περιδεεῖς, καὶ οὐδ' ὅσον εἰπεῖν κἂν γοῦν ἐν νοῆσαι μόνον ἀνασχόμενοι τὴν ἀντίστασιν. 2.52 9Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ φυλὰς ἐν τοῖς φαρμάκοις αὐτῆς.9 Ὁ ἐπ' αἰσχροῖς ἔπαινος ἐπίτασιν ἔχει τῶν ἐγκλημάτων, οἷον ὡς εἴ τις ἕλοιτο λέγειν περί του τῶν ὄντων, ὅτι κλέπτης τεχνίτης καὶ λῃστὴς ἀνδρεῖος καὶ γόης εὐφυής. οὐκοῦν κἂν εἰ λέγοιτο περὶ τῆς Νινευΐ Πόρνη καλὴ καὶ ἐπίχαρις, οὐ πρὸς ἐπαίνου μᾶλλον αὐτῇ τὸ χρῆμα ἔσται, πολλοῦ γε καὶ δεῖ, χαλεπωτέραν δὲ μᾶλλον τὴν κατάῤῥησιν ἀπεργάσεται. γύναια γὰρ τὰ ἑταιριζόμενα τότε δὴ μάλιστα δοκοῦσι πολὺ τὸ ἐπίχαρι μελετᾶν, ὅτε φαίνοιντό γε στωμύλα τε καὶ κομψοεπῆ. τοιαύτη καὶ ἡ Νινευῒ, τεχνῖτις εἰς κακουργίαν, καὶ οὐκ ἀνικάνως ἔχουσα πόλεις τε καὶ χώρας ἑλεῖν, καὶ ἀναπεῖσαι φρονεῖν τὰ αὐτῇ δοκοῦντα καὶ φίλα. ταῦτα δὲ ἦν γοητεῖαί τε καὶ ψευδομαντεῖαι καὶ βέβηλοι τελεταὶ καὶ τὰ εἰδώλων παίγνια. καθίκετο γὰρ εἰς τοῦτο ληρωδίας, ὡς ἐν εὐκλείας λόγῳ ποιεῖσθαι τὸ καὶ ἤδη δοκεῖν ἡγεῖσθαι φαρμάκων, αὔχημά τε ποιεῖσθαι τὰ οὕτως αἰσχρὰ καὶ τὴν ἐσχάτην λαχόντα καταβοήν. ἔθος δὲ ἦν τῶν ἐν αὐτῇ τισιν ἔθνη τε καὶ χώρας καταπωλεῖν ἐν τοῖς φαρμάκοις αὐτῶν. πῶς δὲ ἢ τίνα τρόπον, ἐροῦμεν ὡς ἔνι. ἔθος ἦν Ἀσσυρίοις πολεμεῖν ἐθέλουσι καὶ ὅπλα κινοῦσι καθ' ἑτέρων, ταῖς τῶν μάγων τέχναις προαναμανθάνειν ἐπείγεσθαι τὰ ἐσόμενα, οἳ καὶ τὰς ἐκ βασιλέως τιμὰς ὑποτρέχοντες, κατευμεγεθεῖν πολέμου παντὸς ἐκέλευον, καὶ τοῖς σφῶν ἐπιτηδεύμασι προ- απονευροῦν ἐψεύδοντο τοὺς ἀνθεστηκότας. ὁποῖόν τι πράτ 2.53 τειν ἤθελεν ὁ Βαλὰκ, ὁ Μωαβιτῶν βασιλεύς. κατεμισθοῦτο γὰρ τὸν ἀλιτήριον Βαλαὰμ καὶ δὴ καὶ εἰς ὄρος ἀνεκόμιζε "λέγων ∆εῦρο κατάρασαί μοι τὸν Ἰσραήλ." ᾤοντο γὰρ, ὅτι ταῖς τῶν μάγων ἀραῖς ἀκολουθήσει τὰ πράγματα. πορνείαν δὴ οὖν ἐν τούτοις τὴν γοητικήν τε καὶ μάγον ὀνομάζει τέχνην, δι' ἧς κατεπώλουν ἔθνη καὶ φυλὰς οἱ ταῦτα σοφοὶ, ἀεὶ τὸ κρατήσειν ὑπισχνούμενοι τοῖς προσάγουσι μισθούς. 9Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, καὶ ἀπο- καλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνεσι τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου· καὶ ἐπιῤ- ῥίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου, καὶ θήσομαί σε εἰς παράδειγμα.9 Ὅτι μὴ πρὸς ἄνθρωπον ὁ λόγος αὐτῇ μήτε μὴν ὁ πό λεμος, ἐπεμήνισε δὲ μᾶλλον ὁ τῶν δυνάμεων Κύριος, καὶ κατεξανίστησιν αὐτῆς Πέρσας τε καὶ Μήδους, κατασημαίνει πάλιν. τῷ δὲ δὴ πάντων κατεξουσιάζοντι Θεῷ καὶ τῷ τῶν ὅλων ἔχοντι κράτος, τίς ὁ ἀντεξάγων, εἰ πολεμεῖν ἕλοιτό τισιν; εἶτά φησιν ὅτι καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου. γέγονε δὲ πάλιν ὁ λόγος ὡς ἐπὶ γυναικὸς ἑταιριζομένης, ἣ ὅσον μὲν ἧκεν εἰς πρόσωπον καὶ τὸν ἔξω θεν ὡραϊσμὸν, ἀξιέραστος εἶναι τοῖς ὁρῶσι δοκεῖ· εἰ δὲ δὴ πάθοι τὴν ἀπαμφίεσιν καὶ τοῦ κόσμου τὴν ἀπόθεσιν, γυμνῷ δὴ πάντως ἀσχημονήσει τῷ σώματι, τῶν μορίων τὸ ἀκαλλὲς ἀκρύπτως ἐκφαίνουσα. ἀποκαλύψω δὴ οὖν φησι τὰ ὀπίσω 2.54 σου, τουτέστι, πᾶν ὅσον ἐστὶν ἄσχημον ἐν σοὶ, καὶ πρό γε τῶν ἄλλων παραδείξω σοι. τὸ γὰρ εἰς πρόσωπόν σου, τί ἕτερον ἡμῖν ἢ τουτὶ δὴ πάντως ὑπεμφήνειεν ἄν; ἀποκα λύψειν δὲ οὐδὲν ἧττον ἔθνεσί τε καὶ βασιλείαις τὴν ἀτιμίαν αὐτῆς διαῤῥήδην ἔφη. ἐδόκει μὲν γὰρ ὡραία τις εἶναι καὶ ἀξιέραστος ἡ Νινευῒ ταῖς τῶν μάγων τέχναις ὠφρυωμένη, καὶ τὴν κατὰ πάντων ἀρχὴν καὶ δυναστείαν ἁρπάζουσα, εὐσθενής τε ἄγαν καὶ ἀμαχεὶ παρὰ πάντων λαβοῦσα τὸ νικᾶν. ἐπειδὴ δὲ ἥλω καὶ πέπτωκεν, ἀσχήμων καὶ ἀτερπὴς παρά γε τοῖς αὐτὴν εἰδόσι κατεφαίνετο, οἳ καὶ βδελυρὰν ἡγοῦντο λοιπὸν, κατεγνωκότες που πάντως, ὡς μεγαλαυ- χήσασαν μὲν ἐπὶ μηδενὶ, ἐπιθαρσήσασαν δὲ μάτην ταῖς ἐκ μάγων ἐπικουρίαις, μᾶλλον δὲ φενακισμοῖς καὶ ἀπάταις. διεβεβαιοῦτο δὲ ὅτι καὶ τεθήσεται εἰς παράδειγμα, ὡς ἐρούν- των ἔσθ' ὅτε τινῶν, εἰ δὴ διόλοιτο πόλις ἢ χώρα, πεπόρ- θηταί τε καὶ πέπτωκε, καθὰ καὶ ἡ ταλαίπωρος Νινευΐ. Πεπολέμηκε δὲ, ὡς ἔφην, καὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ κατὰ καιροὺς ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς εἰς Χριστὸν ἀσεβείας ἐπράττετο δίκας, γυμνὴν καὶ ἀσχήμονα ἀναδεικνύων καὶ τῆς ἄνωθεν περιστολῆς ἀμοιροῦσαν παντελῶς. καὶ τοῦτο προ- ανεφώνει διὰ φωνῆς Ὠσηὲ, λέγων "∆ιὰ τοῦτο ἐπιστρέψω "καὶ κομιοῦμαι τὸν σῖτόν μου καθ' ὥραν αὐτοῦ καὶ τὸν "οἶνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου "καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν αἰσχύνην αὐτῆς· "καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐναντίον τῶν "ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός "μου." ἡ μὲν γὰρ ἐξ ἐθνῶν ἐκκλησία δοξολογήσει λέγουσα 2.55 "Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με "ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης·" ἡ δὲ, ὡς ἔφην, γυμνὴ καὶ ἀσχήμων καὶ ἀκαλλὴς ὁρᾶται λοιπὸν καὶ τῶν θείων χαρισμάτων οὐκ ἔχουσα τὴν περιστολὴν, γέγονε δὲ καὶ εἰς παράδειγμα καὶ βδελυρωτάτη, καὶ πᾶν εἶδος νοσοῦσα κοσμικῆς ἀκαθαρσίας. 9Καὶ ἔσται, πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ ∆ειλαία Νινευῒ, τίς στενάξει αὐτήν; πόθεν ζητήσω παράκλησιν αὐτῇ;9 Εἴ τις, φησὶ, τῶν πάλαι προεγνωκότων τὰς σὰς δυνα- στείας πεσοῦσάν τε καὶ ἠρημωμένην καταθεάσαιτο, κατοι- μώξει μέγα καὶ ἀποφοιτήσει γοργῶς, ἐκεῖνο λέγων Τίς στενάξει αὐτήν; ὡς γὰρ ὄντος οὐδενὸς, ἤγουν ὑπολελειμμένου, τοῦ κἂν οἵου τε ὄντος καταθρῆσαι μόνον, τὰ τοιάδε φησί. σφόδρα δὲ σοφῶς προστέθεικε τούτῳ τό Πόθεν ζητήσω παρά- κλησιν αὐτῇ; καὶ ἔστι τῶν εἰρημένων τοιοῦτός τις ὁ νοῦς. πολέμου καὶ μάχης συγκροτουμένων κατὰ πόλεις τυχὸν ἢ χώρας, ἀδικεῖται μὲν ἔσθ' ὅτε μέρος, σώζεται δέ τε καὶ τυχὸν τοὺς νενικηκότας διέδρα· καὶ τοῦτό ἐστι τοῖς ἐνοικοῦσι παράκλησις. ἢ γὰρ οὐκ ἐμπέπρησται πᾶσα, καὶ μεμένηκεν ἀπόρθητος μοῖρα, ἢ πεπτώκασι μέν τινες, σέσωσται δὲ πλη- θὺς ἑτέρα· ἐπὶ δέ γε τῆς Νινευῒ, πόθεν ἄν τις ἕλοιτο τὴν παράκλησιν; ἢ ποῖος αὐτὴν παραμυθήσεται τρόπος; πᾶσα γὰρ ἥλω καὶ πᾶσα πεπόρθηται καὶ διόλωλεν ἅπας ὁ ἐν αὐτῇ. τὸ δέ Τίς στενάξει αὐτήν; καὶ ἑτέρως ἂν νοοῖτο πάλιν· ὅμοιον γὰρ εἰπεῖν Ἄρα τίς ἔσται τεχνίτης οὕτως εἰς θρήνους καὶ τὰς ἐπικηδείους ᾠδὰς, ὡς ἐπάξιόν τι τῶν συμβεβηκότων εἰπεῖν, καὶ τὸ ἀρκοῦν τοῖς πάθεσι καταστάξαι δάκρυον. 9Ἑτοίμασαι μερίδα, ἅρμοσαι χόρδην, ἑτοίμασαι μερίδα Ἀμμὼν, ἡ 2.56 κατοικοῦσα ἐν ποταμοῖς· ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ θά- λασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς·" καὶ Αἰθιοπία ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστι πέρας τῆς φυγῆς σου, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς· καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἀπ' ἀρχῆς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειρο- πέδαις.9 Ἀσυμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς, νοηθείη δ' ἂν οὐχ ἑτέρως, εἰ μή τις γένοιτο προαφήγησις τῆς ἐν αὐτοῖς ἱστορίας· ἔχει δὲ οὕτως. τραπομένου πρὸς ἀπόστασιν τοῦ Ἰσραὴλ, καὶ εἰδώλοις λελατρευκότος, καὶ διὰ μυρίων ὅσων ἀσεβημάτων ἐφ' αὑτῷ καταθήγοντος τὸν τῶν ὅλων Θεὸν, ὡπλίζετο κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῶν Ἱεροσολύμων ὁ Ναβουχοδονόσορ, θείας αὐτὸν εἰς τοῦτο διανιστάσης ὀργῆς. εἶτα δέον τοὺς ἐξ Ἰσραὴλ καταλῆξαι τῆς ἐν χερσὶν ἀσεβείας, καὶ ἀποσχέσθαι μὲν τοῦ προσκυνεῖν ἐθέλειν θεοῖς ἑτέροις, ἀνατρέψαι δὲ βωμοὺς καὶ κατεμπρῆσαι τεμένη καὶ συντρί ψαι μὲν τὰ χωνευτὰ, ταῖς δὲ εἰς μετάγνωσιν σπουδαῖς καὶ ἐπιεικείαις ἐκμειλίσσεσθαι Θεὸν καὶ καλεῖν εἰς ἐπικουρίαν. τοῦτο μὲν οὐκ ἔδρων οἱ τάλανες· ᾤοντο δὲ, ὅτι ταῖς ἐξ ἀν- θρώπων συνδρομαῖς ἐπικουρούμενοι, καὶ ἀμείνους ἔσονται τῶν Βαβυλωνίων καὶ κατευμεγεθήσουσι τῶν ἐχθρῶν, κἂν εἰ μὴ σώζειν αὐτοὺς ἕλοιτο Θεός. τοιγάρτοι κατεμισθοῦντο πολλοὺς τῶν προσοίκων ἐθνῶν, ἐπρέσβευον δὲ καὶ πρὸς τοὺς Αἰγυπτίους, καὶ εἰς τὴν καλουμένην Ὢν, ἤτοι Ἀμμὼν, ἣ νῦν 2.57 ἐστιν Ἀλεξάνδρεια. οἱ δὲ συνασπίζειν ἐπηγγέλλοντο, καὶ ἀποσοβεῖν εὐκόλως δύνασθαι τοὺς Βαβυλωνίους, καὶ γεγόνα- σιν ἀφορμὴ τοῖς ἐξ Ἰσραὴλ τοῦ νομίζειν, ὅτι κἂν εἰ μὴ σώζοι Θεὸς, αὐτοὶ πρὸς τοῦτο ἀρκέσουσι, δεηθέντες οὐδενός. ἐπειδὴ δὲ τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ εἷλε, Θεοῦ προασπίζοντος καὶ ὑποστρωννύντος αὐτῷ τοὺς ἀνθεστηκότας, κεχώρηκε μετὰ τοῦτο καὶ κατὰ τῆς Αἰγυπτίων, θείας αὐτὸν πεμπούσης ὀργῆς, εἷλέ τε πᾶσαν, καὶ αὐτὴν δὲ τὴν Ὢν, ἤτοι τὴν Ἀμμών· ὠνόμαστο γὰρ οὕτω κατὰ καιροὺς, ὡς ἔφην, ἡ Ἀλεξάνδρεια· ἣ δὴ καὶ μάλιστα παρὰ τὰς ἄλλας τῆς Αἰγύπτου πόλεις λαμπρά τε ἦν ἄγαν, ἄσυλόν τε καὶ ἀσφαλὲς ὁρμητήριον, διάτοι τὸ ὕδασι πανταχῆ διεζῶσθαι, καὶ ἐκ μὲν μοίρας τῆς βορειοτέρας ἔχειν τὴν θάλασσαν, ἐκ δὲ τῆς εἰς νότον εὐρεῖάν τε καὶ μακρὰν καὶ οἷον ἑτέραν θάλασσαν, λίμνην δὴ λέγω τὴν Μαριώτιδα, πεπυργῶσθαι δὲ καὶ ἑτέροις ποταμοῖς καὶ τελ μάτων περιβολαῖς. ἐπήμυνον δὲ αὐτῇ καὶ οἱ τῆς ὁμόρου Λιβύης οἰκήτορες, παρατεινούσης μέχρι τῆς Αἰθιόπων γῆς, τῆς πρὸς ἑσπέραν καὶ νότον· Γαράμαντες δὲ οὗτοι, κατόπιν τῆς Ἄφρων κείμενοι γῆς· συνωπλίζοντο δὲ καὶ τῶν εἰς ἠῶ καὶ νότον Αἰθιόπων τινὲς, οἳ Μερόην τε τὴν ἐσωτάτω πόλιν ποιοῦνται, καὶ ἀγρίαν καὶ μέλαιναν κατανέμονται γῆν. Ἀλλ' ὧδε μὲν ἡμῖν ὁ τῆς ἱστορίας ἐχέτω λόγος, ἴωμεν δὲ ἤδη πρὸς διασάφησιν τῆς ἐννοίας τῶν ἐγκειμένων. ἑτοίμασαί φησι μερίδα, ὅμοιον ὡσεὶ λέγοι Ὦ ἀθλία Νινευῒ, ἐπίλεξαι μερίδα σαυτῇ· ἐπειδὴ γὰρ μέγα πεφρόνηκας, οἴει τε ὅτι πάντη τε καὶ πάντως ἀπόρθητος ἔσῃ διά τοι τὸ τείχεσι 2.58 περικεκλεῖσθαι μεγάλοις καὶ ἀναριθμήτους ἔχειν τοὺς συ- νασπίζειν ἐθέλοντας· κατὰ τίνα θέλεις εἶναι τῶν χωρῶν, αἳ πεπόρθηνται παρὰ σοῦ, καίτοι πλείστην ὅσην ἐπι- τηδειότητα λαχοῦσαι, φησὶ, πρός γε τὸ δύνασθαι δυσαλώ- τως ἔχειν τε καὶ ἀλήπτως. ἅρμοσαι χορδὴν, τουτέστιν, ᾠδὴ καὶ μέλος καὶ αὐτὴ γενοῦ πόλεσί τε καὶ χώραις, παθοῦσα τοιαῦτα παρὰ Περσῶν καὶ Μήδων, ὁποῖα δέδρακας εἰς ἑτέρους αὐτή. ἑτοίμασαι μερίδα Ἀμμὼν, ἔστω σοί φησι μερὶς καὶ κλῆρος ἡ Ἀμμών· ἃ δέδρακας ἐπ' ἐκείνῃ, τὰ αὐτὰ καὶ σὲ παθεῖν ἀναγκαῖον. καὶ τίς ἦν ἡ Ἀμμὼν, ἡ κατοικοῦσα ἐν ποταμοῖς; τουτέστιν, ἡ θαλάσσῃ καὶ ποταμοῖς εὖ μάλα τετειχισμένη, ἡ ταῖς Αἰγυπτίων ἐπικουρίαις καὶ τοῖς Αἰθιόπων τοξεύμασιν ἐπαυχήσασα, ἡ τὴν τῶν Λιβύων ἀλκιμωτάτην λαχοῦσα πληθύν. ἀλλὰ καὶ οὕτως ἔχουσα θέσεώς τε καὶ ῥώμης καὶ τῆς ἔξωθεν ἐπικουρίας, εἰς μετοι- κεσίαν πεπόρευται, γέγονε δὲ αἰχμάλωτος καὶ ἠδαφίσθη μὲν αὐτῆς τὰ νήπια, κληρωτοὶ δὲ γεγόνασιν οἱ διαφανεῖς, καὶ μερίδες τῶν νενικηκότων οἱ ἐνδοξότεροι, καὶ δέδενται χειρο- πέδαις. ὥσπερ οὖν εἷλες τὴν Ἀμμὼν ἀπόρθητον οὖσαν, ὅσον εἰς ἐπικουρίαν καὶ θέσιν· Θεὸς γὰρ ἦν ὁ παραδιδούς· οὕτω καὶ αὐτὴ δοθήσῃ πάντως εἰς χεῖρας ἐχθρῶν, κἂν εἰ μεγάλην ἔχοις ἐπί τε πληθύϊ τῶν μαχίμων καὶ τείχεσι τὴν ὀφρύν. ἐγὼ γὰρ ἐπὶ σὲ, καὶ τὴν ἐμὴν οὐδεὶς ἀποστρέψει χεῖρα. 9Καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ παρεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν.9 2.59 Ὅνπερ γὰρ τρόπον, φησὶν, ἡ Ἀμμὼν τεταλαιπώρηκε τὰ ἐκ τῆς σῆς ἀγριότητος βέλη ὑπενεγκοῦσα, καὶ τὰς ἐκ τῆς ἐφόδου συμφορὰς, οὕτω καὶ αὐτὴ σκοτοδινιάσεις, καὶ οἷον ἐν μέθῃ γενήσῃ, στάσιν οὐκ ἔχουσα, τουτέστι, κατασειομένη τε καὶ πίπτουσα παρ' ἐχθρῶν, καὶ τῆς ἄνωθεν ἐποπτείας ἀπ- εστερημένη. οὓς γὰρ ἂν ἐπισκέπτοιτο Θεὸς, ἐλεεῖ δὴ πάν- τως καὶ ἐν τοῖς κατ' εὐχὴν ἑστάναι ποιεῖ. Μεμέθυσται δὲ ὥσπερ καὶ ἡ θεομάχος Ἱερουσαλὴμ, τὸ νήφειν οὐκ ἔχουσα, διάτοι τὸ θείῳ μὴ καταλάμπεσθαι φωτὶ, μήτε μὴν ἐπαΐειν ἐθέλειν λέγοντος τοῦ Χριστοῦ "Ἐγώ εἰμι "τὸ φῶς τοῦ κόσμου." καὶ πάλιν "Ἕως τὸ φῶς ἔχετε, "περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ." μέθη δ' ἂν νοοῖτο καὶ σκότος εἰς νοῦν καὶ νὺξ εἰς καρδίαν ἡ τοῦ συμφέροντος ἀγνωσία, καὶ τὸ μηδαμόθεν δύνασθαι κατιδεῖν τὴν τῆς σωτηρίας ὁδόν. ὅτι δὲ καὶ σεσάλευται, καὶ πρὸς τὰ τῆς δικαιοσύνης ἔργα τὸ ἐρηρεισμένον οὐκ ἔχει, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; ἐκπέπτωκε γὰρ τῆς τῶν ὅλων κρηπῖδος, καὶ τὸν ἀῤῥαγῆ θεμέλιον οὐκ ἔχει, τουτέστι Χριστόν. παρεώραται δὲ καὶ τοῖς ἐχθροῖς δέδοται, ἢ Ῥωμαίοις τυχὸν, ἤγουν τοῖς εἰς πᾶν ὁτιοῦν κατακομιοῦσι τῶν παθῶν, φημὶ δὴ τοῖς ἀκαθάρτοις πνεύμασι. Χριστὸς οὖν ἄρα, καὶ πίστις ἡ εἰς αὐτὸν, παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ, καὶ τῆς τῶν ἐχθρῶν δυστροπίας ἀπο- τελέσει κρείττονας, καὶ ἐν ὀφθαλμοῖς ἵστησι τοῦ Θεοῦ. περιόψεται γὰρ οὐδαμῶς τοὺς ἀγαπῶντας αὐτόν. 9Πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι. ἐὰν σαλευθῶσι, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος.9 2.60 Τὰ πέπειρα τῶν συκῶν ἀποπίπτει ῥᾳδίως, εἰ δὴ κραδαί- νοιτο τὸ φυτὸν, μονονουχὶ δὲ καὶ πρὸς τὴν τοῦ κατασείοντος καταθρώσκει χεῖρα, καὶ τοῖς δεομένοις τοῦ φαγεῖν αὐτο- μάτως ἐπιφοιτᾷ. οὐκοῦν ἐπειδήπερ Κύρου προσβαλόντος καὶ πολιορκοῦντος ἤδη τὴν Νινευῒ, τοῖς τείχεσί τε αὐτῆς ἐφιστάντος τὰς ἑλεπόλεις ἤτοι τοὺς κρίους, τὰς ἐπάλξεις ἐτήρουν οἱ ἐπαμύνοντες· εἶτα τοξεύοντες οἱ μαχόμενοι, κατε- κόμιζον εἰς γῆν εὐκόλως αὐτούς. δέχεται τὴν ὁμοίωσιν ἀπὸ τοῦ πεφυκότος γίνεσθαι περὶ τὰ πέπειρα τῶν συκῶν. ταύ- τῃτοί φησιν ὅτι πάντα τὰ ὀχυρώματά σου, τουτέστι τὰ τείχη, συκαὶ σκοποὺς ἔχουσαι, οἳ πρὸς τὴν τοῦ φαγεῖν ἐθέλοντος ἵενται χεῖρα, καὶ μάλα εὐκόλως, εἰ δή τις μόνον καταδονήσειε τὸ φυτόν. Ἔσται δὲ οὕτω καὶ πᾶσα ψυχὴ, τῆς ἄνωθεν ἐπικουρίας ἐκπίπτουσα καὶ ἐστερημένη, εὐχερὴς καὶ εὐάλωτος καὶ οὐ σὺν ἱδρῶτι ληπτὴ τῷ κατεσθίοντι σατανᾷ. γέγραπται γὰρ ὅτι "Τὰ βρώματα αὐτοῦ ἐκλεκτά." 9Ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοὶ, τοῖς ἐχθροῖς σου ἀνοιγό- μεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καταφάγεται πῦρ τοὺς μοχλούς σου.9 Ματαίαν αὐτῶν ἀποφαίνει τὴν ἐλπίδα. ᾤοντο μὲν γὰρ, ὡς οὐκ ἂν ἁλοῖέν ποτε, πληθὺν ἀμέτρητον τῶν αὐτοῖς συνα- σπιζόντων συναγηγερκότες, καὶ ἀῤῥήκτοις τείχεσι πεπυρ- γωμένην οἰκοῦντες πόλιν. ἀλλ' ὅτι καὶ ταῦτα παντελῶς ἀνόνητα αὐτοῖς προαναπεφώνηκεν ἐναργῶς, κακανδρίας εἰς τοῦτο κατοιχήσεσθαι λέγων τοὺς ἐπαμύνοντας, ὡς γυναίων ἀσθενῶν διενεγκεῖν οὐδέν· διανοιχθήσεσθαι δέ φησι καὶ τὰς 2.61 πύλας, εἰσβιαζομένων δηλονότι τῶν ἐχθρῶν. ἀληθὲς γὰρ ὅτι "̓Εὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ "φυλάσσων." Χρὴ δὴ οὖν ἄρα τὴν ἄνωθεν ἀσφάλειαν ἔχειν, πεποιθέναι τε ἡμᾶς ἥκιστα μὲν ἐφ' ἑαυτοῖς, ἐπὶ Θεῷ δὲ μᾶλλον τῷ σώζοντι, καὶ μὴ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις μεγαλαυχεῖν, μήτε μὴν οἴεσθαι διεκνεύειν δύνασθαι τὴν ὀργὴν, εἰ δὴ παρο- τρύνοιτο Θεός. ἀπαλλάξει γὰρ οὐδεὶς θορύβου καὶ κακῶν, τὸν ᾧπερ ἂν ἐπιμηνίσειεν ὁ τῶν ὅλων Κύριος. καὶ σοφὸς ἦν λίαν ὁ θεσπέσιος ∆αυεὶδ ψάλλων τε καὶ λέγων "Οὐκ "ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ὁ βραχίων μου οὐ σώσει με." "Ποιήσομαι γὰρ δύναμιν ἐν Θεῷ" κατά γε τὴν αὐτοῦ πάλιν φωνήν. 9Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ.9 Φασὶν ὅτι Κύρου τε καὶ τῶν σὺν αὐτῷ τὰς περιοίκους τῆς Νινευῒ καταδῃούντων χώρας, καὶ πάσας αὐτῶν προαποκει- ρόντων ἐπικουρίας, τὴν πόρθησιν ἤδη δεδιότες οἱ Νινευῖται λοιπὸν εἰς πολλὰς καὶ μακρὰς ἀνέτεμον τάφρους τὰ περὶ τὸ ἄστυ χωρία, καὶ δὴ καὶ δυσπόρευτα τοῖς ἐχθροῖς ἀπετέλουν, παροχετεύοντες ποταμοὺς, καὶ ὑδάτων ἐμπιπλῶντες, καὶ τελμάτων ἔμπλεω ποιοῦντες τὴν γῆν. ἀλλ' ἦσαν καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀμείνους οἱ μαχόμενοι, μᾶλλον δὲ ἡ θέλησις τοῦ παραδιδόντος Θεοῦ. ὅτι τοίνυν οὐδὲν ἔσται καὶ τοῦτο αὐτοῖς τὸ σπούδασμα, δείκνυσι λέγων Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ. δοκεῖ δέ τισιν ὕδωρ ἐνθάδε νοεῖν τὸ ἐπι- σπώμενον, τὴν τῶν ἐπικεκλημένων ἐθνῶν εἰς ἐπικουρίαν 2.62 ἄθροισιν ἢ πληθύν. βαδιεῖται γὰρ καὶ οὕτως ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ, ὕδατα γὰρ πολλαχῆ ἡ τῶν ἐθνῶν ὠνό- μασται πληθύς. 9Κατακράτησον τῶν ὀχυρωμάτων σου· ἔμβηθι εἰς πηλὸν καὶ συμ- πάτει ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον.9 Οὐ προτρέποι δ' ἂν τὰ τοιάδε Θεός· ἐπειδὴ δὲ πάντως τὰ ἐσόμενα προηπίστατο, διαγελᾶ τὴν σκέψιν, καὶ ὅτι, καθάπερ ἔφην ἀρτίως, μάταιον αὐτῶν ἔσται σπούδασμα πᾶν, δείκνυσι διὰ τούτων. ἐπειδὴ γὰρ συμβέβηκεν ἢ ἐπάλξεων, ἤγουν ἑτέρας τινὸς ἐπιμελείας δεῖσθαι τὰ τείχη, πλίνθους εἰργά- ζοντο τὰς ἐκ πηλοῦ δηλονότι, πλὴν ὀχυρωτάτας· ὀπτωμένη γὰρ ἡ πλίνθος ἀναγκαιοτάτη πρὸς ἔργα, καὶ οὐκ ἂν ἔχοι τὸ εὐδιάθρυπτον. συμπάτει δὴ οὖν φησιν ἐν ἀχύροις, ἐργάζου καὶ πλίνθους. γενοῦ δὴ οὕτως ἰταμὸς καὶ ἀτεράμων εἰς μάχην, καθάπερ ἀμέλει καὶ ἡ πλίνθος αὐτή· ἔσῃ γὰρ καὶ οὕτως εὐ- άλωτος, καὶ ἄθραυστος μὲν οὐδαμῶς, εὔκολος δὲ λίαν τοῖς κατασείειν εἰδόσι, καὶ τῆς σῆς σκληρότητος ἀλκιμωτέραν ἔχουσι τὴν ὁρμήν. 9Ἐκεῖ καταφάγεταί σε πῦρ, ἐξολοθρεύσει σε ῥομφαία, καταφάγεταί σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦχος.9 Τὸ ἐκεῖ νοήσεις ἀντὶ τοῦ τηνικάδε, κατὰ χρόνον γὰρ καὶ οὐ τοπικῶς τὴν λέξιν ἀποδεξόμεθα. εἰ γὰρ δὴ καὶ ταῦτα γένοιτό φησι, καὶ πλίνθους ἐργάσῃ, δαπανηθήσῃ καὶ οὕτως 2.63 ὡς ἀπὸ πυρὸς, κατανεμηθήσεται δέ σε τε καὶ τὴν σὴν χώραν, καὶ ἐν ἀκρίδος τάξει ὁ πολέμιος. ἔσῃ δὲ καὶ ὄκνῳ πεπεδη- μένος καὶ βραδὺς εἰς φυγὴν ὡς βροῦχος βαρυνθείς. φασὶ γὰρ ὅτι πιπτούσης χαλάζης καὶ ὑετῶν καταῤῥηγνυμένων, ἀδρανὴς ὁ βροῦχος εἰς πτῆσιν, καταδεδευμένων αὐτῷ τῶν πτερῶν. οὐκοῦν τὸ ἄπορον εἰς φυγὴν τῶν Νινευιτῶν ὑποση- μαίνει πάλιν ἀπὸ τοῦ τοῖς βρούχοις συμβαίνοντος. 9Ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησε καὶ ἐξεπετάσθη· ἐξήλατο ὡς ἀττέλαβος ὁ σύμμικτος σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέραις πάγου· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς.9 Ἐμπορίας ἔοικεν ἐνθάδε δηλοῦν οὐχὶ τὰς διὰ χρημάτων, τὰς ἐπὶ λήμμασι καὶ πλεονασμοῖς, τὰς γεγενημένας δὲ μᾶλ- λον ἐπὶ τῇ τῶν ἐθνῶν ἀθροίσει καὶ συγκομιδῇ. κατεμι- σθοῦντο γὰρ, ὡς ἔφην, τὰ περίοικα τῶν ἐθνῶν, τοὺς τεθνη- ξομένους μονονουχὶ ἐμπορευόμενοι, καὶ συλλέγοντες εἰς μάχην τοὺς αὐτίκα δὴ μάλα ἀπολουμένους· ἦσαν δὲ οὗτοι πλεῖστοί τε ὅσοι καὶ ἀριθμοῦ κρείττονες. τοιγάρτοι καὶ τῇ τῶν ἄστρων παρεικάζονται πληθύϊ. ἀλλ' εἰ καὶ συνήχθησαν, φησὶ, καὶ συνδεδραμήκασι, καταπτοηθήσονται τῷ πολέμῳ, καὶ ἀποδραμοῦνται πάλιν ὡς βροῦχος καὶ ὡς ἀττέλαβος. εἶδος δὲ τοῦτο μικρᾶς ἀκρίδος, ἣ ἐπειδὰν ἐμπέσῃ φραγμοῖς ἢ ταῖς τῶν κήπων αἱμασιαῖς, πάγου μὲν ὄντος, ὡς ἔφην, καὶ ὑετοῦ κατασκήπτοντος, καταμέμυκέ τε καὶ ἠρεμεῖ, τῇ τῆς ὑγρότητος βίᾳ τὴν πτῆσιν παρῃρημένη· ἡλίου γεμὴν ἀνίσχοντος καὶ 2.64 θερμὴν αὐταῖς ἐνιέντος ἀκτῖνα, ταχεῖαν ποιοῦνται τὴν ἀπο- φοίτησιν, καὶ ἀφίπτανται κατὰ τὸ εἰωθός. οὕτως, φησὶν, ἔσ- ονται οἱ σύμμικτοί σου. ἀποπτήσονται γὰρ καὶ οἴκαδε πάλιν ἀποδραμοῦνται, τὴν σὴν ἐλπίδα κενώσαντες. "Ἀγαθὸν οὖν "ἄρα καὶ ἀτρεκὲς τὸ πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι "ἐπ' ἄνθρωπον," κατὰ τὴν τοῦ προφήτου φωνήν. 9Οὐαὶ αὐτοῖς. ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοί- μισε τοὺς δυνάστας σου· ἀπῇρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος.9 Ταλανίζει τοὺς ὄχλους, ὡς κακανδρίας εἰς τοῦτο καὶ δειμάτων ὠλισθηκότας, ὡς καὶ πρὸς μόνην αὐτοὺς ἀτονῆσαι τοῦ πολέμου τὴν προσβολὴν, καὶ ἐπὶ τὰς τῶν ὀρῶν ἀναθρώ- σκειν κορυφὰς, καὶ οἷον προτείχισμα τοῦ κινδύνου ποιεῖσθαι τὰς δυσχωρίας. εἶτα τῆς ψοφοδεείας τὴν αἰτίαν ἀποδιδοὺς, εὐφυᾶ ποιεῖται διήγησιν τῶν καθηγεῖσθαι λαχόντων τὸν ὄλεθρον· ὡς ἐν ἤθει λέγων, ἀντὶ τοῦ πεπόρθηνται καὶ διο- λώλασιν, ἄποροί τε γεγόνασιν εἰς τὰς τέχνας τὰς στρατη- γικὰς, τὸ ἐνύσταξαν τιθεὶς, καὶ ὅτι κατεκοιμίσθησαν οἱ ἐν δυνάμεσί τε καὶ ἐξουσίαις καὶ δημαγωγοὶ καὶ τὰς ἄνω καὶ διαφανεῖς λαχόντες τιμάς. πεπόνθασι δὲ τὸ νυστάζειν ὑπὸ βασιλέως Ἀσσυρίου, τουτέστι, τὸ γένος ἔχοντος ἐξ αὐτῶν. αὐθιγενὴς γὰρ ὁ Κῦρος, καὶ ἐξ αἵματος Περσικοῦ. σκήπ- τεται δὲ ὁ προφητικὸς ἡμῖν λόγος μονονουχὶ τὸ θρηνεῖν, ἤγουν καταμειδιᾶν τῶν εὐκόλων εἰς πτοίαν. ἀπῇρε γάρ φησιν ὁ λαός σου ἐπὶ τὰ ὄρη καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος, 2.65 τουτέστιν ὁ ἀνέχων εἰς εὐτολμίαν, ὁ περικόπτων τὰς τῶν φευγόντων δειλίας, καὶ ἀνασειράζειν δυνάμενος τὴν ἀδρανῆ καὶ ῥιψάσπιδα τῶν προδεδωκότων πληθύν. προαπολώλασι γὰρ οἱ τοῦτο δρᾶν εἰωθότες, καὶ τῆς ἐν πολέμοις εὐτεχνίας οἱ ἐπιστάται. Νοηθείη δ' ἂν, καὶ μάλα εἰκότως, καὶ περί γε τῆς Ἰου- δαίων ἀγέλης, τό Οὐαὶ αὐτοῖς. ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου. οὐαὶ γὰρ ὄντως τοῖς καὶ αὐτὸν τὸν τῶν ὅλων ἀπεκτονόσι Σωτῆρα καὶ Λυτρωτὴν, καὶ τοῖς τῶν ἁγίων αἵμασιν ἀνοσίως προστεθει κόσι καὶ αὐτὸ τὸ ∆εσποτικόν. συμβέβηκε δὲ τοῦτο παθεῖν αὐτοὺς, διάτοι τὸ λίαν κατανυστάξαι πρὸς δυσβουλίαν τὸ ἡγούμενον καὶ τοὺς ἐν ποιμένων τάξει παρειλημμένους, γραμματέας δὴ λέγω καὶ Φαρισαίους καὶ τοὺς τοῖς τῆς ἱερουργίας κατεστεμμένους αὐχήμασιν, οὓς καὶ κατεκοίμισε νοητῶς ὁ Ἀσσύριος βασιλεὺς, τουτέστιν ὁ σατανᾶς. λαμ- βάνεται γὰρ εἰς τὸ ἐκείνου πολλάκις πρόσωπον ἡ τῶν Βαβυ- λωνίων ἀρχή. ὅτι δὲ καὶ ἐνύσταξαν οἱ ποιμένες καὶ οἱ δυνα- στεύοντες παρ' αὐτοῖς, πῶς ἐστὶν ἀμφιβαλεῖν, ἄνω τε καὶ κάτω τῆς θεοπνεύστου γραφῆς ἀνατιθείσης αὐτοῖς τῶν λαῶν τὴν ἀπώλειαν; γέγραπται γάρ "Ὦ οἱ ποιμένες οἱ διασκορ- "πίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς." καὶ πά- λιν "Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστὶ Κύριος, καὶ οἱ ἀντεχό- "μενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν "εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῇ Βάαλ·" Ἡσαΐας δὲ πάλιν φησί "Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν "πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν 2.66 "δὲ φονευταί. τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί "σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, "κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀντα- "πόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσει χήρας οὐ "προσέχοντες." 9Οὐκ ἐστὶν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή σου.9 Ὅταν τι συμβαίνῃ τῶν ἀπευκτῶν παθεῖν, εἰ μὲν ἴοι τοῦτο μεμετρημένως, καὶ οὐχὶ δὴ πάντως πέρα τοῦ καθήκοντος, ἐλπὶς ὕπεστιν ἀγαθὴ τοῖς τῷ παθεῖν ὑπενηνεγμένοις, ὅτι καὶ ἀνασφῆλαι δυνήσονται καθάπερ ἐξ ἀῤῥωστίας ἐπὶ τὸ δύνα- σθαι διαβιοῦν εὐσθενῶς καὶ ὅτι μετοιχήσονται πρὸς εὐημε- ρίαν, ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων ἐπὶ τὸ ἄμεινον. ἐπειδὰν δὲ εἰς λῆξιν αὐτοῖς ἀθλιότητος προήκοι τὰ πράγματα, τότε δὴ πάντως δυσδιάφυκτος ἡ συμφορὰ, μᾶλλον δὲ καὶ παντελῶς ἀνεξίτητος. τοῦτο παθούσῃ τῇ Νινευῒ, φησὶν ὅτι καὶ συνετρίβη καὶ ἀπόλωλε, καὶ τῆς τοῦ δύνασθαι θεραπείας τυχεῖν συνανῃρημένης ἐλπίδος καὶ οἱονείπως ἀθλίως κατα- φλεγμαίνοντος τοῦ κακοῦ καὶ τὴν ἐσχάτην ἐφ' ἑαυτῇ ζητοῦντος τομήν. Ὅτι δὲ καὶ ἐν τούτοις γέγονεν ἡ κυριοκτόνος Ἱερουσαλὴμ, ἀτρεκὲς εἰπεῖν. πολλάκις μὲν γὰρ ἐπλήττετο, καταθεόντων αὐτῆς τῶν ἐχθρῶν, ἀλλ' ἠκολούθουν αἱ θεραπεῖαι, κατοικτεί- ροντος Θεοῦ καὶ οἷον καταμαλάσσοντος τὴν συμβᾶσαν αὐτοῖς πληγήν. ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς τὸν τῶν ὅλων ∆εσπότην, συνετρίβη καὶ πέπτωκε καὶ οὐκ ἦν ἴασις, κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀμάλθακτος δὲ καὶ ἡ τῶν συμβεβηκότων αὐτοῖς ἀπομεμένηκε φλεγμονή. τοιγάρτοι 2.67 καὶ ἔφασκον οἱ μακάριοι προφῆται, τῇ Βαβυλωνίων αὐ- τὴν παρεικάζοντες "Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ "ἰάθη· ἐγκαταλίπομεν ἕκαστος αὐτὴν, καὶ ἀπέλθομεν εἰς "τὴν γῆν αὐτοῦ, ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς, "καὶ ἐξῇρεν ἕως τῶν ἄστρων." εἰς οὐρανὸν δὲ τὸ κρῖμα καὶ ὑψοῦ τὸ πλημμέλημα. πεπαρῳνήκασι γὰρ, ὡς ἔφην, οὐκ εἰς ἕνα τῶν ἁγίων ἁπλῶς, ἀλλ' εἰς τὸν τῶν ἁγίων ∆εσπότην. 9Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου, χαρήσονται καὶ κροτή- σουσι χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διὰ παντός;9 Ψῆφος ὅτι δικαία γέγονε παρὰ Θεοῦ, τὴν Βαβυλωνίων ἀρχὴν καταστρέφουσα, καταμαρτυρήσει λαμπρῶς τὸ ἐπι- στυγνάζειν αὐτῇ παντελῶς οὐδένα· κροτεῖν δὲ μᾶλλον, καὶ ἐπιγάνυσθαι καὶ καταμειδιᾶν κειμένης, διάτοι τὸ ἀφορήτους συμφορὰς ὑπενεγκεῖν καὶ πλεονεξίας, καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων εἰς πεῖραν ἐλθεῖν. καὶ γὰρ ἦν ἅπασι φορτικὴ καὶ δύσοιστος, πέμπουσα καὶ τοῖς εἰς μακρὰν τῆς ἐνούσης αὐτῇ δυστροπίας τὴν αἴσθησιν. Φαίην δ' ἂν, ὅτι καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ σατανᾶς, ὁ τῆς ἑαυτοῦ δυστροπίας τε λίνον κατευρύνων πανταχῆ, καὶ σαγηνεύσας εἰς πλάνησιν τὴν ὑπ' οὐρανὸν, καὶ τοῖς τῆς ἀπωλείας ἐγκαταδήσας βρόχοις, ἀκούσειεν ἂν εἰκότως, καθῃρημένος ὑπὸ Χριστοῦ, καὶ τῆς καθ' ἡμῶν τυραννίδος ἀπεληλαμένος Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου χαρήσονται καὶ κροτήσουσι χεῖρας ἐπὶ σὲ, διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διὰ παντός;
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΒΑΚΟΥΜ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
∆ΙΕΣΚΕΥΑΣΤΑΙ μὲν ἡμῖν εὖ μάλα σοφῶς καὶ εὐ- τέχνως καὶ τῆς προκειμένης προφητείας ὁ τρόπος, ἔμπλεω γεμὴν αὐτὸν οἰκονομίας ἁγιοπρεποῦς εὑρήσομεν· πρέπει γὰρ αὐτοῖς τοῖς ἁγίοις ἐπιφωνεῖν τε καὶ λέγειν "Οὐχ ὑμεῖς ἐστε "οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν "ἐν ὑμῖν." δεῖ δὲ δὴ τοῖς ἐθέλουσι νοεῖν ἀγχινοίας οὐ μικρᾶς· ἐπεί τοι τῆς προφητείας τὸν σκοπὸν διττὴν ἐν ἑαυτῷ τὴν θεωρίαν ὠδίνοντα κατίδοι τις ἂν, πνευματικήν τε ἅμα καὶ ἱστορικήν· προαφηγήσομαι δὲ χρησίμως, καὶ ὡς ἐν βραχεῖ συνενεγκὼν, τῆς προφητείας τὰ μέρη, καὶ ἐφ' ὅτῳ γέγονεν ἐρῶ. ἴοι γὰρ ἂν οὕτω τοῖς ἐντευξομένοις δι' εὐμαρείας ὁ νοῦς, καὶ οὐδὲν εὑρήσει τὸ ἄναντες. ἀσχάλλοντος τοίνυν 2.69 τοῦ Ἰσραὴλ οὐ μετρίως ἐπὶ τοῖς διὰ τῶν προφητῶν προ- απηγγελμένοις· ᾖδον γὰρ ᾖδον, ὡς ἔσται κατὰ καιροὺς αἰχμάλωτος, πεσεῖται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν, καὶ ὑπὸ ζυγὰ κείσεται τῆς ἀσυνήθους δουλείας· πειρᾶται δὴ διδάσκειν ὁ μακάριος οὗτος Ἀμβακοὺμ, ὅτι ψήφῳ δικαίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ κατὰ καιροὺς αὐτοῖς τὰ τοιάδε συμβήσεται, καὶ ἐπ' αἰτίαις εὐλόγοις. ἐκτετιμηκότες γὰρ αὐτοὶ τὴν ἔξω νόμου καὶ ἐκτοπωτάτην ζωὴν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν κατεψευσμένων ἀπονενευκότες, οὐ διαλελοίπασιν ἐφ' ἑαυτοῖς παραθήγοντες τὸν ἀκήρατον νοῦν, μέχρις ἂν αὐτοῖς εἰς τοῦτο λοιπὸν ἀθλιότητος κατέβη τὰ πράγματα. καὶ τοῦτο καθί- στησιν ἐναργὲς, τῶν ἀνοσίως βιοῦν ᾑρημένων ποιούμενος τὴν κατάῤῥησιν, καὶ τῆς ὅλης προφητείας προεισβολὴν ὥσ- περ τινὰ καὶ ὑπόθεσιν τὸ χρῆμα τιθεὶς, εἶτα Θεὸν εἰσκεκο- μικὼς ἀπειλοῦντα τοῖς καταφρονηταῖς τῶν Βαβυλωνίων τὴν ἔφοδον. ἐπειδὴ δὲ ἐχρῆν αὐτὸν οὐχὶ μόνων τῶν σκυθρωπῶν καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων προαγορευτὴν ἀναφαίνεσθαι, καὶ εἰς μέσον ἥκειν, καὶ τὰ πάντων αἴσχιστα τῶν κακῶν ὡς ἔσται κατὰ καιροὺς αὐτοῖς προαναφωνεῖν, ἀλλά τι καὶ τῶν τελούντων εἰς ἄκεσιν προαφηγεῖσθαι χρη- σίμως, καὶ τὰ δι' ὧν εἰκὸς ἦν ἀναπνεύσειν τοὺς πεπονθότας προαναφθέγγεσθαι· κατακέκραγε καὶ αὐτῆς τῆς τῶν Βαβυ- λωνίων ὠμότητος, καὶ καταφρονητὰς ὀνομάζει τοὺς καὶ αὐτὸν τὸν θεῖον κατεμπρήσαντας ναὸν, καὶ τὴν ἁγίαν δὲ πόλιν πεπορθηκότας, καὶ σκευῶν τῶν ἱερῶν ἀφειδήσαντας. "Εἰς "τί γὰρ, φησὶν, ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας, παρασιω- "πήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;" εἶτα προστέ- 2.70 θεικε καὶ μάλα σαφῶς καὶ αὐτῆς τῆς Βαβυλῶνος τὴν ἅλωσιν, καὶ τῶν πεπονθότων τὴν ἀσυνήθη δουλείαν τὴν διὰ Κύρου κατὰ καιροὺς ἐκλύτρωσιν. ἀπὸ δέ γε τῆς μερικῆς λυτρώσεως μέτεισιν ὁ λόγος εὐφυῶς ἐπὶ τὴν καθόλου καὶ γενικωτάτην, τουτέστι, τὴν διὰ Χριστοῦ γεγενημένην ἅπασι τοῖς διὰ πίστεως ἐκλελυτρωμένοις, καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν ἀπο- τιθεμένοις, καὶ πικρὸν καὶ ἀνήμερον ἀποφυγοῦσι δεσπότην, τὸν σατανᾶν. ἔχεις ἐν τούτοις τῆς ὅλης ἡμῖν προφητείας ὡς ἐν βραχέσι συνειλεγμένον τὸν σκοπόν· ἐροῦμεν δὲ, ἀνὰ μέρος ἕκαστα διαλαμβάνοντες ὡς ἔνι. 9Τὸ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ Προφήτης.9 Λῆμμά φησιν ἐν τούτοις τὴν τῆς ὁράσεως, ἤτοι τῆς προγνώσεως λῆψιν, ἣν ἄν τις ἕλοι, διδόντος Θεοῦ· αὐτὸς γὰρ ὁράσεις κατὰ τὸ γεγραμμένον ἐπλήθυνε, καὶ αὐτὸς λε- λάληκε πρὸς προφήτας, προαναφαίνων αὐτοῖς διὰ τοῦ Ἁγίου Πνεύματος τὰ ἐσόμενα, καὶ ὡς ἤδη παρόντα μονονουχὶ καὶ ἐν ὄψει τιθείς. ὅτι δὲ οὐ τὰ ἀπὸ τῆς σφῶν καρδίας λαλεῖν ἐγνώκασι, διαπορθμεύουσι δὲ μᾶλλον εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ λόγους, προαναπείθει σαφῶς, Προφήτην ἑαυτὸν ὀνο- μάσας καὶ τῆς εἰς τοῦτο χάριτος ἀποφαίνων ἔμπλεω. 9Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις;9 Σκήπτεται μὲν ὁ Προφήτης τὸ τοῦ πλεονεκτουμένου πρόσ- 2.71 ωπον, καὶ ὑπομένοντος δύσοιστον τὴν ἐκ τῶν ἀδικεῖν εἰω- θότων ὕβριν τε καὶ παροινίαν· εὐτέχνως δὲ λίαν ἐπιμαρτυρεῖ τῷ Θεῷ τὴν ἐπέκεινα λόγου φιλανθρωπίαν. ἀποφαίνει μὲν γὰρ ἀνεξικακοῦντα λίαν, καίτοι μισεῖν εἰωθότα τοὺς πονηρούς. ὅτι δὲ οὐκ εὐθὺς τοῖς πταίουσιν ἐπάγει τὰς δίκας, δέδειχεν ἐναργῶς, εἰς τοῦτο σιωπῆς καὶ μακροθυμίας ἀφικέσθαι λέ- γων, ὡς δεῖσθαι λοιπὸν καὶ καταβοῆς, ὡς φορητὴν μὲν οὐκέτι ποιουμένων τινῶν τὴν καθ' ἑτέρων πλεονεξίαν, ἀχά- λινον δὲ ὥσπερ ἐπαφιέντων τοῖς ἀσθενεστέροις τὴν ὕβριν. δι' ὧν γὰρ καταβοᾷ ἀνεξικακοῦντος Θεοῦ, διὰ τούτων αὐτῶν ἐπιμαρτυρεῖ τῷ Θεῷ τὸ πέρα μέτρου φιλάνθρωπον. μέχρι γὰρ τίνος φησί Κύριε κεκράξομαι καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; καίτοι πλείστας τε ὅσας καὶ πικρὰς τοῖς ἐθέλουσι παρανομεῖν ἀπειλῶν τὰς δίκας. 9Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν;9 Τῶν ἁγίων τὸ μισοπόνηρον κἀντεῦθεν ἂν μάθοις· ἰδίους γὰρ τοὺς ἑτέρων ὀνομάζουσι πόνους. ταύτῃτοι καὶ ὁ σοφώ- τατός φησι Παῦλος "Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς "σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;" προστέταχε δὲ καὶ ἡμῖν αὐτοῖς "κλαίειν μετὰ κλαιόντων," τὸ συμπαθὲς καὶ φιλάλληλον ἁγιοπρεπὲς ὅτι μάλιστα δεικνύς· Θεὸν δέ φησιν αὐτῷ δεῖξαι κόπους τε καὶ πόνους· δῆλον δὲ ὅτι τῶν παρα- νομουμένων· ἀσέβειαν δὲ τῶν ἀδικεῖν εἰωθότων, οὐχ ὡς αὐ- τὸν αὐτῷ κατεσκευακότα τὸ παθεῖν, ἀλλ' ὡς τοῖς δεδρακόσι 2.72 μακροθυμήσαντα καὶ ἐν μακροῖς οὕτω χρόνοις, ἤγουν ὡς ἀπαλλάξαι μὲν τοῦ βίου δυνάμενον, ἵνα μὴ γένηται τῶν οὕτως ἐκτοπωτάτων καὶ θεατής. ἔθος δὲ τοῖς ἁγίοις ἐν ταῖς οὕτω πικραῖς ὀλιγοψυχίαις τὸ ἀναλῦσαι ζητεῖν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς "Καὶ νῦν Κύριε λάβε, φησὶ, "τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ "ζῆν·" γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος ὅτι "Κρεῖττον "τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι." πόνων γὰρ ἀπόθεσις τοῖς ἁγίως ἐθέλουσι ζῆν, τὸ ἀπαλλάττεσθαι λοιπὸν τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων, καὶ οἷον δεινῆς ἀνεῖσθαι τῆς ἐνθάδε φροντίδος. 9Ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.9 Ὅτι μηδὲν ἴδιον αὐτῷ τὸ μικροψυχεῖν ἀναπεῖθον, ἀλύει δὲ μᾶλλον ὡς ἁγιός τε καὶ φιλοδίκαιος τῆς θείας ἐντολῆς ἀλογοῦντας βλέπων, οὐχὶ τοὺς τυχόντας ἁπλῶς, ἀλλὰ τοὺς ταῖς ἀνωτάταις τιμαῖς ἐκλελαμπρυσμένους, καὶ λαῶν προ- εστηκότας, καὶ εἰς τὸ τῶν δικαζόντων ἀξίωμα τεταγμένους δείκνυσιν ἐναργῶς, τὰς εἰς ὀρθότητα ψήφους παραλελύσθαι λέγων, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος "Οὐ λήψῃ "πρόσωπον ἐν κρίσει ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι." μέγα δὴ οὖν τὸ κρίνειν ἐστὶ, καὶ τῆς θείας ὑπεροχῆς τε καὶ δόξης μιμητὴς ἂν γένοιτο σοφὸς ὁ ἀδέκαστος δικαστὴς, καὶ τὴν 2.73 ψῆφον τοῦ δικαίου παρευθύνειν οὐκ ἀνεχόμενος· ὑβριστὴς δὲ λίαν, καὶ κατ' αὐτῶν ἔρχεται τῶν θείων ἀξιωμάτων ὁ δωρο- δόκος, ἅτε δὴ τὸ κάλλος τῆς ἀληθείας παρασημαίνων, καὶ διαστρέφειν μὲν τὰ ὀρθὰ μεμελετηκὼς, λέγων δὲ "τὸ πονηρὸν "καλὸν καὶ τὸ καλὸν πονηρὸν, καὶ τὸ μὲν σκότος εἰς φῶς, "τὸ δὲ φῶς εἰς σκότος" ἀνοσίως καταλογιζόμενος. ἀπο- φαίνει δὴ οὖν ὁ Προφήτης, ὡς ἐν μιᾷ δὴ ταύτῃ τῇ παναρίστῃ καὶ λίαν εὐκλεεστάτῃ ἐντολῇ ὅλον πεπατημένον τὸν νόμον εὐθύς. ὁ γάρ τοι περὶ τὸ κράτιστον τοῦ πρέποντος διημαρ- τηκὼς, πῶς ἂν γένοιτο περὶ τὸ μεῖζον ἀσφαλής; ἑαυτὸν δὲ τῆς πλεονεξίας ὁ Προφήτης εἰσκεκόμικε μάρτυρά τε καὶ θεα- τήν. ἐπειδὴ δὲ τὸ κρίνειν φησὶν ὀρθῶς παρεώραται, ταύ- τῃτοι καὶ ὁ νόμος ἀσθενεῖ, καὶ ἡ τῶν κριμάτων ὀρθότης οὐ διεξάγεται κατὰ τό σοι δοκοῦν τῷ ∆εσπότῃ, καταδυναστεύει δὲ καὶ ὁ ἀσεβὴς τὸν δίκαιον. ἔγκλημα δὲ τοῦτο τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καὶ διὰ φωνῆς ἑτέρων προφητῶν ἐπ- ενήνεγκται παρὰ Θεοῦ. ἔφη γὰρ ὅτι "Οἱ ἡγούμενοι αὐτῆς "μετὰ δώρων ἔκρινον·" καὶ πρὸς αὐτὴν δὲ πάλιν διὰ φω- νῆς Ἡσαΐου "Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου "μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, "κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπό- "δομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ "έχοντες." ἔοικε δὲ καὶ νῦν ὁ Προφήτης Ἀμβακοὺμ ἐκεῖνο βούλεσθαι πληροῦν, τὸ ἐν βιβλίῳ παροιμιῶν "Ἃ εἶδον οἱ "ὀφθαλμοί σου, λέγε·" προσαποδείκνυσι δὲ λοιπὸν ὅτι καὶ εὐλογωτάτην τῆς ἐνούσης Θεῷ γαληνότητος ἐποιήσατο τὴν καταβοὴν, ἀνεξικακοῦντος μὲν οὕτως ὡς ἂν αὐτῷ πρέποι· 2.74 Θεὸς γάρ ἐστιν ἀγαθός· πλὴν ὅσον ἧκεν εἰς νοῦν τὸν ἀνθρώ- πινον καὶ πέρα μέτρου παντὸς ποιουμένου τὸ ἀνεξίκακον. Ἐκβέβηκε δὲ καὶ ἐπὶ Χριστῷ τὸ κρῖμα διεστραμμένον, καὶ διεσκέδασται ὁ νόμος. ὃν γὰρ ἦν ἄμεινον καταγεραίρειν ὡς Θεὸν, καὶ διὰ τοῦτο θαυματουργὸν, συκοφαντοῦντες οὐ δια- λελοίπασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ταῖς σφῶν αὐ- τῶν ἀθυροστομίαις πάντα σείοντες κάλων, οὐδὲν τῶν ἀτόπων ἐστὶν, ὃ μὴ κατειπεῖν αὐτοῦ τετολμήκασιν· ὥς ποτε μὲν ἐν Βεελζεβοὺλ αὐτὸν ἐκβάλλειν οἴεσθαι τὰ δαιμόνια, ποτὲ δὲ καὶ φιλοπότην καλεῖν καὶ δαιμονῶντα. εἶτα δέον Σωτῆρά τε καὶ Λυτρωτὴν τῶν ὅλων αὐτὸν ὀνομάζειν, ἀπεκτόνασιν ἀνοσίως, διάστροφον τὴν ψῆφον ἐπ' αὐτῷ ἐξενεγκόντες οἱ δείλαιοι, καίτοι τοῦ νόμου διηγορευκότος σαφῶς "Ἀθῷον "καὶ δίκαιον οὐκ ἀποκτενεῖς." ἐπῃτιᾶτο δὲ καὶ ἑτέρως αὐ- τοὺς ὁ Χριστὸς, ὡς ὀρθὰ καὶ δίκαια φρονεῖν οὐκ ἀνεχο- μένους, ἀλλὰ σιωπῶντας μὲν, καὶ τὸν τῆς διανοίας ὀφθαλμὸν οἱονεὶ καταμύοντας ἐφ' οἷς ἂν λέγοι Μωυσῆς, καίτοι τὸν ἐπὶ σαββάτῳ παραλύων νόμον· ἐπιθρώσκοντας δὲ, καὶ μάλα πικρῶς, ἐφ' οἷς ἂν αὐτὸς ἐργάσαιτο τῶν θεοπρεπῶν ἐν σαββάτῳ· ἔφη γὰρ οὕτως "Ἓν ἔργον ἐποίησα, καὶ πάντες "θαυμάζετε. διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περι- "τομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ' ὅτι ἐκ τῶν "πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. εἰ "περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ "ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ἄνθρωπον ὅλον ὑγιῆ "ἐποίησα ἐν σαββάτῳ; μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν "δικαίαν κρίσιν κρίνετε." 2.75 9Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται.9 Κατακεκραγότος τοῦ Προφήτου τῆς τῶν παρανόμων πλε- ονεξίας, καὶ τῆς ἐπ' αὐτοῖς ἀνεξικακίας μονονουχὶ καταιτιω- μένου τὴν μέλλησιν· μισοπόνηρον γάρ τι χρῆμα ψυχὴ δικαία καὶ φιλάρετος· τοῖς καταφρονεῖν εἰωθόσιν ὁ τῶν ὅλων Θεὸς ἐπιφθέγγεται λοιπὸν ἰδεῖν τε καὶ ἐπιβλέψαι καὶ θαύματος ἀξιοῦν τὰ ὅσαπερ ἂν θαυμάζεσθαι πρέποι. ταῦτα δὲ ἦν τὰ οἱονεί πως ἐπηρτημένα, καὶ ὅσον οὐδέπω μέλλοντα συμβήσεσθαι, καὶ ἀπευκτὴν ἔχοντα τὴν προσβολὴν καὶ κατεστυγημένην τὴν ἔφοδον, ἃ δὴ καὶ προαναθρεῖν αὐτοῖς χρησίμως προστέταχεν, οὐκ ἀνικάνως ἔχοντα πρός γε τὸ ἀφανίσαι δύνασθαι τοὺς ἐφ' οὓς ἂν ἰόντα φαίνοιτο· θαυ- μαστὰ δὲ ὅτι καὶ ἀδόκητα, καὶ παρ' ἐλπίδα καὶ δύσοιστα καὶ δι' ὑπερβολὴν δεινότητος καταπλήττειν οἷά τε, τάχα δέ που καὶ ἀπιστούμενα. φιλεῖ γάρ πως ἀεὶ τὰ ἐν πολλῷ μεγέθει τῶν κακῶν ἐγγὺς εἶναι λίαν τοῦ καὶ ἀπιστεῖσθαι δεῖν, εἰ δὴ μάλιστα τοῖς οὐδαμόθεν παθεῖν ἠλπικόσιν ὁρῷτο συμβαίνοντα. τίς γὰρ ἂν ᾠήθη πώποτε τὸν ἠγαπημένον Ἰσραὴλ, τὸν πρωτότοκον ἐν τέκνοις, δι' ὃν ἀπόλωλεν Αἴ- γυπτος, ἔθνη τε μυρία πεπτώκασι, Χαναναίων καὶ Ἀμοῤ- ῥαίων, Εὐαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων, καθικέσθαι πρὸς τοῦτο ταλαιπωρίας, ὡς ἅπασαν μὲν αὐτοῖς ἐξαναστῆναι τὴν χώραν, ἀκλεᾶ δὲ αὐτοὺς καὶ δύσοιστον ἀνατλῆναι δου- λείαν, ἐπ' ἀλλοδαπῆς ἀλητεύοντας μετὰ τὰς ἐκ τοῦ πολέμου 2.76 προσβολὰς, αἷς οὐκ ἀπόχρη πᾶς λόγος, εἰ δὴ βούλοιτό τις ἕκαστα διατρανοῦν; ἐμπρησμοί τε γὰρ γεγόνασι καὶ ἀνδρο- κτασίαι, καὶ γυναικῶν ἕλξεις, καὶ νηπίων εἰς γῆν προσ- ρήγματα, καὶ ᾗ φησὶν ὁ προφήτης Ἱερεμίας "Χεῖρες γυ- "ναικῶν οἰκτιρμόνων ἕψησαν τὰ παιδία ἑαυτῶν." πεπόρ- θηνται δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ τῶν εἰς λῆξιν κακῶν ἡκόντων τοῖς ἑλοῦσιν ἀνεπιτήδευτον ἦν οὐδέν. ἄπιστα δὴ οὖν καὶ οἷον ἀπίθανα πρὸς ἐξήγησιν δι' ὑπερβολὴν ὠμότη- τος τῆς τῶν δεδρακότων. ταύτῃτοί φησιν ἐν ταῖς ἡμέραις αὐτῶν ἔργον ἐργάσασθαι ὃ οὐ μὴ πιστεύσωσιν, εἰ δή τις αὐτοῖς ἐκδιηγεῖται τυχόν. εἰπὼν δὲ τὸ ἐν ταῖς ἡμέραις ὑμῶν, ἐφῆκε νοεῖν, ὡς οὐ μακρὸς μεταξὺ διϊππεύσει χρόνος· ἀλλ' οἷον ἀγχίθυρος καὶ εὐθὺς καὶ γείτων ὁ πόλεμος, καὶ οὐκ εἰς μακρὰν ἡ δίκη. 9∆ιότι ἰδοὺ ἐγὼ ἐξεγερῶ τοὺς Χαλδαίους τοὺς μαχητὰς τὸ ἔθνος τὸ ταχινὸν καὶ τὸ πικρὸν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.9 Τί τὸ ἀπιστούμενον, εἰ δὴ λαλοῖτο διήγημα, δέδειχεν εὐθύς. ἠπείλησε γὰρ ἐπαφήσειν αὐτοῖς τοὺς Βαβυλωνίους, τὸ μάχιμόν τε καὶ ἀγριώτατον γένος, καὶ τοῖς τῶν θηρίων ἀνημέροις κατ' οὐδένα τρόπον εἰς ὠμότητα παραχωροῦν, καὶ ἐπ' ἀκράτοις ἀεὶ μανίαις κατεγνωσμένον· ταχινὸν δὲ ὠνό- μασεν, ἱππόται γὰρ ὡς ἐπίπαν· πικρὸν δὲ ὅτι δριμὺ καὶ παγχάλεπον καὶ οὐκ ἀπάνουργον εἰς τὰ τακτικὰ, στρατηγεῖν δὲ ἄριστα μεμελετηκός. ῥώμη δὲ φρονήσει συνθέουσα πρὸς 2.77 τὰς τοῦ πολέμου χρείας, ῥᾷστα ἂν οἶμαί που κατορθώσειε τὸ τοῖς πολεμοῦσι δοκοῦν, καὶ περιέσται ῥᾳδίως τῶν ἀντ- ανίστασθαι προτεθυμημένων. ἐπειδὴ δὲ ἐν ἔθει ἦν τοῖς Βαβυλωνίοις οὔτε οἴκοι μένειν ἀεὶ, οὔτε μήν σφισιν αὐτοῖς ἐπαμύνοντας τῶν ἐπιόντων αὐτοῖς ἀνακόπτειν ἐφόδους, κα- τευρύνεσθαι δὲ ὥσπερ τῆς γῆς ἁπάσης, καὶ καταδῃοῦν τὰς ἑτέρων, καὶ κλῆρον ἀεὶ ποιεῖσθαι φιλεῖν τὰ κατ' οὐδένα τρόπον αὐτοῖς ἁρμόττοντα, φησὶν ἀναγκαίως τὸ ἔθνος τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ. φιλεῖ γὰρ, ὡς ἔφην, ταῖς τῶν ἄλλων χώραις ἐπιμαίνεσθαι, ἀεί τε τὴν ἑαυτοῦ κατευρύνειν ἀρχήν. Πεπόνθασι δέ τι τοιοῦτον κυριοκτονήσαντες οἱ Ἰουδαῖοι· καίτοι γὰρ ἐξὸν νέμεσθαι τὴν ἑαυτῶν ἀνειμένως, καταθλί- βοντος οὐδενὸς, δέδονται τοῖς κεκρατηκόσι, καὶ ὑπὸ δασμοὺς καὶ τέλη γεγόνασι, καὶ ὑπὸ σκῆπτρα τέθεινται τῶν ἀεὶ κατευρυνομένων καὶ νενικηκότων ἅπασαν τὴν ὑπ' οὐρανόν. ἀποσειόμενοι γὰρ αὐτοὶ τὸ ὑπὸ Χριστῷ βασιλεύεσθαι, διαῤ- ῥήδην ἔφασαν "Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα." Ἰστέον δὲ ὅτι καὶ ἀνθρώπου ψυχὴ παρ' οὐδὲν τοὺς θείους εἰ ποιοῖτο νόμους, ὑπὸ τυράννοις πικροῖς ἔσται, τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ δουλεύσει δυνάμεσι πονηραῖς, ἀεὶ διψώσαις κληρονομεῖν τὰ οὐκ αὐτῶν σκηνώματα· Θεοῦ γὰρ ὁ ἄν- θρωπος· κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ταῖς τῶν ὁσίων ψυχαῖς ἐναυλίζεται. 9Φοβερὸς καὶ ἐπιφανής ἐστιν· ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.9 Μέτεισιν ὁ λόγος ἐπὶ τὸν τοῦ ἔθνους ἡγούμενον, τουτέστιν, 2.78 ἐπὶ τὸν τῶν Βαβυλωνίων τύραννον, τάχα που Ναβουχοδο- νόσορ, ὃς εἷλε τὴν Ἰουδαίαν, καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν κατεμπρήσας, αἰχμάλωτον ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ τὸν Ἰούδαν. αὐτὸν δὴ οὖν ἄρα φοβερὸν μὲν εἶναί φησι δι' ὠμό- τητα καὶ τὸ ἀκρατὲς εἰς ὀργὰς καὶ τὸ ἀτίθασον εἰς φρένα καὶ τὸ ἀπηχὲς εἰς δίκας, ἐπιφανῆ δὲ δὴ πάλιν, ὡς φιλότιμον καὶ φιλόκομπον καὶ δόξης ἄπληστον ἐραστήν· ἀλαζόνες γὰρ ἀεί τε καὶ φιλοδοξότατοι λίαν οἱ τῆς Βαβυλῶνος βεβα- σιλευκότες. ἐπειδὴ δὲ τῆς εἰς πᾶν ὁτιοῦν βουλῆς, ναὶ μὴν καὶ ἐγχειρημάτων ἦρχον αὐτοὶ, τὸ δοκοῦν εὖ ἔχειν ἁπλῶς τοῖς ὑπὸ χεῖρα ἀποπεραίνεσθαι δεῖν προστάττοντες, διὰ τοῦτό φησιν Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται· τουτέστιν, αὐτοκε- λεύστοις ὁρμαῖς ἴεται πρὸς τὸ κινοῦν, καὶ ἐκ πολλῆς ἄγαν ὀφρύος οὐκ ἂν τῆς ἑτέρων γνώμης ἀνάσχοιτο, κἂν εἰ μή τι τῶν ἐνδεχομένων γενέσθαι προστάξειεν. ὑπέροπτα γὰρ τὰ Περσῶν βουλεύματα. ἐπειδὴ δὲ ἔθος ἦν πάλιν αὐτοῖς προ- καταμαντεύεσθαι τὰς μάχας, καὶ μάγῳ τέχνῃ προαναμανθά- νειν πειρᾶσθαι τὸ ὅποι ποτ' ἂν ἐκτελευτήσῃ τὸ ἐν χερσὶν, ἔφη πάλιν, ὅτι τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. λῆμμα δὲ ὀνομάζει τὸ μάντευμα. οὐ γὰρ ἐξ ἑτέρων, φησὶν, ἐθνῶν ἢ χωρῶν μεταπέμψεται τοὺς εἰδότας τὴν μαντικήν· ἔχει δὲ μᾶλλον συμβιοτεύοντας, ψευδομένους μὲν ἀεὶ καὶ τῶν ἀλη- θῶν εἰδότας οὐδὲν, πλὴν ἀεί πως κατερεθίζοντας καὶ ὅτι νικήσει προαναφωνεῖν εἰωθότας. ἐσεμνύνετο δὲ καὶ λίαν ἐπὶ τούτῳ ἡ Βαβυλωνίων ἀρχή. καὶ γοῦν ὁ Βαλὰκ ὁ Μωαβιτῶν 2.79 βασιλεὺς, ὅτε τοὺς ἐξ Ἰσραὴλ καταρᾶσθαι ἐβουλεύετο, καὶ τῶν ἐσομένων τὴν γνῶσιν ἐζήτει, ἐκ τῆς Μεσοποταμίας μετάπεμπτον ἐποιεῖτο τὸν Βαλαάμ. ᾤετο γὰρ ὅτι δεινοί τε καὶ ἀκριβεῖς τῶν Βαβυλωνίων οἱ μάγοι, καὶ πρὸς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν ἀλκιμώτατοι διά γε τῆς μάγου τέχνης. Ἐκδεξόμεθα δὲ καὶ ἑτέρως, εἰ δοκεῖ, τοῦ προκειμένου τὴν θεωρίαν. ὁρισάμενος γὰρ τὸν τῶν Βαβυλωνίων τύραν- νον, εἰρηκώς τε ὅτι φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐπήνεγκεν εὐθύς Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. καὶ δή τι τοιοῦτον ἔξεσται νοεῖν. ἐβου- λεύσατο μὲν γὰρ ὁ τῶν ὅλων δεσπότης Θεὸς, αἰσχρῶς τε καὶ φαύλως βιοῦν ᾑρημένον κολάσαι τὸν Ἰσραήλ. τοῦτο δὴ οὖν τὸ ἐπ' αὐτῷ κρῖμα παρ' αὐτοῦ γενήσεται, φησὶ, τοῦ Βαβυλωνίου. ὅμοιον ὡς εἰ λέγοι Σκεῦος ὀργῆς ἔσται τῆς ἐμῆς, καὶ δι' αὐτοῦ σε τιμωρήσομαι, καὶ τὸ λῆμμα δὲ τὸ ἐπὶ σοὶ, τουτέστιν ἣν ἂν ἀναλάβοιμι σκέψιν καὶ βούλησιν, ἐξ αὐτοῦ πάλιν ἐξελεύσεται, τουτέστι πραχθήσεται· πρὸς πέρας γὰρ οἴσει τὰ ἐξ ἐμῆς βουλῆς καὶ σκέψεως. 9Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.9 Καταπλήττει πάλιν αὐτοὺς ταῖς τῶν δειμάτων ὑπερβολαῖς, καὶ ὅτι δεινή τε καὶ ἄθραυστος ἡ τῶν πολεμίων πληθὺς, πειρᾶται διδάσκειν· συνελαύνει δὲ πρὸς μετάγνωσιν καὶ εἰς 2.80 τὸ χρῆναι μαθεῖν, ἅπερ ἦν ἄμεινον ὁρᾶσθαι κατωρθωκότας. ὅτι τοίνυν κουφότατοι μὲν εἰς δρόμους οἱ Βαβυλώνιοι, πάν- τολμοι δὲ καὶ θρασεῖς, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐδὲν, καὶ τῶν ἁλίσκεσθαι δυναμένων οἱονεὶ καθιπτάμενοι, παρεγγυᾷ πάλιν, παρδάλεσι μὲν παρεικάζων τοὺς ἵππους· πηδητικὴ δὲ λίαν ἡ πάρδαλις, καὶ πολὺ δὴ λίαν εὐπετὴς εἰς τὸ κατα- θρώσκειν δύνασθαι τῶν διωκομένων· λύκοις γεμὴν τοῖς ἐξ Ἀραβίας αὐτοὺς, οὓς δή φασι μάλιστα τῶν ἄλλων ἀγριω- τέρους, καὶ ὀξεῖ δρόμῳ διάττειν τὴν καθ' ὧν ἂν ἕλοιντο ποιουμένους ὁρμήν· καὶ οὐχὶ μόνοις τοῖς λύκοις φησὶ προσ- εοικέναι, ἀλλὰ γὰρ καὶ ἀετοῖς τοῖς νεκροῖς τῶν σωμάτων καταθέουσιν ἀμελλητὶ καὶ καθιπταμένοις, ὡς ἔφην. Εὐάλωτος δὲ καὶ ὁ τῶν Ἰουδαίων γέγονε νοῦς καὶ οἷον ἱππόκροτος ἤγουν εὐκατάτροχος ἡ καρδία, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, καὶ αὐτοῖς δὲ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ πρός γε δὴ τούτοις ταῖς ἀλκιμωτάταις τῶν Ῥωμαίων προσ- βολαῖς. προσκεκρούκασι γὰρ τῷ λέγοντι "Καὶ ἐγὼ ἔσομαι "αὐτοῖς, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν "ἔσομαι ἐν μέσῳ αὐτῆς." εὐάλωτος δὲ οἶμαι πᾶς νοῦς καὶ εὐανάτρεπτος κομιδῇ τῆς ἄνωθεν εὐσθενείας τητώμενος· πᾶσα γὰρ ἡμῶν ἰσχὺς καὶ ἀσφάλεια παρὰ Θεοῦ· ποιήσομεν γὰρ ἐν αὐτῷ καὶ "δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας "ἡμᾶς," κατὰ τὸ γεγραμμένον. 9Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας.9 2.81 Τοῦτο δὴ τῶν προηγγελμένων πέρας καὶ κορωνὶς τῶν κακῶν. ἥξουσι γάρ φησιν οἱ Χαλδαῖοι, ἔσονται δὲ καὶ τοιοίδε, καὶ τόδε τι δράσουσι, προσθήσουσι δὲ κἀκεῖνο, καὶ τὸ συναγόμενον ἐκ τούτων, τὸ ἄρδην τε καὶ πανοικὶ καὶ αὐ- ταῖς ὁμοῦ πόλεσί τε καὶ κώμαις ἀπολέσθαι τοὺς ἠσεβηκότας, κατ' οὐδένα τρόπον Θεοῦ κατοικτείροντος, ἀνέντος δὲ ὥσπερ εἰς ἐρήμωσιν τοὺς τοῖς αὐτοῦ νεύμασιν ἀνοσίως ἀνθεστηκότας, καὶ οἷον προσώποις ὑπαντιάζοντας, καὶ ἀναφανδὸν ἀνταν- ισταμένους καὶ ἀντεξάγοντας ἐναργῶς οἷς ἂν βούλοιτο Θεὸς τὸ ἴδιον θέλημα. Συντετέλεσται δὲ ὥσπερ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, Χριστῷ φρονοῦσα τὰ ἐναντία, καὶ μαχόμενος δόγμασι δεσποτικοῖς καὶ αὐτὸ δὴ τοῦτο ἀκρύπτως καὶ ἀναιδῶς αὐ- τῷ πρόσωπον ἀνατείνουσα, καὶ τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν κακῶν ἐκτοπώτατα δρῶσά τε καὶ λέγουσα, καὶ μὴν καὶ αὐτῷ προσηλοῦσα τῷ ξύλῳ, καὶ συκοφαντοῦσα τὴν ἀνά- στασιν. οὐ γὰρ μόνον ἀπεκτόνασι τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, ἀλλὰ γὰρ καὶ τοῖς Πιλάτου στρατιώταις χρή ματα δεδώκασιν, ἐγηγερμένου Χριστοῦ, ἵνα δὴ λέγοιεν, ὡς ἀνεβίω μὲν οὐδαμῶς, κεκλόφασι δὲ μᾶλλον αὐτὸν λαθόντες οἱ μαθηταί. 9Καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν· καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.9 Τῶν ἁγίων προφητῶν ἄνω τε καὶ κάτω τοῖς Ἰουδαίων δήμοις τὰ κατ' αὐτῶν ἐσόμενα προαπηγγελκότων, μονονουχὶ δὲ καὶ κατεπᾳδόντων αὐτοῖς τὰ τοιάδε τῶν κακῶν, εἰς τοῦτο 2.82 κατώλισθον ἀμαθίας αὐτοὶ καὶ ἀνοσίων σκεμμάτων, ὡς ἀνα καίεσθαι μὲν εἰς θράσος καὶ ὀργὴν, ὀφρὺν ἐπαίροντας ὑψηλὴν, καί ποτε μὲν οἴεσθαι μάλα ῥᾳδίως τῇ σφῶν αὐτῶν πληθύϊ περιγενήσεσθαι τῶν ἐχθρῶν· ποτὲ δὲ αὖ καὶ τὰς κύκλῳ βασιλείας συλλέγοντας εἰς ἐπικουρίαν, τάχα που καὶ ἀμαχεὶ παραχωρήσειν αὐτοῖς τοῦ νικᾶν τοὺς ἐπιόντας τεθαρσήκε- σαν· καταῤῥᾳθυμήσαντες δὲ τῶν πατρῴων ἐθῶν, οὐκέτι μὲν τὴν παρὰ Θεοῦ καὶ ἄνωθεν ἐζήτουν ἐπικουρίαν, ἐρανιζόμενοι δὲ, ὡς ἔφην, τὰς τῶν ὁμόρων ἐθνῶν, καί ποτε μὲν τὰς Αἰγυπτίων, ποτὲ δὲ τὰς Σύρων, ναὶ μὴν τὰς Τυρίων ὡς ἐπ' ἀκλονήτοις εὐημερίαις ἐρείσαντες τὴν ἐλπίδα, ἁβροὶ καὶ εὔθυμοι διετέλουν. ὅτι τοίνυν εἰκαιοτάτη μὲν λίαν ἡ τοιάδε σκέψις αὐτοῖς, βαδιεῖται δὲ οὐχ οὕτω τῶν πραγμάτων αὐτοῖς ἡ ἔκβασις, ἐξηγεῖται πάλιν. ἀφικόμενος γὰρ, φησὶν, ὁ Βαβυ- λώνιος, κἂν ταῖς ψάμμοις ἰσάριθμον τὸ ἐξ Ἰσραὴλ γένος εὕροι, ἀλλ' οὖν οἴκαδε πάλιν ἐπανακομισθήσεται, δορικτήτους ἔχων τοὺς κατοικοῦντας τὴν Ἰουδαίαν, κἂν εἰ μυρίους τε ὅσους καὶ ἀλκιμωτάτους ἔχοιεν τοὺς ἐπαμύνοντας, ἀλλ' οὖν καὶ τούτων περιέσται ῥᾳδίως. ἐντρυφήσει δὲ καὶ βασιλεῦσι καὶ τύραννοι παίγνια αὐτοῦ. δεδεμένον γὰρ ἀπῴκισεν εἰς Βαβυλῶνα τὸν Ἰεχονίαν, καὶ ἑτέρους δὲ τῶν τοπαρχῶν οὐκ ὀλίγους, οἳ καὶ εἰς γέλωτα τέθειντο τοῖς ἑλοῦσιν αὐτούς. κατευμεγεθήσει δὲ οὕτω τῶν πόλεων, καὶ τῶν ἄγαν εὐτει χεστάτων, ὡς ἐν ἀθύρματος τάξει τὴν ἅλωσιν ἑκάστης λελο- γίσθαι παρ' αὐτῷ. ποιήσεται δὲ καὶ χωμάτων ἐγέρσεις. 2.83 εἷλε δὲ οὕτω Τύρον, καίτοι πολὺ τῆς ἠπείρου πρὸς θάλασσαν νήσου δίκην ἐκτεταμένην. Εἷλε δὲ καὶ ὁ σατανᾶς τὸν Ἰσραὴλ αἰχμάλωτον ἀπειθή- σαντα τῷ Χριστῷ, καὶ τρυφὴ γεγόνασιν αὐτῷ πάντες οἱ ἡγούμενοι, καὶ τῇ τῆς ἱερωσύνης ἐπαυχοῦντες δόξῃ, οὓς καὶ τυράννους εἰπεῖν οὐκ ἀκαλλὲς οἶμαί που, διάτοι τὸ προ- εστάναι λαῶν, καὶ ἐν πολλῇ κεῖσθαι δόξῃ καὶ δυναστείᾳ τῇ κατ' αὐτῶν. ἀλλ' οὐκ ἂν ἐγένοντο παίγνια δυστροπίας δια- βολικῆς, εἰ ταῖς τοῦ Σωτῆρος ἐντολαῖς ἠκολούθουν, καὶ τὴν πίστιν τετηρήκασι, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. ἦ γὰρ ἂν ἔφη καὶ αὐτοῖς ὁ τῶν ὅλων Σωτὴρ ὁ πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρόν "Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ "σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. 9Τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται καὶ ἐξιλάσεται.9 Ὅτι μὴ εἰς ἅπαν ἀπολεῖται τὸ γένος τὸ ἐξ Ἰσραὴλ, μήτε μὴν εἰς αἰῶνα περιοφθήσεται, ἀλλ' ἔσται τις αὐτοῖς καιρὸς εὐημερίας, καὶ λύσις τῆς ἀνηκέστου συμφορᾶς οἴκαδέ τε ἀνακεκομισμένοις, καὶ τοῦ τῆς δουλείας ἀποῤῥαγέντος ζυγοῦ, δίδωσι νοεῖν, ὡς ἐν πνεύματος μεταβολῇ, τουτέστιν ἐν μετα- σκέψει τε καὶ ἑτεροβουλίᾳ γενήσεσθαι λέγων τὸν τῶν ὅλων ∆εσπότην. καὶ οὔτι πού φαμεν ὅτι τῆς ἤδη γεγενημένης ἐπ' αὐτοῖς καταψηφιεῖται βουλῆς, ὡς οὐκ ἂν ἐχούσης ἐφ' ἑαυτῇ τὸ εὖ γεγενῆσθαι τότε, ἐκεῖνο δὲ μᾶλλον, ὅτι τὴν ἀποχρῶσαν δίκην αἰτήσας, καὶ ἀναλόγως τοῖς πταίσμασι τὴν κόλασιν ἐπενεγκὼν, μεταχωρήσει πρὸς ἔλεον, καὶ διελεύσεται τὴν ὀργὴν, ἔσται δὲ καὶ ἵλεως τοῖς πεπονηκόσι. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ ἐξιλάσεται. 2.84 9Αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου. οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν.9 Ἐπαγγειλαμένου Θεοῦ τὸ κατοικτειρήσειν αὐτοὺς, καὶ τῶν σκυθρωπῶν τὴν ἐπί γε τὰ ἀμείνω μετάστασιν προαπηγγελ- κότος, ἐκ περιχαρείας ὁ Προφήτης μονονουχὶ καὶ ἀνασκιρτᾷ λέγων, ὡς οὐκ ἂν ἑτέρῳ τῳ πρέποι τὸ ἀνακομίσαι τὸν Ἰσ- ραὴλ, καὶ ἀπαλλάξαι δεσμῶν καὶ δουλείας, καὶ κατελεῆσαι συντετριμμένον, πλὴν ὅτι μόνῳ Θεῷ, τῷ πάντα εὐκόλως ἰσχύοντι κατορθοῦν, καὶ καταλεαίνοντι μὲν τὸ τραχὺ, κατα- στορνῦντι δὲ ὥσπερ τὸ ὑψοῦ τε καὶ ἄναντες, ᾧπερ ἂν λέγοιτο παρὰ παντὸς ἁγίου "Πάντα δύνασαι, καὶ οὐδέν σοι ἀδυνα- "τεῖ." εἶτά φησιν ὁ Προφήτης Οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν. εἰ γὰρ καὶ ἠ- πάτηται, φησὶν, ὁ Ἰσραὴλ, καὶ πρὸς πλάνησιν παρεκομίσθη καὶ ψευδολατρείας ἀλλοκότους, ἀλλ' ἦσθα σὺ πάλιν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ πάλαι πταίοντας κατοικτείρων ὡς ἅγιος, καὶ ἀνωλέθρους διατηρῶν, καὶ οὐκ ἐφιεὶς εἰσάπαν ἀπολέσθαι τὸν Ἰσραήλ. οὐκοῦν οὐ μακρὰν ἐλπίδος, ὅτι καὶ σωθήσεται καὶ τὰ σκυθρωπὰ παραδραμεῖται, κατοικτείροντός γε σου, καὶ τὰ πέρα λόγου κατανύοντος. ἔχαιρον δὲ καὶ οἱ ἅγιοι, τὴν ἐν ἐσχάτοις καιροῖς τοῦ Ἰσραὴλ σωτηρίαν ἀναμανθά- νοντες, προσῆγον δὲ καὶ λιτὰς, καὶ φωνὰς ἀνῆπτον χαριστη ρίους καὶ ᾠδάς. καὶ γοῦν ὁ μακάριος ∆αυεὶδ τὴν ἐπ' αὐτοῖς ἐσομένην ἡμερότητα προεγνωκὼς διὰ τοῦ Πνεύματος, καὶ μονονουχὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνιεμένους ὁρῶν, 2.85 ψάλλει καί φησιν "Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρε "ψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὰς ἀνομίας τῷ "λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν." 9Κύριε, εἰς κρῖμα τέταχας αὐτὸν, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. καθαρὸς ὁ ὄφθαλμός σου τοῦ μὴ ὁρᾶν πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ.9 Ἔστι μὲν ὁ λόγος τῷ Προφήτῃ πάλιν· περὶ ὅτου δὲ ἄρα φησὶν ὡς εἴη τεταγμένος εἰς κρῖμα παρὰ Θεοῦ πολὺ λίαν ἀσυμφανές ἐστι. φέρε δὴ οὖν ἀναγκαίως πολυπραγμονοῦντες τὸν νοῦν τῶν εἰρημένων, ἐκεῖνα διασκεπτώμεθα. εἰ γὰρ λέ- γοιτο μὲν περὶ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ὡς εἰς κρῖμα τέτακται παρὰ Θεοῦ, φαμὲν ὅτι τέτακται πληρώσων τὸ κατά γε τῶν ἐξ Ἰσραὴλ ἐκβεβηκὸς ἄνωθεν κρῖμα, τουτέστι τὴν πόρθησιν, τὴν αἰχμαλωσίαν, τὸν τῶν πόλεων ἐμπρησμὸν, καὶ ἁπαξαπλῶς, τῆς Ἰουδαίας τὴν δῄωσιν. εἰ δὲ τοῦτο μὲν οὐχὶ, περιτρέψομεν δὲ τὴν δύναμιν τοῦ νοήματος εἰς τὸ τοῦ Ἰσραὴλ πρόσωπον, πάλιν ἐκεῖνό φαμεν, ὅτι καὶ αὐτὸς τέτακ- ται εἰς κρῖμα παρὰ Θεοῦ· τὸ δὲ εἰς κρῖμά φαμεν, ὅτι εἰς κατάκριμα. καὶ γοῦν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἔφη που περὶ τῶν Ἰουδαίων "Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον
"τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ "βλέποντες τυφλοὶ γένωνται·" τὸ δὲ εἰς κρῖμά φησιν, εἰς κατάκριμα. κατακέκριται τοίνυν ὁ Ἰσραὴλ ὡς ἠδικηκὼς, ὡς καταῤῥᾳθυμήσας τῶν νόμων, ὡς λελυπηκὼς οὐ μετρίως τὸν τῶν ὅλων ∆εσπότην. ἐμὲ δὲ, φησὶ, τουτέστι τὸν Προ- 2.86 φήτην, ἔπλασεν, ἤγουν ἐποίησέ τε καὶ παρεσκεύασεν εἰς τὸ δεῖν ἐλέγξαι τὴν παιδείαν, ἣν ὡρίσατο κατ' αὐτοῦ· ὡς γὰρ παιδεία καὶ μάστιξ τῷ Ἰσραὴλ ἐπενήνεκται ὁ πόλεμος, καὶ τρόπος ἦν τιμωρίας τὸ συμβεβηκὸς, οὐ Βαβυλωνίων ἁπλῶς ἐγχείρημα. εἰ δὲ δή τις ἔροιτο καὶ λέγοι, φησὶν, Ἀνθ' ὅτου δὴ κολαστὴς τέθειται ὁ Βαβυλώνιος, ἤγουν εἰς κατάκριμα καὶ εἰς τὸ παθεῖν ὁ Ἰσραὴλ, ἐκεῖνο λέγων ἀν- τακούσεται Ὡς ἔστιν ὁ τοῦ ∆εσπότου καθαρὸς ὀφθαλμὸς, καὶ οὐκ ἂν ἀνάσχοιτό ποτε πονηρῶν τε καὶ ἀνοσίων πραγμά- των γίνεσθαι θεατὴς, οὐδ' ἂν ἐπιβλέψειεν ἐπὶ πόνους τοὺς ἐξ ἀδικιῶν καὶ πλεονεξίας τοῖς ἀσθενεστέροις συμβαίνοντας. ἀποφέρει γὰρ ἀεὶ τῶν τὰ τοιάδε δρᾶν εἰωθότων τὸν ὀφθαλ- μόν. οὗ δὴ γεγονότος, πάντη τε καὶ πάντως τὰ δεινὰ συμ- βήσεται, καὶ ἐν τοῖς ἐσχάτοις ἔσται κακοῖς ὁ πεπονθὼς τὴν ἀποστροφήν. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος ∆αυεὶδ ἐλιπάρει "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ μὴ ἐκ "κλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου." ἕψεται γὰρ πάντως ταῖς θείαις ἀποστροφαῖς τὰ ἐξ ὀργῆς συμβαίνοντα. 9Εἰς τὶ ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον;9 Προαπαγγείλας ὅτι καθαρός ἐστιν ὁ τῆς θεότητος ὀφθαλ- μὸς, καὶ οὐκ ἂν ἐπίδοι ποτὲ τοὺς τῶν πονηρῶν ἐργάτας, οὐδ' ἂν εὐμενῶς ἐπιβλέψειέ τισιν ᾑρημένοις πλεονεκτεῖν, καὶ ὀδύ- 2.87 νας πλέκουσι τοῖς ἀσθενεστέροις, εἰς ἐννοίας ὁ Προφήτης εὐθὺς τοιαυτασί πως ἁρπάζεται. μυρία μὲν γὰρ ὅσα δεινὰ καὶ παγχάλεπα τοὺς τῶν Ἰουδαίων δήμους εἴργασται κακὰ τῶν Βαβυλωνίων ἡ ὠμοτάτη πληθὺς, οἳ καὶ τῆς ἑαυτῶν ἀγριότητος τὴν ὑπερβολὴν εἰς τοῦτο δεινότητος μέτρον παρεκόμισαν, ὡς μηδὲ αὐτῶν ἀποσχέσθαι τῶν θείων χώρων, προσεμπρῆσαι δὲ τοῖς Ἱεροσολύμοις καὶ τὸν διαβόητον νεὼν, καὶ ὁμοῦ τοῖς ἀγελαίοις τοὺς τῶν θείων θυσιαστηρίων ἱε ρουργοὺς ἁρπάσαι καὶ βεβηλῶσαι τὰ ἅγια, κατὰ τὸ γεγραμ- μένον. ἐπειδὴ δὲ οἴκοι γεγόνασιν, εὔθυμοί τε διετέλουν, καὶ πλοῦτον τὸν ἐξ ἁρπαγῆς ἔχοντες, οὐ τῶν ἀνοσίως αὐτοῖς πεπλημμελημένων αἰτούμενοι δίκας, οὐ δεδιότες ἐχθροὺς, οὐ πολέμου πτοίας· κατεξανιστάμενοι δὲ μᾶλλον ἁπάντων αὐτοὶ, καὶ ὧν ἂν ἕλοιντο κατακρατοῦντες εὐκόλως, καὶ εὐημεροῦντες ἄγαν, καὶ ταῖς τῶν ἀπολωλότων ἐναβρυνόμενοι συμφοραῖς, καὶ ἐν αὐχημάτων ποιούμενοι τάξει τὸ εἰς ὀργὰς ἀκρατὲς, τὸ εἰς πλεονεξίας ἀχάλινον, τὴν κατὰ πάντων ὑπεροχήν. Κατατέθηπε δὴ οὖν ὁ Προφήτης, κατευρυνομένους αὐ- τοὺς ὁρῶν ἐν εὐπαθείαις, καὶ θείων ἤδη κριμάτων ἅπτε- ται, καὶ τὰ πᾶσιν ἀζήτητα, καὶ ἀνέπαφα νῷ παντὶ, πολυ- πραγμονεῖν ἐπιχειρεῖ καὶ ἀναμανθάνειν εὔχεται, τίς λοιπὸν ἂν εἴη ὁ λόγος τῆς οὕτω μακρᾶς ἀνεξικακίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, ὡς καὶ τοῖς οὕτω καταφρονεῖν εἰωθόσι καὶ ἀνοσίως ζῇν ᾑρημένοις πρᾶον ἔσθ' ὅτε καὶ ἥμερον τὸν ὀφ- θαλμὸν ἐνιέναι, καὶ παρασιωπᾶν καὶ ἀνέχεσθαι κατεδηδοκότος ἀνδρὸς ἀσεβοῦς μονονουχὶ τὸν ἐπιεικῆ καὶ δίκαιον. ἀπὸ δὴ 2.88 τούτου φησὶν, ὅτι μὴ κατὰ πόδας εὐθὺς τοῖς πλημμελοῦσι τὸ κολάζεσθαι δεῖν ἀκολουθεῖ, κεχωρήκασι δὲ μᾶλλον εἰς ἀνάβλησιν οἱ θυμοὶ, ταύτῃτοι κατώλισθον οἱ ἐπὶ τῆς γῆς εἰς τὸ βουλεύεσθαι λοιπὸν, καὶ δὴ καὶ ἐπιχειρεῖν κατὰ τὸν ἴσον ἰχθύσι τρόπον καὶ τοὺς ἀσθενεστέρους κατανέ- μεσθαι, καὶ οἷον ἀλλήλους καταῤῥοφᾶν ἀθύρῳ τε καὶ ἀπλήστῳ στόματι· σκληρὰν δὲ οὕτω καὶ ἄμικτον καὶ τρα- χεῖαν ζωὴν ἐπιτηδεύειν, ὡς ἑρπετῶν τῶν ἐν ὄρεσι καὶ χειαῖς ὀλίγα διενεγκεῖν, ἃ διὰ πολλὴν ἀγριότητα καὶ ὑπερβολὴν πικρίας ἀτίθασά τε ἐστὶ καὶ τὰς τῶν ἑτέρων ζῴων οὐκ ἀπομιμεῖται φύσεις, ἃ καὶ ἀγεληδὸν ἔσθ' ὅτε καὶ ὑφ' ἑνὶ τῷ προὔχοντι καὶ τῆς ἀγέλης προβεβλημένῳ ποιεῖται τὰς νομὰς, ὁρᾶται δὲ ὥσπερ καὶ στρατηγούμενα. ἄμικτοι δὲ καὶ οἱ Βαβυλώνιοι, καὶ τοῖς ἄλλοις ἀπρόσιτοι, πικροί τε καὶ ἰοβόλοι καὶ ὀλέθρου μεστοὶ καὶ χανδὸν καταπίνοντες τοὺς ἀσθενεστέρους. Οὐκ ἀπίθανον δὲ τὴν φωνὴν τοῦ Προφήτου κατά τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν γενέσθαι δοκεῖν. καταφρονηταὶ γὰρ ὄντως ἐκεῖνοι, τὸν μὲν θεῖον φόβον ὁλοτρόπως ἀποσειόμενοι, φαυλότητος δὲ ἁπάσης καὶ μέντοι καὶ σκαιότητος εἰς ἅπαν ἥκοντες μέτρον, καίτοι πολὺ λίαν ἀνεξικακοῦντος Θεοῦ. ἐπειδὴ δὲ ἅπαξ γεγόναμεν ὑπ' ἐκεί- νοις, ἀλλήλους οἱ δείλαιοι κατεδηδόκαμεν. οὐ γὰρ ἦν τῆς εἰρήνης ὁ βραβευτὴς, ἡγούμενος ἐφ' ἡμᾶς, τουτέστι Χριστὸς, ὁ γῆς τε καὶ οὐρανοῦ καὶ πάντων δεσπότης· ταύτῃτοι γε- γόναμεν ὡς ἰχθύες, ἀλογώτατοι μὲν καὶ ἄφωνοι παντελῶς. 2.89 οὐ γὰρ ἦν ἐν ἡμῖν εὐσεβείας λόγος, οὐ φωνὴ δοξολογίας τῆς εἰς Θεὸν, ἀλληλοκτονοῦντες δὲ μᾶλλον καὶ ζωὴν ἔχοντες τὴν ἀλογωτάτην, ἰχθύσιν ἐν ἴσῳ διετελοῦμεν ἐν κόσμῳ, πικρός τε ἦν οὕτως ἐν ἑκάστῳ νοῦς, ὡς ἤδη δοκεῖν ἐκτεθη- ριῶσθαι παντελῶς, καὶ τοῖς ἰοβόλοις ὅσον ἧκεν εἰς θυμοὺς καὶ πικρίας ἢ λοιπὸν παρισῶσθαι, ἢ καὶ ἔτι τὰ ἐκείνων ἐπείγεσθαι νικᾶν. 9Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε, καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφι- βλήστρῳ, καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ· ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ· ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὐτοῦ καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά· διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ, καὶ διὰ παντὸς ἀποκτένειν ἔθνη οὐ φείσεται.9 Ἰχθῦς ὀνομάσας ἐμφιλοχωρεῖ ἔτι τῇ τροπῇ, καὶ ὡς περί τινος τῶν θαλασσουργῶν, ἤγουν τῶν ἁλιέων ποιεῖται τοὺς λόγους. ἰχθυοθῆραι μὲν γὰρ τῶν ἰδίων ἐπιτηδευμάτων κατὰ πολλοὺς ἅπτονται τρόπους. ἢ γὰρ ἀγκίστροις ἁρπάζουσι τοὺς ἰχθῦς, καὶ σκαίροντας ἐκ κυμάτων ἀνιμῶνται ταῖς ὁρ- μιαῖς, ἢ σαγήναις περιφράττοντες ἕλκουσι κατὰ πληθὺν, ἤγουν ἑτέροις τισὶ καταπυκάζουσι λίνοις. ἐπὰν δὲ δὴ πράτ- τωσι δεξιῶς, πολλῶν συναγηγερμένων, χαίρουσι τῇ τέχνῃ, καὶ τοῖς λίνοις μονονουχὶ καταθύουσιν, ὡς λιπαρωτάτην 2.90 αὐτοῖς μερίδα προεξενηκόσι. τοιοῦτόν τι πεπράχθαι φησιν ὁ Προφήτης παρὰ τοῦ Ναβουχοδονόσορ, ὃς οἷον ἀγκίστρῳ τε καὶ σαγήναις καὶ μέντοι καὶ ἀμφιβλήστρῳ αὐτοῦ τόν τε Ἰσραὴλ αὐτὸν, καὶ ἕτερα δὲ σὺν αὐτῷ περιβαλὼν ἔθνη συνεκόμισεν εἰς τὴν ἑαυτοῦ, καὶ ὡσπερεὶ θοίνην τοῖς ἰδίοις ὑπασπισταῖς παραθεὶς, ἐντρυφᾶν ἐκέλευσε, καὶ τῶν ἅπαξ ᾑρηκότων τοὺς ἁλόντας γενέσθαι κλῆρον καὶ μερίδα λιπαρω- τάτην. ταύτῃτοί φησι τάχα που καὶ θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, τουτέστι ταῖς ἰδίαις δυνάμεσι, δι' ὧν τὰ ἔθνη ἐσαγήνευσε, καὶ προσέτι τὸν Ἰσ- ραὴλ, ἀνάψει τὰ χαριστήρια. ἐπειδὴ δὲ λίαν αὐτῷ τὸ χρῆμα ἐκβέβηκεν ἐπιτευκτικῶς, οὐκ ἂν ἀπόσχοιτό φησιν ἀποκτένων ἔθνη, καὶ φυλὰς ἁρπάζων, καὶ χώρας ὑφ' ἑαυτῷ ποιούμενος, καὶ φειδοῦς οὐδένα παντελῶς ἀξιῶν; Πέπραχε δὲ τοῦτο καὶ κατὰ παντὸς μὲν ἀνθρώπων γένους ὁ σατανᾶς, ἰδικῶς δὲ κατὰ τοῦ Ἰσραήλ. ἑνὶ μὲν γὰρ ὥσπερ λίνῳ καὶ σαγήνῃ μιᾷ, τῇ τῆς ἁμαρτίας φημὶ, περιβέβληκεν ἅπαντας· τῆς γεμὴν εἰς Χριστὸν ἕνεκα δυσσεβείας, καὶ ἰδικῶς τὸν Ἰσραήλ. τὰ γὰρ βρώματα αὐτοῦ φησὶν ἐκλεκτά. ἀπόλεκτοι δὲ καὶ κατὰ τὸν βίον παρὰ τοὺς ἄλλους ἅπαντας Ἰουδαῖοι. "Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς"διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν "ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ "̓Ιακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ." ἐξει- λεγμένος οὖν ἄρα παρὰ τοὺς ἄλλους ὁ Ἰσραὴλ, ὡς καὶ ἐν τέκνοις πρωτότοκος, ὡς ἐκ ῥίζης ἁγίας, τῆς τῶν πατέρων 2.91 φημὶ, καὶ ὡς νόμον ἔχων τὸν παιδαγωγὸν, καὶ κεκλημένος εἰς ἐπίγνωσιν τοῦ φύσει καὶ ἑνὸς καὶ ἀληθῶς ὄντος Θεοῦ· ἀλλὰ καὶ οὕτως ἔχων εὐκλείας ὁμοῦ καὶ χάριτος, ἥλω καὶ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ. καὶ οἱ μὲν ὅτι πεπλάνηνται, μερὶς γεγόνασι διαβολική· οἱ δὲ ὅτι τὸν φύσει Θεὸν ἐγνωκότες, τὸν ἐξ αὐτοῦ γεννηθέντα κατὰ φύσιν Υἱὸν, καὶ ἐν ἀνθρω- πείᾳ γεγονότα μορφῇ καὶ ἐν σχήματι τῷ καθ' ἡμᾶς ἀπεκτό- νασιν ἀνοσίως, ἐνδέδενται ταῖς σαγήναις αὐτοῦ· καὶ σκοπὸς ἐκείνῳ πάντας ἄρδην ἀπολέσαι τοὺς ἐπὶ τῆς γῆς καὶ φεί- σασθαι μηδενός. 9Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.9 Προφητικὸν μὲν ἡμῖν ἐν τούτοις ἐξηγεῖται μυστήριον· ἔθος γὰρ τοῖς ἁγίοις, εἰ ἀναμανθάνειν βούλοιντο τὰ παρὰ Θεοῦ, καὶ τὰς τῶν ἐσομένων εἰσδέχεσθαι γνώσεις, εἰς νοῦν καὶ καρδίαν ἐνηχοῦντος αὐτοῦ, περισπασμῶν καὶ φροντίδων καὶ μερίμνης ἁπάσης βιωτικῆς ἀπωτάτω ποιεῖσθαι τὸν νοῦν, σχολαῖον δὲ οὕτω καὶ ἠρεμαῖον ἔχοντας καὶ τετηρηκότας, κα- θάπερ εἴς τινα κολωνὸν καὶ περιωπὴν καὶ πέτραν ἀναθρώσκειν τότε πρὸς θεωρίαν ὧν ἂν ἕλοιτο διατρανοῦν αὐτοῖς ὁ τῶν γνώσεων Κύριος. τὸ γάρτοι τῆς διανοίας χθαμαλόν τε καὶ καταβεβλημένον ἀπηχθημένον αὐτῷ, ζητεῖ δὲ καρδίας ὑψοῦ πέτασθαι δυναμένας, καὶ τῶν ἐπιγείων πραγμάτων καὶ προσ- καίρων ἐπιθυμιῶν ἠρμένας. γέγραπται γάρ "Ὅτι τοῦ Θεοῦ 2.92 "οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν." καὶ πάλιν "Νεοττοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτανται." ἐθῶν γὰρ τῶν ἐπιγείων καὶ πραγμάτων τῶν γεωδεστέρων ἀπῴκισται πολὺ τῶν ἁγίων ὁ νοῦς. στήσομαι δὴ οὖν ἐπὶ τῆς φυλακῆς μου, φησὶν, τουτέστι τὴν ἐντριβῆ καὶ συνήθη νῆψιν ἐμαυτῷ ποιή- σομαι πάλιν, καθαριῶ τὸν νοῦν, ἀπαλλάξω φροντίδος κοσ- μικῆς, ἀναπτήσομαι δὲ ὥσπερ εἰς πέτραν, τουτέστιν εἰς ἑδραιοτάτην τινὰ καὶ οἷον ὑψοῦ κειμένην ἐννοιῶν ἀσφάλειαν· ἐκεῖ γεγονὼς, καθάπερ ἐξ ἀκρωρείας κατασκέψομαι νοητῶς, οἵπερ ἂν πρὸς μὲ γένοιντο λόγοι παρὰ Θεοῦ, καὶ τί ἂν μέλλοιμι λέγειν αὐτὸς, εἰ ἐλέγχειν βούλοιτο Θεὸς, ὡς οὐκ ἀσφαλῶς εἰρηκότα τό "Εἰς τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦν "τας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; 9Καὶ ἀπεκρίθη Κύριος πρὸς μὲ καὶ εἶπε Γράψον ὅρασιν σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά. διότι ἔτι ὅρασις εἰς καιρὸν, καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν.9 Γραφῇ κελεύει παραδοῦναι τὴν ὅρασιν, ἤτοι τῶν ἐσομένων τὴν ἀποκάλυψιν· ἀξιάκουστον γὰρ τὸ χρῆμά ἐστι, καὶ τῶν ὅτι μάλιστα τεθαυμασμένων· φιλεῖ δέ πως ἀεὶ τῶν γραμ 2.93 μάτων ἠρμένων πρὸς τὸ ἐξαίρετον μακραῖς καὶ ἀτελευτήτοις μνήμαις τιμᾶσθαι. γράφε δὴ οὖν, ὦ Προφῆτα, φησὶ, τὴν ὅρασιν, ὡς ἂν οἱ κατὰ καιροὺς εἰδεῖεν τὰ προηγγελμένα, καὶ τοῖς σοῖς περιτυγχάνοντες λόγοις διώκωσιν αὐτὰ, τουτέστιν ἐπιθυμῶσι νοεῖν τῶν ἐν αὐτοῖς τὴν δύναμιν, οὕτω τε πιστεύ- σειαν, ὅτι καὶ ἔσται που πάντως ἀληθὴς ἡ προάγγελσις. ἡ μὲν γὰρ ὅρασις εἰς καιροὺς, τουτέστιν εἰς ἀνάβλησιν καὶ ἀνοκωχὴν, καὶ βραχὺς μεταξὺ διϊππεύσει χρόνος. ἐκτε- λευτήσει γεμὴν εἰς ἀλήθειαν καὶ οὐκ εἰς μακρὰν, καὶ οὐκ εἰς κενόν· ψευδοεπήσει γὰρ οὐδαμῶς ἡ ἀλήθεια· κενὸν δὲ καὶ μάταιον οὐκ ἂν γένοιτό τι τῶν παρ' αὐτῆς λελα λημένων. 9Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.9 Οὐδένα σαφῶς ὀνομάσας, ὑπόμεινόν φησιν αὐτὸν, τουτέστι προσδόκα καὶ μέλλοντα, καὶ μὴ σκάζουσαν ἐπ' αὐτῷ δέχου τὴν ἐλπίδα, βεβαίαν δὲ μᾶλλον καὶ ἐρηρεισμένην, κἂν εἰ γένοιτό τις μεταξὺ χρόνου παράτασις. ἔοικε τοίνυν ὁ τῶν ὅλων Θεὸς ἐνηχῆσαι μὲν τῷ Προφήτῃ κατὰ τὸν νοῦν καὶ ἀποκαλύψαι μυστικῶς, ὡς ἥξει δὴ πάντως ὁ προηγγελμένος· προστάξαι γεμὴν ὑπομένειν αὐτὸν, διά τοι τὸν μεταξὺ τῆς μελλήσεως χρόνον, καθάπερ ἔφην ἀρτίως. εἰ γὰρ δὴ γένοιτό τις ὑπο- στολή τε καὶ ὄκνος τοῦ πεπιστευκότος, οὐκ ἂν εὐδοκήσαιμι, 2.94 φησὶν, ἐν αὐτῷ, τοῖς τῆς ψυχῆς ἐγκλήμασιν ἐνισχημένον ὁρῶν, οὐδ' ἂν γενοίμην τῷ τοιῷδε συγγνώμων· καταλογιοῦ- μαι δὲ μᾶλλον ἄπιστον καὶ ἀπηχθημένον. ἕψεται δὲ πάντως τῷ τὴν ἀλήθειαν τοῖς ἐμοῖς ἐπιμαρτυροῦντι λόγοις, τὸ καὶ ἐν μεθέξει ζωῆς γενέσθαι, καὶ τοῦτο γέρας τοῖς τιμῶσι Θεὸν, καὶ καλὸν εὐνοίας ὀψώνιον. ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸν τῆς ἱστορίας λόγον, Κύρος ἦν ὁ Καμβύσου, περὶ οὗ φησὶν ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν. εἷλε γὰρ εἷλε τὴν Βαβυλῶνα, συγκαταδῃώσας αὐτῇ καὶ τὰς ἑτέρας πόλεις. Ὅσον δὲ αὖ πρὸς λόγους τοὺς μυστικοὺς καὶ εἰς ἀφήγη- σιν τὴν πνευματικὴν, φαίην ἂν ὅτι περὶ τοῦ πάντων Σωτῆ- ρος Χριστοῦ νοοῖτ' ἂν εἰκότως τῶν προκειμένων ἡ δύναμις. αὐτὸς γάρ ἐστιν "ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος," καὶ ὅτι μὲν παρέσται κατὰ καιροὺς ὁ τῶν ἁγίων προφητῶν προαναπε- φώνηκε λόγος. ὅτι δὲ ἀφιγμένος ἀνατρέψειν ἔμελλε τοῦ διαβόλου τὸ κράτος, καὶ τὴν ἀνοσίαν καὶ βέβηλον τῶν δαι- μονίων πληθὺν τῆς καθ' ἡμῶν ἐξελάσαι πλεονεξίας, προ κεχρησμῴδηκε μὲν ἐναργῶς τὸ γράμμα τὸ ἱερὸν, αὐτὴ δὲ λοιπὸν τῶν πεπραγμένων ἡ ἔκβασις αὐτόμαρτυς εἰσβή- σεται, πλὴν "εἰς καιρὸν" ἡ προάγγελσις. ἐν γὰρ ἡμέραις ἐσχάταις τοῦ παρόντος αἰῶνος ἐπέλαμψεν ὁ Μονογενὴς, καὶ ὁ μὲν ὑποστειλάμενος, καὶ τὴν εἰς αὐτὸν πίστιν ἀβου- λότατα παρωσάμενος, προσκέκρουκε τῷ Θεῷ καὶ τῶν οὐ- ρανίων ἄγευστος ἀπέμεινεν ἀγαθῶν, ἔξω τε τῆς ἱερᾶς τῶν ἁγίων πληθύος ἀπεληλαμένος γέγονε, κατὰ τὸν τοῦ προφή- του λόγον "ὡς ἡ ἀγρία μυρίκη ἡ ἐν τῇ ἐρήμῳ, ἣ οὐκ ὄψεται 2.95 "ὅταν ἔλθῃ τὰ ἀγαθά." ὁ δὲ κρείττων ὄκνου καὶ ὑποστολῆς, καὶ τὴν εἰς αὐτὸν ἀγάπην καὶ πίστιν εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενος, ἀντέκτισιν ἔχει τῆς τοιᾶσδε γνώμης, καὶ γέρας ἐξαίρετον τὴν ἀμήρυτον ζωὴν, καὶ τὴν τῶν πλημμελη- μάτων ἀπόθεσιν, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. δεδικαιώ- μεθα γὰρ "οὐκ ἐξ ἔργων νόμου," κατὰ τὸ γεγραμμένον, διὰ πίστεως δὲ μᾶλλον τῆς εἰς Χριστόν. καὶ "Ὁ μὲν νόμος "ὀργὴν κατεργάζεται," καλεῖ γὰρ εἰς δίκας τοὺς παραβαί- νοντας, ἐξίστησι δὲ τὴν ὀργὴν ἡ χάρις, λύουσα τὰ ἐγκλή ματα. 9Ὁ δὲ κατοιόμενος καὶ καταφρονητὴς, ἀνὴρ ἀλαζὼν οὐθὲν οὐ μὴ περάνῃ.9 Προκαταμηνύσας ὅτι παρέσται κατὰ καιροὺς ὁ προκατηγ- γελμένος, καταλύσων τὰ σκυθρωπὰ καὶ ταλαιπωρίας ἁπάσης ἀπαλλάσσων τοὺς συντετριμμένους, διαμέμνηται λοιπὸν τοῦ πεπορθηκότος, καὶ πᾶν εἶδος ἀπανθρωπίας καὶ ὠμότητος θηριοπρεποῦς εἰς αὐτοὺς ἅπαντας ἐκπεπληρωκότος. σημαί- νεται δὲ διὰ τούτων ἱστορικῶς μὲν ὁ βέβηλος καὶ θεομάχος Ναβουχοδονόσορ, νοητῶς δὲ πάλιν ὁ σατανᾶς. κατοιόμενον δὲ καὶ καταφρονητὴν καὶ ἀλαζόνα καλεῖ, καὶ σφόδρα εἰκότως. ἔχει γὰρ ὧδε τῇ φύσει, κἂν εἰ ἐπ' αὐτοῦ νοοῖτο τοῦ σατανᾶ τῶν λόγων ἡ δύναμις, κἂν εἴτε τις λέγοι τὸν ἄνδρα τὸν Βαβυλώνιον. κατοιόμενον δέ φησι τὸν περὶ αὐτὸν ἢ ληματίαν ἢ βλάκα, καταφρονητὴν δὲ πάλιν καὶ ἀλαζόνα ὡς ἐκ πολλῆς ἄγαν ὀφρύος καὶ διακένου φυσήματος οὐδ' ὅσον εἰπεῖν εἰς νοῦν ἔχειν ἐθέλοντα τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ πάντα 2.96 ἰσχύοντος Θεοῦ. ὁ δὲ τοιοῦτος οὐδὲν οὐ μὴ περάνῃ φησίν· οὐ γὰρ πάντως αὐτῷ κατὰ νοῦν ἐκβήσεται τῶν πραγμάτων τὸ πέρας, οὐ μέχρι παντὸς ἐντρυφήσει καὶ κατευρυνθήσεται καὶ ἐν εὐκλείαις ἔσται λαμπραῖς. καὶ ἔστιν ἀληθὲς, ὅπερ ἔφη ψάλλων καὶ ὁ μακάριος ∆αυείδ "Εἶδον τὸν ἀσεβῆ ὑπερ "υψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, "καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, καὶ "οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ." ἕρπει γὰρ πάντως πρὸς ταπείνωσιν ἡ ὑπεροψία· φρόνημα δὲ τὸ μεμετρημένον ταῖς ἀνωτάτω στεφανοῦται τιμαῖς. πιστοῦται δὲ πρὸς τοῦτο ἡμᾶς τοῦ Σωτῆρος ὁ μαθητὴς, γεγραφώς τε καὶ λέγων "Καυχάσθω "δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος "ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύ- "σεται." 9Ὃς ἐπλάτυνε καθὼς ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ αὐτὸς ὡς θάνα- τος οὐκ ἐμπιπλάμενος, καὶ ἐπισυνάξει πρὸς αὐτὸν πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς.9 Συνᾴδει τῷ Προφήτῃ Θεὸς, καὶ δέδειχεν ἀληθεύοντα, τοῖς παρ' ἑαυτοῦ λόγοις ἐπισφραγίζων εἰς ἀλήθειαν τά τε τοῦ διαβόλου καὶ τὰ τοῦ Ναβουχοδονόσορ ἐγκλήματα. ὁ μὲν γὰρ Προφήτης ἔφασκε "Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε, "καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν "ἐν ταῖς σαγήναις αὐτοῦ·" ὁ δέ γε τῶν ὅλων Θεὸς ἐπὶ τὸ 2.97 ἔτι μεῖζον καὶ ἀληθέστερον ἀναφέρων τὰς αἰτίας, ᾅδῃ παρει- κάζει καὶ θανάτῳ λοιπόν. χρῆμα γὰρ ἀκόρεστον θανατός τε καὶ ᾅδης. ἀληθὲς δὲ ὅτι κατά γε τὸ τῷ Βαβυλωνίῳ δοκοῦν, πάντα ἂν ἐπ' αὐτῷ συνήχθη τὰ ἔθνη. καὶ νοοῖτ' ἂν εἰκότως Περσικῆς φιλοτιμίας ἐγκλήματα τὰ τοιάδε τῶν κακῶν. μικρὰ γὰρ αὐτοῖς ἡ ὑπ' οὐρανὸν, καὶ οὐκ ἂν ἀρκέσειαν εἰς τὸ δουλεύειν αὐτοῖς πάντα τὰ τῶν ἀνθρώπων γένη. Ἁλοίη δ' ἂν καὶ αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ σατανᾶς, πᾶσαν, ὡς ἔπος εἰπεῖν, ὑφ' ἑαυτῷ τὴν γῆν ποιεῖ- σθαι σπουδάζων, καὶ οἷον ᾅδης καταῤῥοφῶν τοὺς ταῖς παρ' αὐτοῦ δυστροπίαις ἀπολλυμένους. ἔφη δέ που καὶ αὐτὸς, ὅτι "Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς "νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς "διαφεύξεταί με ἢ ἀντείπῃ μοι." ἄπληστον γὰρ καὶ ἀτί- θασον τὸ θηρίον καὶ ἀλαζονείας μεστὸν, μιαρὸν ἀληθῶς καὶ μισάνθρωπον. 9Οὐχὶ ταῦτα πάντα παραβολὴν κατ' αὐτοῦ λήψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.9 Ὅτι μήτε ἀκράδαντον αὐτῷ τὸ κρατεῖν, μήτε μὴν τὸ δεῖν ἐντρυφᾶν ἐπὶ πληθύϊ τῶν συναγηγερμένων, ἀπολισθήσει δὲ πάντως ἀρχῆς τε καὶ δόξης, καὶ ᾠδὴ δὲ πολλοῖς ἔσται πεσὼν δὴ, καταμεμήνυκεν ἐναργῶς. λήψεσθαι γὰρ ἔφη παραβολὴν 2.98 ἐν αὐτῷ οἷον πρόβλημα καὶ δημώδη λόγον καὶ ἐν γλώτταις πολλῶν. καὶ τίς δὴ οὗτός ἐστιν; Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, του- τέστι φορτικωτέραν ἀεὶ καθιστὰς ἐφ' ἑαυτῷ τὴν ἐφ' οἷς ἠσέβησε δίκην, ἀπολέσας ἔθνη καὶ χώρας ὅλας συνενεγκὼν, καὶ τοῖς κατ' οὐδὲν αὐτῷ προσήκουσιν ἐπιθρώσκων ἀεὶ, καὶ τοῖς ἰδίοις σκήπτροις ὡς ἐξ ἀνάγκης ὑποτιθεὶς, καὶ ἀναριθ- μήτους ἔχων τοὺς ὑπὸ χεῖρα λαούς. ἐπιπεφώνηκε δὲ διὰ μέσου τό ἕως τίνος; ἀκόρεστον ὄντα δεικνὺς εἰς πλεονεξίαν, ἀχάλινον εἰς ὠμότητα, καὶ τὸ τῆς ἀδικίας μὴ μισοῦντα πέρας. ἄπληστοι μὲν οὖν οἱ Βαβυλωνίων τύραννοι καὶ δεινοὶ πρὸς ὠμότητα καὶ τὰ πάντων αἴσχιστα τολμᾶν εἰωθότες. Τοιοῦτος δὲ καὶ ὁ σατανᾶς, συλλέγων ἀεὶ τὰ μὴ ἑαυτοῦ, καὶ δυσαχθεστέραν ἑαυτῷ τὴν κόλασιν ἐπιτιθείς. εἴρηται δέ που καὶ πρὸς αὐτόν "Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρ- "μένον οὐκ ἔσται καθαρόν· οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, "διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας· "οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον." ποίους γὰρ οὐκ ἀπο- λώλεκε λαούς; ἢ τίνων ἐθνῶν ἐφείσατο; τί δὲ τῶν ἄγαν ἀπηχεστάτων οὐκ ἂν ἁλοίη τετολμηκώς; ἕψεται δὴ οὖν αὐτῷ δικαίως τὸ οὐαὶ, καὶ γενήσεται παραβολὴ, τῆς ἀρχῆς αὐτοῦ καθῃρημένης, καὶ τῆς κατὰ πάντων πλεονεξίας ἐξῳ- κισμένης. καὶ τοῦτο πάλιν ὁ σοφὸς ἡμῖν Ἱερεμίας ὑπαινίτ- τεται λέγων περὶ αὐτοῦ "Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ "οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει "ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτὸν, καὶ ἐπ' ἐσχάτων "αὐτοῦ ἔσται ἄφρων." πέπρακται δὲ τοῦτο ἱστορικῶς. εἷλε μὲν γὰρ τὴν Ἰουδαίαν ὁ Βαβυλώνιος, καὶ μέντοι καὶ τὴν 2.99 Σαμάρειαν, καὶ ἑτέρας δὲ σὺν αὐταῖς χώρας ἐξαναστήσας, ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ· Κύρου δὲ τῆς Βαβυλωνίων κατεστρατοπεδευκότος Πέρσας τε καὶ Μήδους, ἀπῴχοντο πάλιν οἱ συναγηγερμένοι, μονονουχὶ δὲ καὶ ἀποπτάντες οἴ- καδε πάλιν ᾔεσαν οἱ τοῖς τῆς αἰχμαλωσίας ἐνειλημμένοι δεσμοῖς. ἀποπεφοιτήκασι δὲ καὶ τῆς ὑπὸ τῷ διαβόλῳ λα- τρείας οἱ ἐξ ἐθνῶν, καὶ τὸν πάλαι φωνήσαντα καὶ πρὸς ἑαυτὸν κεκληκότα ἀφέντες ἔρημον προσδεδραμήκασι τῷ Χριστῷ. συνήγαγε γὰρ ἐκεῖνος τὰ οὐκ ὄντα αὐτοῦ, προσ εδέξατο δὲ Χριστὸς τὰ ὄντα αὐτοῦ. Κύριος γάρ ἐστι τῶν ὅλων ὡς Θεός. 9Ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.9 Ἀδοκήτως αὐτοῦ λέγει κατεξαναστήσεσθαι τοὺς οἷον δάκνοντάς τε καὶ κατεσθίοντας, καὶ ταῖς τοῦ πολέμου προσ- βολαῖς δαπανῶντας τὴν ὑπ' αὐτῷ ἰσχύν· ἦσαν δὲ οὗτοι Κῦρός που πάντως, καὶ οἱ ἀμφ' αὐτὸν Πέρσαι τε καὶ Μῆδοι καὶ Ἐλαμῖται, οἳ μονονουχὶ καὶ ὕπνον ὀμμάτων ἀποτιναξά- μενοι, καὶ καθάπερ ἐκ μέθης ἀνανήφοντες, μόλις τῶν ἀρχαίων ἔσονται κρείττους δειμάτων καὶ τὴν πρὸς αὐτὸν ἀράμενοι μάχην, καταδραμοῦνται γενικῶς. εἶτα πολυτρόπως ἐπιβου- λεύοντες καταθλήσουσιν εὐκόλως, ἄγοντές τε καὶ φέροντες τὰ Χαλδαίων πράγματα καὶ διαρπάζοντες τὴν Βαβυλωνίων. Τοῦτο δὲ πεπονθότα καὶ αὐτὸν εὑρήσομεν τὸν ἀλιτήριον 2.100 σατανᾶν. συνεκόμισε μὲν γὰρ εἰς ἑαυτὸν πάντα τὰ ἔθνη, τὸ τῆς πολυθέου πλάνης ἁπλώσας λίνον, καὶ τοῖς βρόχοις τῆς ἁμαρτίας καταπυκάζων. πλὴν ἐξανέστησαν οἱ δάκνοντες αὐ- τὸν, τουτέστι, τῶν εὐαγγελικῶν θεσπισμάτων οἱ κήρυκες, οἷον ὀδοῦσι σπαράσσοντες τὸ σῶμα αὐτοῦ, τοὺς τὰ αὐτοῦ δηλονότι φρονεῖν ᾑρημένους. ὥσπερ γάρ "Ὁ κολλώμενος "τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν," οὕτως ὁ τῷ διαβόλῳ κολλώ- μενος, ἓν πρὸς αὐτόν ἐστι σῶμα. ἐκνήψουσι δὴ οὖν βουλεύοντες αὐτῷ. συνέντες γὰρ ὅτι τέθειται λοιπὸν ὑπὸ πόδας ἁγίων, Χριστοῦ λέγοντος ἐναργῶς "Ἰδοὺ δέδωκα "ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν "τὴν δύναμιν τοῦ ἐχθροῦ," τοὺς τὰ αὐτοῦ φρονοῦντας ἁρπά- σουσι, καὶ εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν μετακομιοῦσιν εὐκόλως, τίς ὁ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ἐκδιδάσκον- τες, καὶ τὸ τοῦ Χριστοῦ μυστήριον ἐξηγούμενοι, ὃς δὴ καὶ πρῶτος ὁρᾶται διηρπακὼς αὐτόν. ἔστιν οὖν ἀκοῦσαι λέ- γοντος "Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ "ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον "δήσῃ τὸν ἰσχυρόν; καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ." εὐθὺς δὲ τεχθεὶς ἐκ τῆς ἁγίας παρθένου, διαρπάζειν ἤρξατο τὰ σκεύη αὐτοῦ. ἀφίκοντο γὰρ ἐξ ἀνατολῶν οἱ Μάγοι, "λέγοντες Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; "εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν "προσκυνῆσαι αὐτῷ." καὶ δὴ καὶ προσκεκυνήκασι, καὶ δώροις τετιμήκασι, καὶ ἀπαρχὴ γεγόνασι τῆς τῶν ἐθνῶν ἐκ κλησίας· σκεύη δὲ ὄντες διαβολικὰ, καὶ τῶν ἐκείνου μελῶν τὰ τῶν ἄλλων ἁπάντων ὅτι μάλιστα τιμιώτατα, προσδε- 2.101 δραμήκασι τῷ Χριστῷ. ὅτι δὲ διαρπάζειν ἔμελλε τὰ σκεύη τοῦ ἰσχυροῦ, προαναπεφώνηκεν αἰνιγματωδῶς καὶ ὁ προ- φήτης Ἡσαΐας· ἔφη γὰρ ὧδε πάλιν περὶ αὐτοῦ "∆ιότι "πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται "δύναμιν ∆αμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἀπέναντι τοῦ "βασιλέως Ἀσσυρίων." δοκεῖ μὲν οὖν ἡ τοῦ λόγου δύναμις ὑπαινίττεσθαί τι τῶν ἱστορικῶς πεπραγμένων· πεπόρθητο γὰρ ἡ Σαμάρεια παρά τε τοῦ βασιλέως ∆αμασκοῦ, καὶ τοῦ τῶν Ἀσσυρίων ἐξάρχοντος. πλὴν νοητὸν ὑπεμφαίνει μυστή ριον. ὅτι γὰρ τοῦ Σωτῆρος ἡ δύναμις τοὺς τὸν αὐτοῦ λαὸν πεπορθηκότας σκυλεύσει ῥᾳδίως, ὁ προφητικὸς ἡμῖν ὑπέφηνε λόγος. 9∆ιότι σὺ ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύσουσί σε πάντες οἱ ὑπο- λελειμμένοι λαοὶ, δι' αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.9 Ἀτρεκὴς ὁ λόγος, κἂν εἰ ἐπ' ἀμφοῖν νοοῖτο πάλιν. ἐπόρ- θησε μὲν γὰρ ὁ Βαβυλώνιος ἔθνη πολλά· πέπραχε δὲ τοῦτο καὶ ὁ σατανᾶς. τοιγάρτοι πεπόνθασι τὸ ἐναλῶναι τοῖς ἴσοις. καὶ πεπόρθηται μὲν ὑπὸ Κύρου τὰ Χαλδαίων πράγματα· ὑπὸ δὲ τῶν ἁγίων ὁ σατανᾶς. ἴσα δὲ ἀμφοῖν τὰ ἐγκλήματα, καὶ ἀδελφὰ τὰ πλημμελήματα, συγγενὴς δὲ ὥσπερ ἡ ἀγριό- της καὶ ἡ κατὰ πάντων ὠμότης. ἀπεκτόνασι γὰρ χώρας τε καὶ πόλεις, ὁ μὲν σαρκικῶς, ὁ δὲ νοητῶς, ὀξείᾳ βολίδι τῇ ἁμαρτίᾳ χρώμενος. εὖ δὲ δὴ σφόδρα φησὶ σκυλεύσειν αὐτὸν πάντας τοὺς ὑπολελειμμένους λαούς. ὡς γὰρ ἅπαντας ἀνῃρη- 2.102 κότος τοῦ Βαβυλωνίου, τοὺς διαφυγεῖν ἰσχύσαντας πολε μιωτάτους αὐτῷ γενέσθαι λέγει, καὶ ὀλίγους ὄντας κατακρα- τήσειν εὐκόλως, Θεοῦ τὸ νικᾶν ἀπονέμοντος καὶ τὸ πάντα δύνασθαι κατορθοῦν αὐτοῖς κατανεύοντος. ἀληθὲς δ' ἂν νοοῖτο τὸ χρῆμα, κἂν εἰ ἐπ' αὐτοῦ φέροιτο τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ σατανᾶ. πάντας μὲν γὰρ τοὺς ἐπὶ τῆς γῆς εἷλέ τε καὶ πεπόρθηκε, καὶ τοῖς τῆς ἁμαρτίας ἐγκατέ- δησε ζυγοῖς. διηρπάσθη δὲ καὶ αὐτὸς ὑπὸ τῶν καταλελειμ- μένων λαῶν, τουτέστιν, ὑπὸ τῶν ἐν πίστει δεδικαιωμένων διὰ Χριστοῦ καὶ ἡγιασμένων ἐν Πνεύματι. σέσωσται μὲν γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. ἐξ αὐτῶν δὲ ὄντες οἱ θεσπέσιοι μαθηταὶ, γεγόνασιν ἀπαρχὴ τῶν διηρπακότων τὸν ἀλιτήριον. εἶτα μετ' ἐκείνους εἰσέτι νῦν διαρπάζουσιν οἱ λαῶν ἡγού- μενοι, καὶ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ εἰς τὴν τῆς εὐσεβείας ἀποκομίζοντες τρίβον τοὺς ὑπεζευγμένους. 9Ὢ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ, τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν. ἐβου- λεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας λαοὺς πολλοὺς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου.9 Ἐπιπλήττει ὁ λόγος τῷ Βαβυλωνίῳ πάλιν, ἐθέλοντι συγκροτεῖν τὴν ἰδίαν ἀρχὴν ἐκ τῆς κατὰ πάντων πλεονεξίας, αἴροντί τε ὑψοῦ τὸν ἴδιον οἶκον, καὶ μὴν καὶ ὑπεροχαῖς ταῖς ἐπέκεινα μέτρου καταχρυσοῦν εἰωθότι καὶ ὀχυροῦν λίαν, ὥστε καὶ ἑτοίμως δύνασθαι τυχὸν ἐκ χειρὸς ἐκσπᾶσθαι κα- κῶν, τουτέστι, διεκνεύειν ἀεὶ τὰ συμβαίνοντα κακά. σκοπὸς 2.103 γὰρ ἀεὶ τοῖς Βαβυλωνίοις, πολλοῖς τῶν ἐπαμυνόντων πλή- θεσι περιφράττεσθαι, καὶ ἀναριθμήτους ἔχειν τοὺς εἰδότας τὰ τακτικὰ, καὶ τὸν πολέμου νόμον ἐξηρτυμένους, ὡς ἀμογητὶ δύνασθαι τὰ ἐκ τῶν ἐπιόντων αὐτοῖς ἀποκρούεσθαι βλάβη. ἀλλ' ὅτι πρὸς αἰσχύνης ἔσται καὶ ἐντροπῆς τὸ χρῆμα αὐτῷ, διαπιπτούσης αὐτῷ τῆς ἐλπίδος εἰς τὸ ἐναντίον, ἐδίδαξεν εἰπών Ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου. συνεπέρανας γὰρ, ἤτοι συντετέλεκας, λαοὺς πολλοὺς, πανωλεθρίᾳ διεφθαρκώς. ἐπειδὴ δὲ ἐξήμαρτεν ἡ ψυχή σου, πικρὰς ἀποτιεῖς δίκας, ὁ πάλαι λαμπρὸς καὶ τάττων εἰς ὕψος νοσσιὰν αὐτοῦ, οἰκτρὸς καὶ κατεῤῥιμμένος καὶ ὑπὸ πόδας ἐχθρῶν ἀδοκήτως εὑρεθείς. Πρέποι δ' ἂν ὁ λόγος ὅτι μαλιστά γε καὶ αὐτῷ τε τῷ σατανᾷ καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, οἳ φιλαρχίας ἡττώ- μενοι, καὶ τοῦ δοκεῖν ἡγεῖσθαι πολλῶν, συνεπέραναν λαοὺς πολλοὺς, καὶ κακὴν ὄντως πλεονεξίαν τοῖς ἰδίοις προεξένη- σαν οἴκοις, ὑψοῦ τε τετάχασι τὰς ἑαυτῶν νοσσιὰς, "ὑπέρ- "ογκα ματαιότητος λαλοῦντες ῥήματα," καὶ κατὰ τῆς θείας ἐρευγόμενοι δόξης, ἃ μόναις ἂν πρέποι ταῖς αὐτῶν γλώσσαις τε καὶ διανοίαις. ἐξήμαρτον δὴ οὖν αἱ ψυχαὶ αὐτῶν· πε- παρῳνήκασι γὰρ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, "̔Αμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν "τὴν συνείδησιν ἀσθενοῦσαν," κατὰ τὸ γεγραμμένον. 9∆ιότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.9 Ἀπονέμει πολλάκις ἡ θεία γραφὴ καὶ τοῖς ἀψύχοις τε 2.104 καὶ ἀναισθήτοις φωνὰς, οὐχ ὡς φάναι τι τυχὸν δυναμένοις, ἀλλ' οἷον αὐτοῖς πράγμασι μονονουχὶ διακεκραγόσι. καὶ γοῦν ὁ μακάριος Ἡσαΐας "Αἰσχύνθητι Σιδὼν, εἶπεν ἡ θά- "λασσα" φησί· καὶ μέντοι ∆αυείδ "Οἱ οὐρανοὶ διηγοῦν- "ται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ "στερέωμα." αὐτὴ γὰρ ἡ κτίσις, δι' ὧν εὖ πεποιημένη θαυ- μάζεται, διὰ τούτων αὐτῶν τοῦ πεποιηκότος ἀνακηρύττει τὴν δόξαν. οὐκοῦν ἐν πράγμασιν αἱ φωναὶ, κἂν εἰ μὴ γίνοιντο λόγοι. τοιοῦτόν τι κἀνθάδε συνήσεις πάλιν. λίθον γὰρ ἐκ τοίχου φησὶ, καὶ κάνθαρον ἐκ ξύλου καταφθέγξασθαι τοῦ Βα- βυλωνίου· τίνα δὲ τρόπον, ἐροῦμεν· ταῖς τῆς Ἰουδαίας πό- λεσιν, ἢ καὶ ταῖς ἑτέραις εἰσβαλὼν ὁ Βαβυλώνιος, πάσας κατενέπρησε τὰς ἐν αὐταῖς οἰκίας. εἶτα συμβέβηκεν ἀναγ- καίως καὶ λίθους συνθραύεσθαι καὶ κατασείεσθαι τοίχους, συνεκπίπτειν δὲ αὐτοῖς καὶ ξύλα, καὶ ὀροφὰς ἐκ τῆς ἄγαν παλαιότητος, κανθάρους μικροὺς, ἤτοι σῆτας ἔχουσας. ταύ τῃτοί φησι καταβοήσειν αὐτοῦ τῆς ὠμότητος τὰ κατεστραμ- μένα· ταῦτα δὲ, ὡς ἔφην, ἦν λίθοι τε διεῤῥιμμένοι, καὶ ἐν μέσῳ πλατειῶν κείμενοι, καὶ ξύλα πάντως ἡμίφλεκτα, καὶ ἀπό γε τοῦ σεσῆφθαι λοιπὸν μαρτυροῦντα ταῖς πόλεσι τὸ ἀρχαῖον. ἔγκλημα δὴ οὖν τῷ Βαβυλωνίῳ τὰς παλαιὰς οὕτω καὶ ἀρχαιοτάτας κατεμπρῆσαι πόλεις, καθελεῖν δὲ καὶ οἴκους, ἀνῃρημένων δηλονότι τῶν ἐν αὐτοῖς. Ἰστέον δὲ, ὅτι ἀντὶ τοῦ, κάνθαρος εἰπεῖν, ἕτεροι τῶν ἑρμη- νευτῶν ἐκδεδώκασιν Ἔνδεσμος ξύλου. ὅθεν ἐστὶν ἐννοεῖν, ὅτι τάχα που τὰς τῶν οἰκιῶν μίτρας καὶ τὴν ἐν αὐταῖς 2.105 ἀναπλοκὴν τῶν ξύλων ἤτοι σύνδεσμον κανθάρους ὠνόμαζον κατ' ἐκεῖνο καιροῦ, διὰ τὸ οἷον πολλοῖς ἀντέχειν ποσὶ τὴν ἐπικειμένην αὐτοῖς ὀροφήν. 9Οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασι, καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις. οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος· καὶ ἐξ- έλιπον λαοὶ ἱκανοὶ ἐν πυρὶ, καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν.9 Ταλανίζει τὸν Βαβυλώνιον πάλιν, ὡς ὑψοῦ μὲν τὴν ἰδίαν αἴροντα δόξαν, καὶ τῆς ἀρχῆς τὸ περιφανὲς, οὐκ ἐξ ὧν ἔδει μᾶλλον, ἀλλ' ἀφ' ὧν ἥκιστα ἐχρῆν, ποιεῖσθαι σπουδάζοντα. οὐ γὰρ ὅτι πολλοὺς ὠλόθρευσε λαοὺς, διαβόητον εἶναι ἐχρῆν, ἑτέρῳ δὲ μᾶλλον κατασεμνύνεσθαι κόσμῳ, καὶ τοῖς εἰς δι καιοσύνην αὐχήμασιν ὁρᾶσθαι λελαμπρυσμένον. ἀλλ' ὡς ἀχρεῖον τοῦτο μεθεὶς, ᾠκοδόμησεν αὐτὴν ἐν αἵμασι καὶ ἀδι- κίαις. ὅτι γὰρ ὠμοτάτη γέγονεν ἡ Χαλδαίων ἀρχὴ, καὶ ἁπάσαις ἁπλῶς πόλεσί τε καὶ χώραις ἐπιθρώσκουσα θηριο- πρεπῶς, τὰ πέρα λόγου παντὸς εἴργασται κακὰ, πᾶσιν ἂν γένοιτο καταφανὲς τοῖς τὴν θείαν ἀνεγνωκόσι γραφήν. ἀλλ' οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος. οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὰ τοιάδε τῶν κακῶν ἄνωθεν γεγενῆσθαι λέγειν· ἀλλ' οὐδ' ἂν νοοῖτο θεόσδοτον, τὸ ἔν γε δὴ τούτοις κατα- σεμνύνεσθαι δεῖν. ἔσται δὴ οὖν οὐκ ἐρηρεισμένα, μᾶλλον δὲ οὐκ ἔξω δίκης. ἃ γὰρ οὐκ οἶδεν ἐπαινεῖν ὁ θεῖός τε καὶ ἀκή ρατος νοῦς, κολάζει πάντως, ὡς οὐκ ἔχοντα τὸ εἰκός. πῶς γὰρ οὐκ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, τὸ ἐκλεῖψαι μὲν λαοὺς ἱκανοὺς ἐν πυρὶ, ἔθνη δὲ ὀλιγοψυχῆσαι πολλὰ, τουτέστι, τὸ 2.106 λαμπρὰς μὲν κατεμπρησθῆναι πόλεις ὁμοῦ τοῖς οἰκοῦσιν αὐτὰς, ἔθνη δὲ ὅλα καὶ φυλὰς ἀπειπεῖν ἐν κακοῖς; Τοῦτο δ' ἄν τις εἰκότως καὶ αὐτοῖς ἐπιφωνήσειε τοῖς Ἰου- δαίων καθηγηταῖς, οἳ πάντας μὲν ἀπεκτόνασι τοὺς ἁγίους προφήτας· ᾤοντο γεμὴν οὐ μετρίως ὀνήσειν τὴν Ἱερουσα- λὴμ, καὶ οἰκοδομεῖν αὐτὴν ἐν αἵμασι καὶ τῇ κατὰ πάντων πλεονεξίᾳ· οὓς μὲν γὰρ ὕβρισαν, οὓς δὲ ἀπέκτειναν, οὓς δὲ ἐλίθασαν, καὶ τελευταῖον τοῖς ἄλλοις προσέθεσαν τὸν Υἱὸν, καὶ πρόφασις αὐτοῖς τῆς ἀπονοίας ὁ νόμος ἦν. ὑπεπλάτ- τοντο γὰρ τὸ ἐπαλγύνεσθαι δοκεῖν ἀθετουμένῃ παρὰ Χριστοῦ τῇ διὰ Μωυσέως ἐντολῇ. ἀλλ' ὅτι θεοστυγὴς ὁ ζῆλος αὐτοῖς, καὶ "οὐ κατ' ἐπίγνωσιν," ὡς γοῦν ὁ θεσπέσιος γράφει Παῦ- λος, ἀποφήνειεν ἂν εὐκόλως ὁ Προφήτης λέγων Οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος. τοιγάρτοι καὶ ἐκλελοίπασιν ἐν πυρὶ καὶ ὠλιγοψύχησαν, δαπανῶντος αὐτοὺς τοῦ πολέμου καὶ κατατήκοντος τοῦ λιμοῦ. συμβέβηκε γὰρ τὰ τοιάδε τοῖς Ἰουδαίων δήμοις πεπαρῳνηκόσιν εἰς τὸν Υἱὸν, καὶ ἀπεκτονό- σιν, ὡς ἔφην, πρὸ αὐτοῦ τοὺς προφήτας. 9Ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.9 Ἀδιαφορεῖ πολλάκις περὶ τοὺς χρόνους ἡ θεία γραφὴ, καὶ τὰ ἐσόμενα τίθησιν, ὡς ἤδη πεπερασμένα. τοῦτο δὴ οὖν κἀνθάδε γεγονὸς εὑρήσομεν. δέον γὰρ εἰπεῖν τὸ ἐμπλησθή- σεται, τὸ ἐνεπλήσθη φησίν. ὅταν τοίνυν, ἐπιῤῥιφείσης τῇ Βαβυλῶνι τῆς θείας ὀργῆς, τὰ ἐν αὐτῇ πάντα γένηται διά τε 2.107 Κύρου καὶ τῶν σὺν αὐτῷ, καὶ ἡ πάλαι δεινὴ καὶ ἄθραυστος, καὶ δυσάντητον τοῖς ἄλλοις ἀεὶ κατεξανιστᾶσα τὴν ἑαυτῆς ὠμότητα φαίνηται λοιπὸν οἰκτρά τε καὶ ἄναλκις, καὶ ὁλο- τρόπως ἠρημωμένη καὶ ὑπὸ πόδας ἐχθρῶν, τότε δὴ τότε πᾶσα λοιπὸν ἡ ὑπ' οὐρανὸν τὴν θείαν συνήσει δόξαν ὅση τέ ἐστι καὶ ἡλίκη, κατεμπλησθήσεται δὲ τῆς εἰς τοῦτο γνώσεως. ἐκράτει μὲν γὰρ ἡ Χαλδαίων ἀρχὴ, καὶ ἦν οὕτω περίοπτος, δεινή τε καὶ ἄμαχος, ἀνεξικακοῦντος Θεοῦ καὶ δόντος αὐτῇ τὸ καὶ αὐτῆς κρατῆσαι τῆς Ἰουδαίας, μυρίας τε ὅσας ἐξανα- στῆσαι πόλεις. ἐπειδὴ δὲ τοῖς αὐτῇ πρέπουσι κακοῖς περι- βαλεῖν ἐσκέψατο, κατεσείσθη καὶ πέπτωκε καὶ δέδοται πρὸς ἐρήμωσιν. τοιοῦτόν τι φησὶ καὶ ὁ προφήτης Ἱερεμίας περὶ αὐτῆς "Πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφύρα πάσης τῆς "γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν; "ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ Βαβυλὼν καὶ οὐ γνώσῃ· "εὑρέθης καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης. ἤνοιξε "Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη τῆς "ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ Κυρίῳ Θεῷ ἐν γῇ Χαλδαίων, "ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς." Ἰστέον δὲ, ὅτι μετὰ τὴν τῶν Ἱεροσολύμων πόρθησιν, μεταπεφοίτηκε μὲν ἐπὶ τὰ ἔθνη Χριστὸς, ἔγνω δὲ πᾶσα λοιπὸν ἡ ὑπ' οὐρανὸν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς δόξαν, τουτέστιν, αὐτὸν ὡσανεὶ χειμάῤῥου τὴν γῆν ἐπικλύζοντος. ποταμοῦ γὰρ δίκην ἐξένευσεν ἐπ' αὐτοὺς ὁ Χριστὸς, ὁ καὶ πάλαι λέγων διὰ προφήτου φωνῆς "Ἰδοὺ ἐγὼ ἐκκλίνω "ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπι- "κλύζων δόξαν ἐθνῶν." μεμοσχοποιηκότος γάρ ποτε κατὰ 2.108 τὴν ἔρημον τοῦ Ἰσραὴλ, καὶ προσκεκρουκότος ταύτῃτοι Θεῷ, τὴν τοῦ Σωτῆρος ἀνάδειξιν καὶ τῆς δι' αὐτοῦ χάριτος τὸ ἀμφιλαφὲς κατεπηγγέλετο λέγων "Ἀλλὰ ζῶ ἐγὼ, καὶ ζῶν "τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν "γῆν." μεστὰ γὰρ τὰ πάντα Χριστοῦ, ὅς ἐστι δόξα τοῦ Πατρός. τοιγάρτοι καὶ ἔφασκεν "Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς "γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω." 9Ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν, καὶ μεθύ- σκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν· πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε.9 Ἐπιφθέγγεται πάλιν τό Ὢ τοῖς τοῦ Ναβουχοδονόσορ ἀνο- σί[οι]ς τολμήμασι, προφωνῶν ἃ πείσεται, καὶ ὅτι πικρᾶς ὀδύ- νης ἔμπλεως ἡ πληγὴ, διὰ τούτου σημαίνων. ἔοικε δὲ θολερὰν ὀνομάζειν ἀνατροπὴν τὴν ἄκρατον λύπην ἤγουν αἰκίαν, ἣν καὶ μονονουχὶ ποτίζων τοὺς ἁλισκομένους ὁρᾶσθαι παρεσκεύαζε διενεγκόντας ὀλίγα τῶν ἐν οἴνῳ καὶ μέθαις. καὶ τί τὸ ἐντεῦ- θεν; καθάπερ τι σπήλαιον ἀνοιγνὺς, τὸν ἑκάστου νοῦν καὶ τοῖς ἄλλοις ἅπασι καθίστη διαφανῆ. πικρὰς γὰρ, ὡς ἔφην, ἐπάγων αἰκίας τοῖς τῶν εἰλημμένων περιφανεστέροις, ἢ τάχα που καὶ βασιλεῦσιν αὐτοῖς, ὀλοφύρεσθαι παρεσκεύαζε, καὶ τὴν κεκρυμμένην ἔσθ' ὅτε μικροψυχίαν ἤγουν δειλίαν ὡς ἐξ ἀφορήτου λοιπὸν ἀνάγκης ἀπογυμνοῦν. ὁ δὲ ἦν οὕτω δεινός τε καὶ ἀτεράμων ὡς, ἐπαλγύνεσθαι δέον καὶ κατοικτείρειν αὐτοὺς, ἐντρυφᾶν ἐποιμώζουσιν, αὔχημά τε τοῦτο τῆς ἰδίας ποιεῖσθαι ἀρχῆς. καὶ τοῦτο οἶμαί ἐστι τὸ ποτίζειν τὸν πλη- 2.109 σίον ἀνατροπὴν θολερὰν, ὅπως ἂν ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν, τουτέστι, τὰ κεκρυμμένα καὶ λεληθότως ἐνόντα τισίν. ἐπειδὴ τοίνυν ἀκράτοις ἐχρῆτο θυμοῖς, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης, μικροὺς καὶ μεγάλους, καὶ λαμπροὺς καὶ ἀσή- μους ταῖς ἀνηκέστοις περιβέβληκε συμφοραῖς, ταύτῃτοί φη- σιν ὁ τῶν ὅλων ∆εσπότης Πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε, τουτέστιν, ἦσθα μὲν γὰρ διαβόητός τε καὶ εὐκλεὴς καὶ περίοπτος τοῖς ἁπανταχῆ καὶ ἐξ ὠμότητος γνωριμώτατος· ἀλλ' ἔσῃ λοιπὸν ἠτιμωμένος, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ τὴν ἰσόῤῥοπον ἀνατλήσῃ δίκην. Πρέποι δ' ἂν τοῦτο καὶ ἐπ' αὐτῶν, εἴπερ ἕλοιτό τις, τῶν ἀνοσίων Φαρισαίων ἀληθὲς εἶναι λέγειν. πεποτίκασι γὰρ τὸν πλησίον ἀνατροπὴν θολεράν· ταύτην δὲ εἶναί φαμεν τὴν αὐτῶν διδασκαλίαν, τὰ τῶν ἀνθρώπων ἐντάλματα, καὶ πρός γε δὴ τούτοις τὴν κατὰ Χριστοῦ μανίαν, καὶ τὰ τῆς ἀθυ- ροστομίας ἐγκλήματα. ὁ μὲν γὰρ ἐκάλει πρὸς ζωὴν, οἱ δὲ εἰς τοῦτο κατώλισθον ἀπονοίας, ὥστε καὶ φάναι τοῖς ἀκροω- μένοις "∆αιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;" ἔδρων δὲ τοῦτο, ἵνα τὸν τῆς σωτηρίας ἀποσειόμενοι λόγον, τὸν καταλαμπρύνοντα νοῦν, εἰς τὰ αὐτῶν ἐπιβλέπωσι σπή- λαια, τουτέστιν, εἰς τὰ σκοτεινὰ καὶ ἀφεγγῆ καὶ τεθνηκότα διδάγματα. τοιγάρτοι πεπώκασι πλησμονὴν ἀτιμίας, καίτοι πάλαι λαμπροί τε ὄντες καὶ δόξης εἴσω βεβηκότες οὐ μικρᾶς. καθηγοῦντο γὰρ ποιμνίων, ἦσαν δὲ καὶ ἱερεῖς καὶ κριταί. Ἁρμόσαι δ' ἂν ὁ τοιόσδε λόγος καὶ τοῖς τῶν ἀνοσίων δογμάτων εὑρεταῖς, οἳ ποτίζουσι κατὰ τὸ ἀληθὲς τὸν πλησίον ἀνατροπὴν θολερὰν, τὸν τῆς ἀπάτης ἰὸν ταῖς τῶν ἁπλουστέρων 2.110 ψυχαῖς ἐπιχέοντες, ἵνα δὴ καὶ ἐπιβλέπωσιν ἐπὶ τὰ σπήλαια αὐτῶν. σκοτεινὸς γὰρ ὁ ἐκείνων νοῦς, ἀπάτης ἔμπλεως, ἀχλύος διαβολικῆς ἐπίμεστος ἀληθῶς, καὶ σπηλαίων, οἶμαι, διενεγκὼν οὐδὲν, ἃ νεκρῶν ἐστι σωμάτων ἔμπλεω καὶ δυσω- δίας ἁπάσης καὶ ἀκαθαρσίας. Χρῆναι δὲ οἶμαι πρὸς διασάφησιν τῶν προειρημένων ἀκριβεστέραν κἀκεῖνο εἰπεῖν. Ἑβραῖοί φασιν· ὡς ἐκ παρα- δόσεως δὲ πάλιν ὁ λόγος· ὅτι πορθήσας τήν τε Ἰουδαίαν καὶ ἁπάσας δὲ τὰς ἄλλας χώρας ὁ Ναβουχοδονόσορ, καὶ ἀποκομίσας εἰς τὴν ἑαυτοῦ τοὺς τῶν ἐθνῶν ἡγουμένους, ἐποιεῖτο πότους κατὰ καιρούς. εἶτα τοὺς ἁλόντας εἰσφέρων, καὶ περιέργοις πόμασι καταμεθύσκων αὐτοὺς ὀρχεῖσθαι πα- ρεσκεύαζε· κατασειομένοις δὲ καὶ διαπίπτουσι καὶ ἀπο- γυμνουμένοις ἔσθ' ὅτε καὶ τὰ κεκρυμμένα τοῦ σώματος μέρη δεικνύουσιν, ἐπιμειδιῶν τρυφὴν ἐποιεῖτο τὸ χρῆμα καὶ πρό- φασιν εὐθυμίας. ταῦτά φασιν ὠνομάσθαι εὐφυῶς σπήλαια· ἔχει δέ πως καὶ τὸ εἰκὸς ὁ λόγος. ἐκδεδώκασι γὰρ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τῶν σπηλαίων, τὴν γύμνωσιν, ἵν' ᾖ τοιοῦτον τὸ λεγόμενον Οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὴν γύμνωσιν αὐτῶν. 9Καὶ σὺ καρδία σαλεύθητι καὶ σείσθητι· ἐκύκλωσεν ἐπὶ σὲ ποτή- ριον δεξιᾶς Κυρίου, καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου. διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων 2.111 πτοήσει σε, δι' αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως, καὶ πάντων τῶν κατοικούντων αὐτήν.9 Ἔνεστί πως ἀεὶ καὶ προσπεφυκὸς ὁρᾶται δεινῶς ταῖς τῶν ἀλαζόνων ψυχαῖς καὶ τὸ πλείστην ὅσην εἰς νοῦν ἔχειν ἀναι σθησίαν, καὶ μέντοι καὶ πρὸς τῷδε τὸ οἴεσθαι κατὰ σφᾶς ἀκράδαντον ἕξειν τῆς εὐημερίας τὴν μέθεξιν, ἀποσείονται δὲ ὥσπερ, καὶ σφόδρα γενικῶς, τὸ προσδοκᾶν ὅλως ἔσεσθαί ποτε τὴν ἐπὶ τὰ χείρω τῶν πραγμάτων μεταδρομήν. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς τοῦ ∆αυεὶδ ὡς ἐκ προσώπου λεγόμενον τῶν ἐν εὐπαθείαις ὄντων καὶ τρυφαῖς "Ἐγὼ δὲ εἶπα ἐν τῇ "εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα." ἠῤῥωστηκότι δὴ οὖν ἐκ πολλῆς ἄγαν ὑπεροψίας τῷ Βαβυλωνίῳ τὸ ἀν- άλγητον, μονονουχὶ καὶ ἐπιπλήττει λοιπὸν ὡς ἀτέγκτῳ, λέ- γων Καὶ σὺ καρδία σείσθητι, τουτέστι, μὴ ἐν ἀκλονήτοις εὐη- μερίαις ἐρηρεῖσθαι νομίσῃς, εἰσδέχου λοιπὸν τὰς [περὶ] τῶν λυπούντων ἐννοίας, ἐν αἰσθήσει τῶν συμβησομένων γενοῦ, καὶ παραχώρει τῇ πείρᾳ, καίτοι πρὸ[ς] αὐτῆς οὐδ' ὅσον εἰπεῖν κἂν γοῦν ἐν ψιλαῖς ἐπινοίαις ἀξιώσας ἑλεῖν, ὅτι γενήσῃ ποτὲ καὶ αὐτὸς ἐν σκυθρωποῖς, καὶ τοῖς ἀνιᾶν οὐ μετρίως πεφυ- κόσιν ἡ σὴ περιπεσεῖται καρδία. τί δὴ οὖν ἄρα τὸ σαλεῦον αὐτὴν καὶ καταδονοῦν εἰς λύπας; Ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς Κυρίου καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου. ὥσπερ γὰρ αὐτὸς ἐπότιζες τὸν πλησίον ἀνατροπῇ θολερᾷ, τὸν αὐτὸν τρόπον τὰ ἐκ τῆς θείας ὀργῆς ἐπενεχθησόμενα πεπ[τ]ωκὼς, βδελυρὸς ἔσῃ παρὰ πᾶσιν ἠτιμωμένος, οἰκτρός τε καὶ ἀπεῤ- ῥιμμένος, καὶ τῆς ἀρχαίας ἐκείνης εὐκλείας ὁλοτρόπως ἡττώ- 2.112 μενος. δεξιᾶς δὲ Κυρίου τὸ ποτήριον εἶναι λέγων ὁ μακάριος Προφήτης, οἷον ἀναπείθει φρονεῖν, ὡς οὐκ ἂν ἐνδέχοιτο μὴ πιεῖν, αὐτὸ Θεοῦ προσκομίζοντος. ἔδει γὰρ πάντως ἀνατλῆ- ναι τὰ ἐξ ὀργῆς· "Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς "ἀνοίξει;" κατὰ τὸ γεγραμμένον, καὶ ᾗ φησὶν ὁ προφήτης "Τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;" ἀνθ' ὅτου δὴ οὖν τὰ τοιάδε συμβήσεται, διατρανοῖ λέγων Ὅτι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε καὶ ταλαιπωρία θηρίων πτοήσει σε. καὶ Λίβανος μὲν ὄρος τῆς Φοινίκης ἐστὶ, τῶν ὅτι μάλιστα διαφανεστάτων, εὔξυλόν τε καὶ εὐῶδες ὡς λιβανοφόρον. παρεικάζει δὲ αὐτῷ τὴν Ἱερουσαλὴμ ἔσθ' ὅτε τὸ γράμμα τὸ ἱερὸν, διά τοι τὸ πολλαῖς ἁγίαις ἐπισεμνύνεσθαι κεφαλαῖς, ὑψοῦ τε ἠρμέναις καὶ φρονούσαις τὰ ἐν οὐρανοῖς, καὶ τῷ τῆς εὐσεβείας κάλλει περιβυθισμέναις. τούτων διαμέμνηται καὶ ὁ μακάριος ∆αυεὶδ, οὕτω λέγων πρὸς Θεόν "Αἱ κέδροι τοῦ "Λιβάνου ἃς ἐφύτευσας, ἐκεῖ στρουθία ἐννοσσεύσουσι." κέδρου γὰρ δίκην τῶν ἁγίων ἕκαστος, καθάπερ ἔφην ἀρτίως, αἴρεται ὑψοῦ, τῷ μὴ φρονεῖν ἀνέχεσθαι τὰ κατεῤῥιμμένα, τουτέστι τὰ ἐπὶ γῆς, καὶ οἷον σκέπη γίνεται τοῖς ἑτέροις, στρουθίων δίκην δεχόμενος τοὺς ὑπ' αὐτῷ μαθητεύεσθαι βουλομένους. οὐκοῦν ἐπειδήπερ ἐκπεπόρθηκε μὲν ὁ Χαλ- δαῖος τὴν Ἱερουσαλὴμ, ἠσέβησε δὲ καὶ προσκέκρουκε τῷ Θεῷ, προσεμπρήσας τῇ πόλει τὸν θεῖον ναὸν, ἥλω δὲ καὶ αὐτὰ περιυβρίσας τὰ ἅγια, ταύτῃτοί φησι καλύψειν αὐτὸν 2.113 τὴν ἀσέβειαν τοῦ Λιβάνου τὴν κατ' ἐκείνου γεγενημένην. Λίβανον δὲ, ὡς ἔφην, ἢ τὴν Ἰουδαίαν, ἤγουν τὰ Ἱεροσόλυμακαλεῖ· οἰηθείη δ' ἄν τις καὶ αὐτὸν ἴσως τὸν νεὼν πολὺ τὸ εὐῶδες ἔχοντα, καὶ ταῖς τῶν ἱερέων καθάπερ τισὶ κέδροις κομῶντα κεφαλαῖς. τίνα δὲ τρόπον αὐτὸν ἡ κατὰ τοῦ Λι- βάνου γεγενημένη καλύψειν ἔμελλεν ἀσέβεια, παρέδειξε προστιθείς Ὅτι ταλαιπωρία θηρίων πτοήσει σε. ἔοικε δὲ πάλιν θῆρας ἀποκαλεῖν τοὺς Κύρῳ συνωπλισμένους Πέρσας τε καὶ Μήδους, ὡς πολὺ τὸ ἀτίθασον ἔχοντας, καὶ εἰς ὠμότητα τεθηγμένους. ὅτι δὲ κολάζει Θεὸς οὐ μάτην, ἀλλ' οἷς ἄν τις δράσειε τὰς ἰσοῤῥόπους ἐπάγει ποινὰς, ἐδίδαξεν ἐπειπών ∆ι' αἵματα ἀνθρώπων καὶ ἀσεβείας τῆς πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν. Ἀκούσεται δὲ καὶ τῶν Φαρισαίων ἕκαστος, οἳ καὶ τῆς κατὰ Χριστοῦ μανίας γεγόνασιν εὑρεταὶ καὶ συνθέται Καὶ σὺ καρδία σαλεύθητι καὶ σείσθητι. ἐκύκλωσε γὰρ ἐπ' αὐτοὺς ποτήριον δεξιᾶς Κυρίου, συνήχθη δὲ καὶ ἀτιμία ἐπὶ τὴν δόξαν αὐτῶν. ἐκπεπώκασι δὲ ὡς ὀλέθρου ποτήριον τὴν ἐπισυμ- βᾶσαν αὐτοῖς ὀργὴν, ἄτιμοί τε γεγόνασι καὶ ἁπάσης εὐκλείας ὡς ἀπωτάτω. ἠσέβησαν γὰρ καὶ οὗτοι κατὰ τοῦ Λιβάνου. Λίβανον δὲ νοήσεις τὴν Ἐκκλησίαν, τὴν ἀληθῶς εὐώδη, τὸ ὄρος τὸ διαφανὲς, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον. ἐδίωξαν δὲ τὴν Ἐκκλησίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. τοι- γάρτοι καὶ κατεπτόηνται καθάπερ ὑπὸ θηρίων τῶν πεπορ- θηκότων αὐτοὺς, καὶ πολλοῖς αἵμασι γεγονότες ἔνοχοι τοῖς τῶν ἁγίων προφητῶν, προσέθηκαν τούτοις καὶ τὰ τῶν πε- πιστευκότων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὧν 2.114 ἀπαρχὴ γέγονεν ὁ μακάριος Στέφανος, τῶν ἁγίων μαρτύρων πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ δεδειγμένος. 9Τί ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασεν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ, ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωφά.9 Ἡ μὲν οὖν θέσις τοῦ ῥητοῦ κατὰ τοῦτόν ἐστι τὸν τρόπον. τί γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν ὅτι ἔγλυψαν αὐτό; τί δὲ ὠφελεῖ ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ ὅτι πέποιθεν ἐπ' αὐτῷ; τίς δὲ δὴ πάλιν ὁ τοῦ Προφήτου σκοπὸς, ἐροῦμεν ὡς ἔνι. Κύρου καὶ Μήδων κατὰ τῆς τῶν Βαβυλωνίων ἐμβεβληκότων, καὶ τοῦ πολέμου λοιπὸν περιηγγελμένου, τὰ αὐτοῖς συνήθη δρῶντες οἱ μάγοι τοὺς ψευδωνύμους ἐκάλουν θεοὺς εἰς ἐπι- κουρίαν κινδυνευούσῃ τῇ πόλει, θυσίας τε καὶ σπονδὰς τοῖς ἀναισθήτοις προσῆγον, ὅλην ἐπ' αὐτοῖς τοῦ σώζεσθαι τὴν ἐλπίδα θέμενοι. ἀλλ' ἦν ὕθλος καὶ φενακισμὸς ἐκεῖνα, ἀπάτη τε καὶ κενοβουλία, καὶ ἕτερον οὐδέν· ἥλω γὰρ καὶ πεπόρ- θηται, καὶ τοῦτο παθεῖν οὐκ οἰηθεῖσά ποτε. διαγελᾷ τοι- γαροῦν ὁ τῶν ὅλων Θεὸς τῶν πεπλημμελημένων τὴν σκέψιν, καὶ τὴν ἐπὶ τοῖς ἀψύχοις ἐλπίδα. τί γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν, ἕτερον οὐδὲν ὑπάρχον ἢ φαντασία ψευδὴς οὐδὲν ἔχουσα τὸ ἀληθές; θεία γὰρ ὅλως δύναμις πῶς ἂν ἢ πόθεν εἶναι πιστεύοιτο τοῖς ἐξ ἀνθρωπίνων χειρῶν πεπλαστουργη- μένοις; εἰκαῖον οὖν ἄρα τὸ ἐπ' αὐτοῖς πεποιθέναι, καὶ κατα- γέλαστον ἀληθῶς τὸ χρῆμά ἐστι παρά γε τοῖς ἐῤῥωμένον ἔχουσι νοῦν καὶ τὴν φρένα διεγηγερμένην. δοκεῖ δέ τις καὶ 2.115 καθ' ἕτερον τρόπον τὴν τῶν προκειμένων δύναμιν ἀναπτύξαι. ᾑρηκὼς γὰρ τὰς πόλεις ὁ Βαβυλώνιος, καὶ πάσας, ὡς ἔπος εἰπεῖν, ἀναστήσας τὰς χώρας, ἀπονένευκεν ἀσχέτως εἰς τὸ ὑψοῦ καὶ ἀχάλινον, ἐνόσει λοιπὸν τὴν ὑπεροψίαν, καὶ τὴν Θεοῦ δόξαν ὁ δείλαιος τῇ οἰκείᾳ περιθεὶς κεφαλῇ, γράφει μὲν εἰκόνα χρυσῆν, καθάπερ καὶ ὁ θεσπέσιος προφήτης γέγραφε ∆ανιήλ. εἶτα προσκυνεῖν ἐκέλευεν αὐτῇ φυλάς τε καὶ γλώσσας, καὶ τοῖς τοῦτο δρᾶν οὐκ ἀνεχομένοις θάνατος ἦν ἡ δίκη. τί τοίνυν τὸ ἐντεῦθεν ὤφελος; εἰπέ φησιν. ὁ γὰρ οἰηθεὶς εἶναι καὶ θεὸς, εἰς λῆξιν ἤδη διελήλακε λοιπὸν τοῦ παντὸς κακοῦ, καὶ ταῖς ἐπέκεινα λόγου περιπέπτωκε συμφοραῖς. 9Οὐαὶ ὁ λέγων τῷ ξύλῳ Ἔκνηψον ἐξεγέρθητι, καὶ τῷ λίθῳ Ὑψώ- θητι· καὶ αὐτό ἐστι φαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ. ὁ δὲ Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.9 Ἕπεται πάλιν, ὡς ἔφην ἀρτίως, τῶν προκειμένων ἡ δύνα- μις. ταλανίζει γὰρ εἰκότως τοὺς πεπλανημένους, οἳ τὸν ἕνα τε καὶ φύσει καὶ ἀληθῶς καταλελοιπότες Θεὸν, καὶ τῆς εἰς αὐτὸν εὐλαβείας παρεκθέοντες τὴν ὁδὸν, ἴενται πρὸς ἀπώ- λειαν, ξύλῳ μὲν ἐπιφωνοῦντες Ἔκνηψον, ἐγέρθητι, λίθῳ δὲ λέγοντες ἀβουλοτάτως Ὑψώθητι. ἔθος γὰρ τοῖς πεπλανη- 2.116 μένοις, εἰ δήπου τις καταπτοήσειε φόβος, ἀνάπτειν βωμοὺς, ἀνοιγνύναι τεμένη, καὶ τοῖς ἀψύχοις εἰδώλοις ἐπιφωνεῖν Ἐλεήσατε, σώσατε, ὑψώθητι καὶ σὺ λίθε, προασπίζων ὡς θεὸς τῶν τὰ σὰ σεβόντων κράτη, καί σε προσκυνεῖν ᾑρη- μένων. οὐαὶ δὴ οὖν τοῖς τοιούτοις εἰκότως, ὅτι τοῖς ἐκ χρυ- σίου καὶ ἀργυρίου πεποιημένοις, τοῖς οὐκ ἔχουσι πνεῦμα, προσκείμενοι τὰς τοιαύτας λέγουσι φωνὰς, ἃς ἦν δήπου Θεῷ λέγειν ἄμεινον τῷ κατοικοῦντι τὸν οὐρανὸν καὶ ναὸν ἴδιον ἔχοντι τὴν ἄνω πόλιν. ἅγιος γὰρ ἐν ἁγίοις κατοικεῖ, καὶ τοῖς σεβομένοις αὐτὸν ἐναυλίζεται. Χρήσιμον οὖν τι καὶ ἀναγκαῖον ὁ Προφήτης ἡμῖν ἐπι- φθέγγεται, τό Εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. προσκυνητέον γὰρ τοῖς γε ἀληθῶς ἀρτίφροσιν ἕνα τὸν φύσει καὶ ἀληθῶς Θεὸν καὶ αὐτῷ τὸ σέβας ἀνάψει πᾶς σοφὸς, αὐτῷ προσοίσει καὶ τὰς ἱκετείας, παρ' αὐτοῦ ζητήσει τὸ σώζεσθαι, καὶ αὐτὸν ὁμολογήσει ∆ημιουργὸν, ∆εσπότην τῶν ὅλων, Σωτῆρα καὶ Λυτρωτὴν, πανσθενῆ, πάναγνον, καὶ τὰς τῶν πραγμάτων μετασκευάζοντα φύσεις, ἐφ' ὅπερ ἂν ἕλοιτο κατὰ καιροὺς καὶ ἰδίοις νεύμασι τόδε τὸ πᾶν διϊθύνοντα.
ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ. Προσευχὴ Ἀμβακοὺμ τοῦ Προφήτου μετ' ὠδῆς.
∆ιαπεράνας εὖ μάλα τὸν ἐπὶ τῇ Βαβυλῶνι λόγον, καὶ ὅτι πικρὰς ἀποτιοῦσι δίκας οἱ καταδῃώσαντες μὲν τὴν ἁγίαν πόλιν, ἀποκομίσαντες δὲ τὸν Ἰσραὴλ αἰχμάλωτον διαρκέ- στατα προαναπεφωνηκὼς, εὐαφόρμως ἔρχεται πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ὡς ἐκ λυτρώσεως τῆς γεγενημένης ἐφ' ἑνὸς ἔθνους καὶ μερικῶς, παρακομίζει τὸν λόγον εἰς τὴν κατὰ πάντων καὶ γενικωτάτην, ὑφ' ἧς σέσωσται μὲν τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, σέσωσται δὲ οὐδὲν ἧττον ἡ σύμ- πασα γῆ. Κῦρος μὲν γὰρ ὁ Καμβύσου τῆς αἰχμαλωσίας ἀνῆκε τὸν Ἰσραὴλ, τὴν ἀλαζόνα καὶ θεομισῆ βασιλείαν καθελὼν, φημὶ δὲ δὴ τὴν Χαλδαίων. ἐξεικονισμὸς δὲ ἄρα καὶ ὑποτύπωσις τὸ δρώμενον ἦν τῶν διὰ Χριστοῦ κατωρ- θωμένων· ὃς πᾶσαν τὴν ἀνθρωπότητα δορίληπτον ὥσπερ εὑρὼν, καὶ ὑπὸ χεῖρα κάμνουσαν τὴν τυραννικήν· βεβασί- λευκε γὰρ ὥσπερ ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ σατανᾶς· ἀπ- 2.118 έφηνε μὲν ἐλευθέρους δεσμῶν τε καὶ πόνων, καὶ αὐτῆς δὲ τῆς ἐκτόπου δουλείας ἀνεὶς, ἀνεκόμισεν ὥσπερ εἰς τὴν ἁγίαν πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλήμ. γεγόναμεν γὰρ, κατὰ τὸ γεγραμμένον, "συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ "Θεοῦ" καὶ πατρίδα λοιπὸν ἐπεγραψάμεθα τὸν οὐρανόν. κατατεθηπὼς δὴ οὖν ὁ Προφήτης τοῦ μυστηρίου τὴν δύνα- μιν, καὶ τὴν ἄφραστόν τε καὶ θεοπρεπῆ τῆς μετὰ σαρκὸς ἐπιδημίας τοῦ Μονογενοῦς οἰκονομίαν ὑπεραγάμενος, ποιεῖται τὴν προσευχὴν, ὡς ἐν ᾠδῆς τρόπῳ, κατ' ἐκεῖνό που πάντως τὸ διὰ φωνῆς τοῦ ∆αυείδ "Ἡ γλῶσσά μου μελετήσει τὴν "δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου." 9Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.9 Νοοῖτο δ' ἂν ὁ λόγος καὶ πρὸς αὐτὸν, εἴπερ ἕλοιτό τις, γεγονὼς τὸν τῶν ὅλων Πατέρα καὶ Θεὸν, ὡς ἀποκαλύπτοντα τὸν Υἱὸν, ἀκοήν τε τὴν περὶ αὐτοῦ διατρανοῦντα διὰ τοῦ Πνεύματος· ἢ καὶ πρὸς αὐτὸν εἰκότως τὸν ἐνανθρωπήσαντα Λόγον. καὶ εἰ μέν τις λέγοι πρὸς τὸν Πατέρα γενέσθαι τυχὸν, τοιόνδε τι συνήσομεν Ὦ τῶν ὅλων ∆έσποτα, φησὶ, τὴν δοθεῖσαν ἀποκάλυψιν, ἤγουν ἀκοὴν τὴν περὶ τοῦ σοῦ γεννήματος κατατέθηπά τοι· φρικτὰ γάρ ἐστι, καὶ πέρα λόγου τὰ διηγήματα, καὶ τῆς οἰκονομίας ὁ τρόπος παντὸς ἂν εἴη λοιπὸν ἐπέκεινα νοῦ· εἰ δὲ δὴ λεπτὸν ἐνιεὶς τῆς καρδίας τὸν ὀφθαλμὸν τὴν τῶν σῶν ἔργων καταθρήσαιμι δύναμιν, ἔκ στασις ἔσται τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. βλέποντος δὲ τοῦ λόγου πρὸς τὸν Υἱὸν, οὐδὲν ἧττον προσβαλοῦμεν κατὰ τοιόνδε τινὰ τρόπον Ὦ Κύριε καὶ κατάρχων τῶν ὅλων, 2.119 κἂν εἰ καὶ γένονας σὰρξ, τὴν περὶ σοῦ δεξάμενος ἀκοὴν, ἤγουν ἄκουσμά τε καὶ ἀποκάλυψιν, εἰς δέος ἐμπέπτωκα. καταπέπληγμαι δὲ, καὶ σφόδρα εἰκότως, τὴν τοῦ πράγμα- τος ὑπερβολήν. μανθάνω γὰρ, ὅτι ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν ὁτιοῦν ὑπάρχων τῷ γεγεννηκότι, σαυτὸν μὲν καθήσεις εἰς ἑκούσιον κένωσιν, γενήσῃ δὲ καθ' ἡμᾶς ἄνθρω- πος ἐκ γυναικὸς, καὶ τὴν τῆς δουλείας ἀνατλήσῃ μορφὴν, καὶ Θεὸν μεθ' ἡμῶν ἐπιγράψῃ τὸν σεαυτοῦ Πατέρα, ὑπήκοος δὲ γενήσῃ, καὶ "μέχρι θανάτου, θανάτου δὲ σταυροῦ." εἰσα- κήκοα τοίνυν τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. εὐηγγελίσω γὰρ τυφλοῖς ἀνάβλεψιν, ἐκή- ρυξας αἰχμαλώτοις ἄφεσιν, ἰάσω τοὺς συντετριμμένους τὴν καρδίαν, ἐπέστρεψας τὸ πλανώμενον, κατέδησας τὸ συντε- τριμμένον, φῶς γέγονας τοῖς ἐν σκότει, θύρα καὶ ὁδὸς εἰς ζωὴν καὶ ἁγιασμὸν, γέγονας εἰρήνη, συνείρων διὰ τῆς πίστεως εἰς ἕνα λαὸν τούς τε ἐκ περιτομῆς, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν, γέγονας "λίθος ἀκρογωνιαῖος, ἐκλεκτὸς, ἔντιμος·" κατεκτήσω τὴν οἰκουμένην τῷ Θεῷ καὶ Πατρὶ, ἠλευθέρωσας ἁμαρτιῶν τοὺς ἐξ ἀσθενείας ἑαλωκότας, ἐξείλου χειρὸς διαβολικῆς, τῇ τῆς υἱοθεσίας χάριτι κατελαμπρύνθη τὸ δοῦλον, οὐρανοῦ πολίτης ὁ ἐκ γῆς γέγονεν ἄνθρωπος· ἀξιάκουστον δὲ πρὸς τούτοις κἀκεῖνο, οἶμαί που· ὁ γὰρ πάντα ζωογονῶν, ὑπο- μεμένηκας μεθ' ἡμῶν τὸν τῆς σαρκὸς θάνατον. πλὴν γέ γονας "πρωτότοκος ἐκ νεκρῶν," καὶ ἀπαρχὴ τῶν κεκοιμη- μένων, καὶ πρωτόλειον ἀνθρωπότητος ἀνακομισθείσης εἰς ἀφθαρσίαν. ἀνεβίως γὰρ ὡς Θεὸς, τὸ σκληρὸν καὶ δυσάν- τητον πατήσας θηρίον, τουτέστι τὸν θάνατον, παρέλυσας 2.120 τῆς ἀρχαίας ἀρᾶς ἐκείνης τὴν δύναμιν. πέπαυται δὲ ἐν σοί τε καὶ διὰ σοῦ τό "Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ," καθ' ἡμῶν εἰρημένον. 9Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.9 Κατὰ διαφόρους τρόπους ἡρμήνευται τοῦτό τισι. καὶ ὁ μὲν ἔφη, δύο κεκλῆσθαι ζῷα τὸ Πνεῦμα καὶ τὸν Υἱὸν, ὧν καὶ ἐν μέσῳ γινώσκεσθαι τὸν Θεὸν καὶ Πατέρα. ἀμαθὲς δὲ οἶμαι τὸ τῇδε νοεῖν, καὶ πολὺ τὸ εὔηθες ἔχον. τίς γὰρ ὁ φάναι τολμῶν, ὅτι ζῷόν ἐστιν ἡ ζωὴ, τουτέστιν, ὁ Υἱὸς ἤτοι τὸ Πνεῦμα τὸ Ἅγιον; ζωὴ γὰρ μᾶλλον τὸ ζωοποιοῦν, ζῷον δὲ δὴ τὸ τῆς παρ' ἑτέρου μετέχον ζωῆς. ἄτοπον δὲ καὶ ἑτέρως μέσον ὥσπερ ἀμφοῖν νοεῖσθαι τὸν Πατέρα, ὅς γε καὶ πρῶτος ὀνομάζεται κατά γε τὴν σύνταξιν τῆς ὁμολογίας τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος. καὶ οὐ δήπου φαμὲν, ὡς προτεταγμένος κατὰ τὴν κλήσιν τοῦ τε Υἱοῦ καὶ τοῦ Πνεύματος, προὐφέστηκεν αὐτῶν· λῆρος γὰρ τοῦτο καὶ ψευδοέπεια· διακείμεθα δὲ μᾶλλον καὶ πεπιστεύκαμεν, ὅτι καὶ συναΐδιον ἔχει τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, καὶ ἦν, ὅ ἐστιν, οὐ δίχα τοῦ ἰδίου Πνεύματος, ἀλλ' ἅμα τε Θεὸς νοεῖται ὁ Πατὴρ, καὶ συνεισβέβηκεν εὐθὺς ἡ ὕπαρξις τοῦ δι' ὅν ἐστι Πατὴρ, καὶ αὐτὸ δὲ τὸ θεῖον αὐτοῦ καὶ ἅγιον Πνεῦμα. ἐπειδὴ δὲ πηγή τις ὥσπερ ἐστὶ τοῦ ἰδίου γεννή- ματος, οἰκονομικῶς προωνόμασται. ὅπως οὖν ἔσται μέσος Υἱοῦ καὶ Πνεύματος, ἐννοεῖν οὐκ ἔχω. ἀλλ' ἐροῦσιν ἴσως, κατά γε τὸ εἰκὸς, ὡς ἐν τόπῳ χρῆναι νοεῖσθαι τὸ μέσον. 2.121 ἀλλὰ καὶ τοῦτο ἄτοπον. οὐ γὰρ ἐν τόπῳ τὸ θεῖον, ὅτι μήτε ἐν ποσῷ, μήτε μὴν κατὰ σῶμά ἐστιν. Ἕτεροι δὲ αὖ δύο ζῷα εἰρήκασι, τήν τε νέαν καὶ τὴν παλαιὰν διαθήκην, ὧν ἐν μέσῳ γινώσκεται ὁ Χριστός. ἐν δὲ τοῖς τοιούτοις θεωρήμασιν οἶμον ἴτω τις, ἣν ἂν βούλοιτο καθ' ἑαυτόν· ἡμεῖς δὲ ἅπαξ τὸν λόγον εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον περιτρέποντες, νομικὴν ποιησόμεθα τὴν τῶν νοη- μάτων ἀφήγησιν. γέγονε τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἱλαστήριον διὰ τῆς πίστεως· ἐδόκει γὰρ ὧδε φρο- νεῖν τε καὶ λέγειν καὶ τῷ θεσπεσίῳ Παύλῳ· ἀπηλλάγμεθα γὰρ δι' αὐτοῦ παντὸς αἰτιάματος, ἵλεώ τε καὶ εὐάντητον ἐσχήκαμεν τὸν Πατέρα. καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης "Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. "καὶ ἐάν τις δὲ ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πα- "τέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι "περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, "ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου." ἐπειδὴ δὲ ἦσαν τύποι τῶν ἐσομένων κατὰ ἀλήθειαν τὰ πάλαι δι' αἰνιγμάτων ἀνα- τυπούμενα, φέρε τι λέγωμεν τὸν ἐν τῇ ἁγίᾳ σκηνῇ γεγονότα παρὰ τοῦ Πατρὸς ἱλαστήριον δεικνύοντες τὸν Υἱόν. προσ- τέταχε τοίνυν ὁ τῶν ὅλων Θεὸς κιβωτὸν γενέσθαι καὶ λυχνίαν, καὶ μέντοι καὶ τράπεζαν ἐν τῇ ἁγίᾳ σκηνῇ· εἶτα πρὸς τούτοις ἱλαστήριον ἐκ χρυσοῦ καὶ πορφύρας καὶ βύσ- σου κεκλωσμένης καὶ κοκκίνου διανενησμένου, καὶ τοῦτο ἐπὶ τεσσάρων αἰρόμενον στύλων ἐπεκρέματο τῇ ἁγίᾳ κιβωτῷ· εἶτα δύο Χερουβὶμ εἰς δέξιόν τε καὶ εὐώνυμον ἐκ χρυσοῦ 2.122 πεποιημένα περιειστήκει τὸ ἱλαστήριον, τὰ πρόσωπα πρὸς αὐτὸ συντείνοντα. αἴνιγμα δὲ ἦν τὸ χρῆμα πάλιν μυστηρίου τοῦ κατὰ Χριστόν. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, καίτοι Θεὸς καὶ Κύριος τῶν ὅλων ὑπάρχων, ὡς ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνὼς κατὰ φύσιν. ἀλλ' εἰ καὶ γέγονε σὰρξ, καὶ τέθειται παρὰ τοῦ Πατρὸς ἱλαστήριον, οὐκ ἀποβέβληκεν ὅπερ ἦν, τουτέστι, τὸ εἶναι Θεός· ἀλλ' ἔστι καὶ οὕτως ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεοπρεπεῖ, καὶ πάλιν αὐτὸν περιεστᾶσιν αἱ ἄνω δυνάμεις, τὰς αὐταῖς συντεταγμένας ἀποπεραίνουσαι λειτουργίας. ταύτῃτοι τὰ Χερουβὶμ περιεστᾶσι τὸ ἱλαστή- ριον, καὶ πρὸς αὐτὸ βλέπουσι διὰ παντός. ἔθος γὰρ ταῖς ἄνω δυνάμεσιν, ἁγίαις οὔσαις καὶ πανάγνοις, ἀεὶ κατασκέπτεσθαι τὰ Θεοῦ, καὶ εἰς αὐτὸν βλέπειν, καὶ εἰς τὰ αὐτῷ δοκοῦντα καὶ φίλα τετράφθαι διὰ παντός. γνωσθήσῃ δὴ οὖν, ὦ ∆έσ- ποτα, φησὶ, τίς ἔσῃ, καθ' ἡμᾶς γεγονώς· ὅτι γὰρ ἱλαστήριον, ὡς ἐκ παραδείγματος τοῦ ἐν τῇ ἁγίᾳ σκηνῇ, γνωσθήσῃ σαφῶς. ἕστηκας γὰρ ἐν μέσῳ δύο ζῴων, τουτέστι, τῶν Χερουβὶμ, καὶ ὄνομά σοι, τὸ ἱλαστήριον. καὶ ἀληθὴς ὁ λόγος· ὡς γὰρ αὐτός φησιν ὁ Χριστός "Οὐκ ἀπέστειλεν ὁ Πατὴρ "τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον· ἀλλ' ἵνα "σωθῇ ὁ κόσμος δι' αὐτοῦ." 9Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ.9 Προκεχρησμῴδηκε μὲν ὁ νόμος τὸ Χριστοῦ μυστήριον· καὶ μὴν καὶ ὁ τῶν ἁγίων προφητῶν προανεκεκράγει χορός· 2.123 συμβάλλοντες δὲ χρησίμως τοῖς πάλαι περὶ αὐτοῦ γεγραμ- μένοις τὰ ἐν καιρῷ τῆς ἐπιδημίας συμβεβηκότα τε καὶ κατωρ- θωμένα, βεβαιοτέρους ἡμᾶς εἰς τὴν ἐπ' αὐτῷ πίστιν προκα- θιστᾶσιν οἱ μυσταγωγοὶ ποικίλως, καὶ αὐτοὺς δὲ πλειστάκις εὑρήσομεν τὸν οἰκεῖον ἐντεῦθεν ἐμπεδοῦντας νοῦν· ὁποῖον ἐστὶν ἐκεῖνο τὸ διὰ φωνῆς εὐαγγελιστῶν. ἐκβέβληκε μὲν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τοὺς βόας, καὶ τὰς τραπέζας ἀνέτρεψε τῶν κολλυβιστῶν, "Καὶ ποιήσας φραγέλλιον "ἐκ σχοινίων πάντας ἐξέβαλε, λέγων Μὴ ποιεῖτε τὸν οἶκον "τοῦ Πατρός μου οἶκον ἐμπορίου·" καὶ τί τὸ ἐντεῦθεν; "̓Εμνήσθησαν, φησὶν, οἱ μαθηταὶ αὐτοῦ, ὅτι ἦν γεγραμ- "μένον Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με." οἰηθέντι δέ ποτε τῷ Ἰωσὴφ τὴν μνηστευθεῖσαν αὐτῷ διεφθάρθαι παρ- θένον, ἐθέλοντί τε λάθρα ἀπολῦσαι αὐτὴν, "Ὤφθη, φησὶν, "ἄγγελος Κυρίου κατ' ὄναρ λέγων Ἰωσὴφ υἱὸς ∆αυεὶδ, μὴ "φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ "ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν Ἁγίου. τέξεται δὲ "υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ "σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ." εἶτα λόγιον ἱερὸν παρεκόμιζε πρὸς πληροφορίαν· ἔφη γὰρ πάλιν ὡδί "Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ "τοῦ προφήτου λέγοντος Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει "καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ- "μανουήλ." εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν Ἐμμανουὴλ ἐκ τῶν τοῖς προφήταις προεπηγγελμένων τὴν ἐφ' ἑαυτῷ κρατύνοντα πίστιν, ἀξιοῦντά τε δι' αὐτῶν ἤδη τῶν πραγμάτων ἐπιγινώ- 2.124 σκεσθαι, καὶ τοῖς ἤδη προειρημένοις τὴν τῶν ἀποτελεσμάτων συμφέροντας ἔκβασιν, ἐνδοιάζειν οὐδαμῶς ὡς αὐτὸς εἴη λοιπὸν, ὁ διὰ νόμου καὶ προφητῶν προκεκηρυγμένος. ἧκον μὲν γὰρ πρὸς αὐτόν τινες τῶν Ἰωάννου μαθητῶν, φιλοπευ- στοῦντες καὶ λέγοντες "Ἰωάννης ὁ Βαπτιστὴς ἀπέστειλεν "ἡμᾶς λέγων Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;" ὁ δὲ, καίτοι λέγειν ἐξόν Ἐγὼ καὶ οὐχ ἕτερος, ἐπὶ τὴν ἀρχαίαν αὐτοὺς ἀναπείθει προάγγελσιν ἀναφοιτῆσαι λέγων "Πορευ- "θέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ "ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ "κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελί- "ζονται, καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν "ἐμοί." ἀτρεκὲς οὖν ὅτι, καθά φησιν ὁ Προφήτης, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, καὶ ὅτι κατὰ καιροὺς τοὺς πάλαι προωρισμένους ὡς ἐν θελήσει τε καὶ βουλῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνεδείχθη Χριστός. ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς ἐπέφανεν ἡμῖν, ἐπεγνώσθη τε καὶ ὡμολόγηται, καθά- περ ἀμέλει καὶ πρό γε τῶν ἄλλων ὁ Ναθαναὴλ ἀνακεκράγει λέγων "Ῥαββὶ σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ "̓Ισραήλ." ἐπεγνώσθη δὴ οὖν ἐν τῷ ἐγγίζειν τὰ ἔτη, του- τέστιν, ὡς ἐν τῷ καιρῷ τῆς μετὰ σαρκὸς οἰκονομίας. ἐπεγ- νώσθη τε παρά τε ἁγίων καὶ ἁπάσης ἤδη λοιπὸν τῆς ὑπ' οὐρανόν. ἐγνώκαμεν γὰρ τὸν ἐν μέσῳ δύο ζῴων, ἱλαστή- ριον ὡς ἐν αἰνίγμασι νομικοῖς προανατυπούμενον, τουτέστι, Χριστόν. 9 Ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ.9 2.125 Προσκέκρουκεν ἡ ἀνθρώπου φύσις τῷ ∆ημιουργῷ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὃς ὀλίγου παντελῶς ἠξίωσε λό- γου τὴν δοθεῖσαν ἐντολήν. τοιγάρτοι καὶ τεταράγμεθα καὶ διολώλαμεν, ἀρᾷ καὶ δίκῃ περιπεσόντες οἱ δείλαιοι, καὶ θανάτῳ κεκρατήμεθα παροργισθέντος Θεοῦ· ἤκουε γὰρ ὁ προπάτωρ Ἀδὰμ, ὡς ῥίζα τοῦ γένους "Γῆ εἶ, καὶ εἰς γῆν "ἀπελεύσῃ." πλὴν οὐ μέχρι παντὸς περιεῖδεν ἡμᾶς ὁ ∆η- μιουργὸς, ἀλλὰ κατηλέησεν ὡς Θεός. εἰ γὰρ καὶ "Κατέπιεν "ὁ θάνατος ἰσχύσας" κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀλλὰ "πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· "τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς." κατήρ- γηται γὰρ ἐν Χριστῷ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης τῆς ἁμαρτίας, ἐφ' ᾗ καὶ ὠνειδίσμεθα· "Κύριος γὰρ ἐμνήσθη "ἡμῶν, καὶ ἠλέησεν ἡμᾶς," καθὰ καὶ ὁ θεσπέσιος ἀνα- μέλπει ∆αυείδ. ἀνεκόμισε γὰρ ἡμᾶς εἰς ἀφθαρσίαν καὶ ζωὴν, καίτοι τεταραγμένους, καθάπερ ἔφην ἀρτίως, ἀπόγε τῆς θείας ὀργῆς, ὡς καὶ ἐν ἐκλείψει γενέσθαι τοῦ Πνεύ- ματος, τουτέστιν, ἐν ἀποθέσει τε καὶ ἀποβολῇ τῆς ψυχῆς· πράττεται γὰρ οὕτως ἐν ἡμῖν ὁ θάνατος. ὅτι δὲ καταδεδικάσ- μεθα μὲν τῷ θανάτῳ προσκεκρουκότες Θεῷ, σεσώσμεθα δὲ πάλιν ἠλεημένοι, πιστώσεται λέγων ὁ μακάριος ∆αυεὶδ πρὸς τὸν τῶν ὅλων ∆ημιουργόν "Ἀποστρέψαντος δὲ σοῦ τὸ πρό "σωπον ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψου- "σιν. ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ "ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." πεπονθότες μὲν γὰρ τὴν ἀποστροφὴν διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὑπεστρέψαμεν εἰς τὸν χοῦν ἐξ οὗπερ καὶ γεγόναμεν. ἐπειδὴ δὲ πάλιν ἐν Χριστῷ καὶ διὰ Χριστοῦ τὸ θεῖον πεπλουτήκαμεν Πνεῦμα, 2.126 τῆς αὐτοῦ φύσεως γεγονότες μέτοχοι, κατὰ τὰς γραφὰς, ἀνεστοιχειώμεθα πρὸς τὸ ἐν ἀρχαῖς, καὶ κεκαινουργήμεθα καὶ σεσώσμεθα. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θεῖος γέγραφε Παῦλος, ὅτι πάντα τὰ "ἐν Χριστῷ καινὴ κτίσις, "καὶ τὰ ἀρχαῖα παρῆλθε, ἰδοὺ γέγονε τὰ πάντα καινά." οὐκοῦν τεταράγμεθα μὲν ἐξ ἀρχῆς, τὰ ἐκ τῆς θείας ἀνα- τλάντες ὀργῆς. ἐπειδὴ δὲ ἐγγιζόντων τῶν ἐτῶν ἐπεγνώσθη Χριστὸς, ἀνεδείχθη δὲ κατὰ τοὺς πάλαι προωρισμένους και ροὺς, ἐμνήσθη λοιπὸν ἐλέους. δεδικαιώμεθα γὰρ οὐ "ἐξ "ἔργων νόμου," κατὰ τὰς γραφὰς, ἀλλ' οὐδὲ "ἐξ ἔργων τῶν "ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ "αὐτοῦ ἔλεος." 9Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατα σκίου δασέως.9 ∆ιττὴν ἔχει θεωρίαν τῶν προκειμένων ὁ νοῦς, καὶ δὴ ἐροῦμεν τὰ ἐπ' αὐτοῖς ὡς ἔνι· ἑρμηνεύεται γὰρ Θαιμὰν ὁ νότος· ἔστι δὲ νοτιωτάτη λίαν ἡ ἔρημος Φαρὰν, οὗ καὶ ὁ Χωρὴβ ὄρος εἶναι λέγεται, ἔνθα παρέστησεν ὁ Μωυσῆς τῷ Θεῷ τοὺς ἐξ Ἰσραὴλ τῶν πρακτέων τοὺς ὁριστὰς ὁρίζοντι νόμους. οὐκοῦν μίαν μὲν τοῖς προκειμένοις ἐφαρμόζοντες ἔννοιαν, ἐκεῖνό φαμεν· ἥξει φησὶν ὁ Θεὸς ἐκ Θαιμὰν, ἐξ ὄρους Φαρὰν ἤτοι Χωρὴβ, τουτέστιν, ὁ πάλαι κατὰ τὴν νοτιωτάτην ἔρημον ἐν τῷ ὄρει Χωρὴβ ὀφθεὶς τοῖς πατράσιν ἐν εἴδει πυρὸς, αὐτὸς ὁ πάλαι λαλήσας τὸν νόμον, ἥξει, καὶ μετὰ σαρκὸς ὀφθήσεται καθ' ἡμᾶς, ἐν τάξει προφήτου καὶ μεσί- 2.127 του· καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωυσῆς, πρὸς ὃν εἴρηται παρὰ Θεοῦ "Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν "ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς "τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν "ἐντείλωμαι αὐτῷ." εἰ δὲ δὴ βούλοιτό τις τοῖς γεγραμ- μένοις προσβαλεῖν καὶ καθ' ἕτερον τρόπον, ἔστι καὶ οὕτως. Θαιμὰν, ὡς ἔφην, τὴν νοτιωτάτην ἔρημον ἀπεκάλουν. φασὶ τοιγαροῦν ἐν τοῖς ὅτι μάλιστα νοτιωτάτοις τῆς Ἰουδαίας μέρεσι κεῖσθαι τὴν Βηθλεὲμ, ἐν ᾗ ὁ Χριστὸς γεγέννηται· εἴρηται γάρ που πρὸς αὐτὴν διὰ φωνῆς προφήτου "Καὶ σὺ "Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν "χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὃς ποι- "μανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ." οὐκοῦν ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει, τουτέστιν, ἐκ Βηθλεὲμ τῆς πρὸς νότον. ὁ γὰρ φύσει τε καὶ ἀληθῶς Θεὸς ὁ Μονογενὴς τοῦ Πατρὸς Λόγος καθ' ἡμᾶς γεγονὼς, γεγέννηται διὰ γυναικὸς ἐν τῇ Βηθλεέμ. ἐπειδὴ δὲ ἔθος τῇ θείᾳ γραφῇ, τοῖς τῶν ὀρέων περιφανεστέροις ἔσθ' ὅτε τὴν τῶν Ἰουδαίων παρεικάζειν Συναγωγὴν, διάτοι τὸ πλείστοις τε ὅσοις καὶ εὐκλεεστάτοις ἀνδράσιν ὁρᾶσθαι κατάκομον, ταύτῃτοι καὶ νῦν τῷ ὄρει Φαρὰν ἐξομοιοῖ, λέγων, ὡς ἐξ ὄρους ἥξει κατασκίου δασέος· κατάσκιον δὲ καὶ δασὺ τὸ ὄρος φησὶ διὰ τοὺς πατέρας ἐξ ὧν γενεαλογεῖται Χριστός. ἔστι γοῦν ἀκοῦσαι σαφῶς τοῦ μὲν μακαρίου Λουκᾶ τὸν τῆς γενεαλογίας ἐκλογισμὸν ἀναφέροντος ἐξ Ἰωσὴφ ἐπὶ τὸν Ἀδὰμ, Ματθαίου γεμὴν ἐκ ∆αυείδ τε καὶ Ἁβραὰμ κατα-κομίζοντος πάλιν στοιχηδὸν, ὡς ἔφην, ἐπὶ τὸν Ἰωσήφ. ὄρος 2.128 οὖν δασὺ καὶ κατάσκιον ἡ Συναγωγὴ, πολλοὺς ἐνεγκοῦσα κατὰ καιρὸν τοὺς ἐξ ὧν ἀνέφυ Χριστός. ὅτι γάρ ἐστιν ἐξ Ἰουδαίων, πῶς ἔστιν ἀμφιβάλλειν; γεγέννηται γὰρ ἐξ αἵ- ματος Ἁβραὰμ καὶ ∆αυεὶδ, κατά γε τὴν σάρκα φημὶ, καὶ αὐτὸς δέ που φησὶ περὶ ἑαυτοῦ "Ὅτι ἡ σωτηρία ἐκ τῶν "̓Ιουδαίων ἐστίν." 9Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.9 Γέγονε μὲν γὰρ ἱλαστήριον διὰ πίστεως τοῖς ἐπὶ τῆς γῆς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ὅτε πέφηνε καθ' ἡμᾶς καὶ ἐν δούλου μορφῇ, τουτέστιν, ἄνθρωπος. ἔδοξε δέ πως ταύτης ἕνεκα τῆς αἰτίας καὶ αὐτῶν μειονεκτεῖσθαι τῶν ἁγίων ἀγ- γέλων, καὶ τῆς ἐκείνων εὐκλείας ἰέναι κατόπιν· ἀλλ' ἦν ἀνωτάτω πάλιν ὡς Θεός. καὶ πιστώσεται λέγων ὁ σοφώ- τατος Παῦλος "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττω- "μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ "καὶ τιμῇ ἐστεφανωμένον." ἐπειδὴ γὰρ γέγονεν "ὑπήκοος "μέχρι θανάτου, θανάτου δὲ σταυροῦ" ταύτῃτοι· καθὰ γέγραφε πάλιν ὁ αὐτός· "ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ "ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ "ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων "καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι "Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." ἀλη- θεύσει δὴ οὖν ὁ Προφήτης λέγων Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. οἱ μὲν γὰρ τὴν ἁγίαν οἰκοῦντες πόλιν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτώμενοι, 2.129 "Πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελ "λόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν·" ὁ δὲ τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις· καὶ οὐδενὶ μὲν ἐκείνων εἴρηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός "Υἱός μου εἶ σὺ," τὸν δὲ καὶ Υἱὸν ὁμολογεῖ καὶ ἀγαπητὸν ὀνομάζει, καὶ σύνεδρον ἔχει συνυμνούμενόν τε καὶ συμπροσκυνούμενον. ἔφη γὰρ πάλιν ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ "Ὅταν δὲ πάλιν "εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ "προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." οὐκοῦν κἂν εἰ γέγονεν ἱλαστήριον κατηγμένος εἰς ἀνθρωπότητα δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ ὑπὲρ πᾶ- σαν κτίσιν, ὁρατὴν δὴ λέγω καὶ ἀόρατον. καλύπτει γὰρ οὕτως οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔσται δὲ πλήρης καὶ ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ. τοῦτο καὶ αὐτὰ διακέκραγεν ἐναργῶς τὰ ἅγια Σεραφὶμ, τὸν θεῖον αὐτοῦ περιεστῶτα θρόνον, καὶ ταῖς εὐφημίαις ὡς Κύριον Σαβαὼθ καὶ τῶν ὅλων Θεὸν εὖ μάλα καταγεραίροντα· πλήρη γὰρ φάσκουσι τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο λέγειν, ὅτι μεγάλη καὶ ὑπερτελὴς ἡ ἀρετὴ τοῦ Χριστοῦ, ὡς καὶ αὐτοὺς καλύψαι τοὺς οὐρανοὺς, εἰ ἐν μεγέθει νοοῖτο τῷ μετρητῷ, πιθανὸν εἰσδέξεται νοῦν· ἔφη γάρ που καὶ ὁ μακά- ριος ∆αυείδ "Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ "ἀλήθειά σου ἕως τῶν νεφελῶν," τὸ τῆς χρηστότητος ἐπηρ- μένον καὶ τῆς ἀληθείας τὴν ὑπεροχὴν ὡς ἐν ποσότητι τῇ κατὰ σῶμα καὶ κατὰ τόπους σημαίνων. 9Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται.9 2.130 Ὅτι φωτιῶν ἀφίκηται τοὺς ἐν σκότει τὸ διὰ πίστεως ἱλαστήριον, τουτέστι, Χριστὸς, σαφὲς ἂν γένοιτο καὶ διὰ φωνῆς τῶν ἁγίων προφητῶν. ὁ μὲν γὰρ ἔφασκε "Χώρα "Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν παρα- "λίαν κατοικοῦντες Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθή- "μενος ἐν σκότει, εἶδε φῶς μέγα·" ὁ δὲ "Φωτίζου, φωτίζου "̔Ιερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς καὶ ἡ δόξα Κυρίου ἐπὶ "σὲ ἀνατέταλκε," μεμαρτύρηκε δὲ καὶ αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων "∆ιὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ "̔Ιερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιο- "σύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται." δικαιοσύνη γὰρ καὶ σωτήριον ὁ Χριστὸς, "ὃς ἐγενήθη ἡμῖν "σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύ- "τρωσις," κατὰ τὰς γραφάς. οὐκοῦν οἷάπερ ἐν σκότει βαδί- ζουσι λαμπὰς ἡμῖν ἀνεδείχθη ὁ Χριστὸς, διὰ παιδεύσεως εὐαγγελικῆς τῆς ἀρχαίας ἐκείνης ἀπαλλάττων ἀχλύος, ἣν ταῖς ἡμετέραις διανοίαις ἐνιεὶς ὁ πάντων ἐχθρὸς, καταθρεῖν οὐκ ἠφίει τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, οὔτε μὴν τὴν τῆς εὐσεβείας καὶ ζωῆς κατασκέπτεσθαι τρίβον. τὸ τοίνυν φέγγος, ὅπερ ἡμῖν ἔδειξεν ὁ Χριστὸς, ὡς φῶς ἔσται, τουτέστιν, οὐκ ἀμυδρὸν οὐδὲ οἷον ἀσθενὲς, καθάπερ ἀμέλει τὸ διὰ Μωυσέως· ἐν αἰνίγμασι γὰρ καὶ σκιαῖς ὁ νόμος· ἀλλ' ὡς φῶς καθαρὸν καὶ ἀμιγὲς ἀχλύος, καὶ εἰς νοῦν καὶ καρδίαν εἰσδυόμενον, καὶ τὴν νοητὴν ἡμῖν ἐναστράπτον αὐγὴν, καὶ τὴν τῆς ἀκιβδήλου γνώσεως ἐνοικίζον ἀκτῖνα. 9Κέρατα ἐν χερσὶν αὐτοῦ.9 Τὸ κέρας ἀεὶ λαμβάνεται παρὰ ταῖς θεοπνεύστοις γραφαῖς 2.131 ἢ εἰς βασιλείαν καὶ δύναμιν, ἤγουν εἰς ὑπεροψίαν. καὶ τοῦτο διδάσκει ὁ μακάριος ∆αυεὶδ λέγων "Εἶπα τοῖς παρανομοῦσι "Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μὴ ὑψοῦτε κέρας· "μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ "τοῦ Θεοῦ ἀδικίαν." "ὑπέρογκα γὰρ ματαιότητος ῥήματα "φθεγγόμενοί" τινες, κατὰ τὸ γεγραμμένον, ἀδικίαν κατὰ τοῦ Θεοῦ λαλοῦσι, τῶν περὶ αὐτοῦ δογμάτων παρασημαί- νοντες τὴν ὀρθότητα, ἢ καὶ καθ' ἕτερον ὁντινοῦν περιυβρίζοντες τρόπον. ∆υνάμεως δὲ σημαντικὸν τὸ κέρας, ὅταν λέγηται περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἀναδείξαντος ἡμῖν τὸν Υἱόν· "ἤγειρε κέρας "σωτηρίας ἡμῖν," καὶ πάλιν "Τὸ κέρας αὐτοῦ ὑψωθήσεται "ἐν δόξῃ." ἐν εὐκλείᾳ δὲ πάντα τὰ ἐν δυνάμει Χριστοῦ παραδόξως κατωρθωμένα. ἀφῖκται δὴ οὖν ὁ Μονογενὴς ἐν εἴδει μὲν τῷ καθ' ἡμᾶς, καὶ ὅσον ἧκεν εἰς σάρκα καὶ ἀνθρω- πότητα, τῆς ἐν ἡμῖν ἀσθενείας ὑπομένων τὴν δόκησιν· πλὴν ἐν χερσὶν ὡς Θεὸς ἔχων πάντα τὰ κέρατα, τουτέστι, πάσας τὰς βασιλείας, κατὰ πᾶσαν τὴν δύναμιν τῶν ἀντικειμένων ἐνεργειῶν. τὸ δὲ ἐν χερσὶν ὅταν λέγωμεν, τὸ ἐν ἐξουσίᾳ λέγομεν. καὶ γοῦν πρὸς Θεὸν δεδιδάγμεθα λέγειν ἐν προσευ- χαῖς, "Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου." ὅτι δὲ ὑπενήνεκ- ται τῷ Χριστῷ πᾶσα δύναμις διαβολικὴ, καὶ τὰ καλούμενα κέρατα, τουτέστιν, αἱ κατὰ πόλεις τε καὶ χώρας τῶν ἀκαθάρ- των πνευμάτων τυραννίδες· διεμερίσαντο γὰρ τὴν σύμ- 2.132 πασαν γῆν· πῶς ἂν ἐνδοιάσειέ τις; τὰ μὲν γὰρ ἐπ' ἐξουσίᾳ τῶν ἀνθρώπων ἐξήλαυνε, τὰ δὲ προσῄεσαν "καὶ παρεκάλουν "αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν." γέγραπται γὰρ οὕτως παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς. ὅτι δὲ τῆς καθ' ἡμῶν τυραννίδος καὶ αὐτὸν ἀπεσόβησε τὸν τῶν ἀκαθάρτων πνευμάτων ἐπιστάτην, τουτέστι τὸν σατανᾶν, ἀκονιτὶ καταθρήσομεν, αὐτοῦ λέγοντος τοῦ Χριστοῦ "Νῦν "κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου "ἐκβληθήσεται ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάντας "ἑλκύσω πρὸς ἐμαυτόν." οὐκοῦν κἂν εἰ γέγονεν ἄνθρωπος, ἀλλ' οὖν ἐν χερσὶ, τουτέστιν ἐν ἐξουσίᾳ, τὰς τῶν ἀντικει- μένων δυνάμεων ἔχει τυραννίδας ἤτοι βασιλείας ἤγουν καὶ δυνάμεις. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο νοεῖν ἀπεριεργότερον, ὡς ἐν χερσὶν ἔχει κέρατα Χριστὸς, τουτέστιν, ἄμαχόν τε καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, καὶ οὓς ἂν ἕλοιτο τῶν ἐχθρῶν κεραΐζουσαν εὐκόλως καὶ καταδῃοῦσαν εὐχερῶς, καὶ οἷον μόσχου δίκην ἀφορήτως ἐπιθρώσκουσαν, συνήσει πάλιν ὀρθῶς. 9Καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.9 ∆ύο ταῦτα κατορθώσων ἀφίκετο Χριστὸς, καθελεῖν μὲν τοὺς δι' ἐναντίας, οἳ πᾶσαν ἐπλάνησαν τὴν ὑπ' οὐρανόν· ἀπεκόμισαν γὰρ τοῦ κτίσαντος Θεοῦ, τὴν αὐτῷ καὶ μόνῳ πρεπωδεστάτην κλέπτοντες δόξαν, καὶ ταῖς σφῶν αὐτῶν ἀνάπτοντες κεφαλαῖς· ἀνασώσειν δὲ τοὺς ἠπατημένους καὶ δυσδιάφυκτον ἀληθῶς ὑπομείναντας πλεονεξίαν. ἀλλ' ὅτι 2.133 μὲν τὰ ἐκείνων οἴχεται καὶ κατηφάνισται παντελῶς, ἐδί- δαξεν εἰπών "Κέρατα ἐν χερσὶν αὐτοῦ," τὰ καταστρέφοντα δηλονότι τὰ ἐκείνων κράτη, καὶ οἷον ἐκκεραΐζοντα τὴν ὑπερο- ψίαν. ὅτι δὲ ἔμελλεν ἀνασώζειν ἡμᾶς, προσαποδείκνυσι λέγων Ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. σεσώσμεθα γὰρ "οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν" αὐτοὶ, οὐκ ἐξ αὐχημάτων νομικῶν· τετελείωκε γὰρ ὁ νόμος οὐδένα· ἀλλ' ἐξ ἡμερότητος τοῦ Θεοῦ καὶ Πατρὸς, κραταιὰν, τουτέστιν ἰσχυρὰν καὶ μεγάλην, θέντος τὴν ὑπὲρ ἡμῶν ἀγάπησιν τοῦ Υἱοῦ. "Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς καὶ Πατὴρ τὸν κόσμον, "ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ "πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." σεσώσμεθα δὴ οὖν ἐξ ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ αὐτοῦ τοῦ Υἱοῦ τὸν ὑπὲρ ἡμῶν ἀνατλάντος θάνατον· εἰ καὶ ἀνεβίω πάλιν, καταργήσας μὲν τὸ τῆς φθορᾶς κράτος, ἀποστήσας δὲ ἡμῶν τὴν ἁμαρτίαν. τοιγάρτοι καὶ ἔφασκε "Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν "αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ." κραταιὰ τοιγαροῦν ἀλη- θῶς ἡ ἀγάπησις τῆς ἰσχύος τοῦ Θεοῦ καὶ Πατρὸς, δι' ἧς καὶ θανάτου καὶ ἁμαρτίας καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξῃρήμεθα. 9Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος.9 Προβαδιεῖται, φησὶν, αὐτοῦ προάγγελσις καὶ προαναπτή- σεται θρῦλος, καὶ πολὺς ἔσται λόγος περὶ αὐτοῦ. ἅμα τε γὰρ ἐκ τῆς ἁγίας παρθένου γεγέννηται Χριστὸς, καὶ ἧκον εὐθὺς ἐξ 2.134 ἀνατολῶν οἱ Μάγοι, μονονουχὶ καταγγέλλοντος αὐτοῖς τὴν γέννησιν οἰκονομικῶς τοῦ παραδόξως ὀφθέντος κατὰ τὸν οὐρανὸν ἀστέρος. ἐπειδὴ δὲ προβαίνοντος τοῦ καιροῦ καὶ σημείων ἤρξατο καὶ τῶν παραδόξων ἐργάτης εἶναι, τότε "ἐξ- ῆλθεν ἡ ἀκοὴ αὐτοῦ," καθά φησιν ὁ εὐαγγελιστὴς, "εἰς ὅλην "τὴν Συρίαν." ἄλλως τε καὶ διαβόητος γέγονεν ἐν πάσῃ ἀληθῶς τῇ ὑπ' οὐρανόν. τίς γὰρ ἠγνόηκε τὴν δόξαν Χριστοῦ; ποῖον ἔθνος, ἢ χώρα τῆς ἐνούσης αὐτῷ ἰσχύος μεμένηκεν ἀνήκοον ἢ ἀπείρατον; ὡς γὰρ αὐτὸς ἔφη πάλιν, κεκήρυκται τὸ εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη, καὶ περιπεφοίτηκεν ἡλίου δίκην τὴν σύμπασαν γῆν ἡ τῶν παρ' αὐτοῦ γεγονότων λαμπρότης. 9Καὶ ἐξελεύσονται εἰς πεδία οἱ πόδες αὐτοῦ.9 Ὅμοιον ὡς εἰ λέγοι πάλιν Οὐδὲν ἄναντες αὐτῷ καὶ ἀνήνυ- τον· βαδιεῖται δὲ ὥσπερ ἐφ' ἑκάστῳ πράγματι διὰ ψιλῆς τε καὶ λείας ὁδοῦ. βάσιμα μὲν γὰρ καὶ εὐπόρευτα τῶν πεδίων τὰ ἐψιλωμένα· δυσχερῆ δὲ καὶ οὐχ ἱππήλατα τὰ εἰς γηλόφους ἀνεστηκότα. εὔκολα δὴ οὖν τὰ πάντα τῷ Χριστῷ καὶ ἣν ἂν βούλοιτο διάττειν ὁδὸν, τὴν ἐφ' ἑκάστῳ φημὶ τῶν δρωμένων, αὕτη που πάντως ἐστὶ καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. τί γὰρ οὐκ ἂν κατορθώσειε, καὶ λίαν ἀμογητὶ, Θεὸς ὢν φύσει καὶ τῶν δυνάμεων Κύριος; οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν ἐν τοῖς πεδίοις ἰόντων τῆς ἐν πράγμασι θεωρίας ποιεῖται τὴν δήλωσιν. εἰ δὲ δὴ βούλοιτό τις πεδία νοεῖν τοὺς ταπει- 2.135 νοὺς τὴν καρδίαν οἳ καὶ "γῆ θελητὴ" χρηματίζουσι καὶ "Θεοῦ γεώργιον," ἅτε δὴ τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ δεχόμενοι σπόρον, καὶ ποιοῦντες καρπὸν, οἱ μὲν ἑκατὸν, οἱ δὲ ἑξήκοντα, οἱ δὲ τριάκοντα, νοήσει πάλιν ὀρθῶς. ἔξεισι γὰρ ὥσπερ εἰς τὰ τοιαῦτα πεδία γεωργήσων ὁ Υἱὸς, κατ' ἐκεῖνό που πάντως τὸ παρ' αὐτοῦ λεγόμενον ὡς ἐν εἴδει παραβολῆς "Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν "σπόρον αὐτοῦ." ψάλλει δέ που καὶ ὁ ∆αυείδ "Καὶ τὰ "πεδία σου πλησθήσονται πιότητος·" προσετίθει δὲ ὅτι "Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον." ὅτι δὲ νοηταὶ πάλιν καὶ αἱ κοιλάδες ἐφῆκε νοεῖν προσεπενεγκὼν εὐθύς "Κεκρά- "ξονται, καὶ γὰρ ὑμνήσουσιν." οὐ γὰρ τῶν ἀναισθήτων κοιλάδων τὸ ὑμνεῖν ἐστιν, ἤτοι διακεκραγέναι, ἀλλὰ τῶν νοητῶν· τούτοις δ' ἂν δρόσου δίκην ὁ θεῖός τε καὶ ἄνωθεν ἐνιζήσειε λόγος. 9Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ.9 Τὸ ἔστη πλειστάκις νοηθείη ἂν παρά γε τῇ θεοπνεύστῳ γραφῇ καὶ ὡς ἐπί τινος πράγματος εἰς πέρας ἐκβεβηκότος. οἷον ὡς εἴτις λέγοι τυχόν Ἔστη τόδε τὸ πρᾶγμα, ἤγουν ὁ τοῦδε λόγος, τουτέστιν, ὡρίσθη καὶ πέπρακται. οὕτω καὶ ἡ Σεπφώρα τὸ Μωυσέως τῇ ψήφῳ περιτεμοῦσα παιδίον, πρὸς τὸν ἄγγελον ἔφασκε τὸν ὀλοθρευτήν "Ἔστη τὸ αἷμα "τῆς περιτομῆς τοῦ παιδίου μου." οὐ γὰρ ὅτι πέπαυται τοῦ αἵματος ἡ ῥύσις κατασημαίνειν ἤθελεν, ἀλλ' ὅτι πέπρακται τῆς περιτομῆς τὸ χρῆμα, καὶ τετέλεσται τὸ ζητούμενον· δυσωπεῖ γὰρ θάνατον, ὁ τῇ νοητῇ φήφῳ περιτεμνόμενος· 2.136 αὕτη δέ ἐστι τὸ πνεῦμα τοῦ Χριστοῦ, καθάπερ ἀμέλει καὶ Ἰησοῦς ὁ μετὰ Μωυσέα διαβιβάσας τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ μαχαίραις πετρίναις προστέταχε περιτέμνεσθαι, τῆς ἐν πνεύματι περιτομῆς ἀποπληρῶν τὸν τύπον. ὥσπερ γὰρ ὠνόμασται πέτρα ὁ Χριστὸς, οὕτω καὶ ψῆφος, ἤγουν μά- χαιρα πετρίνη, τὸ Πνεῦμα αὐτοῦ. οὐκοῦν τὸ ἔστη καταση- μαίνει πολλάκις καὶ πράγματος πλήρωσιν. Ἔστη τοίνυν ὁ Χριστός· τουτέστιν, εἰς πέρας ἐκβέβηκε τὰ περὶ αὐτοῦ, καὶ ὤφθη τοῖς ἐπὶ τῆς γῆς· καὶ ἐσαλεύθη ἡ γῆ. γῆν δέ φησι τοὺς κατοικοῦντας τὴν γῆν, οἳ καὶ ἐσαλεύθησαν. καὶ τίνα δὴ τρόπον, φέρε λέγωμεν ὡς ἔνι. οἱ γὰρ πάλαι τὸν νοῦν οἷον ἀκράδαντον ἔχοντες εἰς τὸ θέλειν ἐργάζεσθαι τὰ πονηρὰ, οἱ ἑδραῖοι πρὸς ἀσεβείας, οἱ πεπηγότες εἰς φιλοσαρκίας, οἱ ἐρηρεισμένοι πρὸς πλάνησιν, σεσάλευνται καὶ κεκίνηνται, μετατεθειμένοι πρὸς θεογνωσίαν καὶ πρὸς ἔφεσιν ἀρετῆς. κεκίνηνται δὲ ὁμοίως καὶ τῆς κατὰ νόμον λατρείας οἱ ἐξ αἵμα- τος Ἰσραὴλ, τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι· μετακεχω- ρήκασι γὰρ εἴς γε τὸ ἑλέσθαι βιοῦν εὐαγγελικῶς, καὶ τοῖς τοῦ Σωτῆρος πολιτεύεσθαι νόμοις. ὅτι δὲ τὸ σαλεύεσθαι τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάθεσιν ἔσθ' ὅτε δηλοῖ, σαφὲς ἂν γένοιτο, τοῦ μακαρίου ∆αυεὶδ ψάλλοντός τε καὶ λέγοντος "̔Ο καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ." οὐ γάρ που φαμὲν καταδονεῖσθαι τὴν γῆν· ταύτην δέ φημι τὴν ὑπὸ πόδας ἀνθρώπων καὶ αἰσθητήν· παρακαλεῖν αὐτόν· ἐζήτει δὲ μᾶλλον τὴν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω γε- νέσθαι μετάστασιν. 2.137 Καὶ εἷς μὲν οὗτος τῶν προκειμένων ὁ νοῦς, εἰσδέξεται δέ τις καὶ ἕτερον ἐπ' αὐτοῖς κατὰ τοιόνδε τινὰ τρόπον. Ἔστη φησὶ καὶ ἐσαλεύθη ἡ γῆ. δύο δὴ ταῦτα πέπονθεν ἡ γῆ, ἔστη τε γὰρ καὶ σεσάλευται. καὶ τίς ἂν εἴη πάλιν ὁ ἐπ' ἀμφοῖν λόγος, διατρανοῦν ἀναγκαῖον. ἔστη τοίνυν· μεθύουσα γὰρ ὥσπερ καὶ κατασειομένη ῥᾳδίως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, καὶ οἷον παντὶ πνεύματι περιφερομένη, βεβαίαν ἔχει λοιπὸν καὶ ἐρηρεισμένην τὴν στάσιν, ἐμπε δοῦντος αὐτὴν τοῦ Χριστοῦ, κατ' ἐκεῖνό που πάντως τὸ διὰ φωνῆς Ἡσαΐου πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν εἰρημένον "Στῆσον σεαυτὴν Σιών." σεσάλευται δὲ πάλιν, καθάπερ ἤδη προεῖπον, τῆς ἀρχαίας ἀπάτης ἀποχωρήσασα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων τῷ Θεῷ τιμῶσα μετάθεσιν. παράδοξον οὖν ἀληθῶς, τὸ καθ' ἕνα καιρὸν στῆναί τε καὶ σαλευθῆναι τὴν γῆν. Χριστὸς γάρ ἐστιν ὁ καὶ ἱδρυμένην αὐτὴν ἀποτελῶν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ μελετᾶν ἀναπεί- θων τὸν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω κλόνον. 9Ἐπέβλεψε καὶ ἐτάκη ἔθνη· διεθρύβη τὰ ὄρη βίᾳ.9 Τὸ ἐπιβλέψαι Θεὸν, δηλοῖ μὲν ἔσθ' ὅτε τὴν ὡς ἐν πραότητι καὶ ἀγάπῃ κατάσκεψιν, ποτὲ δὲ τὴν ἐν θυμῷ τε καὶ ἀπειλῇ. "Καὶ γοῦν ἐπὶ τίνα, φησὶν, ἐπιβλέψω ἀλλ' "ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς "λόγους;" ἐλιπάρει δέ που καὶ ὁ θεσπέσιος ∆αυεὶδ οὕτω λέγων "Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με·" διὰ δέ γε 2.138 φωνῆς Ἰεζεκιὴλ ἔφασκε περί τινος, ὅτι "Καὶ στηριῶ τὸ "πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι "αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ "μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος." τοῦτο δὲ ἦν ἀπειλοῦντος ὀργὴν καὶ ὄλεθρον καὶ τὴν τοῖς παροτρύνουσι πρέπουσαν δίκην. ἅμα τε τοίνυν ἐπέβλεψεν ὁ Χριστὸς, τουτέστιν, ἐν ὀργῇ τὸ ὄμμα τισὶν ἐπήνεγκε, καὶ παραχρῆμα κηροῦ δίκην ἐτάκησαν, καὶ οἷον πυρὸς κατα- φλέγοντος διεθρύβη τὰ ὄρη βίᾳ. ἔθνη δὲ καὶ ὄρη φησὶ τὰ ἀκάθαρτα πνεύματα, καὶ τοὺς ἐν αὐτοῖς ὑψηλούς τε καὶ ἐπηρμένους καὶ ὀρῶν δίκην τῶν ἄλλων ἀνεστηκότας· ἐν φαυλότητι δὲ πάντως ἡ ὑπεροχὴ, καὶ ἐν ὑπεροψίαις τὸ πλεονέκτημα. ἢ τάχα που καὶ κατ' ἰσχὺν τὸ τῆς ἐνούσης αὐτοῖς ἀγριότητος μέτρον. ὑπέροπτα γὰρ τὰ δαιμόνια, καὶ γοῦν ἀντεξάγει Θεῷ, καὶ τὴν αὐτῷ πρέπουσαν δόξαν ἑαυ- τοῖς ἀνάπτειν ἐπείγονται. πλὴν διεθρύβησαν βίᾳ. συνθραύ- ονται γὰρ ἐν δυνάμει Χριστοῦ, καὶ κεχωρήκασιν εἰς τὸ μηδὲν, καὶ ὑπὸ πόδας τέθεινται τῶν πεπιστευκότων. ὄρος δέ που καὶ ἑτέρωθι κατωνόμασται πάλιν ὁ σατανᾶς, πρὸς ὃν ἔφη που ὁ Θεὸς διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς ἐκ προ- σώπου τοῦ Ναβουχοδονόσορ "Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὸ ὄρος τὸ "διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν." 9Ἐτάκησαν βουνοὶ αἰώνιοι.9 Μνημονεύσας αἰνιγματωδῶς τῶν πονηρῶν καὶ ἀντικει- 2.139 μένων δυνάμεων, αἳ καὶ ἀντιπράττουσι τῇ δόξῃ τοῦ Χριστοῦ, καταστρέφουσαι πρὸς ἁμαρτίαν τοὺς ἐπὶ τῆς γῆς, εἰσκεκό- μικεν ἀναγκαίως καὶ τῆς Ἰουδαίων Συναγωγῆς τοὺς προ εστηκότας, οὓς καὶ βουνοὺς ὀνομάζει, διάτοι τὸ ἦρθαι δοκεῖν ὑψοῦ καὶ ὑπερκεῖσθαι τῶν ἄλλων, κατά γε τὴν τάξιν τῆς ἱερουργίας καὶ τὴν ἐντεῦθεν τιμήν. αἰωνίους δέ φησιν αὐ- τοὺς, διὰ τὸ τοῦ πράγματος διηνεκές· ἀκατάληκτος γὰρ ἡ τοῦ Θεοῦ λειτουργία· δοξάζεται γὰρ ἐν παντὶ καιρῷ τε καὶ χρόνῳ. εἰ γὰρ καὶ πέπαυται τυχὸν τῆς ὡς ἐν σκιαῖς καὶ τύποις λατρείας ἡ δύναμις, ἀλλ' οὖν ἡ τοῦ πράγματος φύσις μετακεχώρηκεν ἐπὶ τὸ ἄμεινον. λειτουργοῦσι γὰρ οὐδὲν ἧττον Θεῷ τῶν ἁγίων ἐκκλησιῶν οἱ προεστηκότες, καὶ τὴν ἀναίμακτον αὐτῷ τελοῦσι θυσίαν. αἰώνιοι τοιγαροῦν οἱ βουνοὶ διὰ τὸ τῆς λειτουργίας διηνεκές τε καὶ ἀκατάληκτον. πλὴν τοῖς ὄρεσι τοῖς νοητοῖς ὁμοῦ συνεθραύσθησαν, καὶ τοῖς ἔθνεσι συνετήκοντο. ἐπειδὴ γὰρ πεφρονήκασι τὰ τοῖς δαι- μονίοις ἁνδάνοντα, καὶ τὸ τῷ διαβόλῳ δοκοῦν πεπληρώκασι, σταυρῷ παραδόντες τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ κατὰ πολ- λοὺς αὐτῷ τρόπους ἐμπαροινήσαντες, ταύτῃτοι δικαίως τὴν αὐτὴν ἐκείνοις ἀνατλάντες δίκην καθῄρηνται καὶ πεπτώκασι, καὶ ᾗ φησιν ὁ προφήτης "Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν "ὁ ἀναστήσων αὐτόν." 9Πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον.9 Πορείας ἔσθ' ὅτε καὶ ὁδοὺς καὶ τρίβους, τὰς θείας ἐντολὰς ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασιν, ὁποῖόν ἐστι τὸ διὰ 2.140 φωνῆς Ἱερεμίου "Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρί- "βους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, "καὶ βαδίζετε ἐν αὐτῇ καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς "ὑμῶν·" καὶ μὴν καὶ διὰ φωνῆς τοῦ μακαρίου ∆αυείδ "̔Οδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν "μου." ἐτάκησαν δὴ οὖν βουνοὶ, φησὶ, τουτέστιν, οἱ παρὰ τοῖς Ἰουδαίοις τὴν τοῦ καθηγεῖσθαι λαχόντες δόξαν, καὶ τὰ τῆς κατὰ νόμον ἱερουργίας ἀνημμένοι αὐχήματα. τὰς γάρ τοι πορείας, ἤτοι τὰς ἐντολὰς τοῦ Ἐμμανουήλ· δῆλον δὲ ὅτι τὰ εὐαγγελικὰ θεσπίσματα· καὶ τῶν ἀρχαίων χρησμῳ- δημάτων τὴν ἀσυγκρίτως ἀμείνω τε καὶ φανοτέραν παί- δευσιν ἀντὶ κόπων εἶδον, τουτέστιν, ἡγήσαντο φορτικὴν καὶ ἱδρῶτος ἔμπλεω, καίτοι λέγοντος ἐναργῶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ "∆εῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ "πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν "μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ "ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς "ὑμῶν. ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου "ἐλαφρόν ἐστι." δύσοιστον δὲ καὶ ἑτέρως ἐποιοῦντό τινες τὰς πορείας αὐτοῦ, δι' ὧν ἦν δύνασθαι διάττειν εὐκόλως εἰς ζωὴν αἰώνιον. ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς μυστικῆς εὐλογίας τὴν δύναμιν ἥτις ποτέ ἐστι διεσάφει λέγων "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα "τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ "ἔχετε ζωὴν ἐν ἑαυτοῖς." οἱ δὲ τῶν οὕτω σεπτῶν ἀκροώμενοι λόγων παραληροῦντες ἔφασκον "Σκληρός ἐστιν ὁ λόγος 2.141 "οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; πῶς δύναται ἡμῖν οὗτος "δοῦναι τὴν σάρκα φαγεῖν;" ἐπεμαρτύρατο δὲ λέγων ὁ Εὐαγγελιστὴς ὅτι "Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ "ἀπῆλθον. εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' αὐτοῦ περιεπά- "τουν." ὅτε καὶ αὐτοῖς τοῖς μαθηταῖς προσετίθει Χριστὸς τὸ, εἴπερ ἕλοιντο καὶ αὐτοὶ ἀποφοιτᾶν αὐτοῦ λέγων "Μὴ καὶ "ὑμεῖς θέλετε ὑπάγειν;" προσυπήντα γεμὴν ὁ θεσπέσιος Πέτρος διακεκραγώς "Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥή- "ματα ζωῆς αἰωνίου ἔχεις." οὐ γὰρ τεθέανται τὰς πορείας ἀντὶ κόπων αὐτοὶ, ἀλλ' ἦν ἡδύς τε αὐτοῖς καὶ ἀξιάκουστος ἀληθῶς ὁ λόγος. αἰωνίους δὲ τὰς πορείας εἶναί φησιν. πεπαύσεται γὰρ οὐδαμῶς, παρατενεῖ δὲ μᾶλλον εἰς αἰῶνα τὸν ἐνεστηκότα, καὶ μέχρι παντὸς στήσεται τὸ εὐαγγελικόν τε καὶ σωτήριον κήρυγμα, καίτοι τῆς ἀρχαιοτέρας καὶ νομι- κῆς παλαιωθείσης ἐντολῆς, καὶ τὸ ἄμεμπτον οὐκ ἐχούσης, καθά φησιν ὁ σοφώτατος Παῦλος, καὶ διὰ τοῦτο τῆς δευ τέρας εἰσκεκομισμένης, "ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίας" νενομοθετῆσθαι λέγεται. καὶ γοῦν ὁ θεσπέσιος ∆αυεὶδ ἐν πνεύματι προανακέκραγε λέγων πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν "Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς "τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια." οὐ μεμένηκε γὰρ, ὡς ἔφην, τὰ ἐν σκιαῖς, ἀλλὰ καὶ κατέληξαν μὲν οἱ τύποι, διαπέπηγε δὲ τὰ Χριστοῦ, καὶ μέχρι παντὸς τὸ ἀκράδαντον ἔχει. 9Σκηνώματα Αἰθιόπων πτοηθήσονται, καὶ σκηναὶ γῆς Μαδιάμ.9 Τὰ χρηστότερα τῶν διηγημάτων ἀεί πως ἔχει τὸ ἀξιά- 2.142 κουστον, καὶ ἀπροσκορῆ τὴν ἐπαγγελίαν, κἂν εἰ διὰ τῶν αὐτῶν τις ἴοι ῥημάτων. προαφηγησάμενος τοίνυν τῶν ἀντι- κειμένων δυνάμεων τὴν εἰς τὸ ἄναλκι φορὰν, καὶ παραδείξας αὐτὰς ὡς ἐν ὁμοιώματι τῶν ἐθνῶν τηκομένας, καὶ μὴν καὶ ὡς ὄρη συντριβομένας, παρεικάζει πάλιν αὐτὰς τοῖς ἀλλο- φύλοις, οἳ τῆς Ἰουδαίων κατεστρατεύοντο γῆς. οὗτοι δὲ ἦσαν οἵ τε πρὸς ἠῶ καὶ νότον Αἰθίοπες τὴν Ἰνδικὴν προσοι- κοῦντες θάλασσαν, καὶ μέντοι καὶ Μαδιηναῖοι, καὶ αὐτοὶ τὴν ὅμορον οἰκοῦντες ἔρημον. πτοηθήσονται τοίνυν, φησὶν, οἱ τῇ ἁγίᾳ μαχόμενοι πόλει, ἵνα νοῶμεν τὴν νοητὴν Σιὼν, ἥτις ἐστὶν Ἐκκλησία Χριστοῦ, ἣν οἰκοῦσιν οἱ ἅγιοι, καὶ τὸ ἀπό- λεκτον γένος, ὡς ἐν τύπῳ πάλαι τῷ Ἰσραὴλ, καθὸ καὶ ἑρμηνεύεται Νοῦς ὁρῶν Θεὸν ὁ Ἰσραήλ. τεθαύμασται δὲ καὶ ὁ Ναθαναὴλ, ὡς "ἀληθῶς ὢν Ἰσραηλίτης, ἐν ᾧ δόλος "οὐκ ἔστιν." οὐκοῦν ὡς ἐν εἰκόνι καὶ τύποις τοῖς Αἰθίοψι καὶ Μαδιηναίοις, οἳ τὸ ἀπόλεκτον ἀεὶ κακοῦν ἤθελον γένος, τουτέστι τὸν Ἰσραὴλ, τὰ τῶν δαιμονίων συνήσομεν στίφη, τὰ τοῖς ἁγίοις ἀνθεστηκότα. φαίη δ' ἄν τις καὶ ἑτέρως Αἰθίοπας ὀνομάζεσθαι τοὺς εἰδωλολάτρας, οἷς ὁ βίος ἐστὶ σαρκικὸς, γεώδης τε καὶ ἐν ἀκαθαρσίαις· Αἰθίοπες δὲ οἱ τοιοῦτοι· τὸ γάρ τοι θεῖον εἰς νοῦν οὐκ ἔχουσι φῶς, ἀλλ' εἰσὶ μονονουχὶ μέλανες τὴν καρδίαν καὶ κατεσκοτισμένοι τὰς φρένας, οἷς καὶ ὁ δράκων εἰς κατάβρωσιν δεδόσθαι λέγεται. ψάλλει γάρ που καί φησιν ὁ ∆αυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν "Σὺ συνέτριψας τὴν κεφαλὴν τοῦ δρά- "κοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν." ὥσπερ γὰρ ἡμεῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον πνευματικὴν καὶ ἁγίαν πεποιήμεθα τροφὴν, οὕτω καὶ οἱ φιλαμαρτήμονες 2.143 καὶ τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες μονονουχὶ σιτοῦνται τὸν σατανᾶν, αὐτὸν ἔχοντες εἰς νοῦν, καὶ τὰ αὐτοῦ φρο- νοῦντες καὶ λέγοντες. Μαδιηναῖοι δὲ πάλιν εἶεν ἂν, ὡς ἔφην, οἱ τοῖς ἁγίοις δυσμενεῖς. εἰ δὲ δή τις ἕλοιτο καὶ τὴν τοῦ ὀνόματος πολυπραγμονῆσαι δύναμιν, ἑρμηνεύεται Μαδιηναῖος κατακεκριμένος, ἤτοι καταδεδικασμένος· πρέποι δ' ἂν ἡ τοιάδε κλῆσις αὐτῷ τε τῷ σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς "Οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα "τετήρηται." 9Μὴ ἐν ποταμοῖς ὀργισθῆς, Κύριε; ἢ ἐν ποταμοῖς ὁ θυμός σου; ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει Κύριος.9 Σκοπὸς τῷ Προφήτῃ τῆς ἀρχαίας οἰκονομίας ἀμείνω τε καὶ φανοτέραν καὶ ἐπὶ μείζοσιν ἀσυγκρίτως γεγενημένην ἀγαθοῖς ἀποφῆναι τὴν δευτέραν. πάλαι μὲν γὰρ διὰ Μωυσέως σαρκικῆς δουλείας ἐξεκόμιζε τὸν Ἰσραὴλ, μετα-στοιχειώσας μὲν εἰς αἷμα τοὺς τῶν Αἰγυπτίων ποταμοὺς, σημεῖά τε καὶ τέρατα πεποιηκώς· εἶτα διαστήσας τὴν θά- λασσαν τὴν Ἐρυθρὰν, καὶ διαβιβάσας μὲν τοὺς λελυτρω- μένους, ἐναποπνίξας γεμὴν τοῖς ὕδασι τοὺς τῶν Αἰγυπτίων μαχιμωτάτους. ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ταῖς τοῦ διαβόλου πλεονεξίαις ὑπεζευγμένην ὅλην ἐξείλετο τὴν ὑπ' οὐρανὸν, οὐ ποταμοὺς εἰς αἷμα μετα- 2.144 βαλὼν, οὐχ ὕδασι τὴν ἰδίαν ἐπιχέων ὀργὴν, οὐ θαλάσσης κύματα διελὼν, οὐκ ἀνθρώποις ὄλεθρον ἐπιφέρων· ἀποκτεί- νας δὲ μᾶλλον αὐτὸν τὸν μιαιφόνον δράκοντα, καὶ τὴν παρ' αὐτοῦ τε καὶ δι' αὐτὸν ηὑρημένην καθελὼν ἁμαρτίαν, καὶ τὸ δυσάντητον τοῦ θανάτου καταλύσας κράτος, καὶ καλέσας ἅπαντας εἰς θεογνωσίαν, διὰ τῶν ἁγίων Ἀποστόλων, οἳ πᾶσαν ἐκπεριθέοντες τὴν ὑπ' οὐρανὸν, καὶ τὸ τοῦ Χριστοῦ περιφέροντες ὄνομα, καὶ μάλα δικαίως, κατεθαυμάζοντο. ὦ τοίνυν ∆έσποτα, φησὶν, ἀξιάκουστα λίαν τὰ ὧν αὐτὸς γέ- γονας αὐτουργὸς, καὶ πολὺ τὸ ἄμεινον ἔχοντα τῶν διὰ Μωυσέως τὰ παρὰ σοῦ πάλιν κατωρθωμένα. οὐ γὰρ ποταμοῖς ἐποίσεις ὀργήν· οὐχ ὁρμήσεις κατὰ θαλάσσης· οὐκ ἐν ἐκείνοις· πόθεν; τῆς σῆς θεοπρεποῦς ἐξουσίας δια- λάμψει τὸ θαῦμα· ἀλλ' ἐπιβήσῃ μᾶλλον ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. τίνες δ' ἂν εἶεν οἱ ἵπποι πάλιν; οἱ μακάριοι μαθηταὶ Ἀπόστολοί τε καὶ Εὐαγγελι- σταὶ, οἱ τοῖς θείοις αὐτοῦ θελήμασιν ὁλοτρόπως ὑπεζευ- γμένοι, οἱ τρυφεροὶ καὶ εὐήνιοι καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως ἔχοντες τῶν δοκούντων αὐτῷ, οἱ Χριστὸν ἔποχόν τε καὶ ἡνίοχον ἔχοντες, ὧν εἷς ἐστὶ καὶ ὁ μακάριος Παῦλος, περὶ οὗ φησιν αὐτός "Ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ "βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν." ὀξεῖς δὲ δὴ λίαν οἱ ἵπποι, περινοστοῦντες ἅπασαν τὴν ὑπ' οὐρανόν. οὕτω καὶ "Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον εἶναι λέγεται, χιλιά- "δας ἔχον εὐθηνούντων." πλεῖστοι γὰρ ὅσοι κατὰ καιροὺς, 2.145 καὶ μετ' ἐκείνους γεγόνασι λαῶν ἡγούμενοι καὶ τῆς διανοίας τὸν αὐχένα ταῖς τοῦ Σωτῆρος ὑπέχοντες ζεύγλαις, καὶ τοῖς ἁπανταχῆ τὴν δόξαν αὐτοῦ περιφέροντες, καὶ τὸν τῆς ἀλη- θείας ὀρθοτομοῦντες λόγον, καὶ οἷον ἅπασαν ἱπποκροτοῦντες τὴν γῆν. σωτηρία δὲ τῶν ἵππων ἡ ἱππασία. ἔτρεχον γὰρ οὐ μάτην, ἀλλ' ἵνα σώσειαν πόλεις, χώρας τε ὁμοῦ καὶ ἔθνη, καταστρέφοντος τοῦ Χριστοῦ τὰς τῶν δαιμόνων ἀρχὰς, οἳ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν γῆν διενείμαντο, τοῖς ἰδίοις θελή- μασιν ὑποφέροντες τοὺς κατοικοῦντας αὐτήν. ἐπειδὴ δὲ ἔμελλον διαπίπτειν αἱ πάλαι τῶν δαιμόνων ἀρχαὶ, ταύτῃτοί φησιν εἰκότως Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα. ὁρμήσει γὰρ, καθάπερ ἔφην ἀρτίως, οὐκ ἐν ποταμοῖς ἢ θαλάσ σαις, ἀνατρέψει δὲ μᾶλλον τῶν δαιμονίων τὰ σκῆπτρα. 9Ποταμῶν ῥαγήσεται γῆ, ὄψονταί σε καὶ ὠδινήσουσι λαοί· σκορπίζων ὕδατα πορείας αὐτοῦ.9 ∆ιαμέμνηται πάλιν τῶν τοῦ Σωτῆρος κατορθωμάτων, καὶ τοῖς ἄλλοις ἔθνεσι, καθ' ὧν τὸ τόξον ἐντείνεται, ἤγουν ἐν- ταθήσεται, λέγει προστεθήσεσθαι καὶ τὴν τῶν ποταμῶν γῆν, τάχα που τὴν τῶν Βαβυλωνίων ὑποδηλῶν· ὑπ' αὐτὴν γὰρ ἐτέλει τὸ τηνικάδε καὶ ἡ μέση τῶν ποταμῶν· ἵνα διὰ τούτου πάλιν ὡς ἐξ εἰκόνος ἐχθρῶν αἰσθητῶν, καὶ ἡ τῶν νοητῶν καὶ ἀοράτων πληθὺς σημαίνηται, πρὸς ἣν τοῖς ἁγίοις ἡ πάλη. κέκρυπται δέ πως ἀεὶ τῶν προφητῶν ὁ λόγος. οὐκοῦν ὡς 2.146 ἐκ μέρους τῆς μέσης τῶν ποταμῶν, ἡ Βαβυλωνίων σημαί- νεται γῆ, καὶ δι' αὐτῆς αἰνιγματωδῶς ἡ τῶν δαιμονίων ἀγέλη. Ἢ τάχα τι καὶ ἕτερον ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνει λόγος. ποταμῶν γὰρ ἔοικε γῆν ἀποκαλεῖν τὴν Ἰουδαίαν, διά τοι τὸ πλείστους ἐν αὐτῇ γενέσθαι προφήτας, ποταμῶν δίκην τὸ ἔθνος κατάρδοντας, καὶ οἷον θείοις νάμασιν ἐπικλύζοντας. περὶ ὧν οἶμαί που φησὶ καὶ ὁ μακάριος ∆αυείδ "Ποταμοὶ "κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό·" καὶ μὴν καὶ διὰ φωνῆς Ἡσαΐου Θεός· "Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες "καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ "ποταμοὺς ἐν γῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, "λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι." ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τάχα που χειμάῤ- ῥους τρυφῆς ὠνόμασται, καὶ ἔστιν ἀληθῶς, καὶ μέντοι καὶ ποταμός· ἔφη γάρ που περὶ αὐτοῦ διὰ φωνῆς ἁγίων "Ἰδοὺ "ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χει- "μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν." εἴρηται δὲ καὶ διὰ φωνῆς τοῦ ∆αυείδ "Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι "τὴν πόλιν τοῦ Θεοῦ." Λυπεῖ δὲ οὐδὲν καθ' ὁμοιότητα τὴν πρὸς αὐτὸν, καὶ αὐ- τοὺς τοὺς ἁγίους ὀνομάζεσθαι ποταμοὺς, ἅτε δὴ συμμόρφους γεγονότας αὐτῷ νοητῶς. ὥσπερ γάρ ἐστι τὸ φῶς μὲν αὐτὸς τὸ ἀληθινὸν, ἔφη δέ που τοῖς ἁγίοις ἀποστόλοις "Ὑμεῖς "ἐστε τὸ φῶς τοῦ κόσμου·" οὕτω καὶ ποταμὸς ὑπάρχων αὐτὸς καὶ μέντοι καὶ ὕδωρ ζῶν, χαρίζεται τὸ τοῖς ἴσοις ἐπι- σεμνύνεσθαι καὶ τοῖς ἁγίοις. ἡ τοίνυν γῆ τῶν νοητῶν 2.147 ποταμῶν, τουτέστιν ἡ Ἰουδαία, πιεῖν οὐκ ἀνασχομένη τὸ ὕδωρ τὸ ζῶν, καὶ τὸν τῶν ἁγίων προφητῶν οὐκ εἰσδεξαμένη λόγον, οὔτε μὴν τὸν διὰ Μωυσέως· εἰ γὰρ ἐπίστευσαν Μωυσεῖ, ἐπίστευσαν ἂν τῷ Χριστῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος γέγραφε· ῥαγήσεται, τουτέστι διψήσει. ῥήγνυται γὰρ ἡ δι- ψῶσα γῆ. Καταθαυμάζει δὴ οὖν ὁ Προφήτης, καὶ οἷον ἐν ἤθει φη- σίν Ἡ πάλαι πολλοὺς ἔχουσα ποταμοὺς, καὶ τῶν θείων ναμά- των δαψιλεστάτην τὴν χορηγίαν, διψὰς καὶ ἀνάρδευτος ἔσται γῆ. ἐπειδὴ δέ σε, φησὶν, ὦ ∆έσποτα, τεθέανται νοητῶς ἐπιφανέντα λαοὶ, τουτέστιν, οἱ ἐξ ἐθνῶν συνέντες τὸ ἐπὶ σοὶ μυστήριον, ἔλαβον εὐθὺς ἐν ὠδῖσι τὸ ἀγαθὸν, ἔγκαρποί τε γεγόνασιν. ἁρμόσειε δ' ἂν αὐτοῖς καὶ λέγειν "∆ιὰ τὸν "φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν "καὶ ἐτέκομεν. πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς "γῆς." οἱ γὰρ Σωτῆρα καὶ Λυτρωτὴν ἐπιγραψάμενοι τὸν Ἐμμανουὴλ, τὸν θεῖον ὠδίνουσι φόβον, καὶ πᾶν αὐτοῖς ἔσται κύημα νοῦ καρπὸς ἀρετῆς, καὶ εἰς πνεῦμα σωτηρίας ἐκτελευ- τήσει τὸ σπούδασμα· οὐκοῦν ὄψονταί σε καὶ ὠδινήσουσι λαοὶ τὸ σὸν ἐκπίνοντες νᾶμα, καὶ τοῖς εὐαγγελικοῖς νάμασιν ἐκ- μεμεθυσμένοι. προσῄεσαν γὰρ φιλοτίμως λέγοντι "Εἴ τις "διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω," ἦσθα γὰρ, φησὶν, οὕτω πλουσιόδωρός τε καὶ ἀγαθὸς, ὡς καὶ ἐν αὐταῖς ταῖς πορείαις σκορπίζειν ὕδατα, τουτέστι, τὸν ζωοποιὸν τῆς εὐαγ- γελικῆς παιδεύσεως λόγον. ὡς γάρ φησιν ὁ Ματθαῖος "Περιῆγεν ὁ Ἰησοῦς πάσας τὰς πόλεις καὶ τὰς κώμας, "διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ "εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον 2.148 "καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ." τοῦτο οἶμαί ἐστι τό σκορπίζων ὕδατα πορείας αὐτοῦ. ὅτι δὲ τῆς θεοπνεύστου διδασκαλίας ὁ λόγος ὕδωρ ὠνόμασται πανταχοῦ παρά γε τοῖς ἱεροῖς γράμμασι, πῶς ἔστιν ἀμφιβαλεῖν; 9Ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς.9 Τοὺς ὠδινήσαντας λαοὺς καὶ ἐγκάρπους ἤδη γεγενημένους ἄβυσσον ἀποκαλεῖ, πολλοὺς καὶ ἀναριθμήτους ὄντας ἀπο- φαίνων· τοιαύτη γὰρ ἡ ἄβυσσος. ὀνόματι δὲ τῷ τοιῷδε καὶ ἡ τῶν ἁγίων ἀγγέλων κέκληται πληθὺς διὰ φωνῆς Ἰεζεκιήλ. καὶ γοῦν ἔφη που ὁ Θεὸς ὡς ἐκ προσώπου τοῦ ἄρχοντος Τύρου περὶ τοῦ σατανᾶ Ὅτε ἐξέπεμπον αὐτὸν εἰς τὸν ᾅδην, ἐθρήνησεν ἡ ἄβυσσος ἐπ' αὐτῷ. κατενηνεγμένου γὰρ καὶ πεπτωκότος τοῦ πάντων ἐπέκεινα καὶ ἐν δόξῃ προὔχοντος, ὃς καὶ μετ' αὐτῶν ἐτέθειτο τῶν Χερουβὶμ, κατὰ τὴν αὐτοῦ τοῦ προφήτου φωνὴν, τὸ ἀπεικὸς οὐδὲν, σφόδρα λελυπῆσθαι τὴν νοητὴν ἄβυσσον, τουτέστι, τὰς τῶν ἄνω πνευμάτων ἀγέλας, μονονουχὶ δὲ καὶ ἐπιστυγνάσαι πεπονθότι καὶ τῷ τῶν ὅλων προσκεκρουκότι Θεῷ. οὐκοῦν ἡ ἄβυσσος, φησὶ, τουτέστιν ἡ ἀμέτρητός τε καὶ ἀκατάληπτος τῶν πεπιστευ- κότων πληθὺς, καὶ μέντοι καὶ τὸ ὕψος τῆς ἐν αὐτῇ φαντα- σίας, τουτέστι πάλιν πᾶν ὅσον ἐστὶν ἐν αὐτῇ λαμπρόν τε καὶ ἐπηρμένον, καὶ ταῖς ἐν τῷδε τῷ κόσμῳ φαντασίαις, ἤτοι δόξαις κεναῖς κατηγλαϊσμένον ἔδωκε φωνὴν αὐτῆς. δοξο- λογεῖται γὰρ ὁ Χριστὸς παρὰ παντὸς ἀνθρώπων ἔθνους, καὶ τοῦτο δρῶντας προθύμως κατίδοι τις ἂν μικροὺς καὶ 2.149 μεγάλους, λαμπροὺς καὶ ἀσήμους, καὶ τοὺς τῶν ἄλλων περιφανεστέρους, καὶ ὑπεροχὴν ἔχοντας ἢ τὴν ἐν δόξῃ τυ- χὸν, ἢ τὴν ἐν πλούτῳ καὶ λαμπρότητι τῇ κατὰ τὸν βίον· ἃ λίαν ὀρθῶς ὠνόμασε φαντασίας ἤγουν ὕψος φαντασίας. οὐδὲν γὰρ ἕτερον αὐτοῖς ἢ δόκησις, ὅτι "Πᾶσα σὰρξ χόρτος "καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου." ὅτι δὲ ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, καὶ ταῖς εὐφημίαις καταγεραίρουσι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν μικροὶ καὶ μεγάλοι, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος ∆αυείδ "Αἰνεῖτε τὸν Κύριον "ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι." προσθεὶς δὲ δὴ τούτοις ὄρη καὶ βουνοὺς, ξύλα τε καρποφόρα καὶ πάσας κέδρους, θηρία τε καὶ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτὰ, προσεπάγει πάλιν "Ἄρχοντες καὶ πάντες κριταὶ γῆς, "νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων αἰ- "νεσάτωσαν τὸ ὄνομα Κυρίου." ἔφη δέ που καὶ ὁ μέγας ἡμῖν Ἡσαΐας περὶ αὐτοῦ "Βασιλεῖς ὄψονται αὐτὸν καὶ "φοβηθήσονται· ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ." Ἀποδίδωσι δὲ ὥσπερ τὴν αἰτίαν, τοῦ τὴν ἄβυσσον καὶ μέντοι καὶ τὸ ὕψος τῆς φαντασίας αὐτῆς δοῦναι τὴν φωνὴν, ἐπάγων εὐθύς Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς. ὥσπερ δὲ τὴν ἄβυσσον νενοήκαμεν, οὐ κατά γε τὸν ἐν αἰσθήσει λόγον· παχὺς γὰρ λίαν· πνευματικῶς δὲ μᾶλλον καὶ νοητῶς, οὕτω καὶ νῦν οὐχὶ τοῖς στοιχείοις, ἡλίῳ τε φημὶ καὶ σελήνῃ, τὸν τῆς διανοίας ἐνήσομεν ὀφθαλμόν· ἀλλ' ἐξ ὁμοιότητος τῆς ἀπ' αὐτῶν ἐπὶ τὰ ἀμείνω διάττοντες, τὴν τῶν νοημάτων δύναμιν κατοψόμεθα. οὐκοῦν ἥλιον μὲν γοῦν φαμεν τὴν φωτοειδῆ τε καὶ ἔκλαμπρον τῶν εὐαγγελι- κῶν θεσπισμάτων μυσταγωγίαν, σελήνην δὲ αὖ τὸ μεῖόν τε 2.150 καὶ ἀμυδρότερον τοῦ νόμου φῶς, φαίνοντος, ὡς ἐν νυκτὶ καὶ σκότει, τῷ πρὸ τῆς ἐπιδημίας καιρῷ. κέκληται γὰρ ἡμέρα καθ' ἣν ἀνέλαμψεν ὁ Χριστὸς, ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ νοητὸς ἑωσφόρος, ἐν καρδίαις ἀνατέλλων τῶν πε- πιστευκότων. καὶ γοῦν ὁ θεσπέσιος ∆αυείδ "Αὕτη ἡ ἡμέρα, "φησὶν, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασόμεθα καὶ εὐ- "φρανθῶμεν ἐν αὐτῇ." ὥσπερ δὲ χθαμαλὸς ὢν ἔτι, καὶ μόλις ἀνίσχων τῆς γῆς ὁ αἰσθητὸς ἥλιος, οὔπω μὲν εὐρὺ καὶ λαμπρὸν, συνεσταλμένον δὲ ὥσπερ ἐν ἑαυτῷ τὸ ἴδιον ἔχει φῶς, ἀναθρώσκων γεμὴν ὑψοῦ, φαιδροτάτην τοῖς ἁπαν- ταχῆ τῆς ἀκτῖνος ποιεῖται τὴν ἐκβολήν· οὕτω καὶ ἡ διὰ Χριστοῦ παίδευσις, τουτέστιν ἡ εὐαγγελικὴ, συνεστέλλετο μὲν ἐν ἀρχαῖς, καὶ ἠγνοεῖτο πολλοῖς· ἡλίου δὲ δίκην μονον- ουχὶ καὶ ἀνίσχουσα, καὶ εἰς ὕψος ἰοῦσα κατὰ βραχὺ, καὶ τὴν τῆς θεογνωσίας αὐγὴν ἀφιεῖσα πανταχῆ καταπλήττει τὴν ἄβυσσον, τουτέστιν ἅπαν ἀνθρώπων γένος· τοιγάρτοι καὶ δέδωκε τὴν φωνήν. δοξολογεῖ γὰρ, ὡς ἔφην, καὶ Θεὸν ὀνομάζει, καὶ τῶν ὅλων Κύριον καὶ λυτρωτὴν ὁμολογεῖ τὸν Ἐμμανουήλ. Ἐπήρθη οὖν ὁ ἥλιος, οὐδὲν δὲ ἧττον καὶ ἡ σελήνη, τουτέστιν ὁ νόμος, ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς. κατόπιν μὲν γὰρ τῆς εὐαγγελικῆς παιδεύσεώς ἐστιν ἡ διὰ Μωυσέως, καὶ αὕτη τάξις αὐτῇ, ὅτι καὶ σκιὰ καὶ τύπος. ἐπειδὴ δὲ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστὸς, ἐξέλαμψε καὶ ὁ νόμος. τοῖς γὰρ πάλαι δι' αὐτοῦ προαπηγγελμένοις τὰ ἐκβεβηκότα συμβάλλοντες, τεθαυμάκαμεν ἤδη καὶ αὐτοῦ τοῦ νόμου τὸ φῶς 2.151 προανατυποῦντος ἡμῖν ἀστείως κατὰ πολλοὺς τρόπους τὸ Χριστοῦ μυστήριον. ἔστη δὴ οὖν εἰς φῶς. μακαρίζει δὲ καὶ αὐτὸς ὁ Χριστὸς τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικήν τε ἅμα παίδευσιν καὶ εὐαγγελικήν. ἔφη γὰρ οὕτω "∆ιὰ "τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς," τουτέστιν ὁ τὸν νόμον εἰδὼς, "μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, "ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ "θησαυροῦ αὐτοῦ νέα καὶ παλαιά." Παραδεξόμεθα δὲ καὶ ἕτερον ἐπὶ τῷδε νοῦν, οὐκ ἀπί θανον, ὥς γε μοι φαίνεται· βαίνοντα δὲ μᾶλλον τοῦ εἰκότος ἐγγύς. ἥλιον μὲν γὰρ εἶναί φαμεν, καὶ μάλα ὀρθῶς, τὸν Ἐμμανουήλ. ὠνόμασται γὰρ οὕτω, καὶ ἔστιν ἀληθῶς. σελήνην δὲ λέγεσθαι νομιστέον, ὡς ἐξ ὁμοιότητος τοῦ στοι- χείου, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, φαίνουσαν τοῖς ἐν σκότει, καὶ ὡς ἐν νυκτὶ διαλάμπουσαν. ὅτε τοίνυν ἐπήρθη ὁ ἥλιος κατὰ τὴν τοῦ Προφήτου φωνήν· ἀναβέβηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς ἐπὶ τὸν τίμιον σταυρόν· τότε καὶ ἀνέλαμψεν ἡ ἐξ ἐθνῶν ἐκκλησία καὶ ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς, τουτ- έστι, πλησιφαὴς οἷά τις σελήνη, καὶ τὴν τάξιν τοῦ ἰδίου σώζουσα κύκλου, φῶς γέγονε τοῖς ἐν σκότει, καθάπερ ἔφην ἀρτίως. ὅτι δὲ ὑψουμένου τε καὶ τὸν ὑπὲρ τῆς τῶν πάντων ζωῆς ἀνατλάντος σταυρὸν τοῦ Χριστοῦ, συνέστη λοιπὸν ἡ Ἐκκλησία, διδάξει πάλιν ὁ αὐτός "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, "ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος "μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει." καὶ πάλιν "Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυ 2.152 "τόν." οὐκοῦν τὸ ὑψοῦσθαι τὸν ἥλιον, σημαίνει που πάντως ἢ τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, ἤγουν τὴν εἰς οὐρανοὺς ἀναφοί- τησιν· ὑψοῦσθαι γὰρ δὴ καὶ ὧδέ φαμεν αὐτόν. 9Βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου.9 Βολίδας ἐνταῦθά φησι τὰς ἀνὰ πᾶσαν ἰούσας τὴν γῆν, καὶ ὡς ἀπὸ τόξου πεμπομένας, ἤγουν χειρὸς εὐσθενοῦς, τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, περὶ ὧν ἔφη που καὶ ὁ μακάριος ∆αυείδ "Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, "οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων." ἐξετινάχθη μὲν γὰρ καὶ ἐκβέβληται τὸ τῶν Ἰουδαίων ἔθνος, διάτοι τὸ ἐμπαροινῆσαι Χριστῷ καλοῦντι πρὸς ζωήν· οἱ γεμὴν ἐκείνων υἱοὶ καὶ ἐξ αἵματος ὄντες τοῦ Ἰσραὴλ, οἱ ἀπόλεκτοι μαθηταὶ βολίδες τε καὶ βέλη γεγόνασιν, οἷον ἐκ χειρὸς τρέχοντες τῆς ἀλκιμω- τάτης, καὶ παντὸς εὐκόλως διϊκνούμεναι τοῦ πληττομένου πρὸς θάνατον. αἱ τοιαῦται βολίδες ἀποστέλλονται μὲν, ὡς ἀπὸ χειρὸς τοῦ Χριστοῦ, ἐμπήγνυνται δὲ τοῖς τοῦ διαβόλου σπλάγχνοις, καὶ ἀναιροῦσι τὸν δράκοντα. καὶ γοῦν καὶ ὁ μακάριος ∆αυεὶδ ἀναμελῳδεῖ που λέγων πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν "Τὰ βέλη σου ἠκονημένα, δυ- "νατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν "τοῦ βασιλέως." οὐκοῦν δαπανῶνται μὲν τοῖς τοιοῖσδε βέ- λεσι τὰ τῶν δαιμονίων στίφη, καὶ πρὸς ὀλέθρου γίνονται τοῖς ἐχθροῖς· τοῖς γεμὴν ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τετιμηκόσι διὰ τῆς πίστεως, ἑτέραν ἀποπληροῦσι χρείαν. 2.153 τετρωμένους γὰρ ἀγάπης ἐργάζονται, κατά γε τὴν λέγουσαν νύμφην ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων "Ὅτι τετρωμένη "ἀγάπης ἐγώ εἰμι." Εὑρίσκονται δὲ καὶ ἑτέρως φέγγος ἀστραπῆς τῶν ὅπλων αὐτοῦ· ὅπλα δὲ αὐτοῦ νοηθεῖεν ἂν, οἷς καὶ ἡμᾶς αὐτοὺς ἐναρμόσασθαι δεῖν ὁ μακάριος Παῦλος ἐπιτάττει λέγων "̓Ενδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ." αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, τὸ ὑποδεδέσθαι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἡ μάχαιρα τοῦ Πνεύματος. οὐκοῦν ὅπλα μὲν τὰ τοιάδε Χριστοῦ, οὐκ αὐτὸν περιβάλ- λοντα, παρ' αὐτοῦ δὲ μᾶλλον τοῖς ἀξίοις δωρούμενα. λαμπρὰ δὲ τὰ ὅπλα, καὶ οἷον ἀστραπῆς ἔμπλεα· φανοτάτη γὰρ ἡ ἀρετή· αἱ τοίνυν βολίδες εἰς φέγγος ἔσονται τῆς ἀστραπῆς τῶν ὅπλων σου. ὅτι γὰρ ἀπαστράπτει τὰ ὅπλα, φωτιοῦσιν αὐτοὶ διδάσκοντες τοὺς ἠγνοηκότας. παρὰ μὲν γὰρ τοῖς φιλαμαρτήμοσιν ἀκαλλὴς οἷά τις ἐστιν ἡ ἀρετὴ, καὶ οὔπω λαμπρά· παρὰ δέ γε τοῖς εἰδόσιν αὐτὴν, οὐδὲν ἀστραπῆς ἔλαττον, λαμπρὸν καὶ διαφανῆ, καὶ τοῖς ἁπανταχῆ γνωρι- μώτατον ἀποτελοῦσα τὸν ἄνθρωπον. πρῶτοι δὴ οὖν οἱ θεσπέσιοι μαθηταὶ τὴν τῶν σῶν ὅπλων ἔχοντες ἀστραπὴν, ἔσονται καὶ ἑτέροις εἰς φέγγος αὐτῆς. ὅνπερ γὰρ τρόπον οἱ τῆς ἰατρικῆς ἐμπειρίας ἐπιστήμονες, τοὺς ταῖς τῶν ὀμμά- των ἀῤῥωστίαις ἐμπεπτωκότας, καὶ τὸ τῆς ἡλιακῆς ἀκτῖνος φεύγοντας φῶς, ἀπαλλάττοντες τοῦ πάθους τῆς τοῦ φωτὸς προσβολῆς ἀνέχεσθαι λοιπὸν ἀναπείθουσι, καὶ φέγγος ὥσπερ τι γεγονότες αὐτοῖς ἁλοῖεν ἂν, καὶ μάλα εἰκότως· οὕτω καὶ 2.154 οἱ θεσπέσιοι μαθηταὶ, θαυμάζοντές τε καὶ ἐπαινοῦντες τὰς ἀρετὰς, αἳ καὶ εἰς ὅπλα τετάχαται τοῦ Χριστοῦ, φέγγος ὥσπερ τι τῆς ἐνούσης αὐταῖς ἀστραπῆς, ἤγουν ἐκλάμψεως, τοῖς ἄλλοις εὑρίσκονται. 9Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, καὶ ἐν θυμῷ κατάξεις ἔθνη.9 Ὑπεσταλμένως ἡμῖν ὁ Προφήτης τῆς Ἰουδαίων χώρας τὴν δῄωσιν, καὶ τῶν ἐν αὐτῇ κατοικούντων ἐθνῶν τὴν ἀπώ- λειαν, διὰ τούτων ὑποδηλοῖ. ἐπειδὴ γὰρ τὴν εἰς Χριστὸν πίστιν οὐ προσιέμενοι, κατεξανέστησάν τε αὐτοῦ, καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ταύτῃτοι καὶ δέδονται πρὸς ἐρήμωσιν, καὶ τοῦτο αὐτοῖς προαναπεφώνηκεν Ἡσαΐας, λέγων "Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμ- "βήσεται αὐτῷ." 9Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου εἰς τέλος.9 Τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὅλην ὥσπερ ἡμῖν τὴν οἰκονομίαν ἐξηγεῖται πάλιν. σέσωκε μὲν γὰρ τοὺς διὰ πίστεως δεδικαιωμένους, καὶ τῷ Ἁγίῳ Πνεύματι κατακεχρισμένους, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς ἀναδεδειγμένους· συγκε- χώρηκε δὲ ταῖς αὐτῶν ἁμαρτίαις ἐντήκεσθαι τοὺς ἀπειθεῖν 2.155 ᾑρημένους, οἷς καὶ ἔφασκεν ἐναργῶς "Ἀμὴν ἀμὴν λέγω "ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις "ὑμῶν ἀποθανεῖσθε." ἐξῆλθες τοίνυν, φησὶν, οἱονεί τις βα- σιλεὺς ἐπὶ τὰ τῶν δυσμενῶν ἐρχόμενος στίφη, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένος. καὶ ὁ τῆς ἐξόδου σκοπὸς ἀνασῶσαι τοὺς χριστοὺς τοὺς σούς· δῆλον δὲ ὅτι τοὺς τῷ Ἁγίῳ κεχρισμένους Πνεύματι, περὶ ὧν καὶ πάλαι διὰ προ- φητῶν ἐνετείλατο λέγων "Μὴ ἅπτεσθε τῶν χριστῶν μου, "καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε·" τῶν γεμὴν ἀνόμων καταρτίσαι θάνατον, ὃν αὐτοὶ ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς ἁλοῖεν ἂν, τὴν δικαιοῦσαν πίστιν οὐ προσιέμενοι. τοιγάρτοι καὶ ἀῤῥήκτοις ἐνδέδενται δεσμοῖς, καὶ ταῖς τῶν ἰδίων πλημμελημάτων σειραῖς κατασφίγγονται· καὶ οὐ μερικῶς, ἀλλ' οἷον δι' ὅλου σώματος, καὶ μέχρι τρα- χήλου. Εἰ δὲ δὴ λέγοιντο Χριστοῦ τὰ δεσμὰ, θορυβείσθω μηδείς. ἀεὶ γάρ πως τὰ κατὰ συγχώρησιν Θεοῦ συμβαίνοντά τισιν αὐτοῦ λέγονται· ὁποῖόν ἐστι τό "Οὐκ ἔστι κακία ἐν πόλει, "ἣν Κύριος οὐκ ἐποίησεν." οὐ γὰρ αὐτὸς ποιεῖ τὴν κακίαν, συμβῆναι δὲ μᾶλλον ταῖς τῶν πόλεων πλημμελούσαις ἐπι- τρέπει πολλάκις. εἰ δὲ δὴ νοοῖντο τυχὸν τῶν ἐπαινουμένων, οἱ ἐνθάδε λεγόμενοι δεσμοὶ, πάλιν ἐκεῖνό φαμεν, ὅτι βέβληται μὲν εἰς κεφαλὰς ἀνόμων θάνατος, συντείνει δὲ ὥσπερ δεσμοῖς ἀγάπης ὁ τῶν ὅλων Θεὸς τοὺς προσιόντας αὐτῷ, καὶ τῇ πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι, κατ' ἐκεῖνό που πάντως τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον περὶ τῶν ἐξ αἵματος Ἰσραήλ "Καὶ ἐγὼ συνεπόδισα τὸν 2.156 "Ἐφραῒμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου, ἐξέτεινα "αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου." ὁ δέ γε δεσμὸς εἰς τραχήλους ἐνθάδε νοεῖται καὶ τὸ εὐήνιον τῶν ὑποτεθεικότων αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ τὸν χρηστὸν ἀληθῶς τοῦ Σωτῆρος ἡμῶν ὑποδεδυκότων ζυγόν. 9∆ιέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ.9 Τὸ τῆς ἐκστάσεως ὄνομα κατὰ διαφόρους νοεῖται τρόπους παρά γε τῇ θεοπνεύστῳ γραφῇ. σημαίνει μὲν γὰρ ἔσθ' ὅτε τὴν κατάπληξιν, ὡς ἂν εἰ λέγοιτο τυχὸν περὶ τῶν ἡμαρτη μένων τοῖς ἐξ Ἰσραήλ "Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ·" καὶ πάλιν "Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς·" ποτὲ δὲ δὴ αὖ τὴν ἀπὸ τοῦ γηΐνου φρονήματος εἰς θείαν τινὰ καὶ πνευματικὴν ἠθῶν τε καὶ βίου κατάστασιν μετάστασιν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισὶ, καί φησιν "Εἴτε "γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν." ὥσπερ δὲ τὴν ἀπό γε τῶν αἰσχιόνων ἐπὶ τὰ ἀμείνω μετάκλισιν ἔκστασιν εἶναί φαμεν Θεῷ φιλουμένην· οὕτω καὶ τὴν ἐκ τῶν χρησίμων ἐπὶ τὰ αἰσχίω μεταβολὴν ἔκστασιν εἶναι διισχυρι- ζόμεθα φαύλην τε καὶ διαβεβλημένην. Ἐν ἐκστάσει τοίνυν τῇ τοιᾷδε γενομένας τὰς τῶν δυναστῶν κεφαλὰς διέκοψάς φησι. δηλοῖ δὲ δὴ τὰς τῶν ἡγουμένων τοῦ Ἰσραὴλ, γραμματέων που πάντως καὶ Φαρισαίων, καὶ τῶν κατὰ νόμον ἱερουργῶν. ἐξέστησαν γὰρ ἀληθῶς καὶ ὀρθοῦ φρονήματος καὶ φρενὸς ἀγαθῆς καὶ τῆς εἰς Θεὸν ἀγάπης, οὐ προσηκάμενοι τὸν Υἱὸν, μᾶλλον δὲ καὶ ἀπεκτονότες, καί- 2.157 περ εἰδότες τε καὶ λέγοντες, ὅτι "οὗτός ἐστιν ὁ κληρονόμος." τίς δὲ δὴ ἄρα τῆς διακοπῆς ὁ τρόπος νοοῖτ' ἂν, εἰκότως σαφηνιεῖ λέγων ὁ θεσπέσιος ∆αυεὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν "∆ιαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν·" ἦν μὲν γὰρ καὶ "μερὶς" Θεοῦ, καὶ "σχοίνισμα κληρονομίας αὐτοῦ "̓Ισραήλ." ἐπειδὴ δὲ πεπαρῳνήκασιν ἀνοσίως εἰς τὸν Υἱὸν, ἀπόπεμπτος γέγονεν ὁ ἠγαπημένος, καὶ μεμέρισται, καὶ τῶν πεπιστευκότων ἀπώλισθε τῆς ἐλπίδος, ἀπόκληρος καὶ ἀπεῤ- ῥιμμένος, καὶ ἐκ προσώπου τέθειται, καὶ ἐν μοίρᾳ δευτέρᾳ, καὶ κατόπιν ἐθνῶν, οἳ δὴ καὶ ἐφ' ἑαυτοῖς ἐκεῖνό φασιν "Εὐ- "λογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ "τὴν γῆν·" "Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν." διεκόπη τοίνυν ὁ Ἰσραὴλ, καὶ τῆς εὐλογίας ἐκπεπτωκὼς, μερὶς γέ γονε Θεοῦ μὲν οὐκέτι, διαβολικὴ δὲ μᾶλλον καὶ ἀτιμοτάτη καὶ βέβηλος. εἶτα περὶ τῆς ἐκστάσεώς φησι ὅτι σεισθήσονται ἐν αὐτῇ, τουτέστι πεσοῦνται. τὸ γὰρ ἐν δονήσει καὶ κλόνῳ, τοῦ πίπτειν ἐγγύς. ἐποιμώζει δὲ ὥσπερ αὐτοῖς πολυτρόπως διολωλόσι καὶ ὁ προφήτης λέγων "Οἶκος Ἰσραὴλ ἔπεσεν, "οὐκ ἔστιν ὁ ἀναστήσων αὐτόν." 9 ∆ιανοίξουσι χαλινοὺς αὐτῶν, ὡς ὁ ἐσθίων πτωχὸς λάθρα.9 Πλείστη μὲν ὅση τῆς τε συνθήκης αὐτῆς καὶ τῆς λέξεως ἡ δυσχέρεια· πλὴν ἐροῦμεν ὡς ἔνι, διαστέλλοντες εὖ μάλα τῶν ἐννοιῶν τὴν δύναμιν. ἀφηγησάμενος τοίνυν τὴν κατά στασιν, ἐν ᾗ πάντως ἔδει τὰς τῶν δυναστῶν γενέσθαι κεφαλὰς, τουτέστι, τοὺς καθηγεῖσθαι λαχόντας τῆς τῶν Ἰου- δαίων Συναγωγῆς, μέτεισιν εὐθὺς ἐπὶ τοὺς ἁγίους ἀποστό- λους, οἳ πολὺ μὲν εἶχον ἐν ἀρχαῖς τῶν διωκόντων τὸ δέος. 2.158 ἐμαστίζοντο γὰρ ἐν συνεδρίοις, καὶ παρηγγέλλοντο μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ· συνιόντες δὲ λεληθότως τὰς πρὸς Θεὸν ἱκετείας ἐποιοῦντο λέγοντες "Ἐπ' ἀληθείας "γὰρ συνήχθησαν ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά "σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλάτος "σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ. καὶ τὰ νῦν, Κύριε, ἔπιδε "ἐπὶ τὰς ἀπειλὰς αὐτῶν·" δῆλον δὲ ὅτι τὰς τῶν Ἰουδαίων· "καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον "σου." οὐκοῦν οἱ μονονουχὶ καθαπερεὶ χαλινῷ τινι τῷ δέει κατεσφιγμένοι καὶ σιωπᾶν ἀναγκαζόμενοι, οἱ μαστιζόμενοι καὶ τεθλιμμένοι, λάθρα τε καὶ μόλις προσλαλοῦντές τισι, καὶ οἷον ἐσθίοντι πτωχῷ προσεοικότες, διανοίξουσι χαλινοὺς αὐτῶν. ὅμοιον ὡς εἰ λέγοι, κατευρυνθήσονται πάντως εἰς τὴν αὐτοῖς ὅτι μάλιστα φιλαιτάτην τε καὶ πρέπουσαν παῤῥησίαν, φροντιοῦσι μὲν γὰρ οὐδαμῶς τῆς Ἰουδαίων Συναγωγῆς· διαπτύσαντες δὲ τὰς ἀπειλὰς, καὶ μονονουχὶ διαῤῥήξαντες τὸν ἐπιῤῥιφέντα αὐτοῖς χαλινὸν, οἷον ἵπποι τινὲς ἀγαυοὶ καὶ ἀγέρωχοι, καταχρεμετιοῦσι λοιπὸν, ἐπιπλήττοντος οὐδενὸς, καὶ τῆς ἑαυτῶν φωνῆς κατεμπλήσουσι τὴν ὑπ' οὐρανόν. τοιοῦτόν τι φησὶ καὶ ὁ θεσπέσιος Ἡσαΐας τοῖς τὸ εὐαγ- γελικὸν ἱερουργοῦσι κήρυγμα "Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι "ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου "ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· "ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ "βραχίων αὐτοῦ μετὰ κυρείας." οὐκοῦν οἱ πάλαι, φησὶν, ὄντες ὡς ἐσθίων πτωχὸς λάθρα, τουτέστιν, οἱ παῤῥησίαν οὐκ ἔχοντες, οἱ λεληθότως καὶ μόλις τῇ τῶν πιστευόντων τρεφόμενοι 2.159 πίστει, πρὸς εὐθυμίαν διανοίξουσι χαλινοὺς αὐτῶν, κατὰ τὸν ἤδη προειρημένον τρόπον. ὅτι δὲ τροφή τις ὡσπερεὶ τῶν σωζομένων ἡ πίστις καὶ Θεῷ καὶ ἁγίοις, ἐμπεδοῖ λέγων αὐτὸς ὁ Χριστὸς περὶ τῆς τῶν Σαμαρειτῶν ἐπιστροφῆς "̓Εγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε." καὶ πάλιν "̓Εμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός "με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον." 9Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.9 Τετήρηκε πάλιν ὁ λόγος τῆς τροπῆς τὸ σχῆμα. χαλινοὺς γὰρ ὀνομάσας, ἵππους ἀπεκάλεσε τοὺς ἁγίους Ἀποστόλους, οἷς καὶ αὐτὸς ἐποχεῖται Χριστὸς, ἐνιζήσας ὥσπερ εἰς νοῦν καὶ καρδίαν. ὅτι τοίνυν ἔμελλον παιδαγωγῆσαι πρὸς πίστιν οὐχ ὅτι μόνους τοὺς ἐξ Ἰσραὴλ, ἀλλὰ καὶ αὐτὴν τὴν τῶν ἑτέρων ἐθνῶν πλείστην τε ὅσην καὶ ἀμέτρητον πληθὺν, πειρᾶται διδάσκειν. θαλάσσῃ μὲν γὰρ παρεικάζει τὸν κόσμον, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον "Αὕτη ἡ θάλασσα ἡ "μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός·" ὕδασι δὲ πολλοῖς τὰς τῶν ἐθνῶν ἀγέλας, τὰς ἀνὰ πᾶσαν τὴν γῆν· ἵπποις γεμὴν, ὡς ἔφην, τοὺς ἁγίους Ἀποστόλους, οἳ πᾶσαν περινοστοῦντες τὴν ὑπ' οὐρανὸν, μονονουχὶ ῥέγχοντας καὶ ἐνηρεμοῦντας τῇ πλάνῃ τοὺς εἰδωλολάτρας χρησίμως ἐτάραττον· τεθορυβήκασι γὰρ, καλοῦντες εἰς δέος ὡς εἰς κό- λασιν βαδιουμένους, καὶ τὴν διὰ πυρὸς δίκην ὑποστησο- 2.160 μένους, εἰ μὴ ἕλοιντο μετανοεῖν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἐπιγνῶναι Θεόν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς Ἀθη- ναίοις προσλαλῶν, εἶτα τῶν ἄλλων ἁπάντων δεισιδαιμο- νεστέρους εἰπὼν, τεθορύβηκεν οὐ μετρίως, ἐκεῖνο προστιθείς "Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ "νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετα- "νοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκου- "μένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν "πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν." οὐκοῦν τὸ ταραττό- μενον ὕδωρ, ἡ πληθύς ἐστιν ἡ κατὰ τὸν κόσμον· ὕδασι γὰρ ἔσθ' ὅτε παρεικάζεται, καὶ μάλα εἰκότως· εἴπερ ἐστὶ θα λάσσῃ προσεοικὼς ὁ ἀνθρώπων βίος· ὅτι πολλὴ τῶν ἐν αὐτῷ πραγμάτων ἡ τύρβη, καὶ ἡ πρὸς τὸ ἄνω τε καὶ κάτω καὶ πρὸς πᾶν ὁτιοῦν ἀνάχυσίς τε καὶ κίνησις· πολὺ δὲ τὸ ὕδωρ τὸ ταραττόμενον, ὡς πρός γε τὸν Ἰσραήλ· οἱ μὲν γὰρ ἔθνος ἦσαν ἕν· τὰ δέ ἐστι παντὸς ἀριθμοῦ κρείττονα. 9Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκά τωθέν μου ἐταράχθη ἡ ἕξις μου. ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.9 Ἔθος τοῖς ἁγίοις προφήταις τὴν εἰς καρδίαν καὶ νοῦν ἐπιτήρησιν, ἣν ἂν ποιοῖντο τυχὸν, προενηχοῦντος αὐτοῖς τοῦ ἁγίου Πνεύματος τῶν ἐσομένων τὴν γνῶσιν, φυλακὴν ἀπο- καλεῖν ἤγουν ἀκοήν. τοιγάρτοι φησὶν ὁ αὐτὸς Ἀμβακούμ 2.161 "Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ "πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, "καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου·" ἕτερος δὲ αὖ "̓Ακοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη "ἐξαπέστειλε," καὶ μέντοι πρὸς τῷδε καὶ ὁ θεσπέσιος ∆αυείδ "Ἀκούσομαι, φησὶ, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ "Θεός." τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ὑπεμφαίνει λέγων τό Ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ καρδία μου. τετήρηκα, φησὶ, τῶν εἰρημένων τὴν δύναμιν· εἶτα κατεπτόημαι δεινῶς ἀπὸ φωνῆς προσευχῆς χειλέων μου. ἐποιεῖτο μὲν γὰρ μετ' ᾠδῆς τὴν πρὸς Θεὸν ἱκετείαν, καὶ μέλος ἦν αὐτῷ τῆς προφητείας ὁ τρόπος· ἀλλ' ἦν ὁ σκοπὸς αὐτῷ καὶ ὁ νοῦς οὐκ εἰς τὴν εὔρυθμον ἀναφώνησιν, κατεπικραίνετο δὲ μᾶλλον εἰς λύπας, καὶ περιδεὴς ἦν ἄγαν, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἐξ Ἰσραὴλ διαρθροῦντος ἐν αὐτῷ τοῦ Πνεύματος. τὸ δὲ δὴ μάλιστα θορυβοῦν αὐτὸν καὶ ὀῤῥωδεῖν ἀναπεῖθον, κατά γε τὸ εἰκὸς, ἐκεῖνό που τάχα καὶ μόνον ἦν, μὴ ἄρα πως ἐναποληφθείη τοῖς κακοῖς, καὶ τὴν τοῦ λαοῦ συντριβὴν ἐπαθρήσειε, καὶ ἴδοι βαλλόμενον μὲν εἰς κεφαλὰς ἀνόμων θάνατον, διακοπτομένας δὲ αὐτὰς ἐν ἐκστάσει, καὶ σειομένας ἐν αὐτῇ, κατά γε τὸν ἤδη προαποδοθέντα νοῦν. εἶτα μαν- θάνων ὡς ἔσται μὲν εἰς καιροὺς ἡ ὅρασις, εἰς ἀνάβλησιν δὲ μακρὰν τὰ προηγγελμένα, μονονουχὶ καὶ ἀνενεγκὼν ἐξ ἀκρά- του λοιπὸν δυσθυμίας Ἀναπαυσομαί φησιν ἐν ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου. οὐ γὰρ ἐν- σχεθήσομαι, φησὶ, τοῖς τοιοῖσδε κακοῖς, οὐδ' ἂν εὑρεθείην ἐν τῷδε τῷ βίῳ, ἐνεστηκότος καιροῦ, καθ' ὃν ἔσται πάντως 2.162 τὰ τοιάδε τῶν κακῶν τοῖς ἐξ Ἰσραήλ. βαδιοῦμαι γὰρ ἐν- τεῦθεν, καὶ ἀνοιχήσομαι πρὸς λαὸν τὸν οὕτω πάροικον ἐν τῷ- δε τῷ βίῳ γεγενημένον, καθάπερ ἀμέλει καὶ αὐτὸς ἐγώ. πάροικοι γὰρ καὶ παρεπίδημοι πάντες οἱ ἅγιοι κατὰ τόνδε τὸν κόσμον. τοιγάρτοι φασίν "Οὐκ ἔχομεν ὧδε μένουσαν "πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν." ψάλλει δέ που καὶ ὁ ∆αυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν "Ἄνες μοι, ὅτι "πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες "οἱ πατέρες μου." ἀξιάγαστος τοιγαροῦν τῶν ἁγίων ὁ σκοπὸς, οὐδ' ὅσον εἰπεῖν ἀνεχομένων ἰδεῖν τὰ ἐφ' οἷς ἂν συμβαίνῃ παροτρύνεσθαι Θεόν· ἡδίονα δὲ καὶ αὐτοῦ τοῦ ζῆν ποιεῖσθαι μεμελετηκότων τὴν ἀπὸ τοῦ κόσμου τούτου μετά- στασιν, εἰ μὴ σώζοιτο πρὸς ἡμῶν τὰ εἰς δόξαν Θεοῦ. καὶ γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος, ὅτι τὸ ἀναλῦσαι κρεῖττον, καὶ αὐτῷ συνεῖναι Χριστῷ τοῖς εἰς τοῦτο ἥκουσι γνώμης, ὡς ἡγεῖσθαι παροικίαν τὴν ἐν σώματι ζωήν. 9∆ιότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις ἐξ ἰάσεως αὐτῶν.9 Ὥσπερ τινὸς ἐρομένου καὶ ἀναμανθάνειν ἐθέλοντος, ἀνθ' ὅτου ποιοῖτο περὶ πολλοῦ τὸ ἀποβιῶναι, μᾶλλον δὲ εἰς λαὸν ἀναβῆναι παροικίας αὐτοῦ, κατασκιάζει μὲν ἀσαφείᾳ πολλῇ τῆς τῶν Ἰουδαίων Συναγωγῆς τὴν κατάργησιν, μονον- 2.163 ουχὶ δὲ καὶ κατολοφύρεσθαι δοκεῖ τὴν συμβησομένην ἀκαρ- πίαν αὐτῇ. καὶ τρόποις ἡμῖν αὐτὴν κατασημαίνει πολλοῖς, ὡς συκῆν ἔσεσθαι λέγων, ἧς ἂν οὐδεὶς γένοιτο καρπός. οὕτω γὰρ αὐτὴν καὶ αὐτὸς ὠνόμασεν ὁ Σωτὴρ, ὡς ἐν παραδείγματος τρόπῳ λέγων "Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι "αὐτοῦ." ἣν καὶ ἄκαρπον οὖσαν, δεῖν ἔφη λοιπὸν ἀπο- τέμνεσθαι, ἵνα μὴ τὴν γῆν καταργῇ. ἐπάρατον δέ που καὶ τὴν πρὸ τῶν Ἱεροσολύμων ἐποιεῖτο συκῆν· οὐ γὰρ εὑρὼν ἐν αὐτῇ καρπόν "Μηκέτι, φησὶν, ἐκ σοῦ καρπὸς γένηται "εἰς τὸν αἰῶνα." Παρεικάζει δὲ αὐτὴν καὶ ἀμπέλῳ βοτρύων ἐρήμῳ. καὶ γάρ ἐστι πάλιν, καθά φησιν ὁ προφήτης Ἡσαΐας "Ὁ "ἀμπελὼν Κυρίου Σαβαὼθ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον, "ἠγαπημένον." ἀλλ' "ἐχαράκωσε μὲν αὐτὸν, καὶ φραγμὸν "περιέθηκε, καὶ ἀνεδείματο πυργίον ἐν αὐτῷ, καὶ ὤρυξε τὸ "προλήνιον, καὶ ἐπέμεινε τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε "δὲ ἀκάνθας." ταύτῃτοι δὴ ἐλυμήνατο μὲν αὐτὴν, καθά φησιν ὁ ∆αυείδ "20Ὗς20 ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενε- "μήσατο αὐτήν·" καθεῖλε δὲ "τὸν φραγμὸν αὐτῆς, καὶ τε- "τρυγήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν." Ἐψεύσατο δὲ καὶ τῆς ἐλαίας τὸ ἔργον, τουτέστι πάλιν τῆς Ἰουδαίων Συναγωγῆς. οὕτω γὰρ αὐτὴν κατασημαίνει λέγων καὶ ὁ προφήτης Ἱερεμίας "Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει "ἐκάλεσε Κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς· "ἀνήφθη πῦρ ἐπ' αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σὲ, ἠχρειώ- "θησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ κατα- 2.164 "φυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακά." ἐπειδὴ δὲ, καθά φησιν ὁ Προφήτης, τὸ ἔργον αὐτῆς ἐψεύσατο· παιδαγωγού- μενοι γὰρ εἰς Χριστὸν διὰ νόμου καὶ προφητῶν, οὐ προσή- καντο τὴν πίστιν· ταύτῃτοι καὶ ἐξεκόπη, καὶ πεπτώκασι μὲν οἱ κλάδοι αὐτῆς, ἐνεκεντρίσθησαν δὲ λοιπὸν οἱ ἐκ τῆς ἀγριελαίου, τουτέστιν, οἱ ἐξ ἐθνῶν, "καὶ κοινωνοὶ τῆς ῥίζης "καὶ τῆς πιότητος τοῦ καλλιελαίου" γεγόνασιν. Εἶτά φησιν ὅτι τὰ πεδία οὐ ποιήσει βρῶσιν. παρεικάζει πάλιν τὸν Ἰσραὴλ ληΐοις, οἶμαι, κατεφθαρμένοις, ἐξ ὧν οὐδ' ἂν αὐτό που τὸ ἀποχρῶν εἰς βρῶσιν ἀθροίσειεν ὁ γηπόνος. ἀκαρπίας δὲ τοῦτο γένοιτ' ἂν τῆς ἐσχάτης ἀπόδειξις ἐναργής. Ὅτι δὲ ἔμελλον τὸν τῶν θείων μαθημάτων ἀνατλάντες λιμὸν ἐν τοῖς ἁπάντων ἐσχάτοις πεσεῖσθαι κακοῖς, διεσάφει, προστιθεὶς, ἐκλελοιπέναι μὲν ἀπὸ βρώσεως πρόβατα, του- τέστιν, ἀπὸ τοῦ βρῶσιν οὐκ ἔχειν· οὐχ ὑπάρχειν δὲ βοῦς ἐπὶ φάτνης. δι' οὗ σημαίνεται τὸ εἰσάπαν ἐκλελοιπέναι τὸ παρ' αὐτοῖς ἱερὸν καὶ ἀπόλεκτον γένος, τουτέστι, τοὺς ἀπὸ φυλῆς Λευὶ, οἳ βουσὶν ἐν ἴσῳ τὴν νοητὴν ἅλω καταλεπτύ- νοντες καὶ τῶν ἐκ τῆς ἀσαφείας περιβλημάτων τὸν διὰ τοῦ πανσόφου Μωυσέως ἀπογυμνοῦντες λόγον, οἷά· τινα σίτου κόκκον προὐτίθεσαν μὲν τοῖς ἄλλοις εἰς νόησιν καὶ οἷόν τινα βρῶσιν πνευματικήν. αὐτοὶ δὲ ἦσαν ἐν φάτναις καταβοσκόμενοι τὰς ἐκ τοῦ λαοῦ δωροφορίας, δεκάτας, ἀπαρ- χὰς, εὐχαριστήρια. οὐκοῦν ἐκλελοίπασι μὲν ἀπὸ βρώσεως πρόβατα· βόες δὲ οὐκ ἦσαν ἐπὶ φάτνης ἔτι, τουτέστιν, οἱ καθηγηταὶ τῶν λαῶν καὶ διδάσκαλοι. τοιγάρτοι καὶ ὁ θεσ- 2.165 πέσιος Παῦλος τό "Οὐ φιμώσεις βοῦν ἀλοῶντα," ταῖς τῶν διδασκάλων προσάπτει κεφαλαῖς, διερμηνεύων ἡμῖν σαφῶς τὰ ἐν νόμῳ. ἐκλελοιπέναι γεμὴν τὰς βοῦς ἐξ ἰάσεως αὐτῶν φησι. καὶ ἔστι μὲν ἀσαφὴς ὁ λόγος· δηλοῖ γεμὴν τόδε, καθάπερ ἐγῷμαι πάλιν. ἐπειδὴ γὰρ ἀπεσπούδαζον ἀμαθῶς τὸ ἰᾶσθαι παρὰ Χριστοῦ, καίτοι ῥωννύντος τὸν ἀσθενῆ καὶ δικαιοῦντος τὸν ἀσεβῆ, ταύτῃτοι καὶ ἐκλελοίπασι, τουτέστιν, εἰσάπαν ἠσθένησαν καὶ κεχωρήκασιν εἰς τὸ μηδέν. δεινὸν οὖν ἄρα τὸ προσκρούειν Θεῷ, καὶ ἀκαρπίας ἔσται πρόξενον τῆς ἐσχάτης. ἀπορήσομεν δὲ καὶ τροφῆς τῆς πνευματικῆς, καὶ παντὸς ἐπέκεινα κακοῦ τοὐντεῦθεν ἐσόμεθα. 9Ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.9 Ἐνταῦθα λοιπὸν ἢ αὐτὸ τὸ τοῦ Προφήτου πρόσωπον εἰσεκόμισται σαφῶς, τὰ τοιάδε λέγον· ἤγουν τῶν ἐν πίστει δεδικαιωμένων φαίη τις ἂν εἶναι τοὺς λόγους, οἳ θυμηδίαν ποιοῦνται Χριστὸν, καὶ χαίρουσι μὲν ἐπ' αὐτῷ, καὶ τῆς ἐνού- σης αὐτοῖς εὐσθενείας χορηγὸν ἀναγράφουσιν, ἐν αὐτῷ τε τὰ πάντα δύνασθαί φασι, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος "Πάντα ἰσχύω, φησὶν, ἐν τῷ ἐνδυναμοῦντί με "Χριστῷ." ψάλλει δέ που καὶ ὁ μακάριος ∆αυείδ "Ὅτι 2.166 "τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ·" προσδοκῶσι δὲ καὶ τὸ βεβηκὸς εἰς εὐσέβειαν παρ' αὐτοῦ δὴ καὶ μόνου κατα- πλουτῆσαι καλῶς. τὸ γάρ Τάξει τοὺς πόδας μου εἰς συν- τέλειαν, δηλοῖ που πάντως ἕτερον ἡμῖν οὐδὲν ἢ τοῦτο. καὶ γοῦν Ἑβραίων ἡ ἔκδοσις ἀντὶ τῆς συντελείας τέθεικε τὴν Ἀσφάλειαν. οἱ δὲ ταττόμενοι πόδες εἰς ἀσφάλειαν, τί ἂν ἕτερον ἡμῖν ὑποφήνειαν, ἢ τὸ βεβηκὸς, ὡς ἔφην, εἰς εὐσέ- βειαν, καὶ τὸ ἀκράδαντον εἰς ἀρετὴν, καὶ τὸ εἰς πίστιν ἐρηρεισμένον καὶ ἀγάπην τὴν εἰς Χριστόν; ὅτι δὲ οὐ χθαμαλὸς καὶ χαμαιριφὴς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιω- μένων, ἀλλὰ παντὸς γηΐνου καὶ σαρκικοῦ πράγματος ὑψοῦ τέ ἐστι καὶ ἀνωκισμένος, ἀποφαίνει λέγων Ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με. ὑψηλὰ γὰρ ὄντως παρὰ Θεῷ τῆς εὐαγγελικῆς πολιτείας τὰ αὐχήματα. Ὅτι δὲ καὶ περιεσόμεθα τῶν ἀνθεστηκότων, καὶ ἀμείνους ἐσόμεθα τῶν ἐχθρῶν, δοξολογοῦντες αὐτὸν, ἀναπείσει λέγων Τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.